📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 駁瑟蘇斯

俄利根

駁瑟蘇斯 第 1 章 第 17/42 段

希臘文原文.135 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2201–1:2335(全章共 5793 節)

← 上一段下一段 →
1:2201
Ἐπῆλθε δ' αὐτοῖς καὶ ταῦτα ἐκείνων παρακούσασιν, ὅτι δὴ κατὰ χρόνων μακρῶν κύκλους καὶ ἄστρων ἐπανόδους τε καὶ συνόδους ἐκπυρώσεις καὶ ἐπικλύσεις συμβαίνουσι, καὶ ὅτι μετὰ τὸν τελευταῖον ἐπὶ Δευκαλίωνος κατακλυσμὸν περίοδος κατὰ τὴν τῶν ὅλων ἀμοιβὴν ἐκπύρωσιν ἀπαιτεῖ·
「他們這些說法也是從聽錯了那些〔學說〕而來的:即按著漫長的時間週期、以及眾星的回轉與會合,大火和洪水便發生;又說在丟卡利翁時代那末次洪水之後,照著宇宙的更替,這週期要求一次大火;」
And these things too came upon them from having misheard those [doctrines]: that in accordance with long cycles of time and the returns and conjunctions of the stars, conflagrations and floods come about, and that after the last flood in the time of Deucalion the cycle, according to the alternation of the universe, demands a conflagration;
1:2202
ταῦτ' αὐτοὺς ἐποίησεν ἐσφαλμένῃ δόξῃ λέγειν ὅτι θεὸς καταβήσεται δίκην βασανιστοῦ πῦρ φέρων
「這些便使他們存著錯謬的見解說,神要像一個施刑者那樣帶著火降下。」
these things made them say, in mistaken opinion, that God will come down bearing fire like a torturer.
1:2203
Καὶ πρὸς ταῦτα δὲ φήσομεν ὅτι οὐκ οἶδ' ὅπως πολλὰ ἀναγνοὺς καὶ ἱστορίας πολλὰς ἐπιδειξάμενος ἐγνωκέναι Κέλσος οὐκ ἐπέστησε τῇ Μωϋσέως ἀρχαιότητι, ἱστορουμένου ὑπό τινων ἑλληνικῶν συγγραφέων κατὰ τοὺς χρόνους γεγονέναι Ἰνάχου τοῦ Φορωνέως·
對這些話我們要說:我不知道瑟蘇斯這位讀過許多書、並表明自己熟知許多史事的人,怎麼竟沒留意摩西的古遠——某些希臘作家記載他生活在福羅紐斯之子伊那科斯的時代;
And to these things we shall say that I do not know how Celsus, who has read much and shown that he knows many histories, did not attend to the antiquity of Moses—who is recorded by certain Greek writers to have lived in the times of Inachus son of Phoroneus;
1:2204
καὶ ὑπὸ Αἰγυπτίων δ' ἀρχαιότατος εἶναι ὁμολογεῖται ἀλλὰ καὶ ὑπὸ τῶν τὰ φοινικικὰ πραγματευσαμένων·
埃及人也承認他極其古遠,那些研究腓尼基史事的人也是如此;
and he is acknowledged to be most ancient also by the Egyptians, and likewise by those who have dealt with Phoenician matters;
1:2205
καὶ βουλόμενός γε ἀναγνώτω τὰ Φλαυΐου Ἰωσήπου περὶ τῆς Ἰουδαίων ἀρχαιότητος δύο βιβλία, ἵνα γνῷ, τίνα τρόπον ἀρχαιότερος ἦν Μωϋσῆς τῶν κατὰ χρόνων μακρὰς περιόδους κατακλυσ μοὺς καὶ ἐκπυρώσεις φησάντων γίνεσθαι ἐν τῷ κόσμῳ·
凡願意的人,可去讀弗拉維烏斯·約瑟夫論猶太人古遠的那兩卷書,好叫他知道摩西如何比那些說洪水和大火按漫長時間週期在世上發生的人更為古遠;
and let whoever wishes read the two books of Flavius Josephus on the antiquity of the Jews, that he may know in what way Moses was more ancient than those who said that floods and conflagrations come about in the world according to long cycles of time;
1:2206
ὧν παρακηκοέναι λέγει Κέλσος Ἰουδαίους καὶ Χριστιανοὺς καὶ μὴ νοήσαντας τὰ περὶ ἐκπυρώσεως εἰρηκέναι ὅτι θεὸς καταβήσεται δίκην βασανιστοῦ πῦρ φέρων
瑟蘇斯說猶太人和基督徒聽錯了這些事、又不明白論到大火的事,便說神要像一個施刑者那樣帶著火降下。
of which Celsus says that the Jews and Christians, having misheard them and not understanding the things concerning the conflagration, said that God will come down bearing fire like a torturer.
1:2207
Πότερον μὲν οὖν εἰσι περίοδοι καὶ κατὰ περιόδους κατακλυσμοὶ ἐκπυρώσεις, μὴ εἰσί, καὶ εἰ ἐπίσταται καὶ ταῦθ' λόγος, ἐν πολλοῖς μὲν καὶ ἐν οἷς δὲ Σολομών φησι·
至於究竟有沒有週期、有沒有按週期而來的洪水或大火,又究竟有沒有,並〔聖經的〕話語是否也曉得這些事——這在許多地方都有論及,也在所羅門所說的那些話中:
Now whether there are cycles, and floods or conflagrations according to cycles, or whether there are not, and whether the [scriptural] word knows these things too—this is dealt with in many places, and in those where Solomon says:
1:2208
Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον·
「已有的事,就是將來要有的事;」
What is it that has been? The very thing that shall be;
1:2209
καὶ τί τὸ πεποιη μένον; Αὐτὸ τὸ ποιηθησόμενον καὶ τὰ ἑξῆς, οὐ τοῦ παρόντος ἐστὶ καιροῦ λέγειν
「已行的事,就是將來要行的事」等等——這不是現今要討論的時候。
and what is it that has been done? The very thing that shall be done, and what follows—it is not for the present time to discuss.
1:2210
Ἀρκεῖ γὰρ μόνον ἐπισημειώ σασθαι ὅτι ἀρχαιότατοι ἄνδρες γενόμενοι Μωϋσῆς καί τινες τῶν προφητῶν οὐ παρ' ἑτέρων εἰλήφασι τὰ περὶ τῆς τοῦ κόσμου ἐκπυρώσεως ἀλλ' εἰ χρὴ ἐπιστήσαντα τοῖς χρόνοις εἰπεῖν, μᾶλλον τούτων ἕτεροι παρακούσαντες καὶ μὴ ἀκρι βώσαντες τὰ ὑπὸ τούτων λεγόμενα ἀνέπλασαν κατὰ περιόδους ταυτότητας καὶ ἀπαραλλάκτους τοῖς ἰδίως ποιοῖς καὶ τοῖς συμβεβηκόσιν αὐτοῖς
因為只需指出這一點就夠了:摩西和某些先知作為極古遠之人,論到世界大火的事並非從別人領受來的;倒不如說——若必須在留意年代之後來說——是別人聽錯了這些人、又未精確領會他們所說的,才照著週期捏造出一些在本質屬性和偶性上完全相同、毫無差別的重複循環。
For it suffices only to note this: that Moses and certain of the prophets, being most ancient men, did not receive from others the things concerning the conflagration of the world; but rather—if one must speak after attending to the times—others, having misheard these men and not accurately grasped what was said by them, fabricated, according to cycles, recurrences identical and indistinguishable in their proper qualities and in their accidents.
1:2211
Ἡμεῖς δὲ οὔτε τὸν κατακλυσμὸν οὔτε τὴν ἐκπύρωσιν κύκλοις καὶ ἀστέρων περιόδοις ἀνατίθεμεν, ἀλλὰ τὴν τούτων αἰτίαν φαμὲν εἶναι κακίαν ἐπὶ πλεῖον χεομένην καὶ καθαιρομένην κατακλυσμῷ ἐκπυρώσει
但我們並不把洪水或大火歸因於週期和眾星的運轉,乃是說這些事的緣由,是那氾濫過度、藉洪水或大火得潔淨的邪惡。
But we attribute neither the flood nor the conflagration to cycles and the periods of the stars, but we say that the cause of these is wickedness spreading abroad to excess and being purged by a flood or a conflagration.
1:2212
Θεὸν δὲ καταβαίνοντα ἐὰν λέγωσιν αἱ προφητικαὶ φωναὶ τὸν φήσαντα·
至於那些先知的聲音若說神降下——就是那位說以下話的神:
And if the prophetic voices say that God comes down—the One who said:
1:2213
Οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει κύριος, τροπολογοῦμεν
「主說,我豈不充滿天地麼?」——我們便以表號的方式來解釋。
Do I not fill heaven and earth? says the Lord—we interpret it figuratively.
1:2214
Καταβαίνει γὰρ θεὸς ἀπὸ τοῦ ἰδίου μεγέθους καὶ ὕψους, ὅτε τὰ τῶν ἀνθρώπων καὶ μάλιστα τῶν φαύλων οἰκονομεῖ
因為神從自己的偉大和高處降下,乃是每當祂施行人間之事、尤其是卑劣之人之事的時候;
For God comes down from His own greatness and height whenever He administers the affairs of men, and especially of the worthless;
1:2215
χρωμένῃ τῷ ὀνόματι συνηθείᾳ, οὕτω δὲ καὶ ἀναβαίνειν
〔聖經〕乃是照著慣用語使用「降下」這詞,同樣也是這樣使用「上升」這詞。
[Scripture] using the term according to custom, and in the same way also 'to ascend.'
1:2216
Ἐπεὶ δὲ χλευάζων Κέλσος φησὶν ἡμᾶς λέγειν τὸν θεὸν δίκην βασανιστοῦ πῦρ φέροντα καταβαίνειν καὶ ἀναγκάζει ἡμᾶς οὐ κατὰ καιρὸν βαθυτέρους ἐξετάζειν λόγους, ὀλίγα εἰπόντες, ὅσον γεῦσαι τοὺς ἀκροατὰς ἀπολογίας καθαιρούσης τὴν καθ' ἡμῶν τοῦ Κέλσου χλεύην, ἐπὶ τὰ ἑξῆς τραπησόμεθα
但既然瑟蘇斯嘲弄地說,我們講神像一個施刑者那樣帶著火降下,並且不合時宜地逼使我們考究更深的道理,我們就略說幾句——僅足以叫聽者嚐到一點那能推翻瑟蘇斯對我們之嘲弄的辯護——然後轉向接下來的內容。
But since Celsus, mocking, says that we say God comes down bearing fire like a torturer, and compels us at an inopportune time to examine deeper discourses, we shall, having said a few things—just enough to give the hearers a taste of a defense that overturns Celsus' mockery against us—turn to what follows.
1:2217
Φησὶ δὴ θεῖος λόγος τὸν θεὸν ἡμῶν εἶναι πῦρ κατανα λίσκον, καὶ ποταμοὺς πυρὸς ἕλκειν ἔμπροσθεν αὐτοῦ, ἀλλὰ καὶ αὐτὸν εἰσπορεύεσθαι ὡς πῦρ χωνευτηρίου καὶ ὡς ποίαν πλυνόντων, ἵνα χωνεύσῃ τὸν ἑαυτοῦ λαόν
神聖的話語說,我們的神乃是烈火,又有火河在祂面前湧流;並且說祂自己進來,如同熔爐的火,又如漂洗者的鹼,為要熬煉祂自己的子民。
Now the divine word says that our God is a consuming fire, and that He draws rivers of fire before Him, but also that He Himself enters in like the fire of a smelting-furnace and like fullers' lye, in order that He may smelt His own people.
1:2218
Ἐπὰν οὖν λέγηται πῦρ εἶναι καταναλίσκον, ζητοῦμεν, τίνα πρέπει ὑπὸ θεοῦ καταναλίσκεσθαι, καί φαμεν ὅτι τὴν κακίαν καὶ τὰ ἀπ' αὐτῆς πραττόμενα καὶ τροπικῶς λεγόμενα ξύλα εἶναι καὶ χόρτον καὶ καλάμην καταναλίσκει θεὸς ὡς πῦρ
因此,當神被稱為烈火時,我們便探問神所該焚燒的是甚麼,我們說那就是邪惡、並從邪惡所行出來的事、以及那些表號地稱為「木、草、禾稭」的——神像火一樣把這些焚燒。
When therefore He is said to be a consuming fire, we inquire what it is fitting for God to consume, and we say that it is wickedness, and the things done from it, and the things figuratively called 'wood and hay and stubble'—these God consumes like fire.
1:2219
Ἐποικοδομεῖν γοῦν φαῦλος λέγεται τῷ προϋποβεβλημένῳ λογικῷ θεμελίῳ ξύλα καὶ χόρτον καὶ καλάμην
無論如何,那卑劣之人被說成是在那已立好之理性根基上建造「木、草、禾稭」。
At any rate, the worthless man is said to build upon the rational foundation already laid down 'wood and hay and stubble.'
1:2220
Εἰ μὲν οὖν ἔχει δεῖξαι ἄλλως νενοῆσθαι ταῦτα τῷ ἀναγράψαντι, καὶ σωματικῶς δύναταί τις παρασ τῆσαι ἐποικοδομοῦντα τὸν φαῦλον ξύλα χόρτον καλάμην, δῆλον ὅτι καὶ τὸ πῦρ ὑλικὸν καὶ αἰσθητὸν νοηθήσεται·
那麼,若有人能指明寫這些話的人是以別樣的意思來理解,並能按字面實體的意義證明卑劣之人建造的是〔真的〕木、草、禾稭,那麼那火顯然也要被理解為物質的、可感知的;
If then someone can show that these things were understood otherwise by the one who wrote them, and can establish in a bodily sense that the worthless man builds wood or hay or stubble, then it is clear that the fire too will be conceived as material and perceptible;
1:2221
εἰ δ' ἄντικρυς τροπολογεῖται τὰ τοῦ φαύλου ἔργα, λεγόμενα εἶναι ξύλα χόρτος καλάμη, πῶς οὐκ αὐτόθεν προσπίπτει, ποδαπὸν πῦρ παραλαμβάνεται, ἵνα τὰ τοιαῦτα ξύλα ἀναλωθῇ; Ἑκάστου γάρ φησι τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει
但若那卑劣之人的工作明明是以表號的方式論及、被稱為木或草或禾稭,那麼豈不立時就會〔有人問〕:所取用的是怎樣的火,好叫這樣的「木」被燒盡呢?因為〔保羅〕說:各人的工程怎樣,那火必要試驗。
but if the works of the worthless man are plainly spoken of figuratively, being called wood or hay or stubble, how does it not at once present itself [to ask] what kind of fire is taken up, in order that such 'wood' may be consumed? For he says: The work of each, of what kind it is, the fire itself will prove.
1:2222
Εἴ τινος τὸ ἔργον μένει, ἐπῳκοδόμησε, μισθὸν λήψεται·
人在那根基上所建造的工程若存得住,他就要得賞賜;
If anyone's work remains—the work which he has built—he shall receive a reward;
1:2223
εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται. Ἔργον δὲ κατακαιό μενον ποῖον ἂν ἐν τούτοις λέγοιτο πᾶν τὸ ἀπὸ κακίας πραττόμενον; Οὐκοῦν θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν, ὡς ἀποδεδώκαμεν, καὶ οὕτως εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, χωνεύσων τὴν λογικὴν φύσιν, πεπληρωμένην τοῦ ἀπὸ τῆς κακίας μολύβδου καὶ τῶν ἄλλων ἀκαθάρτων ὑλῶν, τὴν τοῦ χρυσοῦ, ἵν' οὕτως ὀνομάσω, φύσιν τῆς ψυχῆς τὴν ἀργύρου δολωσάντων
人的工程若被燒了,他就要受虧損。在這些話中,所說那被燒掉的工程,除了一切從邪惡所行出來的,還能是甚麼呢?因此我們的神乃是烈火,如我們所解釋的,並如此進來,如同熔爐的火,要熬煉那理性的性情——這性情滿了從邪惡而來的鉛、以及那些攙雜了魂中如金(姑且這樣稱呼)或如銀之性情的人所帶來的其他不潔之物。
if anyone's work shall be burned up, he shall suffer loss. And what kind of work being burned up could be spoken of in these words, except everything done from wickedness? Therefore our God is a consuming fire, as we have explained, and thus He enters in like the fire of a smelting-furnace, to smelt the rational nature, filled with the lead from wickedness and with the other impure materials of those who have adulterated the gold-like (so to call it) nature of the soul, or the silver-like.
1:2224
Οὕτω δὲ καὶ ποταμοὶ πυρὸς ἔμπροσθεν λέγονται εἶναι τοῦ θεοῦ, τοῦ ἐξαφανιοῦντος τὴν δι' ὅλης τῆς ψυχῆς ἀνακεκραμένην κακίαν
照樣,又說有火河在神面前,這火要使那攙雜遍佈全魂的邪惡歸於消滅。
And thus too rivers of fire are said to be before God, who will make to vanish the wickedness mingled throughout the whole soul.
1:2225
Ἀλλὰ γὰρ ἀρκεῖ ταῦτα πρὸς τὸ ταῦτ' αὐτοὺς ἐποίησεν ἐσφαλμένῃ δόξῃ λέγειν ὅτι θεὸς καταβήσεται δίκην βασανιστοῦ πῦρ φέρων
但這些話足以回應那「這些便使他們存著錯謬的見解說,神要像一個施刑者那樣帶著火降下」的說法了。
But these things suffice as a reply to the statement that 'these things made them say, in mistaken opinion, that God will come down bearing fire like a torturer.'
1:2226
Ἴδωμεν δὲ καὶ ἅπερ ἑξῆς φησιν Κέλσος μετὰ μεγάλης ἐπαγγελίας τοῦτον τὸν τρόπον·
但讓我們也看看瑟蘇斯接下來如此誇口所說的話:
But let us see also what Celsus next says, with great profession, in this manner:
1:2227
Ἔτι δέ, φησίν, ἄνωθεν πλείοσιν ἀποδείξεσιν ἀναλάβωμεν τὸν λόγον
他說:再者,讓我們用更多的論證,從頭把這論述重新講起。
Furthermore, he says, let us take up the discourse from the beginning with more proofs.
1:2228
Λέγω δὲ οὐδὲν καινὸν ἀλλὰ πάλαι δεδογμένα
「我所說的並非甚麼新事,乃是久已論定的道理。」
And I say nothing new, but things long since decided.
1:2229
θεὸς ἀγαθός ἐστι καὶ καλὸς καὶ εὐδαίμων καὶ ἐν τῷ καλλίστῳ καὶ ἀρίστῳ·
「神是良善的、美好的、有福的,並處於至美至善的〔境界〕;」
God is good and beautiful and blessed, and is in the most beautiful and best [state];
1:2230
εἰ δὴ ἐς ἀνθρώπους κάτεισι, μεταβολῆς αὐτῷ δεῖ, μεταβολῆς δὲ ἐξ ἀγαθοῦ εἰς κακὸν καὶ ἐκ καλοῦ εἰς αἰσχρὸν καὶ ἐξ εὐδαιμονίας εἰς κακοδαιμονίαν καὶ ἐκ τοῦ ἀρίστου εἰς τὸ πονηρότατον
「祂若降到人這裡,就需要改變——就是從善變為惡、從美變為醜、從福樂變為愁苦、從至善變為至劣的改變。」
if then He comes down to men, He needs change—a change from good to bad, from beautiful to shameful, from happiness to unhappiness, and from the best to the most wretched.
1:2231
Τίς ἂν οὖν ἕλοιτο τοιαύτην μεταβολήν; Καὶ μὲν δὴ τῷ θνητῷ μὲν ἀλλάττεσθαι καὶ μεταπλάττεσθαι φύσις, τῷ δ' ἀθανάτῳ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχειν
「那麼誰會揀選這樣的改變呢?實在說來,被更改、被重塑乃是必死者的本性,而保持自身、始終如一乃是不朽者的本性。」
Who then would choose such a change? And indeed it is the nature of the mortal to be altered and remolded, but of the immortal to remain the same and in the same manner.
1:2232
Οὐκ ἂν οὖν οὐδὲ ταύτην τὴν μεταβολὴν θεὸς δέχοιτο
「因此神連這樣的改變也不會接受。」
God therefore would not accept even this change.
1:2233
Δοκεῖ δή μοι πρὸς ταῦτα λέλεχθαι τὰ δέοντα διηγησαμένῳ τὴν ἐν ταῖς γραφαῖς λεγομένην κατάβασιν θεοῦ πρὸς τὰ ἀνθρώπινα·
在我看來,對這些事所必需的答覆,已由那闡明聖經中所說「神向人間事務降下」之人說過了;
Now it seems to me that the necessary things have been said in reply to these matters by one who has expounded the descent of God toward human affairs spoken of in the scriptures;
1:2234
εἰς ἣν οὐ μεταβολῆς αὐτῷ δεῖ, ὡς Κέλσος οἴεται ἡμᾶς λέγειν, οὔτε τροπῆς τῆς ἐξ ἀγαθοῦ εἰς κακὸν ἐκ καλοῦ εἰς αἰσχρὸν ἐξ εὐδαιμονίας εἰς κακοδαιμονίαν ἐκ τοῦ ἀρίστου εἰς τὸ πονηρότατον
為著這降下,祂無需任何改變(如瑟蘇斯所臆想我們所說的),無需任何從善變惡、從美變醜、從福樂變愁苦、或從至善變至劣的轉變。
for which descent He needs no change, as Celsus supposes us to say, nor any turning from good to bad, or from beautiful to shameful, or from happiness to unhappiness, or from the best to the most wretched.
1:2235
Μένων γὰρ τῇ οὐσίᾳ ἄτρεπτος συγκαταβαίνει τῇ προνοίᾳ καὶ τῇ οἰκονομίᾳ τοῖς ἀνθρωπίνοις πράγμασιν
因為祂在本質上始終不變,乃是藉著天命和經綸俯就人間的事務。
For remaining unchanged in His essence, He condescends by providence and dispensation to human affairs.
1:2236
Ἡμεῖς μὲν οὖν καὶ τὰ θεῖα γράμματα παρίσταμεν ἄτρεπτον λέγοντα τὸν θεὸν ἔν τε τῷ Σὺ δὲ αὐτὸς εἶ καὶ ἐν τῷ Οὐκ ἠλλοίωμαι·
因此我們也引用神聖的著作,這些著作說神是不改變的,既在「惟有祢永不改變」這話中,也在「我耶和華是不改變的」這話中;
We therefore also bring forward the divine writings, which say that God is unchangeable, both in 'But You are the same' and in 'I have not been altered;'
1:2237
οἱ δὲ τοῦ Ἐπικούρου θεοί, σύνθετοι ἐξ ἀτόμων τυγχάνοντες καὶ τὸ ὅσον ἐπὶ τῇ συστάσει ἀναλυτοί, πραγματεύονται τὰς φθοροποιοὺς ἀτόμους ἀποσείεσθαι
但伊壁鳩魯的眾神,既是由原子組成、就其構造而言可被分解的,便忙著要把那些致毀的原子甩脫掉。
but the gods of Epicurus, being composite of atoms and, so far as concerns their constitution, dissoluble, busy themselves to shake off the destructive atoms.
1:2238
Ἀλλὰ καὶ τῶν Στωϊκῶν θεός, ἅτε σῶμα τυγχάνων, ὁτὲ μὲν ἡγεμονικὸν ἔχει τὴν ὅλην οὐσίαν, ὅταν ἐκπύρωσις ᾖ·
斯多亞派的神,既然是個物體,便有時以全部實質作他的主宰原則,就是在那大火發生的時候;
But also the god of the Stoics, inasmuch as he is a body, at one time has the whole substance as his governing principle, when the conflagration occurs;
1:2239
ὁτὲ δὲ ἐπὶ μέρους γίνεται αὐτῆς, ὅτανᾖ διακόσμησις
有時又處於那實質的一部分中,就是在那有序的宇宙安排存在的時候。
and at another time comes to be in a part of it, when the ordered arrangement [of the cosmos] exists.
1:2240
Οὐδὲ γὰρ δεδύνηνται οὗτοι τρανῶσαι τὴν φυσικὴν τοῦ θεοῦ ἔννοιαν ὡς πάντῃ ἀφθάρτου καὶ ἁπλοῦ καὶ ἀσυνθέτου καὶ ἀδιαιρέτου
因為這些人未能闡明那論到神的自然觀念,即神乃是全然不朽壞、單純、非複合、不可分的。
For these men have not been able to make clear the natural conception of God as altogether incorruptible, simple, uncompounded, and indivisible.
1:2241
φιλανθρωπίαν ἑαυτὸν ἐκένωσεν, ἵνα χωρηθῆναι ὑπ' ἀνθρώπων δυνηθῇ
祂〔出於〕對人的愛,倒空了自己,為要能被人所容納。
[Out of] love for men He emptied Himself, in order that He might be able to be contained by men.
1:2242
Οὐ δή που δ' ἐξ ἀγαθοῦ εἰς κακὸν γέγονεν αὐτῷ μεταβολή, ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδ' ἐκ καλοῦ εἰς αἰσχρόν, οὐ γὰρ ἔγνω ἁμαρτίαν, οὐδὲ ἐξ εὐδαιμονίας ἦλθεν εἰς κακοδαιμονίαν, ἀλλ' ἑαυτὸν μὲν ἐταπείνωσεν οὐδὲν δ' ἧττον μακάριος ἦν, καὶ ὅτε συμφερόντως τῷ γένει ἡμῶν ἑαυτὸν ἐταπείνου
但祂絕沒有從善變惡的改變,因為祂未曾犯罪;也沒有從美變醜,因為祂不曉得罪;也沒有從福樂變為愁苦,乃是祂謙卑了自己,甚至在祂為我們人類的益處而謙卑自己的時候,也絲毫不減祂的福樂。
But surely no change from good to bad came about for Him, for He did no sin; nor from beautiful to shameful, for He knew no sin; nor did He come from happiness to unhappiness, but He humbled Himself, and was none the less blessed even when He humbled Himself beneficially for our race.
1:2243
Ἀλλ' οὐδὲ μεταβολή τις αὐτῷ γέγονεν ἐκ τοῦ ἀρίστου εἰς τὸ πονηρότατον·
祂也沒有任何從至善變為至劣的改變;
Nor did any change from the best to the most wretched come about for Him;
1:2244
ποῦ γὰρ πονηρότατον τὸ χρηστὸν καὶ φιλάνθρωπον;Ἢ ὥρα λέγειν καὶ τὸν ἰατρὸν ὁρῶντα δεινὰ καὶ θιγγάνοντα ἀηδῶν, ἵνα τοὺς κάμνοντας ἰάσηται, ἐξ ἀγαθοῦ εἰς κακὸν ἐκ καλοῦ εἰς αἰσχρὸν ἐξ εὐδαιμονίας εἰς κακοδαιμονίαν ἔρχεσθαι
因為那慈愛、仁善的,怎能是至劣的呢?難道我們也該說,醫生看見可怕的景象、為醫治病人而觸摸令人作嘔之物,就是從善變惡、從美變醜、從福樂變愁苦麼?
for where is the kind and benevolent the most wretched? Or is it time to say also that the physician, when he looks upon dreadful things and touches loathsome things in order to heal the sick, comes from good to bad, or from beautiful to shameful, or from happiness to unhappiness?
1:2245
Καίτοι γε ἰατρὸς ὁρῶν τὰ δεινὰ καὶ θιγγάνων τῶν ἀηδῶν οὐ πάντως ἐκφεύγει τὸ τοῖς αὐτοῖς δύνασθαι περιπεσεῖν·
然而醫生看見可怕之物、觸摸令人作嘔之物,並不全然脫離自己也可能染上同樣〔疾病〕的危險;
And yet the physician, looking upon dreadful things and touching loathsome things, does not altogether escape the possibility of falling into the same [diseases];
1:2246
δὲ τὰ τραύματα τῶν ψυχῶν ἡμῶν θεραπεύων διὰ τοῦ ἐν αὐτῷ λόγου θεοῦ αὐτὸς πάσης κακίας ἀπαράδεκτος ἦν
但那藉著在祂裡面之神的道、醫治我們魂之創傷的,祂自己卻是絕不能沾染任何邪惡的。
but He who heals the wounds of our souls, through the Word of God that was in Him, was Himself incapable of receiving any wickedness.
1:2247
Εἰ δὲ καὶ σῶμα θνητὸν καὶ ψυχὴν ἀνθρωπίνην ἀναλαβὼν ἀθάνατος θεὸς λόγος δοκεῖ τῷ Κέλσῳ ἀλλάττεσθαι καὶ μεταπλάττεσθαι, μανθανέτω ὅτι λόγος τῇ οὐσίᾳ μένων λόγος οὐδὲν μὲν πάσχει ὧν πάσχει τὸ σῶμα ψυχή, συγκαταβαίνων δ' ἔσθ' ὅτε τῷ μὴ δυναμένῳ αὐτοῦ τὰς μαρμαρυγὰς καὶ τὴν λαμπρότητα τῆς θειότητος βλέπειν οἱονεὶ σὰρξ γίνεται, σωματικῶς λαλούμενος, ἕως τοιοῦτον αὐτὸν παραδεξάμενος κατὰ βραχὺ ὑπὸ τοῦ λόγου μετεωριζόμενος δυνηθῇ αὐτοῦ καὶ τήν, ἵν' οὕτως ὀνομάσω, προηγουμένην μορφὴν θεάσασθαι
但若因那不朽之神——道——取了必死的身體和人的魂,瑟蘇斯就以為祂被更改、被重塑,那就讓他明白:道在本質上仍是道,毫不承受身體或魂所承受的;只是祂有時俯就那不能仰望祂神性之光輝燦爛的人,便彷彿成了肉身,以屬肉的方式被人述說,直到那如此接受祂的人,漸漸被道高舉,得以也瞻仰祂那(姑且這樣稱呼的)原初形像。
But if, because the immortal God the Word took up a mortal body and a human soul, He seems to Celsus to be altered and remolded, let him learn that the Word, remaining the Word in essence, suffers nothing of what the body or the soul suffers; but condescending at times to the one who is unable to look upon the rays and the brilliance of His deity, He becomes as it were flesh, being spoken of in a bodily manner, until the one who has so received Him, being gradually lifted up by the Word, is able to behold even His, so to speak, original form.
1:2248
Εἰσὶ γὰρ διάφοροι οἱονεὶ τοῦ λόγου μορφαί, καθὼς ἑκάστῳ τῶν εἰς ἐπιστήμην ἀγομένων φαίνεται λόγος, ἀνάλογον τῇ ἕξει τοῦ εἰσαγομένου ἐπ' ὀλίγον προκόπτοντος ἐπὶ πλεῖον καὶ ἐγγὺς ἤδη γινομένου τῆς ἀρετῆς καὶ ἐν ἀρετῇ γεγενημένου
因為道彷彿有不同的形像,乃是照著道向每一個被引到知識之人所顯現的——按那受教者的程度而定,無論他是長進得少,還是長進得多,還是已近乎美德,還是已在美德之中。
For there are, as it were, different forms of the Word, according as the Word appears to each of those who are being led to knowledge, in proportion to the condition of the one being initiated—whether he is making little progress, or more, or is already near to virtue, or has even come to be in virtue.
1:2249
Ὅθεν οὐχ, ὡς Κέλσος καὶ οἱ παραπλήσιοι αὐτῷ βούλονται, μετεμορφώθη θεὸς ἡμῶν καὶ εἰς τὸ ὑψηλὸν ὄρος ἀναβὰς ἄλλην ἔδειξε τὴν ἑαυτοῦ μορφὴν καὶ πολλῷ κρείττονα ἧς οἱ κάτω μένοντες καὶ μὴ δυνάμενοι αὐτῷ εἰς ὕψος ἀκολουθεῖν ἐθεώρουν
因此,並非如瑟蘇斯和與他相似的人所想:我們的神改變了形像、上到高山、顯出祂自己的形像,遠勝過那些留在下面、不能跟祂上到高處之人所看見的。
Hence it was not, as Celsus and those like him wish, that our God was transformed and, having gone up into the high mountain, showed His own form, far better than that which those who remained below and were unable to follow Him up to the height beheld.
1:2250
Οὐ γὰρ εἶχον οἱ κάτω ὀφθαλμοὺς δυναμένους βλέπειν τὴν τοῦ λόγου ἐπὶ τὸ ἔνδοξον καὶ θειότερον μεταμόρφωσιν·
因為那些在下面的人,沒有能看見道變為榮耀、更神聖〔形像〕之變化的眼睛;
For those below did not have eyes able to see the transfiguration of the Word into the glorious and more divine [form];
1:2251
ἀλλὰ μόγις αὐτὸν ἐδύναντο χωρῆσαι τοιοῦτον, ὥστε λέγεσθαι ἂν περὶ αὐτοῦ ὑπὸ τῶν μὴ δυναμένων τὸ κρεῖττον αὐτοῦ βλέπειν τό·
他們不過勉強能照祂本相接受祂,以致那些不能看見祂更美〔一面〕的人會論到祂說:
but they were scarcely able to receive Him as He was, so that it might be said of Him by those unable to see His better [aspect]:
1:2252
Εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον, ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ ταῦτα δὲ πρὸς τὴν Κέλσου ὑπόληψιν, μὴ νοήσαντος τὰς ὡς ἐν ἱστορίαις λεγομένας μεταβολὰς μεταμορφώσεις τοῦ Ἰησοῦ καὶ τὸ θνητὸν ἀθάνατον αὐτοῦ, λελέχθω
我們看見祂,祂無佳形美容,祂的相貌乃是被藐視的,比眾人更甚。這些話乃是針對瑟蘇斯的臆想而說的,因為他不明白那些以敘事方式論及的、耶穌的變化或形像之改變,也不明白祂可朽或不朽的〔方面〕。
We saw Him, and He had no form nor beauty, but His form was dishonored, failing beyond the sons of men. And let these things be said with reference to Celsus' supposition, since he did not understand the changes or transfigurations of Jesus that are spoken of as in narratives, nor His mortal or immortal [aspect].
1:2253
Ἆρα δὲ οὐ πολλῷ ταῦτα, καὶ μάλιστα ὅτε ὃν δεῖ τρόπον νοεῖται, σεμνότερα φανεῖται Διονύσου ὑπὸ τῶν Τιτάνων ἀπατωμένου καὶ ἐκπίπτοντος ἀπὸ τοῦ Διὸς θρόνου καὶ σπαρασσομένου ὑπ' αὐτῶν καὶ μετὰ ταῦτα πάλιν συντιθεμένου καὶ οἱονεὶ ἀναβιώσκοντος καὶ ἀναβαίνοντος εἰς οὐρανόν;Ἢ Ἕλλησι μὲν ἔξεστι τὰ τοιαῦτα εἰς τὸν περὶ ψυχῆς ἀνάγειν λόγον καὶ τροπολογεῖν, ἡμῖν δ' ἀποκέκλεισται θύρα ἀκολούθου διηγήσεως, καὶ πανταχοῦ συνᾳδούσης καὶ συμφωνούσης ἐν ταῖς ἀπὸ τοῦ θείου πνεύματος γραφαῖς, γενομένου ἐν καθαραῖς ψυχαῖς; Οὐδαμῶς οὖν Κέλσος εἶδε τὸ βούλημα τῶν ἡμετέρων γραμμάτων·
但這些事——尤其當人按其所當有的方式來理解時——豈不顯得遠比戴歐尼修斯(被提坦眾神所欺、從宙斯的寶座墜落、被他們撕碎、此後又被拼合起來、彷彿復活、升到天上)更為莊嚴麼?難道希臘人可以把這樣的事歸到論魂的學說、並以表號方式解釋,而我們卻被關上了一貫解經的門——這解經乃是處處與那出於神聖之靈、臨到純潔人心之經卷協調一致的麼?因此瑟蘇斯絕未看見我們著作的本意;
But will not these things, and especially when they are understood in the way they ought to be, appear far more venerable than Dionysus being deceived by the Titans, and falling from the throne of Zeus, and being torn to pieces by them, and after these things being put together again and as it were coming back to life and ascending into heaven? Or is it permitted to the Greeks to refer such things to the doctrine concerning the soul and to interpret them figuratively, but to us the door of a consistent interpretation is shut—one that everywhere chimes and accords in the scriptures that come from the divine Spirit, which has come to be in pure souls? In no way, then, did Celsus see the intention of our writings;
1:2254
διόπερ τὴν ἑαυτοῦ ἐκδοχὴν καὶ οὐχὶ τὴν τῶν γραφῶν διαβάλλει
因此他所攻擊的乃是他自己的領會,而非經卷的本意。
wherefore he assails his own conception and not that of the scriptures.
1:2255
Εἰ δὲ ἦν ἐννοήσας, τί ἀκολουθεῖ ψυχῇ ἐν αἰωνίῳ ἐσομένῃ ζωῇ καὶ τί χρὴ φρονεῖν περὶ τῆς οὐσίας αὐτῆς καὶ περὶ τῶν ἀρχῶν αὐτῆς, οὐκ ἂν οὕτως διέσυρε τὸν ἀθάνατον εἰς θνητὸν ἐρχόμενον σῶμα, οὐ κατὰ τὴν Πλάτωνος μετενσωμάτωσιν ἀλλὰ κατ' ἄλλην τινὰ ὑψηλοτέραν θεωρίαν
但他若思想過那將要進入永遠生命之魂的種種後果,並思想過人對魂之本質與其根源所當有的看法,他就不會這樣詆毀那不朽者進入必死之身體——這並非照柏拉圖的輪迴轉世,乃是照某種更崇高的默觀。
But if he had considered what is consequent upon a soul that is to be in eternal life, and what one ought to think concerning its essence and its principles, he would not have so disparaged the immortal coming into a mortal body—not according to Plato's transmigration, but according to some other higher contemplation.
1:2256
Εἶδε δ' ἂν καὶ μίαν ἐξαίρετον ἀπὸ πολλῆς φιλανθρωπίας κατάβασιν ὑπὲρ τοῦ ἐπιστρέψαι τά, ὡς θεία ὠνόμασε μυστικῶς γραφή, ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ, καὶ καταβάντα ἀπὸ τῶν ὀρῶν πρὸςἃ ποιμὴν ἔν τισι παραβολαῖς καταβε βηκέναι λέγεται, καταλιπὼν ἐν τοῖς ὄρεσι τὰ μὴ ἐσφαλμένα
他也會看見那一次非凡的降下,乃是出於對人極大的愛,為要轉回那神聖經卷以奧秘方式所稱「以色列家迷失的羊」,並從那些山上降下——就是那牧人在某些比喻中被說成降下、把那未曾迷失的撇在山上的山。
And he would also have seen one extraordinary descent, out of great love for men, for the sake of turning back what the divine scripture mystically named the lost sheep of the house of Israel, and which came down from the mountains to which the shepherd, in certain parables, is said to have come down, having left in the mountains those that had not gone astray.
1:2257
Προσδιατρίβων δ' Κέλσος οἷς οὐ νενόηκεν αἴτιος ἡμῖν γίνεται ταυτολογίας, οὐ βουλομένοις κἂν τῷ δοκεῖν ἀβασάνιστον τῶν ὑπ' αὐτοῦ λελεγμένων τι καταλελοιπέναι
但瑟蘇斯糾纏於他所不明白的事,竟使我們不得不重複,因為我們不願把他所說的任何一句話,哪怕表面上的,留著不加審察。
But Celsus, dwelling on things he has not understood, becomes for us a cause of repetition, since we are unwilling to leave anything said by him, even in appearance, untested.
1:2258
ὡς ἀληθῶς μεταβάλλει θεός, ὥσπερ οὗτοί φασιν, εἰς σῶμα θνητόν, καὶ προείρηται τὸ ἀδυνατεῖν·
〔他問〕神是否真如這些人所說,改變成必死的身體——而這事的不可能,前面已經說過了;
[He asks whether] God truly changes, as these men say, into a mortal body—and the impossibility [of this] has been stated beforehand;
1:2259
αὐτὸς μὲν οὐ μεταβάλλει, ποιεῖ δὲ τοὺς ὁρῶντας δοκεῖν καὶ πλανᾷ καὶ ψεύδεται
或者祂自己並不改變,卻使那些看見祂的人以為〔祂改變了〕,並施行欺哄與虛謊。
or whether He Himself does not change, but makes those who see Him think [that He has], and deceives and lies.
1:2260
Ἀπάτη δὲ καὶ ψεῦδος ἄλλως μὲν κακά, μόνως δ' ἂν ὡς ἐν φαρμάκου μοίρᾳ χρῷτό τις ἤτοι πρὸς φίλους νοσοῦντας καὶ μεμηνότας, ἰώμενος, πρὸς ἐχθρούς, κίνδυνον ἐκφυγεῖν προμηθούμενος
但欺哄和虛謊在別的情況下是惡的,人惟有像用藥那樣使用它們:或是對患病、神智失常的朋友,為要醫治他們;或是對仇敵,為要謀求逃避危險。
But deceit and falsehood are otherwise evil, and one would only use them as in the manner of a medicine, either toward friends who are sick and out of their minds, in healing them, or toward enemies, taking forethought to escape danger.
1:2261
Οὔτε δὲ νοσῶν μεμηνὼς οὐδεὶς θεῷ φίλος, οὔτε φοβεῖταί τινα θεός, ἵνα πλανήσας κίνδυνον διαφύγῃ
但患病或神智失常的人沒有一個是神的朋友,神也不懼怕任何人,以致需要藉欺哄來逃避危險。
But no one who is sick or out of his mind is a friend of God, nor does God fear anyone, that He should deceive in order to escape danger.
1:2262
Καὶ πρὸς τοῦτο λέγοιτ' ἂν πῇ μὲν περὶ τῆς τοῦ θείου λόγου φύσεως, ὄντος θεοῦ, πῇ δὲ περὶ τῆς Ἰησοῦ ψυχῆς·
對此可以這樣說,一面是論到那作為神之神聖之道的性情,一面是論到耶穌的魂:
And to this it may be said, partly concerning the nature of the divine Word, who is God, and partly concerning the soul of Jesus:
1:2263
περὶ μὲν οὖν τῆς τοῦ λόγου φύσεως ὅτι, ὥσπερ τῶν τροφῶν ποιότης πρὸς τὴν τοῦ νηπίου φύσιν εἰς γάλα μεταβάλλει ἐν τῇ τρεφούσῃ, ὑπὸ τοῦ ἰατροῦ κατασκευάζεται πρὸς τὸ τῆς ὑγείας χρειῶδες τῷ κάμνοντι, τῷ ἰσχυροτέρῳ ὡς δυνατωτέρῳ οὑτωσὶ εὐτρεπίζεται·
論到道的性情:正如食物的性質在哺乳的母親裡面,按嬰孩的本性化為奶,或被醫生調製以合乎病人健康的需要,或這樣為著更強壯、更有能力的人預備;
concerning the nature of the Word, then, that just as the quality of foods is changed into milk in the nursing mother in proportion to the nature of the infant, or is prepared by the physician for the benefit of health for the sick man, or is made ready in this way for the stronger as being more capable;
1:2264
οὕτως τὴν τοῦ πεφυκότος τρέφειν ἀνθρωπίνην ψυχὴν λόγου δύναμιν θεὸς τοῖς ἀνθρώποις ἑκάστῳ κατ' ἀξίαν μεταβάλλει
照樣,神把那本性能滋養人魂之道的能力,為著各人、按各人的程度加以變化。
so God changes the power of the Word, whose nature it is to nourish the human soul, for men, each according to his worth.
1:2265
Καὶ τινὶ μέν, ὡς ὠνόμασεν γραφή, λογικὸν ἄδολον γάλα γίνεται, τινὶ δὲ ὡς ἀσθενεστέρῳ οἱονεὶ λάχανον, τινὶ δὲ τελείῳ στερεὰ τροφὴ παραδίδοται
對一個人,這道成了(如經上所稱的)那純淨可信的靈奶;對另一個較軟弱的人,則彷彿成了菜蔬;對另一個成熟的人,則賜下乾糧。
And to one it becomes, as the scripture named it, rational guileless milk; to another, as to one weaker, as it were vegetables; to another, the perfect, solid food is given.
1:2266
Καὶ οὐ δή που ψεύδεται τὴν ἑαυτοῦ φύσιν λόγος, ἑκάστῳ τρόφιμος γινόμενος, ὡς χωρεῖ αὐτὸν παραδέξασθαι, καὶ οὐ πλανᾷ οὐδὲ ψεύδεται
並且道絕沒有違背自己的性情,乃是照各人所能領受的,向各人成為滋養,祂既不欺哄,也不說謊。
And surely the Word does not falsify His own nature, becoming nourishing to each as each is able to receive Him, and He neither deceives nor lies.
1:2267
Εἰ δ' ἐπὶ τῆς Ἰησοῦ ψυχῆς λαμβάνει τις τὴν μεταβολήν, αὐτῆς εἰς σῶμα ἐλθούσης, πευσόμεθα, πῶς λέγει μεταβολήν
但若有人把那「改變」理解為論到耶穌的魂、在它進入身體之時,我們就要探問他所說的「改變」是甚麼意思。
But if someone takes the change with reference to the soul of Jesus, when it came into a body, we shall inquire in what sense he speaks of a change.
1:2268
Εἰ μὲν γὰρ τῆς οὐσίας, οὐ δίδοται οὐ μόνον ἐπ' ἐκείνης ἀλλ' οὐδὲ περὶ ἄλλου λογικῆς ψυχῆς·
因為若是指本質的〔改變〕,這是不能承認的,不僅在耶穌那裡不行,連在任何別的理性之魂上也不行;
For if [a change] of essence, this is not granted, not only in that case but not even concerning any other rational soul;
1:2269
εἰ δ' ὅτι πάσχει τι ὑπὸ τοῦ σώματος ἀνακεκραμένη αὐτῷ καὶ ἀπὸ τοῦ τόπου, εἰς ὃν ἐλήλυθε, καὶ τί ἄτοπον ἀπαντᾷ τῷ λόγῳ, ἀπὸ πολλῆς φιλανθρωπίας καταβιβάζοντι σωτῆρα τῷ γένει τῶν ἀνθρώ πων; Ἐπεὶ μηδεὶς τῶν πρότερον θεραπεύειν ἐπαγγειλαμένων τοσοῦτον ἐδύνατο, ὅσον αὐτὴ ἐπεδείξατο δι' ὧν πεποίηκε, καὶ ἑκουσίως εἰς τὰς ἀνθρωπίνας κῆρας ὑπὲρ τοῦ γένους ἡμῶν καταβᾶσα
但若〔那改變〕是指它從那與之相混的身體、以及從它所進入的地方承受了某些影響,那麼,那出於對人極大的愛、為人類降下一位救主的教義,會遇到甚麼荒謬之處呢?既然從前那些自稱能醫治的人,沒有一個能行出像那魂自己藉所行之事所顯明的那麼多——這魂為著我們人類,甘心降入那臨到人的死亡之中。
but if [the change is] that it suffers something from the body with which it is mingled, and from the place into which it has come, then what absurdity meets the doctrine that, out of great love for men, brings down a Saviour for the race of men? Since none of those who previously professed to heal was able to do so much as that soul itself demonstrated by what it did, having voluntarily come down into the deaths that befall men for the sake of our race.
1:2270
Ταῦτα δ' ἐπιστάμενος θεῖος λόγος πολλὰ πολλαχοῦ λέγει τῶν γραφῶν
神聖的話語既知道這些事,便在經卷的許多地方說了許多話。
And the divine word, knowing these things, says many things in many places of the scriptures.
1:2271
Ἀρκεῖ δ' ἐπὶ τοῦ παρόντος μίαν παραθέσθαι Παύλου λέξιν οὕτως ἔχουσαν·
但現今只需引述保羅的一句話就夠了,這話如下:
But for the present it suffices to set down one saying of Paul which runs thus:
1:2272
Τοῦτο φρονείσθω ἐν ὑμῖν, καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ
你們當以基督耶穌的心為心;祂本有神的形像,不以自己與神同等為強奪的,反倒倒空了自己,取了奴僕的形像,既有人的樣式,就自己謙卑,存心順服,以至於死,且死在十字架上。
Let this mind be in you which was also in Christ Jesus, who, being in the form of God, did not consider being equal with God a thing to be grasped, but emptied Himself, taking the form of a slave, and being found in fashion as a man, He humbled Himself, becoming obedient unto death, even the death of the cross.
1:2273
Διὸ καὶ θεὸς αὐτὸν ὑπερύψωσε καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. . Ἄλλοι μὲν οὖν διδότωσαν τῷ Κέλσῳ ὅτι οὐ μεταβάλλει μέν, ποιεῖ δὲ τοὺς ὁρῶντας δοκεῖν αὐτὸν μεταβεβληκέναι·
所以神將祂升為至高,又賜給祂那超乎萬名之上的名。那麼,讓別人去附和瑟蘇斯,說祂並不改變,卻使那些看見祂的人以為祂改變了;
Therefore God also highly exalted Him and gave Him a name which is above every name. Let others, then, grant Celsus that He does not change but makes those who see Him think that He has changed;
1:2274
ἡμεῖς δὲ πειθόμενοι οὐ δόκησιν ἀλλ' ἀλήθειαν εἶναι καὶ ἐνάργειαν κατὰ τὴν Ἰησοῦ εἰς ἀνθρώπους ἐπιδημίαν, οὐχ ὑποκείμεθα τῇ Κέλσου κατηγορίᾳ
但我們既深信,在耶穌到人這裡的降臨中,並非幻象、乃是真實與明確的實在,便不受瑟蘇斯的控告。
but we, being persuaded that in the coming of Jesus to men there was not appearance but truth and clear reality, are not subject to Celsus' accusation.
1:2275
Ὅμως δ' ἀπολογησόμεθα ὅτι οὐ φῄς, Κέλσε, ὡς ἐν φαρμάκου μοίρᾳ ποτὲ δίδοται χρῆσθαι τῷ πλανᾶν καὶ τῷ ψεύδεσθαι; Τί οὖν ἄτοπον, εἰ τοιοῦτόν τι ἔμελλε σῴζειν, τοιοῦτόν τι γεγονέναι; Καὶ γάρ τινες τῶν λόγων τὰ τοιαδὶ ἤθη κατὰ τὸ ψεῦδος μᾶλλον λεγόμενοι ἐπιστρέφουσιν, ὥσπερ καὶ τῶν ἰατρῶν ποτε λόγοι τοιοίδε πρὸς τοὺς κάμνοντας, ἤπερ κατὰ τὸ ἀληθές
雖然如此,我們仍要這樣辯護:瑟蘇斯啊,你豈不是說,有時可以像用藥那樣,既施行欺哄也施行虛謊麼?那麼,若有那樣的事將要拯救人,便有那樣的事發生,這有甚麼荒謬呢?因為實在有些話,對某些品性的人,與其按真實說,倒不如按虛謊說,反能使他們回轉——正如醫生對病人有時也是這樣,與其按真實,倒不如說這類的話。
Nevertheless we shall make our defense thus: do you not say, O Celsus, that it is sometimes granted to use, in the manner of a medicine, both deceiving and lying? What absurdity then is there, if something of that kind was going to save, that something of that kind came to pass? For indeed some discourses, when spoken to such characters rather according to falsehood, turn them back—just as the discourses of physicians too are sometimes of this kind toward the sick, rather than according to the truth.
1:2276
Ἀλλὰ ταῦτα μὲν περὶ ἑτέρων ἀπολελογήσθω ἡμῖν
但讓我們說這些話,是為著別的事辯護。
But let these things be said by us in defense concerning other matters.
1:2277
Καὶ γὰρ οὐκ ἄτοπόν ἐστι τὸν ἰώμενον φίλους νοσοῦντας ἰάσασθαι τὸ φίλον τῶν ἀνθρώπων γένος τοῖς τοιοῖσδε, οἷς οὐκ ἄν τις χρήσαιτο προηγουμένως ἀλλ' ἐκ περιστάσεως
因為那醫治患病朋友的,用人通常不會首先採用、惟在不得已時才用的那類方法,來醫治這友善的人類,並非荒謬。
For it is not absurd that he who heals friends who are sick should heal the friendly race of men by such means as one would not use primarily but only out of necessity.
1:2278
Καὶ μεμηνὸς δὲ τὸ γένος τῶν ἀνθρώπων ἔδει θεραπευθῆναι διὰ μεθόδων, ὧν ἑώρα λόγος χρησίμων τοῖς μεμηνόσιν, ἵνα σωφρονήσωσι
人類既已神智失常,便需要藉著道所看為對失常之人有益的方法得醫治,使他們得以恢復清醒。
And the race of men, being out of its mind, needed to be healed by methods which the Word saw to be useful to those out of their minds, that they might come to a sound mind.
1:2279
Φησὶ δ' ὅτι καὶ τὰ τοιάδε τις ποιεῖ πρὸς ἐχθρούς, κίνδυνον ἐκφυγεῖν προμηθούμενος
他又說,人對仇敵也行這樣的事,為要謀求逃避危險。
And he says that one also does such things toward enemies, taking forethought to escape danger.
1:2280
Οὐ φοβεῖται δέ τινας θεός, ἵνα πλανήσας τοὺς ἐπιβουλεύοντας κίνδυνον διαφύγῃ
但神並不懼怕任何人,以致需要藉著欺哄那些謀害〔祂〕的人來逃避危險。
But God does not fear any, so as to escape danger by deceiving those who plot against [Him].
1:2281
Πάντῃ δὲ περισσὸν καὶ ἄλογον ἀπολογήσασθαι πρὸς τὸ ὑπ' οὐδενὸς περὶ τοῦ σωτῆρος ἡμῶν λεγόμενον
對那論到我們救主、卻無人說過的事作辯護,乃是全然多餘、不合理的。
And it is altogether superfluous and irrational to make a defense against what is said by no one concerning our Saviour.
1:2282
Προείρηται δ' εἰς τὴν περὶ ἑτέρων ἡμῖν ἀπολογίαν πρὸς τὸ οὔτε δὲ νοσῶν μεμη νὼς οὐδεὶς φίλος τῷ θεῷ·
但在我們為別的事所作的辯護中,已預先回應了那「患病或神智失常的人沒有一個是神的朋友」的說法;
But it has been said beforehand, in our defense concerning other matters, in reply to the statement 'no one who is sick or out of his mind is a friend of God;'
1:2283
γὰρ ἀπολογησάμενός φησιν οὐχ ὑπὲρ τῶν ἤδη φίλων νοσούντων μεμηνότων τὴν τοιάνδε οἰκονομίαν γίνεσθαι ἀλλ' ὑπὲρ τῶν διὰ νόσον τῆς ψυχῆς καὶ ἔκστασιν τοῦ κατὰ φύσιν λογισμοῦ ἔτι ἐχθρῶν, ἵνα γένωνται φίλοι τῷ θεῷ
因為那作辯護的說,這樣的經綸並非為著那些已是朋友卻患病或失常的人,乃是為著那些因魂的疾病、並偏離了本性理智而仍作仇敵的人,使他們可以成為神的朋友。
for he who made the defense says that such a dispensation came about not for the sake of those who are already friends but sick or out of their minds, but for the sake of those who, on account of disease of soul and a derangement from natural reasoning, are still enemies, that they may become friends of God.
1:2284
ἁμαρτωλῶν λέγεται πάντα ἀναδεδέχθαι Ἰησοῦς, ἵν' αὐτοὺς ἀπαλ λάξῃ τῆς ἁμαρτίας καὶ ποιήσῃ δικαίους
耶穌被說成擔當了罪人的一切,為要把他們從罪中救拔出來,使他們成為義人。
Jesus is said to have taken up all the things of sinners, in order that He might deliver them from sin and make them righteous.
1:2285
Εἶτ' ἐπεὶ προσωποποιεῖ ἰδίᾳ μὲν Ἰουδαίους αἰτιολο γοῦντας τὴν κατ' αὐτοὺς μέλλουσαν Χριστοῦ ἐπιδημίαν ἰδίᾳ δὲ Χριστιανοὺς λέγοντας περὶ τῆς ἤδη γεγενημένης ἐπιδημίας εἰς τὸν βίον τῶν ἀνθρώπων τοῦ υἱοῦ τοῦ θεοῦ·
再者,既然他以對話的方式刻畫:一面是猶太人陳述那在他們中間將要發生之基督降臨的理由,另一面是基督徒論到神兒子已然發生、進入人生活的降臨;
Then, since he represents in character, on the one side the Jews giving as their reason for the coming of Christ that is to be among them, and on the other side the Christians speaking of the already-occurred coming of the Son of God into the life of men;
1:2286
φέρε καὶ ταῦτα, ὡς οἷόν τε ἐστί, διὰ βραχέων κατανοήσωμεν
來吧,讓我們也盡可能簡略地思想這些事。
come, let us also consider these things, so far as is possible, in brief.
1:2287
Ἰουδαῖοι δὴ παρ' αὐτῷ λέγουσι πληρωθέντα τὸν βίον πάσης κακίας δεῖσθαι τοῦ καταπεμπομένου ἀπὸ θεοῦ, ἵν' οἱ μὲν ἄδικοι κολασθῶσι, τὰ δὲ πάντα καθαρθῇ ἀνάλογον τῷ πρώτῳ συμβάντι κατακλυσμῷ
照他所述,猶太人說:人的生活既已被一切邪惡充滿,就需要一位從神差下來的,好叫不義的人受刑罰、萬事得潔淨,與從前所臨到的頭一次洪水相類。
The Jews, then, in his account say that the life [of men] having been filled with all wickedness, there was need of one sent down from God, in order that the unrighteous might be punished and all things purged, analogous to the first flood that befell.
1:2288
Ἐπεὶ δὲ λέγονται καὶ Χριστιανοὶ τούτοις προστιθέναι ἕτερα, δῆλον ὅτι καὶ τούτοις φησὶ ταῦτα λέγεσθαι
既然基督徒也被說成在這些之上添加別的話,顯然他的意思是這些話也是基督徒所說的。
And since the Christians too are said to add other things to these, it is clear that he means these things are spoken by them as well.
1:2289
Καὶ τί ἄτοπον ἐπὶ τῇ χύσει τῆς κακίας ἐπιδημήσειν τὸν ἀποκαθαροῦντα τὸν κόσμον καὶ ἑκάστῳ κατ' ἀξίαν χρησόμενον; Οὐ γὰρ κατὰ τὸν θεόν ἐστι μὴ στῆσαι τὴν τῆς κακίας νομὴν καὶ ἀνακαινῶσαι τὰ πράγματα
在邪惡氾濫之際,來了一位要潔淨世界、按各人程度對待各人的,這有甚麼荒謬呢?因為不止住邪惡的蔓延、不更新萬事,乃是不合乎神的。
And what absurdity is there, that upon the outpouring of wickedness there should come One who will purge the world and deal with each according to his worth? For it is not in keeping with God not to halt the spreading of wickedness and to renew things.
1:2290
Ἴσασι δὲ καὶ Ἕλληνες κατακλυσμῷ πυρὶ τὴν γῆν κατὰ περιόδους καθαιρομένην, ὡς καὶ Πλάτων που οὕτω λέγει·
希臘人也知道大地按週期、藉洪水或藉火得潔淨,正如柏拉圖某處這樣說:
And the Greeks too know that the earth is purged by cycles, by flood or by fire, as Plato somewhere says thus:
1:2291
Ὅταν δ' οἱ θεοὶ τὴν γῆν ὕδασι καθαίροντες κατακλύζωσιν, οἱ μὲν ἐν τοῖς ὄρεσι καὶ τὰ ἑξῆς
「但當諸神用水潔淨大地、使之氾濫時,那些在山上的人」等等。
But when the gods, purging the earth with waters, flood it, those who are in the mountains, and so on.
1:2292
Λεκτέον οὖν ὅτι ἆρ' ἐὰν μὲν ἐκεῖνοι ταῦτα φάσκωσι, σεμνά ἐστι καὶ λόγου ἄξια τὰ ἀπαγγελλόμενα, ἐὰν δ' ἡμεῖς τάδε τινὰ ὑπὸ Ἑλλήνων ἐπαινούμενα καὶ αὐτοὶ κατασκευάζωμεν, οὐκέτι καλά ἐστι ταῦτα δόγματα; Καίτοι γε οἷς μέλει τῆς πάντων γεγραμ μένων διαρθρώσεως καὶ ἀκριβείας πειράσονται δεικνύναι οὐ μόνον τὴν ἀρχαιότητα τῶν ταῦτα γραψάντων ἀλλὰ καὶ τὴν σεμνότητα τῶν λελεγμένων καὶ τὸ ἀκόλουθον αὐτοῖς
因此必須說:那些人主張這些事時,所報告的便算莊嚴、值得論述;而我們自己確立某些連希臘人都稱讚的事時,這些就不再是美好的教義了麼?然而,凡關心一切著作之條理與精確的人,必要設法證明:寫這些事之人的古遠,並所說之話的莊嚴及其前後一貫。
It must therefore be said: if, when those men assert these things, what is reported is venerable and worthy of discourse, but when we ourselves establish certain things praised even by the Greeks, are these no longer fine doctrines? And yet, those who care about the articulation and accuracy of all things written will try to demonstrate not only the antiquity of those who wrote these things, but also the venerableness of what is said and its consistency with itself.
1:2293
Οὐκ οἶδα δ' ὅπως παραπλησίως τῷ κατακλυσμῷ καθήραντι τὴν γῆν, ὡς Ἰουδαίων καὶ Χριστιανῶν βούλεται λόγος, οἴεται καὶ τὴν τοῦ πύργου κατάρριψιν γεγονέναι
但我不知道他怎麼會以為,那塔的傾倒也是與那潔淨大地的洪水(如猶太人和基督徒的教義所持守的)相類而發生的。
But I do not know how he supposes that, similarly to the flood which purged the earth (as the doctrine of the Jews and Christians holds), the casting down of the tower also came about.
1:2294
Ἵνα γὰρ μηδὲν αἰνίσσηται κατὰ τὸν πύργον ἱστορία κειμένη ἐν τῇ Γενέσει ἀλλ' ὡς οἴεται Κέλσος, σαφὴς τυγχάνῃ, οὐ δ' οὕτως φαίνεται ἐπὶ καθαρσίῳ τῆς γῆς τοῦτο συμβεβηκέναι·
因為即便承認創世記中所載論到塔的記事並無暗示之意,乃是如瑟蘇斯所臆想的明白直述,即便如此,這事也看不出是為著潔淨大地而發生的;
For granting that the narrative concerning the tower, lying in Genesis, hints at nothing but is, as Celsus supposes, plain, even so it does not appear that this happened for the purging of the earth;
1:2295
εἰ μὴ ἄρα καθάρσιον τῆς γῆς οἴεται τὴν καλουμένην τῶν γλωσσῶν σύγχυσιν·
除非他真以為那所謂言語的變亂就是大地的潔淨;
unless indeed he supposes that the so-called confusion of tongues is a purging of the earth;
1:2296
περὶ ἧς δυνάμενος εὐκαιρότερον διηγήσεται, ἐπὰν τὸ προκείμενονᾖ παραστῆσαι καὶ τὰ τῆς κατὰ τὸν τόπον ἱστορίας, τίνα ἔχοι λόγον, καὶ τὰ τῆς περὶ αὐτοῦ ἀναγωγῆς
關於這事,那能夠的人會在更得時宜之際加以闡述,就是當他面前所要確立的,乃是那按該段落之記事可能含有的道理,以及論到它更高(寓意)解釋的事。
concerning which the one who is able will give a more opportune exposition, whenever the matter set before him is to establish both what reasoning the narrative according to the passage may have, and the matters of its higher (allegorical) interpretation.
1:2297
Ἐπεὶ δ' οἴεται Μωϋσέα, τὸν ἀναγράψαντα τὰ περὶ τοῦ πύργου καὶ τῆς τῶν διαλέκτων συγχύσεως, παραφθείροντα τὰ περὶ τῶν Ἀλωέως υἱῶν ἱστορούμενα τοιαῦτα περὶ τοῦ πύργου ἀναγεγραφέναι, λεκτέον ὅτι τὰ μὲν περὶ τῶν Ἀλωέως υἱῶν οὐκ οἶμαι πρὸ Ὁμήρου τινὰ εἰρηκέναι, τὰ δὲ περὶ τοῦ πύργου, πολλῷ πρεσβύτερα Ὁμήρου ἀλλὰ καὶ τῆς τῶν ἑλληνικῶν γραμ μάτων εὑρέσεως ὄντα, τὸν Μωϋσέα ἀναγεγραφέναι πείθομαι
但既然他以為摩西(那記載論到塔和方言變亂之事的)是歪曲了論到阿洛歐斯諸子的記載,才記下這論到塔的事,那就必須說:論到阿洛歐斯諸子的事,我想沒有人在荷馬之前說過;而論到塔的事——既遠比荷馬古遠,甚至比希臘文字的發明還早——我深信乃是摩西所記載的。
But since he supposes that Moses, who recorded the things concerning the tower and the confusion of dialects, corrupting the things narrated concerning the sons of Aloeus, recorded such things concerning the tower, it must be said that the things concerning the sons of Aloeus, I think, no one stated before Homer, but the things concerning the tower—being much older than Homer, and even older than the invention of Greek letters—I am persuaded Moses recorded.
1:2298
Τίνες οὖν μᾶλλον τὰ τίνων παραφθείρουσιν; Ἆρα τὰ περὶ τοῦ πύργου οἱ περὶ Ἀλωέως υἱῶν ἱστοροῦντες, τὰ τῶν Ἀλωειδῶν τὰ περὶ τοῦ πύργου καὶ τῆς συγχύσεως τῶν διαλέκτων γράψας; Ἀλλὰ φαίνεται τοῖς ἀδεκάστοις ἀκροα ταῖς ἀρχαιότερος Μωϋσῆς ὢν Ὁμήρου
那麼,究竟是誰歪曲了誰的〔記載〕呢?是那些述說阿洛歐斯諸子之事的人〔歪曲了〕論到塔的事,還是那寫論到塔和方言變亂之事的人〔歪曲了〕阿洛歐斯諸子的事呢?但在不偏不倚的聽眾看來,摩西顯然比荷馬更為古遠。
Who then rather corrupt whose [accounts]? Is it those who narrate concerning the sons of Aloeus [who corrupt] the things concerning the tower, or [is it] he who wrote the things concerning the tower and the confusion of dialects [who corrupts] the things of the Aloeidae? But to impartial hearers Moses appears to be more ancient than Homer.
1:2299
Καὶ τὰ περὶ Σοδόμων δὲ καὶ Γομόρρων ὑπὸ Μωϋσέως ἱστορούμενα ἐν τῇ Γενέσει, ὡς διὰ τὴν ἁμαρτίαν πυρὶ ἐξαφανισθέντων, παραβάλλει Κέλσος τῇ κατὰ τὸν Φαέθοντα ἱστορίᾳ, ἑνὶ σφάλματι, τῷ περὶ τοῦ μὴ τετηρηκέναι τὰ τῆς Μωϋσέως ἀρχαιότητος, ἀκολούθως πάντα ποιήσας
至於摩西在創世記中所記論到所多瑪和蛾摩拉的事——它們如何因罪被火毀滅——瑟蘇斯把它與論到法厄同的記事相比,他樣樣都做得前後一貫,只有一個錯誤:就是沒有留意摩西古遠的事。
And the things concerning Sodom and Gomorrah, narrated by Moses in Genesis—how on account of sin they were destroyed by fire—Celsus compares to the narrative concerning Phaethon, having done everything consistently, with one error: that of not having observed the matters of Moses' antiquity.
1:2300
Οἱ γὰρ τὰ περὶ Φαέθοντος ἱστοροῦντες ἐοίκασι καὶ Ὁμήρου νεώτεροι, τοῦ πολλῷ Μωϋσέως νεωτέρου
因為那些述說論到法厄同之事的人,似乎連比荷馬還晚,而荷馬又比摩西晚得多。
For those who narrate the things concerning Phaethon seem to be even later than Homer, who was much later than Moses.
1:2301
Οὐκ ἀρνούμεθα οὖν τὸ καθάρσιον πῦρ καὶ τὴν τοῦ κόσμου φθορὰν ἐπὶ καθαιρέσει τῆς κακίας καὶ ἀνακαινώσει τοῦ παντός, λέγοντες παρὰ τῶν προφητῶν ἐκ τῶν ἱερῶν βιβλίων μεμαθηκέναι
因此我們並不否認那潔淨的火,以及為除去邪惡、更新宇宙而有的世界毀滅,並說我們是從先知、從聖書中學得這些事的。
We do not therefore deny the purifying fire and the destruction of the world for the removal of wickedness and the renewal of the universe, saying that we have learned these things from the prophets out of the sacred books.
1:2302
Ἐπὰν μέντοι, ὡς ἐν τοῖς ἀνωτέρω εἰρήκαμεν, πολλὰ περὶ μελλόντων οἱ προφῆται λέγοντες ἀποδεικνύωνται περὶ πολλῶν παρεληλυ θότων ἠληθευκέναι καὶ δεῖγμα διδόναι τοῦ θεῖον πνεῦμα ἐν αὐτοῖς γεγονέναι, δῆλον ὅτι καὶ περὶ τῶν μελλόντων πιστευτέον αὐτοῖς, μᾶλλον δὲ τῷ ἐν αὐτοῖς θείῳ πνεύματι
然而,正如我們在前面所說,眾先知論到將來之事既說了許多,而被證明論到許多已過之事都說了真話,並顯出在他們裡面有神聖之靈的明證,那麼顯然人也該在論到將來之事上信他們,或更該信那在他們裡面的神聖之靈。
When, however—as we have said in the foregoing—the prophets, speaking many things concerning things to come, are demonstrated to have spoken truth concerning many things now past, and to give proof that a divine Spirit has been in them, it is clear that one ought to believe them also concerning things to come, or rather to believe the divine Spirit in them.
1:2303
Καὶ Χριστιανοὶ δὲ κατὰ τὸν Κέλσον προστιθέντες τινὰς λόγους τοῖς ὑπὸ Ἰουδαίων λεγομένοις φασὶ διὰ τὰς τῶν Ἰουδαίων ἁμαρτίας ἤδη πεπέμφθαι τὸν υἱὸν τοῦ θεοῦ, καὶ ὅτι Ἰουδαῖοι κολάσαντες τὸν Ἰησοῦν καὶ χολὴν ποτίσαντες ἐπὶ σφᾶς αὐτοὺς ἐκ θεοῦ χόλον ἐπεσπάσαντο
照瑟蘇斯所說,基督徒也在猶太人所說的話上添加了某些話,說因猶太人的罪,神的兒子已經被差來了,又說猶太人懲罰了耶穌、給祂喝苦膽,便給自己招來了神的忿怒。
And the Christians too, according to Celsus, adding certain words to those said by the Jews, say that on account of the sins of the Jews the Son of God has already been sent, and that the Jews, having punished Jesus and given Him gall to drink, drew upon themselves God's wrath.
1:2304
λεγόμενον ὡς ψεῦδος βουλόμενος, εἰ μὴ ἀνάστατον τὸ πάντων Ἰουδαίων ἔθνος γεγένηται οὐδὲ μετὰ γενεὰν ὅλην μίαν τοῦ ταῦτα πεπονθέναι ὑπ' αὐτῶν τὸν Ἰησοῦν·
凡願意的人〔可以說〕這話是謊言——〔但事實乃是〕全猶太民族豈不已被剿滅,且就在他們如此對待耶穌之後不到整整一個世代之內。
Whoever wishes [may say] that this is spoken as a falsehood—if the whole nation of the Jews was not made desolate, and that not even a whole generation after they had done these things to Jesus.
1:2305
τεσσα ράκοντα γὰρ ἔτη καὶ δύο οἶμαι ἀφ' οὗ ἐσταύρωσαν τὸν Ἰησοῦν γεγονέναι ἐπὶ τὴν Ἱεροσολύμων καθαίρεσιν
因為我想,從他們把耶穌釘十字架到耶路撒冷被毀,相隔有四十二年。
For I think it was forty-two years from when they crucified Jesus to the destruction of Jerusalem.
1:2306
Καὶ οὐδέ ποτε γὲ ἱστόρηται, ἐξ οὗ Ἰουδαῖοί εἰσι, τοσοῦτον αὐτοὺς χρόνον ἐκβεβλῆσθαι τῆς σεμνῆς ἁγιστείας καὶ λατρείας, κρατηθέντας ὑπὸ δυνατωτέρων·
並且從猶太人存在以來,從未有記載說他們被〔更強的列邦〕制伏,以致這麼長久地被逐出他們那莊嚴的聖事與敬拜之外;
And it has never been recorded, from the time the Jews have existed, that they were cast out for so long a time from their venerable worship and service, being overpowered by stronger [nations];
1:2307
ἀλλ' εἰ καί ποτε ἔδοξαν δι' ἁμαρτίας καταλείπεσθαι, οὐδὲν ἧττον ἐπεσκοπή θησαν καὶ ἐπανελθόντες τὰ ἴδια ἀπειλήφασιν, ἀκωλύτως ποιοῦντες τὰ νενομισμένα
縱使他們曾一度因罪似乎被撇棄,他們仍照樣蒙眷顧,並在歸回時收回了自己的產業,毫無攔阻地遵行律法所規定的事。
but even if they once seemed to be forsaken on account of sins, none the less they were watched over, and returning they received back their own, performing without hindrance the things appointed by law.
1:2308
Ἓν οὖν τῶν παριστάντων θεῖόν τι καὶ ἱερὸν χρῆμα γεγονέναι τὸν Ἰησοῦν ἐστι καὶ τὸ Ἰουδαίοις ἐπ' αὐτῷ τοσαῦτα καὶ τοιαῦτα πολλῷ ἤδη συμβεβηκέναι χρόνῳ
因此,那證明耶穌乃是某種神聖、屬天之物的事之一,正是這事實:為祂的緣故,這麼多、這麼大的事如今已這麼長久地臨到了猶太人。
One of the things, therefore, that establish that Jesus was something divine and sacred is this very fact—that on His account so many and such great things have now for so long a time befallen the Jews.
1:2309
Θαρροῦντες δ' ἐροῦμεν ὅτι οὐδ' ἀποκατασταθήσονται
我們要滿有把握地說,他們甚至不會得復興。
And we shall say with confidence that they will not even be restored.
1:2310
Ἄγος γὰρ ἔπραξαν τὸ πάντων ἀνοσιώτατον, τῷ σωτῆρι τοῦ γένους τῶν ἀνθρώπων ἐπιβουλεύσαντες ἐν τῇ πόλει, ἔνθα τὰ νενομισμένα σύμβολα μεγάλων μυστηρίων ἐποίουν τῷ θεῷ
因為他們犯了最不虔的大罪,在那城裡謀害人類的救主——就是他們向神舉行那些表徵偉大奧秘之規定禮儀的城。
For they committed the most unholy crime of all, plotting against the Saviour of the race of men in the city where they performed to God the appointed symbols of great mysteries.
1:2311
Ἐχρῆν οὖν ἐκείνην τὴν πόλιν, ὅπου ταῦτα πέπονθεν Ἰησοῦς, ἄρδην ἀπολωλέναι καὶ τὸ Ἰουδαίων ἔθνος ἀνάστατον γεγονέναι καὶ ἐπ' ἄλλους τὴν τοῦ θεοῦ εἰς μακαριότητα κλῆσιν μεταβεβηκέναι, τοὺς Χριστιανοὺς λέγω, ἐφ' οὓς ἐλήλυθεν περὶ τῆς εἰλικρινοῦς καὶ καθαρᾶς θεοσεβείας διδασκαλία, παραλαβόντας νόμους καινοὺς καὶ ἁρμόζοντας τῇ πανταχοῦ καθεστώσῃ πολιτείᾳ·
因此那城——就是耶穌在其中受這些事的城——必要徹底毀滅,猶太民族必要荒涼,而神召人進入福樂的呼召必要轉移到別人身上——我是指基督徒,那論到真誠、純潔敬拜神之教訓所臨到的人,他們領受了合乎各處所建立之政體的新律法;
It was therefore necessary that that city, where Jesus suffered these things, should utterly perish, and that the nation of the Jews should be made desolate, and that the calling of God unto blessedness should pass over to others—I mean to the Christians, to whom has come the teaching concerning the sincere and pure worship of God, who have received new laws fitting to the polity everywhere established;
1:2312
ἐπεὶ μὴ οἱ πρότερον δοθέντες ὡς ἑνὶ ἔθνει, ὑπὸ οἰκείων καὶ ὁμοήθων βασιλευο μένῳ, οἷοί τε ἦσαν πάντες νῦν ἐπιτελεῖσθαι
因為從前賜給一個民族(受自己同族、同俗之人治理)的律法,並非如今眾人都能盡都遵行的。
since the laws formerly given as to one nation, ruled by those of its own household and of like custom, were not such that all of them could now be fulfilled.
1:2313
Μετὰ ταῦτα συνήθως ἑαυτῷ γελῶν τὸ Ἰουδαίων καὶ Χριστιανῶν γένος πάντας παραβέβληκε νυκτερίδων ὁρμαθῷ μύρμηξιν ἐκ καλιᾶς προελθοῦσιν βατράχοις περὶ τέλμα συνεδρεύουσιν σκώληξιν ἐν βορβόρου γωνίᾳ ἐκκλησιάζουσι καὶ πρὸς ἀλλήλους διαφερομένοις, τίνες αὐτῶν εἶεν ἁμαρ τωλότεροι, καὶ φάσκουσιν ὅτι πάντα ἡμῖν θεὸς προδηλοῖ καὶ προκαταγγέλλει, καὶ τὸν πάντα κόσμον καὶ τὴν οὐράνιον φορὰν ἀπολιπὼν καὶ τὴν τοσαύτην γῆν παριδὼν ἡμῖν μόνοις πολιτεύεται καὶ πρὸς ἡμᾶς μόνους ἐπικηρυκεύεται καὶ πέμπων οὐ διαλείπει καὶ ζητῶν, ὅπως ἀεὶ συνῶμεν αὐτῷ
在這些事之後,他照他的慣例譏笑猶太人和基督徒的族類,把他們全都比作一群蝙蝠,或比作從窩裡爬出來的螞蟻,或比作圍著泥沼開會的青蛙,或比作在泥坑一角召聚會議、彼此爭論誰更有罪的蛆蟲,並說他們宣稱:「神把一切事都預先向我們顯明、向我們宣告,並且撇下全世界和諸天的運行、忽視這廣大的地,惟獨與我們交往、惟獨向我們傳遞信息,差遣不息,尋找我們,要叫我們永遠與祂同在。」
After these things, laughing as is his custom at the race of the Jews and Christians, he has compared them all to a swarm of bats, or to ants coming forth from a nest, or to frogs holding council around a marsh, or to worms convening assembly in a corner of mud and quarreling with one another as to which of them are the greater sinners, and saying that 'God reveals and announces all things to us beforehand, and abandoning the whole world and the heavenly motion and overlooking this great earth, He conducts His polity with us alone and sends heralds to us alone and does not cease sending and seeking how we may ever be with Him.'
1:2314
Καὶ ἐν τῷ ἀναπλάσματί γε ἑαυτοῦ παραπλησίους ἡμᾶς ποιεῖ σκώληξι, φάσκουσιν ὅτι θεός ἐστιν, εἶτα μετ' ἐκεῖνον ἡμεῖς ὑπ' αὐτοῦ γεγονότες πάντῃ ὅμοιοι τῷ θεῷ, καὶ ἡμῖν πάντα ὑποβέβληται, γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ ἄστρα, καὶ ἡμῶν ἕνεκα πάντα, καὶ ἡμῖν δουλεύειν τέτακται
並且在他自己的捏造中,他使我們像蛆蟲,說我們宣稱:「神存在,其次在祂之後是我們,我們既由祂而造,便全然像神,萬物都已服在我們腳下——地、水、空氣、眾星——萬物都是為我們的緣故,並都被指派來服事我們。」
And in his own fabrication he makes us resemble worms, saying that 'God exists, then after Him we, who have come into being by Him, are altogether like God, and all things have been subjected to us—earth and water and air and stars—and all things are for our sake, and have been appointed to serve us.'
1:2315
Λέγουσι δ' ἔτι παρ' αὐτῷ οἱ σκώληκες, ἡμεῖς δηλαδή, ὅτι νῦν, ἐπειδή τινες <ἐν> ἡμῖν πλημμελοῦσιν, ἀφίξεται θεὸς πέμψει τὸν υἱόν, ἵνα καταφλέξῃ τοὺς ἀδίκους, καὶ οἱ λοιποὶ σὺν αὐτῷ ζωὴν αἰώνιον ἔχωμεν
他又使這些蛆蟲——也就是我們——說:「如今,既然我們中間有些人犯罪,神就要來,或要差派祂的兒子,為要焚燒那不義的人,叫我們其餘的人得與祂同享永遠的生命。」
And the worms—that is to say, we—he further makes say that 'now, since some among us transgress, God will come, or will send His Son, in order to burn up the unrighteous, and the rest of us may have eternal life with Him.'
1:2316
Καὶ ἐπιφέρει γε πᾶσιν ὅτι ταῦτα <μᾶλλον> ἀνεκτά, σκωλήκων καὶ βατράχων, Ἰουδαίων καὶ Χριστιανῶν πρὸς ἀλλήλους διαφερομένων
他又在這一切之上補充說,這些話〔出於〕蛆蟲和青蛙,比出於彼此爭論的猶太人和基督徒,還更可容忍些。
And he adds to all this that these things are more tolerable [coming] from worms and frogs than from Jews and Christians quarreling with one another.
1:2317
Πρὸς ταῦτα δὴ πυνθανόμεθα τῶν ἀποδεχομένων τὰ οὕτω καθ' ἡμῶν εἰρημένα καί φαμεν·
那麼,對這些事,我們要向那些接受如此攻擊我們之言論的人查問,並說:
To these things, then, we inquire of those who accept what is thus said against us, and we say:
1:2318
ἆρα πάντας ἀνθρώ πους ὁρμαθὸν εἶναι νυκτερίδων μύρμηκας βατράχους σκώληκας ὑπολαμβάνετε διὰ τὴν τοῦ θεοῦ ὑπεροχήν;Ἢ τοὺς μὲν ἄλλους ἀνθρώπους εἰς τὴν προκειμένην εἰκόνα μὴ παραλαμβάνετε ἀλλὰ διὰ τὸ λογικὸν καὶ τοὺς καθεστῶτας νόμους τηρεῖτε αὐτοὺς ἀνθρώπους, Χριστιανοὺς δὲ καὶ Ἰουδαίους διὰ τὰ μὴ ἀρέσκοντα ὑμῖν αὐτῶν δόγματα ἐξευτελίζοντες τούτοις τοῖς ζῴοις παραβεβλήκατε; Καὶ ὁπότερόν γε ἂν εἴπητε πρὸς τὴν πεῦσιν ἡμῶν, ἀποκρινούμεθα ἀποδεικνύναι πειρώμενοι οὐ δεόντως λελέχθαι περὶ τῶν πάντων ἀνθρώπων περὶ ἡμῶν τὰ τοιαῦτα
你們是否因神的超絕,就認為所有的人都是一群蝙蝠、或螞蟻、或青蛙、或蛆蟲呢?還是你們不把別的人列入這所擺出的比喻中,乃因他們的理性和既定的律法仍把他們當作人,卻因基督徒和猶太人那不討你們喜歡的教義,便把他們比作這些動物、貶低他們呢?無論你們對我們的查問作何回答,我們都要答覆,設法證明:這樣的話無論論到所有的人、還是論到我們,都不是恰當的。
do you suppose that all men are a swarm of bats, or ants, or frogs, or worms, on account of God's supereminence? Or do you not include other men in the image set forth, but, on account of their reason and the established laws, you keep them as men, while you have compared Christians and Jews, on account of their doctrines that do not please you, to these animals, degrading them? And whichever of these you say in reply to our inquiry, we shall answer, trying to demonstrate that such things are not properly said either concerning all men or concerning us.
1:2319
Ἔστω γὰρ ὑμᾶς πρῶτον λέγειν ὅτι πάντες ἄνθρωποι ὡς πρὸς θεὸν τοῖς εὐτελέσι τούτοις παραβάλλονται ζῴοις, ἐπεὶ μηδαμῶς ἐστιν αὐτῶν μικρότης συγκριτὴ τῇ ὑπεροχῇ τοῦ θεοῦ
因為就算你們首先說:所有的人,與神相比,都好比這些卑微的動物,因為他們的渺小絕不能與神的超絕相比。
For grant that you first say that all men, as compared to God, are likened to these worthless animals, since their littleness is in no way comparable to the supereminence of God.
1:2320
Ποία δὴ μικρότης; Ἀποκρίνασθέ μοι, οὗτοι
你們所指的是哪一種渺小呢?你們這些人,請回答我。
What sort of littleness do you mean? Answer me, you people.
1:2321
Εἰ μὲν γὰρ τῶν σωμάτων, ἀκούσατε ὅτι τὸ ὑπερέχον καὶ τὸ ἐνδέον ὡς πρὸς ἀλήθειαν δικάζουσαν οὐκ ἐν σώματι κρίνεται·
因為你們若指的是身體的渺小,那就請聽:論到優越與欠缺,按那正確判斷的真理而言,並不以身體來衡量;
For if it is the littleness of bodies, hear that the superiority and the deficiency, with respect to truth that judges aright, are not judged in body;
1:2322
οὕτω γὰρ γρῦπες καὶ ἐλέφαντες ἡμῶν τῶν ἀνθρώπων ἔσονται κρείττους, καὶ γὰρ μείζους καὶ ἰσχυρότεροι καὶ πολυχρο νιώτεροι οὗτοι·
因為若按那標準,獅鷲和大象就比我們人更優越了,因為這些更大、更強、更長壽;
for in that case griffins and elephants would be better than us men, for these are larger and stronger and longer-lived;
1:2323
ἀνάγει λόγος τὸ λογικὸν παρὰ πάντα τὰ ἄλογαἀλλ' οὐδὲ τὰ σπουδαῖα καὶ μακάρια, εἴτε, ὡς ὑμεῖς φατε, οἱ ἀγαθοὶ δαίμονες εἴτε, ὡς ἡμῖν ἔθος ὀνομάζειν, οἱ τοῦ θεοῦ ἄγγελοι αἱ ὁποιαιδηποτοῦν ὑπερέ χουσαι τῶν ἀνθρώπων φύσεις·
〔但〕〔聖經的〕話語把理性者高舉於一切非理性者之上——卻不高舉於那勤勉、有福的〔眾生〕之上,無論是你們所說的善靈,還是我們慣常所稱的神的使者,或任何超乎人的性類;
[but] the [scriptural] word raises the rational above all the irrational—but not above the diligent and blessed [beings], whether, as you say, the good daemons, or, as it is our custom to name them, the angels of God, or whatever natures there are surpassing men;
1:2324
ἀλλ' ἐπεὶ τὸ ἐν αὐτοῖς λογικὸν τετελείωται καὶ κατὰ πᾶσαν ἀρετὴν πεποίωται
〔之所以如此,〕乃是因在他們裡面的理性已得完全,並已照各樣美德被陶成。
but [it does so] because the rational element in them has been perfected and has been qualified according to every virtue.
1:2325
Εἰ δὲ τὴν τοῦ ἀνθρώπου μικρότητα οὐ διὰ τὸ σῶμα ἐξευτελίζετε ἀλλὰ διὰ τὴν ψυχήν, ὡς οὖσαν ὑποδεεστέραν τῶν λοιπῶν λογικῶν καὶ μάλιστα σπουδαίων καὶ διὰ τοῦθ' ὑποδεεστέραν, ἐπείπερ κακία ἐστὶν ἐν αὐτῇ, τί μᾶλλον οἱ ἐν Χριστιανοῖς φαῦλοι καὶ οἱ ἐν Ἰουδαίοις κακῶς βιοῦντες ὁρμαθός εἰσι νυκτερίδων μύρμηκες σκώληκες βάτραχοι, οἱ ἐν τοῖς λοιποῖς ἔθνεσι μοχθηροί; Ὡς κατὰ τοῦτο πάνθ' ὁντιναοῦν, μάλιστα κεχυμένῃ τῇ κακίᾳ χρώμενον, νυκτερίδα καὶ σκώληκα καὶ βάτραχον καὶ μύρμηκα εἶναι ὡς πρὸς τοὺς λοιποὺς ἀνθρώπους
但你們若不是因身體、乃是因魂而貶低人的渺小,說魂比其餘理性者、尤其勤勉者更低下,並因此而低下(即因邪惡在其中)——那麼,基督徒中卑劣的人、和猶太人中行惡的人,怎麼就比其餘列邦中敗壞的人更算是一群蝙蝠、或螞蟻、或蛆蟲、或青蛙呢?這樣,照此說法,任何人——尤其那沉溺於氾濫之邪惡的——與其餘的人相比,便都是蝙蝠、蛆蟲、青蛙和螞蟻了。
But if you degrade the littleness of man not on account of the body but on account of the soul, as being inferior to the rest of the rational beings, and especially the diligent ones, and inferior for this reason, that wickedness is in it—why are the worthless among Christians and those who live badly among Jews more a swarm of bats or ants or worms or frogs than the depraved among the rest of the nations? So that, according to this, anyone whatever, especially one given to widely-poured-out wickedness, is a bat and a worm and a frog and an ant, as compared to the rest of men.
1:2326
Κἂν Δημοσθένης τις οὖν ῥήτωρᾖ μετὰ τῆς παραπλησίας ἐκείνῳ κακίας καὶ τῶν ἀπὸ κακίας αὐτῷ πεπραγμένων, κἂν Ἀντιφῶν ἄλλος ῥήτωρ νομιζόμενος εἶναι, καὶ τὴν πρόνοιαν ἀναιρῶν ἐν τοῖς ἐπιγεγραμμένοις περὶ ἀληθείας παραπλησίως τῇ Κέλσου ἐπιγραφῇ·
因此,即便有人是演說家德摩斯提尼,卻有那人那樣的邪惡、並從邪惡所行的那些事;即便另有一人是被認為演說家的安提豐,他在那題為《論真理》的著作中(與瑟蘇斯的書名相似)也廢棄了天命——
So even if one is a Demosthenes the orator, with wickedness like that man's and the deeds done by him from wickedness, and even if another is an Antiphon, reputed to be an orator, who also did away with providence in the writings entitled 'On Truth'—similar to Celsus' title—
1:2327
οὐδὲν ἧττόν εἰσιν οὗτοι σκώληκες ἐν βορβόρου γωνίᾳ τοῦ τῆς ἀμαθίας καὶ ἀγνοίας καλινδούμενοι
這些人照樣不過是在無知與愚昧之泥坑一角打滾的蛆蟲。
none the less these are worms wallowing in a corner of the mud of ignorance and want of knowledge.
1:2328
Καίτοι γε ὁποῖον δὴ τὸ λογικὸν οὐκ ἂν εὐλόγως σκώληκι παραβάλ λοιτο, ἀφορμὰς ἔχον πρὸς ἀρετήν
然而,理性者既有趨向美德的起點,無論如何也不能被合理地比作蛆蟲。
And yet, of what sort the rational being is, it could not reasonably be compared to a worm, having starting-points toward virtue.
1:2329
Αὗται γὰρ αἱ πρὸς αὐτὴν ὑποτυπώσεις οὐκ ἐῶσι σκώληκι παραβάλλεσθαι τοὺς δυνάμει ἔχοντας τὴν ἀρετὴν καὶ τὰ σπέρματα αὐτῆς πάντῃ ἀπολέσαι οὐ δυναμένους
因為這些趨向〔美德〕的稟賦本身,就不容許那些潛在地擁有美德、且絕不能徹底喪失其種子的人被比作蛆蟲。
For these very dispositions toward it [virtue] do not permit those who potentially possess virtue, and who are unable utterly to lose its seeds, to be compared to a worm.
1:2330
Οὐκοῦν ἀναφαίνεται ὅτι οὔθ' οἱ ἄνθρωποι καθόλου σκώληκες ἂν εἶεν ὡς πρὸς θεόν·
因此就顯明:人類一般而言,與神相比,也不能算是蛆蟲;
It is therefore made evident that neither could men in general be worms as compared to God;
1:2331
γὰρ λόγος τὴν ἀρχὴν ἔχων ἀπὸ τοῦ παρὰ θεῷ λόγου οὐκ ἐᾷ τὸ λογικὸν ζῷον πάντῃ ἀλλότριον νομισθῆναι θεοῦ·
因為那〔聖經的〕話語,既以那與神同在的道為其開端,便不容許那理性的活物被看為與神全然無關;
for the [scriptural] word, having its beginning from the Word that is with God, does not permit the rational living being to be reckoned altogether alien to God;
1:2332
οὔτε μᾶλλον οἱ ἐν Χριστιανοῖς καὶ Ἰουδαίοις φαῦλοι καὶ ὡς πρὸς τὸ ἀληθὲς οὐ Χριστιανοὶ οὐδὲ Ἰουδαῖοι, τῶν λοιπῶν φαύλων παραβάλλοιντο ἐν γωνίᾳ βορβόρου καλινδουμένοις σκώληξιν
也不能說基督徒和猶太人中那些卑劣的人(他們按真理而言既非基督徒,也非猶太人)比其餘卑劣的人更該被比作在泥坑一角打滾的蛆蟲。
nor [could] the worthless among Christians and Jews—who in respect to truth are neither Christians nor Jews—rather than the rest of the worthless be compared to worms wallowing in a corner of the mud.
1:2333
Εἰ δ' τοῦ λόγου φύσις οὐδὲ τοῦτο παραδέξασθαι ἐπιτρέπει, δηλονότι οὐχ ὑβρίσομεν τὴν πρὸς ἀρετὴν κατεσ κευασμένην ἀνθρωπίνην φύσιν, κἂν δι' ἄγνοιαν ἐξαμαρτάνῃ, οὐδ' ἐξομοιώσομεν αὐτὴν τοῖς τοιοῖσδε ζῴοις
但若那〔聖經之〕話語的性質連這個也不容許承認,那麼顯然我們就不該侮辱那為著美德而被造的人性(縱使它因無知而犯罪),也不該把它比作這樣的動物。
But if the nature of the [scriptural] word does not permit even this to be admitted, it is clear that we shall not insult human nature, which has been constituted toward virtue, even though it sins through ignorance, nor shall we liken it to such animals.
1:2334
Εἰ δὲ διὰ τὰ μὴ ἀρέσκοντα Κέλσῳ Χριστιανῶν καὶ Ἰουδαίων δόγματα, < ἃ> μηδὲ τὴν ἀρχὴν ἐπίστασθαι φαίνεται, οὗτοι μὲν σκώληκες καὶ μύρμηκες οἱ δὲ λοιποὶ οὐ τοιοῦτοι, φέρε ἐξετάσωμεν καὶ τὰ αὐτόθεν πᾶσι προφαινόμενα δόγματα Χριστιανῶν καὶ Ἰουδαίων < σὺν> τοῖς τῶν λοιπῶν ἀνθρώπων, εἰ μὴ ἀναφανεῖται τοῖς ἅπαξ παραδεχομένοις εἶναί τινας ἀνθρώπους σκώληκας καὶ μύρμηκας ὅτι σκώληκες μὲν καὶ μύρμηκες καὶ βάτραχοι οἱ καταπεπτωκότες ἀπὸ τῆς περὶ θεοῦ ὑγιοῦς ὑπολήψεως φαντασίᾳ δ' εὐσεβείας ἤτοι ἄλογα ζῷα ἀγάλματα σέβοντες καὶ τὰ δημιουργήματα, δέον ἐκ τοῦ κάλλους αὐτῶν θαυμάζειν τὸν πεποιηκότα κἀκεῖνον σέβειν, ἄνθρωποι δὲ καὶ εἴ τι ἀνθρώπων τιμιώτερον οἱ δυνηθέντες ἀναβῆναι ἀκολουθοῦντες τῷ λόγῳ ἀπὸ λίθων καὶ ξύλων ἀλλὰ καὶ τῆς νομιζομένης ὕλης εἶναι τιμιωτάτης ἀργύρου καὶ χρυσοῦ, ἀναβάντες δὲ καὶ ἀπὸ τῶν ἐν κόσμῳ καλῶν ἐπὶ τὸν τὰ ὅλα ποιήσαντα καὶ ἐκείνῳ ἑαυτοὺς πιστεύ σαντες καὶ ὡς μόνῳ διαρκεῖν δυναμένῳ ἐπὶ πάντα τὰ ὄντα καὶ ἐφορᾶν τοὺς πάντων λογισμοὺς καὶ ἀκούειν τῆς πάντων εὐχῆς τὰς εὐχὰς ἐκείνῳ ἀναπέμποντες καὶ ὡς ἐπὶ θεατοῦ αὐτοῦ τῶν γινομένων πάντα πράττοντες καὶ ὡς ἐπὶ ἀκροατοῦ τῶν λεγομένων φυλαττόμενοι λέγειν τὸ μὴ ἀρεσκόντως ἀπαγγελλόμενον τῷ θεῷ
但若因瑟蘇斯不喜歡的基督徒和猶太人之教義(這些教義他似乎根本就不曉得),這些人就是蛆蟲和螞蟻,而其餘的人卻不是這樣,那麼,來吧,讓我們把基督徒和猶太人那些自明地擺在眾人面前的教義,與其餘人的教義一同察驗,看看對那些一旦承認「有些人是蛆蟲和螞蟻」的人,是否就要顯明:蛆蟲、螞蟻和青蛙乃是那些從對神純正的領會中墮落、以敬虔的幻象敬拜非理性動物、或偶像、甚或受造之物的人——他們本該從這些之美去讚嘆那造物者並敬拜祂;而人、以及任何比人更尊貴者,乃是那些能跟隨〔聖經的〕話語,從石頭、木頭、甚至從那被算為最寶貴之物質(銀和金)向上攀升的人,並且既從世上美好之物攀升到那造萬有者,又把自己交託給祂,信祂是惟一足以供應一切存有、能鑒察萬人的思念、垂聽萬人之禱告的,把禱告向祂獻上,凡事都如同在那鑒察所行之事者面前而行,又如同在那垂聽所說之言者面前,謹守自己不說那不討神喜悅的話。
But if, on account of the doctrines of Christians and Jews that do not please Celsus—which he seems not even to know in the first place—these are worms and ants while the rest are not such, come, let us examine the doctrines of Christians and Jews that are self-evidently displayed to all, alongside those of the rest of men, to see whether it will not be made evident to those who once admit that some men are worms and ants, that worms and ants and frogs are those who have fallen away from a sound conception concerning God and who, with a phantom of piety, worship either irrational animals or images or even the works of creation—when they ought, from the beauty of these, to admire the Maker and to worship Him—while men, and anything more honorable than men, are those who have been able to ascend, following the [scriptural] word, from stones and wood, and even from what is reckoned to be the most precious of material, silver and gold, and having ascended also from the beautiful things in the world to Him who made all things, and having entrusted themselves to Him as alone sufficient for all that exists and able to oversee the reasonings of all and to hear the prayers of all, sending up their prayers to Him, and doing all things as in the sight of Him who beholds what is done, and guarding themselves, as before a hearer of what is said, from speaking what is not pleasing to God.
1:2335
Εἰ μὴ ἄρα τηλικαύτη εὐσέβεια, οὔθ' ὑπὸ πόνων οὔθ' ὑπὸ κινδύνου θανάτου οὔθ' ὑπὸ λογικῶν πιθανοτήτων νικωμένη, οὐδὲν βοηθεῖ τοῖς ἀνειληφόσιν αὐτὴν πρὸς τὸ μηκέτι αὐτοὺς παραβάλλεσθαι σκώληξιν, εἰ καὶ παρεβάλλοντο πρὸ τῆς τηλικαύτης εὐσεβείας·
除非這樣偉大的敬虔——既不被勞苦、也不被死亡的危險、也不被似是而非的言論所勝過——對那些已具備它的人毫無幫助,叫他們不再被比作蛆蟲,縱使他們在具備這樣偉大敬虔之前曾被如此相比;
Unless indeed such great piety—not overcome by toils, nor by the danger of death, nor by rational plausibilities—is of no help to those who have taken it up, toward their no longer being compared to worms, even if they were compared [to them] before such great piety;
← 上一段下一段 →
1