內容伺服器目前離線,這是 2026-08-11 產生的離線快照;全文搜尋暫時無法使用。 The content server is offline; this is a 2026-08-11 snapshot. Full-text search is unavailable.
📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 駁瑟蘇斯

俄利根

駁瑟蘇斯 第 1 章 第 19/42 段

希臘文原文.141 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2459–1:2599(全章共 5793 節)

← 上一段下一段 →
1:2459
Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, χαίροις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας, σοί τ' αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισι
『伊阿珀托斯之子,你的詭計勝過眾人,你竟為偷了火、欺瞞了我的心而歡喜——這對你自己、對將來的人類,都是大禍。
Son of Iapetus, knowing schemes beyond all others, you rejoice that you have stolen fire and beguiled my mind—a great calamity to yourself and to men who shall be.
1:2460
Τοῖς δ' ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, κεν ἅπαντες τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες
我必賜給他們一禍患以代替火,使他們眾人都在心中歡喜,擁抱自己的禍患。』
To them, in exchange for fire, I will give an evil, in which they all may delight in their hearts, embracing their own evil.'
1:2461
ἐκ δ' ἐτέλεσσε πατὴρ ἀνδρῶν τε θεῶν τε Ἥφαιστον δ' ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτοις δὲ θεοῖς εἰς ὦπα ἐΐσκειν παρθενικῆς καλὸν εἶδος ἐπήρατον·
於是諸神與人之父成就了此事;他吩咐那著名的赫菲斯托斯儘速將泥土和水攙和,在其中注入人的聲音與力氣,使其形貌像不死的女神——一位少女那美麗可愛的容顏;
And the father of men and gods finished it; and he ordered the renowned Hephaestus, as quickly as possible, to mix earth with water and to set in it the voice and strength of a human, and to make it like to the immortal goddesses in form—the fair, lovely shape of a maiden;
1:2462
αὐτὰρ Ἀθήνην ἔργα διδασκέμεναι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·
又吩咐雅典娜教她手藝,織那精工巧織的布;
but ordered Athena to teach her crafts, to weave the richly-wrought web;
1:2463
καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσῆν Ἀφροδίτην καὶ πόθον ἀργαλέον καὶ γυιοκόρους μελεδῶνας·
並吩咐金色的阿芙羅狄忒在她頭上灑下魅力,以及殘酷的慾望與蝕骨的憂思;
and golden Aphrodite to shed grace about her head, and cruel longing and cares that gnaw the limbs;
1:2464
ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος <Ἑρμείην ἤνωγε, διάκτορον ἀργεϊφόντην.> Ὣς ἔφαθ'·
又命那引路者、殺死阿耳戈斯的赫耳墨斯,在她裡面放入無恥的心思和奸詐的性情。他這樣吩咐了;
and to put in her a shameless mind and a deceitful nature he commanded Hermes, the guide, the slayer of Argus. So he spoke;
1:2465
οἱ δ' ἐπίθοντο Διῒ Κρονίωνι ἄνακτι
他們便聽從了克洛諾斯之子、宙斯大王。
and they obeyed Zeus, the lord, son of Cronus.
1:2466
αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·
……照著克洛諾斯之子的旨意,像一位可敬的少女;
...like a revered maiden, through the counsels of the son of Cronus;
1:2467
ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·> ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ ὅρμους χρυσείους ἔθεσαν <χροΐ·> ἀμφὶ δὲ τήνδε Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·
明眸女神雅典娜為她束帶妝飾;眾恩典女神與尊貴的勸服女神在她肌膚上戴上金鍊;秀髮的時序女神則用春日的花朵為她加冠;
and the goddess, gray-eyed Athena, girded and adorned her; and about her the Graces, the goddesses, and queenly Persuasion put golden necklaces upon her skin; and around her the fair-haired Seasons crowned her with spring flowers;
1:2468
πάντα δέ < οἱ> χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη·
帕拉斯·雅典娜把一切裝飾都安在她身上;
and Pallas Athena fitted all adornment upon her skin;
1:2469
ἐν δ' ἄρα οἱ στήθεσσι διάκτορος ἀργεϊφόντης ψεύδεά θ' αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος τεῦξε Διὸς βουλῇσι βαρυκτύπου·
於是那引路者、殺死阿耳戈斯的赫耳墨斯,照著轟雷的宙斯的旨意,在她胸中造作謊言、諂媚的話語和奸詐的性情;
and then in her breast the guide, the slayer of Argus, wrought lies and wheedling words and a deceitful nature, by the will of loud-thundering Zeus;
1:2470
ἐν δ' ἄρα φωνὴν θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματ' ἔχοντες δῶρον ἐδώρησαν, πῆμ' ἀνδράσιν ἀλφηστῇσι
諸神的使者又賜她聲音,並給這女人起名叫潘多拉,因為住在奧林帕斯宮殿中的眾神都把她當作禮物賜下,成為勤勞之人的禍患。
and the herald of the gods put a voice in her, and named this woman Pandora, because all who dwell in the Olympian halls gave her as a gift, a bane to enterprising men.
1:2471
Γελοῖον δ' αὐτόθεν καὶ τὸ περὶ τοῦ πίθου λεγόμενον, ὅτι Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλ' ἀνθρώπων νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τ' ἀργαλέων, αἵ τ' ἀνδράσι κῆρας ἔδωκαν
同樣可笑的,從一開始就是那關於甕的故事:「因為在此以前,人類部族住在地上,遠離禍患,免於沉重的勞苦和那帶給人死亡的酷疾。
And ridiculous from the outset is also the tale told about the jar, that: 'For before this the tribes of men lived upon the earth apart and free from evils, and from grievous toil, and from harsh diseases which give men their deaths.
1:2472
Ἀλλὰ γυνὴ χείρεσσι πίθου μέγα πῶμ' ἀφελοῦσα ἐσκέδασ'·
但那女人用手掀開甕的大蓋,便把它們撒了出來;
But the woman, lifting off with her hands the great lid of the jar, scattered them;
1:2473
ἀνθρώποισι δ' ἐμήσατο κήδεα λυγρά
她為人類謀劃了悲慘的禍患。
and she devised baneful sorrows for men.
1:2474
Μούνη δ' αὐτόθι Ἐλπὶς ἐν ἀρρήκτοισι δόμοισιν ἔνδον ἔμιμνε πίθου ὑπὸ χείλεσιν, οὐδὲ θύραζε ἐξέπτη·
惟有「希望」留在那裡,在那牢不可破的居所中,在甕的邊緣之下,沒有飛出門外;
Only Hope remained there within, in the unbreakable home, beneath the rim of the jar, and did not fly out of doors;
1:2475
πρόσθεν γὰρ ἐπέμβαλε πῶμα πίθοιο
因為在此之先,她已把蓋子重新蓋在甕上。
for before that she cast the lid back upon the jar.
1:2476
Πρὸς δὲ τὸν ταῦτα σεμνῶς ἀλληγοροῦντα, εἴτ' ἐπιτυγ χάνοντα ἐν τῇ ἀλληγορίᾳ εἴτε καὶ μή, ἐροῦμεν·
但對那鄭重地把這些事作寓意解釋的人——無論他在寓意上成功與否——我們要說:
But to him who solemnly allegorizes these things—whether he succeeds in the allegory or not—we shall say:
1:2477
ἆρα μόνοις Ἕλλησιν ἐν ὑπονοίᾳ ἔξεστι φιλοσοφεῖν, ἀλλὰ καὶ Αἰγυπτίοις, καὶ ὅσοι τῶν βαρβάρων σεμνύνονται ἐπὶ μυστηρίοις καὶ ἀληθείᾳ·
難道惟獨希臘人可以藉隱意作哲學思考,連埃及人也可以,以及凡以奧祕和真理自豪的外邦人也都可以;
Is it permitted to the Greeks alone to philosophize in deeper meaning, and to the Egyptians too, and to as many of the barbarians as pride themselves on mysteries and truth;
1:2478
μόνοι δὲ Ἰουδαῖοι ἔδοξάν σοι καὶ τούτων νομοθέτης καὶ οἱ συγγραφεῖς πάντων ἀνθρώπων εἶναι ἀνοητότατοι, καὶ μόνον τοῦτο τὸ ἔθνος οὐδεμιᾶς δυνάμεως θεοῦ μετειληφέναι, τὸ οὕτως μεγαλοφυέστατα δεδιδαγμένον ἀναβαίνειν ἐπὶ τὴν ἀγένητον τοῦ θεοῦ φύσιν κἀκείνῳ μόνῳ ἐνορᾶν καὶ τὰς ἀπ' αὐτοῦ μόνου ἐλπίδας προσδοκᾶν; . Ἐπεὶ δὲ καὶ τὰ περὶ τὸν ὄφιν ὡς ἀντιπράσσοντα τοῖς τοῦ θεοῦ πρὸς τὸν ἄνθρωπον παραγγέλμασιν Κέλσος κωμῳδεῖ, μῦθόν τινα παραπλήσιον τοῖς παραδιδομένοις ταῖς γραυσὶν ὑπολαβὼν εἶναι τὸν λόγον, καὶ ἑκὼν οὔτε τὸν θεοῦ παράδεισον ὠνόμασεν οὐδ' ὡς πεφυτευκέναι λέγεται θεὸς ἐν Ἐδὲμ κατ' ἀνατολὰς καὶ μετὰ τοῦτο ἐξανατεταλκέναι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ καὶ τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ ξύλον καὶ τὰ ἐπὶ τούτοις εἰρημένα, δυνάμενα αὐτόθεν κινῆσαι τὸν εὐμενῶς ἐντυγχάνοντα, ὅτι πάντα ταῦτα οὐκ ἀσέμνως τροπο λογεῖται·
惟獨猶太人,以及他們的立法者和作者,在你看來竟是萬人中最愚昧的,惟獨這民族未曾領受神的任何能力——而這民族卻被如此崇高地教導去上升到神那未受造的本性,惟獨仰望祂,惟獨從祂等候自己的盼望嗎?如今瑟蘇斯既把關於蛇的事——蛇與神對人的命令作對——當作笑料,以為這記載不過是像傳給老婦人聽的某種神話,又故意既不提神的樂園,也不提聖經所說神如何在東方的伊甸栽種了園子,後來又使各樣悅人眼目、好作食物的樹從地裡長出來,並生命樹在園子當中,以及那分別善惡的樹,和有關這些所說的話——這一切原能感動心存善意的讀者,使他察覺凡此種種都不無莊嚴地含著寓意;
but only the Jews, and their lawgiver and their writers, seemed to you to be the most foolish of all men, and only this nation to have partaken of no power of God—this nation which has been so loftily taught to ascend to the uncreated nature of God, and to look upon Him alone, and to await its hopes from Him alone? Now since Celsus also makes comedy of the matters concerning the serpent, as opposing the commands of God to the man, supposing the account to be some myth like those handed down to old women, and willingly named neither the paradise of God, nor how God is said to have planted in Eden toward the east, and afterward to have made spring up out of the earth every tree fair to the sight and good for food, and the tree of life in the midst of the paradise, and the tree of the knowledge of good and evil, and the things said upon these—things able of themselves to move the well-disposed reader to perceive that all these are not unworthily allegorized;
1:2479
φέρε ἀντιπαραθῶμεν ἐκ τοῦ Συμποσίου Πλάτω νος τὰ εἰρημένα περὶ τοῦ Ἔρωτος τῷ Σωκράτει καὶ ὡς σεμνοτέρῳ πάντων τῶν ἐν τῷ Συμποσίῳ εἰπόντων περὶ αὐτοῦ τῷ Σωκράτει περιτεθέντα
那麼,讓我們把柏拉圖《會飲篇》中關於愛神厄洛斯所說的話列在一旁——這話是歸給蘇格拉底的,他是《會飲篇》中論及此事所有人裡最莊重的一位。
come, let us set alongside, from Plato's Symposium, the things said about Eros, attributed to Socrates as the most dignified of all who spoke about it in the Symposium.
1:2480
Οὕτω δ' ἔχει Πλάτωνος λέξις·
柏拉圖的原文如下:
Now the wording of Plato is as follows:
1:2481
Ὅτ' ἐγένετο Ἀφροδίτη, εἱστιῶντο οἱ θεοί, οἵ τε ἄλλοι καὶ τῆς Μήτιδος υἱὸς Πόρος
當阿芙羅狄忒誕生時,眾神舉行筵席,其中有墨提斯之子波羅斯(豐裕)。
When Aphrodite was born, the gods held a feast, and among the others was Poros, the son of Metis.
1:2482
Ἐπειδὴ δὲ ἐδεί πνησαν, προσαιτήσουσα οἷον δὴ εὐωχίας οὔσης ἀφίκετο Πενία καὶ ἦν περὶ τὰς θύρας
他們用餐之後,珀尼亞(貧乏)前來乞討,正如有筵席時所常有的,她在門邊徘徊。
And when they had dined, Penia came to beg, as is natural when a feast is going on, and she was about the doors.
1:2483
οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταροςοἶνος γὰρ οὔπω ἦνεἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος εὗδεν
波羅斯飲了仙釀的瓊漿(那時還沒有酒),便醉了,進入宙斯的花園,因酒沉重而睡著了。
Now Poros, being drunk with nectar—for wine did not yet exist—entered into the garden of Zeus and, heavy with drink, fell asleep.
1:2484
οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου, κατακλίνεταί τε παρ' αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα
珀尼亞因自己的窮乏,便圖謀藉波羅斯生個孩子,遂躺臥在他身旁,懷了厄洛斯(愛)。
Then Penia, plotting because of her own want to make a child by Poros, lay down beside him and conceived Eros.
1:2485
Διὸ δὴ καὶ τῆς Ἀφροδίτης ἀκόλουθος θεράπων γέγονεν Ἔρως, γεννηθεὶς ἐν τοῖς ἐκείνης γενεθλίοις καὶ ἅμα φύσει ἐραστὴς ὢν περὶ τὸ καλόν, καὶ τῆς Ἀφροδίτης καλῆς οὔσης
因此厄洛斯成了阿芙羅狄忒的隨從和侍者,因他是在她生日那天受孕的,且天生就傾慕美麗,因阿芙羅狄忒也是美麗的。
Therefore Eros became a follower and attendant of Aphrodite, having been begotten on her birthday, and being by nature a lover concerning the beautiful, since Aphrodite too is beautiful.
1:2486
Ἅτε οὖν Πόρου καὶ Πενίας υἱὸς ὢν Ἔρως ἐν τοιαύτῃ τύχῃ καθέστηκε
厄洛斯既是波羅斯和珀尼亞之子,便處於這樣的境遇。
Since, then, Eros is the son of Poros and Penia, he is established in such a fortune.
1:2487
Πρῶτον μὲν πένης ἀεί ἐστι καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς καὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ ὢν καὶ ἄστρωτος, ἐπὶ θύραις καὶ ἐν ὁδοῖς ὑπαίθριος κοιμώ μενος, τὴν τῆς μητρὸς φύσιν ἔχων ἀεὶ ἐνδείᾳ ξύνοικος
首先,他始終貧窮;遠非如多數人所想的柔嫩美麗,反倒粗硬、骯髒、赤足、無家,總是臥在地上、沒有床鋪,露宿於門前和路旁,承襲了母親的本性,常與匱乏為伍。
First, he is always poor; and far from being tender and beautiful, as most suppose, he is rather hard and squalid and unshod and homeless, ever lying on the ground and without bedding, sleeping in the open at doors and in the roads, having the nature of his mother, ever dwelling with need.
1:2488
Κατὰ δ' αὖ τὸν πατέρα ἐπίβουλός ἐστι τοῖς καλοῖς καὶ τοῖς ἀγαθοῖς, ἀνδρεῖος ὢν καὶ ἴτης καὶ σύντονος, θηρευτὴς δεινός, ἀεὶ προσπλέκων μηχανὰς καὶ φρονήσεως ἐπιθυμητὴς καὶ πόριμος, φιλοσοφῶν διὰ παντὸς τοῦ βίου, δεινὸς γόης καὶ φαρμακεὺς καὶ σοφιστής·
但另一方面,他又承襲父親,謀求美與善,勇敢、果決、剛強,是個高明的獵手,不斷編織計謀,渴慕智慧又足智多謀,終其一生都在追求哲學,是個高明的術士、藥師和詭辯家;
But again, after his father, he is a schemer after the beautiful and the good, being courageous and bold and intense, a clever hunter, ever weaving devices, a desirer of wisdom and resourceful, philosophizing throughout his whole life, a clever sorcerer and druggist and sophist;
1:2489
καὶ οὔτε ὡς ἀθάνατος πέφυκεν οὔτε ὡς θνητός, ἀλλὰ τοτὲ μὲν τῆς αὐτῆς ἡμέρας θάλλει καὶ ζῇ, ὅταν εὐπορήσῃ, τοτὲ δ' ἀποθνῄσκει, πάλιν δ' ἀναβιώσ κεται διὰ τὴν τοῦ πατρὸς φύσιν
他天生既非不死也非必死,乃是時而在同一日中興旺存活——每逢豐裕之時——時而死去,又因父親的本性復活過來。
and he is by nature neither immortal nor mortal, but at one time on the same day he flourishes and lives, whenever he is well supplied, and at another time he dies, and comes back to life again through his father's nature.
1:2490
Τὸ δὲ ποριζόμενον ἀεὶ ὑπεκρεῖ, ὥστε οὔτ' ἀπορεῖ Ἔρως ποτὲ οὔτε πλουτεῖ
然而所得的供應總是不斷流失,以致厄洛斯既不曾窮乏,也不曾富足。
But what is provided ever slips away, so that Eros is never either in want or wealthy.
1:2491
μιμῶνται, ὅπερ Χριστιανῶν ἀπείη, καταγελά σονται τοῦ μύθου καὶ ἐν χλεύῃ θήσονται τὸν τηλικοῦτον Πλάτωνα·
……若加以效法(願這事遠離基督徒),他們就會嘲笑這神話,並輕看像柏拉圖這樣偉大的人;
...should imitate it (which be far from Christians), they will deride the myth and hold so great a man as Plato in scorn;
1:2492
ἐὰν δὲ τὰ ἐν μύθου σχήματι λεγόμενα φιλοσόφως ἐξετάζοντες δυνηθῶσιν εὑρεῖν τὸ βούλημα τοῦ Πλάτωνος, <θαυμάσονται> τίνα τρόπον δεδύνηται τὰ μεγάλα ἑαυτῷ φαι νόμενα δόγματα κρύψαι μὲν διὰ τοὺς πολλοὺς ἐν τῷ τοῦ μύθου σχήματι, εἰπεῖν δ' ὡς ἐχρῆν τοῖς εἰδόσιν ἀπὸ μύθων εὑρίσκειν τὸ περὶ ἀληθείας τοῦ ταῦτα συντάξαντος βούλημα
但他們若以哲學的眼光考查那些以神話形式所說的話,能找出柏拉圖的本意,就必驚歎他如何能為著眾人之故,把他自認為偉大的學說藏在神話的形式之下,同時又向那些懂得從神話中尋出作者關於真理之本意的人,恰如其分地把這意思說了出來。
but if, examining philosophically the things said in the form of myth, they are able to find the intention of Plato, they will marvel at the manner in which he was able to conceal the doctrines that seemed great to him, on account of the many, in the form of myth, yet to say, as was fitting, to those who know how to find from myths the intention concerning truth of him who composed these things.
1:2493
Τοῦτον δὲ τὸν παρὰ Πλάτωνι μῦθον ἐξεθέμην διὰ τὸν παρ' αὐτῷ τοῦ Διὸς κῆπον, παραπλήσιόν τι ἔχειν δοκοῦντα τῷ παραδείσῳ τοῦ θεοῦ, καὶ τὴν Πενίαν, τῷ ἐκεῖ ὄφει παραβαλλομένην, καὶ τὸν ὑπὸ τῆς Πενίας ἐπιβουλευόμενον Πόρον τῷ ἀνθρώπῳ ἐπιβουλευομένῳ ὑπὸ τοῦ ὄφεως
我陳述柏拉圖中的這則神話,是因其中有「宙斯的花園」,似乎與神的樂園有相似之處,又有珀尼亞——可比作那裡的蛇,以及被珀尼亞算計的波羅斯——可比作被蛇算計的那人。
I have set out this myth in Plato on account of the garden of Zeus found in him, which seems to have something resembling the paradise of God, and Penia, who is compared to the serpent there, and Poros, who is plotted against by Penia, compared to the man plotted against by the serpent.
1:2494
Οὐ πάνυ δὲ δῆλον, πότερον κατὰ συντυχίαν ἐπιπέπτωκε τούτοις Πλάτων , ὡς οἴονταί τινες, ἐν τῇ εἰς Αἴγυπτον ἀποδημίᾳ συντυχὼν καὶ τοῖς τὰ Ἰουδαίων φιλοσοφοῦσι καὶ μαθών τινα παρ' αὐτῶν τὰ μέν τινα τετήρηκε τὰ δὲ παρεποίησε, φυλαξάμενος προσκόψαι τοῖς Ἕλλησιν ἐκ τοῦ πάντῃ τὰ τῆς Ἰουδαίων τηρῆσαι σοφίας, διαβεβλημένων παρὰ τοῖς πολλοῖς διὰ τὸ ξενίζον τῶν νόμων καὶ τὴν ἰδιότροπον κατ' αὐτοὺς πολιτείαν
然而並不十分清楚,柏拉圖究竟是偶然碰上這些事,還是如有些人所想的,在他客居埃及時遇見了那些以猶太人方式從事哲學思考的人,從他們學得某些事,便保留了一部分、更改了一部分,以免因全然保留猶太人的智慧而冒犯希臘人——因為猶太人由於律法的奇特和他們獨特的生活方式,在眾人中間遭受毀謗。
But it is not at all clear whether Plato fell upon these things by chance, or, as some think, in his sojourn in Egypt having met those who philosophized in the manner of the Jews and having learned certain things from them, kept some and altered others, guarding against giving offense to the Greeks by preserving the things of the Jews' wisdom in every respect—since they were slandered among the many on account of the strangeness of their laws and their peculiar way of life.
1:2495
Οὔτε δὲ τὸν Πλάτωνος μῦθον οὔτε τὰ περὶ τὸν ὄφιν καὶ τὸν παράδεισον τοῦ θεοῦ καὶ ὅσα ἐν αὐτῷ ἀναγέγραπται γεγο νέναι νῦν καιρὸς ἦν διηγήσασθαι·
但無論柏拉圖的神話,還是關於蛇、神的樂園以及其中所記載發生之事,如今都不是闡釋的時候;
But neither the myth of Plato, nor the things concerning the serpent and the paradise of God and all that is recorded therein as having happened, was it now the time to expound;
1:2496
προηγουμένως γὰρ ἐν τοῖς ἐξηγητικοῖς τῆς Γενέσεως, ὡς οἷόν τ' ἦν, εἰς ταῦτα ἐπραγματευσάμεθα
因為我們主要在關於《創世記》的注釋著作中,已盡可能地處理過這些事了。
for chiefly in our exegetical works on Genesis we have, as far as was possible, dealt with these matters.
1:2497
Ἐπὰν δὲ φάσκῃ ὡς ἄρα ἀνοσιώτατα τὸν θεόν, εὐθὺς καὶ ἀπ' ἀρχῆς ἀσθενοῦντα καὶ μηδ' ἕνα ἄνθρωπον, ὃν αὐτὸς ἔπλασε, πεῖσαι δυνάμενον, εἰσήγαγεν Μωϋσέως λόγος, καὶ πρὸς τοῦτο φήσομεν ὅτι ὅμοιόν ἐστι τὸ λεγόμενον, ὡς εἴ τις ἐνεκάλει ἐπὶ τῇ τῆς κακίας συστάσει, ἣν οὐδὲ ἀπὸ ἑνὸς ἀνθρώπου δεδύνηται κωλῦσαι θεός, ὥστε κἂν ἕνα τινὰ ἄνθρωπον εὑρεθῆναι ἀρχῆθεν ἄγευστον κακίας γεγενη μένον
但當他斷言摩西的記載把神描繪得極其褻瀆,從一開始就軟弱、連祂親手所造的一個人都說服不了時,對此我們也要說:這話正如有人就「惡的存在」提出指控——神連使一個人免於惡尚且做不到,以致竟找不出一個從起初就未曾嘗過惡的人。
But when he asserts that the account of Moses introduced God as most impious, weak from the very beginning and unable to persuade even one man whom He Himself had formed, to this also we shall say that what is said is like as if someone were to bring a charge concerning the existence of wickedness, which God has not been able to prevent even from a single man, so that even one man might be found from the beginning who had remained untasting of wickedness.
1:2498
Ὡς γὰρ περὶ τούτου οἷς μέλει ἀπολογεῖσθαι περὶ προνοίας ἀπολογοῦνται οὐ δι' ὀλίγων οὐδὲ δι' εὐκαταφρο νήτων, οὕτω δὲ καὶ περὶ τοῦ Ἀδὰμ καὶ περὶ τῆς ἁμαρτίας αὐτοῦ φιλοσοφήσουσιν οἱ ἐγνωκότες ὅτι καθ' ἑλλάδα φωνὴν Ἀδὰμ ἄνθρωπός ἐστι, καὶ ἐν τοῖς δοκοῦσι περὶ τοῦ Ἀδὰμ εἶναι φυσιολογεῖ Μωϋσῆς τὰ περὶ τῆς τοῦ ἀνθρώπου φύσεως
因為正如那些關切為護理(神的眷顧)辯護的人,要以不少且不容輕忽的話語為此辯護,照樣,關於亞當和他的罪,那些認識到「亞當」在希臘話中即「人」之意的人也必如此思考;摩西在那些看似論及亞當的話中,其實是在以自然之理論述人的本性。
For as those who are concerned to make a defense concerning providence make their defense on this matter, not in few words nor in contemptible ones, so likewise concerning Adam and concerning his sin will those philosophize who have recognized that, in the Greek tongue, Adam means 'man,' and that in what seems to be about Adam, Moses is treating, in natural philosophy, of the nature of man.
1:2499
Καὶ γὰρ ἐν τῷ Ἀδάμ, ὥς φησιν λόγος, πάντες ἀποθνῄσκουσι, καὶ κατεδικάσθησαν ἐν τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, οὐχ οὕτως περὶ ἑνός τινος ὡς περὶ ὅλου τοῦ γένους ταῦτα φάσκοντος τοῦ θείου λόγου
因為正如經上所說,「在亞當裡眾人都死了」,眾人也照「亞當過犯的樣式」被定罪;神聖的話這樣說,與其說是論某一個人,不如說是論整個人類。
For indeed 'in Adam,' as the Scripture says, 'all die,' and they were condemned 'in the likeness of Adam's transgression,' the divine Word saying these things not so much about some one individual as about the whole race.
1:2500
Καὶ γὰρ ἐν τῇ τῶν λεγομένων ὡς περὶ ἑνὸς ἀκολουθίᾳ ἀρὰ τοῦ Ἀδὰμ κοινὴ πάντων ἐστί·
因為在那些彷彿論及一人而說的話的脈絡中,亞當所受的咒詛乃是眾人所共有的;
For indeed, in the sequence of things said as about one person, the curse of Adam is common to all;
1:2501
καὶ τὰ κατὰ τῆς γυναικὸς οὐκ ἔστι καθ' ἧς οὐ λέγεται
而那些針對女人所說的話,也並非與她無關。
and the things said against the woman are not such as do not apply to her.
1:2502
Καὶ ἐκβαλλόμενος δὲ ἐκ τοῦ παραδείσου ἄνθρωπος μετὰ τῆς γυναικός, τοὺς δερματίνους ἠμφιεσμένος χιτῶνας, οὓς διὰ τὴν παράβασιν τῶν ἀνθρώπων ἐποίησε τοῖς ἁμαρ τήσασιν θεός, ἀπόρρητόν τινα καὶ μυστικὸν ἔχει λόγον, ὑπὲρ τὴν κατὰ Πλάτωνα κάθοδον τῆς ψυχῆς, πτερορρυού σης καὶ δεῦρο φερομένης, ἕως ἂν στερεοῦ τινος λάβηται
那與女人一同被逐出樂園的人,身上披著神因人的過犯為犯罪之人所造的皮衣,這事含有某種隱祕而奧妙的意義,超過柏拉圖所說靈魂的下墜——靈魂脫落羽翼,墜落到此處,直到抓住某種堅實之物為止。
And the man cast out of paradise with the woman, clothed in the garments of skin which God made, on account of the transgression of men, for those who had sinned, holds a certain secret and mystical meaning, surpassing the Platonic descent of the soul, which sheds its wings and is borne down here, until it lays hold of something solid.
1:2503
Εἶτα κατακλυσμόν τινα καὶ κιβωτὸν ἀλλόκοτον, ἅπαντα ἔνδον ἔχουσαν, καὶ περιστεράν τινα καὶ κορώνην ἀγγέλους, παραχαράττοντες καὶ ῥᾳδιουρ γοῦντες τὸν Δευκαλίωνα·
接著是「一場洪水和一隻怪異的方舟,裡面裝著萬物,又有一隻鴿子和一隻烏鴉」——他說這些不過是使者,是篡改、偽造了丟卡利翁的故事;
Then 'a certain flood and a strange ark, having all things within, and a certain dove and a crow'—as messengers, falsifying and forging the story of Deucalion;
1:2504
οὐ γὰρ οἶμαι προσεδόκησαν ὅτι ταῦτ' εἰς φῶς πρόεισιν, ἀλλ' ἀτεχνῶς παισὶ νηπίοις ἐμυθολόγησαν
他說:「因為我想他們並未料到這些事會公諸於世,乃是極其拙劣地當作神話講給幼小的孩童聽。」
for I do not think they expected that these things would come to light, but quite artlessly told them as myths to infant children.
1:2505
Καὶ ἐν τούτοις δὴ ὅρα τὴν ἀφιλόσοφον ἀπέχθειαν τοῦ ἀνδρὸς πρὸς τὴν ἀρχαιοτάτην Ἰουδαίων γραφήν
在這些事上,請看這人對猶太人那最古老聖經所懷的、毫無哲理可言的敵意。
And in these things, indeed, observe the unphilosophical hostility of the man toward the most ancient Scripture of the Jews.
1:2506
Οὐ γὰρ ἔχων τὴν περὶ κατακλυσμοῦ ἱστορίαν κακολογεῖν οὐδ' ἐπιστήσας οἷς ἐδύνατο λέγειν κατὰ τῆς κιβωτοῦ καὶ τῶν μέτρων αὐτῆς, καὶ ὡς οὐχ οἷόν τ' ἦν κατὰ τὸν τῶν πολλῶν νοῦν ἐκλαμβάνοντα τὰ περὶ τῶν τριακο σίων τοῦ μήκους τῆς κιβωτοῦ πήχεων καὶ πεντήκοντα τοῦ πλάτους καὶ τριάκοντα τοῦ ὕψους φάσκειν αὐτὴν κεχωρηκέναι τὰ ἐπὶ γῆς ζῷα, καθαρὰ μὲν ἀνὰ τέσσαρα καὶ δέκα ἀκάθαρτα δὲ ἀνὰ τέσσαρα·
因為他既不能詆毀關於洪水的記載,又未曾注意到他本可針對方舟及其尺寸所能提出的話——即按一般人的理解,那長三百肘、寬五十肘、高三十肘的方舟,怎能容下地上的牲畜,潔淨的各七對、不潔的各兩對——
For, not being able to malign the history concerning the flood, nor having attended to the things he could have said against the ark and its measurements—and how it was not possible, taking the matter according to the common understanding, that the ark, of three hundred cubits in length and fifty in breadth and thirty in height, contained the animals on the earth, the clean fourteen each and the unclean four each—
1:2507
ἁπλῶς εἶπεν ἀλλόκοτον, πάντ' ἔχουσαν ἔνδον
他只是輕描淡寫地稱它「怪異,裡面裝著萬物」。
he simply called it 'strange, having all things within.'
1:2508
καταλήξουσιν εἰς ἕνα πῆχυν μήκους καὶ πλάτους; Πῶς δ' οὐχὶ μᾶλλον θαυμαστὸν ἦν τὸ κατασ κεύασμα καὶ μεγίστῃ πόλει ἐοικὸς τῷ δυνάμει λέγεσθαι τὰ μέτρα, ὡς ἐννέα μὲν εἶναι μυριάδων τὸ μῆκος κατὰ τὴν βάσιν κατὰ δὲ τὸ πλάτος δισχιλίων πεντακοσίων; Πῶς δ' οὐκ ἦν θαυμάσαι τὴν ἐπίνοιαν τοῦ ἐρηρεισμένην γενέσθαι καὶ δυναμένην ὑπομεῖναι χειμῶνα κατακλυσμοῦ ποιητικόν; Καὶ γὰρ οὐ πίσσῃ οὐδ' ἄλλῃ τινὶ τοιαύτῃ ὕλῃ, ἀσφάλτῳ δὲ στερρῶς ἐκέχριστο
……(若按一般理解)豈不會縮減到只有一肘長寬嗎?再者,那建造之物若按其容量來計算尺寸——底部長九萬、寬二千五百——豈不更像一座極大的城,令人驚歎嗎?人豈不該讚歎那使方舟得以堅固穩立、能抵擋足以造成洪水之風暴的巧思嗎?因為它確是被牢固地塗抹過的,不是用瀝青或別的這類材料,乃是用石漆。
...will come down to one cubit in length and breadth? And how was the structure not rather a marvel, resembling a very great city in the dimensions said in terms of its capacity—being ninety thousand in length at the base, and in breadth two thousand five hundred? And how was one not to admire the contrivance whereby it became firmly established and able to withstand a storm capable of producing a flood? For indeed it was coated firmly, not with pitch nor with any other such material, but with bitumen.
1:2509
Πῶς δ' οὐ θαυμαστὸν τὸ ζώπυρα παντὸς γένους εἰσάγεσθαι ἔνδον προνοίᾳ θεοῦ, ἵν' ἔχῃ πάντων σπέρματα ζῴων πάλιν γῆ, τοῦ θεοῦ δικαιοτάτῳ ἀνδρὶ χρησαμένου, πατρὶ ἐσομένῳ τῶν μετὰ τὸν κατακλυσμόν; . Ἔρριψε δ' Κέλσος τὰ περὶ τῆς περιστερᾶς, ἵνα δόξῃ ἀνεγνωκέναι τὸ βιβλίον τὴν Γένεσιν, οὐδὲν δυνηθεὶς εἰπεῖν πρὸς τὸ ἐλέγξαι πλασματῶδες τὸ κατὰ τὴν περιστεράν
再者,藉神的護理,把各類的活種帶進方舟內,好叫地上能重新有眾生之種,神並使用一位最公義的人作洪水之後眾人的父,這豈不奇妙嗎?瑟蘇斯隨口提到鴿子的事,是要顯得他讀過《創世記》一書,其實他根本說不出任何話來證明關於鴿子的記載是虛構的。
And how is it not marvelous that the living seeds of every kind were brought within by the providence of God, so that the earth might again have the seeds of all animals, God making use of a most righteous man, who was to be the father of those after the flood? Now Celsus threw out the matter concerning the dove, so as to seem to have read the book of Genesis, though he was unable to say anything to prove the account of the dove fictitious.
1:2510
Εἶθ' ὡς ἔθος αὐτῷ ἐστιν ἐπὶ τὸ γελοιότερον μεταφράζειν τὰ γεγραμμένα, τὸν κόρακα εἰς κορώνην μετείληφε καὶ οἴεται ταῦτα Μωϋσέα ἀναγεγραφέναι, ῥᾳδιουργοῦντα τὰ κατὰ τὸν παρ' Ἕλλησι Δευκαλίωνα·
接著,他照例把記載改寫成更可笑的樣子,把烏鴉換成了「鴉」,並以為摩西記下這些事,乃是偽造了希臘人關於丟卡利翁的故事;
Then, as is his custom to recast the writings into something more ridiculous, he changed the raven into a crow, and supposes that Moses recorded these things, forging the account concerning Deucalion among the Greeks;
1:2511
εἰ μὴ ἄρα οὐδὲ Μωϋσέως οἴεται εἶναι τὴν γραφὴν ἀλλά τινων πλειόνων·
除非他竟以為這經文根本不是摩西所寫,而是出於多人之手;
unless indeed he supposes that the Scripture is not even Moses's, but of several persons;
1:2512
τοιοῦτον γὰρ δηλοῖ τὸ παραχαράττοντες καὶ ῥᾳδιουργοῦντες τὸν Δευκαλίωνα, καὶ τοῦτο·
因為他「篡改、偽造丟卡利翁故事」這話正暗示如此,還有這句:
for his phrase 'falsifying and forging the story of Deucalion' indicates as much, and this also:
1:2513
Οὐ γὰρ οἶμαι προσεδόκησαν ὅτι ταῦτ' εἰς φῶς πρόεισι
「因為我想他們並未料到這些事會公諸於世。」
'For I do not think they expected that these things would come to light.'
1:2514
Πῶς δ' οἱ ὅλῳ ἔθνει διδόντες γράμματα οὐ προσεδόκησαν αὐτὰ εἰς φῶς προελθεῖν, οἳ καὶ ἐπροφήτευσαν πᾶσι τοῖς ἔθνεσι τὴν θεοσέβειαν ταύτην κηρυχθήσεσθαι;Ὁ δ' Ἰησοῦς τὸ Ἀρθήσεται ἀφ' ὑμῶνἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς Ἰουδαίοις λέγων τί ἄλλο ᾠκονόμει εἰς φῶς αὐτὸς θείᾳ δυνάμει προαγαγεῖν πᾶσαν τὴν ἰουδαϊκὴν γραφήν, περιέχουσαν μυστήρια τῆς τοῦ θεοῦ βασιλείας; Εἶτα ἐὰν μὲν τὰς Ἑλλήνων θεογονίας καὶ τὰς περὶ θεῶν δώδεκα ἱστορίας ἀναγινώσκωσι, σεμνοποιοῦσιν αὐτὰς ταῖς ἀλληγορίαις, ἐὰν δὲ τὰ ἡμέτερα διασύρειν βούλωνται, ἀτεχνῶς φασι παισὶ νηπίοις αὐτὰ μεμυθολογῆσθαι
但那些將著作賜給整個民族的人,豈會不料到這些必公諸於世呢——他們甚至預言這信仰要傳給萬國?耶穌對猶太人說:「神的國必從你們奪去,賜給那能結果子的民」,祂這樣說,豈不正是要藉神的能力親自把整本含有神國奧祕的猶太聖經帶到光中嗎?再者,他們讀希臘人的神譜和關於十二位神祇的故事時,便用寓意把它們抬高;但他們若想詆毀我們的,便毫不費思地說這些不過是編給幼兒聽的神話。
But how could those who gave writings to a whole nation not expect that these would come to light—they who even prophesied that this religion would be proclaimed to all the nations? And when Jesus said to the Jews, 'The kingdom of God shall be taken from you and given to a nation producing the fruits thereof,' what else was He arranging than to bring forward Himself, by divine power, into the light the whole Jewish Scripture, which contains the mysteries of the kingdom of God? Then, if they read the Greek theogonies and the histories about the twelve gods, they dignify them with allegories, but if they wish to disparage our things, they say, quite artlessly, that they were mythologized for infant children.
1:2515
Ἀτοπωτάτην δὲ λέγει καὶ ἔξωρον παιδοποιΐαν, εἰ καὶ μὴ ὠνόμασε, δῆλον δ' ὅτι λέγων τὴν τοῦ Ἀβραὰμ καὶ τῆς Σάρρας
他又談到一件極其荒謬而不合時宜的生育之事,雖未指名,卻顯然是指亞伯拉罕和撒拉的事。
And he speaks of a most absurd and ill-timed begetting of children, even though he did not name it—but it is plain that he means that of Abraham and Sarah.
1:2516
Ῥίπτων δὲ καὶ τὰς τῶν ἀδελφῶν ἐπιβουλὰς ἤτοι τὸν Κάϊν ἐπιβουλεύσαντα τῷ Ἄβελ λέγει πρὸς τούτῳ καὶ τὸν Ἠσαῦ τῷ Ἰακώβ·
他又拋出「弟兄相害的陰謀」,所指的或是該隱謀害亞伯,或在此之外也指以掃對雅各;
And, casting out also the plots of brothers, he means either Cain who plotted against Abel, or, in addition to this, Esau against Jacob;
1:2517
πατρὸς δὲ λύπην, τάχα μὲν καὶ τὴν Ἰσαὰκ ἐπὶ τῇ τοῦ Ἰακὼβ ἀποδημίᾳ τάχα δὲ καὶ τὴν τοῦ Ἰακὼβ διὰ τὸν Ἰωσὴφ πραθέντα εἰς Αἴγυπτον
又有「父親的憂傷」——或許是以撒因雅各離去的憂傷,也或許是雅各因約瑟被賣到埃及的憂傷。
and a father's grief—perhaps that of Isaac at Jacob's departure, and perhaps also that of Jacob because Joseph was sold into Egypt.
1:2518
Μητέρων δ' οἶμαι ἐνέδρας ἀναγράφοντα αὐτὸν δηλοῦν τὴν Ῥεβέκκαν, οἰκονομήσασαν τὰς τοῦ Ἰσαὰκ εὐχὰς μὴ ἐπὶ τὸν Ἠσαῦ ἀλλ' ἐπὶ τὸν Ἰακὼβ φθάσαι
我想他寫「母親的詭計」,是要指利百加——她設法使以撒的祝福不臨到以掃,而臨到雅各。
And by 'the snares of mothers' I suppose he means to indicate Rebecca, who contrived that the blessings of Isaac should come not upon Esau but upon Jacob.
1:2519
Ἄγχιστα δὲ τούτοιςπᾶσι συμπολιτευόμενον εἴ φαμεν τὸν θεόν, τί ἄτοπον πράσ σομεν πειθόμενοι μηδέ ποτε ἀφιστάνειν τὴν ἑαυτοῦ θειότητα τῶν μετὰ τοῦ καλῶς καὶ ἐρρωμένως βιοῦν αὐτῷ ἀνακει μένων; Ἐχλεύασε δὲ τὴν παρὰ τῷ Λάβαν κτῆσιν τοῦ Ἰακώβ, μὴ νοήσας, ἐπὶ τί ἀναφέρεται τὸ Καὶ ἦν τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ, καί φησι τὸν θεὸν τοῖς υἱοῖς ὀνάρια καὶ προβάτια καὶ καμήλους δεδω ρῆσθαι·
又有與這一切極相近的:我們若說神與這些人同居共處,我們在深信祂絕不從那些藉著美好剛強的生活而獻身於祂之人身上收回自己的神性這件事上,又犯了甚麼荒謬呢?他又譏笑雅各從拉班那裡所得的家業,不明白「拉班的牲畜無斑點,雅各的卻有斑點」這話所指為何,便說神賜給祂的眾子小驢、綿羊和駱駝;
And, very near to all these things, if we say that God shares the citizenship, what absurdity do we commit in being persuaded that He never withdraws His own divinity from those who, by living well and vigorously, are devoted to Him? But he mocked the acquisition of property by Jacob from Laban, not understanding to what the words refer: 'And the unmarked ones were Laban's, but the marked ones Jacob's,' and he says that God gave to His sons little asses and sheep and camels;
1:2520
καὶ οὐχ ἑώρα ὅτι Ταῦτα πάντα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησε·
他卻沒看出「這一切事的發生都是預表,是為我們的緣故寫的,因為我們正是這末世臨到的人」;
and he did not see that 'All these things happened to them figuratively, and were written for our sake, upon whom the ends of the ages have come';
1:2521
παρ' οἷς τὰ ποικίλα ἔθνη ἐπίσημα γινόμενα τῷ λόγῳ τοῦ θεοῦ πολιτεύεται, δοθέντα κτῆσις τῷ τροπικῶς καλουμένῳ Ἰακώβ
在這些人中間,各樣的列國藉神的道成為「有記號的」,作公民生活,被賜給那位被喻意稱為「雅各」的人作為產業。
among whom the varied nations, becoming 'marked' by the Word of God, live as citizens, given as a possession to the one figuratively called Jacob.
1:2522
Ἀπὸ γὰρ τῶν ἐθνῶν οἱ εἰς αὐτὸν πιστεύοντες ἐδηλοῦντο διὰ τῶν ἀναγεγραμμένων περὶ Λάβαν καὶ Ἰακώβ
因為列國中那些信靠祂的人,正是藉著關於拉班和雅各所寫的事被表明出來的。
For those from the nations who believe in Him were signified through the things written concerning Laban and Jacob.
1:2523
Πόρρω δὲ τυγχάνων τοῦ βουλήματος τῶν γεγραμ μένων φησὶ τὸν θεὸν καὶ φρέατα τοῖς δικαίοις δεδωκέναι
他又遠離了經文的本意,說神甚至把井賜給了義人。
And, being far from the intention of the things written, he says that God gave even wells to the righteous.
1:2524
Οὐ γὰρ ἐτήρησεν ὅτι οἱ δίκαιοι λάκκους μὲν οὐ κατασκευά ζουσι φρέατα δὲ ὀρύσσουσι, τὴν ἐνυπάρχουσαν πηγὴν καὶ ἀρχὴν τῶν ποτίμων ἀγαθῶν ἐξευρεῖν ζητοῦντες, ἅτε καὶ τροπικὴν λαμβάνοντες ἐντολὴν τὴν φάσκουσαν·
因為他沒注意到,義人不挖蓄水池,乃是掘井,要尋出那內在的泉源、那甘美佳水的本源,正因他們也按喻意領受那吩咐說:
For he did not observe that the righteous do not construct cisterns but dig wells, seeking to find the inherent spring and source of good drinking waters, inasmuch as they take figuratively also the commandment which says:
1:2525
Πῖνε ὕδατα ἀπὸ σῶν ἀγγείων καὶ ἀπὸ σῶν φρεάτων πηγῆς
「你要喝自己池中的水、自己井中的活水。」
'Drink waters from your own vessels and from the spring of your own wells.'
1:2526
Μὴ ὑπερεκχείσθω σοι ὕδατα ἔξω τῆς σῆς πηγῆς, εἰς δὲ σὰς πλατείας διαπορευέσθω τὰ σὰ ὕδατα
「不要使你的水溢流到你泉源之外,乃要使你的水流到你自己的街上。」
'Let not your waters overflow outside your own spring, but let your waters pass through into your own streets.'
1:2527
Ἔστω σοι μόνῳ ὑπάρχοντα, καὶ μηδεὶς ἀλλότριος μετασχέτω σοι. Πολλα χοῦ δὲ ἱστορίαις γενομέναις συγχρησάμενος λόγος ἀνέγραψεν αὐτὰς εἰς παράστασιν μειζόνων καὶ ἐν ὑπονοίᾳ δηλουμένων·
「要使這水獨歸你一人,不容外人與你共享。」這道在許多地方都運用實際發生過的歷史,記下它們,是為要表明那些藉隱意所指明的更大之事;
'Let them be for you alone, and let no stranger share with you.' And in many places, making use of histories that actually occurred, the Word recorded them for the demonstration of greater things signified in deeper meaning;
1:2528
τὰς διαφόρους μίξεις τῶν δικαίων, περὶ ὧν εὐκαιρότερον ἐν τοῖς εἰς αὐτὰ ἐκεῖνα ἐξηγητικοῖς τις σαφηνίζειν πειράσεται
如義人們各種的婚配,關於這些,留待在針對那些經文本身的注釋著作中再行闡明更為合宜。
the various unions of the righteous, concerning which one will more opportunely make things clear in the exegetical works upon those very passages.
1:2529
Ὅτι δὲ καὶ φρέατα ἐν γῇ Φιλιστιαίων κατεσκεύασται ὑπὸ τῶν δικαίων, ὡς ἐν τῇ Γενέσει ἀναγέγραπται, δῆλον ἐκ τῶν δεικνυμένων ἐν τῇ Ἀσκάλωνι θαυμαστῶν φρεάτων καὶ ἱστορίας ἀξίων διὰ τὸ ξένον καὶ παρηλλαγμένον τῆς κατασ κευῆς ὡς πρὸς τὰ λοιπὰ φρέατα
至於義人在非利士人之地所掘的井,正如《創世記》所載,這由亞實基倫所展示的那些奇妙、值得記載的井可見一斑——它們的構造與其餘的井相比,奇特而獨異。
And that wells were constructed in the land of the Philistines by the righteous, as is recorded in Genesis, is plain from the wonderful wells, worthy of being recorded, shown in Ascalon, on account of the strange and singular character of their construction as compared with the rest of the wells.
1:2530
Νύμφας τε καὶ θεραπαινίδας ἀνάγεσθαι ἐπὶ τροπολογίαν οὐχ ἡμεῖς διδάσκομεν, ἀλλ' ἄνωθεν ἀπὸ σοφῶν παρειλή φαμεν·
至於新婦和使女應作喻意的解釋,這並非我們自己所創的教導,乃是我們從古時智者所承受的;
And that brides and handmaids are to be referred to figurative interpretation is not something we ourselves teach, but we have received it from of old from wise men;
1:2531
ὧν εἷς τις ἔφασκε διεγείρων τὸν ἀκροατὴν ἐπὶ τροπολογίας·
其中一位喚醒聽者作喻意解釋說:
one of whom said, rousing the hearer to figurative interpretation:
1:2532
Λέγετέ μοι, οἱ τὸν νόμον ἀναγινώσκοντες, τὸν νόμον οὐκ ἀκούετε; Γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας
「你們這願意在律法以下的人,請告訴我,你們豈沒有聽見律法嗎?因為律法上記著,亞伯拉罕有兩個兒子,一個是使女生的,一個是自主之婦人生的。」
'Tell me, you who read the law, do you not hear the law? For it is written that Abraham had two sons, one by the bondwoman and one by the free woman.'
1:2533
Ἀλλ' μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας
「然而那使女所生的是按著血氣生的,那自主之婦人所生的是憑著應許生的。」
'But the one by the bondwoman was born according to the flesh, while the one by the free woman through the promise.'
1:2534
Ἅτινά ἐστιν ἀλληγο ρούμενα·
「這都是寓意的;
'Which things are allegorized;
1:2535
αὗται γάρ εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἄγαρ·
因這兩個婦人就是兩約:一約是出於西奈山,生子為奴的,就是夏甲。
for these are two covenants, the one from Mount Sinai, bearing children unto bondage, which is Hagar;
1:2536
δ' ἄνω, φησίν, Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν
他說:「但那在上的耶路撒冷是自主的,她是我們眾人的母。」
But the Jerusalem above,' he says, 'is free, which is the mother of us all.'
1:2537
δὲ βουλόμενος λαβεῖν τὴν πρὸς Γαλάτας ἐπιστολὴν εἴσεται, τίνα τρόπον ἠλληγόρηται τὰ κατὰ τοὺς γάμους καὶ τὰς μίξεις τῶν θεραπαινίδων, βουλο μένου τοῦ λόγου καὶ ἡμᾶς οὐ τὰς σωματικὰς νομιζομένας πράξεις ζηλοῦν τῶν ταῦτα πεποιηκότων ἀλλ' ὡς καλεῖν εἰώθασιν οἱ τοῦ Ἰησοῦ ἀπόστολοι, τὰς πνευματικάς
凡願意取讀《加拉太書》的,必能明白關於婚姻和使女之結合的事是如何被作寓意解釋的;這道願我們所效法的,不是行這些事之人那被視為屬肉體的行為,而是耶穌的使徒所慣稱的屬靈之事。
And whoever wishes to take up the Epistle to the Galatians will learn in what manner the matters concerning the marriages and the unions of the handmaids have been allegorized, the Word wishing that we too should emulate, not the deeds reckoned as bodily of those who did these things, but, as the apostles of Jesus are accustomed to call them, the spiritual ones.
1:2538
Δέον δ' αὐτὸν τὸ φιλάληθες τῶν ἀναγραψάντων τὰς θείας γραφὰς ἀποδεξάμενον, μὴ κρυψάντων καὶ τὰ ἀπεμ φαίνοντα, προσαχθῆναι καὶ περὶ τῶν λοιπῶν καὶ παραδοξο τέρων ὡς οὐ πεπλασμένων, δὲ τοὐναντίον πεποίηκε καὶ τὰ περὶ τὸν Λὼτ καὶ τὰς θυγατέρας, οὔτε κατὰ τὸ ῥητὸν ἐξετάσας οὔτε κατὰ τὴν ἀναγωγὴν ἐρευνήσας, τῶν Θυεστείων εἶπε κακῶν ἀνομώτερα
他理當因記載聖經之人對真理的熱愛而接納他們——他們連看似不雅之事也不隱瞞——並進而把其餘乃至更為駭異之事也視為並非虛構;他卻反其道而行,對於羅得和他女兒的事——既不按字面考查,也不按高層意義探究——竟稱之為比堤厄斯忒斯之惡更不法。
But he ought, having accepted the love of truth of those who recorded the divine Scriptures—who did not conceal even the things that appear unseemly—to have been led on, concerning the rest and the more paradoxical matters as well, to regard them as not fabricated; yet he did the opposite, and called the matters concerning Lot and his daughters—neither examining them according to the letter nor searching them out according to the higher meaning—more lawless than the evils of Thyestes.
1:2539
Τὰ μὲν οὖν τῆς κατὰ τὸν τόπον τροπολογίας οὐκ ἀναγκαῖον νῦν λέγειν, τίνα τε τὰ Σόδομα, καὶ τίς πρὸς τὸν ἐκεῖθεν διασῳζόμενον τῶν ἀγγέλων λόγος, φασκόντων·
至於這段經文喻意解釋的內容,如今無需陳述——所多瑪是甚麼,天使對那從那裡得救之人所說的話是甚麼,那話說:
Now the matters of the figurative interpretation of this passage it is not necessary now to state—what Sodom is, and what is the word spoken by the angels to him who was being saved from there, who said:
1:2540
Μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ·
「不要回頭看,也不要在全平原站住;
'Do not look behind you, nor stand in all the surrounding country;
1:2541
εἰς τὸ ὄρος σῴζου, μή ποτε συμπαραληφθῇς, καὶ τίς Λώτ, τίς τε γυνὴ αὐτοῦ, γενομένη στήλη ἁλὸς διὰ τὸ ἐστράφθαι εἰς τοὐπίσω, καὶ τίνες αἱ θυγατέρες αὐτοῦ, καταμεθύσκουσαι τὸν πατέρα, ἵνα γένωνται ἐξ αὐτοῦ μητέρες·
要往山上逃跑,免得你被剿滅」——羅得是誰,他的妻子是誰(她因回頭看而變成了一根鹽柱),他的女兒們又是誰(她們灌醉父親,好從他得以為母);
flee to the mountain, lest you be swept away'—and who Lot is, and who his wife is, who became a pillar of salt because she turned back, and who his daughters are, who made their father drunk that they might become mothers from him;
1:2542
φέρε δὲ τὰ τῆς κατὰ τὴν ἱστορίαν ἀπεμφάσεως δι' ὀλίγων παραμυθησώμεθα
但來吧,讓我們就字面歷史中那看似不雅之處,略作辯解寬慰。
but come, let us briefly offer some consolation concerning the apparent unseemliness in the literal history.
1:2543
Τὴν τῶν ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων ἐζήτησαν καὶ Ἕλληνες φύσιν·
希臘人也曾探究善、惡與「中性無別之事」的本質;
The Greeks too inquired into the nature of goods and evils and things indifferent;
1:2544
καὶ οἱ ἐπιτυγχάνοντές γε αὐτῶν τὰ μὲν ἀγαθὰ καὶ κακὰ τίθενται ἐν προαιρέσει μόνῃ, πάντα δὲ ἀδιάφορα τῷ ἰδίῳ λόγῳ φασὶν εἶναι τὰ χωρὶς προαιρέσεως ἐξεταζόμενα·
他們當中切中要旨的人,把善惡單單置於「抉擇」之中,並說凡離開抉擇而考查的事,按其本身的定義都是中性無別的;
and those of them who hit the mark place goods and evils in choice alone, and say that all things examined apart from choice are, by their own definition, indifferent;
1:2545
τὴν δὲ προαίρεσιν τούτοις χρωμένην δεόντως μὲν ἐπαινετὴν εἶναι, οὐ δεόντως δὲ ψεκτήν
又說,抉擇若正確地運用這些事便當受稱讚,若不正確地運用便當受責備。
and that choice, using these things rightly, is praiseworthy, but using them wrongly, is blameworthy.
1:2546
Εἶπον οὖν ἐν τῷ περὶ ἀδιαφόρων τόπῳ ὅτι τῷ ἰδίῳ λόγῳ θυγατράσι μίγνυσθαι ἀδιάφορόν ἐστιν, εἰ καὶ μὴ χρὴ ἐν ταῖς καθεστώσαις πολιτείαις τὸ τοιοῦτον ποιεῖν
於是我在論及「中性無別之事」的篇章中曾說過:與自己的女兒結合,按其本身的定義是中性無別的事,縱然在已建立的政體中不當行這樣的事。
I have said, then, in the discussion concerning things indifferent, that to unite with one's daughters is, by its own definition, an indifferent thing, even though one ought not to do such a thing in established commonwealths.
1:2547
Καὶ ὑποθέσεως χάριν πρὸς παράστασιν τοῦ ἀδιάφορον εἶναι τὸ τοιοῦτον παρειλήφασι τὸν σοφὸν μετὰ τῆς θυγατρὸς μόνης καταλελειμμένον, παντὸς τοῦ τῶν ἀνθρώπων γένους διεφθαρμένου, καὶ ζητοῦσιν εἰ καθηκόντως πατὴρ συνελεύσεται τῇ θυγατρὶ ὑπὲρ τοῦ μὴ ἀπολέσθαι κατ' αὐτὴν τὴν ὑπόθεσιν τὸ πᾶν τῶν ἀνθρώπων γένος
並且為了舉例說明這事是中性無別的,他們設想:當全人類都已滅亡,惟有那智者與他獨一的女兒存留,便探問父親是否該合宜地與女兒結合,免得在那假設情形下,全人類藉她而滅絕。
And for the sake of an illustration, to establish that such a thing is indifferent, they have taken the case of the wise man left alone with his only daughter, the whole human race having perished, and they inquire whether the father will fittingly unite with his daughter, in order that, on that hypothesis, the whole human race might not perish through her.
1:2548
Ἆρ' οὖν παρὰ μὲν Ἕλλησιν ὑγιῶς ταῦτα λέγεται, καὶ οὐκ εὐκαταφρόνητος αὐτοῖς αἵρεσις τῶν Στωϊκῶν συνα γορεύει·
那麼,這些話在希臘人中間算是說得有理,連那不容輕視的斯多亞學派也予以支持;
Are these things, then, soundly said among the Greeks, and does the not-to-be-despised school of the Stoics advocate them;
1:2549
ἐπὰν δὲ κόρια, περὶ ἐκπυρώσεως τοῦ κόσμου μεμαθηκότα οὐ τετρανωκότα δέ, ἰδόντα πῦρ διειληφὸς τὴν πόλιν αὐτῶν καὶ τὴν χώραν, ὑπολαμβάνοντα ζώπυρον τοῦ γένους τῶν ἀνθρώπων καταλελεῖφθαι ἐν τῷ πατρὶ καὶ αὐταῖς, βουληθῇ διὰ τὴν τοιανδὶ ὑπόληψιν συστήσασθαι τὸν κόσμον, ἐλάττονα ἔσται τοῦ κατὰ τὴν τῶν Στωϊκῶν ὑπόθεσιν σοφοῦ, καθηκόντως ἐν τῇ φθορᾷ τῶν πάντων ἀνθρώπων μιγνυμένου ταῖς θυγατράσιν; Οὐκ ἀγνοῶ δ' ὅτι προσκό ψαντές τινες τῷ βουλήματι τῶν τοῦ Λὼτ θυγατέρων καὶ ἀνόσιον τὸ ἔργον εἶναι ὑπειλήφασι καὶ ὡς ἐξ ἀνοσίων μίξεων εἰρήκασι γεγονέναι ἔθνη ἐπάρατα, τὸ Μωαβιτῶν καὶ τὸ Ἀμμανιτῶν
但當羅得的女兒們——她們聽過卻未透徹領會關於世界大火的學說,又見火吞滅了她們的城和地,便以為人類的活種僅存於她們的父親和她們自己身上——出於這樣的想法而願意重建世界時,難道就該被視為比斯多亞假設中那位在全人類毀滅時合宜地與女兒結合的智者更不如嗎?然而我並非不知,有些人因羅得女兒的用心而生反感,認定此事不潔,並說從這不潔的結合中興起了受咒詛的民族,就是摩押人和亞捫人。
but when daughters, having learned but not clearly grasped the doctrine concerning the conflagration of the world, and seeing fire that had consumed their city and country, supposing that a living seed of the human race had been left in their father and themselves, should wish, on account of such a supposition, to refound the world—are they to be reckoned inferior to the wise man of the Stoic hypothesis, who fittingly unites with his daughters in the destruction of all men? Yet I am not unaware that some, taking offense at the intention of Lot's daughters, have supposed the deed to be unholy, and have said that from unholy unions there arose accursed nations, that of the Moabites and that of the Ammonites.
1:2550
Καὶ ἀληθῶς γε οὐχ εὑρίσκεται θεία γραφὴ σαφῶς παραδεξαμένη ὡς καλῶς γεγενημένον τὸ τοιοῦτον αἰτιασαμένη καὶ μεμψαμένη·
事實上,聖經並未被發現明確認可此事為善行,也未指控或責備它;
And in truth the divine Scripture is not found clearly approving such a thing as having been well done, nor charging and blaming it;
1:2551
πλὴν ὅπως ποτὲ ἔχει τὸ γενόμενον, ἀνάγεται μὲν ἐπὶ τροπολογίαν ἔχει δέ τινα καὶ καθ' αὑτὸ ἀπολογίαν
無論這事本身如何,它既可作喻意解釋,本身也有某種辯解的餘地。
however the deed may stand, it is referred to figurative interpretation, yet has also some defense in its own right.
1:2552
Παραρρίπτει δ' Κέλσος τὴν ἀπέχθειαν, οἶμαι τοῦ Ἠσαῦ πρὸς τὸν Ἰακώβ, ἀνδρὸς κατὰ τὴν γραφὴν ὁμολογουμένου φαύλου·
瑟蘇斯又拋出「仇恨」一事——我想是指以掃對雅各的恨,以掃乃是聖經所公認的卑劣之人;
And Celsus casts out the hatred—I suppose, of Esau toward Jacob, a man acknowledged by the Scripture to be base;
1:2553
καὶ μὴ σαφῶς ἐκτιθέμενος τὰ περὶ τὸν Συμεὼν καὶ τὸν Λευΐ, ἐπεξελθόντας τῇ ὕβρει τῆς ἀδελφῆς, βιασθείσης ὑπὸ τοῦ υἱοῦ τοῦ βασιλέως Σικίμων, σφᾶς αἰτιᾶται·
他又不清楚地陳述關於西緬和利未的事——他們為被示劍王之子玷污的妹妹報了受辱之仇——卻反倒責備他們;
and, not clearly setting out the matters concerning Simeon and Levi, who avenged the outrage upon their sister, who had been violated by the son of the king of the Shechemites, he blames them;
1:2554
ἀδελφοὺς δὲ πωλοῦντας τοὺς υἱοὺς λέγει τοῦ Ἰακώβ, καὶ ἀδελφὸν πιπρασκόμενον τὸν Ἰωσήφ, καὶ πατέρα ἐξαπατώμενον τὸν Ἰακώβ, ἐπεὶ μηδὲν ὑπονοήσας περὶ τῶν υἱῶν ἐπιδεικνύντων τὸν ποικίλον χιτῶνα τοῦ Ἰωσὴφ ἀλλὰ πιστεύσας αὐτοῖς ἐπένθει ὡς ἀπολωλότα τὸν Ἰωσὴφ ἐν Αἰγύπτῳ δουλεύοντα
他又說有「弟兄賣人」,就是雅各的眾子,又有「弟兄被賣」,就是約瑟,又有「父親受欺」,就是雅各——雅各對眾子毫不起疑,當他們拿出約瑟那件彩衣時竟信了他們,便為約瑟哀悼如同死了,其實約瑟正在埃及為奴。
and he speaks of brothers selling, namely the sons of Jacob, and of a brother being sold, Joseph, and of a father being deceived, Jacob, since, suspecting nothing concerning his sons when they showed Joseph's many-colored coat but trusting them, he mourned for Joseph as dead, while he was serving as a slave in Egypt.
1:2555
Ὅρα δὲ τίνα τρόπον ἀπεχθῶς καὶ οὐ φιλαλήθως συνήγαγε τὰ ἀπὸ τῆς ἱστορίας Κέλσος·
但請看瑟蘇斯如何懷著敵意、毫無真理之愛地把歷史中的事拼湊在一起;
But observe in what manner Celsus, hostilely and not with love of truth, gathered together the things from history;
1:2556
ὥστε ὅπου μὲν ἐδόκει αὐτῷ κατηγορίαν περιέχειν ἱστορία, ἐκτίθεται αὐτήν, ὅπου δὲ σωφροσύνης ἀξιολόγου ἐπίδειξις γεγένηται, τοῦ Ἰωσὴφ οὐκ ἐνδόντος πρὸς τὸν ἔρωτα τῆς νομιζομένης δεσποίνης, πῇ μὲν παρακαλούσης πῇ δ' ἀπειλούσης, οὐδ' ὑπεμνήσθη τῆς ἱστορίας
以致凡他認為歷史中含有可指控之處的,他便陳列出來;但凡有值得稱道之自制的表現——如約瑟不向那自命為主母之婦人的情慾屈服,她時而懇求、時而威脅——他便對這段歷史隻字不提。
so that, where the history seemed to him to contain an accusation, he sets it out, but where there was a display of noteworthy self-control—Joseph not yielding to the lust of his supposed mistress, who at one time entreated, at another threatened—he made no mention at all of the history.
1:2557
Πολλῷ γὰρ κρείττονα τῶν κατὰ τὸν Βελλεροφόντην ἱστορουμένων ἴδοιμεν ἂν τὸν Ἰωσήφ, ἑλόμενον κατακλεισθῆναι ἐν φυλακῇ ἤπερ ἀπολέσθαι τὸν σώφρονα·
因為我們會看出約瑟遠勝於關於柏勒洛豐所記之事,他寧願被囚於監牢,也不肯捨棄自己的貞潔;
For we would see Joseph far better than the things recorded about Bellerophon, choosing to be shut up in prison rather than to forsake his chastity;
1:2558
δυνάμενος γοῦν ἀπολογή σασθαι καὶ δικαιολογήσασθαι πρὸς τὴν κατηγορήσασαν, μεγαλοψύχως ἀπεσιώπησε, τῷ θεῷ ἐπιτρέψας τὰ καθ' ἑαυτόν
無論如何,他雖能為自己申辯、向控告他的人陳明理由,卻寬宏大量地緘默不語,把自己的事交託給神。
at any rate, though able to defend himself and to plead his case against his accuser, he magnanimously kept silent, committing his affairs to God.
1:2559
Μετὰ ταῦτα Κέλσος ὁσίας ἕνεκεν μετὰ πάσης ἀσαφείας ὑπομιμνήσκεται τῶν ὀνειράτων τοῦ ἀρχιοινοχόου καὶ τοῦ ἀρχισιτοποιοῦ καὶ τοῦ Φαραὼ καὶ τῆς λύσεως αὐτῶν, ἐξ ἧς προήχθη ἀπὸ τῆς φυλακῆς ἐπὶ τὸ ἐμπιστευθῆναι ὑπὸ τοῦ Φαραὼ τὸν δεύτερον κατ' Αἰγυπτίων θρόνον Ἰωσήφ
在此之後,瑟蘇斯為著體面,極其含糊地提到酒政長、膳長和法老的夢,以及這些夢的解釋——約瑟正是藉此從監牢中被提拔,受法老所託,居於統治埃及人的第二位。
After this Celsus, for decency's sake, with all obscurity recalls the dreams of the chief cupbearer and the chief baker and of Pharaoh, and their interpretation, by which Joseph was brought up from prison to be entrusted by Pharaoh with the second throne over the Egyptians.
1:2560
Τί οὖν ἄτοπον εἶχεν λόγος τῆς ἱστορίας καὶ καθ' ἑαυτόν, ὅτι αὐτὰ ἔθηκεν ἐν μέρει κατηγορίας ἀληθῆ λόγον ἐπιγράψας τὸν οὐ δόγματα ἐκτιθέμενον ἀλλὰ Χριστιανῶν καὶ Ἰουδαίων κατηγορήσαντα; Καὶ τοῖς πωλήσασί γε ἀδελφοῖς λιμώττουσι καὶ σταλεῖσι κατ' ἐμπορίαν μετὰ τῶν ὄνων φησὶ χαριζόμενον τὸν πραθέντα πεποιηκέναιἃ οὐδὲ παρέστησεν Κέλσος
那麼,這段歷史的記載本身又有甚麼荒謬之處,竟使那位給自己著作題名為《真道》——不闡述教義,只控告基督徒和猶太人——的人,把這些事歸入指控之列呢?他還說那被賣的人施恩於他的弟兄,這些弟兄因饑荒、帶著驢前去貿易採買——這些事瑟蘇斯甚至都未能加以證實。
What absurdity, then, did the account of the history have, even in itself, that he who entitled his work 'A True Discourse'—not setting forth doctrines but accusing Christians and Jews—placed these things in the category of accusation? And he says that the one who had been sold did a favor to his brothers, who, being famished, had been sent on a trading errand with their asses—things which Celsus did not even establish.
1:2561
Καὶ τὸν ἀναγνωρισμὸν δὲ τίθησιν, οὐκ οἶδα τί βουλόμενος καὶ τί ἐμφαίνων ἄτοπον ἐκ τοῦ ἀναγνωρισμοῦ·
他又記下那相認的情節,我不知他用意為何,也不知他要從這相認中指出甚麼荒謬;
And he sets down the recognition scene too, I do not know with what purpose, nor what absurdity he is indicating from the recognition;
1:2562
οὐδὲ γάρ, ὡς ἔστιν εἰπεῖν, καὶ αὐτῷ τῷ Μώμῳ δυνατὸν ἦν τούτων εὐλόγως κατηγορεῖν, καὶ χωρὶς τῆς τροπολογίας ἐχόντων πολὺ τὸ ἀγωγόν
因為可以說,連挑剔之神摩摩斯自己,也無法合理地指控這些事——這些事縱然撇開喻意解釋,本身也大有引人入勝之處。
for not even Momus himself, so to speak, could reasonably bring an accusation against these things, which, even apart from figurative interpretation, have much that is attractive.
1:2563
Τίθησι δὲ καὶ τὸν εἰς δοῦλον πραθέντα Ἰωσὴφ ἐλευθερούμενον καὶ μετὰ πομπῆς ἐπανιόντα πρὸς τὸν τοῦ πατρὸς τάφον καὶ νομίζει κατηγορίαν περιέχειν τὸν λόγον εἰπὼν τό·
他又記下約瑟被賣為奴、後得釋放、並帶著儀仗隊伍回到父親墳前的事,並以為這記載含有指控,說:
And he sets down also Joseph, sold as a slave, being set free and returning with a procession to his father's tomb, and he supposes that the account contains an accusation, saying:
1:2564
Ὑφ' οὗδῆλον δ' ὅτι τοῦ Ἰωσήφτὸ λαμπρὸν καὶ θεσπέσιον Ἰουδαίων γένος, ἐπὶ πλῆθος ἐν Αἰγύπτῳ σπαρέν, ἔξω που παροικεῖν καὶ ποιμαίνειν ἐν τοῖς ἀτίμοις ἐκελεύσθη
「藉著他」——顯然是指約瑟——「那輝煌而蒙神眷顧的猶太族類,在埃及繁衍眾多,竟被吩咐去某處外地寄居,並在那些卑賤之地牧放牲畜。」
'By whom'—plainly meaning Joseph—'the splendid and god-favored race of the Jews, having been scattered in multitude in Egypt, was commanded to sojourn somewhere outside and to tend flocks in the despised places.'
1:2565
Καὶ προσέθηκεν ἀπὸ τῆς μισητικῆς ἑαυτοῦ προαιρέσεως τὸ ἐν ἀτίμοις αὐτοὺς κεκελεῦσθαι ποιμαίνειν, οὐ παραστήσας, πῶς Γεσὲμ Αἰγυπτίων νομὸς ἄτιμός ἐστι
他又出於自己那滿懷憎恨的心態,加上一句說他們被吩咐「在卑賤之地」牧放牲畜,卻並未說明歌珊——埃及的這一地區——何以是卑賤的。
And he added, out of his own hateful disposition, that they were commanded to tend flocks 'in despised places,' not establishing how Goshen, the district of the Egyptians, is despised.
1:2566
Τὴν δ' ἀπ' Αἰγύπτου ἔξοδον τοῦ λαοῦ φυγὴν ὠνόμασεν, οὐδὲ τὴν ἀρχὴν ὑπομνησθεὶς τῶν ἐν τῇ Ἐξόδῳ γεγραμμένων περὶ τῆς ἐξόδου τῶν Ἑβραίων ἐκ γῆς Αἰγύπτου
他又把百姓從埃及的出來稱為「逃亡」,根本不提《出埃及記》中關於希伯來人從埃及地出去所寫的事。
And the exodus of the people from Egypt he called a flight, not even recalling at all the things written in Exodus concerning the going forth of the Hebrews from the land of Egypt.
1:2567
Ἐξεθέμεθα δὲ καὶ ταῦτα, παραδεικνύντες ὅτι καὶ τὰ μηδὲ κατὰ τὸ ῥητὸν τοῦ κατηγορεῖσθαι φανέντα ἄξια ἔθηκεν ἐν μοίρᾳ κατηγορίας καὶ φλυαρίας Κέλσος, μὴ παραστήσας λόγῳ οἴεται μοχθηρὸν τῆς γραφῆς ἡμῶν
但我們也陳述了這些事,藉以顯明:瑟蘇斯連那些連按字面也顯然不值得指控之事,也歸入指控與胡言之列,卻並未以論證確立他所認為我們聖經中的敗壞之處。
But we have set out these things too, showing that Celsus placed even the things that appear, not even according to the letter, worthy of accusation, in the category of accusation and idle chatter, not establishing by argument what he supposes to be vicious in our Scripture.
1:2568
Εἶτα ὡς εἰς τὸ μισεῖν μόνον καὶ ἀπεχθάνεσθαι τῷ κατ' Ἰουδαίους καὶ Χριστιανοὺς λόγῳ ἑαυτὸν ἐπιδεδωκώς, φησὶν ὅτι καὶ Ἰουδαίων καὶ Χριστιανῶν οἱ ἐπιεικέστεροι ταῦτ' ἀλληγοροῦσι·
然後,他像一個全然委身於憎恨並仇視猶太人和基督徒所持之道的人,說連猶太人和基督徒中較通情達理的也把這些事作寓意解釋;
Then, as one who has given himself over only to hating and feeling enmity toward the doctrine held by Jews and Christians, he says that even the more reasonable of the Jews and Christians allegorize these things;
1:2569
λέγει δὲ αἰσχυνομένους ἐπὶ τούτοις καταφεύγειν ἐπὶ τὴν ἀλληγορίαν
他並說,他們因這些事感到羞愧,便逃避到寓意解釋裡去。
and he says that, being ashamed at these things, they take refuge in allegory.
1:2570
Εἴποι δ' ἄν τις πρὸς αὐτὸν ὅτι, εἴπερ αἰσχύνης ἄξια τὰ κατὰ τὴν πρώτην ἐκδοχὴν χρὴ λέγειν μύθων καὶ ἀναπλασμάτων, εἴτε δι' ὑπονοίας γεγραμ μένων εἴτε ἄλλως ὁπωσοῦν·
但人可以對他說:若按第一層解釋的事必須被稱為可羞之事,視之為神話和虛構——無論是藉隱意所寫,還是以其他任何方式所寫——
But one might say to him that, if the things according to the first interpretation must be called worthy of shame, as myths and fabrications—whether written through deeper meanings or in any other way whatsoever—
1:2571
ἐπὶ τίνων τοῦτο ἐπὶ τῶν ἑλληνικῶν χρὴ λέγειν ἱστοριῶν; Ἐν αἷς υἱοὶ θεοὶ πατέρας θεοὺς ἐκτέμνουσι καὶ πατέρες θεοὶ υἱοὺς θεοὺς καταπίνουσι, καὶ θεὰ μήτηρ ἀντιδίδωσιν υἱοῦ τῷ πατρὶ ἀνδρῶν τε θεῶν τε λίθον, καὶ πατὴρ θυγατρὶ μίγνυται, καὶ γυνὴ καταδεῖ τὸν ἄνδρα, συνεργοὺς εἰς τοὺς δεσμοὺς παραλαμ βάνουσα τὸν ἀδελφὸν τοῦ καταδουμένου καὶ τὴν θυγατέρα αὐτοῦ
若不該對希臘的故事這樣說,又該對甚麼說呢?在那些故事中,作神的兒子閹割作神的父親,作神的父親吞吃作神的兒子,一位母神拿一塊石頭代替兒子交給諸神與人之父,一位父親與自己的女兒結合,一位妻子捆綁丈夫,並拉攏被捆者的兄弟和他的女兒一同協助行此捆綁。
of which things ought this to be said, if not of the Greek histories? In which sons who are gods castrate fathers who are gods, and fathers who are gods devour sons who are gods, and a mother goddess gives to the father of men and gods a stone in place of a son, and a father unites with his daughter, and a wife binds fast her husband, taking as helpers for the bonds the brother of him who is bound and his daughter.
1:2572
καταλέγειν τὰς περὶ θεῶν ἀτόπους Ἑλλήνων ἱστορίας, αἰσχύνης αὐτόθεν ἀξίας καὶ ἀλληγορου μένας; Ὅπου γε Σολεὺς Χρύσιππος, τὴν Στοὰν τῶν φιλοσόφων πολλοῖς συγγράμμασι συνετοῖς κεκοσμηκέναι νομιζόμενος, παρερμηνεύει γραφὴν τὴν ἐν Σάμῳ, ἐν ἀρρητοποιοῦσα Ἥρα τὸν Δία ἐγέγραπτο
何必細數那些關於諸神的荒誕希臘故事呢?它們從一開始就可羞,即便作寓意解釋亦然。看哪,索利的克律西波斯——人以為他用許多精深的著作為哲學家的廊柱學派增添了光彩——竟對薩摩斯那幅畫作出邪僻的解釋,畫中赫拉被描繪成對宙斯行著一件不可言說之事。
Why need one recount the absurd Greek histories concerning the gods, worthy of shame from the outset even when allegorized? Seeing that Chrysippus of Soli, who is thought to have adorned the Stoa of the philosophers with many learned writings, gives a perverse interpretation of the painting in Samos, in which Hera was depicted performing an unspeakable act upon Zeus.
1:2573
Λέγει γὰρ ἐν τοῖς ἑαυτοῦ συγγράμμασιν σεμνὸς φιλόσοφος ὅτι τοὺς σπερματικοὺς λόγους τοῦ θεοῦ ὕλη παραδεξαμένη ἔχει ἐν ἑαυτῇ εἰς κατακόσμησιν τῶν ὅλων
因為這位莊嚴的哲學家在他自己的著作中說,物質既領受了神那「生發萬物之理(種子之道)」,便將它們存在自身之內,用以整飭萬有。
For this venerable philosopher says in his own writings that matter, having received the seminal principles (logoi) of God, holds them within itself for the ordering of the universe.
1:2574
Ὕλη γὰρ ἐν τῇ κατὰ τὴν Σάμον γραφῇ Ἥρα καὶ θεὸς Ζεύς
因為在薩摩斯那幅畫中,物質就是赫拉,而神就是宙斯。
For matter is, in the painting in Samos, Hera, and the god is Zeus.
1:2575
Καὶ διὰ ταῦτα δὴ ἡμεῖς καὶ διὰ τοὺς τοιούτους μύθους καὶ ἄλλους μυρίους οὐδὲ μέχρι ὀνόματος θέλομεν Δία καλεῖν τὸν ἐπὶ πᾶσι θεὸν οὐδ' Ἀπόλλωνα τὸν ἥλιον οὐδ' Ἄρτεμιν τὴν σελήνην·
正因這些緣故,並因這類神話以及無數其他的緣故,我們連用其名都不願——不肯把那超乎萬有的神稱為「宙斯」,不肯把太陽稱為「阿波羅」,也不肯把月亮稱為「亞底米」;
And on account of these things, indeed, and on account of such myths and countless others, we are unwilling, even so far as the name, to call the God who is over all 'Zeus,' nor the sun 'Apollo,' nor the moon 'Artemis';
1:2576
ἀλλὰ καθαρὰν εὐσέβειαν εἰς τὸν δημιουργὸν ἀσκοῦντες καὶ τὰ καλὰ αὐτοῦ δημιουργήματα εὐφημοῦντες οὐδὲ μέχρι ὀνόματος χραίνομεν τὰ θεῖα, ἀποδεχόμενοι τοῦ Πλάτωνος τὸν ἐν Φιλήβῳ λόγον, μὴ βουληθέντος τὴν ἡδονὴν παραδέ ξασθαι θεόν
我們乃是向那造物主持守純全的敬虔,並稱頌祂美好的造物,連用其名也不玷污聖物,並接納柏拉圖在《斐勒布篇》中的話,他不肯承認快樂是一位神。
but practicing pure piety toward the Creator and speaking well of His fair works, we do not defile the divine even so far as the name, accepting Plato's statement in the Philebus, who was unwilling to admit pleasure to be a god.
1:2577
Τὸ γὰρ ἐμόν, φησί, δέος, Πρώταρχε, περὶ τὰ τῶν θεῶν ὀνόματα τοιόνδε ἐστίν
他說:「普羅塔庫斯啊,我對於諸神之名所懷的敬畏,正是這樣的。」
'For my reverence, O Protarchus,' he says, 'concerning the names of the gods is of this sort.'
1:2578
Ἡμεῖς οὖν ἀληθῶς ἔχομεν δέος περὶ τὸ ὄνομα τοῦ θεοῦ καὶ τῶν καλῶν αὐτοῦ δημιουργημάτων, ὡς μηδὲ προφάσει τροπο λογίας μῦθόν τινα παραδέξασθαι ἐπὶ βλάβῃ τῶν νέων
因此我們對於神的名和祂美好的造物確懷敬畏,以致連藉著喻意解釋為托辭,也不肯接納任何足以傷害青年的神話。
We, then, truly have reverence concerning the name of God and His fair works, so as not, even on the pretext of figurative interpretation, to admit any myth to the hurt of the young.
1:2579
Εἰ δ' ἀδεκάστως ἀνεγνώκει τὴν γραφὴν Κέλσος, οὐκ ἂν εἶπεν οὐχ οἷα ἀλληγορίαν ἐπιδέχεσθαι εἶναι τὰ γράμματα ἡμῶν
但瑟蘇斯若曾不存偏見地讀過聖經,就不會說我們的著作不能容受寓意解釋了。
But if Celsus had read the Scripture without bias, he would not have said that our writings are not such as to admit allegory.
1:2580
Ἀπὸ γὰρ τῶν προφητειῶν, ἐν αἷς τὰ ἀπὸ τῆς ἱστορίας γέγραπται, οὐχ ὡς ἀπὸ τῆς ἱστορίας ἔστι προσαχθῆναι καὶ ταῖς ἱστορίαις ὡς σκοπῷ τροπολογίας γεγραμμέναις καὶ σοφώτατα οἰκονομηθείσαις, ἐστοχασμένως τοῦ τε πλήθους τῶν ἁπλούστερον πιστευόντων καὶ τῶν ὀλίγων μετὰ συνέσεως ἐξετάζειν τὰ πράγματα βουλομένων καὶ δυναμένων
因為從那些記載歷史之事的預言中,可以被引導向前,不是把它們僅當作歷史,而是把這些歷史也看作是以喻意解釋為目的而寫、且極其智慧地安排的——它們既顧及那較單純相信的大眾,也顧及那少數願意、或能夠以悟性考查事物的人。
For from the prophecies, in which the things from history are written, it is possible to be led on, not as from mere history, but to take the histories also as written with figurative interpretation as their aim and most wisely arranged, having aimed both at the multitude of those who believe more simply and at the few who wish—or are able—to examine matters with understanding.
1:2581
Καὶ εἰ μὲν οἱ σήμερον νομιζόμενοι κατὰ Κέλσον ἐπιεικεῖς ἀπὸ Ἰουδαίων καὶ Χριστιανῶν ἠλληγόρουν τὰ γεγραμμένα, τάχα ἂν πιθανόν τι λέγειν ὑπενοεῖτο Κέλσος·
倘若照瑟蘇斯所言,惟有今日猶太人和基督徒中那些被視為「通情達理」的人才把這些經文作寓意解釋,瑟蘇斯或許還能被認為說得有些道理;
And if those reckoned today as 'reasonable,' according to Celsus, from among Jews and Christians, allegorized the writings, perhaps Celsus might be suspected of saying something plausible;
1:2582
ἐπεὶ δ' αὐτοὶ οἱ πατέρες τῶν δογμάτων καὶ συγγραφεῖς τὰ τοιαῦτα τροπολογοῦσι, τί ἐστιν ἄλλο ὑπονοῆσαι ὅτι οὕτως ἐγράφη, ὥστε τροπολογεῖσθαι αὐτὰ κατὰ τὸν προηγούμενον νοῦν; Ὀλίγα δ' ἀπὸ πάνυ πολλῶν παραθησόμεθα πρὸς τὸ δεῖξαι ὅτι μάτην συκοφαντεῖ τοὺς λόγους Κέλσος ὡς οὐχ οἵους τε ἐπιδέξασθαι ἀλληγορίαν
但既然這些教義的先父和作者本身就把這類事作喻意解釋,那除了說它們本就是按其首要含義、為要被作喻意解釋而寫的之外,還能怎樣設想呢?我們要從極多之中舉出少數,藉以顯明瑟蘇斯枉然毀謗這些著作,說它們不能容受寓意解釋。
but since the very fathers of the doctrines and the writers themselves figuratively interpret such things, what else is to be supposed than that they were written so as to be figuratively interpreted according to the primary meaning? And we shall set forth a few out of very many, in order to show that Celsus vainly slanders the writings as not such as to admit allegory.
1:2583
Φησὶ δὴ τοῦ Ἰησοῦ ἀπόστολος Παῦλος·
如今耶穌的使徒保羅說:
Now Paul, the apostle of Jesus, says:
1:2584
Μὴ τῶν βοῶν μέλει τῷ θεῷ;Ἢ δι' ἡμᾶς πάντως λέγει; Δι' ἡμᾶς γὰρ ἐγράφη ὅτι ὀφείλει ἐπ' ἐλπίδι ἀροτριῶν ἀροτριᾶν, καὶ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν. Καὶ ἀλλαχοῦ φησιν αὐτός·
「難道神所掛念的是牛嗎?這話豈不全是為我們說的嗎?分明是為我們寫的,因為耕種的當存著指望去耕種,打場的也當存著分享的指望去打場。」這同一位在別處又說:
'Is it for the oxen that God cares? Or does He say it altogether for our sake? For it was written for our sake, that he who plows ought to plow in hope, and he who threshes, in hope of partaking.' And elsewhere the same one says:
1:2585
Γέγραπται γὰρ ὅτι ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
「因為經上記著說:『為這個緣故,人要離開父母,與妻子連合,二人成為一體。』」
'For it is written, For this reason a man shall leave his father and mother and shall be joined to his wife, and the two shall be one flesh.'
1:2586
Τὸ μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν·
「這是極大的奧祕,但我是指著基督和教會說的。」
'This mystery is great, but I speak concerning Christ and concerning the church.'
1:2587
Οἴδαμεν δ' ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ. Εἶθ' ἑρμηνεύων τὴν περὶ τοῦ μάννα ἱστορίαν καὶ τὴν περὶ τοῦ ὕδατος ἐκ πέτρας ἐξεληλυθέναι ἀναγεγραμμένου παραδόξως τοιαῦτα λέγει·
「我們知道,我們的列祖從前都在雲下,都從海中經過,都在雲裡海裡受洗歸了摩西。」接著,他解釋關於嗎哪的歷史,以及關於那記載為奇妙地從磐石流出之水的歷史,說了這樣的話:
'And we know that all our fathers were under the cloud, and all passed through the sea, and all were baptized into Moses in the cloud and in the sea.' Then, interpreting the history concerning the manna, and that concerning the water recorded as having come forth marvelously from the rock, he says such things:
1:2588
Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα·
「並且都吃了一樣的靈食,都喝了一樣的靈水;
'And all ate the same spiritual food, and all drank the same spiritual drink;
1:2589
ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, δὲ πέτρα ἦν Χριστός. Παριστὰς δὲ Ἀσὰφ ὅτι προβλήματα καὶ παραβολαί εἰσιν αἱ κατὰ τὴν Ἔξοδον ἱστορίαι καὶ τοὺς Ἀριθμούς, ὡς ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν γέγραπται, μέλλων αὐτῶν ὑπομιμνήσ κεσθαι τοῦτον προοιμιάζεται τὸν τρόπον·
因為他們喝的是那隨著他們的靈磐石所流出的水,那磐石就是基督。」亞薩闡明《出埃及記》和《民數記》中的歷史乃是謎題和比喻,正如《詩篇》一書所載,他在將要追述這些事之前,這樣作了開場白:
for they drank of a spiritual rock that followed them, and the rock was Christ.' And Asaph, setting forth that the histories in Exodus and Numbers are problems and parables, as is written in the book of Psalms, when about to recall them, prefaces in this manner:
1:2590
Προσέχετε λαός μου τῷ νόμῳ μου, κλίνατε τὸ οὖς ὑμῶν εἰς τὰ ῥήματα τοῦ στόματός μου
「我的民哪,你們要留心聽我的訓誨,側耳聽我口中的話。
'Give heed, my people, to my law; incline your ear to the words of my mouth.'
1:2591
Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, φθέγξομαι προβλήματα ἀπ' ἀρχῆς, ὅσα ἠκούσαμεν καὶ ἔγνωμεν αὐτά, καὶ οἱ πατέρες ἡμῶν διηγήσαντο ἡμῖν. . Ἀλλὰ καὶ εἴπερ Μωϋσέως νόμος μηδὲν εἶχεν ἐγγεγραμμένον δι' ὑπονοιῶν δηλούμενον, οὐκ ἂν προφήτης εὐχόμενος ἔλεγε τῷ θεῷ·
我要開口說比喻,我要說出古時的謎題,是我們所聽見、所知道、我們的列祖告訴我們的。」事實上,倘若摩西的律法中沒有任何藉隱意所表明而寫下的東西,那先知在禱告時就不會對神說:
'I will open my mouth in parables; I will utter problems from of old, things that we have heard and known, and that our fathers have told us.' But indeed, even if the law of Moses had nothing written that was signified through deeper meanings, the prophet, praying, would not have said to God:
1:2592
ἀναγινωσκόντων καὶ μὴ συνιέντων τὰ τροπολογούμενα ἐπικείμενον·
……(那帕子)蒙在那些讀卻不明白其中喻意之事的人身上;
...lying upon those who read and do not understand the things figuratively interpreted;
1:2593
ὅπερ κάλυμμα περιαιρεῖται τοῦ θεοῦ δωρουμένου, ἐπὰν ἐπακούσῃ τῷ παρ' ἑαυτὸν πάντα ποιήσαντι καὶ διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γυμνάσαντι πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ καὶ ἐν τῇ εὐχῇ συνεχέστατα φήσαντι·
這帕子在神所賜恩之時被除去,就是當祂垂聽那已盡了自己一切本分、並藉著操練使心竅習練得通達、能分辨善惡,又在禱告中極其不住地說以下這話之人時:
which veil is taken away when God grants it, whenever He hearkens to the one who has done all that lay in his own power and who, through habit, has exercised his faculties of perception unto the discernment of good and evil, and who in prayer most continually says:
1:2594
Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. Τίς δ' ἀναγινώσκων δράκοντα ἐν τῷ αἰγυπτίῳ ποταμῷ ζῶντα καὶ τοὺς ἰχθύας ἐμφωλεύοντας αὐτοῦ ταῖς φολίσιν ἀπὸ τῶν προχωρη μάτων τοῦ Φαραὼ πληρούμενα τὰ Αἰγύπτου ὄρη, οὐ προάγεται αὐτόθεν πρὸς τὸ ζητῆσαι, τίς τοσούτων δυσωδῶν προχωρημάτων αὐτοῦ πληρῶν τὰ Αἰγυπτίων ὄρη καὶ τίνα τὰ τῶν Αἰγυπτίων ὄρη καὶ τίνες οἱ ἐν Αἰγύπτῳ ποταμοί, περὶ ὧν αὐχῶν λέγει προειρημένος Φαραώ·
「求你開我的眼睛,使我看出你律法中的奇妙。」誰讀到那住在埃及河中的龍,和那藏匿在他鱗甲中的魚,或讀到埃及的群山被法老的穢物所充滿,會不立時被激動去探問:是誰用他那麼多惡臭的穢物填滿埃及人的群山?埃及人的群山是甚麼?埃及的眾河又是甚麼?關於這些,前述的法老誇口說:
'Open my eyes, and I will behold the wondrous things out of Your law.' And who, reading of a dragon living in the Egyptian river, and of the fish lurking in his scales, or of the mountains of Egypt being filled from the excrements of Pharaoh, is not at once moved to inquire who it is that fills the mountains of the Egyptians with so many foul excrements of his, and what the mountains of the Egyptians are, and what the rivers in Egypt are, concerning which the aforesaid Pharaoh boastfully says:
1:2595
Ἐμοί εἰσιν οἱ ποταμοί, καὶ ἐγὼ ἐποίησα αὐτούς, καὶ τίς ἀνάλογον τοῖς ἀποδειχθησομένοις ἀπὸ τῆς ἑρμηνείας ποταμοῖς δράκων καὶ τίνες οἱ ἐν ταῖς φολίσιν αὐτοῦ ἰχθύες; Καὶ τί με δεῖ ἐπὶ πλέον κατασκευάζειν τὰ μὴ δεόμενα κατασκευῆς, ἐφ' οἷς λέγεται τὸ Τίς σοφὸς καὶ συνήσει ταῦτα;Ἢ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; Ἐπὶ πλεῖον δ' ἐξέτεινα τὸν λόγον βουλόμενος παραστῆσαι μὴ ὑγιῶς εἰρῆσθαι τῷ Κέλσῳ ὅτι οἱ ἐπιεικέστεροι Ἰουδαίων καὶ Χριστιανῶν πειρῶνταί πως ἀλληγορεῖν αὐτά, ἔστι δ' οὐχ οἷα ἀλληγορίαν ἐπιδέχεσθαί τινα ἀλλ' ἄντικρυς εὐηθέστατα μεμυθολόγηται
「這河是我的,是我為自己造的」——又有那與將從釋義中顯明之眾河相對應的龍是甚麼?牠鱗甲中的魚又是甚麼?我何必再多費言辭去詳述那無需詳述的事呢?關於這些,經上說:「誰是智慧人,可以明白這些事?誰是通達人,可以知道這些事?」我把這番話延伸得更長,是想確立:瑟蘇斯說「猶太人和基督徒中較通情達理的設法以某種方式把這些事作寓意解釋,但這些事不能容受任何寓意,乃是極其幼稚地被編成神話的」這話並不正確。
'The rivers are mine, and I made them'—and what is the dragon, corresponding to the rivers to be shown forth from the interpretation, and what are the fish in his scales? And what need have I to elaborate further on things that need no elaboration, concerning which is said: 'Who is wise, and shall understand these things? Or prudent, and shall know them?' And I have extended the discourse at greater length, wishing to establish that it was not soundly said by Celsus that 'the more reasonable of the Jews and Christians try somehow to allegorize these things, but they are not such as to admit any allegory, but have been quite ingenuously mythologized.'
1:2596
Πολλῷ γὰρ μᾶλλον τὰ Ἑλλήνων οὐ μόνον εὐηθέστατα ἀλλὰ καὶ ἀσεβέστατα μεμυθολόγηται
因為希臘人的事被編成神話,不僅遠為愚拙,也遠為褻瀆。
For far more are the things of the Greeks mythologized not only most foolishly but also most impiously.
1:2597
Τὰ γὰρ ἡμέτερα ἐστόχασται καὶ τοῦ πλήθους τῶν ἁπλουστέρων, ὅπερ οἱ τὰ ἑλληνικὰ πλάσματα ποιήσαντες οὐκ ἐφυλάξαντο
因為我們的著作也顧及了那較單純的大眾,這是那些製造希臘虛構之說的人所未曾顧及的。
For our things have aimed also at the multitude of the simpler sort, which those who made the Greek fabrications did not guard against.
1:2598
Διόπερ οὐκ ἀχαρίστως Πλάτων ἐκβάλλει τῆς ἑαυτοῦ πολιτείας τοὺς τοιουσδὶ μύθους καὶ τὰ τοιαδὶ ποιήματα
因此,柏拉圖把這類神話和這類詩篇逐出自己的理想國,並非沒有充分的理由。
Therefore not without good reason does Plato cast out of his own republic such myths and such poems.
1:2599
Δοκεῖ δέ μοι καὶ ἀκηκοέναι ὅτι ἐστὶ συγγράμματα περιέχοντα τὰς τοῦ νόμου ἀλληγορίας, ἅπερ εἰ ἀνεγνώκει, οὐκ ἂν ἔλεγεν·
但在我看來,他甚至聽說過有些著作含有律法的寓意解釋;他若讀過這些,就不會說:
But it seems to me that he has even heard that there are writings containing the allegories of the law, which, had he read them, he would not have said:
← 上一段下一段 →
1