📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁瑟蘇斯

俄利根

駁瑟蘇斯 第 1 章 第 37/42 段

希臘文原文.141 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:5070–1:5210(全章共 5793 節)

← 上一段下一段 →
1:5070
Ὁρᾷς οὖν ὅτι τὸ ἓν εἶναι νομιζό μενον ἔργον, τῆς μοιχείας ἀποχή, παρὰ τὰς προθέσεις τῶν ἀπεχομένων οὐ ταὐτὸν ἀλλὰ διάφορον γίνεται·
由此你看出:那被視為單一行為的一件事,就是戒絕姦淫,按著那些戒絕之人的不同動機,便不再是同一回事,而成了不同的事;
You see, then, that the one thing reckoned to be a single act—abstinence from adultery—becomes, in view of the intentions of those who abstain, not the same but a different thing;
1:5071
γὰρ ἀπὸ ὑγιῶν δογμάτων ἀπὸ μοχθηρῶν καὶ ἀσεβεστάτων τῶν ἐν τῷ Ἐπικουρείῳ τῷ τοιῷδε ἰδιώτῃ
因為它或是出於健全的教義,或是出於那敗壞、極不虔的教義,例如伊壁鳩魯派中的那種,或是出於前面所描述的那種未受教育的人。
for it proceeds either from sound doctrines, or from the depraved and most impious doctrines such as those in the Epicurean, or from such an uneducated man as described.
1:5072
Ὥσπερ οὖν τὸ ἓν τοῦτο πρᾶγμα, τῆς μοιχείας ἀποχή, ἓν εἶναι δοκοῦσα πολλὰ ἁλίσκεται τυγχάνουσα παρὰ τὰ διάφορα δόγματα καὶ τὰς προθέσεις, οὕτως καὶ τῶν μὴ ἀνεχομένων παρὰ βωμοῖς καὶ ναοῖς καὶ ἀγάλμασι σέβειν τὸ θεῖον Σκύθαι μὲν Λιβύων οἱ Νομάδες Σῆρες οἱ ἄθεοι Πέρσαι ἀπὸ δογμάτων τοῦτο πράττουσιν ἄλλων, ὧν Χριστιανοὶ καὶ Ἰουδαῖοι οὐκ ἀνέχονται τῆς τοιαύτης ὑπολαμβανομένης εἰς τὸ θεῖον θεραπείας·
正如戒絕姦淫這一件事,看似是一件事,卻按著不同的教義和動機而被發現其實是許多件;照樣,在那些受不了在祭壇、廟宇和神像前敬拜神之人中間,斯基泰人、利比亞的游牧民族、無神的賽里斯人或波斯人之所以這樣行,乃是出於別樣的教義,與基督徒和猶太人之所以受不了這種據稱對神的事奉,並不相同;
Just as, then, this one matter—abstinence from adultery—though it seems to be one, is found to be many, occurring in accordance with differing doctrines and intentions, so also among those who cannot bear to worship the divine at altars and temples and images, the Scythians, or the nomads among the Libyans, or the godless Seres, or the Persians do this from doctrines other than those by reason of which Christians and Jews cannot bear such supposed service offered to the divine;
1:5073
οὐδεὶς < γὰρ> ἐκείνων διὰ τὸ ἐκκλίνειν καὶ κατασπᾶν καὶ κατάγειν τὴν περὶ τὸ θεῖον θρησκείαν ἐπὶ τὴν τοιαύτην ὕλην οὑτωσὶ ἐσχηματισμένην οὐκ ἀνέχεται βωμῶν καὶ ἀγαλμάτων οὐδὲ διὰ τὸ διειληφέναι περὶ δαιμόνων ὅτι τοιοῖσδε παρακαθέζονται σχήμασι καὶ χωρίοις, ἤτοι ὑπό τινων μαγγανειῶν κατακλη θέντες καὶ ἄλλως δυνηθέντες προκαταλαβεῖν ἑαυτοῖς τόπους, ἐν οἷς τῆς τῶν θυομένων ἀποφορᾶς λίχνως μεταλαμ βάνοντες παράνομον ἡδονὴν καὶ παρανόμους θηράσονται·
因為這些異教徒中沒有一個是因為避免、拒絕並貶低那對神聖之事的敬拜、使之墮落到如此塑造的物質上而拒絕祭壇和神像的;他們拒絕,也不是因為他們明白了關於邪靈的道理,知道這等邪靈如何依附於這樣的形像和處所——或是被某些邪術所召來,或是以別的方式得以預先為自己佔據某些地方,在那裡貪饞地分享祭物升起的香氣,藉以謀取不法的快樂與不法的[利益];
for none of those [pagans] who refuse altars and images does so because he turns away from, drags down, and degrades the worship of the divine onto such material thus shaped; nor does he refuse them because he has come to understand concerning demons that such beings take their seat by such shapes and places—whether constrained by certain sorceries, or able in some other way to seize beforehand for themselves places in which, greedily sharing in the savory exhalation of the things sacrificed, they may hunt after unlawful pleasure and unlawful gains;
1:5074
Χριστιανοὶ δὲ καὶ Ἰουδαῖοι διὰ τὸ Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις <καὶ> διὰ τὸ Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ καὶ Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ <ἄνω> καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τῷ ὕδατι ὑποκάτω τῆς γῆς·
至於基督徒和猶太人[之所以拒絕它們],乃是因著那命令:「你要敬畏耶和華你的神,單要事奉他」,又因著「除我以外,你不可有別的神」和「不可為自己雕刻偶像,也不可作甚麼形像,彷彿上天、下地和地底下水中的百物」;
But Christians and Jews [refuse them] because of the command, 'You shall fear the Lord your God and shall serve him only,' and because of 'You shall have no other gods besides me,' and 'You shall not make for yourself an idol nor any likeness of anything that is in heaven above, or that is in the earth beneath, or that is in the water under the earth;'
1:5075
οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς καὶ διὰ τὸ Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις καὶ ἄλλα πλείονα τούτοις παραπλήσια οὐ μόνον ἐκτρέπονται νεὼς καὶ βωμοὺς καὶ ἀγάλματα, ἀλλὰ καὶ ἐπὶ τὸ ἀποθνῄσκειν, ὅτε δεῖ, ἑτοίμως ἔρχονται ὑπὲρ τοῦ μὴ μολῦναι τὴν περὶ τοῦ θεοῦ τῶν ὅλων ὑπόληψιν διά τινος τοιούτου παρανομήματος
「不可跪拜那些像,也不可事奉它們」,又因著「當拜主你的神,單要事奉他」,以及其他許多與這些相似的命令,他們不僅躲避廟宇、祭壇和神像,甚至在必要時也甘心赴死,為的是不藉著任何這類違法之舉,玷污他們對於萬有之神的觀念。
'you shall not bow down to them nor serve them,' and because of 'You shall worship the Lord your God and serve him only,' and many other commands similar to these. Not only do they turn away from temples and altars and images, but they even go readily to death, when need be, rather than defile their conception of the God of all by any such transgression.
1:5076
Εἴρηται δὲ ἐν τοῖς ἀνωτέρω περὶ Περσῶν πρὸς τὸ νεὼς μὲν αὐτοὺς μὴ ἱδρύεσθαι σέβειν δὲ τὸν ἥλιον καὶ τὰ τοῦ θεοῦ δημιουργήματα·
前面已就波斯人講過,論到他們不建立廟宇,卻敬拜太陽和神所造之物這件事;
It has been said in the foregoing concerning the Persians, in reference to the fact that they do not set up temples, but worship the sun and the works of God;
1:5077
ἀνενδεοῦς τοῦ υἱοῦ αὐτοῦ καὶ πρωτοτόκου πάσης κτίσεως
[那敬拜本當歸於]那一無所缺者,或歸於他的兒子,就是一切受造之物中的首生者。
[the worship belonging to] the One who lacks nothing, or to his Son, the firstborn of all creation.
1:5078
Ἀρκεῖ τοίνυν πρὸς ἐκείνοις καὶ ταῦτα περὶ τοῦ Περσῶν ἔθνους, βωμοὺς καὶ ἀγάλματα ἐκτρεπομένων λατρευόντων δὲ τῇ κτίσει παρὰ τὸν κτίσαντα
因此,除了那些論點之外,論到波斯民族——他們躲避祭壇和神像,卻敬奉受造之物過於那造物的主——這些話也就夠了。
Therefore, in addition to those points, let this too suffice concerning the nation of the Persians, who turn away from altars and images but render service to the creation rather than to the Creator.
1:5079
Ἐπεὶ δὲ καὶ τὴν Ἡρακλείτου παρέθετο λέξιν, ὑποδιηγη σάμενος αὐτὴν ὑποσημαίνουσαν ἠλίθιον εἶναι τὸ τοῖς ἀγάλμασιν εὔχεσθαι, ἐὰν μὴ γινώσκῃ τις θεοὺς καὶ ἥρωας, οἵτινές εἰσι, λεκτέον ὅτι γινώσκειν μὲν ἔστι θεὸν καὶ τὸν μονογενῆ αὐτοῦ καὶ τοὺς τετιμημένους ὑπὸ θεοῦ τῇ θεὸς προσηγορίᾳ καὶ μετέχοντας τῆς θεότητος αὐτοῦ, ἑτέρους ὄντας παρὰ πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, οἵτινές εἰσι δαιμόνια·
既然他又引述了赫拉克利特的話,並把它解作暗示:人若不知道諸神和英雄究竟是什麼,向神像禱告就是愚蠢的,那麼必須說:人是能夠認識神、認識他的獨生子、以及那些蒙神以「神」的稱號所尊榮、並有分於他神性的眾位的——這些位與列國一切的神截然不同,因為列國的神乃是鬼魔;
Since he also adduced the saying of Heraclitus, having interpreted it as hinting that it is foolish to pray to images if one does not know what gods and heroes are, it must be said that it is possible to know God and his only-begotten and those honored by God with the title 'god' and partaking of his divinity—beings other than all the gods of the nations, who are demons;
1:5080
οὐ μὴν δυνατόν ἐστι καὶ γινώσκειν τὸν θεὸν καὶ τοῖς ἀγάλμασιν εὔχεσθαι
然而,人卻不可能既認識神,同時又向神像禱告。
it is, however, not possible both to know God and to pray to images.
1:5081
Καὶ οὐ μόνον τὸ εὔχεσθαι τοῖς ἀγάλμασιν ἠλίθιόν ἐστιν ἀλλὰ γὰρ καὶ τὸ συμπεριφερόμενον τοῖς πολλοῖς προσποιεῖσθαι τοῖς ἀγάλμασιν εὔχεσθαι, ὁποῖον ποιοῦσιν οἱ τὰ ἀπὸ τοῦ Περιπάτου φιλοσοφοῦντες καὶ οἱ τὰ Ἐπικούρου Δημοκρίτου ἀσπαζόμενοι·
並且不僅向神像禱告是愚蠢的,連那種隨從眾人、假裝向神像禱告的行為也是愚蠢的——逍遙學派(亞里士多德派)的哲學家,以及那些擁護伊壁鳩魯或德謨克利特學說的人,就是這樣行;
And not only is praying to images foolish, but so also is conforming to the many and pretending to pray to images—as those do who philosophize after the manner of the Peripatos, and those who embrace the doctrines of Epicurus or Democritus;
1:5082
οὐδὲν γὰρ νόθον χρὴ ἐνυπάρχειν ἐν τῇ ψυχῇ τοῦ ἀληθῶς εἰς τὸ θεῖον εὐσεβοῦς
因為在那真正向神聖敬虔之人的魂裡,斷不該存有任何虛偽的東西。
for nothing spurious ought to exist in the soul of one who is truly devout toward the divine.
1:5083
Οὐ τιμῶμεν δὲ τὰ ἀγάλματα καὶ διὰ τὸ μὴ τὸ ὅσον ἐφ' ἡμῖν καταπίπτειν εἰς ὑπόληψιν τὴν περὶ τοῦ εἶναι τὰ ἀγάλματα θεοὺς ἑτέρους
我們不尊崇神像,也是為了叫我們盡其所能,不致落入那種以為神像乃是別的神的妄想。
And we do not honor images, also so that, as far as in us lies, we may not fall into the supposition that the images are other gods.
1:5084
Διὸ καὶ ἐγκαλοῦμεν Κέλσῳ καὶ πᾶσι τοῖς ὁμολογοῦσι μὴ εἶναι ταῦτα θεοὺς ὅτι τῶν δοκούντων εἶναι σοφῶν καὶ φαινομένη περὶ τὰ ἀγάλματα τιμή·
為這緣故,我們也控訴瑟蘇斯以及一切承認這些並非神之人:那向神像所表現出來的尊崇,竟也出於那些自命為智者的人;
For this reason we also bring a charge against Celsus and against all who acknowledge that these are not gods, that the apparent honor paid to images is also [a mark] of those who are reputed to be wise;
1:5085
καὶ ἀκολουθοῦντες οἱ πολλοὶ οὐ μόνον κατὰ συμπεριφορὰν σέβειν αὐτὰ νομίζοντες ἁμαρτάνουσιν ἀλλὰ γὰρ καὶ καταπίπτοντες τῇ ψυχῇ ἐπὶ τὸ νομίζειν ταῦτα εἶναι θεοὺς καὶ μηδ' ἀνεχόμενοι ἀκούειν ὅτι οὐκ εἰσὶ ταῦτα θεοὶ τὰ ὑπ' αὐτῶν προσκυνούμενα
眾人跟隨這些人,不僅因以為自己只是隨俗敬拜它們而犯罪,更因在魂裡墮落到竟以為這些就是神,甚至連聽見那些被他們所拜的並非神都不肯容忍。
and following this, the multitude not only sin by thinking they worship them merely out of conformity, but also, sinking down in their soul to thinking that these are gods, do not even endure to hear that the things worshiped by them are not gods.
1:5086
Κέλσος μὲν οὖν φησιν αὐτὰ μὴ ἡγεῖσθαι θεοὺς ἀλλὰ θεῶν ἀναθήματα, μὴ ἀποδεικνύς, πῶς οὐκ ἀνθρώπων εἰσὶ ταῦτα ἀναθήματα ἀλλ' ὡς ὠνόμασεν, αὐτῶν τῶν θεῶν
瑟蘇斯說,他們並不把這些當作神,乃是當作獻給諸神的祭物,卻不曾證明:這些怎麼不是人的祭物,反倒如他所稱的,是諸神自己的祭物。
Celsus, then, says that they do not regard them as gods but as votive offerings of the gods, without proving how these are not offerings of men but, as he termed it, of the gods themselves.
1:5087
Σαφὲς γὰρ ὅτι ἐστὶν ἀνθρώπων πεπλανημένων περὶ τὸ θεῖον ταῦτα ἀναθήματα
因為很明顯,這些乃是那些在神聖之事上走迷了路的人所獻的祭物。
For it is clear that these are votive offerings of men who have gone astray concerning the divine.
1:5088
Ἀλλ' οὐδὲ θείας εἰκόνας ὑπολαμβάνομεν εἶναι τὰ ἀγάλματα, ἅτε μορφὴν ἀοράτου καὶ ἀσωμάτου μὴ διαγράφοντες θεοῦ
我們也不認為神像是神的形像,因為我們並不為那不可見、無形體的神描繪形貌。
But neither do we suppose images to be divine likenesses, inasmuch as we do not delineate the form of the invisible and incorporeal God.
1:5089
Ἐπεὶ δὲ ὑπολαμβάνει ἡμᾶς Κέλσος τοῖς ἐναντίοις περιπίπτειν, ὅτε φαμὲν μὴ εἶναι ἀνθρωπό μορφον τὸ θεῖον καὶ ὅτε πιστεύομεν ὅτιὉ θεὸς ἐποίησε τὸν ἄνθρωπον ἰδίαν εἰκόνα καὶ ἐν εἰκόνι θεοῦ ἐποίησεν αὐτόν·
但既然瑟蘇斯以為我們陷入了自相矛盾——因為我們一面說神聖者並非人的形體,一面又相信「神照著自己的形像造人,是照著神的形像造他」——
But since Celsus supposes that we fall into contradictions, when we say that the divine is not of human form, and when we believe that 'God made man as his own image and made him in the image of God,'
1:5090
λεκτέον, ὡς καὶ ἐν τοῖς ἀνωτέρω εἴρηται, ὅτι τὸ κατ' εἰκόνα θεοῦ ἐν ψυχῇ λογικῇ, τῇ ποιᾷ κατ' ἀρετήν, σῴζεσθαί φαμεν
那麼必須說,正如前面所講的,我們認為那「照著神的形像」乃是保存在有理性的魂裡,就是那因美德而具備某種品質的魂裡。
it must be said, as has been stated in the foregoing, that we hold the 'according to the image of God' to be preserved in the rational soul, in the soul qualified by virtue.
1:5091
Καὶ ἔνθα μέντοι Κέλσος, μὴ ἰδὼν διαφορὰν εἰκόνος θεοῦ καὶ τοῦ κατ' εἰκόνα θεοῦ, φησὶν ἡμᾶς λέγειν ὅτι θεὸς ἐποίησε τὸν ἄνθρωπον ἰδίαν εἰκόνα καὶ εἶδος ὅμοιον ἑαυτῷ·
至於瑟蘇斯,他既看不出「神的形像」與「照著神的形像」之間的分別,便說我們主張神照著自己的形像、又造一個與自己相似的樣式造了人,
And whereas Celsus, indeed, not seeing the difference between 'the image of God' and 'that which is according to the image of God,' says that we assert that God made man as his own image and a form like to himself,
1:5092
εἴρηται δὲ ἐν τοῖς ἀνωτέρω καὶ πρὸς ταῦτα
但這一點在前面也已經回答過了。
but this also has been answered in the foregoing.
1:5093
Εἶθ' ἑξῆς φησι περὶ Χριστιανῶν ὅτι συνθήσονται μὲν εἶναι ταῦτ' ἐπὶ τιμῇ τινων, ὁμοίων ἀνομοίων τὸ εἶδος, οὔτε δὲ θεοὺς εἶναι, οἷς ταῦτ' ἀνάκειται, ἀλλὰ δαίμονας, οὔτε χρῆναι θεραπεύειν δαίμονας ὅστις σέβει θεόν
接著他論到基督徒說:「他們會承認,這些東西的存在是為尊崇某些對象,無論其形貌相似或不相似;卻說那受此供奉的並非神,乃是邪靈;又說凡敬拜神的人都不當事奉邪靈。」
Then next he says concerning the Christians that 'they will agree that these things exist in honor of certain beings, whether like or unlike in form, yet that they are not gods to whom these are dedicated, but demons, and that whoever worships God ought not to serve demons.'
1:5094
Καὶ εἰ ἠπίστατό γε τὸν περὶ δαιμόνων λόγον καὶ ὧν ἕκαστος αὐτῶν ἐνεργεῖ, εἴτε καλούμενος ὑπὸ τῶν περὶ ταῦτα δεινῶν εἴτε καὶ ἑκουσίως ἐπιδιδοὺς ἑαυτὸν βούλεται καὶ δύναται ἐνερ γείᾳ, καὶ διειλήφει τὸν περὶ δαιμόνων λόγον, πολὺν ὄντα καὶ δύσληπτον τῇ ἀνθρωπίνῃ φύσει, οὐκ ἂν ἐνεκάλεσεν ἡμῖν, φά σκουσιν ὅτι οὐ χρὴ θεραπεύειν δαίμονας ὅστις σέβει τὸν ἐπὶ πᾶσι θεόν
其實,他若明白關於邪靈的道理,並明白它們各自所行的是什麼——無論是被那些精於此道的人所召喚,還是自願將自己交給它所願意、所能行的某種作為——並且若領會了關於邪靈那既廣博、又是人性難以參透的道理,他就不會控訴我們,說我們主張凡敬拜那超乎萬有之神的人不當事奉邪靈了。
And indeed if he had understood the doctrine concerning demons, and what each of them effects—whether summoned by those skilled in these matters, or even voluntarily giving himself over to whatever operation he wishes and is able to perform—and had grasped the doctrine concerning demons, which is extensive and hard for human nature to comprehend, he would not have brought a charge against us for saying that whoever worships the God who is over all ought not to serve demons.
1:5095
Καὶ τοσοῦτόν γε ἀποδέομεν τοῦ θεραπεύειν δαί μονας, ὥστε καὶ ἀπελαύνειν αὐτοὺς εὐχαῖς καὶ τοῖς ἀπὸ τῶν ἱερῶν γραμμάτων μαθήμασιν ἀπὸ τῶν ἀνθρωπίνων ψυχῶν καὶ ἀπὸ τῶν τόπων, ἐν οἷς αὑτοὺς ἱδρύκασιν, ἔσθ' ὅτε δὲ καὶ ἀπὸ τῶν ζῴων
我們非但不事奉邪靈,反倒藉著禱告,並藉著從聖經而來的教訓,將它們從人的魂裡、從它們所盤踞的地方趕出去,有時甚至從牲畜身上趕出去。
And so far are we from serving demons that we even drive them away by prayers and by the teachings drawn from the sacred Scriptures, from human souls and from the places in which they have established themselves, and sometimes even from animals.
1:5096
Πολλάκις γὰρ ἐπὶ τῇ λύμῃ καὶ τῶν τοιούτων ἐνεργοῦσί τινα οἱ δαίμονες
因為邪靈常在這類牲畜身上行出某些事來,使之受害。
For often the demons work certain effects upon such creatures, to their harm.
1:5097
Διὰ δὲ τὰ ἀνωτέρω πολλὰ περὶ τοῦ Ἰησοῦ ἡμῖν εἰρημένα οὐ χρὴ νῦν παλιλλογεῖν πρὸς τὸ ὅτι μὲν οὖν αὐτοὶ διελέγχονται σαφῶς οὐ θεὸν ἀλλ' οὐδὲ δαίμονα, ἀλλὰ νεκρὸν σέβοντες
但由於前面我們已講了許多關於耶穌的話,如今就不必再重複,以回應[他所宣稱的]說:[正如瑟蘇斯所言]這些人顯然被駁倒,乃是敬拜一個既非神、也非邪靈,而是死人的對象。
But because of the many things said by us above concerning Jesus, there is no need now to repeat them in response to [his claim] that, [as Celsus says,] they themselves are clearly convicted of worshiping not a god, nor even a demon, but a dead man.
1:5098
Τοῦτο μὲν αὐτίκα διὰ τοῦτο παραλιπόντες ἴδωμεν τὰς ἑξῆς τοῦ Κέλσου λέξεις, ἐν αἷς φησι·
我們暫且因這緣故把這一點擱下,來看瑟蘇斯接下來的話,他在其中說:
Passing this over for the moment for this reason, let us look at the next words of Celsus, in which he says:
1:5099
τοῦ μεγίστου θεοῦ, τέτακται δὲ ἐφ' ἑκάστῳ δύναμιν λαχὼν ὅστις ἠξίωται; Τοῦτον οὖν τὸν ἐκεῖθεν ἐξουσίας τετυχηκότα οὐ θεραπεύσει δικαίως σέβων τὸν θεόν; Οὔτοι γὰρ οἷόν τε, φησί, δουλεύειν τὸν αὐτὸν πλείοσι κυρίοις
「……屬於那至高之神,而每一位都各被派定[掌管其領域],按其所配得的承受了某種權柄;那麼,凡敬拜神的人豈不該理當服事那從那[至高之神]得了權柄的麼?因為,」他說,「同一個人不可能服事多個主。」
'...of the most high God, and each one has been appointed [over his domain], having obtained whatever power he was deemed worthy of? Will not, then, the one who reveres God justly render service to him who has obtained authority from that [supreme God]? For it is not possible,' he says, 'for the same man to serve several masters.'
1:5100
Ὅρα δὴ καὶ ἐν τούτοις ὅσα συναρπάζει, δεόμενα οὐκ εὐκαταφρονήτου ἐξετάσεως ἀλλὰ καὶ ἐπιστήμης βαθυτέρων καὶ ἀπορρητοτέρων περὶ τῆς τῶν ὅλων πραγμάτων διοική σεως
那麼,要留意他在這些話裡也夾帶了多少混淆之說——這些事所需要的,並非一番草率輕忽的考察,乃是要對那關乎萬有之治理、更深奧、更隱祕之事的認識。
Observe, then, how much even in these statements he sweeps along in confusion—matters requiring not a contemptible examination, but indeed a knowledge of things deeper and more mysterious concerning the administration of the whole order of things.
1:5101
Τὸ γὰρ πάντα κατὰ γνώμην διοικεῖσθαι τοῦ θεοῦ πῶς λέγεται, ἐξεταστέον, καὶ πότερον τὸ διοικεῖσθαι φθάνει καὶ ἐπὶ τὰ ἁμαρτανόμενα μή
「萬物都按神的旨意受治理」這話究竟怎麼說,必須加以考察;並且要問,這治理是否也延及那些罪行,還是不然。
For how it is said that all things are administered according to the will of God must be examined, and whether the administration extends even to the things sinned, or not.
1:5102
Εἰ μὲν γὰρ φθάνει τὸ διοικεῖσθαι καὶ ἐπὶ τὰ ἁμαρτανόμενα οὐ μόνον ἐν ἀνθρώποις ἀλλὰ καὶ δαίμοσι καὶ εἴ τι ἄλλο τῶν ἔξω σωμάτων πέφυκεν ἁμαρτάνειν, ὁράτω τὴν ἀτοπίαν τοῦτο λέγων τοῦ πάντα κατὰ γνώμην διοικεῖσθαι τοῦ θεοῦ·
因為,倘若這治理也延及罪行——不僅人類的罪,連鬼魔以及凡形體之外、本性能犯罪者的罪都包括在內——那麼說「萬物都按神的旨意受治理」的人,就該看見其中的荒謬;
For if the administration extends even to the things sinned—not only among men but also among demons, and whatever else of beings outside bodies is by nature able to sin—let the one who says that all things are administered according to the will of God see the absurdity of it;
1:5103
ἀκολουθεῖ γὰρ τῷ λόγῳ καὶ τὰ ἁμαρτανόμενα καὶ πάντα τὰ ἀπὸ κακίας κατὰ γνώμην διοικεῖσθαι τοῦ θεοῦ, ὅπερ οὐ ταὐτόν ἐστι τῷ οὐ κωλύοντος τοῦ θεοῦ γίνεσθαι·
因為照這說法推論下去,連罪行以及一切出於惡的事,都成了按神的旨意受治理的,這與「神並未阻止這些事發生」並不是同一回事。
for it follows from the statement that even the things sinned and all that come from wickedness are administered according to the will of God—which is not the same as saying that they come to pass without God preventing them.
1:5104
εἰ δὲ καὶ κυρίως τις ἀκούοι τοῦ διοι κεῖσθαι, διοικεῖσθαι μὲν λέγει τὰ ἀπὸ κακίας διοικούμεναδηλονότι πάντα κατὰ γνώμην διοικεῖται τοῦ θεοῦ–, καὶ οὐ παρανομεῖ εἰς τὴν διοίκησιν τοῦ θεοῦ πᾶς ἁμαρτάνων
但若有人按嚴格的意義來理解「受治理」,他就是說那些出於惡而被治理的事也受治理——也就是說萬物都按神的旨意受治理——而每一個犯罪的人,並沒有違犯神的治理。
But if one takes 'being administered' in the strict sense, he says that the things proceeding from wickedness are administered—that is, all things are administered according to the will of God—and that everyone who sins does not act lawlessly against the administration of God.
1:5105
Τὸ δ' ὅμοιον καὶ περὶ προνοίας διασταλτέον καὶ λεκτέον ὅτι τὸ πᾶσα ἐξ ἐκείνου πρόνοια σημαίνει μέν τι ἀληθές, ὅτε πρόνοια σπουδαῖόν ἐστιν·
關於護理也當作同樣的區分,並當說:「一切護理都出於祂」這話有真實之處,就是當那護理是良善的時候;
The like must be distinguished also concerning providence, and it must be said that the statement 'all providence is from Him' signifies something true when providence is something good;
1:5106
εἰ δ' ἁπαξαπλῶς πάντα τὰ γινόμενα < κατὰ> πρόνοιαν εἶναι φήσομεν, κἂν κακῶς τι γίνηται, ψεῦδος ἔσται τὸ πᾶσα ἐξ ἐκείνου πρόνοια·
但若我們說,凡發生的事全都是出於護理的——連惡事也包括在內——那麼「一切護理都出於祂」這話就成了虛假;
but if we shall say that absolutely all things that come to pass exist according to providence, even when something happens badly, then the statement 'all providence is from Him' will be false;
1:5107
εἰ μὴ ἄρα καὶ τὰ κατ' ἐπακολούθησιν τῶν ἐκ προνοίας θεοῦ λέγοι τις εἶναι ἐκ προνοίας θεοῦ
除非有人說:連那些隨著神護理之事而來的後果,也算是出於神的護理。
unless indeed one were to say that even the things which follow as consequences of the things done by God's providence are from God's providence.
1:5108
Ἀποφαίνεται δὲ καὶ τι περ ἂνᾖ ἐν τοῖς ὅλοις, εἴτε θεοῦ ἔργον εἴτ' ἀγγέλων εἴτε ἄλλων δαιμόνων εἴτε ἡρώων, πάντα ταῦτα ἔχει νόμον ἐκ τοῦ μεγίστου θεοῦ, καὶ οὐκ ἀληθῆ γε λόγον ἀποφαίνεται
他又斷言說:宇宙中凡所有的,無論是神的作為,或天使的,或別的鬼魔的,或英雄的,這一切都從那至大的神領受了律法——然而他所斷言的並非真實。
And he declares that whatever there may be in the universe, whether it is the work of God, or of angels, or of other demons, or of heroes, all these have a law from the greatest God; and he does not declare a true statement.
1:5109
Οὐδὲ γὰρ τὰ παρανομοῦντα ἑπόμενα νόμῳ τῷ ἀπὸ μεγίστου θεοῦ παρανομεῖ
因為那些行不法之事的,正當其行不法之時,並沒有遵循那出於至大之神的律法。
For the things that act lawlessly do not, in acting lawlessly, follow the law that is from the greatest God.
1:5110
Παρανομεῖν δὲ λόγος δείκνυσιν οὐ μόνον ἀνθρώπους φαύλους ἀλλὰ καὶ τοὺς φαύλους δαίμονας καὶ τοὺς φαύλους ἀγγέλους
道理顯明:不僅卑劣的人行不法,連卑劣的鬼魔與卑劣的天使也是如此。
And reason shows that not only base men act lawlessly, but also the base demons and the base angels.
1:5111
Φαύλους δὲ δαίμονας οὐ μόνοι λέγομεν ἡμεῖς ἀλλὰ καὶ σχεδὸν πάντες, ὅσοι δαίμονας τιθέασιν εἶναι
而說鬼魔是卑劣的,不單是我們,幾乎凡主張有鬼魔存在的人都這樣說。
And it is not only we who say that demons are base, but also nearly all who hold that demons exist.
1:5112
Οὐ πάντα οὖν ἔχει νόμον ἐκ τοῦ μεγίστου θεοῦ
所以,並非萬物都從那至大的神領受了律法。
Therefore not all things have a law from the greatest God.
1:5113
Ὅσα γὰρ παρ' ἰδίαν ἀπροσεξίαν, κακίαν πονηρίαν ἄγνοιαν τῶν καλῶν, ἀποπέπτωκε τοῦ θείου νόμου, οὐκ ἔχει τὸν νόμον τοῦ θεοῦ ἀλλ' ἵνα ὀνομάσω καινῷ ὀνόματι καὶ τῷ κατὰ τὴν γραφήν, τὸν νόμον ἔχει τῆς ἁμαρτίας
因為凡因自身的疏忽——無論是惡、是邪、或是不認識何為善——而從神聖律法墮落的,就沒有神的律法,反倒(用一個新的名稱,也是合乎聖經的稱呼)有了罪的律法。
For whatever, through its own inattention—whether wickedness, or evil, or ignorance of the good—has fallen away from the divine law, does not have the law of God, but (to name it by a new name, and one according to the Scripture) has the law of sin.
1:5114
Κατὰ μὲν οὖν τοὺς πολλοὺς τῶν τιθέντων εἶναι δαίμονας καὶ οἱ φαῦλοι δαίμονες οὐκ ἔχουσι τὸν ἀπὸ τοῦ θεοῦ νόμον ἀλλὰ παρανομοῦσι·
如今,照大多數主張有鬼魔之人所說,連那些卑劣的鬼魔也沒有出於神的律法,反倒行不法之事;
Now according to most of those who hold that demons exist, the base demons too do not have the law from God but act lawlessly;
1:5115
κατὰ δὲ ἡμᾶς πάντες δαίμονες ἀποπεσόντες τῆς ἐπὶ τὸ ἀγαθὸν ὁδοῦ, πρότερον οὐκ ὄντες δαίμονες·
但照我們所信,一切鬼魔都是從那通往良善之道上墮落的,先前並不是鬼魔;
but according to us, all demons have fallen from the road that leads to the good, not having been demons before;
1:5116
καὶ ἔστιν εἶδος τῶν ἐκπεσόντων θεοῦ τὸ τῶν δαιμόνων
鬼魔這一類,乃是從神墮落者中的一種。
and the class of demons is one species of those who have fallen away from God.
1:5117
Διόπερ οὐ χρὴ θεραπεύειν δαίμονας ὅστις σέβει θεόν
因此,凡敬拜神的人,都不該事奉鬼魔。
Wherefore whoever worships God ought not to serve demons.
1:5118
Δηλοῦται δὲ τὰ περὶ τοὺς δαίμονας καὶ ἐκ τῶν καλούντων δαίμονας ἐπὶ τοῖς ὀνομαζομένοις φίλτροις μισήθροις ἐπὶ κωλύσεσι πράξεων ἄλλων τοιούτων μυρίων·
關於鬼魔的事,也可從那些為著所謂的迷情符或憎咒、或為阻撓某些行動、或為其它無數類似目的而召喚鬼魔的人身上得到證明;
The matter concerning demons is made plain also from those who call upon demons for so-called love-charms or hate-charms, or for the hindering of actions, or for ten thousand other such things;
1:5119
ἅπερ ποιοῦσιν οἱ δι' ἐπῳδῶν καὶ μαγγανειῶν μεμαθηκότες καλεῖν καὶ ἐπάγεσθαι δαίμονας ἐφ'ἃ βούλονται
這些事都是那些藉著咒語與邪術,學會召喚並引來鬼魔以遂己願的人所行的。
which things are done by those who have learned, through incantations and sorceries, to call and to bring in demons for whatever they wish.
1:5120
Διόπερ πάντων δαιμόνων θεραπεία ἀλλοτρία ἡμῶν ἐστι, τῶν σεβόντων τὸν ἐπὶ πᾶσι θεόν
因此,對一切鬼魔的事奉,與我們這些敬拜那超乎萬有之神的人毫不相干。
Wherefore the worship of all demons is foreign to us, who worship the God who is over all.
1:5121
Καὶ θεραπεία δαιμόνων ἐστὶν θεραπεία τῶν νομιζομένων θεῶν·
對鬼魔的事奉,就是對那些被認為是神之物的事奉;
And the worship of the demons is the worship of those reputed to be gods;
1:5122
Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Δῆλον δὲ τοῦτο καὶ ἐκ τοῦ εἰς τὰ δοκοῦντα ἐνεργέστερα τῶν νομιζομένων ἱερῶν κατακλήσεις περιέργους γεγονέναι καὶ κατὰ τὰς ἀρχὰς τῆς ἱδρύσεως τῶν τοιῶνδε ξοάνων καὶ νεῶν, ἅστινας κατακλήσεις οἱ τῇ τῶν δαιμόνων διὰ μαγγανειῶν θεραπείᾳ σχολάζοντες πεποίηνται
因為「外邦人的一切神都是鬼魔」(詩96:5)。這也可從以下事實顯明:在那些被認為較有靈驗的所謂聖所中,以及在這類偶像與廟宇初設立之時,都行過好事的召咒——這些召咒乃是那些藉邪術專事鬼魔之人所造作的。
for all the gods of the nations are demons. And this is plain also from the fact that meddlesome invocations were made over those things which seemed to be more effective among the reputed temples, and at the very founding of such images and shrines—invocations which those who busy themselves with the worship of demons through sorceries have made.
1:5123
Διὸ δέδοκται ἡμῖν φεύγειν ὡς ὄλεθρον τὴν τῶν δαιμόνων θερα πείαν·
因此我們決意要逃避鬼魔的事奉,如同逃避滅亡一般;
Therefore it has seemed good to us to flee, as from destruction, the worship of demons;
1:5124
δαιμόνων δὲ θεραπείαν εἶναί φαμεν πᾶσαν τὴν νομιζομένην παρ' Ἕλλησι παρὰ βωμοῖς καὶ ἀγάλμασι καὶ ναοῖς θεῶν θρησκείαν
我們又說,凡希臘人在祭壇、像、與諸神廟宇前所行的一切崇拜,都是事奉鬼魔。
and we say that all the religion practised among the Greeks at altars and statues and temples of gods is demon-worship.
1:5125
ταῖς ἐρημίαις λῃστεύοντες καὶ ἕνα τινὰ προστησάμενοι ἄρχειν αὐτῶν οὕτως οἱ δαίμονες οἱονεὶ κατὰ τόπους τῆς γῆς συστήματα γενόμενοι ἄρχοντά τινα ἑαυτοῖς πεποιήκασι, τὸν ἡγησόμενον αὐτῶν εἰς τὰς πράξεις, ἃς εἵλαντο ὑπὲρ τοῦ κλέπτειν καὶ λῃστεύειν ἀνθρώπων ψυχάς
正如在曠野中行劫的強盜,立他們中的一人來轄管他們——鬼魔也照樣,彷彿按地上各處結成幫派,為自己立了一個首領來率領他們去行他們所選定的事,就是偷竊並擄掠人的靈魂。
Just as robbers in the deserts, having set up one of their own to rule over them—so the demons, having become as it were associations according to the places of the earth, have made for themselves a certain ruler to lead them in the deeds which they chose for the sake of stealing and plundering the souls of men.
1:5126
Χρεία δὲ τῷ μέλλοντι εἰς ταῦτα λέγειν καλῶς, ἵνα περὶ Χριστιανῶν ἀπολογήσηται, ἐκτρεπομένων ἄλλο τι σέβειν παρὰ τὸν ἐπὶ πᾶσι θεὸν καὶ τὸν πρωτότοκον πάσης κτίσεως λόγον αὐτοῦ, διηγήσασθαι καὶ τὸ Πάντες, ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί, καὶ οὐκ ἤκουσεν αὐτῶν τὰ πρόβατα καὶ τὸὉ κλέπτης οὐκ ἔρχεται, εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ, καὶ εἴ τι ἄλλο τούτοις εἴρηται παραπλήσιον ἐν τοῖς ἱεροῖς γράμμασιν, ὥσπερ καὶ τὸ Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ καὶ τὸ Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δρά κοντα
凡要在這些事上講得好的人,為要替基督徒辯護——他們不肯敬拜那超乎萬有的神和祂的話、就是一切受造之物的首生者以外的任何別的——就必須講解那句話:「凡在我以先來的,都是賊,是強盜;羊卻不聽他們」(約10:8),以及「賊來無非要偷竊、殺害、毀壞」(約10:10),並聖經中其它類似的話,正如:「看哪,我已給你們權柄,可以踐踏蛇和蠍子,又勝過仇敵一切的能力,斷沒有甚麼能害你們」(路10:19),又如:「你要踏在虺蛇和毒蛇身上,踐踏獅子和大龍」(詩91:13)。
It is needful for the one who would speak well on these matters, in order to defend the Christians who turn away from worshipping anything other than the God who is over all and His Word, the firstborn of all creation, to expound also the saying, 'All who came before me are thieves and robbers, and the sheep did not hear them,' and 'The thief does not come except to steal and to kill and to destroy,' and whatever else like these is said in the sacred writings—as also, 'Behold, I have given you authority to tread upon serpents and scorpions and over all the power of the enemy, and nothing shall by any means hurt you,' and 'You shall tread upon the asp and the basilisk, and you shall trample the lion and the dragon.'
1:5127
Ἀλλ' οὐδαμῶς ᾔδει ταῦτα Κέλσος·
然而瑟蘇斯對這些事一無所知;
But Celsus by no means knew these things;
1:5128
εἰ γὰρ ᾔδει, οὐκ ἂν εἶπε·
因為他若知道,就不會說:
for if he had known, he would not have said:
1:5129
Καὶ τι περ ἂνᾖ ἐν τοῖς ὅλοις, εἴτε θεοῦ ἔργον εἴτ' ἀγγέλων εἴτ' ἄλλων δαιμόνων εἴτε ἡρώων, ταῦτ' ἔχει νόμον ἐκ τοῦ μεγίστου θεοῦ, τέτακται δὲ ἐφ' ἑκάστῳ δύναμιν λαχὼν ὅστις ἠξίωται; Τοῦτον οὖν τὸν ἐκεῖθεν ἐξουσίας τετυχηκότα οὐ θεραπεύσει δικαίως σέβων τὸν θεόν; Τούτοις δ' ἐπιφέρει τὸ οὐ γὰρ οἷόν τε δουλεύειν τὸν αὐτὸν πλείοσι κυρίοις·
「宇宙中凡所有的,無論是神的作為,或天使的,或別的鬼魔的,或英雄的,這些都從那至大的神領受了律法;又有得了權能、配得此位的,被派在各個之上。那麼,敬拜神的人豈不就該理當事奉這從上頭得了權柄的麼?」他又在這話後加上:「因為同一個人不可能服事多位主人;」
'And whatever there may be in the universe, whether it is the work of God, or of angels, or of other demons, or of heroes, these have a law from the greatest God, and over each is set one who has obtained power, whoever has been deemed worthy. Will not, then, the one who worships God justly worship this one who has obtained authority from thence?' And to these he adds: 'For it is not possible for the same man to serve more masters;'
1:5130
περὶ οὗ ἐν τῷ ἑξῆς βιβλίῳ διαληψόμεθα, ἅτε αὐτάρκη περιγραφὴν εἰληφότος τοῦ ἑβδόμου τόμου, πρὸς τὸ σύγγραμμα Κέλσου ἡμῖν γεγραμ μένου
關於這點,我們將在下一卷加以討論,因為第七卷至此已有了足夠的篇幅,是我們為駁瑟蘇斯的著作而寫的。
concerning which we shall treat in the following book, since the seventh volume has now received a sufficient compass, written by us against the treatise of Celsus.
1:5131
Ἤδη ἔφθασα ἐπὶ τὸ συντελέσαι ἑπτὰ βιβλία, θέλω δὲ ἄρξασθαι καὶ ὀγδόου
我如今已寫完七卷,並願意再開始寫第八卷。
I have now reached the completion of seven books, and I wish to begin an eighth as well.
1:5132
Θεὸς δὲ καὶ μονογενὴς αὐτοῦ λόγος παρέσται ἡμῖν, ἵνα γενναίως μὲν τὰ Κέλσου ψεύδη διελεγχθῇ, μάτην ἐπιγεγραμμένα ἀληθὴς λόγος, δυνατῶς δὲ καὶ τὸ ὅσον ἐπὶ τοῖς ὑπαγορευομένοις τὰ χριστιανισμοῦ ἀποδειχθῇ, εὐχομένοις τὸ Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος ἡμᾶς δι' ἡμῶν εἰπεῖν τῇ τοῦ Παύλου διαθέσει καὶ πρεσβεῦσαι ὑπὲρ Χριστοῦ πρὸς τοὺς ἀνθρώπους, ὡς τοῦ θεοῦ λόγος ἐπὶ τὴν πρὸς ἑαυτὸν φιλίαν παρακαλεῖ, βουλόμενος οἰκειῶσαι δικαιοσύνῃ καὶ ἀληθείᾳ καὶ ταῖς λοιπαῖς ἀρεταῖς τοὺς πρὸ τῆς παραδοχῆς τῶν Ἰησοῦ τοῦ Χριστοῦ δογμάτων ἐν σκότῳ τῷ περὶ θεοῦ καὶ ἀγνοίᾳ τῇ περὶ τοῦ κτίσαντος ἐνδιατρίψαντας
願神和祂的獨生之話與我們同在,叫瑟蘇斯的謊言可以堂堂被駁倒——那謊言妄題作《真道》——又叫就所口授的而論,基督教的真理可以有力地被證明;因為我們存著保羅的心志祈求那話:「我們作基督的使者,就好像神藉我們勸你們」(林後5:20),要為基督向人說話、作使者,正如神的話呼召人與祂自己相交,願意使那些在領受耶穌基督教訓以先、滯留於認識神之黑暗、不識造物之主之無知中的人,歸於公義、真理和其餘的諸德。
And may God and His only-begotten Word be present with us, that nobly the falsehoods of Celsus may be refuted—falsely inscribed 'A True Discourse'—and that, as far as in the dictations lies, the things of Christianity may be powerfully demonstrated; for we pray, in the disposition of Paul, the saying 'On behalf of Christ we are ambassadors, as though God were entreating you through us,' to speak and to be ambassadors on behalf of Christ to men, even as the Word of God calls them to friendship with Himself, willing to reconcile to righteousness and truth and the rest of the virtues those who, before receiving the teachings of Jesus the Christ, lingered in darkness concerning God and in ignorance concerning the Creator.
1:5133
Καὶ πάλιν δὲ ἐρῶ ὅτι θεὸς δῴη ἡμῖν τὸν γενναῖον καὶ ἀληθῆ λόγον, τὸν κύριον τὸν κραταιὸν καὶ δυνατὸν ἐν πολέμῳ τῷ κατὰ τῆς κακίας
我要再說:願神賜給我們那高貴而真實的話,就是那在與惡爭戰中剛強有力的主。
And again I will say that may God grant us the noble and true Word, the Lord who is mighty and powerful in the war that is against wickedness.
1:5134
Ἤδη δὲ καὶ ἐπὶ τὴν ἑξῆς λέξιν Κέλσου καὶ τὰ πρὸς αὐτὴν ὁδευτέον ἐστὶν ἡμῖν
如今我們必須前進到瑟蘇斯下一段的話,以及與之相關的事。
And now we must proceed to the next passage of Celsus and to the things that pertain to it.
1:5135
Ἐπηπόρησε δὲ ἐν τοῖς πρὸ τούτων πρὸς ἡμᾶς, διὰ τί δαίμονας οὐ θεραπεύομεν·
在前面的話裡,他向我們提出一個難題:我們為甚麼不事奉鬼魔;
In what preceded these things he raised a difficulty against us, why we do not worship demons;
1:5136
καὶ πρὸςἃ εἶπε περὶ δαιμόνων ἀπηντήσαμεν κατὰ τὸ φαινόμενον ἡμῖν βούλημα τοῦ θείου λόγου
我們已照著我們所領會神聖之言的旨意,回答了他論及鬼魔所說的話。
and we answered the things he said about demons according to what appeared to us to be the intent of the divine word.
1:5137
Εἶθ' ἑξῆς ἐκείνοις ἡμᾶς εἰσάγει λέγοντας πρὸς τὴν ἐπαπόρησιν αὐτοῦ, θέλοντος ἡμᾶς καὶ τοὺς δαίμονας θερα πεύειν, ὅτι οὐχ οἷόν τε δουλεύειν τὸν αὐτὸν πλείοσι κυρίοις
接著,他緊隨那些話,把我們塑造成這樣回應他的難題(他要我們連鬼魔也一同事奉):說同一個人不可能服事多位主人。
Then next after those things he introduces us as saying, in response to his difficulty—he wanting us to worship the demons too—that it is not possible for the same man to serve more masters.
1:5138
Τοῦτο δ' ὡς οἴεται, στάσεως εἶναι φωνὴν τῶν, ὡς αὐτὸς ὠνόμασεν, ἀποτειχιζόντων ἑαυτοὺς καὶ ἀπορρη γνύντων ἀπὸ τῶν λοιπῶν ἀνθρώπων
在他看來,這乃是叛亂之聲,出於那些(用他自己的話說)把自己築牆隔絕、與其餘人類割裂分離的人。
And this, as he supposes, is the voice of sedition, of those who (as he himself named it) wall themselves off and break themselves away from the rest of mankind.
1:5139
Νομίζει δὲ τοὺς τοῦτο λέγοντας τὸ ὅσον ἐφ' ἑαυτοῖς ἀπομάττεσθαι τὸ σφέτερον πάθος εἰς τὸν θεόν
他又以為,說這話的人,就他們所能及的而論,是把自己的情慾抹到神身上。
And he thinks that those who say this, so far as in them lies, wipe off their own passion onto God.
1:5140
Διὸ καὶ ἐπὶ μὲν ἀνθρώπων χώραν ἔχειν οἴεται τὸν δουλεύοντά τινι μὴ ἂν εὐλόγως καὶ ἄλλῳ δου λεύειν ἀνθρώπῳ, ὡς βλαπτομένου τοῦ ἑτέρου ἀπὸ τῆς διαφόρου δουλείας, μηδὲ τὸν φθάσαντα συνομωμοκέναι τινὶ συνομνύειν καὶ ἑτέρῳ ὡς βλάπτοντα, < καὶ> λόγον ἔχειν τὸ μὴ δουλεύειν ἅμα διαφόροις ἥρωσι καὶ τοῖς τοιούτοις δαίμοσιν·
因此他認為,就人而言這話成立:一個服事某人的,不會理當又服事另一人,因為前一位主人會因這分裂的服事而受損;又一個已與某人立過誓的,不會再與另一人立誓,因為這對他有害;所以不同時事奉不同的英雄和這類鬼魔,也是有道理的;
Wherefore he thinks that in the case of men it has place that one who serves someone would not reasonably serve also another man, as the former is harmed by the divided service, and that one who has already sworn an oath with someone would not swear with another, as it harms him; and that there is reason in not serving at the same time different heroes and such demons;
1:5141
ἐπὶ δὲ θεοῦ, πρὸς ὃν οὔτε βλάβη τις οὔτε λύπη φθάνει, ἄλογον νομίζει τὸ φυλάττεσθαι ὁμοίως τοῖς περὶ ἀνθρώπων καὶ ἡρώων καὶ τοιῶνδε δαιμόνων θεραπεύειν θεοὺς πλείονας
但就神而論——祂是任何損害或憂愁都無法觸及的——他認為若像對待人、英雄和這類鬼魔那樣,謹防去敬拜多位神,乃是不合理的。
but in the case of God, to whom no harm or grief can reach, he thinks it irrational to guard oneself, in the same way as in the case of men and heroes and such demons, against worshipping several gods.
1:5142
Φησὶ δὲ καὶ τὸν θεραπεύοντα θεοὺς πλείονας τῷ ἕν τι τῶν τοῦ μεγάλου θεραπεύειν φίλον καὶ ἐν τούτῳ ἐκείνῳ ποιεῖν καὶ προστίθησιν ὅτι οὐδ' ἔξεστι τιμᾶσθαί τινι μὴ ἐξ ἐκείνου τοῦτο δέδοται
他又說,那事奉多神的人,因敬拜那至大之神所屬的某一物,便在此事上行了那至大者所喜悅的;他還加上說:凡未從那一位得著此權的,連受敬奉都是不合法的。
And he says that the one who worships several gods, by worshipping some one thing of the great God's, does in this very thing what is dear to that great one; and he adds that it is not even lawful for anyone to be honoured to whom this has not been granted from that one.
1:5143
Διότι τιμῶν τις καὶ σέβων, φησί, τοὺς ἐκείνου πάντας οὐ λυπεῖ τὸν θεόν, οὗ πάντες εἰσίν
他說:「因此,凡敬奉並崇拜一切屬於祂之物的人,並不使神憂愁,因為這一切都屬於祂。」
'Wherefore,' he says, 'one who honours and worships all that belong to Him does not grieve God, to whom they all belong.'
1:5144
ἀποδεχόμεθα τὴν Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν φωνήν, ἐπιφέρεται τὸἪ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει, καὶ ἑξῆς αὐτῷ τὸ Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ
我們接受這句話:「一個僕人不能事奉兩個主」(路16:13),其後又加上:「不是惡這個愛那個,就是重這個輕那個」;緊接著還有:「你們不能又事奉神,又事奉瑪門。」
We accept the saying 'No one can serve two masters,' to which is added 'For either he will hate the one and love the other, or he will hold to one and despise the other'; and following upon it, 'You cannot serve God and mammon.'
1:5145
Καλεῖ δ' ἡμᾶς ἀπολογία εἰς βαθύτερόν τινα καὶ ἀπόρρητον περὶ θεῶν καὶ κυρίων λόγον
但這辯護把我們引向一段關於諸神與諸主、較深而隱密的論述。
But the defence calls us to a certain deeper and more secret discourse concerning gods and lords.
1:5146
Ἐπίσταται γὰρ θεία γραφὴ τὸν μέγαν εἶναι κύριον παρὰ πάντας τοὺς θεούς·
因為神聖的聖經知道:主超乎一切的神之上為大;
For the divine Scripture knows that the Lord is great above all gods;
1:5147
ἐν οἷς θεοὺς οὐ τοὺς προσκυνουμένους ἐν τοῖς ἔθνεσιν ἐξακούομεν, ἅτε μαθόντες ὅτι Πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια, ἀλλὰ θεούς, ὧν οἶδέ τινα συναγωγὴν προφητικὸς λόγος, καὶ τὸν ἐπὶ πᾶσι θεὸν τούτους διακρίνοντα καὶ διατασσόμενον ἑκάστῳ τὸ οἰκεῖον αὐτῷ ἔργον
我們所說的這些「神」並不是指外邦人所敬拜的那些,因為我們既已知道「外邦人的一切神都是鬼魔」(詩96:5),乃是指那些先知之言所知的某一聚會中的神,並那超乎萬有的神在他們中間分辨他們、為各位派定其本分的工作。
among which 'gods' we do not understand those worshipped among the nations, since we have learned that 'all the gods of the nations are demons,' but gods of whom the prophetic word knows a certain assembly, and the God who is over all distinguishing these and ordaining to each the work proper to him.
1:5148
θεὸς γὰρ ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ
「神站在神的會中,在諸神中間行審判」(詩82:1)。
'For God stood in the assembly of gods, and in the midst He will judge gods.'
1:5149
Καὶ γάρ ἐστι θεὸς θεῶν κύριος, ὃς διὰ τοῦ υἱοῦ ἐκάλεσε τὴν γῆν ἀπὸ ἀνατολῶν ἡλίου ἕως δυσμῶν
祂實在是神中之神,是主,藉著子從日出之地到日落之處召喚了大地(參詩50:1)。
For indeed He is God of gods, the Lord, who through the Son called the earth from the rising of the sun to its setting.
1:5150
Καὶ προστασ σόμεθα ἐξομολογεῖσθαι τῷ θεῷ τῶν θεῶν, μαθόντες καὶ τὸὉ θεὸς οὐκ ἔστι νεκρῶν ἀλλὰ ζώντων·
我們又奉命要稱謝神中之神,也學了那句話:「神不是死人的神,乃是活人的神」(太22:32);
And we are commanded to give thanks to the God of gods, having learned also the saying, 'God is not God of the dead, but of the living;'
1:5151
ἅπερ δὴ λέγεται οὐ μόνον διὰ τῶν ἐκκειμένων ἀλλὰ καὶ δι' ἄλλων μυρίων
這些話不僅藉所引的經文說出,也藉無數其它經文說出。
which things indeed are said not only through the passages set forth but also through ten thousand others.
1:5152
Τοιαῦτα καὶ περὶ κυρίου καὶ κυρίων διδάσκουσιν ἡμᾶς ἐξετάζειν καὶ φρονεῖν οἱ θεῖοι λόγοι, ὅπου μὲν λέγοντες·
神聖的話如此教導我們去考察並思想關於主與諸主的事,有時說:
Such things the divine words teach us to examine and to think concerning Lord and lords, in some places saying:
1:5153
Ἐξομολογεῖσθε τῷ θεῷ τῶν θεῶν, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
「你們要稱謝萬神之神,因祂的慈愛永遠長存;」(詩136:2)
'Give thanks to the God of gods, for His mercy endures forever;'
1:5154
ἐξομολογεῖσθε τῷ κυρίῳ τῶν κυρίων, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, ὅπου δὲ ὅτι ἐστὶν θεὸς βασιλεὺς τῶν βασιλευόντων καὶ κύριος τῶν κυριευόντων
「你們要稱謝萬主之主,因祂的慈愛永遠長存」(詩136:3);另有一處說,「神是作王者的王,是掌權者的主。」
'Give thanks to the Lord of lords, for His mercy endures forever'; and in another place that 'God is King of those who reign and Lord of those who rule.'
1:5155
Οἶδε δὲ λόγος θεοὺς τοὺς μέν τινας λεγομένους τοὺς δὲ καὶ ὄντας, εἴτε λεγομένους εἴτε μή·
這話也知道:有些被稱為神,有些則是真實的神,無論稱呼與否;
And the word knows that some are gods so called, but others also really are gods, whether so called or not;
1:5156
τὸ δ' αὐτὸ διδάσκων καὶ περὶ κυρίων τῶν ὄντων καὶ μὴ λέγει Παῦλος·
保羅論到那真有的和並非真有的諸主,也教導同樣的事,說:
and teaching the same thing also concerning lords that really are and that are not, Paul says:
1:5157
Καὶ γὰρ εἴπερ εἰσὶ λεγόμενοι θεοὶ εἴτ' ἐν οὐρανῶ εἴτ' ἐπὶ τῆς γῆς, ὥσπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοί. Εἶτ' ἐπεὶ τῶν θεῶν θεὸς καλεῖ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἐπὶ τὴν ἑαυτοῦ μερίδα διὰ τοῦ Ἰησοῦ οὓς βούλεται, κύριος δὲ ὢν Χριστὸς τοῦ θεοῦ δείκνυσιν δι' ὧν ἐπέβη τοῖς πάντων ὁρίοις καὶ πρὸς ἑαυτὸν ἀπὸ πάντων ὁρίων καλεῖ ὅτι ἐστὶ πάντων τῶν κυριευόντων διαφέρων·
「因為雖有稱為神的,或在天,或在地,就如那許多的神,許多的主」(林前8:5)。其次,既然神中之神藉耶穌從東從西召喚祂所願意的人歸入祂自己的分,而基督既是神的主,便藉著祂踏遍萬有疆界、並從萬有的疆界召人歸向祂自己之事,顯明祂超乎一切掌權者之上;
'For even if indeed there are so-called gods, whether in heaven or on earth—as indeed there are many gods and many lords.' Then, since the God of gods calls from east and west to His own portion through Jesus whomever He wills, and Christ, being the Lord of God, shows by the means whereby He set foot upon the bounds of all and calls all from all their bounds to Himself, that He differs from all who rule;
1:5158
διὰ τοῦτο ταῦτ' ἐπιστάμενος Παῦλός φησι μεθ'ἃ παρεθέμην·
因此,保羅既知道這些,便在我所引的話之後說:
for this reason, knowing these things, Paul says after the words I have cited:
1:5159
Ἀλλ' ἡμῖν εἷς θεὸς πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς δι' αὐτοῦ. Θεωρῶν τε θαυμάσιόν τινα καὶ μυστηριώδη λόγον κατὰ τὸν τόπον ἐπιφέρει αὐτοῖς·
「然而我們只有一位神,就是父,萬物都本於祂;並有一位主,就是耶穌基督,萬物都是藉著祂有的,我們也是藉著祂有的」(林前8:6)。他既看見那地方有一句奇妙而奧祕的話,便對他們加上:
'But for us there is one God, the Father, from whom are all things, and one Lord Jesus Christ, through whom are all things, and we through Him.' And beholding a certain wondrous and mysterious word according to that place, he adds to them:
1:5160
Ἀλλ' οὐκ ἐν πᾶσιν γνῶσις. Ἐπὰν δὲ λέγῃ·
「但人不都有這知識」(林前8:7)。然而當他說:
'But not in all is the knowledge.' But when he says:
1:5161
Ἀλλ' ἡμῖν εἷς θεὸς πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα, τὸ ἡμῖν λέγει ἐφ' ἑαυτοῦ καὶ πάντων τῶν ἀναβεβηκότων πρὸς τὸν ἐπὶ πᾶσι θεὸν τῶν θεῶν καὶ πρὸς τὸν ἐπὶ πᾶσι κύριον τῶν κυρίων
「然而我們只有一位神,就是父,萬物都本於祂;並有一位主,就是耶穌基督,萬物都是藉著祂有的」——他所說的「我們」,是指他自己和一切已上升到那超乎萬有之神、神中之神,並那超乎萬有之主、主中之主的人。
'But for us there is one God, the Father, from whom are all things, and one Lord Jesus Christ, through whom are all things,' he says the 'for us' of himself and of all who have ascended to the God over all, the God of gods, and to the Lord over all, the Lord of lords.
1:5162
Ἀναβέβηκε δὲ πρὸς τὸν ἐπὶ πᾶσι θεὸν ἀσχίστως καὶ ἀδιαιρέτως καὶ ἀμερίστως αὐτὸν σέβων διὰ τοῦ μόνου προσάγοντος ἐκείνῳ υἱοῦ, τοῦ θεοῦ λόγου καὶ σοφίας ἐν τῷ Ἰησοῦ θεωρουμένου, τοὺς παντὶ τρόπῳ πειρωμένους ἑαυτοὺς οἰκειῶσαι δι' ἐξαιρέτων λόγων καὶ πράξεων καὶ διανοημάτων τῷ τοῦ παντὸς δημιουργῷ θεῷ
那不分裂、不分割、不分散地敬拜祂的人,便已上升到那超乎萬有之神——是藉著那唯一引人就近祂的子,就是在耶穌裡所見的神的話與智慧——這些人乃是用一切方式、藉著卓絕的言語、行為和心思,竭力使自己與那造萬有之神和好的人。
And he has ascended to the God over all who worships Him unsplit and undivided and unpartitioned, through the only Son who brings near to Him, the Word and Wisdom of God beheld in Jesus—ascended, namely, those who try in every way to reconcile themselves, through choice words and deeds and thoughts, to the God who is Maker of all.
1:5163
Παρὰ ταῦτα δ' οἶμαι καὶ τὰ τούτοις παραπλήσια τὸν μετασχηματιζόμενον εἰς ἄγγελον φωτὸς ἄρχοντα τοῦ αἰῶνος τούτου πεποιηκέναι τὸ Τῷ δὲ ἕπεται στρατιὰ θεῶν τε καὶ δαιμόνων, κατὰ ἕνδεκα μοίρας τεταγμένη, ἐν οἷς περὶ ἑαυτοῦ καὶ τῶν φιλοσοφησάντων λέγει τό·
除這些及類此者之外,我認為乃是這世代的首領——那把自己裝作光明天使的(參林後11:14)——造作了這句話:「隨從祂的,有神與鬼魔的隊伍,按十一個區分列陣」,他在其中論及自己和那些好哲學思辨者,說:
And besides these, and what is like these, I think it is the ruler of this age, transfiguring himself into an angel of light, who composed the saying, 'Upon him follows a host of gods and of demons, ranged according to eleven divisions,' in which, concerning himself and those who philosophized, he says:
1:5164
Μετὰ μὲν Διὸς ἡμεῖς, ἄλλοι δὲ μετὰ ἄλλων δαιμόνων. . Πολλῶν τοίνυν λεγομένων ὄντων θεῶν ὁμοίως δὲ καὶ κυρίων, ἡμεῖς πάντα πράττομεν, ἵν' οὐ μόνα τὰ προσκυνού μενα ὡς θεοὺς παρὰ τοῖς ἐπὶ γῆς ἔθνεσιν ὑπεραναβῶμεν ἀλλὰ γὰρ καὶ οὕς φασιν αἱ γραφαὶ θεούς, περὶ ὧν οὐδὲν ἴσασιν οἱ ξένοι τῶν διὰ Μωϋσέως καὶ τοῦ σωτῆρος Ἰησοῦ ἡμῶν διαθηκῶν τοῦ θεοῦ καὶ οἱ ἀλλότριοι τῶν διὰ τούτων δηλουμένων ἐπαγγελιῶν αὐτοῦ
「我們與宙斯同行,別人與別的鬼魔同行。」因此,既有許多被稱為的或真有的神,照樣也有許多主,我們便竭盡全力,不僅要超越那些被地上列國當作神來敬拜之物,更要超越那些聖經所稱的神——關於這些神,凡與那藉摩西並我們救主耶穌所立之神約為外人的,凡與藉這些所顯明之神的應許為外人的,都一無所知。
'With Zeus go we, others go with other demons.' Therefore, since there are many gods so called, or really existing, and likewise lords also, we do all things that we may not only soar above those things worshipped as gods among the nations on earth, but also above the gods of whom the Scriptures speak, concerning whom those strangers to the covenants of God given through Moses and our Saviour Jesus know nothing, and who are aliens to the promises of God made plain through these.
1:5165
Ὑπεραναβαίνει δὲ τὴν παρὰ πᾶσι δαιμονίοις δουλείαν μηδὲν ἔργον δαιμονίοις φίλον ποιῶν, καὶ ὑπεραναβαίνει τὴν μερίδα τῶν παρὰ Παύλῳ λεγομένων εἶναι θεῶν σκοπῶν, εἴτε ὡς ἐκεῖνοι εἴθ' ὅπως ποτὲ ἔχει τὰ πράγματα, οὐ τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα·
凡不行任何鬼魔所喜悅之事的,便超越了對一切鬼魔之物的奴役;凡所顧念的不是所見的,乃是所不見的——無論那些事物是像那些「神」那樣,或不論其實情如何——便超越了保羅所稱諸神的那一分;
And he who does no work dear to the demons soars above the slavery to all the demonic powers; and he soars above the portion of those called gods by Paul who considers, whether things are as those are or however they may be, not the things seen but the things not seen;
1:5166
καὶ ὁρῶν τις, τίνα τρόπον καὶἩ τῆς κτίσεως ἀποκαραδοκία τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται
凡看見「受造之物切望等候神的眾子顯出來」(羅8:19)是怎樣的人,
and he who sees in what manner 'the earnest expectation of the creation awaits the revelation of the sons of God,'
1:5167
εὐφημῶν τὴν κτίσιν καὶ βλέπων, τίνα τρόπον ἐλευθερωθήσεται πᾶσα ἀπὸ τῆς δουλείας τῆς φθορᾶς καὶ καταντήσεται εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ, οὐ περισπᾶται πρὸς <τὸ> τῷ θεῷ καὶ ἄλλῳ τινὶ δουλεύειν μετ' αὐτοῦ οὐδὲ πρὸς τὸ δυσὶ κυρίοις δουλεύειν
他便祝福那受造之物,並看見它如何要全然從敗壞的奴役中得釋放,得享神兒女自由的榮耀(參羅8:21),就不至於被牽引去同時事奉神和神之外的別的,也不至於去事奉兩個主。
blessing the creation and seeing in what manner all of it shall be freed from the slavery of corruption and shall come into the freedom of the glory of the children of God, is not distracted towards serving both God and some other along with Him, nor towards serving two masters.
1:5168
Οὐ στάσεως οὖν φωνὴ ἐπὶ τοῖς νοήσασι τὰ τοιαῦτα καὶ μὴ θέλουσι δουλεύειν πλείοσι κυρίοις, διὰ τοῦτο ἀρκουμένοις κυρίῳ Ἰησοῦ Χριστῷ, παιδεύοντι ὑφ' ἑαυτῷ τοὺς δουλεύοντας αὐτῷ, ἵν' αὐτοὺς πεπαιδευμένους παραδῷ γενομένους βασιλείαν ἀξίαν θεοῦ τῷ θεῷ καὶ πατρί
所以,這並不是叛亂之聲——對於那些已明白這些事、不願事奉多位主人、因此以主耶穌基督為足的人;祂在自己之下訓練那些服事祂的人,好叫他們受了訓練之後,成為配得神的國度,被祂交給神和父(參林前15:24)。
It is therefore not the voice of sedition, in the case of those who have understood such things and are unwilling to serve several masters, and who for this reason content themselves with the Lord Jesus Christ, who trains under Himself those who serve Him, that He may, when they have been trained, deliver them, having become a kingdom worthy of God, to the God and Father.
1:5169
Ἀλλὰ καὶ ἀποσχίζουσι καὶ ἀπορρηγνύουσιν ἑαυτοὺς ἀπὸ τῶν ἀλλοτρίων τῆς πολιτείας τοῦ θεοῦ καὶ ξένων τῶν διαθηκῶν αὐτοῦ, ἵνα τὸ ἐν οὐρανοῖς πολίτευμα πολιτεύσωνται, προσερχόμενοι θεῷ ζῶντι καὶ πόλει θεοῦ, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων, ἀπογεγραμμένων ἐν οὐρανῷ
他們確也把自己從那些與神的國民為外人、與祂的諸約為陌路的人中分別出來、割裂出去,為要活出天上的國民身分,得以親近永生神,並親近神的城,就是那天上的耶路撒冷,又親近千萬天使的歡聚之會,並名錄在天上諸長子的總會(參來12:22-23)。
But they also cut themselves off and break themselves away from those who are aliens to the commonwealth of God and strangers to His covenants, that they may live out the citizenship in heaven, drawing near to the living God and to the city of God, the heavenly Jerusalem, and to ten thousands of angels in festal gathering, and to the assembly of the firstborn enrolled in heaven.
1:5170
Ἀλλ' οὐδ' ὡς βλαπτομένου τοῦ θεοῦ, ὡς δοκεῖ βλάπ τεσθαι ἄνθρωπος ὑπὸ τοῦ καὶ ἄλλῳ παρ' αὐτὸν δουλεύοντος, ἐκκλίνομεν τὸ δουλεύειν ἄλλῳ τινὶ τῷ θεῷ διὰ τοῦ λόγου αὐτοῦ καὶ τῆς ἀληθείας αὐτοῦ, ἀλλ' ἵνα ἡμεῖς μὴ βλαβῶμεν ἑαυτοὺς χωρίζοντες τῆς τοῦ ἐπὶ πᾶσι θεοῦ μερίδος, ὡς οἰκείως αὐτοῦ τῇ μακαριότητι ζῶντας πνεύματι ἐξαιρέτῳ υἱοθεσίας·
我們拒絕藉祂的話和祂的真理去事奉神以外的任何別的,並不是因為神會受損(如同人因另一人除事奉他外還事奉別人而看似受損),乃是為叫我們自己不致受損,免得把自己從那超乎萬有之神的分中分離出來,乃要按合乎祂福樂的方式,靠著那特賜為兒子名分的靈而活;
But neither do we decline serving any other than God, through His Word and His truth, as though God were harmed (as a man seems to be harmed by one who serves another beside him), but in order that we ourselves may not be harmed by separating ourselves from the portion of the God over all, living, as is proper to His blessedness, by a special spirit of adoption;
1:5171
ἐστιν ἐν υἱοῖς τοῦ ἐν οὐρανοῖς πατρός, οὐ λεξείδια ἀλλὰ πράγματα μεγαλοφώνως κατὰ τὸ κρυπτὸν φθεγγομένοις τὸ Ἀββὰ πατήρ
這靈是在那在天之父的眾子裡面的——不是空洞的小詞句,乃是實事——在他們暗中放聲大呼「阿爸,父」(羅8:15)之時。
which is in the sons of the Father in heaven, not little phrases but realities, to those who in secret cry out with a great voice, 'Abba, Father.'
1:5172
Λακεδαιμονίων μὲν οὖν οἱ πρέσβεις τὸν Περσῶν βασιλέα, καίτοι προσαναγ καζόντων σφόδρα τῶν δορυφόρων, οὐ προσεκύνησαν φοβού μενοι τὸν ἕνα κύριον αὐτῶν τὸν Λυκούργου νόμον·
從前拉刻代蒙(斯巴達)的使者,雖然護衛兵極力強迫他們,仍不肯向波斯王下拜,因為他們敬畏他們唯一的主,就是呂庫爾戈斯的律法;
Now the ambassadors of the Lacedaemonians did not do obeisance to the king of the Persians, although the bodyguards were exceedingly pressing them to it, fearing their one lord, the law of Lycurgus;
1:5173
οἱ δὲ τὴν πολλῷ μείζονα καὶ θειοτέραν πρεσβείαν ὑπὲρ Χριστοῦ πρεσβεύοντες οὔτε τὸν Περσῶν ἄρχοντα οὔτε τὸν Ἑλλήνων οὔτε τὸν Αἰγυπτίων οὔτε τὸν οὑτινοσοῦν ἔθνους προσκυνή σαιεν ἄν, κἂν οἱ δορυφόροι τῶν ἀρχόντων δαίμονες καὶ τοῦ διαβόλου ἄγγελοι προσαναγκάζειν αὐτοὺς ἐθέλωσι τοῦτο ποιεῖν καὶ πείθωσι μακρὰν χαίρειν λέγειν τῷ παντὸς νόμου τῶν ἐπὶ γῆς κρείττονι
而那些為基督執行那遠為更大、更神聖之使命的人,斷不肯向波斯的首領,或希臘的,或埃及的,或任何國族的首領下拜,縱使那些首領的護衛——就是鬼魔和魔鬼的使者——要強迫他們行此事,並勸他們向那超乎地上一切律法之上者長辭道別。
but those who exercise the far greater and more divine embassy on behalf of Christ would not do obeisance to the ruler of the Persians, nor to the ruler of the Greeks, nor of the Egyptians, nor of any nation whatsoever, even if the bodyguards of the rulers—demons and angels of the devil—should wish to compel them to do this and should persuade them to bid a long farewell to that which is mightier than every law of those on earth.
1:5174
Κύριος γὰρ τῶν ὑπὲρ Χριστοῦ πρεσβευόντων Χριστός ἐστιν, ὑπὲρ οὗ πρεσβεύουσιν, ἐν ἀρχῇ λόγος ὢν καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν
因為那些為基督作使者之人的主,就是基督自己,他們正是為祂作使者;祂在太初就是話,與神同在,並且就是神(參約1:1)。
For the Lord of those who are ambassadors on behalf of Christ is Christ Himself, on whose behalf they are ambassadors, who was in the beginning the Word, and was with God, and was God.
1:5175
Εἶτ' ἐπεὶ ἔδοξε τῶν φαινομένων αὐτῷ βαθύτερόν τινα κινεῖν λόγον Κέλσος περὶ ἡρώων καί τινων δαιμόνων, λέγων μετὰ τὸν περὶ τῆς πρὸς ἀνθρώπους δουλείας λόγον, ὡς βλαπτομένου τοῦ προτέρου, τις δουλεύειν βούλεται, ἐὰν δουλεύειν θέλῃ καὶ δευτέρῳ, ὅτι εἴη δ' ἂν τὸ αὐτὸ καὶ περὶ ἡρώων τε καὶ τῶν τοιούτων δαιμόνων·
其次,瑟蘇斯既以為當就英雄和某些鬼魔,引發一段比他所見更深的論述,便在論及對人的服事之後——說一個人若願事奉第二位主人,先前那位、他原想事奉的主便會受損——又說這同樣的情形也適用於英雄和這類鬼魔;
Then, since it seemed good to Celsus to stir up a certain discourse deeper than the things apparent to him concerning heroes and certain demons, saying, after the discourse about the slavery towards men—that the former master, whom one wishes to serve, is harmed if one should wish to serve a second—that the same would be the case also concerning heroes and such demons;
1:5176
πευστέον αὐτοῦ, τί νοεῖ τοὺς ἥρωας, καὶ ποδαποὺς εἶναι λέγει τοὺς τοιούτους δαίμονας; ὥστε τὸν δουλεύοντα τῷδε τῷ ἥρωϊ καὶ μὴ ἑτέρῳ δουλεύειν δεῖν, καὶ τῷ τοιῷδε δαίμονι μὴ καὶ ἄλλῳ δουλεύειν·
我們便該問他:他所說的英雄指甚麼,又說這類鬼魔是何等的;以致那事奉某英雄的人就不可事奉另一位,那事奉某鬼魔的人也不可事奉另一位;
we must ask him what he understands the heroes to be, and of what sort he says such demons are; so that one who serves this hero must not serve another, and one who serves such a demon must not serve another also;
1:5177
ὡς βλαπτομένου ἀνάλογον τοῖς βλαπτο μένοις ἀνθρώποις τοῦ προτέρου δαίμονος, οἷς τις ἐλάτρευσε πρὸ τῶν δευτέρων
彷彿先前那鬼魔,會像受損的人那樣,因人在事奉後者之前先事奉了牠而受損。
as the former demon is harmed, analogously to harmed men, by those whom one served before the latter.
1:5178
Ἀλλὰ καὶ τίνα βλάβην οἴεται εἶναι ἡρώων τῶν τοιῶνδε δαιμόνων, παραστησάτω
但也讓他闡明:他以為英雄或這類鬼魔會受甚麼損害。
But let him also set forth what harm he thinks there is to heroes or to such demons.
1:5179
Ἀναγκασ θήσεται γὰρ ἤτοι εἰς πέλαγος φλυαρίας ἐμπεσὼν ἀναλαβεῖν τὸν λόγον καὶ ἀθετῆσαι τὰ εἰρημένα μὴ φλυαρεῖν θέλων ὁμολογεῖν ὅτι οὔτε ἥρωας οὔτε δαιμόνων φύσιν ἐπίσταται
因為他必被迫,要麼陷入一片胡言的汪洋,重新拾起這論點而推翻已說的話;要麼若不願胡言,便承認他既不認識英雄,也不認識鬼魔的本性。
For he will be compelled either, falling into a sea of nonsense, to take up the argument again and to set aside what has been said, or, not wishing to talk nonsense, to confess that he knows neither heroes nor the nature of demons.
1:5180
Εἰς δὲ τὸν περὶ ἀνθρώπων λόγον, βλαπτομένων τῶν προτέρων, ἐὰν δουλεύῃ τις δευτέρῳ, λεκτέον·
至於那論到人的說法——說若有人事奉第二位,先前那位便受損——當這樣回答:
And against the argument concerning men, that the former are harmed if one serves a second, it must be said:
1:5181
ποίαν βλάβην φησὶ γίνεσθαι τῷ προτέρῳ ἀνθρώπῳ, εἰ δουλεύων αὐτῷ δουλεύειν ἐθέλει καὶ ἑτέρῳ; . Εἰ μὲν γὰρ ὡς ἰδιώτης λέγοι καὶ ἀφιλόσοφος βλάβην τὴν περὶ χρημάτων τῶν ἐκτὸς ἡμῖν σημαινομένων, ἐλεγχθείη ἂν μηδ' ἐπιστήσας τῷ ὑπὸ Σωκράτους καλῶς εἰρημένῳ ἐν τῷ·
他說先前那人會受甚麼損害,倘若那事奉他的人也願事奉另一人?因為他若像個外行而不懂哲學的人,所指的是我們所說那關乎身外之物、金錢方面的損害,那就要被駁倒,連蘇格拉底那句說得極好的話都未曾留意,就是:
what harm does he say comes to the former man, if the one serving him wishes to serve another also? For if, as a layman and unphilosophical, he should mean the harm signified to us concerning external goods, money, he would be convicted of not having attended even to that finely said by Socrates in the saying:
1:5182
Ἐμὲ δὲ Ἄνυτος καὶ Μέλητος ἀποκτεῖναι μὲν δύνανται, βλάψαι δὲ οὔ·
「阿尼托斯和墨勒托斯固然能殺我,卻不能害我;」
'Anytus and Meletus can indeed kill me, but harm me they cannot;'
1:5183
οὐ γὰρ θεμιτὸν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος βλάπτεσθαι. Εἰ δὲ βλάβην τὴν κίνησιν σχέσιν λέγοι < τὴν> κατὰ κακίαν, δῆλον ὅτι οὐδεμιᾶς γινομένης βλάβης περὶ τοὺς σοφοὺς δουλεύει τις ἐν διεστηκόσι τόποις οὖσι δύο σοφοῖς
因為較優者被較劣者所害,是不合天理的。但他若以「損害」指那按惡而有的動向或狀態,那就顯然:既然智者不受損害,一個人盡可同時事奉兩位相隔遙遠的智者,毫無損害發生。
for it is not lawful for the better to be harmed by the worse. But if he should mean by 'harm' the motion or state according to wickedness, it is plain that, since no harm comes to the wise, one may serve two wise men who are in places far apart, with no harm occurring.
1:5184
Εἰ δ' οὐδὲ τοῦτο εὔλογον, μάτην αὐτῷ παρείληπται τὸ παράδειγμα κατηγοροῦν τοῦ Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν, καὶ μᾶλλον περὶ τῆς <πρὸς> τὸν θεὸν τῶν ὅλων δουλείας μόνον διὰ τοῦ προσά γοντος τῷ θεῷ υἱοῦ αὐτοῦ κρατήσει λόγος
若連這也不合理,那麼他引這例子來指控「一個僕人不能事奉兩個主」這話,便是徒然;反倒是那論及單藉那引人就近神之子來事奉萬有之神的說法,要佔上風。
And if not even this is reasonable, the example has been adduced by him in vain, accusing the saying 'No one can serve two masters'; and rather the argument concerning the service towards the God of all, solely through His Son who brings near to God, will prevail.
1:5185
δεόμενον τὸν θεὸν θεραπεύσομεν οὐδ' ὡς λυπούμενον, ἂν μὴ θεραπεύωμεν αὐτόν, ἀλλ' ὡς αὐτοὶ ἀπὸ τῆς πρὸς τὸν θεὸν θεραπείας ὠφελούμενοι καὶ ἄλυποι καὶ ἀπαθεῖς γινόμενοι ἐκ τοῦ δουλεύειν τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ σοφίας
我們事奉神,並不是因祂有所需要,也不是因我們若不事奉祂祂便憂愁,乃是因我們自己從事奉神得了益處,並藉著事奉那超乎萬有之神——藉著祂的獨生之話與智慧——而成為無憂無慮、不受情慾擾動的人。
We shall worship God neither as being in need, nor as being grieved if we do not worship Him, but as ourselves being benefited from the worship towards God, and becoming free from grief and free from passion through serving the God who is over all, through His only-begotten Word and Wisdom.
1:5186
Ὅρα δὲ πῶς ἀβασάνιστόν ἐστι τὸ εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις, ἐν ἐμφαίνεται τὴν τοῦ θεοῦ θεραπείαν χωρὶς πάσης βλάβης ἡμῶν ἡμᾶς προσάγειν ἁπαξαπλῶς τινι τῶν τοῦ θεοῦ
但請看那句話——「因為你若也事奉宇宙中別的某物」——是何等未經考究;其中似乎暗示,事奉神可以毫無損害地、簡直毫無分別地把我們引向某一件屬於神之物。
But see how unexamined is the saying 'For if you should worship also some other of the things in the universe,' in which it appears that the worship of God brings us near, without any harm to us, to some one of the things belonging to God, simply and absolutely.
1:5187
Ἀλλ' ὡσπερεὶ αἰσθηθεὶς ἑαυτοῦ οὐχ ὑγιῶς εἰπόντος·
但他彷彿察覺自己說得不妥當:
But as though perceiving that he himself had not spoken soundly:
1:5188
Εἰ γάρ τι καὶ ἄλλο τῶν ἐν τοῖς ὅλοις θεραπεύσεις, εἶτ' ἐπαναλαμβάνει καὶ διόρθωσιν προσάγει τῷ λεγομένῳ ἐν τούτῳ·
「因為你若也事奉宇宙中別的某物」——他便又拾起這話,對所說的加以修正,說:
'For if you should worship also some other of the things in the universe,' he then takes it up again and applies a correction to what was said, in this:
1:5189
Οὐδ' ἔξεστι τιμᾶσθαι οὐδενί, ὅτῳ μὴ ἐξ ἐκείνου τοῦτο δέδοται
「凡未從那一位得著此權的,連受敬奉都是不合法的。」
'Nor is it even lawful for any to be honoured to whom this has not been granted from that one.'
1:5190
Καὶ πυθώμεθα τοῦ Κέλσου περὶ τῶν τιμωμένων ὡς θεῶν δαιμόνων καὶ ἡρώων ὅτι πόθεν, οὗτος, ἀποδεικνύναι ἔχεις ὅτι ἀπὸ τοῦ θεοῦ τούτοις δέδοται τὸ τιμᾶσθαι καὶ οὐχὶ ἀπὸ ἀγνοίας καὶ ἀμαθίας ἀνθρωπίνης πλανωμένων καὶ ἀποπιπτόντων τοῦ κυρίως τιμωμένου; Τιμᾶται γοῦν, ὡς πρὸ βραχέος ἔλεγες, Κέλσε, τὰ Ἀδριανοῦ παιδικά, καὶ οὐ δή που ἐρεῖς ὅτι ἀπὸ τοῦ θεοῦ τῶν ὅλων δέδοται τὸ τιμᾶσθαι ὡς θεῷ τῷ Ἀντινόῳ
讓我們向瑟蘇斯查問那些被當作神或鬼魔、甚至英雄而受敬奉的:「先生,你能從哪裡證明,這受敬奉之事是從神賜給他們的,而不是人因無知和人的愚昧、迷失並從那真正當受敬奉者那裡墮落呢?」總之,瑟蘇斯啊,正如你方才所說,哈德良的孌童(安提諾烏斯)受著敬奉,你斷不會說那受敬奉如神之事,是萬有之神賜給安提諾烏斯的。
And let us inquire of Celsus concerning those honoured as gods or demons or even heroes: 'Whence, sir, are you able to demonstrate that the being honoured has been granted to these from God, and not rather that men wander and fall away from Him who is truly honoured, through ignorance and human stupidity?' At any rate, the favourite of Hadrian is honoured, as you were saying a little before, O Celsus, and you will surely not say that to Antinous it has been granted by the God of all to be honoured as a god.
1:5191
Τὸ δ' αὐτὸ καὶ περὶ τῶν ἄλλων ἐροῦμεν, ἀπαιτοῦντες ἀπόδειξιν περὶ τοῦ δεδόσθαι αὐτοῖς ἀπὸ τοῦ ἐπὶ πᾶσι θεοῦ τὸ τιμᾶσθαι
我們論到其餘的也要說同樣的話,要求拿出證明來,證明那受敬奉之事是那超乎萬有之神賜給他們的。
And the same we shall say also concerning the others, demanding a demonstration that the being honoured has been granted to them from the God who is over all.
1:5192
Ἐὰν δ' ἡμῖν ἀνθυποφέρῃ τὸ παραπλήσιον περὶ τοῦ Ἰησοῦ, ἀποδείξομεν ὅτι ἀπὸ θεοῦ δέδοται αὐτῷ τὸ τιμᾶσθαι·
但他若以類似的話來反詰我們論及耶穌,我們要證明:那受敬奉之事是神賜給祂的:
But if he should bring back against us the like concerning Jesus, we shall demonstrate that it has been granted to Him from God to be honoured:
1:5193
Ἵνα πάντες τιμῶσι τὸν υἱόν, καθὼς τιμῶσι τὸν πατέρα. Αἱ γὰρ πρὸ τῆς γενέσεως αὐτοῦ προφητεῖαι συστάσεις ἦσαν τῆς τιμῆς αὐτοῦ
「叫人都尊敬子如同尊敬父一樣」(約5:23)。因為在祂降生以前的眾預言,就是祂受尊榮的明證。
'That all may honour the Son even as they honour the Father.' For the prophecies before His birth were attestations of His honour.
1:5194
Ἀλλὰ καὶ τὰ ὑπ' αὐτοῦ γενόμενα παράδοξα οὐ μαγγανείᾳ, ὡς οἴεται Κέλσος, ἀλλὰ θειότητι προειρημένῃ ὑπὸ τῶν προφητῶν τὴν ἀπὸ θεοῦ εἶχε μαρτυρίαν·
並且祂所行的奇事,不是像瑟蘇斯所以為的藉邪術,乃是藉著先知所預言的神性,從神得了見證;
But also the wonders done by Him, not by sorcery, as Celsus supposes, but by a divinity foretold by the prophets, had its testimony from God;
1:5195
ἵν' τιμῶν τὸν υἱὸν ὄντα λόγον μηδὲν ἄλογον πράττων ὠφελῆται ἐκ τοῦ τιμᾶν αὐτόν, καὶ τιμῶν αὐτὸν ὄντα ἀλήθειαν κρείττων γίνηται ἀπὸ τοῦ τιμᾶν ἀλήθειαν, οὕτως δὲ καὶ ἀπὸ τοῦ τιμᾶν σοφίαν καὶ δικαιοσύνην καὶ πάντα, ἅπερ φασὶν εἶναι οἱ θεῖοι λόγοι τὸν υἱὸν τοῦ θεοῦ
好叫那尊敬子——就是那「話」——的人,不行任何不合理的事,反從尊敬祂得益處;尊敬祂——就是那「真理」——便因尊敬真理而變得更美;照樣,也因尊敬智慧、公義並神聖之言所稱神之子為的一切而得益處。
that the one who honours the Son, who is Word, doing nothing irrational, may be benefited from honouring Him; and honouring Him who is Truth, may become better from honouring Truth; and so likewise from honouring Wisdom and Righteousness and all the things which the divine words say the Son of God is.
1:5196
Ὅτι δὲ πρὸς τὸν <υἱὸν τοῦ> θεοῦ τιμὴ ἐν βίῳ ὑγιεῖ γίνεται, οὕτως δὲ καὶ πρὸς τὸν θεὸν καὶ πατέρα, ὅρα εἰ μὴ διδασκόμεθα ἔκ τε τοῦ Ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως <τοῦ νόμου> τὸν θεὸν ἀτιμάζεις καὶ ἐκ τοῦ Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας τὸν υἱὸν τοῦ θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας
對神之子的尊敬乃在健全的生活中成就,照樣對神和父的尊敬也是如此——請看我們豈不是從這句話得了教導:「你這以律法誇口的,自己倒因犯律法而羞辱神麼?」(羅2:23),又從這句:「何況人踐踏神的兒子,將那使他成聖之約的血當作平常,又褻慢施恩的靈,你們想,他要受的刑罰該怎樣加重呢?」(來10:29)
And that the honour towards the Son of God comes to pass in a sound life, and so likewise the honour towards God and Father, see whether we are not taught both from the saying 'You who boast in the law, do you dishonour God through transgression of the law?' and from 'By how much worse punishment do you think he will be deemed worthy who has trampled underfoot the Son of God, and has counted as common the blood of the covenant by which he was sanctified, and has insulted the Spirit of grace?'
1:5197
Εἰ γὰρ διὰ τῆς παραβάσεως τοῦ νόμου ἀτιμάζει τὸν θεὸν παραβαίνων τὸν νόμον, καὶ καταπατεῖ τὸν υἱὸν τοῦ θεοῦ μὴ παραλαβὼν τὸν λόγον·
因為若那犯律法的人藉著犯律法羞辱了神,而那不領受「話」的人踐踏了神的兒子;
For if through transgression of the law he who transgresses the law dishonours God, and he who has not received the Word tramples underfoot the Son of God;
1:5198
δῆλον ὅτι τιμᾷ μὲν τὸν θεὸν τηρῶν τὸν νόμον, σέβει δὲ τὸν θεὸν κεκοσμημένος τῷ λόγῳ τοῦ θεοῦ καὶ τοῖς ἔργοις αὐτοῦ
那麼顯然,守律法的人尊敬神,而那以神的話並祂的作為為裝飾的人乃是敬拜神。
it is plain that he who keeps the law honours God, and he who is adorned with the Word of God and with His works worships God.
1:5199
Εἰ δὲ ᾔδει Κέλσος, τίνες μέν εἰσι τοῦ θεοῦ, καὶ ὅτι μόνοι οἱ σοφοί, τίνες δὲ οἱ ἀλλότριοι, καὶ ὅτι πάντες οἱ φαῦλοι οἱ μηδαμῶς νεύοντες πρὸς ἀρετῆς ἀνάληψιν, εἶδεν ἄν, πῶς δεῖ <λέγειν> τὸ τιμῶν οὖν τις καὶ σέβων τοὺς ἐκείνου πάντας τί λυπεῖ τὸν θεόν, οὗ πάντες εἰσίν; . Ἑξῆς δὲ τούτοις φησί·
但瑟蘇斯若知道誰是屬神的——知道唯有智者才是——又知道誰是外人,知道凡毫不傾向領受美德的卑劣之人都是外人,他就會明白該怎樣說那句話:「那麼,凡敬奉並崇拜一切屬於祂之物的人,怎會使神——這一切所屬的神——憂愁呢?」緊接著這些話,他又說:
But if Celsus had known who are God's, and that only the wise are, and who are the aliens, and that all the base who in no way incline towards the taking up of virtue are aliens, he would have seen how one ought to say 'So then, one who honours and worships all that belong to Him, how does he grieve God, to whom they all belong?' And next after these things he says:
1:5200
Καὶ μὴν γε φάσκων ἕνα εἰρῆσθαι κύριον, περὶ θεοῦ λέγων, ἀσεβεῖ διαιρῶν τὴν τοῦ θεοῦ βασιλείαν καὶ στασιάζων, ὡς οὔσης αἱρέσεως καὶ ὄντος τινὸς ἑτέρου ἀντιστασιώτου αὐτῷ
「再者,那論到神而主張只有一位主的人,乃是行不敬虔的事,把神的國分割了,掀起黨爭,彷彿有一個敵對的派系、有另一位與祂作對者似的。」
'And indeed, the one who asserts that one Lord is spoken of, speaking concerning God, acts impiously, dividing the kingdom of God and stirring up faction, as though there were a party and some other adversary opposing Him.'
1:5201
Χώραν δ' εἶχεν αὐτῷ ταῦτα, εἰ γραμμικαῖς ἀποδείξεσι παρίστη τοὺς ὑπὸ τῶν ἐθνῶν προσκυνουμένους ὡς θεοὺς θεοὺς εἶναι, καὶ τοὺς περὶ τὰ ἀγάλματα καὶ τοὺς νεὼς καὶ τοὺς βωμοὺς νομιζο μένους τυγχάνειν παρίστη μὴ ὄντας φαύλους τινὰς δαίμονας
這些話對他本可成立,倘若他能用幾何學般的證明,確立那些被列國當作神來敬拜的確是神,又確立那些被認為附在像、廟與壇之物的,不是某些卑劣的鬼魔。
These things would have had place for him, if by geometric demonstrations he established that those worshipped by the nations as gods are gods, and established that those reputed to attend the statues and shrines and altars are not certain base demons.
1:5202
Ἀλλὰ καὶ τὴν τοῦ θεοῦ βασιλείαν παρ' ἡμῖν συνεχῶς λεγομένην καὶ γεγραμμένην ἡμεῖς μὲν καὶ νοεῖν εὐχόμεθα καὶ τοιοῦτοι γίνεσθαι, ἵν' ὑπὸ θεοῦ μόνου βασιλευώμεθα, καὶ γένηται καὶ ἡμῶν βασιλεία τοῦ θεοῦ
但那在我們中間不斷被宣講、被記載的神的國——我們既祈求明白它,也祈求成為這樣的人,好叫我們單被神所治理,並叫神的國也臨到我們。
But the kingdom of God, which is continually spoken of and written among us—we both pray to understand it and to become such, that we may be ruled by God alone, and that the kingdom of God may come also of us.
1:5203
Ἐκεῖνος δέ, πολλοὺς ἡμᾶς διδάσκων σέβειν θεούς, θεῶν μᾶλλον ὤφειλεν, εἰ τὰ ἀκόλουθα ἑαυτῷ ἐσκόπει, λέγειν βασιλείαν ἤπερ θεοῦ
但那人既教我們敬拜多神,若他顧到甚麼與他自己一致,倒該說「諸神的國」,而非「神的國」。
But that man, teaching us to worship many gods, ought rather to have said 'kingdom of gods' than 'of God,' if he had considered what is consistent with himself.
1:5204
ἕκαστος χωρεῖ, ἐπιδεδωκότα
(殘缺)……各人前進,已交付出去……
...each one advances, having given over...
1:5205
Δόξαι δ' ἄν τις ἑξῆς τούτοις πιθανόν τι καθ' ἡμῶν λέγειν ἐν τῷ·
有人或會以為,他緊隨這些,說了一句看似有理、針對我們的話:
And one might think that, following upon these things, he says something plausible against us in this:
1:5206
Εἰ μὲν δὴ μηδένα ἄλλον ἐθεράπευον οὗτοι πλὴν ἕνα θεόν, ἦν ἄν τις αὐτοῖς ἴσως πρὸς τοὺς ἄλλους ἀτενὴς λόγος·
「這些人倘若除一位神外不敬拜別的,他們對其他人或許還有些站得住的論據;
'If indeed these people worshipped no other than one God, perhaps there might be for them some firm argument against the others;
1:5207
νυνὶ δὲ τὸν ἔναγχος φανέντα τοῦτον ὑπερθρη σκεύουσι καὶ ὅμως οὐδὲν πλημμελλεῖν νομίζουσι περὶ τὸν θεόν, εἰ καὶ ὑπηρέτης αὐτοῦ θεραπευθήσεται
但如今,他們對這位新近顯現的過度崇拜,卻仍以為若連祂的僕人也受敬拜,於神並無虧負。」
but as it is, they excessively venerate this one who has lately appeared, and yet they think they commit no fault concerning God, even if His servant too shall be worshipped.'
1:5208
Λεκτέον δὲ καὶ πρὸς τοῦτο ὅτι, εἴπερ νενοήκει Κέλσος τὸ Ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν καὶ τὸ ἐν εὐχῇ εἰρημένον ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ ἐν τῷ Ὡς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὐκ ἂν ᾤετο ἡμᾶς καὶ ἄλλον θεραπεύειν παρὰ τὸν ἐπὶ πᾶσι θεόν
對此也當回答說:瑟蘇斯若真明白「我與父原為一」(約10:30)這話,又明白神之子在禱告中所說「正如我與你原為一」(參約17:21-22)這話,就不會以為我們在那超乎萬有之神以外還敬拜了別的。
And in answer to this too it must be said that, if indeed Celsus had understood the saying 'I and the Father are one' and that spoken in prayer by the Son of God in 'As I and You are one,' he would not have supposed that we worship also another beside the God who is over all.
1:5209
γὰρ πατήρ, φησίν, ἐν ἐμοί, κἀγὼ ἐν τῷ πατρί
祂說:「父在我裡面,我也在父裡面」(約14:10)。
'For the Father,' He says, 'is in Me, and I in the Father.'
1:5210
Εἰ δέ τις ἐκ τούτων περισπασθήσεται, μή πῃ αὐτομολῶμεν πρὸς τοὺς ἀναιροῦντας δύο εἶναι ὑποστάσεις, πατέρα καὶ υἱόν, ἐπιστησάτω τῷ Ἦν δὲ πάντων τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία, ἵνα θεωρήσῃ τὸ Ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν
但若有人因這些話而困惑,唯恐我們竟投奔到那些否認有父與子兩個位格(hypostasis)的人那裡,就讓他留意這句話:「眾信徒都是一心一意的」(徒4:32),好叫他能領會「我與父原為一」這話。
But if anyone should be distracted by these things, lest somehow we desert to those who do away with there being two hypostases, Father and Son, let him attend to the saying 'And the heart and soul of all who believed was one,' that he may behold the saying 'I and the Father are one.'
← 上一段下一段 →
1