📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 駁瑟蘇斯

俄利根

駁瑟蘇斯 第 1 章 第 42/42 段

希臘文原文.26 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:5768–1:5793(全章共 5793 節)

← 上一段
1:5768
Καὶ τάχα ἀληθῶς ἀδύνατον μὲν τὸ τοιοῦτο τοῖς ἔτι ἐν σώμασι, οὐ μὴν ἀδύνατον καὶ ἀπολυθεῖσιν αὐτῶν
或許這樣的事對那些仍在身體中的人確是不可能的,但對那些已脫離身體的人卻絕非不可能。
And perhaps it is truly impossible for such a thing for those still in bodies, but it is by no means impossible for those who have been released from them.
1:5769
Εἶθ' ἑξῆς προτρέπεται ἡμᾶς Κέλσος ἀρήγειν τῷ βασιλεῖ παντὶ σθένει καὶ συμπονεῖν αὐτῷ τὰ δίκαια καὶ ὑπερμαχεῖν αὐτοῦ καὶ συστρατεύειν αὐτῷ, ἂν ἐπείγῃ, καὶ συστρατηγεῖν
接著瑟蘇斯勸勉我們,要竭盡全力協助君王,在正義之事上與他同勞,為他爭戰,並在他緊急徵召時與他一同從軍,與他一同領兵。
Then next Celsus exhorts us to aid the king with all our might, and to labor with him in just causes, and to fight on his behalf, and to serve as soldiers with him, if he should press for it, and to share in command with him.
1:5770
Λεκτέον δὲ καὶ πρὸς ταῦτα ὅτι ἀρήγομεν κατὰ καιρὸν τοῖς βασιλεῦσι θείαν, ἵν' οὕτως εἴπω, ἄρηξιν, καὶ πανοπλίαν ἀναλαμβάνοντες θεοῦ
對這些話也當回答說:我們確實按時向君王提供一種——可說是——神聖的援助,乃是穿戴神所賜的全副軍裝。
And it must be said in reply to these things too, that we do at the fitting time render to kings a divine aid, so to speak, taking up the whole armor of God.
1:5771
Καὶ ταῦτα ποιοῦ μεν πειθόμενοι ἀποστολικῇ φωνῇ λεγούσῃ·
我們行這事,是遵從那使徒所說的話:
And we do this in obedience to the apostolic utterance which says:
1:5772
Παρακαλῶ οὖν ὑμᾶς πρῶτον ποιεῖσθαι δεήσεις, προσευχάς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων ἀνθρώπων, ὑπὲρ βασιλέων καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων. Καὶ ὅσῳ γε τὶς εὐσε βέστερός ἐστι, τοσούτῳ ἀνυτικώτερος ἐν τῷ ἀρήγειν τοῖς βασιλεύουσι παρὰ τοὺς εἰς τὰς παρατάξεις ἐξιόντας στρα τιώτας καὶ ἀναιροῦντας οὓς ἂν δύνωνται τῶν πολεμίων
「所以我勸你,第一要為萬人懇求、禱告、代求、祝謝,為君王和一切在位的人也是如此。」一個人越是敬虔,他在援助那些掌權者上就越有功效,勝過那些上陣列隊、盡力殺敵的士兵。
"I exhort, therefore, that first of all supplications, prayers, intercessions, and giving of thanks be made for all men, for kings and for all who are in authority." And the more pious anyone is, the more effective he is in aiding those who reign than the soldiers who go out into the battle-lines and slay as many of the enemy as they can.
1:5773
Εἶτα δὲ καὶ ταῦτ' εἴποιμεν ἂν πρὸς τοὺς ἀλλοτρίους τῆς πίστεως καὶ ἀξιοῦντας ἡμᾶς στρατεύεσθαι ὑπὲρ τοῦ κοινοῦ καὶ ἀνθρώπους ἀναιρεῖν ὅτι καὶ οἱ καθ' ὑμᾶς ἱερεῖς ἀγαλμάτων τινῶν καὶ νεωκόροι ὧν νομίζετε θεῶν τηροῦσιν ἑαυτῶν ἀμίαντον τὴν δεξιὰν διὰ τὰς θυσίας, ἵν' ἀναιμάκτοις χερσὶ καὶ καθαραῖς ἀπὸ φόνων προσάγωσι τὰς νενομισμένας θυσίας οἷς φατε θεοῖς·
其次我們也要對那些與信仰無分、卻要求我們為國從軍殺人的人說:連你們那些某些偶像的祭司,以及你們所視為神明者的廟祝,也都為著獻祭的緣故,保守自己的右手不受玷污,好叫他們以不沾血、潔淨不染殺戮的手,向你們所稱的諸神獻上習俗中的祭物;
And then we would also say this to those who are strangers to the faith and require us to serve as soldiers for the commonwealth and to slay men: that even among you the priests of certain images and the temple-keepers of those you regard as gods keep their right hand undefiled for the sake of the sacrifices, so that with hands unstained by blood and pure from slaughter they may offer the customary sacrifices to those you call gods;
1:5774
καὶ οὐ δή που πολέμου καταλαβόντος καὶ τοὺς ἱερεῖς στρατεύετε
並且戰爭爆發時,你們斷不會把祭司也徵召入伍。
and surely, even when war breaks out, you do not enlist the priests as soldiers.
1:5775
Εἰ οὖν τοῦτ' εὐλόγως γίνεται, πόσῳ μᾶλλον ἄλλων στρατευομένων καὶ οὗτοι στρατεύονται ὡς ἱερεῖς τοῦ θεοῦ καὶ θεραπευταί, καθαρὰς μὲν τηροῦντες τὰς δεξιὰς ἀγωνιζόμενοι δὲ διὰ τῶν πρὸς θεὸν εὐχῶν ὑπὲρ τῶν δικαίως στρατευομένων καὶ ὑπὲρ τοῦ δικαίως βασι λεύοντος, ἵνα τὰ ἐναντία πάντα καὶ ἐχθρὰ τοῖς δικαίως πράττουσι καθαιρεθῇ; Ἡμεῖς δὲ καὶ ταῖς εὐχαῖς πάντας δαίμονας, τοὺς ἐγείροντας τὰ πολεμικὰ καὶ ὅρκους συγχέοντας καὶ τὴν εἰρήνην ταράσσοντας, καθαιροῦντες μᾶλλον βοηθοῦμεν τοῖς βασιλεύουσιν ἤπερ οἱ δοκοῦντες στρατεύεσθαι
那麼,這事既然有正當的理由,那麼當別人從軍時,這些人豈不更該以神的祭司和事奉者的身分從軍麼?他們保守自己的右手潔淨,藉著向神的禱告,為那些公義作戰的人並為那位公義掌權的人爭戰,使一切敵對、仇視那行義之人的事物都被打倒。我們藉著禱告,把一切挑起戰爭、破壞誓約、攪擾和平的鬼魔都打倒,這樣對那些掌權者的幫助,反倒勝過那些看似從軍的人。
If, then, this is done with good reason, how much more, while others serve as soldiers, do these men also serve as soldiers, as priests and ministers of God, keeping their right hands pure, while contending through their prayers to God on behalf of those who fight justly and on behalf of the one who reigns justly, that all things opposed and hostile to those who act justly may be cast down? And we, by our prayers casting down all the demons who stir up wars, who violate oaths, and who disturb the peace, are of more help to those who reign than those who seem to fight as soldiers.
1:5776
Συμπο νοῦμεν δὲ τοῖς κοινοῖς πράγμασιν οἱ μετὰ δικαιοσύνης ἀναφέροντες προσευχάς, σὺν ἀσκήσεσι καὶ μελέταις διδασ κούσαις καταφρονεῖν ἡδονῶν καὶ μὴ ἄγεσθαι ὑπ' αὐτῶν
我們也為公共的事務同勞,就是我們這些以公義獻上禱告的人,並輔以各樣的操練和功課,教導人輕看諸般宴樂,不被它們牽引。
And we labor together for the common affairs, we who offer up prayers with righteousness, together with exercises and disciplines that teach us to despise pleasures and not to be led by them.
1:5777
Ἡμεῖς καὶ μᾶλλον ὑπερμαχοῦμεν τοῦ βασιλέως·
我們甚至比別人更為君王爭戰;
We even fight on the king's behalf more than others;
1:5778
καὶ οὐ συστρατευόμεθα μὲν αὐτῷ, κἂν ἐπείγῃ, στρατευόμεθα δὲ ὑπὲρ αὐτοῦ ἴδιον στρατόπεδον εὐσεβείας συγκροτοῦντες διὰ τῶν πρὸς τὸ θεῖον ἐντεύξεων
我們縱然不與他一同出征作兵丁,即便他緊急徵召,我們卻仍為他從軍,藉著向神的代求,集結起一支獨特的敬虔軍隊。
and we do not indeed go out as soldiers with him, even should he press for it, yet we do serve as soldiers on his behalf, mustering a peculiar army of piety through our intercessions to the Divine.
1:5779
Εἰ δὲ βούλεται ἡμᾶς Κέλσος καὶ στρατηγεῖν <ὑπὲρ> πατρίδος, ἴστω ὅτι καὶ ταῦτα ποιοῦμεν, οὐ πρὸς τὸ βλέπεσθαι ὑπὸ τῶν ἀνθρώπων καὶ κενοδοξεῖν ἐπ' αὐτῶν ταῦτα πράτ τοντες·
瑟蘇斯若還願意我們為祖國領兵,就讓他知道,這事我們也作了,只是我們行這些事,並不是為要被人看見,或在人面前博取虛榮;
And if Celsus wishes us also to lead armies on behalf of our country, let him know that we do this too, not doing these things in order to be seen by men or to win empty glory among them;
1:5780
ἐν γὰρ τῷ κρυπτῷ ἡμῶν κατ' αὐτὸ τὸ ἡγεμονικὸν εὐχαί εἰσιν, ἀναπεμπόμεναι ὡς ἀπὸ ἱερέων ὑπὲρ τῶν ἐν τῇ πατρίδι ἡμῶν
因為在我們隱密之處,就在靈魂那主宰的官能裡,有禱告如同從祭司獻上,為著我們國中的人。
for in our secret place, in the very ruling faculty of the soul, there are prayers sent up as from priests on behalf of those in our country.
1:5781
Χριστιανοὶ δὲ μᾶλλον εὐεργετοῦσι τὰς πατρίδας οἱ λοιποὶ τῶν ἀνθρώπων, παιδεύοντες τοὺς πολίτας καὶ εὐσεβεῖν διδάσκοντες εἰς τὸν πολιέα θεόν, ἀναλαμβάνοντες εἰς θείαν τινὰ καὶ ἐπουράνιον πόλιν τοὺς ἐν ταῖς ἐλαχίσταις πόλεσι καλῶς βιώσαντας·
並且基督徒比其餘的人更使他們的祖國得益,因他們教導公民,教訓他們向那看顧城邑的神敬虔,並把那些在至小的城中美好度日的人,接納進入某一座神聖而屬天的城;
And Christians benefit their countries more than the rest of men, instructing the citizens and teaching them to be pious toward the God who watches over the city, taking up into a certain divine and heavenly city those who have lived nobly in the least of cities;
1:5782
ἐν ἐλαχίστῃ πόλει πιστὸς ἐγένου, ἧκε καὶ ἐπὶ τὴν μεγάλην, ὅπου θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει, καὶ σὲ συναριθμῶν αὐτοῖς, ἐὰν μηκέτι ὡς ἄνθρωπος ἀποθνῄσκῃς μηδ' ὡς εἷς τῶν ἀρχόντων πίπτῃς
「你在至小的城裡忠心了,也要來到那大城,就是神站立在諸神的會中、在其中審判諸神之處」,並把你也數算在他們中間,倘若你不再像人一樣死亡,也不再像一個首領一樣跌倒。
"You were faithful in a least city; come also to the great one, where God stood in the assembly of gods, and in the midst He judges among gods," numbering you also among them, if you no longer die as a man, nor fall as one of the rulers.
1:5783
Προτρέπει δ' ἡμᾶς Κέλσος καὶ ἐπὶ τὸ ἄρχειν τῆς πατρίδος, ἐὰν δέῃ καὶ τοῦτο ποιεῖν ἕνεκεν σωτηρίας νόμων καὶ εὐσεβείας
瑟蘇斯也勸勉我們,要在祖國中擔任治理之責,倘若為了維護律法和敬虔,也必須這樣作。
Celsus also exhorts us to take up rule over our country, if we must do this too for the sake of the preservation of the laws and of piety.
1:5784
Ἡμεῖς δὲ ἐν ἑκάστῃ πόλει ἄλλο σύστημα πατρίδος κτισθὲν λόγῳ θεοῦ ἐπιστάμενοι τοὺς δυνατοὺς λόγῳ καὶ βίῳ ὑγιεῖ χρωμένους ἄρχειν ἐπὶ τὸ ἄρχειν ἐκκλησιῶν παρακαλοῦμεν, οὐκ ἀποδεχόμενοι μὲν τοὺς φιλάρχους βιαζόμενοι δὲ τοὺς διὰ πολλὴν μετριότητα τὴν κοινὴν φροντίδα τῆς ἐκκλησίας τοῦ θεοῦ μὴ βουλομένους προπετῶς ἀναδέξασθαι·
但我們知道,在每一座城中還另有一個由神的道所建立的祖國體制,我們便勸請那些在言語上有能力、在生活上端正的人來擔任治理眾教會之責;我們不接納那些貪戀職位的人,反倒勉強那些因極度謙退而不願輕率承擔神教會公共重任的人;
But we, knowing that in each city there is another country-system founded by the word of God, call upon those who are capable in word and use a sound manner of life to take up the rule of the churches; we do not accept the lovers of office, but we constrain those who, through great moderation, are unwilling rashly to take up the common care of the church of God;
1:5785
ἀναγκάζοντος, ὃν πεπείσ μεθα εἶναι υἱὸν θεοῦ λόγον θεόν
那勉強他們的,就是我們所深信為神的兒子、那道、那位神的。
the one who constrains them being He whom we are persuaded to be the Son of God, the Word, God.
1:5786
Καὶ εἰ ἄρχουσιν καλῶς οἱ ἄρχοντες ἐν τῇ ἐκκλησίᾳ τῆς κατὰ θεὸν πατρίδοςλέγω δὲ τῆς ἐκκλησίας–, λεγόμενοι <βιαζόμενοι>, καὶ ἄρχουσι κατὰ τὰ ὑπὸ τοῦ θεοῦ προστεταγμένα, οὐδὲν παρὰ τοῦτο μολύνοντες τῶν θεῶν νόμων
並且那些在那合乎神之祖國的教會中——我是指教會——治理的人,無論是受召或被勉強的,若治理得好,並照神所吩咐的而治理,他們就絕不因此玷污神的任何律法。
And if those who rule in the church of the country that is according to God—I mean the church—rule well, whether by being called or by being constrained, and they rule according to what has been ordained by God, they in no way thereby defile any of the laws of God.
1:5787
Καὶ οὐ φεύγοντές γε τὰς κοινοτέρας τοῦ βίου λειτουργίας Χριστιανοὶ τὰ τοιαῦτα περιΐστανται ἀλλὰ τηροῦντες ἑαυτοὺς θειοτέρᾳ καὶ ἀναγκαιοτέρᾳ λειτουργίᾳ ἐκκλησίας θεοῦ ἐπὶ σωτηρίᾳ ἀνθρώπων καὶ ἀναγκαίως ἅμα καὶ δικαίως ἡγούμενοι καὶ πάντων πεφροντικότες, τῶν μὲν ἔνδον, ἵν' ὁσημέραι βέλτιον βιῶσι, τῶν δὲ δοκούντων ἔξω, ἵνα γένωνται ἐν τοῖς σεμνοῖς τῆς θεοσεβείας λόγοις καὶ ἔργοις καὶ οὕτω θεὸν ἀληθῶς σέβοντες καὶ πολλοὺς ὅση δύναμις παιδεύοντες ἀνακραθῶσι τῷ τοῦ θεοῦ λόγῳ καὶ τῷ θείῳ νόμῳ καὶ οὕτως ἑνωθῶσι τῷ ἐπὶ πᾶσι θεῷ διὰ τοῦ ἑνοῦντος αὐτῷ υἱοῦ θεοῦ λόγου καὶ σοφίας καὶ ἀληθείας καὶ δικαιοσύνης πάντα τὸν προτετραμμένον ἐπὶ τὸ κατὰ θεὸν ἐν πᾶσι ζῆν
基督徒並不是藉著逃避日常較尋常的公共職務來迴避這類事,乃是把自己保守起來,獻給一種更神聖、更必要的職事——就是神教會的職事——為了人的得救;他們認為承擔領導之責既是必要也是公義的,並且關顧眾人:對教會內的人,使他們日日活得更好;對那些看似在外的人,使他們得以進入敬虔那尊貴的言語與工作中,如此真正敬拜神、並盡其所能地教導眾人,叫他們得以融入神的道和神聖的律法,這樣便藉著那將人聯於神的神之子——就是道、智慧、真理、公義——與那超乎萬有的神聯合,每一個被引向凡事照神而生活的人都是如此。
And it is not by fleeing the more common public services of life that Christians avoid such things, but by keeping themselves for a more divine and more necessary service—that of the church of God—for the salvation of men; deeming it both necessary and just at once to take the lead, and being mindful of all: of those within, that day by day they may live better, and of those who seem to be without, that they may come to be among the venerable words and works of godliness, and thus, truly worshiping God and instructing as many as they can, may be blended into the word of God and the divine law, and so be united to the God who is over all things, through the Son of God who unites men to Him—the Word, and Wisdom, and Truth, and Righteousness—every one who has been turned toward living, in all things, the life that is according to God.
1:5788
Ἔχεις δ' ἐν τούτοις, ἱερὲ Ἀμβρόσιε, τὸ τέλος κατὰ τὴν παροῦσαν ἡμῖν καὶ δοθεῖσαν δύναμιν τῶν προστεταγμένων ὑπὸ σοῦ
聖潔的安波羅修啊,你在這些話中,便看見了我們照現今所賜給我們的能力,對你所囑咐之事的結束。
You have in these, holy Ambrose, the conclusion, according to the power presently given to us, of the things enjoined by you.
1:5789
Καὶ περιεγράψαμεν ἐν ὀκτὼ βιβλίοις πάντα, ὅσα πρέπον εἶναι ἐνομίσαμεν ὑπαγορεῦσαι πρὸς τὸν ἐπιγεγραμμένον Κέλσου ἀληθῆ λόγον
我們已將一切我們認為合宜寫下的話,編入八卷之中,以回應瑟蘇斯那題為《真道》的著作。
And we have comprised in eight books all that we deemed it fitting to dictate against the treatise inscribed "The True Word" of Celsus.
1:5790
Τοῦ δ' ἐντυγχάνοντός ἐστι τῷ ἐκείνου συγγράμματι καὶ οἷς ἡμεῖς κατ' αὐτοῦ ὑπηγορεύσαμεν κρῖναι, ὁπότερα μᾶλλον πνεῖ τοῦ ἀληθινοῦ θεοῦ καὶ τοῦ τρόπου τῆς εἰς αὐτὸν εὐσεβείας καὶ τῆς εἰς ἀνθρώπους φθανούσης ὑγιῶν δογμάτων προτρεπομένων ἐπὶ τὸν ἄριστον βίον ἀληθείας
讀者自當判斷,無論是他的著作,或是我們駁斥他所寫下的話,哪一者更帶有真神的氣息,更顯出向祂敬虔的方式,以及那臨到人、以純正教義勸人歸向至善生活的真理。
And it is for the reader to judge, both of his treatise and of what we have dictated against him, which of the two breathes more of the true God, and of the manner of piety toward Him, and of the truth that reaches to men, exhorting them, by sound doctrines, to the best life.
1:5791
Ἴσθι μέντοι ἐπαγγελλόμενον τὸν Κέλσον ἄλλο σύνταγμα μετὰ τοῦτο ποιήσειν, ἐν διδάξειν ἐπηγγείλατο, ὅπῃ βιωτέον τοὺς βουλομένους αὐτῷ καὶ δυναμένους πείθεσθαι
然而你要知道,瑟蘇斯宣稱他要在此之後再寫另一部著作,他在其中應許要教導那些願意且能被他說服的人應當如何生活。
Know, however, that Celsus announced he would compose another work after this, in which he promised to teach how those who are willing and able to be persuaded by him ought to live.
1:5792
Εἰ μὲν οὖν οὐκ ἔγραψεν ὑποσχόμενος τὸν δεύτερον λόγον, εὖ ἂν ἔχοι ἀρκεῖσθαι ἡμᾶς τοῖς ὀκτὼ πρὸς τὸν λόγον αὐτοῦ ὑπαγορευθεῖσι βιβλίοις·
那麼,他若應許了那第二部著作卻沒有寫成,我們就大可滿足於這為回應他言論而寫下的八卷書了;
If, then, having promised the second treatise, he did not write it, it would be well for us to be content with the eight books dictated in reply to his discourse;
1:5793
εἰ δὲ κἀκεῖνον ἀρξάμενος συνετέλεσε, ζήτησον καὶ πέμψον τὸ σύγγραμμα, ἵνα καὶ πρὸς ἐκεῖνο ἅπερ ἂν τῆς ἀληθείας διδῷ ἡμῖν πατὴρ ὑπαγορεύσαντες καὶ τὴν ἐν ἐκείνῳ ψευδοδοξίαν ἀνατρέψωμεν, εἰ δέ που τι ἀληθὲς λέγεται, τούτῳ ἀφιλονείκως ὡς καλῶς εἰρημένῳ μαρτυρήσωμεν
但他若真把那部著作也起頭並完成了,就請你尋訪並寄來那著作,好叫我們對它也能照真理之父所賜給我們的話來寫,駁倒其中虛假的見解;倘若其中有甚麼真實的話,我們也要毫不爭競地為它作見證,承認它說得好。
but if he both began and completed that one too, seek it out and send the treatise, that against it also we may dictate whatever the Father of truth may grant us, and may overturn the false opinions in it; but if anywhere something true is said, to that we may, without contentiousness, bear witness as having been well stated.
← 上一段
1