📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約翰福音註

約翰福音註 第 10 章 第 3/5 段

希臘文原文.76 節.部分字詞可點開查義.本章太長已分段,此段為 10:129–10:204(全章共 323 節)

← 第 6 章第 13 章 →
← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
10:129
Ταῦτα δὲ νομίςω, εἰ καὶ ἐπιπλεῖον τῆς λεξεως παρείμην τῶν εὐαγγελιστῶν, ἀναγκαίως πεποιηκέναι ὑπὲρ τοῦ παραστῆσαι τὴν κατὰ τὸ ῥητὸν διαφωνίαν· τῶν μὲν τριῶν ἐν μιᾷ τῇ ἀυτῇ εἰς Ἱεροσόλυμα ἐπιδημίᾳ τοῦ κυρίου λεγόντων τὰ νομιζόμενα παρὰ τοῖς πολλοῖς τὰ αὐτὰ εἶναι καὶ τῷ Ἰωάννῃ γεγραμμένα· τοῦ δὲ Ἰωάννου ἐν δυσὶν ὑπὸ πολλῶν πράξεων διϊσταμέναις μεταξὺ δηλουμένων καὶ εἰς διαφόρους τόπους ἐπιδημιῶν τοῦ κυρίου εἰς Ἱεροσόλυμα ἀνόδοις ἀπαγγέλλοντος γεγονέναι τὰ ἐκκείμενα
我認為,即便在福音書作者的措辭上稍嫌冗長,我這樣做仍是必要的,為要闡明按字面而言的這一分歧:三位對觀福音作者,是就主同一次上耶路撒冷之行來說那些多數人以為與約翰所記相同的事;而約翰卻報導所述之事發生在主兩次上耶路撒冷的行程中,這兩次之間隔著許多事件,且發生在不同的場合。
These things, I believe, I have done necessarily, even though I have gone on rather at length beyond the exact wording of the evangelists, for the sake of setting forth the discrepancy according to the letter: the three [Synoptics] speaking, with reference to one and the same visit of the Lord to Jerusalem, of things which most people suppose to be the same as what is also written by John; whereas John reports the things set forth as having occurred during two visits of the Lord to Jerusalem, separated by many intervening deeds and occurring on different occasions.
10:130
ἐγὼ μὲν οὖν ὑπολαμβάνω ἀδύνατον εἶναι τοῖς μηδὲν πέρα τῆς ἱστορίας ἐν τούτοις ἐκδεχομένοις παραστῆσαι τὴν δοκοῦσαν διαφωνίαν σύμφωνον ὑπάρχειν. εἰ δὲ τις οἴεται μὴ ὑγιῶς ἡμᾶς ἐπειληφέναι, συνετῶς ἀντιγραψάτω τῇ τοιαύτῃ ἡμῶν ἀποφάσει
因此,我認為,對那些在這些事上除了〔字面〕歷史之外別無所悟的人來說,要證明這表面的分歧其實是和諧一致的,是不可能的。但若有人以為我們對此領會得不夠健全,就讓他明智地對我們這一論斷提出回應吧。
I, then, suppose it impossible for those who understand nothing beyond the [literal] history in these matters to show that the apparent discrepancy is [in fact] in harmony. But if anyone supposes that we have not grasped this soundly, let him write a reply, intelligently, to this our declaration.
10:131
ΧΧΙΙΙ. Τὰ δὲ κινοῦντα ἡμᾶς εἰς τὴν περὶ τούτων συμφωνίαν, αἰτήσαντες τὸν διδόντα παντὶ τῷ αἰτοῦντι καὶ ὀξέως ζητεῖν ἀγωνιζομένῳ, κρούοντές τε ὑπὲρ τοῦ ἀνοιχθῆναι ἡμῖν ταῖς τῆς γνώσεως κλειοὶν τὰ κεκρυμμένα τῆς γραφῆς, τὸν αὐτὸν κατὰ τὴν διδομένην ἡμῖν δύναμιν ἐκθησόμεθα τρόπον. καὶ πρῶτόν γε ἴδωμεν τὴν τοῦ Ἰωάννου λέξιν ἀρχομένην ἀπὸ τοῦ Καὶ ἀνέβη εἰς Ἱεροσόλυμα ὁ Ἰησοῦς. Ἱεροσόλυνα τοίνυν ἐστίν, ὡς αὐτὸς ἐν τῷ κατὰ Ματθαῖον διδάσκει ὁ κύριος, τοῦ μεγάλου βασιλέως πόλις, οὐκ έν κοιλάδι ἢ κάτω που κειμένη, ἀλλ ἐν ὑψηλῷ ὄρει ᾠκοδομημένη, καὶ Ὄρη κύκλῳ αὐτῆς, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό· καὶ Ἐκεῖ ἀνέβησαν αἰ φυλαὶ κυρίου, μαρτύριον τῷ Ἰσραήλ
XXIII.至於推動我們達致這方面協調一致的因素,我們既已求告那賜恩給凡祈求之人、也賜恩給殷勤爭戰尋求之人的那位,並叩門求祂為我們打開聖經隱藏事物的知識之鑰,我們現在就依照所賜給我們的能力,以同樣的方式陳述出來。首先,讓我們來看約翰的文字,從『耶穌上耶路撒冷去』開始。耶路撒冷乃是──正如主自己在《馬太福音》中所教導的──那大君王的城,並非坐落在山谷或低窪之處,而是建造在高山之上;『眾山環繞它』,『它的聯絡合而為一』;『眾支派……上那裡去,是耶和華的法度,為以色列作的證據』。
XXIII. As for the things that move us toward agreement on these matters, having asked of him who gives to everyone who asks and who strives eagerly to seek, and knocking that the hidden things of Scripture may be opened to us by the keys of knowledge, we shall set forth [our view] in the same manner, according to the power given to us. And first let us look at the wording of John, beginning from 'And Jesus went up to Jerusalem.' Jerusalem, then, is—as the Lord himself teaches in the Gospel according to Matthew—the city of the great King, not situated in a valley or somewhere low, but built upon a high mountain; and 'mountains are round about her,' whose 'fellowship is together as one'; and 'there the tribes of the Lord went up, a testimony to Israel.'
10:132
καλεῖται δὲ καὶ ἡ πόλις αὕτη καὶ] Ἱερουσαλήμ, εἰς ἣν οὐδεὶς τῶν ἐπὶ γῆς ἀναβαίνει οὐδὲ εἰσέρχται· καὶ πᾶσά γε ἡ φυσικὸν ἔχουσα δίαρμα ψυχὴ καὶ ὀξύτητα νοητῶν διορατικὴν ταύτης τῆς πόλεως πολῖτις ὑπάρχει. καὶ δυνατὸν ἐν ἁμαρτίᾳ εἶναι καὶ τὸν Ἱεροσολυμίτην· δυνατὸν γὰρ καὶ τοὺς εὐφυεστάτους ἁμαρτάνειν, εἰ μὴ ἐπιστρέψαιεν μετὰ τὴν ἁμαρτίαν τάχιον ἀπολοῦντας τὴν εὐφυίαν, καὶ μίαν τῶν ἀλλοτρίων τῆς Ἰουδαίας πόλεων οὐ μόνον παροικήσοντας ἀλλὰ καὶ ἐγγραφησομένους
但這城也被稱為耶路撒冷,是地上沒有人能登上或進入的;每一個具有自然高尚性、以及對可理知之事有敏銳洞察力的魂,都是這城的公民。就連耶路撒冷的公民也可能陷於罪中;因為即便是那本性最為高貴的人,也可能犯罪,若他們犯罪之後不迅速回轉,便毀壞了自己的美好本性,不僅僅成為猶大地以外某城的寄居者,甚至還會被登記入籍,成為那城的公民。
But this city is also called Jerusalem, into which no one on earth ascends or enters; and every soul that has a natural elevation and a keenness of insight into intelligible things is a citizen of this city. And it is possible even for the Jerusalemite to be in sin; for it is possible even for those of the noblest nature to sin, if they do not turn back after sinning more quickly, thereby destroying their good nature, and become not only sojourners in but even enrolled citizens of one of the cities foreign to Judea.
10:133
ἀναβαίνει <οὖν> εἰς Ἱεροσόλυμα Ἰησοῦς μετὰ τὸ βοηθῆσαι τοῖς ἐν Κανᾷ τῆς Γαλιλαίας καὶ εἰς εἰς τὴν Καφαρναοὺμ καταβεβηκέναι, ἵνα ποιήσῃ ἐν τοῖς Ἱεροσολύμοις τὰ γεγραμμένα. εὗρεν γοῦν ἐν τῷ ἱερῷ, ὅπερ καὶ οἶκος τοῦ πατρὸς εἶναι λέ εται τοῦ σωτῆρος τουτέστιν ἐν τῇ ἐκκλησίᾳ ἢ ἐν τῇ ἀπαγ ελίᾳ τοῦ ἐκκλησιαστικοῦ καὶ ὑγιαίνοντος λόγου τινὰς τὸν οἶκον τοῦ πατρὸς ἐμπορίου ποιοῦντας οἶκον
因此,耶穌在幫助了加利利迦拿的人、並下到迦百農之後,便上耶路撒冷去,為要在耶路撒冷行那些經上所記的事。他在聖殿中──這聖殿也被稱為救主之父的居所,也就是在教會中,或者在教會健全純正之道的宣認中──發現有些人使那父的居所成了買賣的場所。
Jesus, then, goes up to Jerusalem after having helped those in Cana of Galilee and having gone down to Capernaum, in order that he might do in Jerusalem the things that are written. He found, then, in the temple—which is also said to be the house of the Savior's Father, that is, in the Church, or in the profession of the sound and healthy ecclesiastical word—certain persons making the Father's house a house of merchandise.
10:134
καὶ ἀεί τινας εὑρίσκει ὁ Ἰησοῦς ἐν τῷ ἱερῷ. πότε γὰρ ἐν τῇ ὀνομαζομένῃ ἐκκλησίᾳ, ἥτις ἐστὶν οἶκος θεοῦ ζῶντος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, οὐκ εἰσίν τινες κερματισταὶ καθήμενοι, δεόμενοι πληγῶν ἐκ τοῦ ὑπὸ Ἰησοῦ πεποιημένου φραγελλίου ἐκ σχοινίων, καὶ χρῄζοντες κολλυβισταὶ τοῦ ἐκχεῖται αὐτῶν τὰ κέρματα ἀνατρέπεσθαί Ι τε αὐτῶν τὰς τραπέζας
耶穌總是在聖殿中發現一些人。因為在那被稱為教會──就是永生神的家、真理的柱石和根基──的地方,何時沒有一些坐著的兌換銀錢者,理當受耶穌所編製的繩鞭之責打?何時沒有需要被倒出錢幣、推翻桌子的兌幣商人?
And Jesus always finds certain persons in the temple. For when, in the so-called church, which is the house of the living God, the pillar and ground of the truth, are there not some money-changers sitting, deserving of the blows from the whip of cords made by Jesus, and dealers in coin needing to have their coins poured out and their tables overturned?
10:135
πότε δὲ οὐκ εἰσὶν οἱ ἀποδιδόμενοι ἐμπορικῶς οὓς ἐχρῆν τηρεῖν ἐπ' ἄροτρον βοῦς, ἵνα βαλόντες ἐπ' αὐτὸ τὰς χεῖρας καὶ μὴ στρεφόμενοι εἰς τά ὀπίσω γένωνται τῇ τοῦ θεοῦ βασιλείᾳ αὔθετοι; πότε δὲ οὐκ εἰσὶν οἱ προτιμῶντες τὸν τῆς ἀδικίας μαμωνᾶν τῶν τὴν ὕλην τοῦ κοσμεῖσθαι αὐτοῖς παρεχόντων προβάτων
何時沒有那些將本該保留下來拉犁的牛拿去牟利販賣的人呢?──若人把手放在犁上不再回頭,本可合乎神的國。又何時沒有那些看重不義的錢財、勝過那供給他們裝飾材料的羊群的人呢?
And when are there not those who sell for profit the oxen that ought to be kept for the plough, so that, putting their hands to it and not turning back, they might become fit for the kingdom of God? And when are there not those who prefer the mammon of unrighteousness to the sheep that furnish them with the material for their adornment?
10:136
ἀεὶ δὲ πολλοί εἰσιν καὶ οἱ τοῦ ἀδόλου καὶ ἀκεραίου ἐστερημένου τε πάσης πικρότητος καὶ χολῆς καταφρονοῦντες καὶ ταλαιπώρου κέρδους ἕνεκεν προδιδόντες τὴν τῶν τροπικώτερον λεγομένων περιστερῶν ἐπιμέλειαν
也總是有許多人輕視那純樸無偽──更是比喻性地被如此稱呼的──鴿子的照顧,為了些許可憐的利益而出賣了牠們。
And there are always many too who despise the care of the guileless and unmixed doves, deprived of all bitterness and gall—more figuratively so called—betraying [them] for the sake of some wretched gain.
10:137
ἐπὰν οὖν εὕρῃ ὁ σωτὴρ ἐν τῷ ἱερῷ, οἴκῳ τοῦ πατρός, τοὺς πωλοῦντας βόας καὶ πρόβατα καὶ περιστεράς, καὶ τοὺς κερματιστὰς καθημένους, ἐξελαύνει αὐτοὺς χρησάμενος τῷ ἐκ σχοινίων ὑπ' αὐτοῦ πεποιημένῳ φραγελλίῳ, ἅμα τοῖς ἐμπορικοῖς προβάτοις καὶ βουσὶν αὐ τῶν, καὶ ἐκχεῖ ὡς μὴ ἄξια τοῦ συνέχεσθαι τὰ κέρματα, δεικνὺς αὐτῶν τὸ ἄχρηστν· ἀνατρέπει τε τὰς ἐν ταῖς ψυχαῖς τῶν φιλαργύρων τραπέζας, λέγων καὶ τοῖς τὰς περιστερὰς πωλοῦσιν· Ἄατε ταῦτά ἐντεῦθεν, ἵνα μηκέτι ἐν τῷ ἱερῷ τοῦ θεοῦ ἐμπορεύωνται
因此,每當救主在聖殿中──那父的居所──發現有賣牛、羊、鴿子的人,以及坐著的兌換銀錢者,他便驅逐他們,用他自己用繩子做成的鞭子,連同他們作買賣的羊和牛一併趕出;他又倒出錢幣,視之為不值得留存,藉此顯明它們的無用;他又推翻那些愛錢之人魂中的桌子,並對賣鴿子的人說:『把這些東西拿去』,使他們不再在神的殿中做買賣。
Whenever, then, the Savior finds in the temple, the house of the Father, those selling oxen and sheep and doves, and the money-changers sitting, he drives them out, using the whip he made of cords, together with their merchandise-sheep and oxen; and he pours out the coins as unworthy of being kept together, showing their worthlessness; and he overturns the tables in the souls of the money-lovers, saying also to those selling the doves: 'Take these things hence,' that they may no longer trade in the temple of God.
10:138
Οἶμαι δὲ ἔτι καὶ σημεῖον πεποιηκέναι αὐτὸν διὰ τῶν εἰρημένων βαθύτερον, ὥστε σύμβολον ἡμᾶς νοεῖν γεγ ονέναι ταῦτα τοῦ μηκέτι μέλλειν τὴν περὶ τὸ ἱερὸν ἐκεῖνο λατρείαν ὑπὸ τῶν ἱερέων κατὰ τὰς αἰσθητὰς θυςίας ἐπιτελεῖσθαι, μηδὲ τὸν νόμον τηρεῖσθαι κἂν ὡς ἐβούλοντο οἱ σωματικοὶ Ἰουδαῖοι, δύνασθαι ἔτι
此外,我認為他所行的,也是一個比前面所說更深奧的記號,使我們明白這些事已成為一個象徵:那與那聖殿相關的敬拜,將不再由祭司按著感官可見的祭物來執行,律法也不再能被遵守,即便屬肉身的猶太人願意這樣做也不能。
I think, moreover, that he has also performed a sign deeper than what has been said, so that we may understand these things to have become a symbol that the worship pertaining to that temple was no longer going to be performed by the priests according to sensible sacrifices, nor would the law any longer be able to be kept, even as the bodily Jews might wish.
10:139
ἅπαξ Ἰησοῦ γὰρ ἐκβάλλοντος τοὺς βόας καὶ τὰ πρόβατα καὶ κελεύοντος ἐκεῖθεν αἴρεσθαι τὰς περιστεράς, οὐδέτι δὴ βόες καὶ πρόβατα καὶ περιστεραὶ ἐπὶ πολὺ θύεσθαι κατὰ τὰ Ἰουδαίων ἔθη ἔμελλον
因為耶穌既一次趕出了牛和羊,又吩咐把鴿子從那裡拿走,牛、羊、鴿子就不再能長久按照猶太人的習俗被獻為祭了。
For once Jesus had cast out the oxen and the sheep, and commanded the doves to be taken away from there, oxen and sheep and doves were no longer going to be sacrificed for long according to the customs of the Jews.
10:140
καὶ εἰδὸς δὲ ἐστὶ τὰ νομίσματα τῶν σωματικῶν νομισμάτων καὶ μὴ τοῦ θεοῦ ἐχόντων τοὺς χαρακτῆρας τύπους τυγχάνοντα ἐκκεχύσθαι, ἐπεὶ ἡ σεμνὴ εἶναι δοκοῦσα κατὰ τὸ ἀποκτεῖνον γράμμα νομοθεςία Ἰησοῦ ἐληλυθότος καὶ ταῖς κατὰ τοῦ λαοῦ μάστιξιν χρησαμένου διαλύεσθαι καὶ ἐκχεῖσθαι ἔμελλεν, μεθισταμένης τῆς ἐπισκοπῆς ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν πιστεύοντας εἰς θεὸν διὰ Χριστοῦ [πιστεύοντας], καὶ αἰρομένης ἀπ ἐκείνων τῆς βασιλείας τοῦ θεοῦ, διδομένης τε [ἐν] ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς
錢幣也是屬肉身的錢幣的形像,這些錢幣不帶有神的印記,注定要被倒出;因為那按字句──那殺人的字句──看似莊嚴的律法,一旦耶穌來到、對那百姓施用了鞭策,就注定要被廢除、被傾倒出去,眷顧的職分便轉移到那些從外邦人中藉基督信神的人身上,神的國也從他們(猶太人)那裡被奪去,賜給那能結果子的民族。
And the coins too are an image of bodily coins that do not bear the stamp of God, destined to be poured out; since the legislation, which seems venerable according to the letter that kills, was destined, once Jesus had come and made use of scourges against the people, to be dissolved and poured out, the oversight being transferred to those from among the nations who believe in God through Christ, and the kingdom of God being taken away from those [Jews] and given to a nation producing its fruits.
10:141
δύναται δὲ καὶ φύσει ἱερὸν εἶναι ἡ εὐφυὴς ἐν λόγῳ ψυχὴ διὰ τὸν συμπεφυδότα λόγον ἀνωτέρω τυγχά- ωνυσα τοῦ σώματος, εἰς ἥ ἀπὸ τῆς Καφαρναοὺμ κάτω που κειμένης ταπεινότερον ἀναβαίνει ὁ Ἰησοῦς, ἐν ᾖ εὑρίσκεται τὰ πρὸ τῆς ἀπὸ Ἰησοῦ παιδεύσεως γήϊνα καὶ ἀνόητα καὶ χαλεπὰ κινήματα, καὶ τὰ νομεζόμενα μὲν οὐκ ὄντα δὲ καλά, ἅπερ τῷ πεπλεγμένῳ ἐξ ἀπο- δεικτικῶν καὶ ἐλεγκτικῶν δογμάτων λόγῳ ἀπελαύνεται ὑπὸ τοῦ Ἰησοῦ, ἵνα μηκέτι ὁ τοῦ πατρὸς αὐτοῦ οἶκος οἶκος ἐμπορίου ᾖ, ἀλλὰ ἀπολάβῃ τὴν κατὰ τοὺς οὐρανίους καὶ πνευματικοὺς νόμους ἐπιτε- λουμένην ὑπὲρ σωτηρίας αὐτῆς τε καὶ πλειόνων θεραπείαν τοῦ θεοῦ
一個在理性(道)上天生稟賦優良的魂,也可能本性上就是一座聖殿,因為它藉著那與之同具本性的道(理性),得以高於身體;耶穌以較卑微的方式,從位居低處的迦百農上到這聖殿;在其中可找到那些在受教於耶穌之前就已存在的屬地、愚妄、難以駕馭的動盪,以及那些被以為是好、實則並非真好的事物──這些都被耶穌藉著由論證性與駁斥性教義構成的道理趕出去,使他父的居所不再是買賣的場所,而是重新恢復那按照天上屬靈之律法而行、為著這魂自身並更多人之拯救所獻上的事奉神的敬拜。
But it is also possible for a soul naturally well-endowed in respect of reason to be by nature a temple, since—on account of the reason connatural to it—it stands above the body; into this temple Jesus goes up, in a lowlier manner, from Capernaum which lies below; in it are found the earthly, senseless, and troublesome movements that existed before the discipline received from Jesus, and the things reputed to be good but not truly good—which are driven out by Jesus through the reasoning composed of demonstrative and refutative doctrines, so that his Father's house may no longer be a house of merchandise, but may recover the worship of God, performed according to heavenly and spiritual laws, for the salvation both of itself and of many more besides.
10:142
σύμβολον δὲ τῶν μὲν γηΐνων ὁ βοῦς, γεωπόνος γάρ· τῶν δὲ ἀνοήτων καὶ κτηνωδῶν τὸ πρόβατον, ἐπειδὴ τὸ ζῷον ἀνδραποδῶδες παρὰ πολλὰ τῶν ἀλόγων ἐστίν· τῶν δὲ κούφων καὶ εὐριπίστων λογισμῶν ἡ περιστερά· τῶν δὲ νομιζομένων καλῶν τὰ κέρματα
牛是屬地之事的象徵,因為牠是耕地的;羊是愚妄、如畜生般之事的象徵,因為這動物比許多無理性的生物更為卑屈馴服;鴿子是輕浮、不穩定之思慮的象徵;錢幣則是那些被認為是好的事物的象徵。
A symbol of earthly things is the ox, for it is a tiller of the soil; of senseless and brutish things, the sheep, since this creature is more slavish than many of the irrational animals; of light and unstable reasonings, the dove; and of the things reputed to be good, the coins.
10:143
Ἐὰν δέ τις προσκόπτῃ τῇ τοιαύτῃ ἀποδόσει διὰ τὸ καθαρὰ εἶναι τὰ παραληφθέντα εἰς τὴν γραφὴν ζῷα, λεκτέον ὅτι ἀπίθανος ἂν ἦν ἡ γραφή κατὰ τὴν ἐνδεχομένην ἱστορίαν γεγονέναι ἀπαγγελλομένη· ἐν τῷ ναῷ γὰρ τοῦ θεοῦ οὐχ οἶόν τε ἦν ἀπαγγέλλεσθαι γεγονέναι ἑτέρων παρὰ τὰ καθαρὰ ζῴων ἀγέλης εἴσοδον, καὶ εἰς ἐμπορίαν ἄλλων παρὰ τὰ θυόμενα
但若有人因經文所記載被帶入之動物乃是潔淨的動物,而對這樣的解釋感到躓礙,就當說:若按照通常可能的史實加以敘述,這段記載將難以置信;因為在神的殿中,不可能有報導說曾有除潔淨動物以外的獸群進入,也不可能有除將被獻祭之物以外其他物品的買賣。
But if someone stumbles at this explanation because the animals brought into the narrative of Scripture are clean animals, it must be said that the narrative would be improbable if it were reported as having happened according to the history as commonly understood; for in the temple of God it was not possible for it to be reported that a herd of animals other than the clean ones had entered, nor for trade in anything other than what was to be sacrificed.
10:144
διόπερ τῷ ὑπὸ τῶν ἐμπόρων κατὰ τοὺς τῶν Ἰουδαϊκῶν ἑορτῶν χρόνους γινομένῳ, ἐπεισαγόντων τῷ ἐξωτέρω̣ περιβόλῳ τοῦ ναοῦ ταῦτα τὰ ζῷα, ἐχρήσατο ὁ εὐαγγελιστής, ὡς οἶμαι, καὶ γεγενημένῳ συγχρησάμενος πρά ματι
因此,我認為,福音書作者採用了商人們在猶太節期時所做之事——他們把這些動物帶進聖殿的外院——並藉此運用了一件實際發生過的事情。
Therefore the evangelist, as I think, made use of what was done by the merchants at the times of the Jewish feasts, when they brought these animals into the outer enclosure of the temple, availing himself also of a thing that had actually happened.
10:145
καίτοιγε ᾧ μέλει τῆς ἀκριβεστέραις ἐξετάσεως ἐπισκοπήσει εἰ κατὰ τὸ ἐν τῷ βίῳ τούτῳ ἀξίωμα τοῦ Ἰησοῦ ἠν, νομιςομένου υἱοῦ εἶναι τέκτονος, τὸ τηλικοῦτο ποιῆσαι θαρρῆσαι ὥστε ἐξελάσαι πλῆθος ἐμπόρων, ἐπὶ τὴν ἑορτὴν ἀνεληλυθότων τοσούτῳ ἀποδίδοσθαι λαῷ πρόβατα τυθησόμενα κατ' οἴκους πατριῶν αὐτῶν, ἐν πλειόνων μυριάδων ἀριθμῷ τυγχάνοντα, καὶ βοῦς τοῖς πλουσιωτέροις καὶ τηλικαῦτα εὐξαμένοις πραθησομένους, περιστεράς τε, ἅστινας πολλοὶ ὡς ἐν πανηγύρει εὐωχηθησόμενοι ὠνοῦντο ἄν· τῶν τε τραπεςιτῶν * * * μὴ ὕβρεως κατηγορῆσαι τοῦ Ἰησοῦ ἐκχεόμενα ἰδόντων τὰ χρήματα καὶ ἀνατρεπομένας τὰς τραπέζας
然而,凡留心作更精確考察的人,都會思量:耶穌在今生的地位既被視為木匠之子,這樣一件大事——驅趕成群前來過節的商人,這些人正把數以萬計要按各家各族宰殺的羊賣給眾多前來過節的百姓,也把牛賣給那些較富有、許了如此大願的人,還有鴿子,也是許多人如同在盛大節慶中要買來享用的——他是否敢於如此大膽行事,是否與其身分相稱;而那些兌換銀錢的人……〔是否〕不會在看見自己的錢財被倒出、桌子被推翻之後,控告耶穌行事粗暴。
And yet whoever is concerned with a more precise examination will consider whether it was in keeping with Jesus's standing in this life — being reckoned the son of a carpenter — that he should have dared to do so great a thing as to drive out a multitude of merchants, when so great a people had come up for the feast, selling sheep to be slaughtered by their families' households, numbering many myriads, and oxen to be sold to the wealthier who had made such vows, and doves too, which many, as if at a festival gathering, would be buying to feast upon; and as for the money-changers … [whether they would] not accuse Jesus of insolence upon seeing their money poured out and their tables overturned.
10:146
τίς δὲ τῷ ἐκ σχοινίων φραγελλίῳ ὑπὸ τοῦ νομιζομένου παρ' αὐτοῖς εὐτελοῦς τυπτόμενος καὶ ἀπελαυνόμενος οὐκ ἂν ἐπιλαβόμενος κατεβόησεν καὶ ἐκ χειρὸς τὴν δίκην ἐποιήσατο, καὶ ταῦτα τοσοῦτο πλῆθος τῶν συνυβρίζεσθαι δοξάντων συνεργοῦν κατὰ τοῦ Ἰησοῦ ἔχων
又有誰在被一個在他們看來微不足道之人用繩索做成的鞭子擊打、驅趕之時,不會抓住他、大聲喊叫、親手加以報復呢?何況他們還有如此眾多、自認同遭羞辱的人,可以一同對付耶穌。
And who, being struck and driven out with a whip of cords by one considered among them of little account, would not have seized hold of him and cried out and taken justice into his own hands — especially having so great a multitude who thought themselves likewise insulted, ready to act together against Jesus?
10:147
Ἐπινοήσωμεν δὲ τὸ τὸν υἱὸν τοῦ θεοῦ λαμβάνοντα σχοινία καὶ ἑαυτῷ φραγέλλιον ἐπὶ τῷ ἐζεῦχθαι τοῦ ναοῦ πλέκοντα εἰ μὴ ἐμφαίνει πρὸς τῷ αὐθάδει καὶ θρασυτέρῳ καὶ τὸ ἄτακτον
讓我們想一想:神的兒子親手拿起繩索,為自己編織鞭子,為要把人趕出聖殿——這是否除了顯出任性與過度魯莽之外,也顯出了失序之態呢?
Let us consider whether the Son of God taking up cords and plaiting for himself a whip for the purpose of driving people out from the temple does not exhibit, besides self-will and excessive boldness, also disorderliness.
10:148
μία δὲ καταφυγὴ τῆς πρὸς ταῦτα ἀπολογίας καταλείπεται τῷ καὶ τὴν ἱστορίαν σῶσαι θέλοντι, ἡ θειοτέρα τοῦ Ἰησοῦ δύναμις, οἵου τε ὄντος, ὅτε ἐβούλετο, καὶ θυμὸν ἐχθρῶν ἀναπτόμενον Ι σβέσαι καὶ μυριάδων θείᾳ χάριτι περιγεέσθαι καὶ λογισμοὺς θορυβοῦντας διασκεδάσαι· Κύριος γὰρ διασκεδάσει βουλὰς Μνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν· ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει, ὥστε μηδενὸς τῶν σφόδρα παραδόλως ὑπ αυτοῦ γεγενημένων καὶ προκαλεσαμένων διὰ τῆς θειότητος εἰς πίστιν τοὺς τεθεωρηκότας ἐλάττονα ἐμφαίνειν ἐνεργηθεῖσαν δύναμιν τὴν κατὰ τὸν τόπον ἱστορίαν, εἴ γε καὶ αὐτὴ γεγένηται
唯有一條退路,留給那願意保全這段記載之史實性的人,作為對這些質疑的辯解:那就是耶穌那更為神聖的能力——他若願意,就能如此:既能平息仇敵被激起的怒氣,又能藉神聖恩典勝過成千上萬的人,還能驅散使人騷動不安的思緒;因為『主必使列邦的籌算歸於無有,廢棄萬民的思想;惟主的籌算存到永遠』;因此,凡他所行、極其大膽、並藉其神性向目睹者發出信心之召喚的諸事之中,沒有一件——就此事而言,倘若此事確實也發生過——會顯出比其他事蹟更小的、被實際運行出來的能力。
But one refuge for a defense against these objections remains for one who wishes to preserve the historicity of the narrative: the more divine power of Jesus — that he was of such a kind, when he willed, both to quench the kindled wrath of enemies, and to prevail by divine grace over multitudes, and to scatter troubling thoughts; for 'the Lord scatters the counsels of the nations, and brings to nothing the thoughts of peoples; but the counsel of the Lord abides forever' — so that of none of the things done very boldly by him, which through their divinity summoned those who beheld them to faith, does the account of this incident — if indeed it too actually happened — exhibit a lesser power at work.
10:149
καὶ μείζονα δ αὐτὴν ἔστιν ἀποφήνασθαι τῆς γεγενημένης περὶ τοῦ ἐν Κανᾷ τῆς Γαλιλαίας μεταβεβληκότος ὕδατος εἰς οἶνον, τῷ ἐκεῖ μὲν ἄψυχον ὕλην εἶναι τὴν τετραμμένην, ἐνθάδε δὲ τῶν τοσούτων μυριάδων δεδουλῶσθαι τὰ ἡγεμονικά
甚至可以宣稱,這件事比在加利利迦拿將水變酒之事更為偉大;因為在那裡被轉變的乃是無生命的物質,而在此處,卻是使數以萬計之人的理性主導能力(ἡγεμονικόν)都被制伏。
And it is possible to declare it even greater than what happened concerning the water in Cana of Galilee that was changed into wine, in that there the matter that was transformed was inanimate, whereas here the ruling faculties of so many myriads of people were subdued.
10:150
παρατηρητέον μέντοι γε ὅτι ἐν μὲν τῷ γάμῳ ἡ μήτηρ τοῦ Ἰησοῦ εἶναι λέγεται, κεκλῆσθαι δὲ ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ· εἰς δὲ τὴν Καφαρναοὺμ καταβεβηκέναι * * * * οὐδεὶς πλὴν Ἰησοῦ κατείλεκται
然而應當留意:在婚宴中,經文說耶穌的母親在場,耶穌和他的門徒也蒙邀請;至於下到迦百農……惟獨耶穌一人被記載〔上耶路撒冷去〕。
It should be noted, however, that at the wedding the mother of Jesus is said to be present, and Jesus and his disciples are said to have been invited; but as for the going down to Capernaum … no one but Jesus alone is recorded [as going up to Jerusalem].
10:151
φαίνονται δ' ὕστερον καὶ οἱ μαθηταὶ παρόντες, εἴ γε ἐμνήσθησαν ὅτι Ὁ ζῆλος τοῦ οἴκου σου καταφάγεταί με. καὶ τάχα έν ἑκάστῳ τῶν μαθητῶν ὁ Ἰησοῦς ἀναβαίνων εἰς Ἱεροσόλυμα ἦν, διόπερ οὐκ εἴρηται τὸ Ἀνέβη Ἰησοῦς εἰς Ἱεροσόλυμα καὶ οἱ μαθηταὶ αὐτοῦ, ὥσπερ Κατέβη εἰς Κα φαρναοὺμ αὐτὸς καὶ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ καὶ οἱ μαθηταὶ αὐτοῦ
然而後來門徒也顯明在場,因他們記起經上所說:『我為你的殿心裡焦急,如同火燒。』或許耶穌乃是在每一個門徒裡上耶路撒冷去的,因此經上並沒有說『耶穌和他的門徒上耶路撒冷去』,卻只如經上所說『他和他的母親、弟兄並門徒下迦百農去』那樣被記載。
But the disciples too appear later on as being present, since indeed they remembered that 'the zeal of your house will consume me.' And perhaps Jesus was, in each of the disciples, going up to Jerusalem; and that is why it is not said, 'Jesus went up to Jerusalem, and his disciples,' as it was said, 'He went down to Capernaum, he and his mother and his brothers and his disciples.'
10:152
Ἤδη δὲ τὰ συγγενῆ τῷ τόπῳ, ἐκλελῆσθαι ἀπὸ τοῦ ἱεροῦ τοὺς ποιοῦντας αὐτὸν οἶκον ἐμπορίου, παρὰ τοῖς λοιποῖς κείμενα κατανοητέον
現在應當思考其他福音書作者所記載、與此處相類的段落,即那些把聖殿變為買賣之所的人被趕出聖殿之事。
Now we must consider the passages found in the other evangelists that are akin to this place, concerning those who made the temple a house of trade being cast out from it.
10:153
καὶ πρῶτόν γε τὰ παρὰ τῷ Ματθαίῳ, ὅς φησιν εἰσελθόντος τοῦ κυρίου εἰς Ἱεροσόλυμα σεσεῖσθαι πᾶσαν τὴν πόλιν, λέγουσαν· Τίς ἐστιν οὗτος
首先是馬太所記載的:他說,當主進入耶路撒冷時,全城都震動,說:『這是誰?』
And first, the passages in Matthew, who says that when the Lord entered Jerusalem, the whole city was shaken, saying, 'Who is this?'
10:154
πρὸ δὲ τούτων διηγεῖται τὰ περὶ τὴν ὄνον καὶ τὸν πῶλον, ληφθέντα προστάξει τοῦ κυρίου, ὑπὸ δύο μαθητῶν ἀποσταλέντων ὑπ' αὐτοῦ ἀπὸ Βηρφαγὴ εἰς τὴν κατέναντι αὐτῆς κώμην εὑρημένα, ὅπου καὶ λύεται ὑπὸ τῶν δύο μαθητῶν ἡ πρότερον δεδεμένη ὄνος κελευσθέντων, ἐάν τις αὐτοῖς εἴπῃ τι, ἀποκρίνασθαι ὡς ἄρα Ὁ κύριος αὐτῶν χρείαν ἔχει· καὶ εὐθὺς αὐτοὺς ἀπο- στέλλει
但在此之前,他先敘述有關驢和驢駒之事:按主的吩咐,由主從伯法其差遣的兩個門徒,在其對面的村子裡找到了牠們;在那裡,這兩個門徒把先前被拴著的驢解開,他們奉命:若有人對他們說什麼,就回答說『主需要牠們』;於是他立刻差他們去。
But before these things he narrates the matter of the donkey and the colt, taken at the Lord's command, found by two disciples sent by him from Bethphage into the village opposite it, where the donkey previously tied up is also loosed by the two disciples, having been commanded, if anyone should say anything to them, to answer that 'their Lord has need of them'; and immediately he sends them off.
10:155
ἀπαγγέλλει δὲ πληροῦσθαι προφητείαν διὰ τούτων γεγενημένων τὴν φάσκουσαν· Ἰδοὺ ὁ βασιλεὺς ἔρχεται πραΰς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου, ἥντινα παρὰ τῷ Ζαχαρίᾳ εὕρομεν
他又報導說,因這些事的發生,應驗了那說『看哪,你的王來了,是溫柔的,騎著驢,就是驢駒子』的預言——這預言我們在撒迦利亞書中找到。
And he reports that through these things happening the prophecy was fulfilled which says: 'Behold, your king comes, meek, and mounted on a donkey and a colt, the foal of a beast of burden' — which we find in Zechariah.
10:156
ὡς δὲ πορευθέντες οἱ μαθηταὶ καὶ ποιήσαντες ὡς προσέταξεν αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον. ἐπέθηκαν φησίν, ἐπ' αὐτῶν τὰ ἱμάτια ἑαυτῶν καὶ ἐπεκάθισεν ἐΠάνω αὐτῶν ὁ κύριος, δῆλον δ ὅτι καὶ τῆς ὄνου καὶ τοῦ πώλου ὅτε καὶ ὁ πλεῖστος ὄχλος ἔστρωσαν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἔστρωσαν ἐν τῇ ὁδῷ, τῶν προα όντων καὶ ἀκολουθούντων ὄχλων κεκραγότων· Ὡσαννὰ τῷ υἱῷ Δαβίδ, ἐρχόμενος ἐν ὀνό ματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις
門徒既照耶穌所吩咐的去行,就牽了驢和驢駒來。經上說:『他們把自己的衣服搭在牠們身上,主就騎在上面』——顯然是騎在驢與驢駒二者身上;那時大群百姓中大多數人把衣服鋪在路上,另有人從樹上砍下樹枝鋪在路上,前行與跟隨的眾人喊著說:『和散那歸於大衛的子孫!奉主名來的是應當稱頌的!和散那在至高之處!』
And when the disciples had gone and done as Jesus commanded them, they brought the donkey and the colt. 'They placed,' it says, 'their garments upon them, and the Lord sat upon them' — clearly upon both the donkey and the colt — at which time the greatest part of the crowd spread their garments on the road, while others cut branches from the trees and spread them on the road, the crowds going before and following crying out: 'Hosanna to the Son of David; blessed is he who comes in the name of the Lord; hosanna in the highest.'
10:157
πλὴν Ι ὡς διὰ ταῦτα εἰσελ Η θόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ὲσείοθη πᾶσα ἡ πόλις λέγουσα· ἐστιν οὗτος; οἱ ὄχλοι, δηλονότι οἱ προάγοντες καὶ ἀκολουθοῦντε. ἀπεκρίναντο τοῖς ἐρωτῶσιν. τίς εἴη, τὸ Οὑτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας
然而,因這些事,當他進入耶路撒冷時,全城都震動,說:『這是誰?』眾人——顯然是那前行與跟隨的人——就回答問的人說:『這是先知耶穌,是從加利利拿撒勒來的。』
Yet, when because of these things he had entered Jerusalem, the whole city was shaken, saying, 'Who is this?' The crowds — clearly those going before and following — answered those who asked who he was: 'This is the prophet Jesus, from Nazareth of Galilee.'
10:158
καὶ εἰσῆλθεν Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράςοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς λαθέ δρας τῶν πωλούντων τὰς περιστερός. καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν
耶穌進了聖殿,把殿裡一切做買賣的人都趕出去,推翻了兌換銀錢之人的桌子和賣鴿子之人的凳子;又對他們說:『經上記著:我的殿必稱為禱告的殿;你們倒使它成為賊窩了。』
And Jesus entered the temple, and cast out all those selling and buying in the temple, and overturned the tables of the money-changers and the seats of those selling doves; and he says to them: 'It is written, My house shall be called a house of prayer; but you make it a den of robbers.'
10:159
πευσόμεθα δὴ τῶν πέρα τῆς ἱστορίας μηδὲν οἰομένων προκεῖσθαι γράφοντι τῷ Ματθαίῳ τὸ εὐαγγέλιον, τί ἦν τὸ ἐπεῖγον πεμφθῆναι τῶν μαθητῶν δύο εἰς τὴν κατέναντι τῆς Βηθφαγῆς κώμην ὑΠὲρ τοῦ εὑρόντας αὐτοὺς δεδεμένην ὄνον καὶ πῶλον μετ αὐτῆς λῦσαι καὶ ἀγαγεῖν αὐτῷ
那麼,我們要向那些認為馬太寫福音書時所意在的,除了史實之外別無其他的人發問:究竟有什麼緊迫的必要,非得差遣兩個門徒到伯法其對面的村子去,好叫他們找到一匹被拴著的驢和與牠同在的驢駒,把牠們解開,牽來給他呢?
We shall then ask those who suppose that nothing beyond the history was intended by Matthew in writing the Gospel, what was the pressing need for two of the disciples to be sent into the village opposite Bethphage, in order that, having found a donkey tied up and a colt with her, they might loose them and bring them to him.
10:160
τί δὲ ἄξιον ἀναγραφῆς ἦν γενόμενον τῷ ἐπικαθεσθέντι ὄνῳ καὶ πώλῳ καὶ εἰσεληλυθότι εἰς τὴν πόλιν; τί δὲ μετὰ; περὶ τοῦ χριστοῦ προφητεύων ὁ Ζαχαρίας φησί· Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βα σιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραΰς καὶ ἐπιβεβη κὼς ἐπὶ ὑποζύγιον κοὶ πῶλον νέον
那被騎坐、進了城的驢和驢駒,究竟發生了什麼值得記載之事呢?此後又如何呢?撒迦利亞論及基督預言說:『錫安的女子啊,應當大大歡喜;耶路撒冷的女子啊,應當宣揚;看哪,你的王來到你這裡,是公義的,是施行拯救的,他是溫柔的,騎著驢,就是驢駒子。』
And what was worthy of record that happened to the donkey and colt on which he sat, and who had entered the city? And what followed? Zechariah, prophesying concerning the Christ, says: 'Rejoice greatly, daughter of Zion; proclaim, daughter of Jerusalem; behold, your king comes to you, righteous and saving, himself meek and mounted on a beast of burden and a young colt.'
10:161
εἰ γὰρ ἡ προφητεία αὕτη τὸ παρὰ τοῖς εὐαγγελισταῖς δηλούμενον σωματικὸν μόνον προλέγει, τὴν ἀκολουθίαν τῆς προφητείας σωςέτωσαν ἡμῖν οἱ ἐπὶ τοῦ γράμματος ἱστάμενοι οὕτως ἐ̓χουσαν· Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραϊμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξαι ὑδάτων ἕως θαλάσσης, καὶ ποταμῶν διεκβολὰς γῆς καὶ τὰ ἑξῆς
因為,若這預言僅僅預言了福音書作者所指明的那屬肉身之事,那麼那些固守字面的人就當為我們保存這預言接續的部分,其文如此:『他必剪除以法蓮的戰車、耶路撒冷的戰馬,爭戰的弓也必被剪除;列邦必得豐盛與平安;他必掌管諸水,直到海洋,並掌管地上眾河的出口』,等等。
For if this prophecy foretells only what is bodily, as indicated by the evangelists, let those who stand upon the letter preserve for us the sequel of the prophecy, which runs thus: 'And he shall utterly destroy chariots out of Ephraim, and horse out of Jerusalem, and the battle bow shall be utterly destroyed, and there shall be abundance and peace out of the nations; and he shall have dominion over the waters as far as the sea, and the outlets of the rivers of the earth,' and so forth.
10:162
Ἰστέον μέντοι γε ὅτι οὐχ ὡς κεῖται παρὰ τῷ προφήτῃ ἡ λέξις ἐξέθετο αὐτὴν ὁ Ματθαῖος. ἀντὶ γὰρ τοῦ Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ πεποίηκεν· Εἴπατε τῇ θυ- γατρὶ Σιών, ἐπιτεμνόμενος τὸ προφητικόν· παρεσιώπησεν δὲ καὶ τὸ Δίκαιος καὶ σώςων αὐτός, καὶ εἰπὼν ὡς κεῖται τὸ Πραΰς καὶ ἐπιβεβηκώς ἀντὶ τοῦ Ἐπὶ ὑποςύγιον καὶ πῶλον νέον ἀνέγραψεν· Ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου
然而,應當知道,馬太所引用的文字並非照先知原文所載那樣。因為他不是照『錫安的女子啊,應當大大歡喜;耶路撒冷的女子啊,應當宣揚』,而是寫成:『要對錫安的女子說』,將先知的原文加以節略;他也略去了『是公義的,是施行拯救的』;而在依原文寫下『溫柔並騎著』之後,他沒有照先知原文寫『騎著負重的牲口和新的驢駒』,卻寫成:『騎著驢和驢駒子,就是驢的兒子。』
It must be known, however, that Matthew did not set forth the wording as it stands in the prophet. For instead of 'Rejoice greatly, daughter of Zion; proclaim, daughter of Jerusalem,' he has made it: 'Tell the daughter of Zion,' abridging the prophetic text; and he passed over in silence also 'righteous and himself saving'; and, having said, as it stands in the prophet, 'meek and mounted,' instead of the prophet's 'upon a beast of burden and a young colt' he wrote: 'upon a donkey and a colt, the foal of a beast of burden.'
10:163
Καὶ Ἰουδαῖοι δὲ συνεξετάζοντες τὸν τῆς προφητείας εἱρμὸν τοῖς περὶ Ἰησοῦ ἀναγεγραμμένοις, οὐκ εὐκαταφρονήτοις ἡμᾶς θλίβουσιν ἀπαιτοῦντες πῶς ὁ Ἰησοῦς ἐζωλόθρευσεν ἄρματα ἐζ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐζωλόθρευσεν τόξον πολεμικὸν καὶ τὰ ἑξῆς πεποίηκεν. καὶ ταῦτα μὲν περὶ τῆς προφητείας
猶太人也將這預言的脈絡與有關耶穌的記載加以比較,向我們提出不容輕視的詰難,質問耶穌究竟如何剪除了以法蓮的戰車、耶路撒冷的戰馬,又如何剪除了爭戰的弓,並行了其後所記之事。關於這預言的部分,就談到這裡。
And the Jews too, comparing the sequence of the prophecy with what has been recorded concerning Jesus, press us with objections not to be lightly dismissed, demanding how Jesus destroyed the chariots out of Ephraim and the horse out of Jerusalem, and destroyed the battle bow, and did the things that follow. So much, then, concerning the prophecy.
10:164
ἐὰν δὲ τὸ μῆκος τῆς ὁδοῦ αἰτιάσωνται, μηδὲν ἄξιον τῆς τοῦ υἱοῦ τοῦ θεοῦ οἰκονομίας εὑρίσκοντες εἰς τὸν περὶ τῆς ὄνου καὶ πώλου λόγον, πρῶτον μὲν οἱ πεντεκαίδεκα σταδίοις βραχεῖ διαστήματι οὐσιν προσχρώμενοι οὐ πάνυ τι ἀπολογίαν εὔλογον κομιοῦσιν τῆς ὁδοῦ· δεύτερον δὲ πῶς δύο κτηνῶν εἰς τὴν οὕτω βραχεῖαν δεῖται ὁδὸν λεγέτωσαν ἡμῖν·
但若他們指責路程之長,認為在有關驢與驢駒的記載中,找不到任何配得上神子之安排(οἰκονομία)的事,那麼,首先,他們訴諸『十五斯塔迪昂』乃是極短的距離,如此對這段路程並不能提出十分合理的辯解;其次,讓他們告訴我們,為何走這麼短的路程竟需要兩匹牲口?
But if they should blame the length of the journey, finding nothing worthy of the dispensation of the Son of God in the account concerning the donkey and the colt, then, in the first place, appealing to the fifteen stades as being a short distance, they will not bring forward a very reasonable defense regarding the journey; and secondly, let them tell us how he had need of two animals for so short a journey.
10:165
Ἐπεκάθισεν, γάρ φησιν, ἐπάνω αὐτῶν( ἔτι δὲ καὶ τὸ Ἐάν τις ὑμῖν εἴπῃ, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθὺς δὲ ἀπο στέλλει αὐτούς οὐκ οἶμαι ἄξιον εἶναι τοῦ μεγέθους τῆς τοῦ υἱοῦ τοῦ θεοῦ θειότητος, ὥστε εἰπεῖν τὴν τηλικαύτην φύσιν χρείαν ὁμολογεῖν ἔχειν ὄνου ἀπὸ δεσμῶν λυομένης, καὶ πώλου σὺν αὐτῇ ἐρχομένου· δεῖ γὰρ μέγα εἶναι πᾶν, οὑ χρείαν ἔχει ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἄξιον τῆς χρηστότητος αὐτοῦ
因為經上說:『他就坐在牠們上面』;還有:『若有人對你們說什麼,你們就說,主需要牠們;於是就立刻打發他們去。』我認為,這與神子那偉大的神性並不相稱,以致要說如此崇高的本性竟坦承需要一匹被解開鎖繩的驢,以及與牠同來的驢駒;因為凡神子所需要的一切,都必須是偉大的,且與他的美善相稱。
For it says, 'He sat upon them'; and further, 'If anyone says anything to you, you shall say that their Lord has need of them; and immediately he sends them off.' I do not think this is worthy of the greatness of the divinity of the Son of God, so as to say that such a nature confesses to having need of a donkey being loosed from its bonds, and a colt coming with it; for everything of which the Son of God has need must be great, and worthy of his goodness.
10:166
πρὸς δὲ τούτοις ὁ στρωννύων αὐτοῦ τὰ ἱμάτια πλεῖστος ὄχλος ἐν τῇ ὁδῷ, ἀνεχομένου τούτων τοῦ Ἰησοῦ καὶ μὴ ἐπιτιμῶντος, ὡς δῆλον ἐκ τῶν παρ' ἄλλοις κειμένων· Ἐὰν οὗτοι σιωπήσωσιν, οἱ λίθοι κράξουσιν οὐκ οἴδα εἰ μὴ βλακείαν τινὰ ἐμφαίνουσιν τοῦ ἐπὶ τοῖς τοιούτοις, εἰ μηδὲν ἄλλο ἀπ' αὐτῶν δηλοῦται εὐφραινομένου·; δὲ καὶ κοπτομένους κλάδους ἀπὸ τῶν δένδρων στρώννυσθαι ἐν τῇ ὁδῷ ὄνων διερχομένων ἐμπόδιον μᾶλλον δόξαι ἂν εἶναι τοῦ ὀχλουμένου ἤπερ λελογισμένη ἀποδοχή
除此之外,還有那極大的群眾在路上鋪開他的衣服,耶穌容忍這事而不加以斥責,這一點從其他福音書所載可見:『這些人若閉口不說,石頭必要呼叫起來』——我不知道,若這些行為除此之外別無他意,是否顯出某種愚昧,正如那因這類事而喜悅之人所表現的;至於從樹上砍下樹枝鋪在路上,在驢隻經過之時,這與其說是深思熟慮之接受,倒不如說更像是給那負重前行者添了阻礙。
Besides these things, the very great crowd spreading his garments on the road — with Jesus tolerating this and not rebuking them, as is clear from what is found in the other evangelists: 'If these are silent, the stones will cry out' — I do not know whether this does not display a certain foolishness on the part of one who rejoices at such things, if nothing else is indicated by them; and the branches cut from the trees and spread on the road, as the donkeys were passing through, would seem rather to be an obstacle to the one so encumbered than a reasoned acceptance.
10:167
Ὅσα δὲ ἐπηπορήσαμεν 〈περὶ〉 τῶν ἐκ τοῦ ἱεροῦ ὑπ' αὐτοῦ ἐκβαλλομένων, ταῦτα καὶ ἔτι μείζονα ἐνθάδε λεκτέον
至於我們先前就那些被他從聖殿中趕出之人所提出的疑難,這些疑難,以及更甚於此的,在此處也當提出。
But as for the difficulties we raised concerning those cast out of the temple by him, these same things, and even greater ones, must be stated here.
10:168
ἐν μὲν γὰρ τῷ κατὰ Ἰωάννην ἐκβάλλει τοὺς ἀγοράζοντας· ὁ δὲ Ματθαῖός φησιν ὅτι Ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας έν τῷ ἱερῷ· πολλῶ̣ δὲ ὡς εἰκὸς ἀριθμὸς τῶν ἀγοραζόντων πλείων ἠν παρὰ τοὺς πωλοῦντας
因為在約翰福音中,他趕出的是那些買的人;但馬太卻說他『把殿裡一切做買賣的人都趕出去』——而如所預料的,買者的人數必然遠多於賣者。
For in the Gospel according to John, he casts out those buying; but Matthew says that he 'cast out all those selling and buying in the temple' — and, as is likely, the number of those buying was far greater than those selling.
10:169
καὶ ἐπιστήσωμεν εἰ μὴ τὸ πάντας ἐκβάλλεσθαι τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τώ ἰερῷ παρὰ τὸ ἀξίωμα τοῦ νομιζομένου υἱοῦ τέκτονος εἶναι ἐτύγχανεν, εἰ μὴ ἄρα, ὡς κἀκεῖ ἐλέγομεν, θειοτέρᾳ δυνάμει τοὺς πάντας ὑπέτασσεν, χαλεπώτερα ὅσον ἐπὶ τοῖς λοιποῖς εὐα γελισταῖς παρὰ τὸν Ἰωάννην ἀκούσαντας
讓我們留意:把殿中一切做買賣的人都趕出去,是否超出了那位被以為是木匠之子者的身分——除非,正如我們先前所說的,他乃是憑更為神聖的能力使眾人都服從;就其他福音書作者而言,這比從約翰所聽到的更為棘手。
And let us note whether the casting out of all those selling and buying in the temple was not, in fact, beyond the standing of one supposed to be the son of a carpenter — unless, indeed, as we said there too, he subjected them all by a more divine power — objections more difficult, so far as concerns the other evangelists, than what is heard from John.
10:170
ὁ μὲν γὰρ Ἰωάννης φησὶν αὐτοῖς εἰρῆσθαι ὑπὸ τοῦ Ἰησοῦ· Μὴ ποιεῖτε τὸν ·οἶκον τοῦ πατρός μου οἶκον ἐμπορίου· τοῖς δὲ λοιποῖς σπήλαιον ηῃστῶν ἐλέγχονται πεποιηκότες τὸν οἶκον τῆς προσευχῆς, οὐ χωροῦντος τοῦ οἴκου τοῦ πατρὸς ὥστε γεμέσιαο σπήλαιον λῃστῶν, ἀλλὰ μέχρι τοσούτου ὑπὸ τῶν ἁμαρτανόντων φυρομένου ὡς οἶκον ἐμπορίου αὐτὸν γενέσθαι
約翰記載耶穌對他們說:『不要使我父的殿成為買賣的殿』;但按照其他福音書,他們卻被指控已使禱告的殿成為『賊窩』——父的殿本不容成為賊窩,卻是因犯罪者的攪擾,以至於淪為買賣之殿。
For John says it was said to them by Jesus: 'Do not make my Father's house a house of trade'; but according to the others they are convicted of having made the house of prayer 'a den of robbers' — the house of the Father not admitting of becoming a den of robbers, but only being so far confounded by sinners as to become a house of trade.
10:171
μόνον δὲ τῆς προσευχῆς οἶκος, οὐ πάντως οἶκος τοῦ πατρὸς ὤν, ἀμεληθεὶς καὶ λῃστὰς παραδέξεται, οὐ γινόμενος αὐτῶν οἶκος, ἀλλὰ σπήλαιον, πρᾶγμα οὐχ ὑπὸ ἀρχιτεκτονικῆς καὶ λογικῆς ἐντρεχείας γεγενημένον
唯有禱告的殿,若不再完全是父的殿,一旦遭到疏忽,也會容納強盜——並非成為他們的居所,而是成為賊窩,一個並非出於建築與理性技巧所造成之物。
Only the house of prayer, when not altogether being the house of the Father, if neglected, will also admit robbers — not becoming their house, but a den, a thing not made by architectural and rational skill.
10:172
Τὸ μὲν οὖν ἰδεῖν ἔχει] ᾗ ἔχει ταῦτα νοῦ ἀληθοῦς τοῦ δοθέντος τοῖς λέγουσιν· Ἡμεῖς δὲ νοῦν Χριστοῦ χριστοῦ ἔχομεν, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν μεῖζον, ἢ καθ' ἡμᾶς εἶναι πειθόμεθα
因此,要看清這些事究竟如何,須靠那賜給說『我們卻是有基督的心』之人的真實心智——使我們得以看見神所恩賜給我們的事,我們深信這些事乃是超乎我們自身所能及的。
To see, then, how these things stand belongs to the true mind given to those who say, 'But we have the mind of Christ' — that we may see the things graciously given to us by God, which we are persuaded are greater than what is according to us.
10:173
οὐδὲ γὰρ ἀθόλωτον ἡμῶν ἐστιν τὸ ἡγεμονικόν, οὐδὲ ὀφθαλμοὶ ὁποίους δεῖ εἶναι τοὺς τῆς καλῆς νύμφης Χριστοῦ Ι ὀφθαλ- μούς, περὶ ὧς φησιν ὁ νυμφίος· Ὀφθαλμοί σου περιστεραί, τάχα αἰνισσόμενος τὴν τῶν πνευματικῶν κατανοητικὴν δύναμιν, διὰ τὸ καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν ἐληλυθέναι ἐπὶ τὸν κύριον <Ἰησοῦν> καὶ τὸν ἐν ἑκάστῳ κύριον· ἀλλ' ὅμως καὶ οὕτως ἔχοντες οὐκ ἀποκνήσομεν, ψηλαφῶντες τοὺς εἰρημένους τῆς ζωῆς λόγους, πειραθῆναι λαβέσθαι αὐτῶν τῆς ἀπορρεούσης εἰς τὸν μετὰ πίστεως ἁψάμενον δυνάμεως
因為我們的理性主導能力(ἡγεμονικόν)並非未受攪擾的,我們也沒有基督那美麗新婦所應有的眼睛——論到這眼睛,新郎說:『你的眼像鴿子眼』,這或許暗示著屬靈之人的洞察能力,因為聖靈也曾如鴿子降臨在主耶穌身上,並降臨在每個人裡面的那位主身上。然而,即便處於這樣的光景,我們也不會退縮,我們要摸索這些論及生命之道的言語,嘗試把握從其中流出、臨到那憑信心觸摸之人的能力。
For neither is our ruling faculty undisturbed, nor do we have such eyes as ought to be the eyes of the beautiful bride of Christ, concerning which the bridegroom says: 'Your eyes are doves' — perhaps hinting at the perceptive power of spiritual persons, because the Holy Spirit also came upon the Lord Jesus, and upon the lord that is in each person, as a dove. But nevertheless, even being in such a condition, we shall not shrink back, but, feeling our way among the words of life that have been spoken, we shall attempt to lay hold of the power that flows from them upon the one who touches them with faith.
10:174
Ἰησοῦς τοίνυν ἐστὶν ὁ τοῦ θεοῦ λόγος, ὅστις εἰσέρχεται εἰς τὴν Ἱεροσόλυμα καλουμένην ψυχήν, ὀχούμενος τῇ ὑπὸ τῶν μαθητῶν λελυμένῃ ἀπὸ τῶν δεσμῶν ὄνῳ, λέγω δὲ τοῖς ἀφελέσι τῆς παλαιᾶς διαθήκης γράμμασι, σαφηνιζομένοις ὑπὸ τῶν λυόντων αὐτὰ μαθητῶν δύο· τοῦ τ' ἐπὶ τὴν θεραπείαν τῆς ψυχῆς ἀνάγοντος τὰ γεγραμμένα καὶ ἐπ' αὐτὴν αὐτὰ ἀλληγοροῦντος, καὶ τοῦ τὰ μέλλοντα ἀγαθὰ καὶ ἀληθινὰ διὰ τῶν ἐν τῇ σκιᾷ κειμένων παριστάντος
耶穌,就是神的道(λόγος),他進入那稱為耶路撒冷的魂(ψυχή)中,騎在門徒從束縛中解開的驢上——我指的是舊約那樸素的文字,經那解開它們的兩個門徒予以闡明:一個門徒把所記載的引向魂的醫治,並就此為魂將其寓意化;另一個門徒則藉那存在於影兒之中的事物,將將來的善事和真實之事顯明出來。
Jesus, then, is the Word of God, who enters the soul called Jerusalem, mounted on the donkey loosed from its bonds by the disciples — I mean by the simple letters of the old covenant, made clear by the two disciples who loose them: the one who leads up what is written to the healing of the soul and allegorizes it for the soul's benefit, and the one who sets forth the good and true things to come by means of what lies in the shadow.
10:175
ὀχεῖται δὲ καὶ τῷ νέῳ πώλῳ, τῇ καινῇ διαθήκῃ· ἐν ἀμφοτέραις γὰρ ἔστιν εὑρεῖν τὸν καθαίροντα ἡμᾶς τῆς ἀληθείας λόγον καὶ ἀπελαύνοντα τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν ἡμῖν πάντας λογισμούς
他也騎在那新的驢駒上,就是新約;因為在這二者之中,都能找到那潔淨我們的真理之道,並把在我們裡面買賣的一切思念都趕逐出去。
But he is also mounted on the new colt, the new covenant; for in both it is possible to find the word of truth that purifies us and drives out all the thoughts buying and selling within us.
10:176
μόνος δὲ εἰς τὴν Ἱεροσόλυμα ψυχὴν οὐκ ἔρχεται, ἀλλ' οὐδὲ μετὰ ὀλίγων τινῶν· πολλὰ γὰρ τὰ προάγοντα τὸν τελειοῦντα ἡμᾶς λόγον θεοῦ δεῖ ἐν ἡμῖν γενέσθαι, καὶ ἕτερα πλεῖστα ὅσα τὰ ἑπόμενα αὐτῷ· πάντα μέντοι γε αὐτὸν ὑμνοῦντα κα·ὶ δοξάζοντα, καὶ τὸν ἴδιον κόσμον καὶ περιβολὴν αὐτῷ ὑποτιθέντα, ἕνα αὐτοῦ τὰ ὀχήματα μὴ ἅπτηται γῆς, ἔχοντα τὸν οὐρανόθεν καταβεβηκότα ἐπαναπαυόμενον αὐτοῖς
然而,他並非獨自進入那稱為耶路撒冷的魂中,甚至也不僅偕同少數幾樣;因為必須有許多在我們裡面先行之事,為那使我們得以完全的神之道(λόγος θεοῦ)開路,此外還有極多隨其後的事物;然而這一切都要頌揚他、榮耀他,並將自己的裝飾與衣袍鋪在他之下,好使他所騎乘之物不致觸及地面,因牠們上面安歇著那從天降下者。
But he does not come alone into the soul called Jerusalem, nor even with only a few; for many things that go before the Word of God who perfects us must come to be in us, and very many other things that follow him — all of them, however, hymning and glorifying him, and setting their own adornment and garment beneath him, so that his mounts may not touch the earth, having the one who came down from heaven resting upon them.
10:177
ἕνα δὲ ἔτι μᾶλλον ἀνωτέρω τῆς γῆς τυγχάνωσιν οἱ ὀχοῦντες αὐτὸν παλαιοὶ καὶ καινοὶ λόγοι τῶν γραφῶν, ἐκκόπτεσθαι κλάδους δεῖ ἀπὸ τῶν δένδρων, ἕνα βαίνωσιν ἐπὶ τῶν εὐλόγως ἐκκειμένων. δύνανται δὲ οἱ προάγοντες καὶ ἀκολουθοῦντες αὐτῷ ὄχλοι δηλοῦν καὶ τὰς ἀγγελικὰς συνεργείας, τινὰς μὲν εὐτρεπιζούσας αὐτῷ τὴν ὁδὸν έν ταῖς ψυχαῖς ἡμῶν, δι' έ)ν αὐτοὶ κεκόσμηνται, τινῶν δὲ ἐπακολουθούντων τῇ αὐτοῦ ἐν ἡμῖν παρουσίᾳ, περὶ ἧς πολλάκις εἰρηκότες νῦν εἰς τοῦτο μαρτυριῶν οὐ χρῄζομεν
而為要使那載負著他的、聖經中新舊兩約的話語(λόγοι)能更加高過地面,就必須從樹上砍下枝子,好使牠們踏在按理鋪陳好的事物之上。那前行與跟隨他的眾人,也可表明天使的協同工作:有些天使在我們魂中為他預備道路,藉此天使自己也蒙得裝飾;另有一些天使則跟隨在他臨在我們裡面之後——關於這臨在,我們已屢次論及,如今不需要再為此提出見證。
But in order that the old and new words of the scriptures which carry him may be still further above the earth, branches must be cut from the trees, so that they may tread upon things reasonably laid out before them. And the crowds going before and following him can also signify the angelic cooperations — some preparing his way in our souls, by which they themselves are adorned, others following upon his presence in us, concerning which, having spoken often, we now have no need of testimonies for this.
10:178
Καὶ τάχα οὐκ ἀλόγως ὄνῳ εἰκάσαι ἄν > τἀς περιστάσας φωνὰς τὸν ἄγοντα αὐτὰς εἰς τὴν ψυχὴν λόγον· ἀχθοφόρον γὰρ τὸ ζῷον, πολὺ δὲ τὸ ἄχθος καὶ φορτίον βαρὺ δηλοῦνται ἀπὸ τῆς λέξεως, κοὶ μάλιστα τῆς παλαιοτέρας, ὡς δῆλον τῷ ἐφιστάντι τοῖς ὑπὸ Ἰουδαίων γινομένοις
或許把那把周圍眾多言語引入魂中的道(λόγος),比作驢,也並非沒有道理;因為驢是負重的牲畜,而從經文的用語——尤其是較古老的用語——可見所指的是沉重的負擔與擔子,這對留意猶太人所行之事的人而言,是顯而易見的。
And perhaps it is not unreasonable to liken to a donkey the word that leads the surrounding utterances into the soul; for the donkey is a beast of burden, and a heavy load and burden is indicated by the scriptural wording, especially the older wording, as is clear to one who attends to what was done by the Jews.
10:179
οὐχ οὕτω δὲ ὁ πῶλος ἀχθοφόρον ὡς ἡ ὄνος. εἰ γὰρ καὶ βαρὺ πᾶν τὸ τοῦ γράμματος φορτίον ἐστὶν τὸ ἀνώφορον καὶ κουφότατον τοῦ πνεύματος χωρεῖν μὴ δυναμένοις, ἀλλά γε ἔλλαττον ἔχει βάρος τὸ καινὸν γράμμα παρὰ τὸ πρεσβύτερον
然而驢駒卻不像驢那樣是負重的牲畜。因為,雖然對那些不能領受那向上提升、極其輕省之靈的人而言,凡屬字句的一切負擔都是沉重的,但新的字句所擔負的重量,畢竟少於那較古老的字句。
But the colt is not a beast of burden in the same way as the donkey. For although every burden of the letter is heavy for those unable to receive the uplifting and lightest burden of the spirit, nevertheless the new letter has a lesser weight than the older one.
10:180
οἶδα δέ τινας τὴν μὲν δεδεμένην ὄνον ἐξειληφότας τοὺς ἐκ περιτομῆς πιστεύοντας, πολλῶν δεσμῶν ὑπὸ τῶν γνησίως τῷ λόγῳ πνευματικῶς με μαθητευμενων ἀπολυομένους, τὸν δὲ πῶλον τοὺς τοὺς τῶν ἐθνῶν, ἀνέτους πρὶν παραδέξωνται τὸν Ἰησοῦ λόγον καὶ ἔξω παντὸς ἐπικειμένου ζυγοῦ κατὰ τὸ ἀφηνιαστικὸν κοὶ φιλήδονον γεγενημένους
我知道有些人把那被拴著的驢理解為那些出於受割禮之人中信主的人,他們被那些真誠而屬靈地作了道(λόγος)之門徒者,從諸多的束縛中解放出來;而把驢駒理解為那些出於外邦之人,他們在接受耶穌的道之前是不受拘束的,並且在未加任何軛之前,已流於放縱不羈與貪愛享樂。
I know some who have understood the donkey that was tied up as those who believe from among the circumcision, being released from many bonds by those who have been genuinely and spiritually discipled by the word; and the colt as those from the nations, unrestrained before they received the word of Jesus, and, apart from any yoke laid upon them, having become given to unruliness and love of pleasure.
10:181
εἰ καὶ μὴ εἰρήκασιν δὲ οὗτοι τοὺς προάγοντας καὶ ἀκολουθοῦντας ὄχλους, οὐκ ἀπίθανόν ἐστιν ἐφαρμόσαι τοὺς μὲν προάγοντας Μωσεῖ καὶ τοῖς προφήταις, τοὺς δὲ ἐπακολουθοῦντας τοῖς ἱεροῖς ἀποστόλοις, οἵτινες ἅπαντες εἰσέρχονται εἰς πόλιν Ἱεροσόλυμα, ὅσον κατὰ τοῦτον τὸν λόγον ζητητέον, ἔχοντα πωλοῦντας καὶ ἀγοράζοντας πολλοὺς ἐξελαυνομένους ὑπὸ τοῦ υἱοῦ τοῦ θεοῦ
即便這些人並未談及那前行與跟隨的眾人,把前行者比配為摩西與眾先知,把跟隨者比配為眾聖使徒,也並非不合情理;他們眾人都進入耶路撒冷城——就此段論述所須探究者而言——這城中有許多做買賣的人,被神的兒子趕逐出去。
But even though these interpreters have not spoken of the crowds going before and following, it is not implausible to apply those going before to Moses and the prophets, and those following after to the holy apostles, all of whom enter into the city Jerusalem — so far as must be inquired into according to this account — which has many who sell and buy being driven out by the Son of God.
10:182
καὶ τάχα ἡ ἄνω Ἱερουσαλήμ, εἰς ἥν ἀναβήσεται ὁ κύριος, ἡνιοχῶν τοὺς ἐκ περιτομῆς καὶ ἐθνῶν πιστεύοντας, προαγόντων αὐτὸν καὶ ἀκολουθούντων ἤτοι προφητῶν καὶ ἀποστόλων, ἢ τῶν διακονονύντων αὐτῷ ἀγγέλων — δύνανται γὰρ καὶ οὗτοι δηλοῦσθαι ἀπὸ τῶν προαγόντων καὶ ἀκολουθούντων αὐτῷ — λέγεται νῦν, ἥ εἶχεν πρὸ τῆς ἀνόδου αὐτοῦ τὰ λεγόμενα πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις, ἢ τοὺς Χαναναίους καὶ Χετταίους καὶ Ἀμορραίους καὶ τοὺς λοιποὺς πολεμίους τοῦ λαοῦ, καὶ ἁπαξαπλῶς τοὺς ἀλλοτρίους, κἀκεῖ πως δυναμένης τῆς προφητείας πεπληρῶσθαι, λεγούσης· Ἡ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν
或許,那在上的耶路撒冷——主要升到其中,引導那出於受割禮之人和外邦人中信主的人,或有先知與使徒在他前後行走,或有服事他的天使(因為這些也可由那前行與跟隨他之人所表明)——如今被稱為那城,是因在他升上之前,其中有所謂『天上屬靈的邪惡勢力』所居,或者是迦南人、赫人、亞摩利人以及百姓的其餘仇敵,總而言之,就是外人;在此意義上,那預言似乎能有某種應驗,其言曰:『你們的地成為荒涼,你們的城被火焚燒;外人在你們眼前吞吃你們的地。』
And perhaps the Jerusalem above, into which the Lord will go up, guiding those who believe from the circumcision and from the nations, with either prophets and apostles going before him and following, or the angels who minister to him — for these too can be signified by those going before and following him — is now spoken of as the city which, before his ascent, had what are called 'the spiritual forces of wickedness in the heavenly places,' or the Canaanites and Hittites and Amorites and the rest of the enemies of the people, and, in short, the aliens — the prophecy being able to be fulfilled there in some way, which says: 'Your land is desolate, your cities are burned with fire; strangers devour your land in your presence.'
10:183
οὑτοι γάρ εἰσιν οἱ τὸν οὐράνιον τοῦ πατρὸς οἶκον, τὴν ἁγίαν Ἱερουσαλήμ τὸν οἶκον τῆς προσευχῆς μολύνοντες καὶ σπήλαιον λῃστών ποιήσαντες, οὐκ ἄλλων ἢ ἑαυτῶν, ἀργύριον ἔχοντες ἀδόκιμον καὶ διδόντες ὀβολοὺς καὶ κόλλυβα τοῖς προσιοῦσιν, εὐτελῆ καὶ εὐκαταφρόνητα νομίσματα
因為這些人正是玷污了父那屬天的殿——聖潔的耶路撒冷,那禱告的殿——並使其成為賊窩之人;他們所搶奪的不是別人,正是他們自己;他們擁有不合格的銀子,並把奧波勒小錢和零錢分給前來之人,都是些低劣且可鄙的錢幣。
For these are the ones who defile the heavenly house of the Father, the holy Jerusalem, the house of prayer, and have made it a den of robbers — robbers of none other than themselves — possessing counterfeit silver and giving obols and small change to those who approach, cheap and contemptible coins.
10:184
οὗτοί εἰσιν οἱ λαμβάνοντες ἀπὸ τῶν ψυχῶν ἐν τῷ παλαίειν αὐταῖς τὰ τιμιώτερα, καὶ συλῶσιν τὰ κρείττονα, ἴνα δῶσιν τὰ μηδενὸς ἄξια
這些人在與眾魂角力之時,從其中奪取更為貴重之物,掠奪更美好的事物,為要以毫無價值之物加以回報。
These are the ones who, in wrestling with souls, take from them the more precious things, and plunder the better things, in order to give in return things worth nothing.
10:185
πλὴν πορευθέντες οἱ μαθηταὶ εὑρίσκουσιν τὴν δεδεμένην ὄνον καὶ λύουσιν, διὰ τὸ ἐπικείμενον κάλυμμα τῷ νόμῳ Ἰησοῦν οὐκ ἔχουσαν
然而,門徒既前去,就找到了那被拴著的驢,並把牠解開,因律法上蒙著的帕子,這驢原本並未擁有耶穌。
Yet the disciples, having gone, find the donkey that is tied up and loose it, since it did not possess Jesus because of the veil lying upon the law.
10:186
καὶ ὁ πῶλος δὲ μετ' αὐτῆς εὑρίσκεται, ἐπεὶ ἀμφότερα πρὸ Ἰησοῦ ἦν ἀπολωλότα· λέγω δὲ οἱ ἐκ περιτομῆς καὶ οἱ ἀπὸ τῶν ἐθνῶν ὕστερον πιστεύσαντες
驢駒也與她一同被找到,因為兩者在耶穌之前都是失喪的——我指的是那些出於受割禮的人,以及後來信主的外邦人。
And the colt too is found with her, since both were lost before Jesus — I mean those from the circumcision and those from the nations who believed later.
10:187
πῶς δὲ οὗτοι εὐθὺς πάλιν ἀποστέλλονται μετὰ τὸ ἐπικαθεσθέντα τὸν Ἰησοῦν εἰς τὰ Ἱεροσόλυμα ἀναβεβηκέναι οὐκ ἀκίνδυνον εἰπεῖν, μυστικὸν γὰρ ἐχόμενον τῆς περὶ] τῶν ἁγίων εἰς ἀγγέλους μεταβολῆς, ἀποσταλησομένους κατὰ τὸν μετὰ τοῦτον αἰῶνα, παραπλησίως τοῖς εἰς διακονίαν ἀποστελλομένοις λειτουργικοῖς πνεύμασιν διὰ τοὺς κατά γε ταῦτα μέλλοντας κληρονομεῖν ςωὴν αἰώνιον
至於這兩隻牲口為何在耶穌騎著牠們上耶路撒冷之後,又立刻被打發回去,這並非可以毫無風險地論述之事,因為這涉及聖徒轉變為天使的奧秘之事,他們將在此世之後的世代被差遣出去,正如那些為服事而被差遣的服役之靈一般,是為了那些照此將要承受永生的人而被差遣的。
But how these are again immediately sent away after Jesus, having sat upon them, has gone up to Jerusalem, is not without danger to state, for it touches upon the mystical matter of the transformation of the saints into angels, who will be sent forth in the age after this one, in a manner similar to the ministering spirits sent for service on account of those who, according to these things, are about to inherit eternal life.
10:188
εἰ εἰ ἡ ὄνος καὶ ὁ πῶλος τὰ παλαιὰ καὶ τὰ καινὰ εἴη Ι γράμματα, οἷς ὁ λόγος ὀχεῖται τοῦ θεοῦ, οὐ πάνυ τι χαλεπὸν ἔσται παραστῆσαι, πῶς ἀποστέλλονται τοῦ λόγου ἐν αὐτοῖς φανέντος οὐ μένουσιν δὲ μετὰ τὸ εἰσελθεῖν εἰς Ἱεροσόλυμα τὸν λόγον ἐν τοῖς ἀποβεβληκόσιν πάντας τοὺς πωλοῦντας καὶ ἐγοράζοντας λογισμούς
但若驢與驢駒即是新舊兩約的文字,神的道(λόγος)藉此被承載,那麼要說明牠們如何在道已在其中顯現之後被打發回去,並不十分困難——就是說,在道進入耶路撒冷之後,牠們並不留在那些已把一切做買賣之思念都趕出去的人裡面。
But if the donkey and the colt are the old and the new letter, on which the Word of God is carried, it will not be very difficult to show how they are sent away once the Word has appeared in them, and they do not remain — after the Word has entered Jerusalem — in those who have cast out all the thoughts that sell and buy.
10:189
Ἐγὼ δὲ οἶμαι μὴ μάτην κώμην τε εἶναι τὸν τόπον τοῦτον, ὅπου ἦν ἡ δεδεμένη ὄνος καὶ ὁ πῶλος, καὶ τοῦτο ἀνώνυμον· κώμη γὰρ ὡς πρὸς τὸν ἐν οὐρανῷ πάντα κόσμον ἡ πᾶσά ἐστιν γῆ, ὅπου ἐστὶν ἡ δεδεμένη ὄνος καὶ ὁ πῶλος, καὶ ἡ κώμη αὐτάρκως χωρὶς προσθήκης ἑτέρου ὀνόματος καλουμένη
我認為,這被拴著驢與驢駒之處乃是一個村莊,且無名可稱,這並非毫無緣故;因為,相較於天上那整個世界,這被拴著驢與驢駒之處的全地,正是一個村莊,這村莊無需加添任何其他名字,僅稱為『村莊』便已足夠。
But I think it is not without purpose that this place, where the donkey and the colt were tied, is a village, and this without a name; for the whole earth, where the donkey and the colt tied up are, is a village in comparison with the whole world that is in heaven, and the village is sufficiently called without the addition of any other name.
10:190
ἀπὸ Βηθφαγὴ δὲ ὁ Ματθαῖός φησιν ἀποστέλλεσθαι τοὺς παραληψομένους τὴν ὄνον καὶ τὸν πῶλον, ἥτις τόπος ἠν ἱερατικός οἶκος σιαγόνων ἑρμηνευόμενος
馬太則說,那些要去領取驢與驢駒的人,是從伯法其被差遣出去的;這地方是祭司之地,其名譯為『腮頰之屋』。
But Matthew says that those who were to receive the donkey and the colt were sent from Bethphage, a place which was priestly, and is interpreted 'house of jaws.'
10:191
καὶ ταῦτα μὲν κατὰ δύναμιν εἰς τὰ παρὰ τῷ Ματθαίῳ λεκτέον, τοῦ ὁλοκλήρου καὶ παρὰ ταῦτα ἀκριβεστέρου λόγου εὐκαιρότερον, ὅταν εἰς τὸ κατὰ Ματθαῖον ἡμῖν λέγειν δοθῇ, λεχθησομένου
以上這些,便是我們就馬太所記載者、按自己能力所當說的話;至於那更為完整、比這裡更為精確的論述,則留待日後——當我們蒙允許講論馬太福音時——在更合宜的時機再加以陳述。
These things, then, must be said, according to our ability, concerning what is in Matthew, the complete and more precise account, beyond these things, to be stated more opportunely when it is granted to us to speak on the Gospel according to Matthew.
10:192
ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς πῶλον δεδεμένον, ἐφ' ὅν οὐδείς πω ἀνθρώπων ἐκάθισεν, εὑρῆσθαί φασι κατὰ τὴν πρόσταξιν τοῦ κυρίου ὑπὸ τῶν δύο μαθητῶν, ὅντινα λύσαντες ἤγαγον πρὸς τὸν κύριον
馬可和路加則說,兩個門徒按主的吩咐,找到了一匹被拴著的驢駒,是從未有人騎過的,他們把牠解開,牽到主那裡。
But Mark and Luke say that a colt tied up, on which no one of men had yet sat, was found by the two disciples according to the Lord's command, which, having loosed, they brought to the Lord.
10:193
προστίθησιν δὲ ὁ Μάρκος ὅτι εὑρον τὸν πῶλον δεδεμένον πρὸς θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου· τίς δὲ ἔξω; οἱ ἀπὸ τῶν ἐθνῶν, οἳ ἠσαν ξένοι τῶν διαθηκῶν καὶ ἀλλότριοι τῆς ἐπαγγελίας τοῦ θεοῦ, ἐπὶ τοῦ ἀμφόδου καὶ οὐχὶ ὑπὸ στέγην ἢ οἰκίαν ἀναπαυόμενοι, δεδεμένοι ταῖς ἰδίαις ἁμαρτίαις καὶ λυόμενοι ὑπὸ τῆς προειρημένης διπλῆς ἐπιστήμης τῶν Ἰησοῦ γνωρίμων
馬可還補充說,他們發現驢駒被拴在外面街角一扇門旁。那麼,誰是『外面』的呢?就是那些出於外邦的人,他們原是諸約以外的陌生人,與神的應許無份,棲息在街角,而非在屋簷或房屋之下,被自己的罪所捆綁,又被前面所說耶穌相識者那雙重的知識所解開。
But Mark adds that they found the colt tied at a door outside, on the street corner. But who are those outside? Those from the nations, who were strangers to the covenants and aliens to the promise of God, resting on the street corner and not under a roof or house, bound by their own sins and loosed by the aforementioned twofold knowledge of the acquaintances of Jesus.
10:194
οἱ δὲ δεσμοὶ τοῦ δεδεμένου πώλου, καὶ αἱ ἁμαρτίαι παρὰ τὸν ὑγιῆ γεγενημέναι λόγον έλεγχόμεναι ὑπ' αὐτοῦ θύρας τυγχάνοντος ζωῆς πρὸς ἐκείνην (λέγω δὴ τὴν θύραν) ἦσαν οὐκ ἔνδον, ἀλλ ἔξω· τάχα γὰρ ἔνδον τῆς θύρας θεσμὸς γενέσθαι τῆς κακίας οὐ δύναται
那被拴的驢駒之束縛,以及那違背健全之道(λόγος)所犯的罪——這些罪被那作生命之門的祂所定罪——相對於那門(我是指那扇門本身)而言,都是在門外,而非門內;因為或許在門內,邪惡之束縛是無從產生的。
But the bonds of the colt that was tied, and the sins committed against the sound word — being convicted by him who is the door of life, in relation to that door (I mean the door itself) — were not within, but outside; for perhaps within the door a bond of wickedness cannot come to be.
10:195
ἑστήκασιν δέ τινες παρὰ τῷ δεδεμένῳ πώλῳ, ὡς ὁ Μάρκος φησίν, οἶμαι ὅτι οἱ δήσαντες αὐτόν· ὡς δὲ Λουκᾶς ἀναγράφει, Εἶπαν κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς· Τί λύετε τὸν πῶλον; κύριοι γὰρ οἱ ὑποτάξαντες καὶ δήσαντες τὸν ἡμαρτηκότα παράνομοι, οἵτινες οὐ δύνανται ἀντιβλέψαι τῷ ἀληθῶς κυρίῳ ἀφέλκοντι τοῦ δεσμοῦ αὐτῶν τὸν πῶλον
有人站在那被拴的驢駒旁邊,正如馬可所說,我想那是拴住牠的人;而按路加所記載:『驢駒的主人對門徒說:你們為什麼解那驢駒?』因為那些制服並拴住這犯罪者的主人乃是不法之人,他們無法正視那真正的主,因祂正要把驢駒從他們的束縛中解開帶走。
But some stand by the tied colt, as Mark says — I think those who had tied it; and as Luke records, 'The owners of the colt said to the disciples, Why do you loose the colt?' For the lords who subjected and bound the one who had sinned are lawless ones, who are not able to look the true Lord in the face as he draws the colt away from their bond.
10:196
ὅτι οὖν φασιν οἱ μαθηταί· Ὁ κύριος αὐτοῦ χρείαν ἔχει μηδὲν δυνηθέντων τῶν πονηρῶν κυρίων ἀποκρίνασθαι, ἄγουσι πρὸς τὸν Ἰησοῦν τὸν πῶλον γυμνόν, ἐπιρρίπτουσι τὸν ἴδιον κόσμον, ἕνα τοῖς ἐπιβληθεῖσι τῶν μαθητῶν ἱματίοις ἐπικαθεσθεὶς ὁ κύριος ἀναπαύσηται
於是,門徒說:『牠的主需要牠』,那些邪惡的主人無言以對,門徒便牽著這光身的驢駒到耶穌那裡,把自己的裝飾搭在牠身上,好使主坐在門徒所搭上的衣服上得以安歇。
When, then, the disciples say, 'Its Lord has need of it,' the wicked masters being unable to answer anything, the disciples lead the colt to Jesus naked, casting their own adornment upon it, so that the Lord, sitting upon the garments placed there by the disciples, might rest.
10:197
Τὰ δὲ λοιπὰ ἐκ τῶν εἰρημένων παρὰ τῷ Ματθαίῳ οὐ πάνυ τι ἔσται ἀσαφῆ, τίνα τρόπον ἔρχονται εἰς Ἱεροσόλυμα, καὶ | εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ ἤ· Ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτήν. καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας
其餘的部分,根據前面就馬太所論述的,將不會十分晦澀難明:他們如何來到耶路撒冷,以及『進了聖殿,就開始把在殿裡做買賣的人趕出去』,或者:『將近耶路撒冷的時候,看見那城,就為它哀哭。他既進了聖殿,就開始把賣東西的人趕出去。』
The remaining points, from what has been said concerning Matthew, will not be very obscure: in what manner they come into Jerusalem, and 'entering the temple he began to cast out those selling and buying in the temple,' or, 'As he drew near, seeing the city, he wept over it. And entering the temple he began to cast out those who were selling.'
10:198
ἐν μἷς μὲν γὰρ τῶν ἐχόντων τὸ ἱερὸν ἐν αὑτοῖς ἐκβάλλει πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας έν τῷ ἱερῷ· ἐν ἑτέροις δὲ μὴ σφόδρα πειθομένοις τῷ λόγῳ τοῦ θεοῦ μόνον τὴν ἀρχὴν ποιεῖται τοῦ ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ἀγοράζοντας. τρίτοι δέ εἰσιν παρὰ τούτους, ἐν οἷς ἤρξατο ἐκβάλλειν μόνους τοι)· πωλοῦντας, οὐχὶ δὲ καὶ τοὺς ἀγοράζοντας
因為在某些自己裡面擁有聖殿之人身上,他把殿裡一切做買賣的人都趕出去;而在另一些不十分順服神之道(λόγος)的人身上,他只是開始把做買賣的人趕出去;此外還有第三種人,在他們身上,他只開始趕出那些賣的人,卻不趕出那些買的人。
For in some who have the temple within themselves he casts out all those selling and buying in the temple; but in others, who do not obey the word of God so completely, he only makes a beginning of casting out those selling and buying; and there are third ones besides these, in whom he began to cast out only those selling, but not also those buying.
10:199
οἱ δὲ παρὰ τῷ Ἰωάννῃ πάντες ἅμα τοῖς προβάτοις καὶ τοῖς βουσὶν τῷ πλακέντι ἐκ σχοινίων φραγελλίῳ ἐκβάλλονται. ἐπίστησον δὲ ἐπιμελῶς εἰ δυνατὸν † ὡς τάς γε ἐναλλαγὰς τῶν γεγραμμένων καὶ τὰς διαφωνίας διαλύεται παρὰ τὸν τῆς ἀναγωγῆς τρόπον, ἐκάστου τῶν εὐαγγελιστῶν διαγράφοντος διαφόρους τοῦ λόγου ἐνεργείας ἐν διαφόροις ἤθεις ψυχῶν οὐ τὰ αὐτὰ ἀλλά τινα παραπλήσια ἐπιτελούσας
而約翰福音中的眾人,則與羊和牛一同,被那條用繩索編成的鞭子一齊趕出去。請仔細留意,若有可能的話,看看這些記載上的差異與不一致,如何能按上提之義(ἀναγωγή)的方式加以化解——因為每位福音書作者所描繪的,都是道(λόγος)在不同性情之魂中所產生的不同作為,這些魂所成就的並非完全相同之事,而是某些相類似之事。
But those in John are all cast out together, along with the sheep and the oxen, by the whip plaited out of cords. Attend carefully, if it is possible, to see how the variations of what is written and the discrepancies are resolved according to the manner of the anagogical interpretation, each of the evangelists describing different activities of the word in different characters of souls, souls accomplishing not the same things but certain similar ones.
10:200
καὶ ἡ δοκοῦσα δὲ διακοπὴ τῶν εἰς Ἱεροσόλυμα ἀνόδων τοῦ Ἰησοῦ παρὰ τώ τὸ ἐν χερσὶν εὐαγγελίον ἀναγράψαντι ἑτέρως παρὰ τοὺς τρεῖς, ὡς ἐξεθέμεθα τὰς λέξεις αὐτῶν οὕτω μόνως σώζεσθει δύναται· τοῖς παραπλησίοις πράγμασιν ἐπιπεσόντος τοῦ Ἰωάννου ἀντὶ τῶν κοπτομένων ἀπὸ τῶν δένδρων πλάδων, στιβάδων στιβάδων ἐκ τῶν ἀγρῶν καὶ στρωννυμένων ἐν τῇ ὁδῷ βαΐα τῶν φοινίκων εἰληφέναι λέοντος τὸν πολὺν ἐξεληλυθέναι εἰς τὴν ἑορτὴν ὄχλον, καὶ ἐξεληλυθέναι εἰς ἀπάντησιν αὐτῷ κεκραγότα· Εὐλογημένος ὁ ἐρχό μενος ἐν ὀνόματι κυρίου, καὶ ὁ βασιλεὺς τοῦ Ἰσραήλ
至於耶穌上耶路撒冷似乎中斷之事,在此手中所研讀的這卷福音書中,與另外三卷福音書的記載不同,這只能以我們所陳述他們用詞的方式來加以保全:約翰遇到相類的事,卻說:不是從樹上砍下的樹枝、也不是從田野取來鋪在路上的枝葉,而是那出去過節的大群百姓拿了棕樹枝,出去迎接他,喊著說:『奉主名來的是應當稱頌的,就是以色列的王!』
And the seeming interruption of Jesus's ascents to Jerusalem, in the evangelist who has recorded the Gospel now in hand, differently from the three others, can be preserved only in this way, as we have set forth their wording: John, having come upon similar matters, says that, instead of the branches cut from the trees and the leafy boughs from the fields spread on the road, the great crowd that had gone out to the feast took the palm branches of the date-palms, and went out to meet him, crying out: 'Blessed is he who comes in the name of the Lord, even the King of Israel.'
10:201
πλὴν οὗτος ὑπ' αὐτοῦ φησι τοῦ Ἰησοῦ εὑρίσκεσθαι τὸ ὀνάριον, ἐφ ὅ καθέζεται ὁ χριστός, πλέον τι περὶ τοῦ τροπικώτερον δηλουμένου ὀναρίου παριστὰς μείζονα εὐεργεσίαν χωρήσαντος τὴν οὐκ ἀπὸ ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ
然而,這位福音書作者說,那匹小驢——基督坐在其上——乃是耶穌親自找到的,藉此就那更具喻意所指的小驢陳明了一件更深之事:牠所領受的乃是更大的恩惠,這恩惠並非出於人,也不是藉著人,而是藉著耶穌基督而來。
Yet this evangelist says that the little donkey, upon which the Christ sits, is found by Jesus himself, setting forth something more concerning the little donkey signified more figuratively — namely, that it received a greater benefit, a benefit that came not from men nor through men, but through Jesus Christ.
10:202
οὐδὲ Ἰωάννης δὲ αὐτολεξεὶ τὸ προφητικὸν ἐξέθετο, ἀλλ ἀντ' αὐτοῦ τὸ Μὴ φοβοῦ, θύγατερ Σιόν· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεται καθήμενος · * * * ἀντὶ τοῦ· Ἐπιβεβηκὼν * * ἐπὶ πῶλον ὄνου * * ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. τὸ δὲ Μὴ φοβοῦ, ἡ θυγάτηρ Σιὼν οὐδ' ὅλως εἴρηται
約翰同樣沒有照字面引述那先知的文字,而是以『錫安的女子啊,不要懼怕;看哪,你的王來了,坐著……』取而代之,以此取代『騎著……驢駒……騎著驢和新的驢駒』。而『錫安的女子啊,不要懼怕』這話,在其他福音書中則根本沒有出現過。
Nor did John set forth the prophetic text word for word either, but instead of it, 'Do not fear, daughter of Zion; behold, your king comes, sitting …' instead of 'mounted … upon the colt of a donkey … upon a beast of burden and a young colt.' But 'Do not fear, daughter of Zion' is not stated at all in the other evangelists.
10:203
Πλὴν ἴδωμεν ὑπὸ πάντων ἐκτεθέντος τοῦ προφητικοῦ λόγου, εἰ μὴ χαίρειν σφόδρα θυγατέρα Σιὼν ἀναγκαῖον, τὴν δὲ κρείττονα ταύτης θυγατέρα Ἱερουσαλὴμ οὐ μόνον χαίρειν σφόδρα ἀλλὰ καὶ κηρύσσειν δεῖ, τοῦ βασιλέως αὐτῆς ἐρχομένου τοῦ δικαίου καὶ σώζοντος καὶ πράου, διὰ τοῦ ἐπιβεβηκέναι τῷ ὑποζυγίῳ καὶ τῷ νέῳ πώλῳ
然而,既然這先知的話語已由眾福音書作者以某種形式陳明,讓我們來看看:是否不僅錫安女子必當大大歡喜,而那更勝於她的耶路撒冷女子,不僅必當大大歡喜,還必當宣揚,因她的王來到了——那公義、施行拯救、且溫柔的王——藉著他騎上了那負重的牲口和那新的驢駒。
Yet let us see, since the prophetic word has been set forth by all the evangelists in some form, whether it is not necessary for the daughter Zion to rejoice greatly, while the daughter Jerusalem, who is superior to her, must not only rejoice greatly but also proclaim, since her king is coming, the righteous and saving and meek one, by his having mounted the beast of burden and the young colt.
10:204
πᾶς γοῦν ὁ δεξάμενος αὐτὸν αὐτὸν οὐκέτι φοβηθήσεται τοὺς τῶν ἑτεροδόξων ὡπλισμένους τοῖς πιθανοῖς λόγοις, ἅρματα Ἐφραΐμ λεγόμενα ὑπὸ τοῦ κυρίου ἐξολοθρευόμενα, οὐδὲ τὸν ψευδῆ ἵππον εἰς σωτηρίαν, θηλυμανῆ ἐπιθυμίαν τοῖς αἰσθητοῖς ᾠκειωμένην, καὶ πολλοὺς τῶν ἐν Ἱερουσαλὴμ οἰκεῖν θελόντων καὶ τῷ ὑγιεῖ λόγῳ προσέχειν βλάπτοντα
因此,凡接受他的人,都不再懼怕那些持異端邪說、以似是而非之言論(λόγοι)武裝自己的人——他們就是被稱為『以法蓮的戰車』、被主所剪除的;也不再懼怕那虛假、倚靠得救之馬——即那與感官事物相親、如淫婦般的欲望——這欲望危害了許多想要住在耶路撒冷、並留意那健全之道(λόγος)的人。
Everyone, then, who receives him will no longer fear those of heterodox opinion armed with plausible arguments — called the 'chariots of Ephraim,' destroyed by the Lord — nor the false horse of salvation, the lustful desire made akin to sensible things, a desire which harms many of those wishing to dwell in Jerusalem and to attend to the sound word.
← 上一段下一段 →
← 第 6 章第 13 章 →
12456101319202832

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。