📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約翰福音註

約翰福音註 第 10 章 第 5/5 段

希臘文原文.46 節.部分字詞可點開查義.本章太長已分段,此段為 10:278–10:323(全章共 323 節)

← 第 6 章第 13 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
10:278
καὶ ἀνάβασις δέ τις περὶ τὸν οἶκον τοῦ θεοῦ μὴ γεγωνιωμένη, ἀνακλάσεις εὐθειῶν ἐ̓χουσα. γέγραπται γάρ· Καὶ ἑλικτὴ ἀνάβασις εἰς τὸ μέσον, καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα· ἑλικοειδῆ γὰρ ἐχρῆν εἶναι τὴν ἐν τῷ ναῷ τοῦ θεοῦ ἄνοδον τῆς ἕλικος ἀναβάσει τὸν ἰσαίτατον κύκλον μιμουμένης
而且,關於神的家,還有某種上升之路,並非帶稜角的,而是直線曲折迂迴而成。因為經上記著說:「有螺旋式的上升通道通到中層,又從中層通到三層樓」;因為神殿中的上升之路理當是螺旋形的,那螺旋式的上升,正模仿著最均勻的圓形。
And there is also a certain ascent concerning the house of God that is not angular, having windings of straight lines. For it is written: "And there was a spiral ascent to the middle, and from the middle to the three-storied chambers"; for the ascent in the temple of God had to be spiral-shaped, the spiral ascent imitating the most perfectly even circle.
10:279
ἴνα δὲ οὗτος ὁ οἶκος βέβαιος ᾖ, ὡς ἔνι μάλιστα οἰκοδομοῦνται ἔνδεσμοι αὐτῷ δέ ὅλου οἵκου πέντε ἐν πήχει τὸ ὕψος, ἵνα ἡ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰς καλουμένας θείας αἰσθήσεις ἄνοδος δηλωθῇ ἐν ὕψει τυγχάνουσα πρὸς κατανόησιν τῶν νοητῶν
而為使這房屋堅固,就盡可能為整座房屋建造了繫帶,高五肘,好藉此表明,從可感之物上升到所謂的屬神感官,是發生在高處的,藉此指向對可悟之事的領會。
And so that this house might be secure, ties are built into it, as far as possible, for the whole house, five cubits in height, so that the ascent from sensible things to what are called the divine senses might be shown occurring in a height, for the apprehension of intelligible things.
10:280
μακαριωτέρων δὲ λίθων χωρίον ἔοικέν εἶναι τὸ καλούμενον Δαβείρ, ἔνθα ἡ κιβωτὸς τῆς διαθήκης τοῦ κυρίου ἦν; οὕτως εἴπω, τὸ χειρόγραφον ἐτύγχανεν τοῦ θεοῦ, θεοῦ, αἱ πλάκες γεγραμμέναι τῷ δακτύλῳ αὐτοῦ
至於更蒙福之石頭所在之處,似乎就是那稱為「達比珥」(至聖所)的地方,那裡有主的約櫃——可以這麼說,那裡有神的親筆文書,就是他親手所寫的法版。
The place of the more blessed stones seems to be the one called the Davir, where the ark of the covenant of the Lord was — where, so to speak, there was the handwritten document of God, the tablets written by his finger.
10:281
ὁ δὲ οἶκος ὅλος χ·ρυσοῦται· Ὅλον, γάρ φησιν, τὸν οἶκον περιέχρισεν χρυσίῳ, ἕως συντελείας παντὸς τοῦ οἴκου
而整座房屋都以金子包覆:因為經上說:「他把整座房屋都用金子包覆,直到整座房屋全部完工。」
And the whole house is overlaid with gold: "For he overlaid," it says, "the whole house with gold, until the completion of the whole house."
10:282
τὰ μέντοι δύο Χερουβεὶμ ἐν τῷ Δαβεὶρ ἦν, ὅπερ οὐ δεδύνηνται ἑρμηνεῦσαι κυρίως οἱ μεταλαμβάνοντες εἰς Ἑλληνισμὸν τὰ Ἑβραίων
至於那兩個基路伯,則在達比珥之中——這個詞,那些把希伯來文譯成希臘文的人,未能恰當地翻譯出來。
The two Cherubim, however, were in the Davir — which those who translate the Hebrew texts into Greek have not been able to render properly.
10:283
καταχρηστικώτερον δὲ τινες ναὸν αὐτὸν εἰρήκασιν τοῦ ναοῦ τιμιώτερον τυγχάνοντα. πάντα μέντοι γε χρυσὸς τὰ κατὰ τὸν οἶκον γεγένηται, εἰς σύμβολον τοῦ τελειουμένου πάντως νοῦ πρὸς τὴν τῶν νοητῶν ἀκριβῆ † ἀπόταξιν
但有些人較為寬泛地(借用其詞)稱它為「殿」,其實它比殿更為貴重。至於屋內的一切都是用金子造成的,象徵那心智全然被成全,以致能對智性之物達到精確的†棄絕†。
But some have called it, rather loosely (catachrestically), 'temple,' since it happens to be more honorable than the temple. Yet everything pertaining to the house was made of gold, as a symbol of the mind that is altogether being perfected toward the exact †renunciation of† the intelligibles.
10:284
ἐπεὶ δὲ παντάπασιν οὐκ ἔστιν βατὰ καὶ γνωστά. οἰκοδομεῖταί καταπέτασμα τῆς αὐλῆς, τοῖς πολλοῖς τῶν ἱερεῶν καὶ Λευϊτῶν οὐκ ἀποκαλυπτομένων τῶν ἐνδοτάτω
但既然這些事完全不是人人可進、可知的,於是院子的幔子便被築造起來,使至內之處不向大多數祭司和利未人顯露。
But since these things are not at all accessible and knowable, a curtain of the court is built, so that the innermost places are not revealed to the majority of the priests and Levites.
10:285
Ἄξιον δὲ ζητῆσαι πῶς ὡς μὲν βασιλεὺς Σαλομὼν καὶ οἰκοδομεῖν τὸν ναὸν λέγεται ὡς δ' ἀρχιτέκτων ὃν ἔλαβεν ἀποστείλας ὁ Σαλομὼν Χειρὰμ ἐκ Τύρου, υἱὸν γυναικὸς χήρας· καὶ οὗτος ἀπὸ τῆς φυλῆς Νεφθαλείμ, καὶ ὁ πατὴρ αὐτοῦ Τύριος, τέκτων χαλκοῦ καὶ πεπληρωμένος τῆς συνέσεως καὶ ἐπιγνώσεως, τοῦ ποιεῖν πᾶν ἔργον ἐν χαλκῷ, ὃς εἰσήχθη πρὸς τὸν βασιλέα Σαλομών, καὶ ἐποίη- σεν πάντα τὰ ἔργα
值得探究的是:所羅門一方面身為君王,被稱為建造聖殿的人;另一方面卻又有一位建築師,就是所羅門差人從推羅請來的希蘭——他是一個寡婦的兒子,出於拿弗他利支派,他父親是推羅人,是個銅匠,滿有聰明與知識,能作一切銅工;他被帶到所羅門王面前,做成了一切工作。
It is worth inquiring how, as king, Solomon is said to build the temple, and yet also, as architect, there is the one whom Solomon took after sending for him from Tyre — Hiram, son of a widow woman. He was from the tribe of Naphtali, and his father was a Tyrian, a worker in bronze, filled with understanding and knowledge to do every work in bronze, who was brought in to King Solomon and did all the works.
10:286
ἐφίστημι δὲ μήποτε ὁ μὲν Σαλομὼν εἰς τὸν πρωτότοκον πάσης κτίσεως λαμβάνεσθαι δύναται, ὁ δὲ Χειρὰμ εἰς ὅν ἀνείληφεν οὑτος ἄνθρωπον, ἀπὸ τῆς τῶν ἀνθρώπων συνοχῆς Τύριοι γὰρ ἑρμηνεύονται συνέχοντες) τῇ φύσει τὸ γένος ἔχοντα, ὅστις πεπληρωμένος πάσης τέχνης καὶ συνέσεως καὶ ἐπιγνώσεως εἰσήχθη, συνεργῶν τῷ πρωτοτόκῳ πάσης συνέσεως ἵνα οἰκοδομήσῃ τὸν ναόν, ἐν ᾧ καὶ θυρίδες παρακυπτόμεναι κρυπταὶ κατασκευάζονται πρὸς τὸ τὰς ἐλλάμψεις τοῦ φωτὸς τοῦ θεοῦ σωτηρίως δυνηθῆναι χωρῆσαι, καὶ τι με δεῖ λέγειν καθ' ἕκαστον;) ἴνα εὑρεθῇ τὸ σῶμα Χριστοῦ ἡ ἐκκλησία τὸν λόγον ἔχουσα τοῦ πνευματικοῦ οἴκου καὶ ναοῦ τοῦ θεοῦ· ὡς γὰρ προεῖπον, τῆς ἐν μυστηρίῳ ἀποκεκρυμμένης δεόμεθα σοφίας, χωρητῆς τυγχανούσης μόνῳ τῷ δυναμένῳ εἰπεῖν· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἴνα κατὰ τὸ βούλημα τοῦ οἰκονομήσαντος ταῦτα γραφῆναι πνευματικῶς ἐκλάβω μεν ἕκαστον τῶν εἰρημένων
我留意到:所羅門或許可以被理解為那「一切受造之物的長子」的一個預表,而希蘭則是這位長子所取的那個「人」——按本性而言,出於人的「聚合」(因為「推羅人」按解釋即「聚合者」);這人滿有一切技藝、聰明與知識,被帶進來,與那「一切聰明的長子」同工,為要建造聖殿;殿中又造有隱密的窺望之窗,使神之光的照耀得以蒙拯救地被容納——這一切細節我又何必逐一細說呢?——為要使基督的身體,就是教會,被尋見擁有那屬靈之家與神之殿的道理。因為正如我先前所說,我們需要那隱藏在奧祕中的智慧,唯有那能說「但我們是有基督的心」的人才能領受;為要按著那按排這些事被寫下之人的旨意,我們得以將所說的每一項都屬靈地領受。
I take note whether perhaps Solomon can be taken as a type of the firstborn of all creation, while Hiram is the man whom this firstborn has assumed, having his race by nature from the constraint of men (for 'Tyrians' is interpreted as 'those who constrain together'); this man, filled with all skill and understanding and knowledge, was brought in, working together with the firstborn of all understanding in order to build the temple, in which also hidden windows looking out are constructed so that the illuminations of the light of God might be able to be received unto salvation — and what need is there for me to speak of each detail? — so that the body of Christ, the church, might be found to have the meaning of the spiritual house and temple of God. For as I said before, we need the wisdom hidden in a mystery, which can be received only by the one able to say: 'But we have the mind of Christ,' so that, according to the will of him who arranged for these things to be written, we may understand spiritually each of the things said.
10:287
ἄλλως δὲ καὶ οὐ κατὰ τὸ παρόν ἐστιν ἀνάγνωσμα ἕκαστον τούτων ἀναπλῶσαι. καὶ ταῦτα οὖν αὐτάρκη πρὸς τὸ ἰδεῖν πῶς Ἐκεῖνος δὲ ἔλεγεν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ
此外,逐一詳細鋪陳這一切也不合乎目前這段誦讀。以上這些已足以讓人看出:那句「祂所說的是關於祂身體的殿」是何意。
But otherwise, it is not for the present reading to unfold each of these things in detail. These things, then, are sufficient to see how 'But he was speaking about the temple of his body.'
10:288
Ἄξιον δὲ μετὰ ταῦτα ἰδεῖν εἰ δυνατὸν τὰ ἱστορούμενα γεγονέναι κατὰ τὸν ναὸν συμβεβηκέναι ποτὲ ἢ συμβήσεσθαι περὶ τὸν πνευματικὸν οἶκον
此後值得一看的是:關於聖殿所記載發生的事,是否可能曾經或將要應驗在那屬靈的家上。
It is worth seeing after this whether it is possible that the things narrated as having happened concerning the temple have at some time happened, or will happen, concerning the spiritual house.
10:289
δόξει δὲ ὁ λόγος θλίβειν ἑκατέρωθεν εἴτε γὰρ ἐροῦμεν οἷόν τε γενέσθαι ἢ γεγονέναι τινὰ λόγον τοῖς κατὰ τὴν ἱστορίαν περὶ τὸν ναόν, δυσόκνως μετάπτωσιν τῶν τηλικούτων ἀγαθῶν θῶν παραδέξονται οἱ ἀκούοντες, πρῶτον Ι μὲν διὰ τὸ μὴ βούλεσθαι, δεύτερον δὲ διὰ τὸ ἀπεμφαίνειν τροπὴν τῶν ἀγαθῶν ἔσεσθαι
這個論題似乎會從兩邊夾攻我們。因為,若我們說:關於聖殿的歷史記事,可能有、或已經有某種相應的意義,聽者將不情願地接受如此偉大之善的轉變——首先因為他們不願意,其次因為這似乎意味著那些美善之物將有變易,說不通。
The argument will seem to press us from both sides. For whether we say that it is possible for some corresponding sense to come to be, or to have come to be, for the things according to the history concerning the temple, hearers will reluctantly accept a transformation of such great goods — first, because they do not wish it, and second, because it seems inconsistent that there should be a change of the goods.
10:290
εἰ δὲ βουλόμενοι ἄτρεπτα τηρεῖν τὰ ἅπαξ δοθέντα τοῖς ἁγίοις ἀγαθὰ οὐκ ἐφαρμόσομεν τὰ τῆς ἱστορίας, δόξομεν ὅμοιόν τι τοῖς ἀπὸ τῶν αἱρέσεων τούτῳ ποιεῖν, τὴν συμφωνίαν τῆς διηγήσεως τῶν γραφῶν ἀρχῆθεν μέχρι τέλους μὴ φυλάττοντες
但若我們為要持守那一次賜給聖徒、不可更易的美善,就不將歷史的事實加以應用,我們就顯得像那些異端派別所行的一樣,不持守經文敘事從起初到末了的一致性。
But if, wishing to keep unchangeable the goods once given to the saints, we do not apply the matters of the history, we will seem to be doing something similar to those of the heresies, not preserving the harmony of the narrative of the scriptures from beginning to end.
10:291
εἰ μέντοι γε μὴ μέλλομεν γραωδῶς καὶ Ἰουδαϊκῶς τὰς παρὰ τοῖς προφήταις, μάλιστα δὲ τῷ Ἡσαΐᾳ, ἀναγεγραμμένα ἐπαγγελίας νοεῖν ὡς ἐσομένας περὶ τὴν ἐπὶ γῆς Ἱερουσαλήμ, ἀνάγκη ἔτι, εἰ μετὰ τὴν αἰχμαλωσίαν καὶ τὴν καταστροφὴν τοῦ ναοῦ δέεταί τινα ἔνδοξα συμβεβλῆσθαι εἰς οἰκοδομὴν τοῦ ναοῦ καὶ τὴν ἀποκατάστασιν τοῦ λαοῦ ἀπὸ τῆς αἰχμαλωσίας, λέγειν ἡμᾶς γεγονέναι τὸν ναὸν καὶ ᾐχμαλωτεῦσθαι τὸν λαόν ἐπανελεύσεσθαι δὲ ἐπὶ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλὴμ καὶ οἰκοδομηθήσεσθαι τοῖς ἐντίμοις λίθοις τὴν Ἱερουσαλήμ
然而,若我們不打算像老婦人的傳說、又照猶太人的方式,把先知——尤其是以賽亞——所記載的應許理解為將要應驗在地上的耶路撒冷身上,那麼仍有必要說:既然被擄與聖殿被毀之後,需要有某些榮耀的事與聖殿的重建、以及百姓從被擄之地復興相關聯,我們就當說:聖殿確曾存在過,百姓也確曾被擄;但他們將要歸回猶太地和耶路撒冷,耶路撒冷也將用寶貴的石頭建造起來。
If, however, we are not going to understand, in an old-wives'-tale and Jewish manner, the promises recorded among the prophets — especially in Isaiah — as things that will happen concerning the earthly Jerusalem, it is still necessary, if after the captivity and the destruction of the temple certain glorious things must be conjoined for the building of the temple and the restoration of the people from the captivity, for us to say that the temple has indeed come to be and the people were indeed taken captive, but that they will return to Judea and Jerusalem, and Jerusalem will be built with precious stones.
10:292
οὐκ οἶδα δέ, εἰ μακραῖς χρόνων περιόδοις ἀνακυκλουμέναις τὰ παραπλήσια πάλιν δυνατὸν γενέσθαι ὡς ἐπὶ τὸ χεῖρον
但我不知道,是否在漫長歲月的循環往復之中,類似的事又可能朝更壞的方向再度發生。
But I do not know whether, in long cycles of time revolving again, similar things could happen again for the worse.
10:293
ἔχει δὲ τὰ τῶν ἐπαγγελιῶν ἐν τῷ Ἡσαΐᾳ οὕτως· Πού, ἐγὼ ἑτοιμάσω σοι ἄνθρακα τὸν λίθον σου, καὶ τὰ θεμέλιά σου σάπφειρον, καὶ θήσω τ ὰς ἐπάλξεις σου ἴασπιν, καὶ τὰς πύλας σου λίθους κρυστ άλλου, καὶ τὸν περίβολόν σου λίθους ἐκλεκ- τούς, καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ, καὶ ἐν πολλῇ εἰ- ρήνῃ τὰ τέκνα σου, καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ
以賽亞書中的應許之言如此說:「看哪,我要以紅玉為你的石頭作準備,以藍寶石為你的根基,又要以碧玉作你的雉堞,以水晶石作你的城門,以精選的石頭作你的圍牆,使你眾子都受神的教導,你的兒女大享平安,你必因公義得以建立。」
The words of the promises in Isaiah run thus: 'Behold, I will prepare for you the carbuncle as your stone, and sapphire as your foundations, and I will make your battlements jasper, and your gates stones of crystal, and your surrounding wall choice stones, and all your sons taught of God, and your children in much peace, and you shall be built in righteousness.'
10:294
καὶ μετ' ὀλίγα πρὸς τὴν Ἱερουσαλήμ· Καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σὲ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἅμα δοξάσουσι τὸν τόπον τὸν ἅγιο;ν μου. καὶ πορεύσονται πρὸς σὲ δεδοικότες υἱοὶ ταπεινωσάντων καὶ παροξυνάντων σε· καὶ κληθήσῃ πόλις κυρίου, Σιὼν ἁγίου Ἰσραήλ, διὰ τὸ γεγενῆσθαί σε ἐγκαταλελειμμένην καὶ μεμισημένην, καὶ οὐκ ἠν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς. καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ κύριος σώζων σε καὶ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ. καὶ ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύ- ριον, ἀντὶ δὲ ξύλων οἵσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ Λώσω τοὺς ἄρχοντάς σου ἐν ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ. καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία έν τῇ γῇ σου, οὐδὲ σύν- τριμμα καὶ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται σωτή- ριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου γλύμμα. καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα· ἀλλ' ἔσται σοι Χριστὸς φῶς αἰώνιον, καὶ ὁ θεὸς Ι δόξα σοι. οὐ γὰρ Λύσεταί σοι ὁ ἥλιος, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ κύ- ριός σοι φῶς αἰώνιον, καὶ πληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου. ταῦτα γὰρ σαφῶς
稍後又對耶路撒冷說:「黎巴嫩的榮耀必歸與你,連同松柏、松樹和香柏木,一同榮耀我的聖所。那從前苦待你、觸怒你之人的兒女,必畏懼地來到你面前;你必稱為『耶和華的城』,是『以色列聖者的錫安』,因你曾被撇棄、被恨惡,無人幫助;我卻要使你成為永遠的歡樂,世世代代的喜樂。你必吃萬國的奶,享用列王的財富,你就必知道我是拯救你的耶和華,是搭救你的以色列的神。我要以金子代替銅,以銀子代替鐵,以銅代替木頭,以鐵代替石頭。我要使你的官長在平安中,使你的監督在公義中。你境內必不再聽見不義的事,也不再有毀壞和災禍在你四境之內;你的城牆必稱為『拯救』,你的城門必稱為『雕飾』。太陽不再作你白日的光,月亮升起也不再照亮你的黑夜;基督卻要作你永遠的光,神要作你的榮耀。因為你的太陽必不落下,你的月亮也不虧缺;因為耶和華必作你永遠的光,你哀慟的日子必要滿足。」這些話清楚地……
And a little further on, to Jerusalem: 'And the glory of Lebanon shall come to you, with cypress and pine and cedar together, to glorify my holy place. And the sons of those who humbled you and provoked you shall come to you fearful; and you shall be called the city of the Lord, Zion of the Holy One of Israel, because you became forsaken and hated, and there was no one helping. And I will make you an eternal exultation, a joy of generations to generations. And you shall suck the milk of nations, and eat the wealth of kings, and you shall know that I am the Lord who saves you and delivers you, the God of Israel. And instead of bronze I will bring you gold, and instead of iron I will bring you silver, and instead of wood I will bring you bronze, and instead of stones, iron. And I will establish your rulers in peace, and your overseers in righteousness. And injustice shall no longer be heard in your land, nor destruction and misery within your borders, but your walls shall be called salvation, and your gates, carved work. And the sun shall no longer be your light by day, nor shall the rising of the moon give you light by night; but Christ shall be your everlasting light, and God your glory. For your sun shall not set, and your moon shall not wane; for the Lord shall be your everlasting light, and the days of your mourning shall be fulfilled.' For these things clearly...
10:295
περὶ τοῦ μέλλοντος αἰῶνος προφητεύεται τοῖς ἐν αἰχμαλωσίᾳ οὖσιν υἱοῖς Ἰσραήλ, ἐφ' οὕς ἠλθεν ἀποσταλεὶς ὁ λέγων· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. εἰ δὲ αἰχμάλωτοι ὄντες ταῦτα ἐν τῇ πατρίδι αὐτῶν ἀπολήψονται, ὅτε καὶ προσήλυτοι προσελεύσονται αὐτοῖς διὰ τοῦ χριστοῦ καὶ ἐπ' αὐτοὺς καταφεύξονται, κατὰ τὸ λεγόμενον· Ἰδοὺ προσήλυτοι προσελεύσονταί σοι δι' ἐμοῦ καὶ ἐπὶ σὲ καταφεύξονται, δῆλον ὅτι περὶ τὸν ναὸν τυγχάνοντές ποτε οἱ αἰχμαλωτευθέντες καὶ Πάλιν ἐκεῖσε ἐ.πανελεύσονται ἀνοικοδομηθησόμενοι, τιμιώτατοι γεγενημένοι λίθων· νικῶν γάρ τις καὶ παρὰ τῷ Ἰωάννῃ ἐν τῇ Ἀποκαλύψει ἐπαγγελίαν ἔχει ἔχει ἐσεσθαι ἐν τῷ ναῷ τοῦ θεοῦ, μὴ ἐξελευσόμενος ἔξω
……是關於那將要來的世代,向那些身在被擄之中的以色列眾子所預言的;那位被差來的說:「我奉差遣,不過是到以色列家迷失的羊那裡去。」若他們雖在被擄之中,仍要在本地得著這些應許,那時,寄居的人也要藉著基督歸向他們,並要投奔到他們那裡,正如經上所說:「看哪,寄居的人必藉著我歸向你,投奔到你那裡」,這顯然是指那些一度身處聖殿之地、後來被擄的人,他們又要回到那裡,重新被建造起來,成為比石頭更寶貴的人;因為在約翰的啟示錄中,那得勝的人也有應許,要成為神殿中的一根柱子,不再從其中出去。
...is prophesied concerning the age to come, for the sons of Israel who are in captivity, to whom came the one sent, who says: 'I was not sent except to the lost sheep of the house of Israel.' But if, though captives, they will receive these things in their own land, at which time proselytes too will come over to them through Christ and will take refuge with them, according to the saying: 'Behold, proselytes shall come over to you through me, and shall take refuge with you' — it is clear that this concerns those who at one time were around the temple and were then taken captive, and who will again return there and be rebuilt, having become more precious than stones; for indeed, the one who conquers also has a promise in John's Revelation that he will be in the temple of God, never to go out.
10:296
ταῦτα δέ μοι πάντα εἴρηται ὑπὲρ τοῦ κἂν έν βραχείᾳ περινοίᾳ γενέσθαι ἡμᾶς τῶν κατὰ τὸν ναὸν καὶ τὸν οἶκον τοῦ θεοῦ καὶ τὴν ἐκκλησίαν καὶ τὴν Ἱερουσαλὴμ πραγμάτων, περὶ ὡν οὐκ ἔστιν νῦν λέγειν κατὰ μέρος
我說這一切,都是為要使我們哪怕只在簡略的思量之中,也能觸及有關聖殿、神的家、教會與耶路撒冷諸事的一二;至於這些事的詳情,此刻是無法逐一細講的。
I have said all these things so that we might come, even in brief compass, to some grasp of the matters relating to the temple and the house of God and the church and Jerusalem, about which it is not possible now to speak in detail, part by part.
10:297
τὴν δὲ ἀκριβεστάτην καὶ μέχρι τοῦ τυχόντος περὶ ταῦτα ἐπιμελῆ ἐξέτασιν ποιητέον τ οῖς μὴ ἀπαυδῶσιν πρὸς τοὺς ἐν τῷ ἐντυγχάνειν ταῖς προφητείαις; ζητεῖν τὸν ἐν αὐταῖς πνευματικὸν νοῦν καμάτους. καὶ ταῦτα μὲν περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ
至於最精確、深入到每一細節的縝密考查,則須留給那些在披閱先知書時,不因尋求其中屬靈心意的勞苦而倦怠的人去做。以上就是有關「祂身體之殿」的討論。
The most exact and diligent inquiry about these things, extending even to particulars, must be undertaken by those who do not grow weary of the labors involved in seeking, when reading the prophecies, the spiritual sense within them. So much, then, concerning 'the temple of his body.'
10:298
Ἐπεὶ δὲ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἐμνήσθησαν οἱ μα- θηταὶ αὐτοῦ ὅτι τ ο ῦτο ἔλεγεν, καὶ ἐπίστευσαν τῇ γραφῇ, καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς ἐκδεκτέον, ὡς κατὰ τὴν λέξιν, ὅτι οἱ μαθηταὶ μετὰ τὸ ἐγηγέρθαι ἐκ νεκρῶν τὸν κύριον συνῆκαν τὰ περὶ τοῦ ναοῦ εἰρημένα ἀναφέρεται εἰς τὸ πάθος αὐτοῦ καὶ τὴν ἀνάστασιν, ὑπομνησθέντες ὅτι τὸ Ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν τὴν ἀνάστασιν ἐδήλου, ὅτε καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς, πρότερον οὐ μεμαρτυρημένοι πεπιστευκέναι τῇ γραφῇ οὐδὲ τῷ λόγῳ τούτῳ, ὃν εἶπεν ὁ Ἰησοῦς· κυρίως γὰρ πίστις ἐστὶν κατὰ τὸ βάπτισμα τοῦ ὅλῃ ψυχῇ παραδεχομένου τὸ πιστευόμενον
既然「祂從死人中復活以後,門徒就想起祂說過這話,於是就信了經上的話和耶穌所說的這話」,就須照字面理解:門徒是在主從死人中復活之後,才明白那論到聖殿所說的話乃是指祂的受難與復活;他們想起「三日內我要把它建立起來」原是指復活而言,就在那時,他們才信了經上的話和耶穌所說的這話——先前並未見證他們曾信這經文或耶穌這話。因為嚴格意義上的信,乃是照著洗禮的樣式,全心全魂領受所信之事。
Since 'when he was raised from the dead, his disciples remembered that he had said this, and they believed the scripture and the word that Jesus had spoken,' it must be understood, according to the letter, that the disciples, after the Lord had been raised from the dead, understood that the things said about the temple refer to his passion and resurrection, being reminded that 'In three days I will raise it' had signified the resurrection — at which time they also believed the scripture and the word that Jesus had spoken, not having previously been attested as believing either the scripture or this word which Jesus spoke. For faith, properly speaking, is according to the baptism of one who receives with the whole soul that which is believed.
10:299
ὡς ὡς πρὸς τὴν ἀναγωγήν, ἐπεὶ προείρηται ἡμῖν ἡ ἐκ νεκρῶν ἀνάστασις τοῦ παντὸς τοῦ κυρίου σώματος, εἰδέναι χρὴ ὅτι οἱ μαθηταὶ ὑπομνησθέντες διὰ τῶν ἀποτελεσμάτων τῆς, ὅτε ἦσαν ἐν τῷ βίῳ, μὴ ἠκριβωμένης αὐτοῖς γραφής, ὑπὸ ὄψιν γινομένης καὶ φανερουμένης τίνων ἐπουρανίων ὑπόδειγμα καὶ σκιὰ ἐτύγχανε, πιστεύουσιν οἱς πρότερον οὐκ ἐπίστευον καὶ τῷ λόγῳ τοῦ Ἰησοῦ, ὃν πρὸ τῆς ἀναστάσεως, ὡς ἐβούλετο ὁ λέγων, οὐ συνίεσαν
至於上提之義(ἀναγωγή),既然我們前面已說過,這是指主的整個身體從死裡復活,就當知道:門徒乃是藉著那經文——他們在世之時,尚未能精確認識——的果效被提醒;這經文在他們眼前顯現、彰顯出來,昭示它原是何等屬天之事的模型與影子;於是他們就相信了先前所不信的事,也相信了耶穌的話,那話在復活以前,正如說話者原本的心意,他們並不明白。
As for the elevated sense, since it has been said above by us that this concerns the resurrection from the dead of the whole body of the Lord, one must know that the disciples, being reminded through the effects — of that scripture which, while they were in this life, was not accurately known by them, but which came into view and was made manifest as to what heavenly things it was a model and shadow of — come to believe what they did not believe before, and also the word of Jesus, which before the resurrection they did not understand as the speaker had intended.
10:300
πῶς γὰρ δύναταί τις πιστεύειν κυρίως λέγεσθαι τῇ γραφῇ τὸν ἐν αὐτῇ Ι τοῦ ἁγίου πνεύματος νοῦν μὴ θεωρῶν, ὃν πιστεύεσθαι μᾶλλον ὁ θεὸς βούλεται ἢ τὸ τοῦ γράμματος θέλημα; κατὰ τοῦτο λεκτέον μηδένα τῶν κατὰ σάρκα περιπατούντων πιστεύειν τοῖς πνευματικοῖς τοῦ νόμου, οἷς μηδὲ τὴν ἀρχὴν φαντά- ζεται
因為,若一個人不能洞察經文中聖靈的心意——而神所願意人相信的,正是這心意,而非字句的意願——他怎能真正相信經文所說的呢?照此說來,須說:凡照肉體行事的人,都不會相信律法中屬靈的事,因為他們一開始就對此毫無概念。
For how can someone properly believe what is said by the scripture, if he does not perceive the mind of the Holy Spirit within it — which God wills to be believed rather than the intent of the letter? Accordingly it must be said that none of those who walk according to the flesh believe the spiritual things of the law, since they do not even at the outset have any notion of them.
10:301
πλήν φασι μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων, παρεκδεξάμενοι τὸ ἐν τῷ κατὰ Ἰωάννην ἐπὶ τέλει εἰρημένον πρὸς τὸν Θωμᾶν ὑπὸ τοῦ κυρίου· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες. οὐ γὰρ; μακαριωτέρους εἶναι τοὺς μὴ ἰδόντας καὶ πιστεύσαντας τῶν ἑωρακότων καὶ πεπιστευκότων
然而,有人說:那些沒有看見卻信了的人,比那些看見了又信了的人更為有福——他們是誤解了約翰福音末尾主對多馬所說的話:「那沒有看見就信的人有福了。」其實並不是說:沒有看見卻信了的人,比看見了又信了的人更有福。
However, they say that those who have not seen and yet have believed are more blessed than those who have seen and believed, misapprehending what is said at the end of the Gospel according to John, addressed by the Lord to Thomas: 'Blessed are those who have not seen and have believed.' For it is not [true] that those who have not seen and have believed are more blessed than those who have seen and believed.
10:302
κατὰ γοῦν τὴν ἐκδοχὴν αὐτῶν τῶν ἀποστόλων στόλων μακαριώτεροι οἱ μετὰ τοὺς ἀποστόλους εἰσίν, ὅπερ ἐστὶ πάντων των ἠλιθιώτατον. ἰδεῖν δὲ τῷ νῷ τὰ πιστευόμενα δεῖ τὸν ἐσόμενον μακάριον ὡς οἱ ἀπόστολοι, δυνηθέντα ἀκούειν τὸ Μακάριοι οἱ ὀφ- θαλμοὶ ὑμῶν ὅτι βλέπουσιν καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν καὶ τὸ Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἅ βλέπετε καὶ οὐκ εἶδον,, καὶ ἀκοῦσαι ἅ ἀκούετε καὶ οὐκ ἤκουσαν
照他們的理解,在使徒之後的人便比使徒更為有福了,這實在是萬事中最愚昧的說法。那將要像使徒一樣有福的人,必須用心智看見所信的事,能夠聽見這話:「你們的眼睛是有福的,因為看見了;你們的耳朵是有福的,因為聽見了」,以及「有許多先知和義人,願意看你們所看見的,卻沒有看見,願意聽你們所聽見的,卻沒有聽見」。
At any rate, according to their interpretation, those after the apostles would be more blessed than the apostles themselves — which is the most foolish thing of all. Rather, the one who is to be blessed as the apostles were must see with the mind the things believed, being able to hear said to him: 'Blessed are your eyes, for they see, and your ears, for they hear,' and, 'Many prophets and righteous men desired to see what you see and did not see it, and to hear what you hear and did not hear it.'
10:303
ἀγαπητὸν δὲ καὶ τὸν ὑποδεέστερον λαβεῖν μακαρισμὸν λέγοντα· Μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες
不過,領受那較次一等的福分——也就是「那沒有看見卻信的人有福了」——也是值得歡喜的。
But it is also welcome to receive the lesser beatitude, which says: 'Blessed are those who have not seen and yet have believed.'
10:304
πῶς δὲ οὐ μακαριώτεροι οἱ ὀφθαλμοὶ οἱ ὑπὸ τοῦ Ἰησοῦ μακαριζόμενοι ἐπὶ τοῖς τεθεωρημένοις τῶν μὴ φθα- σάντων ἐπὶ τὴν τῶν τοιούτων θέαν; ὁ δὲ Συμεὼν ἀγαπᾷ εἰς τὰς ἀγκάλας λαβὼν τὸ σωτήριον τοῦ θεοῦ, καὶ θεασάμενος αὐτὸ εἶπεν· Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εί͂δον οἱ ὀφραλμοί μου τὸ σωτήριόν σου. διόπερ φιλοτιμητέον ἀνοίγειν τοὺς ὀφθαλμοὺς κατὰ τὸν Σολομῶντα, ἵνα ἄρτων ἐμπλησθῶμεν· φησὶ γάρ· Διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων. καὶ ταῦτά μοι διὰ τὸ Ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ ὃν εἶπεν ὁ Ἰησοῦς εἰρήσθω, ἕνα τὸ τέλειον τῆς πίστεως ἐκ τῶν περὶ πίστεως ἐξητασμένων καταλάβωμεν ὴμῖν δοθήσεσθαι ἐν τῇ μεγάλῃ ἐκ νεκρῶν ἀναστάσει τοῦ παντὸς Ἰησοῦ σώματος, τῆς ἁγίαςἐκκλησίας ἐκκλησίας αὐτοῦ
那些被耶穌稱為有福的眼睛,因為所目睹的事,豈不比那些未能達到如此景象的人更為有福嗎?西面就是懷著愛,將神的救恩抱在懷中,看見了它便說:「主啊,如今可以照你的話,釋放你的僕人安然去世了,因為我的眼睛已經看見你的救恩。」因此,人當殷勤打開眼睛,效法所羅門,使我們得以飽足於餅;因為他說:「張開你的眼睛,飽嚐餅食。」我說這些話,是為著「他們信了經上的話和耶穌所說的話」這句,好使我們從對信的種種考察中明白:信的完全將要在耶穌全身——祂的聖教會——從死裡大復活之時,賜給我們。
How are the eyes pronounced blessed by Jesus for what they had beheld not more blessed than the eyes of those who did not attain to the sight of such things? Simeon loved this, having taken into his arms the salvation of God, and having beheld it he said: 'Now you release your servant, Master, according to your word, in peace, for my eyes have seen your salvation.' Therefore one must be zealous to open one's eyes, as Solomon says, that we may be filled with bread; for he says: 'Open wide your eyes and be filled with bread.' And let these things be said by me on account of 'They believed the scripture and the word that Jesus had spoken,' so that we may understand from what has been examined concerning faith that the perfection of faith will be given to us at the great resurrection from the dead of the whole body of Jesus, his holy church.
10:305
ὅπερ γὰρ ἐπὶ γνώσεως εἴρηται· Ἄρτι γινώσκω ἐκ μέρους, τόδε καὶ ἐπὶ παντὸς καλοῦ ἀκόλουθον οἶμαι λέγειν· ἓν δὲ τῶν ἄλλων ἡ πίστις
因為論到知識所說的:「如今我所知道的有限」,這話我想也同樣可以用在一切美善之事上;而信正是其中之一。
For what has been said concerning knowledge — 'Now I know in part' — this, I think, may consistently be said also concerning every good thing; and faith is one among the others.
10:306
διόπερ ἄρτι πιστεύω ἐκ μέρους· ὅταν δὲ ἔλθῃ τὸ τέλειον τῆς πίστεως τὸ ἐκ μέρους καταργηθήσεται, τῆς διὰ εἴδους πίστεως πολλῷ διαφερούσης τῆς, ἕν οὕτως εἴπω, διἰ ἐσόπτρου καὶ ἐν αἰνίγματι, ὁμοιῶς τῇ νῦν γνώσει πίστεως., Ὡς δέ ἦν ἐν τοῖς Ἱεροσολύμοις ἐν τῷ πάσχα ἐν τῇ ἑορτῇ, Πολλοὶ ἐπίστευσαν εἰς τὸ ὄνομα αὐιοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἀ ἐΠοίει. αὐλὸς δέ Ιηοοῦς ουκ ἐπίοιεν αὑτὸν αὐιοῖς, διὰ τὸ αὐτὸν γινώσκειν Πάντας καὶ ὅτι οὐ χρείαν εἶχεν ἵνα τις μαρτυρήσῃ Περὶ ἀνθρώπου· ἀλαιὸς γὰρ ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ
因此,如今我所信的也是有限的;但那信的「完全」來到之時,那「有限」的就要廢去,因為藉「形」而信,與那——姑且這樣說——藉鏡子觀影、藉謎語而信、彷彿如今藉知識而有的信,是大有分別的。「耶穌在耶路撒冷過逾越節、守節期的時候,有許多人看見祂所行的神蹟,就信了祂的名。但耶穌自己卻不將自己交託給他們,因為祂認識萬人,也不需要人為誰作見證,因祂自己知道人裡面有什麼。」
Therefore I now believe in part; but when the perfection of faith comes, the partial will be abolished, since faith by way of form differs greatly from that which, so to speak, is through a mirror and in a riddle, resembling the present knowledge that comes by faith. 'Now as he was in Jerusalem at the Passover, at the feast, many believed in his name, beholding his signs which he did. But Jesus himself did not entrust himself to them, because he himself knew all, and because he had no need that anyone should testify concerning man; for he himself knew what was in man.'
10:307
Ζητήσαι τις ἂν πῶς τοῖς μεμαρτυρημένοις πιστεύειν ἑαυτὸν οὐκ ἐπίστευεν ὁ Ἰησοῦς. λεκτέον δὲ πρὸς τοῦτο, ὅτι οὐχὶ τοῖς πιστεύουσιν εἰς αὐτὸν οὐ πιστεύει ἑαυτὸν ὁ Ἰησοῦς, ἀλλὰ τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ· διαφέρει γὰρ τὸ πιστεύειν εἰς αὐτὸν τοῦ πιστεύειν εἰς τὸ ὄνομα αὐτοῦ
有人或許會問:那些已被見證相信的人,耶穌自己為何卻不信任他們呢?對此當說:耶穌並非不信任那些「信入祂」的人,而是不信任那些「信入祂名」的人;因為「信入祂」與「信入祂的名」是有分別的。
One might ask how Jesus did not entrust himself to those who were attested to believe. It must be said in response to this, that it is not to those who believe in him that Jesus does not entrust himself, but to those who believe in his name; for believing in him differs from believing in his name.
10:308
ὁ γοῦν διὰ πίστιν μὴ κριθησόμενος τῷ εἰς αὐτὸν πιστεύειν οὐ κρίνεται, οὐχὶ δὲ εἰς τὸ ὄνομα αὐτοῦ· φησὶ γὰρ ὁ κύριος· Ὁ πιστεύων εἰς ἐμὲ οὐ κρίνεται· οὐχὶ δὲ Ὁ πιστεύων εἰς τὸ ὄνομά μου οὐ κρίνεται
那因信而不至被定罪的人,是因「信入祂」而不被定罪,而不是因信入祂的名;因為主說:「信入我的人,不被定罪」——祂並沒有說:「信入我名的人,不被定罪」。
At any rate, the one who will not be judged on account of faith is not judged by believing in him, not by believing in his name; for the Lord says: 'He who believes in me is not judged' — not, 'He who believes in my name is not judged.'
10:309
οὐκέτι δὲ φησιν· Ὁ πι στεύων εἰς ἐμὲ ἤδη κέκριται· τάχα γὰρ ὁ πιστεύων εἰς τὸ ὄνομα αὐτοῦ πιστεύει μέν, διόπερ οὔκ ἐστιν ἄξιος ἤδη κεκρίσθαι, ἐλάττων δὲ ἐστιν τοῦ πιστεύοντος εἰς αὐτόν. διὰ τοῦτο τῷ πιστεύοντι εἰς τὸ ὄνομα αὐτοῦ ἑαυτὸν οὐ πιστεύει ὁ Ἰησοῦς
祂也沒有說:「信入我的人,已經被定罪了」;因為信入祂名的人,或許確實有信,因此還不至於已被定罪,但他終究次於那信入祂本身的人。正因如此,耶穌不將自己交託給那信入祂名的人。
But he no longer says: 'He who believes in me has already been judged.' For perhaps the one who believes in his name does indeed believe, and is therefore not worthy of already having been judged, but he is less than the one who believes in him. On account of this, Jesus does not entrust himself to the one who believes in his name.
10:310
αὐτοῦ τοίνυν μᾶλλον ἢ τοῦ ὀνόματος αὐτοῦ ἔχεσθαι δεῖ, ἵνα μὴ τῷ ὀνόματι αὐτοῦ δυνάμεις ποιοῦντες ἀκούσωμεν τὰ ἐπὶ; τῷ ὀνόματι μόνῳ καυχησαμένων αὐτοῦ εἰρημένα· ἀλλὰ θαρρήσωμεν μιμηταὶ τοῦ Παύλου γινόμενοι εἰπεῖν· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ Ἰησοῦ. παρατηρητέον δὲ καὶ τοῦτο, ὅτι ἀνωτέρω μέν· Ἐγγύς, φησίν, ἦν τὸ πάσχα τῶν Ἰουδαίων, ἐνθάδε δὲ οὐκ ἐν τῷ πάσχα τῶν Ἰουδαίων, ἀλλ ἐν τῷ πάσχα ἐν Ἱεροσολύμοις ἦν ὁ Ἰησοῦς· κἀκεῖ μὲν ὅτε Ἰουδαίων λέγεται τὸ πάσχα, οὐκ εἴρηται ἑορτή· ἐνθάδε δὲ ὁ Ἰησοῦς ἀναγέγραπται εἶναι ἐν τῇ ἑορτῇ· ἐν τοῖς Ἱεροσολύμοις γὰρ τυγχάνων ἐν πάσχα καὶ ἑορτῇ ἦν, πολλῶν πιστευόντων κἂν εἰς τὸ ὄνομα αὐτοῦ
所以我們當持守的,是祂自己,而非祂的名,免得我們奉祂的名行異能時,聽見那對只誇口祂名之人所說的話;反倒讓我們效法保羅,放膽說:「靠著那加給我力量的基督耶穌,凡事我都能做。」還須留意這一點:前文說「猶太人的逾越節近了」,此處卻不是說「猶太人的逾越節」,而是說耶穌在耶路撒冷過「逾越節」;在那處論及「猶太人的逾越節」時,並未稱之為「節期」;此處卻記載耶穌是在「節期」之中;因為祂正在耶路撒冷,既是逾越節,也是節期,那時有許多人相信了,至少是信入了祂的名。
We must, then, cling to him rather than to his name, lest, doing works of power in his name, we hear the words spoken to those who boasted in the name alone; but let us take courage, becoming imitators of Paul, to say: 'I am able to do all things in Christ Jesus who strengthens me.' This too must be observed, that above it says: 'Now the Passover of the Jews was near,' whereas here it is not said to be 'the Passover of the Jews,' but Jesus was 'at the Passover, in Jerusalem'; and there, when it speaks of the 'Passover of the Jews,' it is not called a 'feast'; but here Jesus is recorded as being 'at the feast'; for being in Jerusalem, he was there at Passover and at the feast, with many believing, even if only in his name.
10:311
καὶ παρατηρητέον γε ὅτι πολλοὶ οὐκ εἰς αὐτόν, ἀλλ εἰς τὸ ὄνομα αὐτοῦ πιστεύειν λέγονται. οἱ δὲ εἰς αὐτὸν πιστεύοντες οἱ τὴν στενὴν καὶ τεθλιμμένην εἰσὶν ὁδεύοντες, ἀπάγουσαν εἰς τὴν ζωήν, ὅσον ὑπὸ τῶν ὀλίγων εὑρισκομένην
又須留意:許多人並非「信入祂本身」,而是被稱為「信入祂的名」。而那些信入祂本身的人,正是行走那窄而受逼迫之路的人,這路引到生命,只有少數人能尋見。
And it must also be observed that many are said to believe not in him, but in his name. Those who believe in him are the ones traveling the narrow and afflicted way, which leads to life, found only, so to speak, by the few.
10:312
δυνατὸν μέντοι γε πολλοὺς τῶν εἰς τὸ ὄνομα αὐτοῦ πιστευόντων ἀνακαῆναι μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐπεὶ Πολλοὶ ἀπ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακτήσονται μετὰ Ἀβραδάτα καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τυγχανούσῃ οἰκίᾳ τοῦ πατρός, ἐν ᾑ πολλαὶ μοναί εἰσιν
不過,許多信入祂名的人,也有可能與亞伯拉罕、以撒、雅各一同坐席於天國,因為「必有許多人從東從西而來,與亞伯拉罕、以撒、雅各一同坐席於天國」——那正是父的家,其中有許多住處。
It is possible, however, for many of those who believe in his name to recline at table with Abraham and Isaac and Jacob in the kingdom of heaven, since 'Many will come from the east and the west and will recline with Abraham and Isaac and Jacob in the kingdom of heaven' — which happens to be the house of the Father, in which there are many dwelling places.
10:313
καὶ τοῦτο δὲ τηρητέον, ὅτι πολλοὶ πιοτεύοντες εἰς τὸ ὄνομα αὐτοῦ, οὐχ ὡς Ἀνδρέας καὶ Πέτρος καὶ Ναθαναὴλ καὶ Φίλιππος πιστευουσιν, ἀλλὰ τῇ μαρτυρίᾳ Ἰωάννου πείθονται λέγοντος· Ἰδού, ὁ ἀμνὸς τοῦ θεοῦ ἢ τῷ ὑπ' Ἀνδρέου εὑρεθέντι χριστῷ, ἢ τῷ εἰπόντι τῷ Φιλίππῳ Ἰησοῦ· Ἀκολούθει μοι ἢ τῷ φάσκοντι Φιλίππῳ· Ὅν ἔγραψεν Μωϋσῆς καὶ οἱ προφῆται εὑρήκαμεν, Ἰησοῦν υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ
還須留意這一點:許多信入祂名的人,並不像安得烈、彼得、拿但業和腓力那樣信,而是被約翰的見證所說服——約翰說:「看哪,神的羔羊」;或是被安得烈所尋見的基督說服;或是被耶穌對腓力所說的「跟從我」說服;或是被腓力所宣稱的「摩西和先知所寫的那位,我們遇見了,就是約瑟的兒子、拿撒勒人耶穌」說服。
This too must be noted, that many who believe in his name do not believe as Andrew and Peter and Nathanael and Philip believe, but are persuaded by the testimony of John saying: 'Behold, the lamb of God,' or by the Christ found by Andrew, or by Jesus who said to Philip, 'Follow me,' or by Philip who declared: 'We have found him of whom Moses and the prophets wrote, Jesus, son of Joseph, from Nazareth.'
10:314
οὗτοι δὲ ἐπίστευσαν εἰς τὸ ὄνομα αἰτοῦ, θεωροῦντες αὐτοῦ τὰ σημεῖα ἃ ἐποίει· καὶ † σημεῖα πιστεύουσιν οὐκ οὐκ αὐτὸν ἀλλ εἰς τὸ ὄνομα ἀυτοῦ, ὁ Ἰησοῦς οὐκ ἐπίστευεν ἑαυτὸν αὐτοῖς, πάντας γινώσκων, καὶ μὴ χρείαν ἔχων ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, τῷ γινώσκειν τί ἐστιν ἐν ἑκάστῳ τῶν ἀνθρώπων
這些人信入了祂的名,是因看見祂所行的神蹟;他們†因神蹟而信,所信的不是祂本身,而是祂的名†;耶穌並不將自己交託給他們,因祂認識萬人,也不需要人為誰作見證,因祂知道人人裡面有什麼。
These believed in his name, beholding his signs which he did; and †by signs they believe not him but in his name†; Jesus did not entrust himself to them, knowing all, and having no need that anyone should testify concerning man, because he knew what was in each of the men.
10:315
Τῷ δὲ Οὐ χρείαν εἶχεν, ἵνα τις μαρτυρήσῃ περὶ ἀν- θρώπου εὐκαίρως χρηστέον εἰς παράστασιν τοῦ υἱοῦ Ι τοῦ θεοῦ ἀφ ἑαυτοῦ δυναμένου θεωρεῖν περὶ ἑκάστου τῶν ἀνθρώπων, καὶ μηδαμῶς μαρτυρίου δεῖμαι τοῦ ἀπό τινος
「祂不需要人為誰作見證」這句,應當適時用來證明:神的兒子能夠憑自己洞察每一個人,完全不需要任何人的見證。
The statement 'He had no need that anyone should testify concerning man' must be used opportunely to demonstrate that the Son of God is able of himself to perceive concerning each of the men, and has no need whatsoever of testimony from anyone.
10:316
τὸ δὲ Οὐ χρείαν εἶχεν ἴνα τις μαρτυρήσῃ περὶ ἀνθρώπους ἀντιστατέον πρὸς τὸ Οὐ χρείαν ἔχει ἵνα τις μαρτυρήσῃ περί τινος. εἰ μὲν γὰρ τὸ Ἀνθρώπου λαμβάνοιμεν ἐπὶ παντὸς τοῦ κατ' εἰκόνα θεοῦ ἢ παντὸς λογικοῦ, οὐ χρείαν ἕξει ἵνα τις μαρτυρήσῃ περὶ αὐτοῦ, περὶ οὑ δήποτε τῶν λογικῶν, ἀφ' ἑαυτοῦ γινώσκων τοὺς πάντας κατὰ τὴν δεδομένην αὐτῷ δύναμιν ἀπὸ τοῦ πατρός
「祂不需要人為誰作見證」這句,須與「祂不需要人為某事作見證」相對照。因為若我們把「人」理解為凡按神的形像所造的、或凡有理性者,那麼祂就不需要有人為它作見證——無論它是哪一位有理性者——因祂憑自己、按父所賜給祂的能力,認識萬有。
The statement 'He had no need that anyone should testify concerning man' must be set over against 'He has no need that anyone testify concerning anything.' For if we take 'man' as referring to everything made according to the image of God, or to every rational being, he will have no need that anyone testify concerning it — concerning whatever rational being it may be — knowing all of them from himself, according to the power given to him from the Father.
10:317
εἰ τὸ τὸ Ἀνθρώπου τηρήσαιμεν ἐπὶ τοῦ θνητοῦ λογικοῦ ζῴου μόνου, ὁ μέν τις ἐρεῖ χρείαν ἔχειν αὐτόν, ἴνα τις μαρτυρήσῃ περὶ τῶν ὑπὲρ τὸν ἄνθρωπον, οὐδὲ ἀρκοῦντα ὁμοίως τοῖς ἀνθρωπίνοις γινώσκειν καὶ τὰ περὶ ἐκείνων
但若我們把「人」只限於必死的理性活物,那麼有人或會說:祂需要有人為那些超乎人之上的事物作見證,因為知道人的事,並不足以同樣地知道那些事物的情形。
But if we keep 'man' as referring only to the mortal rational animal, one might say that he has need that someone testify concerning the things above man, since it is not sufficient for him to know the things concerning those beings in the same way as human things.
10:318
ἄλλος δέ τις φήσει τὸν κενώσαντα ἑαυτὸν μὴ χρείαν ἔχειν ἵνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου, χρείαν δὲ ἔχειν περὶ τῶν κρειττόνων ἢ κατὰ ἄνθρωπον
另有人則會說:那自我倒空的那一位,不需要人為「人」作見證,卻需要為那些勝過人的事物作見證。
But another will say that he who emptied himself has no need that anyone testify concerning man, but does have need concerning the things greater than man.
10:319
Καὶ τοῦτο δὲ ζητητέον, πόσα σημεῖα αὐτοῦ θεωροῦν- τες οἱ πολλοὶ ἐπίστευον εἰς αὐτόν· οὐ γὰρ ἀναγέγραπται σημεῖα πεποιηκέναι ἐν Ἱεροσολύμοις, εἰ μὴ ἄρα γεγένηται μὲν σημεῖα, οὐκ ἀναγέγραπται δέ· σκόπει δὲ εἰ δυνατὸν εἰς σημεῖα λογισθῆναι τὸ πεποιηκέναι κέναι φραγέλλιον ἐκ σχοινίων, καὶ πάντας ἐκβεβληκέναι τοῦ ἱεροῦ, τά τε πρόβατα καὶ τοὺς βόας, καὶ τῶν κολλυβιστῶν τὰ κέρματα ἐκκεχυκέναι, καὶ τὰς τραπέζας ἀνατετροφέναι
還須探究這一點:那許多因看見祂多少神蹟而信入祂的人,究竟看見了多少神蹟?因為經文並未記載祂在耶路撒冷行過神蹟——除非神蹟確曾發生,只是未被記載下來。你且思量:祂用繩子做成鞭子,將眾人趕出聖殿,連羊帶牛都趕出去,又把兌換銀錢之人的錢幣倒出來,推翻他們的桌子——這是否也可算作一件神蹟?
This too must be inquired into: how many signs of his the many were beholding when they believed in him. For it is not recorded that he did signs in Jerusalem, unless perhaps signs did occur but were not recorded. Consider whether it is possible to count as a sign his having made a whip out of cords, and having cast everyone out of the temple, both the sheep and the oxen, and having poured out the coins of the money-changers, and having overturned the tables.
10:320
πρὸς μέντοι γε τοὺς ὑπονοήσαντας ἂν περὶ μόνων ἀνθρώπων μὴ χρείαν ἔχειν αὐτὸν μαρτύρων, λεκτέον ὅτι δύο αὐτῷ ὁ εὐαγγελιστὴς μεμαρτύρηκε, τό τε γινώσκειν Πάντας, καὶ τὸ μὴ χρείαν ἔχειν, ἕνα τις μαρτυρήσῃ περὶ ἀνθρώπου
至於那些或許以為祂只是不需要「關於人」的見證人的人,須對他們說:福音書作者為祂作了兩件見證:一是祂認識萬人,二是祂不需要人為誰作見證。
But against those who might suppose that he had no need of witnesses only concerning men, it must be said that the evangelist has testified two things concerning him: both that he knew all, and that he had no need that anyone should testify concerning man.
10:321
εἰ γὰρ πάντας ἐγίνωσκεν, οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ τὰ ὑπὲρ τὸν ἄνθρωπον ἐγίνωσκεν, καὶ πάντας τοὺς ἔξω τοιούτων σωμάτων· ἐγίνωσκέν τε τί ἦν ἐν τῷ ἀνθρώπω, ἅτε μείζων τυγχάνων τῶν ἐν τῷ προφητεύειν ἐλεγχόντων καὶ κρινόντων, καὶ τὰ κρυπτὰ τῆς καρδίας εἰς φανερὸν ἀγόντων πάντων ὧν τὸ πνεῦμα ὑποβάλλει αὐτοῖς. δύναται δὲ τὸ Ἐγίνωσκεν τί ἦν ἐν τῷ ἀνθρώπῳ λαμβάνεσθαι καὶ ἐπὶ τῶν ἐνεργουσῶν δυνάμεων χειρόνων ἢ κρειττόνων ἐν ἀνθρώποις
因為若祂認識萬人,祂所認識的就不只是人,也認識那些超乎人之上的事物,以及一切不在這類身體之外的存有;祂也知道人裡面有什麼——因祂遠勝過那些藉先知講論、責備人、審判人、將萬人心中隱密之事、就是聖靈所啟示於他們的一切,公開顯明出來的人。「祂知道人裡面有什麼」這句,也可以理解為指那些在人裡面運行的能力,無論是較劣或較優的。
For if he knew all, he knew not only men but also the things above man, and all those beings outside such bodies; and he knew what was in man, being greater than those who, in prophesying, convict and judge, and bring to light the hidden things of the heart of all those to whom the Spirit suggests them. But 'He knew what was in man' can also be taken as referring to the powers, whether worse or better, working in men.
10:322
εἰ μὲν γὰρ δίδωσίν τις τόπον τῷ διαβόλῳ εἰσέρχεται εἰς αὐτὸν ὁ σατανᾶς, ὥσπερ ἔδωκεν Ἰούδας, τοῦ διαβόλου βεβληκότος εἰς τὴν καρδίαν αὐτοῦ, ἴνα παραδῷ τὸν Ἰησοῦν· διὸ καὶ μετὰ τὸ ψωμίον εἰσῆλθεν εἰς αὐτὸν ὁ σατανᾶς
因為若有人給魔鬼留地步,撒但就進入他裡面,正如猶大所給的地步一樣——魔鬼已將出賣耶穌的念頭放在他心裡;因此,接了那一片餅之後,撒但就進入了他裡面。
For if someone gives place to the devil, Satan enters into him, just as Judas gave place, the devil having cast into his heart that he should betray Jesus; therefore also, after the morsel, Satan entered into him.
10:323
εἰ δὲ δίδωσιν τόπον τῷ θεῷ, μακάριος γίνεται· Μακάριος γὰρ οὗ ἐστιν ἀντίληψις αὐτῷ παρὰ τοῦ θεοῦ καὶ ἀνάβασις ἐν τῇ καρδίᾳ αὐτοῦ ἀπὸ τοῦ θεοῦ. γινώσκει οὖν τί ἦν ἐν τῷ ἀνθρώπῳ ὁ γινώσκων πάντα υἱὸς τοῦ θεοῦ. Ήδη δὲ τὴν αὐτάρκη περιγραφὴν εἰληφότος καὶ τοῦ δεκάτου τόμου, ἐνταῦθά που καταπαύσομεν τὸ βιβλίον
但若人給神留地步,他就成為有福的;因為「那從神得幫助、心中因神而有上升之路的人,是有福的」。所以,那認識萬有的神的兒子,也知道人裡面有什麼。第十卷既已達到了足夠的篇幅,我們就在此停筆。
But if he gives place to God, he becomes blessed; for 'blessed is he who has help for himself from God, and ascent in his heart from God.' The Son of God, then, who knows all things, knows what was in man. And since the tenth book has now received its sufficient compass, we will stop the book here.
← 上一段
← 第 6 章第 13 章 →
12456101319202832

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。