📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 約翰福音註

約翰福音註 第 2 章 第 4/4 段

希臘文原文.43 節.部分字詞可點開查義.本章太長已分段,此段為 2:187–2:229(全章共 229 節)

← 第 1 章第 4 章 →
← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
2:187
καὶ οὐδεν θαυμαστὸν τοῦ πρωτοτόκου πάσης κτίσεως ἐνσωματουμένου κατὰ φιλανθρωπίαν ζηλωτάς τινας καὶ μιμητὰς γεγονέναι Χριστοῦ, ἀγαπήσαντας τὸ διὰ τοῦ ὁμοίου > σώματος ὑπηρετῆσαι τῇ εἰς ἀνθρώπους αὐτοῦ χρηστότητι. τίνα δ οὐκ ἂν κινήσαι σκιρτῶν ἐν ἀγαλλιάσει ἔτι ἐν τῇ κοιλίᾳ τυγχάνων, ὡς τὴν κοινὴν τῶν ἀνθρώπων ὑπερπαίων φύσιν
這也沒有什麼可驚異的:既然那萬有的長子出於對人的仁愛而成為肉身,便也有某些熱心效法基督的人出現,他們甘願藉著相似的身體,來服事祂對世人的恩慈。試問,誰不會因一個尚在母腹中便歡喜跳躍的嬰孩所感動,以致超越人的常性呢?
And it is nothing to marvel at that, the Firstborn of all creation having become embodied out of love for mankind, certain zealots and imitators of Christ came to be, who loved to serve, through a like body, his kindness toward men. For who would not be moved by one leaping in exultation while still in the womb, so as to surpass the common nature of men?
2:188
εἰ δέ τις προσίεται καὶ τῶν παρ Ἑβραίοις φερομένων ἀποκρύφων τὴν ἐπιγραφομένην Ἰωσὴφ προσευχήν, ἄντικρυς τοῦτο τὸ δόγμα καὶ σαφῶς εἰρημένον ἐκεῖθεν λήψεται, ὡς ἄρα οἱ ἀρχῆθεν ἐξαίρετόν τι ἐσχηκότες παρὰ ἀνθρώπους, πολλῷ κρείττους τυγχάνοντες τῶν λοιπῶν ψυχῶν, τοῦ τοῦ εἶναι ἄγγελοι ἐπὶ τὴν ἀνθρωπίνην καταβεβήκασι φύσιν
若有人也接受希伯來人中流傳的一部次經,題為《約瑟禱文》者,他便會從那裡取得這一項教義,那裡說得明白清楚:即那些從起初便在世人中享有某種特殊地位、遠勝於其餘靈魂的,是從天使之身降至人的本性之中的。
But if anyone also accepts, among the apocryphal writings current among the Hebrews, the one entitled 'The Prayer of Joseph,' he will take from there this very doctrine, plainly and clearly stated: that those who from the beginning possessed some special distinction beyond other men, being far superior to the rest of souls, have descended into human nature from being angels.
2:189
φησὶ γοῦν ὁ Ἰακώβ· Ὁ γὰρ λαλῶν πρὸς ὑμᾶς ἐγὼ Ἰακὼρ καὶ Ἰσραὴλ ἄγγελος θεοῦ εἰμι ἐγὼ(?)καὶ πνεῦμα ἀρχικόν, καὶ Ἀβραὰμ καὶ Ἰσαὰκ προεκτίσθησαν πρὸ παντὸς ἔργου· ἐγὼ δὲ Ἰακώβ, ὁ κληθεὶς ὑπὸ ἀνθρώπων Ἰακώβ. τὸ δὲ ὄνομά μου Ἰσραήλ, ὁ κλη- θεὶς ὑπὸ θεοῦ Ἰσραήλ, ἀνὴρ ὁρῶν θεόν, ὅτι ἐγὼ πρωτόγονος παντὸς ζῴου ζωουμένου ὑπὸ θεοῦ
雅各便如此說:『因我這對你們說話的,就是雅各和以色列,是神的天使,也是掌權的靈;亞伯拉罕和以撒是在萬工之先受造的;至於我雅各,就是那被世人稱為雅各的;然而我的名是以色列──那被神稱為以色列的,就是見神之人──因我是神所使一切活物中頭生的。』
Jacob, then, says: 'For I who speak to you am Jacob and Israel, an angel of God and a ruling spirit; and Abraham and Isaac were created before every work; but I, Jacob, am the one called Jacob by men, but my name is Israel -- the one called Israel by God, a man seeing God -- because I am the firstborn of every living being made alive by God.'
2:190
καὶ ἐπιφέρει· Ἐγὼ δὲ ὅτε ἠρχόμην ἀπὸ Μεσοποταμίας τῆς Συρίας, ἐξῆλθεν Οὐριὴλ ὁ ἄγγελος τοῦ θεοῦ, καὶ εἶπεν ὅτι κατέβην ἐπὶ τὴν γῆν καὶ κατεσκήνωσα ἐν ἀνθρώποις, καὶ ὅτι ἐκλήθην ὀνόματι Ἰακώβ· ἐξήλωσε καὶ ἐμαχέσατό μοι. καὶ ἐπάλαιε πρός με, λέγων προτερήσειν ἐπάνω τοῦ ὀνόματός μου τὸ ὄνομα αὐτοῦ καὶ τοῦ πρὸ παντὸς ἀγγέλου. καὶ εἶπα αὐτῷ τὸ ὄνομα αὐτοῦ καὶ πόσος ἐστὶν ἐν υἱοῖς θεοῦ· Οὐχὶ σὺ Οὐριὴλ ὄγδοος ἐμοῦ, κἀγὼ Ἰσραὴλ ἀρχάγγελος δυνάμεως κυρίου καὶ ἀρχιχιλίαρχός εἰμι ἐν υἱοῖς θεοῦ; οὐχὶ ἐγὼ Ἰσραὴλ ὁ ἐν προσώπω̣ θεοῦ λειτουργὸς πρῶτος, καὶ ἐπεκαλεσάμην ἐν ὀνόματι ἀσβέστῳ τὸν θεόν μου
他又接著說:『我從敘利亞的米所波大米回來的時候,神的天使烏列出來,說我已降到地上,寄居在人間,並被稱為雅各的名。他心生嫉妒,與我爭戰,並與我角力,說他的名要在我的名之上居首位,也在那位於眾天使之先者的名之上。我便告訴他他自己的名字,以及他在神眾子中居何等次序:你不就是烏列,位居我之後第八位嗎?而我就是以色列,主大能的大天使,在神眾子中作元帥;我不就是以色列,站在神面前第一位的侍役,用那不滅的名呼求我的神嗎?』
And he adds: 'But I, when I was coming from Mesopotamia of Syria, Uriel the angel of God came forth and said that I had come down to the earth and had dwelt among men, and that I was called by the name Jacob. He was jealous and fought with me, and wrestled against me, saying that his name would take precedence over my name, and over the name of the one before every angel. And I told him his name, and how great he is among the sons of God: Are you not Uriel, the eighth after me, while I am Israel, archangel of the power of the Lord and chief captain among the sons of God? Am I not Israel, the first minister before the face of God, who called upon my God by an unquenchable name?'
2:191
εἰκὸς γὰρ Τούτων ἀληθῶς ὑπὸ τοῦ Ἰακὼβ λεγομένων καὶ διὰ τοῦτο ἀναγεγραμμένων, καὶ τὸ Ἐν κοιλίᾳ ἐπτέρνισε τὸν ἀδελφὸν αὐτοῦ συνετῶς γεγονέναι. ἐπίστησον δὲ εἰ τὸ διαβόητον περὶ Ἰακὼρ καὶ Ἠσαῦ καὶ Ἠσαῦ ζήτημα λύσιν ἔχει, ἐπεὶ μήπω γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵνα ἡ κατ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ' ἐκ τοῦ καλοῦντος, ἐρρέθη ὅτι Ο μείζων δουλεύσει τῷ ἐλάσσονι, καθάπερ γέγραπται· Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα( τί οὐν ἐροῦμεν; μὴ ἀδικία παρὰ τῷ θεῷ; μὴ γένοιτο. μήπω δὲ γεννηθέντων μηδὲ πραξάντων τι ἀγαθὸν ἢ φαῦλον, ἵν ἡ κατ ἐκλογὴν πρόθεσις τοῦ θεοῦ μένῃ, οὐκ ἐξ ἔργων ἀλλ ἐκ τοῦ καλοῦντος, ἐρρέθη.]
既然雅各的這些話真是他所說的,也因此被記載下來,那麼『他在母腹中就抓住哥哥的腳跟』這句話,想必也是經過深思熟慮而寫成的。但且思考,那關於雅各與以掃的著名難題是否有解──因為,在他們尚未出生、也未行善行惡之先,為要使神那按著揀選的旨意得以立定,不在乎人的行為,只在乎那召人的主,就有話說:『將來大的要服事小的』,正如經上所記:『雅各是我所愛的,以掃是我所惡的。』那麼我們可說什麼呢?難道神不公平嗎?斷乎不是!因為在他們尚未出生、也未行善行惡之先,為要使神那按著揀選的旨意得以立定,不在乎人的行為,只在乎那召人的主,就有這話。
For it is reasonable that, these things having been truly spoken by Jacob and for this reason recorded, the text 'in the womb he supplanted his brother' was also composed with understanding. But consider whether the well-known question concerning Jacob and Esau has a resolution -- since, not yet having been born nor having done anything good or bad, in order that the purpose of God according to election might stand, not of works but of him who calls, it was said: 'The elder shall serve the younger,' just as it is written: 'Jacob I loved, but Esau I hated.' What then shall we say? Is there unrighteousness with God? May it not be! For not yet having been born nor having done anything good or bad, in order that the purpose of God according to election might stand, not of works but of him who calls, it was said.
2:192
οὐ κατατρεχόντων οὖν ἡμῶν ἐπὶ τὰ προ τοῦ βίου τούτου ἔργα, πῶς ἀληθὲς τὸ μὴ εἶναι ἄδικον παρὰ θεῷ τοῦ μείζονος δουλεύντος τῷ ἐλάττονι καὶ μισουμένου, πρὶν ποιῆσαι τὰ ἄξια τοῦ δουλεύειν καὶ τὰ ἄξια τοῦ μισεῖσθαι; ἐπὶ πλεῖον δὲ παρεξέβημεν παραλαβόντες τὸν περὶ Ἰακὼρ λόγου, καὶ μαρτυράμενοι ἡμῖν οὐκ εὐ- καταφρόνητον γραφήν, ἴνα πιστικώτερος ὁ περὶ Ἰωάννου γένηται λόγος, κατασκευάζων αὐτόν, κατὰ τὴν τοῦ Ἡσαΐου φωνήν, ἄγγελον ὄντα ἐν σώματι γεγονέναι ὑπὲρ τοῦ μαρτυρῆσαι τῷ φωτί. καὶ ταῦτα μὲν περὶ Ἰωάννου τοῦ ἀνθρώπου
既然我們並非要否定今生之先所作的行為,那麼,若大的在尚未行出配得服事、配得被恨的事之先,就要服事小的、被憎恨,這如何能說神並無不公呢?然而我們已因論及雅各之事而離題甚遠,並援引了一段不容輕視的經文為我們作見證,為要使論及約翰的說法更為可信,證明他──依以賽亞的話語──乃是一位天使,成了肉身,為要為那光作見證。以上是關於約翰其人的論述。
Since, then, we are not discrediting the works done before this life, how is it true that there is no injustice with God, when the elder serves the younger and is hated, before doing the things worthy of servitude and the things worthy of being hated? But we have digressed rather far, having taken up the account concerning Jacob, and having called to witness for ourselves a Scripture not to be despised, in order that the account concerning John might become more credible, establishing him -- according to the utterance of Isaiah -- to be an angel who came to be in a body for the purpose of bearing witness to the light. And these things concerning John the man.
2:193
Ἡγοῦμαι δὲ ὅτι ὥσπερ ἐν ἡμῖν φωνὴ καὶ λόγος διαφέρει, δυναμένης μέντοι γἐ ποτε φωνῆς τῆς μηδὲν σημαινούσης προφέρεσθαι χωρὶς λόγου, οἴου τε δὲ ὄντος καὶ λόγου χωρὶς τῷ νῷ ἀπαγγέλλεθαι φωνῆς, ὡς ἐπὰν ἐν ἑαυτοῖς διεξοδεύωμεν, οὕτω τοῦ σωτῆρος κατά τινα ἐπίνοιαν ὅντος λόγου διαφέρει τούτου ὁ Ἰωάννης, ὡς πρὸς τὴν ἀναλογίαν τοῦ χριστοῦ τυχγάνοντος λόγου φωνὴ ὤν
我以為,正如在我們裡面,聲音與道理(λόγος)是有分別的──有時可以發出毫無意義、與道理無關的聲音,而道理也可以不藉聲音而傳達於心思,正如我們在自己內心默想推理之時──照樣,救主既在某種意義上是『道』,約翰便與祂有別:相對於身為道的基督而言,約翰乃是一個聲音。
I hold that, just as among us voice and word differ -- a voice that signifies nothing being sometimes able to be uttered apart from reason, while reason too can be conveyed to the mind apart from voice, as when we reason discursively within ourselves -- so also, the Savior being, according to a certain conception, Word, John differs from him, being, in proportion to the Christ who is Word, a voice.
2:194
ἐπὶ τοῦτο δέ με προκαλεῖται αὐτὸς ὁ Ἰωάννης, ὅστις ποτὲ εἴη, πρὸς τοὺς πυνθανομένους ἀποκρινόμενος· Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐγήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.. καὶ τάχα διὰ τοῦτο ἀπιστήσας ὁ Ζαχαρίας τῇ γενέσει τῆς δεικνυούσης τὸν λόγον τοῦ θεοῦ φωνῆς ἀπόλλυσι τὴν φωνήν, λαμβάνων αὐτήν, ὅτε γεννᾶται ἡ πρόδρομος τοῦ λόγου φωνή. ἐνωτίσασθαι γὰρ δεὶ φωνήν, ἵνα μετὰ ταῦτα ὁ νοῦς τὸν δεικνύμενον ὑπὸ τῆς φωνῆς λόγον δέξασθαι δυνηθῇ
約翰本人──無論他究竟是誰──就這一點引導我這樣想,他回答那些詢問他的人說:『我就是那在曠野有人聲喊著說:預備主的道,修直祂的路徑的。』或許正因如此,撒迦利亞既不信那將要顯明神之道的聲音的誕生,便失去了聲音,直到那作為道之先聲的聲音誕生之時,才重新獲得聲音。因為必須先以耳聽聲音,此後心思才能領受那聲音所顯明的道理。
And to this John himself invites me -- whoever he may be -- answering those who inquire: 'I am the voice of one crying in the wilderness: Prepare the way of the Lord, make straight his paths.' And perhaps it is for this reason that Zachariah, having disbelieved concerning the birth of the voice that was to show forth the Word of God, loses his voice, receiving it again when the forerunner voice of the Word is born. For it is necessary to give ear to the voice, so that afterward the mind may be able to receive the word shown by the voice.
2:195
διόπερ καὶ ὀλίγῳ πρεσβύτερος κατὰ τὸ γεννᾶσθαι ὁ Ἰωάννης ἐστὶ τοῦ χριστοῦ· φωνῆς γὰρ πρὸ λόγου ἀντιλαμβανόμεθα. ἀλλὰ καὶ δείκνυσι τὸν χριστὸν ὁ Ἰωάννης· φωνῇ γὰρ παρίσταται ὁ λόγος. ἀλλὰ καὶ βαπτίζεται ὑπὸ Ἰωάννου ὁ χριστός, ὁμολογοῦντος χρείαν ἔχειν ὑπ αὐτοῦ βαπτισθῆναι· ἀνθρώ- ποις γὰρ ὑπὸ φωνῆς καθαίρεται λόγος, τῇ φύσει τοῦ λόγου καθαίροντος πᾶσαν τὴν σημαίνουσαν φωνήν. καὶ ἁπαξαπλῶς ὅτε Ἰωάννης τὸν χριστὸν δείκνυσιν, ἄνθρωπος θεὸν δείκνυσι καὶ σωτῆρα τὸν ἀσώματον, καὶ φωνὴ τὸν λόγον
因此,就出生而言,約翰比基督稍長;因我們感知聲音是在道理之先。但約翰也指明了基督;因為道理是藉著聲音顯明出來的。基督也接受約翰的洗,承認自己需要受他的洗;因為對世人而言,道理是藉聲音得潔淨的,雖然就本性而言,其實是道理使一切表達它的聲音得潔淨。總而言之,每當約翰指明基督,便是人指明神,是有形之物指明那無形的救主,是聲音指明那道。
For this reason John, as to his birth, is a little older than the Christ; for we perceive voice before reason. But John also points out the Christ; for the word is exhibited by voice. And the Christ is also baptized by John, confessing that he has need to be baptized by him; for reason is purified for men by voice, although by nature it is reason that purifies every voice that signifies it. And, in a word, whenever John points out the Christ, a man points out God, and the incorporeal Savior is pointed out, and a voice points out the Word.
2:196
Χρήσιμον δ' ἄν εἴη, ὥσπερ ἐπὶ πολλῶν ἡ τῶν ὀνομάτων ἐνάρεια, οὕτω καὶ ἐπὶ τοῦ τόπου τούτου τὸ ἰδεῖν ὅ τι σημαίνει ὁ Ἰωάννης καὶ ὁ Ζαχαρίας. καὶ γὰρ ὡς ὄντος τινὸς οὐκ εὐκαταφρονήτου κατὰ τὴν τοῦ ὀνόματος θέσιν, οἱ μὲν συγγενεῖς Ζα- χαρίαν αὐτὸν καλεῖσθαι βούλονται, ξενιζόμενοι ἐπὶ τῷ βούλεσθαι τὴν Ἐλισάβατ Ἰωάννην αὐτὸν ὀνομάζειν· ὁ δὲ Ζαχαρίας γράψας τὸ Ἰωάννης ἔσται ὄνομα αὐτῷ ἀπολύεται τῆς ἐπιπόνου σιωπῆς
正如許多名字都各有其精確的意義,在這段經文中,探究約翰與撒迦利亞這兩個名字的含義,也是有益的。因為關於命名這件事,親屬們似乎並不將之視為無關緊要,他們堅持要他被稱為撒迦利亞,並對以利沙伯要為他取名約翰一事甚感詫異;但撒迦利亞既寫下『他的名字要叫約翰』,便從那勞苦的沉默中被釋放了。
It would be useful, just as in the case of many words there is a precise significance to the names, so also in this passage to see what John and Zachariah signify. For, as though this were a matter not to be despised concerning the giving of the name, the relatives wish him to be called Zachariah, being astonished at Elizabeth's wish to name him John; but Zachariah, having written 'John shall be his name,' is released from the laborious silence.
2:197
εὕρομεν τοίνυν ἐν τῇ ἑρμηνείᾳ τῶν ὀνομάτων [ Ἰωάννης] τὸ Ἰωὰ ν χωρὶς τοῦ ης μεταλαμβανόμενον, ὅπερ ταὐτὸν οἴόμεθα εἶναι τῷ Ἰωάννης · ἐπεὶ καὶ ἄλλα ἡ καινὴ διαθήκη Ἑβραίων ὀνόματα ἐξελλήνισε, χαρακτῆρι αὐτὰ εἰποῦσα ἑλληνικῷ, ὥσπερ ἀντὶ Ἰακὼβ Ἰάκωβος, καὶ ἀντὶ Συμεὼν Σίμων( Ζαχαρίας δὲ μνήμη εἶναι λέγεται, ἡ δὲ Ἐλισάβετ θεοῦ μου ὅρκος ἢ θεοῦ μου ἑβδομάς
我們在名字的釋義中發現:『約翰』(Ἰωάννης)也譯作『約安』,去掉字尾的 -ης,我們認為這與『約翰』是同一個名字;因為新約也將其他希伯來名字希臘化,以希臘的形式表達出來,正如以『雅各波斯』代替『雅各』,以『西門』代替『西緬』一樣。撒迦利亞據說意為『記念』,以利沙伯則意為『我神的誓言』,或『我神的七╱週』。
We have found, then, in the interpretation of names, that 'John' is rendered 'Ioan,' without the ending -es, which we take to be the same as 'John'; since the New Testament also hellenized other Hebrew names, expressing them in Greek form, just as instead of 'Jacob' it uses 'Jacobos,' and instead of 'Symeon,' 'Simon.' Zachariah is said to mean 'remembrance,' while Elizabeth means 'oath of my God,' or 'sevenfold/week of my God.'
2:198
ἀπὸ θεοῦ δὴ χάρις ἐκ τῆς περὶ θεοῦ μηήμης κατὰ τὸν τοῦ θεοῦ ἡμῶν ὁρκον τὸν περὶ τοὺς πατέρας ἐγεννήθη ὁ Ἰωάννης, ἑτοιμάξων κυρίῳ λαὸνκατεσκευσμένον ἐπὶ τέλει τῆς παλαιᾶς γενόμενος διαθήκης, διαθήκης, ἐστι σαββατισμοῦ κορωνίς· διὸ οὐ δύναται γεγεννὴσθαι ἀπὸ τῆς ἑβδομάδος τοῦ θεοῦ ἡμῶν, τὴν μετὰ τὸ σάββατον ἀνάπαυσιν τοῦ σωτῆρος ἡμῶν κατὰ τὴν ἀνάπαυσιν αὐτοῦ ἐμποιοῦντος τοῖς συμμόρφοις τοῦ θανάτου αὐτοῦ Ι γεγεημένοις καὶ διὰ τοῦτο καὶ τῆς ἀναστάσεως. Ι, Οὕτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι αὐτοῦ
這樣,恩典是從神而來的;出於對神的記念,按照我們神向列祖所起的誓,約翰便誕生了,為主預備一群齊備的百姓;他生於舊約將盡之時──他乃是守安息之道的完成與冠冕;因此,他必然是出於我們神的『七╱週』而生,即我們救主在安息日之後所賜的安息,因祂正是照著自己的安息,在那些效法祂之死的人身上成就這安息,並因此也使他們得著復活。『這人來,為要作見證,就是為光作見證,叫眾人因他可以信。』
From God, then, comes grace; out of the remembrance concerning God, according to the oath of our God concerning the fathers, John was born, preparing for the Lord a people made ready, having come to be at the end of the Old Covenant -- he is the crowning completion of Sabbath-observance; wherefore he cannot have been born apart from the 'seventh/week' of our God, which is the rest, after the Sabbath, of our Savior, since he produces this rest of his in those who have become conformed to his death, and, on this account, also to his resurrection. 'This one came for a witness, that he might bear witness concerning the light, that all might believe through him.'
2:199
Τῶν ἐτεροδόξων τινὲς πιστεύειν φάσκοντες εἰς τὸν χριστόν, καὶ διὰ τὸ ἀναπλάσσειν ἕτερον θεὸν παρὰ τὸν δημιουργὸν ὡς ἀκόλουθον αὐτοῖς οὐ προσιέμενοι τὴν ἐπιδημίαν αὐτοῦ ὑπὸ τῶν προφητῶν προκατηγγέλθαι, ἀνατρέπειν πειρῶνται τὰς διὰ τῶν προ- φητῶν περὶ Χριστοῦ μαρτυρίας, φάσκοντες μὴ δεῖσθαι μαρτύρων τὸν θἱὸν τοῦ θεοῦ, ἔχοντα τὸ τοῦ πιστεύεσθαι ἄξιον ἔν τε οἷς κατήγγειλε σωτηρίοις λόγους δυνάμεως πεπληρωμένοις καὶ ἐν τεραστίοις ἔργοις αὐτόθεν καταπλήξασθαι πάνθ' ὁντινοῦν δυναμένοις
有些異端者聲稱相信基督,卻因為(依他們杜撰另一位有別於造物主的神之說一貫而然)不承認他的降臨曾由眾先知預先宣告,便試圖推翻眾先知關於基督所作的見證,說神的兒子並不需要見證人,因為他所宣講的、充滿能力的救贖話語本身,以及那能自然而然使任何人驚駭的奇異作為本身,就已具備了值得相信的憑據。
Some of the heterodox, while claiming to believe in Christ, and because — consistently with their fashioning another god apart from the Demiurge — they do not admit that his coming was proclaimed beforehand by the prophets, attempt to overturn the testimonies concerning Christ given through the prophets, saying that the Son of God has no need of witnesses, since he possesses what is worthy of belief both in the salvific words, full of power, which he proclaimed, and in his marvelous works, which are able of themselves to astound anyone whatsoever.
2:200
καὶ φασιν· Εἰ Μωσῆς πεπίστευται διὰ τὸν λόγον καὶ τὰς δυνάμεις, οὐ Δεηθεὶς μαρτύρων πρὸ αὐτοῦ τινων αὐτὸν καταγγειλάντων, ἀλλὰ καὶ ἕκαστος τῶν προφητῶν παρεδέχθη ὑπὸ τοῦ λαοῦ ὡς ἀπὸ θεοῦ ἀποσταλείς, πῶς οὐχὶ μᾶλλον Μωϋσέως καὶ τῶν προφητῶν διαφέρων δύναται χωρὶς προφητῶν μαρτυ- ρούντων τὰ περὶ αὐτοῦ ἀνῦσαι ὅ βούλεται καὶ ὠφελῆσαι τὸ τῶν ἀνθρώπων γένος
他們又說:『如果摩西僅憑他的話語與神蹟就已被人相信,並不需要在他之前有人為他預先宣告作見證;而且眾先知也各自被百姓接納為神所差遣的人;那麼,他既然遠勝過摩西與眾先知,豈不更能無須先知為他作見證,就成就他所願意的事、造福人類嗎?』
And they say: 'If Moses was believed on account of his word and his mighty works, without needing witnesses who had proclaimed him beforehand, and if likewise each of the prophets was accepted by the people as one sent from God, how much more — since he surpasses Moses and the prophets — is he able, without prophets bearing witness concerning him, to accomplish what he wishes and to benefit the human race?'
2:201
παρέλκειν οὐν οἴονται τὸ ὐπὸ προφητῶν αὐτὸν νομίζεσθαι προκατηγγέλθαι, τοῦτο πραγματευσαμένων, ὡς εἴποιεν ἂν ἐκεῖνοι, τῶν τὴν καινότητα τῆς θεότητος παραδέξασθαι τοὺς εἰς Χριστὸν πιστεύοντας οὐ βουλομένων, ἀλλὰ ἐπὶ τὸν αὐτὸν καταντῆσαι θεόν, ὅν καὶ πρὸ Ἰησοῦ Μωσῆς καὶ οἱ προφῆται ἐδίδαξαν
於是他們認為,讓人以為他曾由眾先知預先宣告,是多此一舉——這說法乃是(照那些人自己所可能會說的)由某些人所炮製出來的:這些人不願意讓信基督的人接受神格之新異,反倒要他們歸向同一位神,就是在耶穌之前摩西與眾先知所教導的那一位。
They suppose, then, that it is superfluous for him to be thought to have been proclaimed beforehand by the prophets — this argument having been devised, as those persons would themselves say, by those unwilling that believers in Christ should accept the novelty of the deity, but rather that they should arrive at the very same God whom, even before Jesus, Moses and the prophets taught.
2:202
Λεκτέον οὖν πρὸς αὐτούς, ὅτι πολλῶν αἰτίων δυναμένων γενέσθαι προκαλουμένων εἰς τὸ πιστεύειν, ἐνίοτέ τινων ἀπὸ τῆσδε μὲν τῆς ἀποδείξεως οὐ πληττομένων, ἀπὸ ἑτέρας δέ, ἔχειν τὸν θεὸν πλείονας ἀφορμὰς ἀνθρώποις παρέχειν, ἴνα παραδεχθῇ, ὅτι θεὸς ὁ ὑπὲρ πάντα τὰ γενητὰ ἐνηνθρώπησεν
故此應對他們說:既然能促使人相信的原因有很多,而有時某些人不為這一種論證所打動,卻為另一種論證所打動,神就有更多的機會可以提供給世人,好使人接受:那位超越一切受造之物的神已成為人。
It must be said, then, in answer to them, that since there can be many causes that invite one to belief, and since sometimes certain persons are not struck by this particular proof but by another, God has more numerous occasions to provide to human beings, so that it might be accepted that the God who is above all created things became human.
2:203
ἐναργῶν γοῦν ἔστιν ἰδεῖν τινας ἐκ τῶν προφητικῶν προρρήσεων εἰς θαυμασμὸν τοῦ χριστοῦ ἐρχομένους, κα- ταπληττομένους τὴν τῶν τοσούτων πρὸ αὐτοῦ προφητῶν φωνὴν συνιστᾶσαν τόπον γενέσεως αὐτοῦ καὶ χώραν χώραν καὶ ἰσχὺν διδασκαλίας, δυνάμεών τε θαυμασίων ποίησιν καὶ πάθος ἀνθρώπινον ὑπὸ ἀναστάσεως καταλυόμενον
事實上,人能清楚看到有些人是因先知的預言而心生對基督的驚歎;他們因如此眾多在他之前的先知之聲驚異不已——那聲音確立了他誕生的地點與地域、他教導的能力、奇妙作為的施行,以及他人性的受難被復活所消解。
One can, in fact, clearly see certain persons coming to wonder at Christ on the basis of the prophetic predictions, astounded at the voice of so many prophets before him establishing the place of his birth, the region, the power of his teaching, the performance of marvelous works, and his human suffering dissolved by the resurrection.
2:204
καὶ τοῦτο δὲ ἐπισκεπτέον, ὅτι αἱ μὲν τεράστιοι δυνάμεις τοὺς κατὰ τὸν χρόνον τοῦ κυρίου γενομένους προκαλεῖσθαι ἐπὶ τὸ πιστεύειν ἐδύναντο, οὐκ ἔσωζον δὲ τὸ ἐμφαν- τικὸν μετὰ χρόνους πλείονας ἤδη καὶ μῦθοι εἶναι ὑπονοηθεῖσαι. πλεῖον γὰρ τῶν τότε γενομένων δυνάμεων ἰσχύει πρὸς πειθὼ ἡ νῦν συνεξ- εταζομένη ταῖς δυνάμεσι προφητείαι κἀκείνας ἀπιστεῖσθαι ὑπὸ τῶν ἐρευνώντων αὐτὰς κωλύουσα
還有一點也應當考察:那些奇異的能力雖能促使主在世之時的人相信,但經過許多年之後,卻已不再保有那使人信服的力量,甚至如今已被人懷疑是神話傳說。因為,如今與那些奇能一同被考察的先知預言,其說服力其實勝過當時所行的那些奇能本身,並且能阻止考究這些奇能的人對它們產生不信。
This too must be considered: that the marvelous works were able to invite those who lived in the time of the Lord to belief, but did not retain their evidential force after many years had passed, being now even suspected of being myths. For the prophecy which is now examined together with the reports of miracles has more power to persuade than the miracles that occurred then, and it prevents those who examine those miracles from disbelieving them.
2:205
τάχα δὲ αἱ προφητικαὶ μυρτυρίαι οὐ μόνον κηρύσσουσι Χριστὸν ἐλευσόμενον οὐδὲ τοῦθ ἡμᾶς διδάσκουσι καὶ ἄλλο οὐθέν, ἀλλὰ πολλὴν θεολογίαν σχέσιν τε πατρὸς πρὸς υἱὸν καὶ υἱοῦ πρὸς πατέρα μαθεῖν μαθεῖν οὐκ ἔλαττον ἀπὸ τῶν προφητῶν, δι' ὡν ἀπαγγέλλουσι τὰ περὶ αὐτοῦ ἢ ἀπὸ τῶν ἀποστόλων διηγουμένων μένων τὴν μεγαλειότητα τοῦ υἱοῦ τοῦ θεοῦ
或許,先知的見證不僅是宣告基督將要來臨,也不只教導我們這一件事、再無其他;而是使人能從眾先知(他們藉以宣告有關他的事)學到豐富的神學,即父對子、子對父的關係,其程度並不亞於從眾使徒(他們述說神兒子的尊榮偉大)所學到的。
Perhaps, too, the prophetic testimonies not only proclaim that Christ is to come, nor do they teach us this and nothing else, but make it possible to learn much theology and the relation of the Father to the Son and of the Son to the Father — no less from the prophets, through whom these things concerning him are announced, than from the apostles who narrate the majesty of the Son of God.
2:206
ἔστι δὲ τολμήσαντα καὶ χωρὶς τούτων τοιοῦτόν τι εἰπεῖν, ὅτι εἰδὶ Χριστοῦ μάρτυρες τῷ μαρτυρεῖν περὶ αὐτοῦ κοσμούμενοι καὶ οὐ πάντως ἐκείνῳ τι διὰ τοῦ μαρτυρεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καταχαριζόμενοι, ὡς ὁμολογήσαιεν ἂν πάντες περὶ τῶν ἰδώς ὀνομαζομένων μαρτύρων Χριστοῦ
此外,即使撇開以上所論,人也不妨大膽這樣說:他們是基督的見證人,是因見證他而得尊榮,並非藉著見證神的兒子而對他施予什麼恩惠——這一點,凡談及那些在專有意義上被稱為基督『見證人/殉道者』的人,眾人想必都會如此承認。
But one might venture, even apart from these considerations, to say something like this: that they are witnesses of Christ, being adorned by bearing witness concerning him, and not at all conferring some favor upon him by bearing witness concerning the Son of God — as all would surely acknowledge concerning those who are properly called 'witnesses' of Christ.
2:207
τί οὐν θαυμαστόν, εἰ ὥσπερ ἐκοσμήθησαν τῷ μάρτυρες εἶναι Χριστοῦ πολλοὶ τῶν γνησίων Χριστοῦ μαθητῶν, οὕτως οἱ προφῆται τὸ προκαταγγεῖλαι Χριστὸν νοήσαντες αὐτὸν δῶρον ἀπὸ θεοῦ εἰλήφασι, διδάσκοντες οὐ μόνον τοὺς μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, ἃ δεῖ φρονεῖν περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλὰ καὶ τοὺς ἐν προτέραις ἐκείνων γενεαῖς
既然基督許多真實的門徒因作基督的見證人而得尊榮,那麼眾先知既已領悟如何預先宣告基督,便從神領受了他作為恩賜,不僅教導那些在基督降臨之後的人應當如何思念神的兒子,也教導那些在他們之前世代的人,這又有什麼可奇怪的呢?
What wonder, then, is it if, just as many of Christ's genuine disciples were adorned by being witnesses of Christ, so too the prophets, having understood how to proclaim Christ beforehand, received him as a gift from God, teaching not only those who lived after Christ's coming what they ought to think concerning the Son of God, but also those in the generations prior to them?
2:208
ὥσπερ γὰρ ὁ μὴ ἐγνωκὼς τὸν υἱὸν νῦν οὐδὲ τὸν πατέρα ἔχει, οὕτω καὶ πρότερον νοητέον· διόπερ Ἀβραὰμ ἠγαλλιάσατο, ἵνα ἤδῃ τὴν ἡμέραν Χριστοῦ, καὶ εἶδε καὶ ἐχάρη. ἀποστερεῖν τοίνυν βούλεται τὸν χορὸν τῶν προφητῶν χάριν τὴν μεγίστην ὁ βουλόμενος αὐτοὺς μὴ δεὶν μαρτυρεῖν περὶ Χριστοῦ· τί γὰρ ἂν καὶ ἡ προφητεία ἡ ἐξ ἐπιπνοίας ἁγίου πνεύματος εἶχε τηλικοῦτον, εἰ ὐπεξῂρητο αὐτῆς τὰ περὶ τῆς κυρίου ἡμῶν οἰκονομίας
因為正如那不認識子的人,現今也沒有父,先前的情形也應如此理解;正因如此,亞伯拉罕才歡喜快樂,為要看見基督的日子;他看見了,就快樂。所以,那想要主張先知不必為基督作見證的人,其實是想要奪去眾先知合唱班中最大的恩典;因為,若把有關我們主之經綸的事從先知預言中抽去,那出於聖靈感動的預言,還會有什麼了不起之處呢?
For just as he who has not known the Son does not now have the Father either, so too must it be understood with regard to earlier times. This is why Abraham rejoiced, that he might see the day of Christ; and he saw it, and was glad. He, then, who wishes that they ought not to bear witness concerning Christ, wishes to deprive the chorus of prophets of the greatest grace; for what so great a thing would prophecy — which comes from the inspiration of the Holy Spirit — possess, if the matters concerning the dispensation of our Lord had been taken away from it?
2:209
ὡς γὰρ ἡ θεοσέβεια κεκόσμηται τῶν διὰ μεσίτου καὶ ἀρχιερέως καὶ παρακλήτου καὶ † ἐπιστημονικῶς προσερ- χομένων τῷ τῶν ὅλων θεῷ, σκάζουσα ἄν εἰ μὴ διὰ τῆς Πύρας τις εἰσίοι πρὸς τὸν πατέρα, οὕτως καὶ ἡ τῶν πάλαι θεοσέβεια τῇ νοήσει καὶ πίστει καὶ προσδοκίᾳ Χριστοῦ ἱερὰ ἠν καὶ παρὰ θεῷ ἀποδεκτή· ἐπεὶ τετηρήκαμεν ὅτι ὁ θεὸς μάρτυς εἶναι ὁμολογεῖ, καὶ περὶ τοῦ χριστου το αυτο απφαινεται, παντας επι το μιμητας αυτου και του χριστοῦ γενέσθαι παρακαλῶν, κατὰ τὸ μαρτυρεῖν αὐτούς, οἶς χρὴ μαρτυρεῖν· φησὶ γάρ· Γένεσθέ μοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει κύριος ὁ θεός, καὶ ὁ παῖς ὅν ἐξελεξάμην
因為,正如敬虔(透過中保、大祭司與保惠師,並且†以有知識的方式〔原文此處校勘存疑〕來到那萬有之神面前的人所具備的敬虔)若非有人是藉著那門進到父那裡,就會是跛足的;照樣,古時之人的敬虔,也是藉著對基督的領悟、信心與期待,成為聖潔並蒙神悅納的。因為我們已經注意到:神親自承認自己是見證人,並且對基督也宣稱同樣的話,勸勉眾人都效法他自己與基督,照著他們理當為之作見證的事去作見證;因為他說:『你們要成為我的見證人,我也是見證人,』主神如此說,『還有我所揀選的僕人。』
For just as piety towards God is adorned by those who approach the God of all things through a mediator and high priest and paraclete, and (†the wording here is uncertain) in a scientific/well-grounded manner — for it would limp were one not to enter to the Father through the Door — so also the piety of the ancients was, through the understanding, faith, and expectation of Christ, holy and acceptable before God. Since we have observed that God confesses himself to be a witness, and declares the same concerning Christ, exhorting all to become imitators of himself and of Christ, in accordance with their bearing witness to those things to which witness must be borne. For he says: 'Become my witnesses, and I too am a witness,' says the Lord God, 'and the servant whom I have chosen.'
2:210
πᾶς δὲ ὁ μαρτυρῶν τῇ ἀληθείᾳ, εἴτε λόγοις εἴτε ἔργοις εἴτε ὁπωσποτὲ ταύτῃ παριστάμενος μάρτυς εὐλόγως ἂν χρηματίζοι. ἀλλ ἤδη κυρίως ὡς τὸ τῆς ἀδελφότητος ἔθος ἐκπλαγέντες διάθεσιν τῶν ἕως θανάτου ἀγωνισαμένων ὑπὲρ ἀληθείας ἢ ἀνδρείας, κυρίως μόνους μόνυς μάρτυρας ὠνό- μασαν τοὺς τῇ ἐκχύσει τοῦ ἑαυτῶν αἵματος μαρτυρήσαντας τῷ τῆς θεοσεβείας μυστηρίῳ. τοῦ σωτῆρος πάντα τὸν μαρτυροῦντα τοῖς περὶ αὑτοῦ καταγγελλομένοις μάρτυρα ἀνομάζοντος
凡為真理作見證的人,無論是藉言語、藉行為,或以任何方式為此站立得穩,都可合理地被稱為見證人。然而,如今照著弟兄團體的習慣,人們因驚異於那些為真理或為勇毅奮鬥至死之人的心志,便在專有意義上,只把那些以流自己的血為敬虔的奧祕作見證的人稱為『見證人/殉道者』;儘管救主是把凡為有關他自己所宣講之事作見證的人,都稱為『見證人』。
Now everyone who bears witness to the truth, whether by words or by deeds or in whatever way standing firm for it, might reasonably be called a witness. But already those who, marveling — as is the custom of the brotherhood — at the disposition of those who contended even unto death for truth or for courage, have in the proper sense named only those 'witnesses' who bore witness to the mystery of piety by the shedding of their own blood — even though the Savior names as 'witness' everyone who bears witness to the things proclaimed concerning him.
2:211
φησὶ γοῦν ἀναλαμβανόμενος τοῖς ἀποστόλοις· Ἔσεσθέ μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῆ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς. ἔτι δὲ ὥσπερ ὁ καθαρθεὶς λεπρὸς τὸ προστεταγμένον ὑπὸ Μωσέως προσάγει δῶρον, εἰς μαρτύριον τοῦτο ποιῶν τοῖς μὴ πι- στεύσασιν εἰς τὸν χριστόν, οὕτως εἰς μαρτύριον τοῖς ἀπίστοις οἱ μάρτυρες μαρτυροῦσι καὶ πάντες οἱ ὅγιοι, ῳν λάμπει τὰ ἔργα ἔμ- προσθεν τῶν ἀνθρώπων. πολιτεύονται Ι γὰρ παρρησιαζόμενοι έν τῷ σταυρῷ τοῦ χριστοῦ καὶ μαρτυροῦντες περὶ τοῦ ἀληθινοῦ φωτός
他被接升天之時,曾對眾使徒說:『你們要在耶路撒冷、猶太全地和撒瑪利亞,直到地極,作我的見證。』此外,正如那潔淨了的痲瘋病人獻上摩西所吩咐的禮物,藉此向那些不信基督的人作見證;照樣,見證人/殉道者向不信的人作見證,眾聖徒也是如此,他們的行為在人前發光。因為他們憑著基督的十字架放膽而活,並為那真光作見證。
At any rate, he says, as he was being taken up, to the apostles: 'You shall be my witnesses both in Jerusalem and in all Judea and Samaria and to the end of the earth.' Furthermore, just as the leper who has been cleansed brings the gift prescribed by Moses, making this a testimony to those who have not believed in Christ, so too the witnesses bear witness as a testimony to the unbelievers, and so do all the saints, whose works shine before men. For they conduct themselves as citizens, speaking boldly in the cross of Christ and bearing witness concerning the true light.
2:212
Καὶ Ἰωάννης τοίνυν ἦλθεν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός· ὅς μαρτυρῶν κέκραγε λέγων· Ὁ ὀπίσω μου ἐρχόμε- νος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πλη- ρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς θεὸς ὁ ὤν εἰς τὸν κόλπον τοῦ πατρὸς ἐκεῖνος ἐξηγήσατο
於是約翰來了,為要為那光作見證;他作見證,喊著說:『那在我以後來的,反成了在我以前的,因他本來在我以前。』『從他的豐滿裡,我們都領受了,而且恩上加恩。』『因為律法是藉著摩西賜的,恩典和真理都是藉著耶穌基督來的。』『從來沒有人見過神,只有在父懷裡的獨生神,將他表明出來。』
So John, then, came that he might bear witness concerning the light; he, bearing witness, cried out, saying: 'He who comes after me has come to be before me, because he was before me. For of his fullness we have all received, and grace for grace; for the Law was given through Moses, but grace and truth came through Jesus Christ. No one has ever seen God; the only-begotten God, who is in the bosom of the Father, that one has declared him.'
2:213
πᾶς γοῦν οὑτος ὁ λόγος ἐκ προσώπου τοῦ βαπτιστοῦ μαρτυροῦντος τῷ χριστῷ εἰρηται, ὅπερ λανθάνει τινὰς οἰομένους ἀπὸ τοῦ Ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν ἕως τοῦ Ἐκεῖνος ἐξηγήσατο ἐκ τοῦ προσώπου Ἰωάννου τοῦ ἀποστόλου λέγεσθαι
由此可見,這整段話都是出於施洗者的口吻,是他在為基督作見證;而這一點卻是某些人所未察覺的——他們以為,從『從他的豐滿裡,我們都領受了』一直到『將他表明出來』這段話,是出於使徒約翰的口吻。
This whole passage, then, has been spoken from the person of the Baptist bearing witness to Christ — a fact which escapes certain persons who suppose that, from 'Of his fullness we have all received' up to 'that one has declared him,' it is spoken from the person of John the Apostle.
2:214
πρὸς τῇ προ- ειρημένῃ δὲ τοῦ βαπτιστοῦ μαρτυρίᾳ, ἀρχομένῃ ἀπὸ τοῦ Ὁ ὀπίσω μου μου ἐρχόμενος ἔμπροσθέν μου γέγονε καὶ ληγούσῃ εἰς τὸ Ἐκεῖνος ἐξηγήσατο καὶ αὕτη ἡ μαρτυρία ἐστὶν Ἰωάννου μετ ἐκείνην δευ- τέρα, ὅτε πρὸς τοὺς ἀποστείλαντας ἀξ Ἰεροσολύμων ἱερεῖς καὶ Λευί- τας, Ἰουδαίων αὐτοὺς ἀποστειλάντων, ὁμολογεῖ οὐκ ἀρνούμενος τὸ ἀληθές, ὡς ἄρα οὐκ αὐτὸς εἴη ὁ χριστὸς οὐδὲ Ἠλίας οὐδὲ ὁ προφή- της, ἀλλὰ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Εὐθύνατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας ὁ προφήτης
除了前面所述施洗者那段見證(從『那在我以後來的,反成了在我以前的』開始,到『將他表明出來』結束)之外,還有這一段,是約翰在那之後的第二次見證——那時,猶太人差遣祭司和利未人從耶路撒冷來見他,他便向他們承認,並不否認真相,說自己既不是基督,也不是以利亞,也不是那位先知,只是『在曠野有人聲喊著說:修直主的道路』,正如先知以賽亞所說的。
In addition to the aforementioned testimony of the Baptist, beginning from 'He who comes after me has come to be before me' and ending at 'that one has declared him,' this too is a testimony of John, second after that one — when, to those sent from Jerusalem, priests and Levites, sent by the Jews, he confesses, not denying the truth, that he is neither the Christ nor Elijah nor the prophet, but 'a voice of one crying in the wilderness: Make straight the way of the Lord,' just as Isaiah the prophet said.
2:215
Μετὰ δὲ ταῦτα ἄλλη μαρτυρία τοῦ αὐτοῦ βαπτιστοῦ περὶ Χριστοῦ ἐστι, τὴν προηγουμένην αὐτοῦ ὑπόστασιν ἔτι διδάσκουσα διήκουσαν ἐπὶ πάντα τὸν κόσμον κατὰ τὰς ψυχὰς τὰς λογικάς, ὅτε φησί· Μέσος ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ οἴδατε, ὐπίσω μου ἐρχόμενος, οὗ οὐκ εἰμὶ ἄξιος ἐγὼ ἵωα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. καὶ ἐπίσκεψαι, εἰ διὰ τὸ έν μέσῳ τοῦ παντὸς εἶναι σώματος τὴν καρδίαν, ἐν δὲ τῇ καρδίᾳ τὸ ἡγεμονικόν, κατὰ τὸν ἐν ἑκάστῳ λόγον δύναται νοεῖσθαι τὸ Μέσος ὑμῶν ἕστηκεν ὅν ὑμεῖς οὐκ αἴδατε
在此之後,還有同一位施洗者論及基督的另一段見證,仍是教導他那先在的實存——按著理性的靈魂,此實存貫穿遍及全世界;那時他說:『站在你們中間、你們卻不認識的,就是那在我以後來的,我就是給他解鞋帶也不配。』你且思量:是否正因為心臟居於全身之中,而主導的機能又在心臟裡,故此按照每個人裡面的那『理』,便可以如此理解『站在你們中間、你們卻不認識的』這句話?
After this, there is another testimony of the same Baptist concerning Christ, still teaching his pre-existent subsistence extending throughout the whole world according to rational souls, when he says: 'In your midst stands one whom you do not know, who comes after me, of whom I am not worthy to loose the strap of his sandal.' And consider whether, because the heart is in the middle of the whole body, and the ruling faculty is in the heart, according to the reason within each person it is possible to understand the saying 'In your midst stands one whom you do not know.'
2:216
Τετάρτη δὲ πρὸς τούτοις μαρτυρία Ἰωάννου περὶ Χριστοῦ ἤδη καὶ τὸ ἀνθρώπινον αὐτοῦ πάθος ὑπογράφουσα, ὅτε λέγει· Ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὑτός ἐστιν ὑπὲρ οὑ ἐγὼ εἶπον ὅτι ὀπίσω μου ἔρχεται ἀνὴρ ὅς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μοι· ἦν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανε- ρωθῇ τῷ Ἰαραήλ, διὰ τοῦτο ἠλθον ἐγὼ ἐν ὕδατι βαπτίζων
第四段,此外還有約翰論及基督的一段見證,此時已開始描繪出他人性的受難;那時他說:『看哪,神的羔羊,除去世人罪孽的!這就是我曾論及的那位,說:有一位在我以後來的,反成了在我以前的,因他本來在我以前。我先前不認識他,但為要叫他顯明給以色列,所以我來用水施洗。』
Fourth, in addition to these, is the testimony of John concerning Christ, already sketching out his human suffering as well, when he says: 'Behold the Lamb of God, who takes away the sin of the world. This is he of whom I said, after me comes a man who has come to be before me, because he was before me; and I did not know him, but that he might be made manifest to Israel, for this reason I came baptizing in water.'
2:217
Καὶ πέμπτη μαρτυρία ἀναγέγραπται κατὰ τὸ Τεθέαμαι τὸ πνεῦμα καταβαπῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ αὐτόν· κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· Ἐφ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὑτός ἐστιν ὁ βαπτίζων έν Πνεύματι ἁγίῳ * *. κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα κα ὅτι οὑτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ
還記載有第五段見證,根據這段經文:『我曾看見聖靈彷彿鴿子從天降下,住在他身上;我先前不認識他,只是那差我來用水施洗的、對我說:你看見聖靈降下來,住在誰身上,誰就是用聖靈施洗的……。我看見了,就作見證說:這是神的兒子。』
And a fifth testimony is recorded, according to the passage: 'I have beheld the Spirit descending as a dove from heaven, and it remained upon him; and I did not know him, but he who sent me to baptize in water, that one said to me: Upon whomever you see the Spirit descending and remaining upon him, this is the one who baptizes in the Holy Spirit …… . And I have seen, and have borne witness that this is the Son of God.'
2:218
Ἕκτον δὲ μαρτυρεῖ τῷ χριστῷ ἐπὶ δύο μαθητῶν ὁ Ἰωάννης, ὅτε ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· Ἴδε ὁ ἁμνὸς τοῦ θεοῦ. μεθ ἣν μαρτυρίαν, ἀκουσάντων τῶν δύο μαθητῶν τοῦ Ἰωάννου καὶ ἀκολουθησάτων τῷ Ἰησοῦ, στραφεὶς ὁ Ἰησοῦς καὶ θεασάμενος τοὺς δύο ἀκολουθοῦντας ἀποκρίνεται λέγων Τί ζητεῖτε
第六,約翰在兩個門徒面前為基督作見證,那時他注視著行走中的耶穌,說:『看哪,神的羔羊。』在這見證之後,約翰的兩個門徒聽見了,就跟隨耶穌;耶穌轉過身來,看見他們兩人跟著,就回答說:『你們要什麼?』
Sixth, John bears witness to Christ in the presence of two disciples, when, looking upon Jesus as he walked, he says: 'Behold the Lamb of God.' After this testimony, when the two disciples of John had heard it and had followed Jesus, Jesus turned and, seeing the two following, answers, saying: 'What do you seek?'
2:219
καὶ τάχα οὐ μάτην μετὰ ἕξ μαρτυρίας παύεται μὲν ὁ Ἰωάννης μαρτυρῶν, Ἰησοῦς δὲ κατὰ τὸ ἕβδομον προτείνει τὸ Τί ζητεῖτε; πρέπουσα δὲ ὠφελη- μένοις ὑπὸ τῆς Ἰωάννου μαρτυρίας ἡ φωνὴ ἀναγορεύουσα τὸν χριστὸν διδάσκαλον καὶ ὁμολογοῦσα τὸ οἰκητήριον ποθεῖν θεάσασθαι τοῦ υἱοῦ τοῦ θεοῦ· φασὶ γὰρ αὐτῷ· Ῥαββὶ (ὅ λέγεται μεθερμηνευόμενον Διδάσκαλε), ποῦ μένεις; καὶ ἐπεὶ πᾶς ὁ ζητῶν εὑρίσκει, ζητήσασι τὴν Ἰησοῦ μονὴν τοῖς Ἰωάννου μαθηταῖς ὑποδείκνυσι, λέγων αὐτοῖς. Ἔρχφεσθε καὶ ὄψεσθε, τάχα διὰ τοῦ μὲν Ἔρχεσθε ἐπὶ τὸ πρακτικὸν κὸν αὐτοὺς παρακαλῶν, διὰ δὲ τοῦ Ὄψυεθε τὴν ἀκολουθοῦσαν τῇ κατορθωσιε τῶν πράξων θεωρίαν πάντως ἔσεσθαι τοῖς βουλομένοις ὑπογράφων, γινομένην ἐν τῇ τοῦ Ἰησοῦ μονῇ
也許並非毫無緣故,在六次見證之後,約翰便停止作見證,而耶穌則在第七次提出『你們要什麼?』這個問題。而蒙約翰見證所造益的人,說出這樣的話也是合宜的:稱基督為老師,並承認自己渴望看見神兒子的居所;因為他們對他說:『拉比』(翻譯出來就是『老師』),『你住在哪裡?』既然凡尋求的就尋見,耶穌便向那尋求他居所的約翰門徒指明,對他們說:『你們來看。』或許藉『你們來』一詞,是在勸勉他們踏上實行之路;藉『你們(將要)看』一詞,則是在描繪出:凡在正確行為得以成就之後所隨之而來的靜觀默想,必然臨到那願意的人,並且是發生在耶穌所居住的地方。
And perhaps it is not without reason that, after six testimonies, John ceases bearing witness, while Jesus, as the seventh, puts forward the question, 'What do you seek?' Fitting, indeed, for those who had been benefited by John's testimony, is the utterance proclaiming Christ as teacher and confessing their longing to see the dwelling place of the Son of God; for they say to him: 'Rabbi' (which, being interpreted, means Teacher), 'where do you dwell?' And since everyone who seeks finds, to John's disciples who sought Jesus' dwelling he points it out, saying to them: 'Come and see' — perhaps by 'Come' exhorting them toward the practical life, and by 'You will see' indicating that the contemplation which follows upon the accomplishment of right deeds will certainly belong to those who desire it, coming to be in the dwelling place of Jesus.
2:220
προὔκειτο δὲ τοῖς ζητήσασι ποῦ μένει Ἰησοῦς, ἀκολουθήσασι τῷ διδασκάλῳ καὶ θεασαμένοις, παραμεῖναι τῷ Ἰησοῦ καὶ τὴν ἡμέραν ἐκείνην συνδιατρῖψαι τῷ υἱῷ τοῦ Μοῦ. ἐπεὶ δὲ ὁ δέκατος ἀριθμὸς τετήρηται ὡς ἅγιος, οὐκ ὀλίγων μυστηρίων ἐν τῇ δεκάδι ἀνγραφομένων γεγονέναι, νοητέον οὐ μάτην καὶ ἐν τῷ εὐαγγελίῳ τὴν δεκάτην ἀναγρίαφεσθαι ὥραν τῆς τῶν Ἰωάννου μαθητῶν παρὰ τῷ Ἰησοῦ καταγωγῆς, ὡς Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου ἦν ὅτις ὅστις ὠφεληθεὶς ἐν τῷ παραμεμενηκέναι τῷ Ἰησοῦ, εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα τάχα (τάχα πρότερον οὐχ εὕρητο) φησὶν εὑρηκέναι τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός
對那些尋求耶穌住在哪裡、又跟隨老師並且已經看見的人來說,接下來就是要與耶穌同住,並在那一天與神的兒子同度時光。既然十這個數目被視為神聖,並且經記載,與十有關的奧祕不在少數,那麼便應當理解:福音書記載約翰的門徒在耶穌那裡投宿的時辰是第十時,這也不是毫無緣故的;正如西門彼得的兄弟安得烈,就是那因與耶穌同住而得了益處的人,找到了自己的兄弟西門——也許(也許在此之前他還沒找到他)——就對他說,他已經找到了彌賽亞,翻譯出來就是基督。
It lay before those who had sought where Jesus dwelt, and had followed the Teacher and had seen his dwelling, to remain with Jesus and to spend that day together with the Son of God. And since the number ten is observed to be holy, not a few mysteries being recorded as having occurred in connection with the decad, it must be understood that it is not without purpose that the Gospel also records the tenth hour of the lodging of John's disciples with Jesus — as Andrew, the brother of Simon Peter, was one who, having been benefited by remaining with Jesus, upon finding his own brother Simon — perhaps (perhaps he had not found him before) — says that he has found the Messiah, which, being interpreted, is Christ.
2:221
ἐπεὶ γὰρ ὁ ζητῶν εὑρίσκει, ἐζήτησε δὲ ποῦ μένει ὁ Ἰησοῦς, καὶ ἀκολουθήσας, θεωρήσας αὐτοῦ τὴν μονήν, παραμένει τῷ κυρίῳ ἐν τῇ δεκάτῃ ὥρᾳ καὶ εὑρίσκει τὸν υἱὸν τοῦ θεοῦ, τὸν λόγον καὶ τὴν σοφίαν, βασιλεύεταί τε ὑπ αὐτοῦ, διὰ τοῦτό φησιν· Εὐρήκαμεν τὸν Μεσσίαν. αὕτη δὲ ἡ φωνὴ ὑπὸ παντὸς ἄν λέγοιτο τοῦ τὸν τοῦ θεοῦ λόγου εὑρηκότος καὶ ὑπὸ τῆς θειότητος αὐτοῦ βασιλευομέ- νου
因為凡尋求的就尋見;他尋求耶穌住在哪裡,跟隨之後,看見了他的居所,就在第十時與主同住,並找到了神的兒子——那道與智慧——並且被他所君王般地治理;正因如此,他說:『我們找到了彌賽亞。』這句話,凡是找到了神的道、並被他的神性君王般治理的人,都可以這樣說。
For since he who seeks finds, and he sought where Jesus dwelt, and having followed and beheld his dwelling place, remains with the Lord at the tenth hour, and finds the Son of God, the Word and Wisdom, and is ruled as king by him — for this reason he says: 'We have found the Messiah.' This utterance might be spoken by everyone who has found the Word of God and is ruled as king by his divinity.
2:222
καρπὸν δὲ εὐθέως προσάγει τὸν ἀδελφὸν τῷ χριστῷ, ᾧ Σίμωνι ἐχαρίσατο ὁ Ἰησοῦς τὸ ἐμβλέψαι αὐτῷ, ὅπερ ἐστὶ διὰ τοῦ ἐμβλέψαι ἐπισκοπῆσαι καὶ φωτίσαι αὐτοῦ τὸ ἡγεμονικόν· καὶ δεδύνηται διὰ τὸ ἐμβεβλεφέναι αὐτῶ τὸν Ἰησοῦν ὁ Σίμων βεβαιωθῆναι, ὥστε τοῦ ἔργου τῆς βεβαιότητος καὶ τῆς στερρότητος ἐπώνυμος γενέσθαι καὶ κληθῆναι Πέτρος
他立刻結出果子,把兄弟引到基督面前;而耶穌則恩賜給西門一個「注視」——這注視,就是藉著注視去監察、去光照他那主導的機能;正因耶穌注視了他,西門便得以被堅固,以致因這堅實與穩固的工作而得了名號,被稱為彼得。
And immediately he brings forth fruit, presenting his brother to Christ — to whom, that is to Simon, Jesus granted the favor of looking upon him, which is, through the act of looking upon him, to oversee and to illuminate his ruling faculty; and because Jesus had looked upon him, Simon was made able to be confirmed, so that he became named after the work of firmness and steadfastness, and was called Peter.
2:223
Ἀλλ ἐρεῖ τις, τί δήποτε προκειμένου διηγήσασθαι τὸ Οὑτος ἦλθεν Ι εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός πάντα ταῦτα διεξεληλύθαμεν; λεκτέον δέ, ὅτι ἔδει παραστῆσαι τὰς μαρτυρίας τοῦ Ἰωάννου τὰς περὶ τοῦ φωτός, καὶ τὴν τάξιν αὐτῶν ἐκθέσθαι τήν τε ἀκολουθήσασαν οἷς ἐμαρτύρησεν ὠφέλειαν. γενομένην μετὰ τὴν Ἰωάννου μαρτυρίαν ἀπὸ τοῦ Ἰησοῦ, ἴνα τὸ ἀνύσιμον τῆς Ἰωάννου μαρτυρίας δηλωθῇ
但也許有人會問:既然我們原先要說明的是『這人來,為要作見證,好叫他為那光作見證』,為何卻談了這麼多事情?應當這樣回答:有必要陳明約翰關於那光的種種見證,並闡明它們的次序,以及在約翰作見證之後、從耶穌那裡臨到那些蒙他見證之人的益處,好使約翰見證的果效得以彰顯。
But someone will say: why, when it was proposed to explain 'This one came for a testimony, that he might bear witness concerning the light,' have we gone through all these matters? It must be said that it was necessary to set forth the testimonies of John concerning the light, and to expound their order, as well as the benefit that followed, coming from Jesus after John's testimony, upon those to whom he bore witness, in order that the effectiveness of John's testimony might be made evident.
2:224
καὶ πρὸ τῶν ἐνταῦθα δὲ μαρτυριῶν ἡ ἐν τῇ ἀγαλλιάσει σκίρτησις τοῦ βαπτιστοῦ ἐν τῇ κοιλίᾳ τῆς Ἐλισάβετ ἐπὶ τῷ ἀσπασμῷ τῆς Μαρίας μαρτυρία περὶ Χριστοῦ ἠν, μαρτυροῦν- τος τῇ θειότητι τῆς συλλήψεως καὶ γενέσεως αὐτοῦ. καὶ τί γὰρ ἢ πανταχοῦ μάρτυς καὶ πρόδρομος τοῦ Ἰησοῦ ἐστιν ὁ Ἰωάννης, προλαμβάνων τὴν γένεσιν αὐτοῦ καὶ πρὸ ὀλίγου τοῦ θανάτου ἀποθνήσκων τοῦ υἱοῦ τοῦ θεοῦ, ἵνα μὴ μόνον τοῖς έν γενέσει ἀλλὰ καὶ τοῖς προσδοκῶσι τὴν διὰ Χριστοῦ ἀπὸ θανάτου ἐλευθερίαν πρὸ τοῦ χριστοῦ ἐπιδημῶν, πανταχοῦ ἑτοιμάσῃ κυρίῳ λαὸν κατεσκευασμένον; φθάνει δὲ καὶ ἐπὶ τὴν δευτέραν Χριστοῦ παρουσίαν καὶ θειοτέραν ἡ Ἰωάννου μαρτυρία· Εἰ γὰρ θέλετε, φησί, δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω
而且,甚至在此處所述諸見證之前,施洗者在以利沙伯腹中、因馬利亞的問安而歡喜跳躍,本身就是一段關於基督的見證,見證他受孕與降生的神聖性。事實上,約翰豈不正是處處作耶穌的見證人與先鋒嗎?他預先於耶穌的降生,又在神的兒子死前不久便先死去,為的是要在基督之先降臨於世,不僅為那些已經在世的人,也為那些期盼藉基督脫離死亡之自由的人,處處為主預備一群齊備的百姓。而約翰的見證,甚至延及基督第二次、更為神聖的降臨:他說:『你們若肯領受,這人就是那應當來的以利亞。有耳可聽的,就應當聽。』
And even before the testimonies mentioned here, the leaping for joy of the Baptist in the womb of Elizabeth at the greeting of Mary was a testimony concerning Christ, bearing witness to the divinity of his conception and birth. For indeed, what else is John everywhere but a witness and forerunner of Jesus, anticipating his birth, and dying a little before the death of the Son of God, so that, entering the world before Christ, he might everywhere prepare for the Lord a people made ready — not only for those already in existence, but also for those awaiting the freedom from death that comes through Christ? And John's testimony reaches even to Christ's second and more divine coming: 'For if you are willing to accept it,' he says, 'he himself is Elijah who is to come. He who has ears to hear, let him hear.'
2:225
Οὔσης δὲ ἀρχῆς, ἐν ᾗ ὁ λόγος (ἥντινα σοφίαν εἶναι ἀπὸ τῶν Παροιμιῶν ἀπεδείξαμεν), ὄντος δὲ καὶ τοῦ λόγου, γενομένης τε ἐν τούτῳ ςωῆς, τῆς τε ζωῆς τυγχανούσης φωτὸς ἀνθρώπων, ζητῶ τί δήποτε ὁ γενόμενος ἄνδρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ᾧ ὄνομα Ἰωάννης, ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός
既然有一個『起初』,在其中有『道』(我們已從《箴言》證明,這道即是智慧),既然道存在,並且生命在他裡面成了,而這生命又正是人的光,那麼我要問:那受神差遣、名叫約翰、被造出來的人,究竟為何而來作見證,為要見證那光呢?
Now since there was a beginning, in which was the Word (which we have shown, from Proverbs, to be Wisdom), and since the Word also existed, and life came to be in him, and this life was the light of men, I ask why in the world the man who came into being, sent from God, whose name was John, came for a testimony, that he might bear witness concerning the light.
2:226
διὰ τί γοῦν οὐχ ἵνα μαρτυρήσῃ περὶ τῆς ζωῆς, ἢ ἵνα μαρτυρήσῃ περὶ τοῦ λόγους, ἢ Μερὶ τῆς αρχῆς, ἢ ὁποιασδήποτε ἄλλης ἐπινοίας τοῦ χριστοῦ; ἐπίσκεψαι δὲ εἰ μή, ἐπεὶ ὁ λαὸς ὁ καθήμενος ἐν σκότῳ φῶς εἶδε μέγα, καὶ ἐπεὶ τὸ φῶς έν τῇ σκοτίᾳ φαίνε μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, οἱ έν ἐν σκότῳ τυγχάνοντες δέονται φωτός, τοῦτ' ἔστιν οἱ ἀνθρωποι
那麼,為何不是為要見證生命,或為要見證道,或為要見證起初,或基督的任何其他名號呢?你且思量:是否因為,那坐在黑暗中的百姓看見了大光,又因為光照在黑暗裡,黑暗卻不能勝過它,所以那些身處黑暗中的人,也就是人類,正需要光呢?
Why, then, is it not that he might bear witness concerning the life, or that he might bear witness concerning the Word, or concerning the beginning, or concerning whatever other title of Christ? Consider whether it is not because — since the people sitting in darkness saw a great light, and since the light shines in the darkness and is not overtaken by it — those who happen to be in darkness are in need of light, that is, human beings.
2:227
εἰ γὰρ τὸ φῶς τῶν ἀνθρώπων ἐν τῇ σκοτίᾳ φαίνει, ἔνθα οὐδαμῶς ἐνέργεια σκοτίας τυγχάνει, τυγχάνει, ἐπινοιῶν τοῦ χριστοῦ κοινωνήσομεν, νῦν κυρίως καὶ κατὰ τὸ ἀκριβὲς οὐ μετέχοντες αὐτῶν. Πῶς γὰρ μετέχομεν ζωῆς οἱ ἔτι τὸ σῶμα τοῦ θανάτου περικείμενοι, ὡν ἡ ζωὴ κέδρυπται σὺν τῷ χριστῷ ἐν τῷ θεῷ; ὅταν γὰρ ὁ χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ἡμεῖς σὺν αὐτῷ φανερωθησόμεθα ἐν δόξῃ, οὐχ
因為,若人的光照在黑暗中——那裡絕無黑暗的作用可言——我們就要與基督其餘的名號有分了;如今則嚴格精確而論,我們尚未真正有分於它們。因為我們這仍披戴著死亡之身體的人,怎能有分於生命呢?我們的生命原是與基督一同藏在神裡面的。因為當基督(我們的生命)顯現的時候,那時我們也要與他一同顯現在榮耀裡——並非
For if the light of men shines in the darkness, where the working of darkness in no way occurs, we shall then share in the remaining titles of Christ, not now properly and precisely partaking of them. For how do we partake of life, we who still bear about us the body of death, we whose life is hidden with Christ in God? For when Christ, who is our life, is manifested, then we too shall be manifested with him in glory — not
2:228
οἷόν τε οὖν ἦν τὸν ἐλθόντα μαρτυρῆσαι περὶ τῆς ζωῆς τῆς ἔτι κρυπτομένης σὺν τῷ χριστῷ ἐν τῷ θεῷ· ἀλλ' οὐδὲ ἠλθεν εἰς μαρτυρίαν, ἕνα μαρτυρήσῃ περὶ τοῦ λόγου, λόγον ἡμῶν νοούντων τὸν ἐν ἀρχῇ πρὸς τὸν θεὸν καὶ θεὸν λόγου· ἐπὶ γῆς γὰρ ὁ λόγος σὰρξ ἐγένετο. καὶ ἦν ἂν μαρτυρίαι εἰ καὶ ἐδόκει περὶ περὶ τοῦ λόγου κυρίως ἂν λεχθησομένη ἡ περὶ λόγου γενομένου σαρκός, οὐχὶ δὲ λόγου θεοῦ· διόπερ οὐκ ἦλθεν, ἴνα μαρτυρήσῃ περὶ τοῦ λόγου
他所來原是可以為那仍與基督一同藏在神裡面的生命作見證的;但他甚至也不是為要見證道而來作見證的——這裡所謂『道』,是指那起初與神同在、且為神的那道;因為道在地上成了肉身。若真有這樣一段見證,即便看似是論及道本身,嚴格說來,其所論的也只會是那已成肉身的道,而非作為神的道;正因如此,他來,並不是為要見證道。
It would indeed have been possible for the one who came, to bear witness concerning the life still hidden with Christ in God; but he did not even come for a testimony, that he might bear witness concerning the Word — meaning by 'the Word' him who in the beginning was with God and was God the Word; for on earth the Word became flesh. And there would have been a testimony — even though it might seem to be properly said concerning the Word — one spoken concerning the Word who had become flesh, and not concerning the Word who is God; for this very reason he did not come, that he might bear witness concerning the Word.
2:229
πῶς δὲ μαρτυρία ἐδύνατο γίνεσθαι περὶ τῆς σοφίας τοῖς, κα/ν δοκῶσιν ἐγνωκέναι οὐ τὸ καθαρῶς ἀληθὲς κατανοοῦσιν ἀλλὰ βλέπουσι δι ἐσόπτρου καὶ ἐν ἐναἰνί ματ; εἰκὸς μέντοι γε πρὸ τῆς δευτέρας καὶ θειοτέρας Χριστοῦ ἐπιδημίας ἐλεύσεσθαι μαρτυρήσοντα τὸν Ἰωάννην ἢ Ἠλίαν περὶ ζωῆς πρὸ ὀλίγου τοῦ χριστὸν φανερωθήσεσθαι, τὴν ζωὴν ἡμῶν, καὶ τότε μαρτυρήσειν περὶ τοῦ λόγου, παραστήσειν τε τὸ περὶ τῆς σοφίας μαρτύριον. βα- σάνου δὲ δεῖται, εἰ ἐνεστιν οἷον ἡ Ἰωάννου μαρτυρία πρόδρομος ἑκάστῃ τῶν τοῦ χριστοῦ ἐπινοιῶν. ταῦτα μὲν εἰς τὸ Οὑτος ἠλθεν εἰς μαρτυρίαν, ἴνα μαρτυρήσῃ περὶ τοῦ φωτός. ἐξῆς δὲ ἐπισκεπτέον, τί δεῖ νοεῖν εἰς τὸ Ἵνα πάντες πιστεύσωσι δι αὐτοῦ
至於智慧,怎能對那些即便自以為已經認識、卻並非純粹清楚洞察真理、只是『對著鏡子觀看,模糊不清』的人,成就一段見證呢?然而,很可能在基督第二次、更為神聖的降臨之前,約翰(或以利亞)將要前來、為生命作見證——就在基督(我們的生命)將要顯現之前不久——並且那時他也要為道作見證,並提出關於智慧的見證。至於約翰的見證是否也能如此,成為基督每一個名號的先鋒,這一點則需要仔細考察。以上便是我們對『這人來,為要作見證,好叫他為那光作見證』的解說。接下來,就當考察『叫眾人因他可以相信』這句話該如何理解。
But how could a testimony concerning Wisdom come to be for those who, even if they seem to have known it, do not perceive the purely true reality, but see through a mirror and in a riddle? It is likely, however, that before Christ's second and more divine coming, John or Elijah will come to bear witness concerning life, a little before Christ, our life, is manifested; and that he will then bear witness concerning the Word, and will present the testimony concerning Wisdom as well. It requires examination, however, whether John's testimony can, in this way, be a forerunner to each of the titles of Christ. These, then, are our remarks on 'This one came for a testimony, that he might bear witness concerning the light.' Next, we must examine what one ought to understand by 'that all might believe through him.'
← 上一段
← 第 1 章第 4 章 →
12456101319202832

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。