📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 教會史

索佐門

教會史 第 1 章 第 15/28 段

希臘文原文.174 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2319–1:2492(全章共 4787 節)

← 上一段下一段 →
1:2319
Αλεξανδρέας ἐπιστολῇ δόξας χαλεπαίνειν
亞歷山大人時,他顯得頗為惱怒,
the Alexandrians, to have shown displeasure,
1:2320
μέχρι δὲ γραμμάτων μόνον ἐμέμψατο καὶ τὴν τιμωρίαν συνεχώρησεν, αἰδοῖ, φησί, τῇ πρὸς Σάραπιν τὸν αὐτῶν πολιοῦχον καὶ Αλέξανδρον τὸν οἰκιστὴν καὶ Ιουλιανὸν τὸν αὐτοῦ θεῖον, ὃς πρὸ τούτου Αἰγύπτου καὶ τῆς Αλεξανδρείας ἦρξεν, ἀνὴρ ἐς τὰ μάλιστα Ελληνισμῷ χαίρων καὶ τοὺς Χριστιανοὺς ὑπερφυῶς μισῶν, ὡς τό γε κατ' αὐτόν, ὑπεναντίον τῆς τοῦ κρατοῦντος γνώμης, καὶ μέχρις αἵματος κακῶς παθεῖν τοὺς Χριστιανούς
但他僅止於以書信責備,並赦免了應得的懲罰,他說,這是出於對他們城邦守護神撒拉皮斯、建城者亞歷山大,以及他自己的叔父儒略的敬重——這位儒略在此之前曾治理埃及與亞歷山大城,是個極其醉心於希臘教、又對基督徒恨之入骨的人,以致就其個人而言,竟違背在位皇帝的旨意,使基督徒遭受苦害,甚至流血。
but he blamed them only by letter and remitted the punishment, out of reverence, he says, for Sarapis their city's guardian deity, and for Alexander the founder, and for Julian his own uncle, who had previously governed Egypt and Alexandria — a man who delighted exceedingly in Hellenism and hated the Christians beyond measure, so that, as far as lay in his power, contrary to the reigning emperor's own judgment, the Christians suffered ill even unto blood.
1:2321
Λέγεται γοῦν σπουδάζοντος αὐτοῦ τότε ἀφελέσθαι καὶ εἰς τοὺς βασιλέως μεταθέσθαι θησαυροὺς πλεῖστα ὄντα καὶ τιμιώτατα τὰ ἀναθήματα τῆς Αντιοχέων Σύρων ἐκκλησίας καὶ τοὺς εὐκτηρίους τόπους ἀποκλεῖσαι, φυγεῖν μὲν πάντας τοὺς κληρικούς, μόνον δὲ Θεοδώρητον τὸν πρεσβύτερον μὴ ὑποχωρῆσαι τῆς πόλεως·
據說,當時他正竭力要奪取敘利亞安提阿人教會裡數量極多、極為貴重的奉獻祭器,運交皇室府庫,並封閉祈禱場所;於是眾聖職人員皆逃亡,唯獨長老提阿多雷圖並未離開該城;
It is said, at any rate, that while he was then eager to remove and transfer to the imperial treasuries the very numerous and most precious offerings of the church of the Syrians at Antioch, and to close the houses of prayer, all the clergy fled, but only Theodoretus the presbyter did not withdraw from the city;
1:2322
ὃν ὡς φύλακα τῶν κειμηλίων τὴν τούτων γνῶσιν καταμηνῦσαι δυνάμενον συλλαβὼν δεινῶς ᾐκίσατο·
他將提阿多雷圖視為能夠透露那些寶物下落的守護者,將其逮捕,施以殘酷的拷打;
whom, as the guardian of the treasures who was able to disclose knowledge of them, he seized and cruelly tortured;
1:2323
καὶ τὸ τελευταῖον ἀναιρεθῆναι ξίφει προσέταξε, παρὰ πᾶσαν τὴν βάσανον ἀνδρείως ἀποκρινάμενον.. καὶ ἐν ταῖς ὑπὲρ τοῦ δόγματος ὁμολογίαις εὐδοκιμηκότα
最後下令用刀將他處死,因為他在整個酷刑期間都英勇地應答,並在為教義所作的信仰告白中表現卓著。
and at last he ordered him to be put to death by the sword, since throughout all the torture he had answered courageously and had distinguished himself in his confessions on behalf of the doctrine.
1:2324
ἐπεὶ δὲ τὰ ἱερὰ σκεύη ἐληίσατο, περιστρέψας αὐτὰ κατὰ τοῦ ἐδάφους ἐπετώθασε, καὶ βλασφημήσας ὅσα γε ἠβούλετο τὸν Χριστὸν ἐκάθισεν ἐπ' αὐτῶν καὶ τὴν ὕβριν ἐπηύξησεν
當他掠奪了聖器之後,便把它們翻倒在地上加以嘲弄,又極盡褻瀆基督之能事,坐在其上,更加深了那份羞辱。
When he had plundered the sacred vessels, he turned them over onto the ground and mocked them, and having blasphemed Christ as much as he pleased, he sat upon them and increased the outrage.
1:2325
αὐτίκα δὲ τὸ αἰδοῖον καὶ τοὺς ἀμφὶ τοῦτο ἀναγκαίους πόρους διεφθάρη·
他的陰部及其周圍必要的通道當即腐壞;
Immediately his private parts, and the necessary passages around them, were destroyed;
1:2326
κατασαπεῖσαί τε αἱ τῇδε σάρκες εἰς σκώληκας μετέβαλον, καὶ τὸ.. πάθος ἐκράτει τῆς τῶν ἰατρῶν τέχνης
該處的肌肉腐爛後化生蛆蟲,這病症竟使醫術也束手無策。
and the flesh there, having rotted, turned into worms, and the malady overpowered the physicians' art.
1:2327
καὶ μέντοι τῇ πρὸς βασιλέα αἰδοῖ καὶ δέει διὰ παντοδαπῆς φαρμάκων πείρας ἐληλύθεσαν·
然而,出於對皇帝的敬畏與恐懼,他們仍嘗試了各種藥方;
And indeed, out of reverence and fear toward the emperor, they had resorted to every kind of trial of remedies;
1:2328
πολυτίμους τε καὶ πίονας ὄρνεις θύοντες, τῷ τούτων λίπει τὰ διεφθορότα μόρια ἐπέπλαττον καὶ εἰς τὴν ἐπιφάνειαν ἐξεκαλοῦντο τοὺς σκώληκας
他們宰殺珍貴肥美的飛禽,用其油脂塗抹在潰爛的部位上,引誘蛆蟲爬到表面來,
sacrificing costly and fat birds, they smeared the corrupted parts with their fat, and drew the worms out to the surface,
1:2329
ἐν βάθει γὰρ κατακρυπτόμενοι πρὸς τὰς ζώσας σάρκας εἷρπον, καὶ ἐσότε αὐτὸν.. ἀνεῖλον, οὐ διέλιπον κείροντες
因為蛆蟲深藏其中,爬向仍活著的肌肉,直到最終要了他的命,始終不停地啃噬。
for hiding deep within, they crept toward the living flesh, and until they finally killed him, they did not cease their gnawing.
1:2330
ἐδόκει δὲ κατὰ θεομηνίαν τοιαύτῃ χρήσασθαι συμφορᾷ, καθότι καὶ τῶν βασιλικῶν ταμιείων φύλαξ καὶ ἄλλοι τινὲς τῶν ἐν τοῖς βασιλείοις ἄρχειν ἐπιτετραμμένων, νεανιευσάμενοι κατὰ τῆς ἐκκλησίας, παραδόξως καὶ ἐλεεινῶς τὸν βίον κατέλυσαν, ὡς ὑπὸ θείας ὀργῆς καταδικασθέντες
此事看來乃是出於神的譴責而遭此災禍,因為皇室府庫的守衛以及宮中其他一些受命掌權者,曾放肆妄為地與教會作對,後來也都以離奇而可悲的方式結束了性命,彷彿是被神的忿怒定了罪一般。
It seemed that he suffered this calamity by divine wrath, since also the keeper of the imperial treasuries and certain others of those entrusted with authority in the palace, who had acted insolently against the Church, ended their lives strangely and pitiably, as though condemned by divine anger.
1:2331
Επεὶ δὲ εἰς τοῦτο προήχθην λόγου καὶ τὴν Γεωργίου καὶ Θεοδωρήτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν·
既然我的敘述已進行到此,並已述及喬治與提阿多雷圖之死,我想這正是時候,提及尤西比烏、內斯塔布斯與芝諾這三兄弟。
Since I have been led on to this point in my narrative, and have related the deaths of George and Theodoretus, I think it a fitting time to make mention of the brothers Eusebius, Nestabus, and Zenon;
1:2332
οὓς Χριστιανοὺς ὄντας κατὰ τοῦτο μισῶν τῶν Γαζαίων δῆμος οἴκοι κρυπτομένους συνελάβοντο καὶ δεσμωτη.. ρίῳ τὰ πρῶτα παρέδοσαν καὶ ἐμαστίγωσαν
迦薩的民眾因他們是基督徒而憎恨他們,便在他們藏匿家中時將其捕獲,先押送入獄,加以鞭打;
whom, hating them for being Christians on this account, the populace of Gaza seized while they were hiding at home, and first delivered them to prison and scourged them;
1:2333
ἔπειτα συνελθόντες εἰς τὸ θέατρον πλεῖστα αὐτῶν κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει τοῦ Ελληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων
隨後民眾聚集到劇場,對他們大肆叫囂,指控他們曾對聖物行不法之事,並在過去曾利用職權來摧毀、羞辱希臘教。
then, having assembled in the theater, they cried out loudly against them, as men who had done mischief to the sacred things and had, in time past, made use of their position for the destruction and outrage of Hellenism.
1:2334
ἐν δὲ τῷ κεκραγέναι καὶ παροτρύνειν ἀλλήλους εἰς τὸν κατ' αὐτῶν.. φόνον ἐνεπλήσθησαν θυμοῦ
他們一邊呼喊、一邊互相煽動要將這幾人處死,情緒因而變得怒火中燒。
And while crying out and urging one another on to murder them, they were filled with rage.
1:2335
καὶ παρακελευσάμενοι ἑαυτοῖς, οἷά γε δῆμος στασιάζων εἴωθε, κατέδραμον εἰς τὸ δεσμωτήριον·
他們彼此鼓譟,一如騷亂的群眾常有的作法,便衝向監獄;
And having incited one another, as a rioting mob is wont to do, they rushed down to the prison;
1:2336
καὶ ἐξαγαγόντες αὐτοὺς ὠμότατα διεχρήσαντο πῇ μὲν πρηνεῖς, πῇ δὲ ὑπτίους ἕλκοντες καὶ τῷ ἐδάφει προσρηγνύντες καὶ ἔτυχον παίοντες, οἱ μὲν λίθοις, οἱ δὲ ξύλοις, ἄλλοι δὲ.. ἄλλοις τισὶ τοῖς ἐπιτυχοῦσιν
把他們拖出來後,極其殘忍地加以殺害,時而俯身拖行,時而仰身拖行,將其摔碰在地面上,隨手抓到什麼便用什麼來擊打,有人用石頭,有人用木棍,還有人用其他隨手可得的東西。
and having dragged them out, they treated them most savagely, dragging them now face down, now face up, and dashing them against the ground, and striking them with whatever came to hand, some with stones, others with sticks, and still others with other random objects;
1:2337
ἐξιοῦσαι ταῖς κερκίσιν αὐτοὺς κατεκέντουν καὶ τῶν ἐπ' ἀγορᾶς μαγείρων οἱ μὲν ὕδατι θερμῷ κοχλάζοντας τοὺς λέβητας ἐξαρπάζοντες τῶν.. χυτροπόδων κατέχεον, οἱ δὲ τοῖς ὀβελίσκοις διέπειρον
婦女們也出來用織梭刺他們,市集裡的廚子有的從三腳架上搶下滾沸的熱水鍋,澆淋在他們身上,有人則用烤肉叉將他們刺穿。
Women coming out pierced them with weaving-shuttles, and of the cooks in the market some, snatching up cauldrons boiling with hot water from the tripods, poured it over them, while others pierced them through with spits.
1:2338
ἐπεὶ δὲ αὐτοὺς διεσπάραξαν καὶ τὰς κεφαλὰς ἔθλασαν, ὡς καὶ τὸν ἐγκέφαλον χαμαὶ ῥεῖν, ἤγαγον πρὸ τοῦ ἄστεως, τὰ ἀποθνήσκοντα τῶν ἀλόγων ζῴων ῥίπτειν εἰώθεσαν·
等到眾人把他們撕裂、又打碎他們的頭顱,以致腦漿流淌滿地之後,便將他們抬到城外,那個平常拋棄病死牲畜屍體的地方;
And when they had torn them to pieces and crushed their heads, so that even the brain flowed onto the ground, they carried them out before the city, to the place where they were accustomed to throw the carcasses of dead animals;
1:2339
καὶ πῦρ ἀνάψαντες ἔκαυσαν αὐτῶν τὰ σώματα·
又點起火來,焚燒他們的屍體;
and having kindled a fire, they burned their bodies;
1:2340
καὶ τὰ περιλειφθέντα τῶν ὀστέων, ὅσα μὴ τὸ πῦρ ἐδαπάνησε, τοῖς ἐρριμμένοις αὐτόθι καμήλων τε καὶ ὄνων ὀστέοις ἀνέμιξαν, ὥστε μὴ ῥᾳδίαν αὐτῶν εἶναι τὴν εὕρεσιν
剩下未被火焚盡的骨頭,他們便與棄置在那裡的駱駝與驢子的骨頭混雜在一起,使人難以尋獲。
and the bones that remained, as many as the fire had not consumed, they mixed with the bones of camels and asses lying there, so that it should not be easy to find them.
1:2341
ἔλαθέ γε μὴν οὐκ ἐπὶ πολύ·
然而,此事並沒有隱瞞太久;
Yet it did not remain hidden for long;
1:2342
γυνὴ γάρ τις Χριστιανὴ οὐκ ἀπὸ Γάζης οὖσα, ἀλλ' ἐνθάδε τὴν οἴκησιν ἔχουσα, κατὰ θείαν σύνταξιν ἀνελέξατο ταῦτα νύκτωρ, καὶ ἐμβαλοῦσα χύτρᾳ Ζήνωνι τῷ αὐτῶν ἀνεψιῷ φυλάττειν ἔδωκεν
因為有一位並非迦薩本地人、卻居住在那裡的基督徒婦女,依照神的安排,在夜間把這些遺骸收集起來,裝入一只瓦罐,交給他們的表親芝諾保管。
for a certain Christian woman, who was not a native of Gaza but had her dwelling there, by divine arrangement gathered these remains up by night, and putting them into a jar, gave them to Zenon, their cousin, to keep;
1:2343
ὧδε γὰρ ἐν τοῖς ὀνείροις ἔχρησεν θεός, καὶ τὸν ἄνδρα τῇ γυναικὶ κατεμήνυσεν διάγοι·
原來神曾在夢中如此指示,並向這婦人啟示了那人所在之處;
for thus God had revealed in dreams, and disclosed to the woman where the man was living;
1:2344
καὶ πρὶν ἰδεῖν ἐπέδειξε, καθότι ἀγνὼς ἦν αὐτῇ καὶ προσφά.. τως τοῦ διωγμοῦ κεκινημένου ἐκρύπτετο
在她親眼見到他之前,神已先向她顯明了他,因為她原本並不認識他,而且逼迫剛剛興起,他正躲藏著;
and before she had seen him, He showed him to her, since he was unknown to her, and, the persecution having just recently arisen, he was in hiding;
1:2345
ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη·
當時他自己也險些被迦薩人捕獲殺害;
for he himself had at that time nearly been seized and killed by the people of Gaza;
1:2346
ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν καιρὸν εὑρὼν ἔφυγεν εἰς Ανθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡσεὶ σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ Ελληνισμῷ χαίρουσαν καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοη.. μένην
趁民眾正忙於殺害他表兄弟之際,他尋得機會,逃往海邊的安提頓城,該城距迦薩約二十斯塔迪翁,當時同樣醉心於希臘教,狂熱地敬奉偶像雕像。
but while the mob was occupied with the murder of his cousins, he found an opportunity and fled to the city of Anthedon, on the sea, about twenty stadia distant from Gaza, a city which at that time likewise delighted in Hellenism and was zealously devoted to the worship of its idol-images;
1:2347
καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανός, δεινῶς κατὰ νώτου ῥάβδοις ἐμαστιγώθη παρὰ τῶν Ανθηδονίων καὶ τῆς πόλεως ἐξηλάθη·
但他在那裡被人揭發是基督徒,遭安提頓人用棍棒重重鞭打背部,並被逐出城外;
but having been denounced there as a Christian, he was severely scourged on the back with rods by the people of Anthedon and was driven out of the city;
1:2348
τὸ τῶν Γαζαίων ἐπίνειον ἐλθὼν ἔλαθεν ἐκεῖσε κρυπτόμενος
他來到迦薩的港口,便隱藏在那裡,不為人知。
and coming to the port town of Gaza, he lay hidden there unnoticed.
1:2349
ἔνθα δὴ περιτυχὸν αὐτῷ τὸ γύναιον τὰ λείψανα δέδωκεν·
那位善心的婦人在那裡遇見他,便把遺骸交給了他;
There the good woman, meeting him, gave him the remains;
1:2350
δὲ τέως μὲν οἴκοι ταῦτα ἐφύλαττεν·
他起初一直把這些遺骸保存在家中;
and for the time being he kept them at home;
1:2351
ἐπεὶ δὲ τὴν αὐτόθι ἐκκλησίαν ἔλαχεν ἐπισκοπεῖν ( συνέβη δὲ τοῦτο ἐπὶ τῆς Θεοδοσίου βασιλείας), εὐκτήριον ἐδείματο οἶκον πρὸ τοῦ ἄστεως, καὶ θυσιαστήριον ἐν αὐτῷ ἐπήξατο, καὶ τὰ ὀστέα τῶν μαρτύρων ἀπέθετο πλησίον Νέστορος τοῦ ὁμολογητοῦ, ὃς τῷ βίῳ περιοῦσι τοῖς αὐτοῦ ἀνεψιοῖς συνῆν καὶ συλληφθεὶς ἅμα αὐτοῖς παρὰ τοῦ δήμου δεσμῶν καὶ.. μαστίγων ἐκοινώνησεν
後來他有幸被選為當地教會的主教(此事發生在狄奧多西在位期間),便在城外建造了一座祈禱堂,並在其中設立祭壇,把殉道者的骨骸安放在認信者尼斯托爾的墓旁——尼斯托爾在他表兄弟們尚在世時便與他們相處,並在他們一同被民眾捉拿時,也一同遭受了捆綁與鞭打。
but when it fell to his lot to become bishop of the church there (this happened in the reign of Theodosius), he built a house of prayer before the city, and set up an altar in it, and deposited the bones of the martyrs near the tomb of Nestor the confessor, who, while his cousins were still alive, had lived with them, and, having been seized together with them by the populace, had shared in their bonds and scourgings.
1:2352
ἐν δὲ τῷ ἕλκεσθαι καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες ἠλέησαν·
在他被拖行的時候,那些拖他的人見他生得俊美,便動了憐憫之心;
But while he was being dragged, those who were dragging him, seeing that he had a comely body, took pity on him;
1:2353
καὶ πρὸ τῶν πυλῶν ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν·
於是在城門前把他扔下,那時他仍在呼吸,眾人以為他必死無疑;
and before the gates they threw him down, still breathing, but expected to die;
1:2354
ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν,.. παρ' τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος ἐτελεύτησεν
後來有人把他抬起,送到芝諾那裡,他在那裡一邊治療潰瘍與傷口,一邊終告不治身亡。
and some people picked him up and carried him to Zenon, at whose house, while still being treated for his sores and wounds, he died.
1:2355
Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται βασιλεὺς ἀτιμωρήτους σφᾶς αὐτοὺς καταλιπεῖν·
迦薩人思量自己罪行之重大,十分惶恐,唯恐皇帝不肯容忍放過他們而不加懲處;
But the people of Gaza, considering the magnitude of their own crime, were greatly afraid lest the emperor would not endure to leave them unpunished;
1:2356
ἤδη γὰρ καὶ φήμη τις διεφοίτα, ὡς χαλεπῶς φέροι καὶ ἀποδεκατοῦν τὸ πλῆθος σπου.. δάζοι
當時已有傳言四起,說皇帝深以為忿,急欲對民眾施以什一之刑;
for already a rumor was circulating that he took it grievously and was eager to decimate the populace;
1:2357
ἦν δὲ ταῦτα ψεῦδος καὶ θρῦλος μόνον, ὡς εἰκός, δημώδης ὑπὸ δειλίας καὶ τοῦ συνειδέναι δεδράχασιν ἐν τοῖς πολλοῖς περιφερόμενος, ἐπειδὴ οὐδέτοῦτο δὴ τὸ πρὸς Αλεξανδρέας γεγονὸς ἐπὶ Γεωργίουοὐδὲ ἐν.. γράμμασιν ἐμέμψατο τοῖς Γαζαίοις
然而這不過是虛言與流傳於民間的謠言罷了,想必是出於他們的膽怯,以及自知所行之事而心懷愧疚所致,因為皇帝甚至連書信責備都沒有加諸迦薩人,就像先前因喬治之事對亞歷山大人所做的那樣。
but this was false, and only a rumor circulated among the common people, as is likely, owing to their cowardice and their awareness of what they had done — since he did not even, as in the case that had happened concerning George with respect to the Alexandrians, so much as rebuke the people of Gaza by letter.
1:2358
ἀλλὰ καὶ τὸν ἡγούμενον τότε τοῦ ἔθνους τὴν ἀρχὴν ἀφείλετο καὶ ἐν ὑπονοίᾳ εἶχε·
然而他確實免去了當時治理該省的行政長官的職務,並對他心存猜疑;
But indeed he even removed from office the governor who then presided over the province, and held him under suspicion;
1:2359
καὶ ἀγώγιμον ποιήσας τὸ μὴ θανάτου καταψηφίσασθαι φιλανθρωπίαν ἐλογίσατο·
他將此人拘押受審,卻自認為不判處死刑已是格外的仁慈;
and having brought him to trial, he reckoned it an act of clemency that he did not condemn him to death;
1:2360
ἐπῃτιᾶτο δὲ αὐτόν, καθότι τινὰς τῶν Γαζαίων, οἳ τῆς στάσεως καὶ τῶν φόνων ἄρξαι ἐλέγοντο, συλλαβόμενος ἐν δεσμοῖς εἶχεν, ὡς κατὰ νόμους εὐθύνας ὑφέξοντας·
他指控此人,因為此人曾逮捕了幾名據稱是這場騷亂與殺戮的主謀者、把他們囚禁起來,說是要依法審判定罪;
and he accused him because he had seized certain of the Gazans who were said to have instigated the riot and the murders, and kept them in chains, as men who would face trial according to the laws;
1:2361
τί γάρ, φησίν, ἔδει αὐτοὺς ἀπάγεσθαι, εἰ Γαλιλαίους ὀλίγους, ἀνθ' ὧν πολλὰ εἰς αὐτοὺς καὶ τοὺς θεοὺς ἠδίκησαν, ἠμύναντο; καὶ τὰ μὲν ὧδε λέγεται
皇帝說道:「他們何必要被押去問罪呢?若他們只不過是報復了幾個加利利人,以償還這些人加諸於他們與諸神的種種不義,那又何妨?」以上便是相傳的說法。
"For why," he said, "ought they to have been led away to punishment, if they merely avenged themselves on a few Galileans, in return for the many wrongs which these had done against them and against the gods?" Such, then, is what is said about this matter.
1:2362
Εν τούτῳ δὲ καὶ Ιλαρίων μοναχὸς ἐπιζητούμενος παρὰ τῶν Γα-ζαίων ἔφυγεν εἰς Σικελίαν
與此同時,修士希拉里翁也遭迦薩人搜捕,便逃往西西里;
At this time also Hilarion the monk, being sought after by the people of Gaza, fled to Sicily;
1:2363
ἔνθα δὴ ξύλα συλλέγων ἐκ τῶν ἐρήμων ὀρῶν καὶ ἐπὶ τῶν ὤμων φέρων ἐν τῇ πόλει διεπώλει·
他在那裡從荒山中撿拾柴薪,扛在肩上,拿到城裡去販賣;
there, gathering wood from the desert mountains and carrying it on his shoulders, he used to sell it in the city;
1:2364
καὶ ὅσον ἀποζῆν, τούτῳ τῷ.. τρόπῳ τὴν καθ' ἡμέραν τροφὴν ἐπορίζετο
他就以此方式維持生計,賺取每日的糧食。
and, so as to survive, he provided his daily food in this manner.
1:2365
μέγιστά τε καὶ παράδοξα σὺν θείᾳ δυνάμει κἀνταῦθα κατορθώσας, ὡς καὶ τὴν θάλασσαν εὐχῇ στῆσαι ἐξ ὑπονοστήσεως.. ἐπικλύσαι τὴν ξηρὰν κατατρέχουσαν, πάλιν ἔνθεν ἀνεχώρησεν
他在那裡也曾藉神能行出極大而超乎尋常的事蹟,甚至以禱告使海水停止,不讓其自退潮中湧起、淹沒陸地;之後他又從那裡再度離去。
Having there too accomplished, by divine power, the greatest and most extraordinary deeds — such as, by prayer, halting the sea when it was rushing forth from its retreat and flooding over the dry land — he departed thence again;
1:2366
τῷ τοὺς τόπους ἀμείβειν ἐσπούδαζεν ἄδηλος εἶναι καὶ τὴν κρατοῦσαν περὶ αὐτοῦ δόξαν δια.. λύειν ταῖς συχναῖς μετοικήσεσι
他熱衷於不斷更換住處,好使自己行蹤不為人知,並藉頻繁的遷徙,消解人們對他所盛傳的名聲。
by continually changing his places of residence, he sought to remain unknown, and to dissolve the prevailing report about himself by his frequent removals.
1:2367
τὸ δὴ τελευταῖον παραπλέων τὴν Κύπρον κατῆρεν εἰς Πάφον
最後,他沿塞浦路斯海岸航行,靠泊於帕弗斯;
At length, sailing along the coast of Cyprus, he put in at Paphos;
1:2368
προτραπείς τε παρὰ τοῦ τότε Κυπρίων ἐπισκόπου ἠγάπησε τὴν ἐνθάδε διατριβὴν καὶ περὶ Χάρυβριν, χωρίον οὕτως ἐπονομαζόμενον, ἐφιλοσόφει
受到當時塞浦路斯主教的勸請,他喜愛上了在此地的居留,便在一處名為卡呂布里斯的地方潛心修道。
and, being urged by the bishop of the Cypriots at that time, he came to love his stay there, and pursued the ascetic life around a place called Charybris.
1:2369
τοῦ μὲν οὖν μὴ μαρτυρῆσαι τὸν ἄνδρα τοῦτον αἴτιον φυγή·
此人之所以未能殉道,原因就在於他的逃亡;
Now the cause of this man's not being martyred was his flight;
1:2370
ἔφυγε δέ, καθότι πρόσταγμά ἐστιν ἱερὸν μὴ περιμένειν τοὺς διώκοντας, εἰ δὲ ληφθεῖεν διωκόμενοι, ἀνδρείους γίνεσθαι καὶ κρείττους τῆς τῶν διωκόντων ἀνάγκης
他之所以逃亡,是因為有一項神聖的誡命,教人不要坐等逼迫者前來,但若在逃亡中被追及擒獲,則當勇敢無懼,勝過逼迫者的強逼。
but he fled because it is a sacred commandment not to wait for one's persecutors, but, if overtaken while fleeing, to be courageous and to prove stronger than the compulsion of the persecutors.
1:2371
Οὐ παρὰ μόνοις δὲ Γαζαίοις καὶ Αλεξανδρεῦσι τὰ εἰρημένα κατὰ τῶν Χριστιανῶν ἐτολμήθη·
上述針對基督徒所犯下的暴行,並不僅僅發生在迦薩人與亞歷山大人之中;
Now it was not only among the Gazans and the Alexandrians that the aforesaid deeds were dared against the Christians;
1:2372
φαίνονται δὲ καὶ τούτους ὠμότητος ὑπερβολῇ νενικηκότες οἱ τὴν πρὸς τῷ Λιβάνῳ Ηλιούπολιν καὶ τὴν Αρέθουσαν τῆς Συρίας.. οἰκοῦντες
看來,住在黎巴嫩附近希利奧波利斯以及敘利亞阿雷圖薩的居民,其殘忍程度更甚於前者。
but even these, it appears, were surpassed in excess of cruelty by the inhabitants of Heliopolis, near Lebanon, and of Arethusa in Syria.
1:2373
οἱ μὲν γάρ (ἄπιστον δὲ καὶ λέγειν εἰ μή τινες τῶν κατ' ἐκεῖνο καιροῦ γεγονότων ἀνήγγειλαν) παρθένους ἱερὰς ἀήθεις ὁρᾶσθαι παρὰ πλήθους, δημοσίᾳ γυμνὰς ἐσθῆτος ἵστασθαι κατηνάγκασαν εἰς κοινὸν τῶν βουλομένων θέατρόν τε καὶ ὕβριν·
前者(若非當時親歷其事的人所述,這實在令人難以置信)竟強迫那些不曾被眾人窺見的貞潔童女,當眾赤身裸體地站立,任憑一切想觀看的人當作公開的戲耍與凌辱之資;
For the former (it would be incredible even to relate, had it not been reported by some who lived at that very time) forced sacred virgins, unaccustomed to be seen by the crowd, to stand publicly stripped of their clothing, as a common spectacle and outrage for whoever wished to look;
1:2374
ἐμπαροινήσαντες δὲ πρότερον ἑδόκει τὸ τελευταῖον ἀνέκειραν αὐτάς·
他們先是任意肆虐凌辱她們,最後終於將她們殺害;
and having first abused them wantonly as they pleased, in the end they put them to death;
1:2375
καὶ διχῇ ἀνατεμόντες, ἐπὶ τὴν βρῶσιν τῶν ἐγκάτων προσεκαλοῦντο τοὺς χοίρους, συνήθει τούτοις τροφῇ ἐπιπολῆς τὰ σπλάγχνα καλύψαντες, ὥστε μὴ ῥᾳδίως τοὺς ὗς διακρίνειν, ἀλλ' ἐξ ἀνάγκης τῆς εἰωθυίας τροφῆς ὀρεγομένους καὶ τὰ ἀνδρόμεα κρέα σπαράττειν
又把她們的身體剖成兩半,喚來豬群啃食她們的內臟,並在內臟表面覆蓋上豬隻慣吃的飼料,使豬隻不易分辨,只得出於習慣覓食的本能,連帶撕咬人的血肉。
and having cut them in two, they called the pigs to devour their entrails, covering the innards on the surface with the pigs' customary food, so that the swine might not easily distinguish what they were eating, but, reaching out of necessity for their accustomed food, might also tear at the human flesh.
1:2376
ὡς δὲ συμβάλλω, εἰς τοσαύτην ὠμότητα κατὰ τῶν ἱερῶν παρθένων προήγαγε τοὺς Ηλιουπολίτας τὸ κωλυθῆναι, καθὸ πάτριον ἦν αὐτοῖς πρότερον, ἐκπορνεύεσθαι παρὰ τοῦ προστυχόντος τὰς ἐνθάδε παρθένους, πρὶν τοῖς μνηστῆρσι συνελθεῖν εἰς γάμον
依我推斷,促使希利奧波利斯人對這些貞潔童女下此毒手、施以如此殘暴的,乃是因為他們原本世代相傳的舊俗遭到了禁止——按照他們先前的慣例,當地的童女在與未婚夫成婚之前,須先被隨便一個路人姦淫。
As I conjecture, what led the people of Heliopolis to such cruelty against the sacred virgins was the fact that they had been prevented from doing what had formerly been their ancestral custom — namely, that the virgins there should be prostituted to any chance comer, before coming together with their betrothed in marriage.
1:2377
γὰρ Κωνσταντῖνος καθελὼν τὸν ἐν Ηλιουπόλει τῆς Αφροδίτης νεών, τότε πρῶτον παρ' αὐτοῖς ἐκκλησίαν ἐδείματο, καὶ νόμῳ διεκώλυσε τὰς συνήθεις ἐπιτελεῖν πορνείας
原來君士坦丁曾拆毀希利奧波利斯的阿芙羅狄蒂神廟,首次在當地建立了一座教會,並以法律禁止他們繼續施行這慣常的淫亂之俗。
for Constantine, having pulled down the temple of Aphrodite at Heliopolis, then for the first time built a church among them, and by law prohibited them from carrying out their customary fornications.
1:2378
Αρεθούσιοι δὲ Μᾶρκον τὸν γενόμενον αὐτῶν ἐπίσκοπον, γηραλέον ὄντα, πολιάν τε καὶ βίον αἰδέσιμον, ἐλεεινῶς διεχειρίσαντο
阿雷圖薩人則對曾任他們主教的馬可——一位年邁、白髮蒼蒼、生平可敬可佩之人——加以極其悲慘的殘害。
But the people of Arethusa treated Mark, who had been their bishop — an old man, venerable both in his grey hairs and in his manner of life — most piteously and violently.
1:2379
τοῦτον δὲ καὶ πρότερον ἐν ὀργῇ εἶχον·
在此之前,他們早已對他心懷怒氣;
and indeed they had held him in anger even before;
1:2380
προθυμότερον γὰρ κατὰ πειθὼ Κωνσταντίου βασιλεύοντος τοὺς Ελληνιστὰς εἰς Χριστιανισμὸν ἐπανῆγε καὶ τὸν παρ' αὐτοῖς
因為在君士坦提烏在位期間,他曾比說服所能達到的更加積極地,將異教徒引回基督教信仰,並且將他們那邊的……
for during the reign of Constantius, he had brought back the pagans to Christianity more zealously than by way of persuasion, and their...
1:2381
σεμνότατον καὶ πολυτελέστατον νεὼν καθεῖλεν
他拆毀了一座極為莊嚴、極其華美的神廟。
he pulled down a most august and most costly temple.
1:2382
ἐπεὶ δὲ μετέπεσεν εἰς Ιουλιανὸν ἀρχή, κεκινημένον ἐπ' αὐτὸν τὸν δῆμον ὁρῶν, ἅμα δὲ καὶ κατὰ πρόσταγμα βασιλέως καταδικασθεὶς τὴν ἀποτίμησιν τοῦ ναοῦ ἐκτῖσαι τοῦτον ἀνοικοδομῆσαι, λογισάμενος ὡς ἀδύνατον ἑκάτερον, Χριστιανῷ δὲ καὶ.. ἄλλως ἀθέμιτον τὸ δεύτερον, μή τί γε δὴ ἱερεῖ, ἔφυγε τὰ πρῶτα·
及至帝位轉歸尤利安(Julian),他見民眾群情激憤針對他,同時又奉皇帝敕令被判須繳付神廟的估值賠款,或將其重建;他思量此二者皆不可行,而後者對基督徒而言本就是不合法的事——何況對一位主教而言——於是起初便逃亡了。
But when the empire passed to Julian, seeing that the populace was stirred up against him, and having at the same time been condemned by imperial decree either to pay the assessed value of the temple or to rebuild it, he reckoned that either course was impossible, and that the second was in any case unlawful for a Christian—much less for a priest—and so at first he fled.
1:2383
μαθὼν δὲ δι' αὐτὸν κινδυνεύειν πολλούς, ἑλκυσμάτων τε καὶ δικαστηρίων καὶ τῶν ἐν τούτοις πειρᾶσθαι δεινῶν, ἐπανῆλθεν ἀπὸ τῆς φυγῆς καὶ ἐθελοντὴς τι.. βούλοιντο αὐτὸν δρᾶν τῷ πλήθει προσήγαγεν
但他聽聞因他之故,許多人身陷險境,被拖拽、被押上法庭,並在其中承受種種可怕之苦,於是他便從逃亡中折返,自願地將自己交給群眾,任憑他們對他為所欲為。
But learning that many were in danger on his account—being dragged off, brought to trial, and made to suffer the terrors involved in these things—he returned from his flight and voluntarily presented himself to the crowd, to do with him whatever they wished.
1:2384
οἱ δὲ ἐξ ὧν ἔδει πλέον ἐπαινεῖν αὐτὸν ὡς φιλοσόφῳ πρέπουσαν πρᾶξιν ἐπιδειξάμενον, ὑπερπεφρονῆσθαι νομίσαντες πᾶς δῆμος ἐπ' αὐτὸν ἐχώρησε·
然而,本應因此更加稱讚他——因他展現了一種合乎哲人風範的行為——群眾卻反而認為自己遭到了輕蔑,於是全體民眾一擁而上攻擊他。
But they, for the very reasons for which they ought rather to have praised him—for having displayed an act befitting a philosopher—supposing themselves to have been treated with contempt, the whole populace rushed upon him.
1:2385
καὶ διὰ τῶν ἀγυιῶν εἷλκον ὠθοῦντες καὶ τίλλοντες καὶ ἔτυχε τῶν μελῶν ἕκαστος παίοντες·
他們把他拖過大街小巷,推撞他、揪扯他,人人隨手就近打他身體的任何部位。
And they dragged him through the streets, shoving and plucking at him, and each one striking whatever part of his body happened to be near.
1:2386
ἐσπουδάζετο δὲ τὸ δρᾶμα ἀνδράσι καὶ γυναιξὶ καὶ πάσῃ ἡλικίᾳ μετὰ προθυμίας καὶ ὀργῆς, ὡς καὶ σπαρτίοις λεπτοῖς τὰ ὦτα αὐτοῦ διατεμεῖν·
這場戲碼由男男女女、老老少少都熱切參與,充滿了狂熱與憤怒,甚至用細繩把他的耳朵割開。
And the affair was carried on eagerly by men and women and every age alike, with zeal and rage, so that they even cut through his ears with thin cords.
1:2387
παῖδες δὲ εἰς διδασκάλους φοιτῶντες παίγνιον ἐποιοῦντο τὸ πρᾶγμα, καὶ μετεωρίζοντες αὐτὸν καὶ πρὸς ἑαυτὸν κυλίοντες ἀντέπεμπόν τε καὶ ἀντεδέχοντο ταῖς γραφίσι.. καὶ ἀφειδῶς κατεκέντουν
就連上學的孩童也把這件事當作遊戲,將他舉起來、滾向自己,彼此拋來擲去,又用寫字用的鐵筆毫不留情地刺他。
And children who attended school made a game of the matter, lifting him up and rolling him toward themselves, tossing him back and forth to one another, and pricking him mercilessly with their writing-styluses.
1:2388
ἐπεὶ δὲ ἅπαν τὸ σῶμα τραυματίας ἐγένετο, ἔτι δὲ ὅμως ἐνέπνεε, μέλιτι καὶ γάρῳ ἀλείψαντες αὐτὸν καὶ σαργάνῃ ἐμβαλόντες (πλέγμα δὲ τοῦτο ὁλόσχοινον) εἰς ὕψος ἦραν
當他全身已遍體鱗傷,卻仍然還有氣息時,他們便將蜂蜜與魚露塗抹在他身上,把他丟進一個編織的籃子裡(這是一種完全用燈心草編成的容器),並將他高高舉起。
And when his whole body had become one mass of wounds, yet he still breathed, they smeared him with honey and fish-sauce, and having thrown him into a woven basket (this is a plaited container made entirely of rushes), they raised him aloft.
1:2389
ἡνίκα δὴ λέγεται σφηκῶν καὶ μελισσῶν ἐφιπταμένων αὐτῷ καὶ τὰς σάρκας κατεσθιουσῶν πρὸς τοὺς Αρεθουσίους εἰπεῖν, ὡς αὐτὸς μὲν ὑψηλὸς εἴη, τοὺς δὲ ταπεινοὺς ὁρᾷ καὶ χαμαὶ ἐρχομένους, καὶ κατὰ τοῦτο ἑαυτῷ τε κἀκείνοις συμβάλλειν ἔσεσθαι.. τὰ μετὰ ταῦτα
據說就在那時,胡蜂與蜜蜂飛來叮咬吞噬他的肉身,他卻對亞勒杜西亞人(Arethusians)說,他自己如今高高在上,而他看見他們卑微地爬行於地上,因此照此推斷,日後他與他們各自的命運也將如此對應。
It is said that at that very moment, when wasps and bees flew upon him and devoured his flesh, he said to the people of Arethusa that he himself was now on high, while he saw them as lowly and crawling upon the ground, and that accordingly their respective lots—his own and theirs—would hereafter be found to correspond to this.
1:2390
παρρησιάσασθαι πρὸς βασιλέα καὶ μέμψασθαι, ὡς εἰκότως αἰσχύνην ὀφλισκάνουσι, κεκρατημένοι παρ' ἑνὸς γέροντος πρὸς τοσαύτας βασάνους ἀνδρείως ἀντιταξαμένου·
〔據說有人〕向皇帝直言進諫,抱怨他們理所當然地招致羞恥,因為他們竟敗給了一位年邁老者,此人竟能勇敢地抵擋住如此多的酷刑。
[It is said that they] spoke boldly to the emperor and complained that they were justly incurring shame, having been overcome by a single old man who had bravely stood firm against so many tortures.
1:2391
καὶ κινδυνεύειν.. αὐτοὺς γελοίους εἶναι, ἐνδοξοτέρους δὲ οὓς ταῦτα δρῶσιν
而且他們正面臨淪為笑柄的危險,反倒是那些忍受這些酷刑的人變得更加光榮。
and that they were in danger of becoming ridiculous, while those who did such things were becoming the more glorious.
1:2392
μὲν οὖν Μᾶρκος ἐπὶ τοσοῦτον γενναίως πρὸς τὸν τῶν Αρεθουσίων θυμὸν καὶ τὰς πολλὰς βασάνους ἀντέσχεν, ὡς καὶ πρὸς αὐτῶν ἐπαινεθῆναι τῶν Ελληνιστῶν
馬克(Mark)就是這樣英勇地抵擋了亞勒杜西亞人的怒火與種種酷刑,以致連異教徒自己都稱讚他。
Mark, then, so nobly withstood the fury of the people of Arethusa and their many tortures that he was even praised by the Hellenists themselves.
1:2393
Εν δὲ τῷ τότε καὶ Μακεδόνιος Θεόδουλός τε καὶ Τατιανὸς οἱ Φρύγες.. ἀνδρείως ἐμαρτύρησαν
同時,弗里吉亞人(Phrygians)馬其頓尼烏斯(Macedonius)、狄奧杜勒(Theodulus)與塔提亞努斯(Tatian)也英勇地殉道作證。
At that same time also Macedonius, Theodulus, and Tatian, the Phrygians, bore witness bravely.
1:2394
ἐπεὶ γὰρ ἐν Μηρῷ (πόλις δὲ ἥδε Φρυγῶν) τὸν ἐνθάδε ναὸν ἠνέῳξε καὶ ὑπὸ χρόνου ῥυπῶντα ἐξεκάθηρεν τοῦ ἔθνους ἡγού.. μενος, νύκτωρ ἐπεισελθόντες τὰ ἀγάλματα συνέτριψαν
因為當該地方(弗里吉亞的一座城市美羅斯,Meros)的省長開啟了那裡的神廟,並將其因年久而污穢之處清理乾淨後,他們便趁夜闖入,把神像都打碎了。
For when the governor of the province opened the temple there in Meros (this is a city of Phrygia) and cleansed it, since it had grown foul with time, they entered by night and smashed the images.
1:2395
ὡς αἰτίων δὲ τούτου συλληφθέντων ἄλλων καὶ τιμωρεῖσθαι μελλόντων σφᾶς αὐτοὺς κατ.. εμήνυσαν
當有其他人因此被捕、被視為肇事者並即將受罰時,他們便自己出面自首。
And when others were arrested as being responsible for this and were about to be punished, they informed against themselves.
1:2396
ἐξὸν δέ, εἴ γε θύειν ἠνέσχοντο, μηδὲν παθεῖν, ὡς ἐν τούτῳ μόνῳ ἀπολογεῖσθαι ὑπὲρ τῶν ἡμαρτημένων ἄρχων οὐκ ἔπειθε, πολλοῖς αὐτοὺς ᾐκίσατο τρόποις·
雖然只要他們願意獻祭,本可全身而退,但總督無法說服他們僅憑此舉就能為所犯之事辯解開脫,於是他便用種種方式折磨他們。
Although it was possible for them to suffer nothing, if they consented to sacrifice, since the governor could not persuade them that this alone would serve as their defense for the wrongs committed, he tormented them in many ways.
1:2397
τελευταῖον δὲ ἐσχάραις ἐπιθεὶς πῦρ ὑφῆπτεν·
最後,他把他們放在鐵架上,在下面燃起了火。
and finally, having laid them upon gridirons, he kindled fire beneath them.
1:2398
οἱ δὲ καιόμενοι εἰ κρεῶν ὀπτῶν, ἔφασαν, ἐπιθυμεῖς, Αμάχιε (τοῦτο γὰρ ἦν ὄνομα τῷ ἄρχοντι), καὶ ἐπὶ τὰς ἑτέρας πλευρὰς πρὸς τὸ πῦρ ἡμᾶς στρέψον, ἵνα μή σοι γευομένῳ ἡμίοπτοι γενόμενοι ἀηδεῖς φαινώμεθα. καὶ οἱ μὲν ὧδε γενναίως διαγενόμενοι ἐν ταῖς τιμωρίαις τὸν βίον ἀπέθεντο
他們在被焚燒之時,卻說:「阿瑪基烏斯(Amachius,這是總督的名字)啊,你若想吃烤肉,也把我們翻到另一側朝向火焰吧,免得我們只烤了一半,你嚐起來會覺得不合胃口。」他們就這樣在酷刑之中英勇地堅持到底,捨棄了性命。
But as they burned, they said, "If you desire roasted meat, O Amachius" (for this was the governor's name), "turn us also onto our other sides toward the fire, so that, being only half-roasted, we may not seem distasteful to you when you taste us." And thus they, having nobly endured to the end amid their torments, laid down their lives.
1:2399
Φασὶ δὲ καὶ Βούσιριν ἐν Αγκύρᾳ τῆς Γαλατίας λαμπρὰν καὶ ἀνδρειοτάτην ὁμολογίαν ὑπομεῖναι διὰ τὴν θρησκείαν
據說布西里斯(Busiris)在加拉太的安卡拉(Ancyra),也為了信仰做出了輝煌而極為英勇的信仰告白,忍受苦難。
They also say that Busiris, at Ancyra in Galatia, endured a splendid and most valiant confession for the sake of religion.
1:2400
ὃν τῆς αἱρέσεως ὄντα τότε τῶν καλουμένων Εγκρατιτῶν συλλαβὼν τοῦ ἔθνους ἄρχων ὡς νεανιευσάμενον κατὰ τῶν Ελληνιστῶν αἰκίζεσθαι ἠβούλετο
他當時屬於一個名為「禁慾派」(Ἐγκρατῖται, Encratites)的教派;該省的總督將他逮捕,指控他對異教徒做出了狂妄魯莽之舉,遂欲加以酷刑折磨。
He belonged at that time to the sect called the Encratites; and the governor of the province, having arrested him as one who had acted with youthful insolence against the Hellenists, wished to torture him.
1:2401
καὶ δημοσίᾳ προαγαγὼν.. πρὸς τὸ βασανιστήριον ξύλον αἰωρεῖσθαι προσέταττεν
他把布西里斯公開帶出,下令將他吊在刑具木架上。
And having brought him forth publicly, he ordered him to be hoisted up on the wooden rack of torture.
1:2402
δὲ Βούσιρις ἀνασχὼν τὼ χεῖρε πρὸς τὴν κεφαλὴν ἐγύμνωσε τὰς πλευράς·
布西里斯便舉起雙手過頭,露出了他的兩側肋骨。
But Busiris, raising both his hands above his head, bared his sides.
1:2403
καὶ μὴ μάτην χρῆναι πονεῖν τοὺς δημίους πρὸς τὸν ἄρχοντα ἔφη, ἀνάγοντας αὐτὸν ἐπὶ τὸ ξύλον καὶ πάλιν κατάγοντας·
他對總督說,行刑者不必徒勞地把他吊上木架又放下來。
And he told the governor that the executioners need not toil in vain, hoisting him up onto the rack and taking him down again.
1:2404
ἑτοίμως γὰρ καὶ δίχα τούτου, ἐφ' ὅσον βούλε.. ται, παρέξειν τὰς πλευρὰς τοῖς βασανισταῖς
因為即使不用那樣,他也甘願主動把肋骨交給施刑者,任憑他想折磨多久就折磨多久。
for readily, even without that, he would present his sides to the torturers for as long as the governor wished.
1:2405
θαυμάσας δὲ τὴν ὑπόσχεσιν ἄρχων μᾶλλον τῇ πείρᾳ κατεπλάγη
總督對他的這番承諾感到驚訝,而後親眼見證,更是大為震驚。
And the governor, marveling at the promise, was struck with even greater astonishment by the actual trial of it.
1:2406
αἰκιζόμενος γὰρ τοῖς ὄνυξι τὰς πλευρὰς μέχρις ὅτε τῷ ἄρχοντι ἐδόκει, διεκαρτέρησε τὼ χεῖρε ἀνέχων καὶ τὰς πληγὰς προθύμως δεχόμενος
因為當他的肋骨被鐵爪撕扯,直到總督覺得夠了為止,他始終堅忍不拔,高舉雙手,甘心承受這些鞭打。
For while his sides were being torn with iron claws for as long as it seemed good to the governor, he held out steadfastly, keeping his hands raised and eagerly receiving the blows.
1:2407
ἐν δεσμοῖς δὲ μετὰ ταῦτα γενόμενος ἀνείθη οὐκ εἰς μακρὰν ἀγγελθέντος ἀνῃρῆσθαι τὸν Ιουλιανόν·
此後他被投入監獄,但不久之後,因傳來尤利安已被殺的消息,他便獲釋了。
After this he was put in chains, but was released not long afterward, when news came that Julian had been killed.
1:2408
καὶ μέχρι τῆς Θεοδοσίου βασιλείας ἐπεβίω, καὶ πρὸς τὴν καθόλου ἐκκλησίαν μετέθετο καταγνοὺς τῆς προτέρας αἱρέσεως
他一直存活到狄奧多西(Theodosius)在位之時,並且棄絕了先前的異端,轉而歸入大公教會。
And he survived until the reign of Theodosius, and, having condemned his former heresy, he went over to the catholic Church.
1:2409
Λόγος δὲ κατὰ τοῦτον τὸν χρόνον μαρτυρίᾳ τὸν βίον μετελθεῖν Βασίλειον πρεσβύτερον τῆς ἐν Αγκύρᾳ ἐκκλησίας καὶ Εὐψύχιον Καισαρέα Καππαδόκην τῶν εὐπατριδῶν, ἔναγχος γαμετὴν ἀγαγόμενον καὶ οἷον ἔτι νυμ.. φίον ὄντα
據傳在這段時期,安卡拉教會的長老巴西流(Basil),以及凱撒利亞(Caesarea)出身、屬卡帕多西亞(Cappadocia)貴族之列的歐普緒奇烏斯(Eupsychius)——此人剛娶妻不久,還幾乎可算是新郎——皆以殉道終其一生。
It is reported that at this time Basil, presbyter of the church at Ancyra, and Eupsychius of Caesarea, a Cappadocian of noble birth who had recently taken a wife and was, as it were, still a bridegroom, departed this life by martyrdom.
1:2410
συμβάλλω δὲ τὸν μὲν Εὐψύχιον ἀναιρεθῆναι διὰ τὸν ναὸν τῆς Τύχης, ἐφ' τότε καθαιρεθέντι, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, κοινῇ πάντες Καισαρεῖς τῆς τοῦ βασιλέως ὀργῆς ἐπειράθησαν·
我推測歐普緒奇烏斯是因命運女神堤刻(Τύχη)神廟一事而被處死;正如前文所述,該廟被拆毀後,凱撒利亞城的全體居民都共同遭受了皇帝的震怒。
I conjecture that Eupsychius was put to death on account of the temple of Fortune, over whose destruction, as has been said before, all the people of Caesarea alike experienced the emperor's wrath.
1:2411
οἱ δὲ τῆς καθαιρέσεως αὐτουργοὶ δίκην ἔδοσαν οἱ μὲν θάνατον, οἱ δὲ τὴν πατρίδα φεύγειν
而那些親手拆毀神廟的人也受到了懲罰——有些人被處死,有些人則被迫逃離故土。
And those who had actually carried out the demolition paid the penalty—some with death, others by being forced to flee their homeland.
1:2412
δὲ Βασίλειος σπουδαῖος περὶ τὸ δόγμα γεγονώς, ἐφ' ὅσον μὲν ἦρχε Κωνστάντιος, τοῖς τὰ Αρείου φρονοῦσιν ἀντέπραττε·
至於巴西流,他向來熱心於教義,只要君士坦提烏斯(Constantius)在位,他便一直反對那些持守阿里烏(Arius)觀點的人。
Basil, having been zealous concerning doctrine, opposed those who held the views of Arius for as long as Constantius ruled.
1:2413
καὶ διὰ.. τοῦτο ψήφῳ τῶν ἀμφὶ τὸν Εὐδόξιον ἐκωλύθη ἐκκλησιάζειν
也因此,他遭到歐多克西烏斯(Eudoxius)一派表決禁止,不得主持教會的聚會。
and on this account he was forbidden, by the vote of the party of Eudoxius, to hold church assemblies.
1:2414
ἐπεὶ δὲ Ιουλιανὸς μόνος τὴν ἀρχὴν διεῖπεν, Βασίλειος περιιὼν τοὺς Χριστιανοὺς δημοσίᾳ καὶ περιφανῶς προὐτρέπετο τῶν οἰκείων ἔχεσθαι δογμάτων καὶ μὴ τοῖς Ελλήνων θύμασι καὶ σπονδαῖς μιαίνεσθαι, ἀντ' οὐδενὸς δὲ ἡγεῖσθαι τὰς γινομένας εἰς αὐτοὺς παρὰ τοῦ βασιλέως τιμάς, προσκαίρους ταύτας.. ἀποφαίνων ἐπὶ μισθῷ διηνεκοῦς ἀπωλείας
等到尤利安獨自掌權之時,巴西流便四處走訪基督徒,公開而顯明地勸勉他們要持守自己的教義,不可因希臘人(異教徒)的祭祀與奠酒而受玷污,並要將皇帝當時所賜予他們的種種榮耀視為毫無價值,宣稱這些不過是短暫的,其代價卻是永遠的滅亡。
But when Julian alone governed the empire, Basil went about among the Christians, publicly and openly exhorting them to hold fast to their own doctrines and not to be defiled by the sacrifices and libations of the Greeks, and to count as nothing the honors then being bestowed on them by the emperor, declaring these to be merely temporary, purchased at the price of everlasting ruin.
1:2415
ταῦτα δὲ σπουδάζων ἐν ὑπονοίᾳ τε καὶ μίσει παρὰ τοῖς Ελληνισταῖς ὤν, δημοσίᾳ θύοντας ἰδὼν ἔστη, καὶ μέγα ἀνοιμώξας ηὔξατο μηδένα Χριστιανῶν τῆς τοιαύτης πειραθῆναι πλάνης
他如此殷勤行事,因而在異教徒之間備受猜疑與憎恨。有一次他看見公開獻祭的場面,便駐足而立,大聲哀歎,祈求沒有任何基督徒會陷入這樣的迷惑之中。
While earnestly pursuing these things, and being under suspicion and hatred among the Hellenists, he once stood, having seen people sacrificing publicly, and, groaning loudly, prayed that no Christian might ever experience such error.
1:2416
ἐκ τούτου δὲ συλληφθεὶς παρεδόθη τῷ ἡγουμένῳ τοῦ ἔθνους·
因此他被逮捕,並被移交給該省的總督。
On account of this he was arrested and handed over to the governor of the province.
1:2417
καὶ πολλὰς βασάνους ὑπομείνας παρὰ πάντα τὸν ἀγῶνα ἀνδρείως τὴν μαρτυρίαν διήνυσε
他忍受了種種酷刑,在整場鬥爭中始終英勇不屈,完成了他的殉道。
and having endured many tortures, he bravely completed his martyrdom throughout the entire contest.
1:2418
αὐτοῦ ἡγεμονίας ἀπέδειξε γεγενῆσθαι·
他證明了這事發生於他自己執政期間。
he showed that this had come to pass during his own governorship.
1:2419
σαφηνείας δὲ χάριν συναγαγὼν πάντας ὁμοῦ διεξῆλθον, εἰ καὶ διάφορος ἦν καιρὸς τῆς ἑκάστου μαρτυρίας
然而為求清晰起見,我將他們全部匯集在一起加以敘述,儘管每個人殉道的時間各有不同。
But for the sake of clarity, having gathered them all together, I have related them in one place, even though the time of each one's martyrdom differed.
1:2420
Μετὰ δὲ τὴν Αθανασίου κάθοδον Λουκίφερ Καράλων τῆς Σαρδανίας ἐπίσκοπος καὶ Εὐσέβιος Βερκέλλων τῶν ἐν Ιταλίᾳ Λιγύων ἐκ τῶν ἄνω Θηβῶν ἐπανῆλθον·
在亞他那修(Athanasius)返回之後,撒丁尼亞(Sardinia)卡拉利斯(即今卡利亞里)主教盧西弗(Lucifer),以及義大利利古里亞人(Ligurians)維爾切利(Vercelli)主教優西比烏(Eusebius),也從上底比斯(Upper Thebes)返回。
After the return of Athanasius, Lucifer, bishop of Cagliari in Sardinia, and Eusebius, bishop of Vercelli among the Ligurians in Italy, returned from Upper Thebes.
1:2421
ἐνθάδε γὰρ ἐπὶ Κωνσταντίου διηνεκῶς φεύγειν προσετάχθησαν
因為在君士坦提烏斯(Constantius)在位期間,他們曾被下令永久放逐於此地。
for they had been ordered, under Constantius, to remain there in perpetual exile.
1:2422
ἐπὶ διορθώσει τε τῶν ἐκκλησιαστικῶν πραγμάτων κοινῇ συνθήκῃ Εὐσέβιος μὲν ἧκεν εἰς Αλεξάνδρειαν, ὅπως σὺν Αθανασίῳ σύνοδον ἀθροίσῃ.. ἐπὶ βεβαιώσει τῶν ἐν Νικαίᾳ δοξάντων, Λουκίφερ δὲ διάκονον τῷ Εὐσεβίῳ συναποστείλας, ὃς ἀντ' αὐτοῦ παρέστη τῇ συνόδῳ, παραγενόμενος εἰς Αντιόχειαν ἐν ταραχαῖς τὴν ἐνθάδε ἐκκλησίαν κατέλαβεν·
基於共同協議,為要整頓教會事務,優西比烏前往亞歷山大城,欲與亞他那修一同召開會議,以確認尼西亞(Nicaea)大公會議所議定之事;至於盧西弗,他派了一位執事隨優西比烏同去,代他出席該會議,自己則前往安提阿(Antioch),到了那裡才發現當地教會正陷於紛擾之中。
By common agreement, for the reform of ecclesiastical affairs, Eusebius came to Alexandria, in order to convene a synod together with Athanasius for the confirmation of what had been decreed at Nicaea; while Lucifer, having sent a deacon along with Eusebius to represent him at the synod in his place, himself proceeded to Antioch, where he found the church there in turmoil.
1:2423
ἐσχίζετο μὲν γὰρ τοῖς ἀπὸ τῆς Αρείου αἱρέσεως, ὧν ἡγεῖτο Εὐζώιος, διεφέροντο δέ, ὡς πρόσθεν εἴρηται, καὶ πρὸς τοὺς σφίσιν ὁμοδόξους οἱ Μελετίου σπουδασταί·
因為教會一方面因隨從阿里烏異端者(由歐佐伊烏斯 Euzoius 領導)而分裂,另一方面,如前文所述,梅萊提烏斯(Meletius)的追隨者甚至與那些與自己信仰相同的人也彼此不合。
For it was divided by those belonging to the heresy of Arius, whom Euzoius led, and, as has been said before, the partisans of Meletius were also at variance even with those who held the same opinions as themselves.
1:2424
μήπω δὲ τούτου ἀπὸ τῆς φυγῆς ἐπανελθόντος ἐχειροτόνησε Παυλῖνον ἐπίσκοπον
由於梅萊提烏斯尚未從流放中歸來,盧西弗便按立保利努斯(Paulinus)為主教。
And since Meletius had not yet returned from exile, he ordained Paulinus as bishop.
1:2425
Εν τούτῳ δὲ πολλῶν πόλεων ἐπίσκοποι συνελθόντες ἀνὰ τὴν Αλεξάν-δρειαν ἅμα Αθανασίῳ καὶ Εὐσεβίῳ τὰ δεδογμένα ἐν Νικαίᾳ κρατύνουσιν
與此同時,眾多城市的主教齊聚亞歷山大城,與亞他那修及優西比烏一同,重申確認了尼西亞大公會議所議定之事。
Meanwhile, the bishops of many cities, having assembled at Alexandria together with Athanasius and Eusebius, confirmed what had been decreed at Nicaea.
1:2426
ὁμοούσιόν τε τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τὸ ἅγιον πνεῦμα ὡμολόγησαν, καὶ τριάδα ὠνόμασαν·
他們宣認聖靈與聖父、聖子同質(ὁμοούσιος),並稱之為三位一體(Τριάς)。
And they confessed the Holy Spirit to be consubstantial with the Father and the Son, and they named the three a Trinity.
1:2427
οὐ μόνῳ τε σώματι, ἀλλὰ καὶ ψυχῇ τέλειον χρῆναι δοξάζειν ἄνθρωπον, ὃν θεὸς λόγος ἀνέλαβεν, εἰσηγήσαντο, καθὰ καὶ τοῖς πάλαι.. ἐκκλησιαστικοῖς φιλοσόφοις ἐδόκει
他們又提出,神、道(λόγος)所取的那人性,不僅在身體上,也必須在靈魂上被認為是完全的,正如古時教會中的哲人們所主張的一樣。
They also set forth that the man whom God the Word assumed must be held to be perfect not in body alone, but in soul as well, just as had also seemed right to the ecclesiastical philosophers of old.
1:2428
ἐπεὶ δὲ περὶ τῆς οὐσίας καὶ ὑποστάσεως ζήτησις τὰς ἐκκλησίας ἐτάραττεν καὶ συχναὶ περὶ τούτων ἔριδες καὶ διαλέξεις ἦσαν, εὖ μάλα σοφῶς μοι δοκοῦσιν ὁρίσαι μὴ ἐξ ἀρχῆς εὐθὺς ἐπὶ θεοῦ τούτοις χρῆσθαι τοῖς ὀνόμασι, πλὴν ἡνίκα τις τὴν Σαβελλίου δόξαν ἐκβάλλειν πειρῷτο, ἵνα μὴ ἀπορίᾳ ὀνομάτων ταὐτὸν δόξῃ τις τρισὶ προση.. γορίαις καλεῖν, ἀλλ' ἕκαστον ἰδίᾳ νοοῖτο τριχῇ
由於關於「本質」(οὐσία)與「位格」(ὑπόστασις)的爭論擾亂了眾教會,並就此屢生爭端與辯論,我認為他們的裁定極為明智:不應一開始就毫無節制地將這些名詞用在神身上,唯獨在有人試圖駁斥薩貝流(Sabellius)的觀點時才可使用,以免因缺乏〔區別的〕名詞,使人誤以為是用三個稱謂稱呼同一事物,反倒應當使每一〔位格〕都被個別地、以三重的方式來理解。
But since the inquiry concerning essence and hypostasis was troubling the churches, and there were frequent disputes and debates about these matters, they seem to me to have decreed very wisely indeed that these terms should not be applied to God straightway from the outset, except when one sought to refute the opinion of Sabellius, so that no one, for want of names, might seem to call the same thing by three appellations, but rather that each Person might be understood distinctly, in a threefold manner.
1:2429
καὶ τὰ μὲν ὧδε τοῖς τότε ἐν Αλεξανδρείᾳ συνελθοῦσιν ἔδοξεν·
以上便是當時在亞歷山大城聚集之眾人所議定的內容。
Such, then, were the decisions of those who assembled at Alexandria at that time.
1:2430
ἀπολογούμενος δὲ ἐν τούτοις Αθανάσιος περὶ τῆς αὐτοῦ φυγῆς διεξῆλθε τὸν λόγον ὃν περὶ τούτου ἔγραψε
亞他那修在此期間為自己的逃亡一事辯護,並詳述了他就此所撰寫的論述。
And Athanasius, defending himself in these matters concerning his own flight, set forth in full the discourse which he had written on the subject.
1:2431
Καὶ διαλυθείσης τῆς συνόδου παραγενόμενος Εὐσέβιος εἰς Αντιόχειαν εὗρεν ἐν διχονοίᾳ τὸν λαόν
大公會議解散之後,優西比烏來到安提阿,發現當地民眾陷於分裂之中。
And when the synod had dissolved, Eusebius, having arrived at Antioch, found the people in dissension.
1:2432
οἱ γὰρ Μελετίῳ χαίροντες εἰς ταὐτὸν συνιέναι.. Παυλίνῳ οὐκ ἠνείχοντο, ἀλλ' ἰδίᾳ ἐκκλησίαζον
因為那些支持梅萊提烏斯的人,無法容忍與保利努斯一同聚會,而是另立門戶、各自舉行禮拜。
For those who favored Meletius could not bear to assemble together with Paulinus, but held their own church services separately.
1:2433
χαλεπῶς δὲ ἐνεγκών, ὅτι μὴ δέον παρὰ τὴν πάντων συναίνεσιν χειροτονία ἐγεγόνει, οὐδὲν εἰς τὸ φανερὸν ἐμέμψατο, Λουκίφερα τιμῶν, οὐδετέρῳ δὲ μέρει κοινωνήσας.. ὑπέσχετο τὰ λυποῦντα ἑκατέρους ἐν συνόδῳ διορθώσειν
他雖然對這次按立(指保利努斯的按立)未經眾人一致同意、不合規矩之事深感不快,但出於對盧西弗的敬重,並未公開責備,也未與任何一方共融,而是承諾將在大公會議中,就雙方各自的不滿之處加以裁正。
And though he took it hard that the ordination had taken place improperly, without the consent of all, he made no open reproach, out of respect for Lucifer; but, communing with neither party, he promised to set right in a synod whatever was troubling each side.
1:2434
ἐν δὲ τὸ πλῆθος πρὸς ὁμόνοιαν συνάπτειν ἐσπούδαζεν, ἐπανελθὼν Μελέτιος ἐκ τῆς ὑπερορίας, κεχωρισμένους εὑρὼν τοὺς τὰ αὐτοῦ φρονοῦντας, ἰδίᾳ σὺν τούτοις ἔξω τῆς πόλεως ἐκκλησίαζεν, δὲ Παυλῖνος ἔνδον μετὰ τῶν οἰκείων·
正當他致力於使民眾重歸和睦之際,梅萊提烏斯卻從流放之地歸來,發現自己的追隨者已與其他人分開,便與這些人另在城外私下聚會;而保利努斯則與其擁護者在城內聚會。
But while he was earnestly striving to bring the people together into concord, Meletius returned from exile, and, finding his own adherents separated from the rest, held church services with them privately outside the city, while Paulinus held services within, with his own followers.
1:2435
πρᾶον γὰρ ὑπό τε βίου καὶ γήρως αἰδοῖον ὄντα τιμῶν Εὐζώιος τῆς Αρείου.. αἱρέσεως προεστὼς οὔτ' ἐξέβαλε καὶ μίαν αὐτῷ ἐκκλησίαν ἀπένειμεν
因為亞里烏異端的領袖歐佐伊烏斯,敬重他(梅萊提烏斯)因其生活方式與高齡而顯得溫和可敬,非但沒有將他驅逐,反而還分配給他一座教堂。
For Euzoius, the leader of the Arian heresy, respecting him as one rendered gentle and venerable both by his manner of life and by his old age, neither expelled him but even assigned him a single church.
1:2436
Εὐσέβιος δὲ ἀποτυχὼν τῆς σπουδῆς ἐξεδήμησεν Αντιοχείας
優西比烏在此番努力落空之後,便離開了安提阿。
But Eusebius, having failed in his endeavor, departed from Antioch.
1:2437
ὑβρισμένος δὲ παρ' αὐτοῦ Λουκίφερ, ὅτι μὴ τὴν Παυλίνου χειροτονίαν ἐδέξατο, ἐχαλέπαινέ τε καὶ κοινωνεῖν αὐτῷ διεφέρετο·
盧西弗因優西比烏不接受保利努斯的按立而覺得受到了侮辱,於是心懷憤懣,並拒絕與他共融。
But Lucifer, feeling himself insulted by him, because he had not accepted the ordination of Paulinus, was indignant and refused to be in communion with him.
1:2438
καὶ ὡς ἐξ ἔριδος τὰ δόξαντα τῇ συνόδῳ ἐν Αλεξανδρείᾳ διαβάλλειν ἐπεχείρει
他甚至出於爭競之心,試圖詆毀亞歷山大城大公會議所議定的內容。
And, out of contentiousness, he undertook to discredit what had been decreed by the synod at Alexandria.
1:2439
δὴ πρόφασις ἐγένετο τῆς αἱρέσεως τῶν ἀπ' αὐτοῦ καλουμένων Λουκιφεριανῶν·
這件事正是後來以他為名、被稱為「盧西弗派」(Luciferians)異端出現的緣由。
This, indeed, became the occasion for the heresy of those called after him the Luciferians.
1:2440
οἱ γὰρ ἐπὶ τούτοις.. αὐτῷ συναχθόμενοι σφᾶς τῆς ἐκκλησίας ἀπέσχισαν
因為那些在這些事上與他同聲一氣的人,便自行與教會分裂了。
For those who sympathized with him in these matters cut themselves off from the Church.
1:2441
αὐτὸς δὲ καίπερ ὑπὸ τῆς λύπης κρατούμενος, ἐπειδὴ διὰ τοῦ διακόνου, ὃν Εὐσεβίῳ συναπέστειλεν, ὡμολόγησεν ἐμμεῖναι τοῖς ἐν Αλεξανδρείᾳ παρὰ τῆς συνόδου πραχθεῖσι, ὁμοφρονῶν τῇ καθόλου ἐκκλησίᾳ εἰς Σαρδανίαν ἀφίκετο
至於盧西弗本人,雖然仍被憂傷所困,但因他曾透過隨優西比烏同去的那位執事,承諾遵守亞歷山大城大公會議所議定之事,故此他仍與大公教會保持一致,隨後前往撒丁尼亞。
He himself, however, although overcome by grief, since through the deacon whom he had sent along with Eusebius he had agreed to abide by what had been enacted at Alexandria by the synod, went to Sardinia in agreement with the catholic Church.
1:2442
Εὐσέβιος δὲ κατὰ τὴν ἕω περιιὼν τοὺς ἠμεληκότας τῆς πίστεως ἐπηνωρθοῦτο καὶ χρὴ φρονεῖν ἐδίδασκεν·
優西比烏則在東方各地巡行,糾正那些疏忽信仰的人,並教導他們應當持守何種信仰。
But Eusebius, traveling about through the East, set right those who had neglected the faith, and taught them what they ought to believe.
1:2443
ἔπειτα δὲ σπουδάζων καὶ Ιλλυριοὺς.. διῆλθε καὶ εἰς Ιταλίαν ἧκεν
其後,他懷著同樣的熱忱,也走遍了伊利里亞(Illyricum),並進入了義大利。
Then, being zealous to do the same, he went also through Illyricum and came into Italy.
1:2444
ἔνθα δὴ ταῦτα προκατωρθωκότα κατέλαβεν.. Ιλάριον, ὃς Πικτάβων (πόλις δὲ ἥδε Ακοιτανίας) ἐπίσκοπος ἦν·
在那裡,他發現希拉里(Hilary),這位阿基坦(Aquitaine)城市普瓦捷(Poitiers)的主教,早已先一步完成了同樣的事工。
There he found that Hilary, who was bishop of Poitiers (a city of Aquitaine), had already accomplished these same things beforehand.
1:2445
ἔτυχε γὰρ πρότερος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν Ιταλούς τε καὶ Γάλλους διδάξας, ποῖα μὲν χρὴ τῶν δογμάτων προσίεσθαι, ποῖα δὲ φεύγειν·
因為他早先便已從流放中歸來,教導義大利人與高盧人應當接受哪些教義,又應當避開哪些教義。
For he had returned from exile earlier, and had taught the Italians and the Gauls which doctrines they ought to accept, and which to avoid.
1:2446
δὴ καὶ ἐλλόγιμος τῇ Ρωμαίων γλώττῃ ἐγένετο καὶ λόγους ἀξιοχρέους, ὡς εἴρηται, συνέγραψεν, ἀπομαχομένους τοῖς Αρείου δόγμασιν
他不僅在拉丁語(羅馬人的語言)上頗負盛名,而且如前所述,還撰寫了卓有價值的論著,用以駁斥阿里烏的教義。
Indeed, he also became distinguished in the Latin tongue, and composed, as has been said, worthy treatises contending against the doctrines of Arius.
1:2447
ὧδε μὲν Ιλάριος οὗτος καὶ Εὐσέβιος ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου συνεκρότουν
就這樣,希拉里與優西比烏二人,在剛剛開始接受〔尼西亞信仰〕的西方,共同確立了尼西亞大公會議的教義。
Thus this Hilary and Eusebius, in the West, which was just then beginning to receive it, jointly established the doctrine of the Council of Nicaea.
1:2448
Εν τούτῳ δὲ οἱ ἀμφὶ Μακεδόνιον, ὧν ἦν Ελεύσιός τε καὶ Εὐστάθιος καὶ Σωφρόνιος, ἤδη εἰς τὸ προφανὲς Μακεδονιανοὶ καλεῖσθαι ἀρξάμενοι ὡς εἰς ἴδιον διακριθέντες σύστημα, ἀδείας τετυχηκότες τῇ Κωνσταντίου τελευτῇ, συγκαλέσαντες τοὺς ἐν Σελευκείᾳ ὁμόφρονας αὐτοῖς γενομένους, συνόδους.. τινὰς ἐποιήσαντο
與此同時,馬其頓尼烏斯(Macedonius)一派——其中包括埃琉西烏斯(Eleusius)、優斯塔提烏斯(Eustathius)與索夫羅尼烏斯(Sophronius)——已開始公開被稱為「馬其頓派」(Macedonians),因他們已自成一個獨立的黨派;由於君士坦提烏斯之死使他們獲得了自由行事的機會,於是便召集在塞琉基亞(Seleucia)與他們志同道合之人,召開了若干次會議。
Meanwhile, the party of Macedonius, among whom were Eleusius, Eustathius, and Sophronius, having already begun to be openly called Macedonians, as having been marked off into a system of their own, and having gained freedom of action by the death of Constantius, called together those who had been of like mind with them at Seleucia, and held certain synods.
1:2449
καὶ τοὺς ἀμφὶ Ακάκιον καὶ τὴν βεβαιωθεῖσαν ἐν Αριμήνῳ πίστιν ἀπεκήρυξαν, τῇ δὲ ἐν Αντιοχείᾳ ἐκτεθείσῃ, ὕστερον δὲ ἐν Σελευκείᾳ πρὸς αὐτῶν κυρωθείσῃ, ἐπεψηφίσαντο
他們宣布棄絕阿卡奇烏斯(Acacius)一派及在里米尼(Ariminum)確認的信經,卻表決贊同在安提阿所頒布、後來又在塞琉基亞被他們認可的信經。
And they renounced the party of Acacius and the creed confirmed at Ariminum, but voted in favor of the creed set forth at Antioch, which had later been ratified by them at Seleucia.
1:2450
ἐγκαλούμενοι δὲ τί δή ποτε πρὸς τοὺς ἀμφὶ Ακάκιον διαφέρονται, πρότερον αὐτοῖς ὡς ὁμοδόξοις.. κοινωνοῦντες, τάδε διὰ Σωφρονίου τοῦ Παφλαγόνος ἀπεκρίναντο, ὡς οἱ κατὰ τὴν δύσιν τὸ ὁμοούσιον ἐδόξαζον, Αέτιος δὲ ἐν τῇ ἕῳ τὸ κατ' οὐσίαν ἀνόμοιον·
當被質問為何如今竟與阿卡奇烏斯一派相左——他們先前分明是以志同道合之姿彼此共融——他們便透過帕夫拉戈尼亞人(Paphlagonian)索夫羅尼烏斯(Sophronius)如此答覆:西方教會主張「同質」(ὁμοούσιον),而東方的埃提烏斯(Aetius)則主張〔聖子與聖父〕本質上「不同」(ἀνόμοιον)。
But when they were charged as to why they were now at variance with the party of Acacius, having previously been in communion with them as being of the same opinion, they answered, through Sophronius the Paphlagonian, that those in the West held the doctrine of the consubstantial, while Aetius, in the East, held that the Son was unlike the Father in essence.
1:2451
καὶ οἱ μὲν ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις πατρὸς καὶ υἱοῦ συνέπλεκον εἰς ἑνότητα τῷ τοῦ ὁμοουσίου ὀνόματι, δὲ σφόδρα τῆς τοῦ υἱοῦ πρὸς τὸν πατέρα φύσεως διίστα τὴν οἰκειότητα·
有些人不加分辨地將聖父與聖子各自的位格混合為一,冠以「同質」(ὁμοούσιος)之名;另有人則極力割裂聖子與聖父在本性上的親密關係;
Some confusedly wove together the distinct hypostases of the Father and the Son into unity under the name of "consubstantial" (homoousios), while another sharply separated the natural affinity of the Son to the Father;
1:2452
σφᾶς δὲ εὐσεβεῖν, ὅμοιον εἶναι τῷ πατρὶ τὸν υἱὸν καθ' ὑπόστασιν λέγοντας, καὶ μέσην ἀμφοῖν ταύτην τὴν ὁδὸν ἐπιλέξασθαι ἑκατέρων πρὸς ἄκρον τοῦ ἐναντίου χωρησάντων
而他們自己則自稱恪守敬虔之道,宣稱聖子在位格上與聖父相似,並聲言自己選擇了介乎兩端之間的中道,因為對立雙方各自都走向了相反的極端。
while they themselves, they claimed, held to true piety, affirming that the Son is like the Father in hypostasis, and that they had chosen this middle path between the two extremes, since each of the other parties had gone to the opposite extreme.
1:2453
καὶ οἱ μὲν ὧδε ἀπολογεῖσθαι τοῖς μεμφομένοις ἐπειρῶντο
他們就是這樣試圖向指責他們的人辯解。
And thus they attempted to defend themselves against those who found fault with them.
1:2454
Ο δὲ βασιλεὺς πυθόμενος ἐκκλησιάζειν Αθανάσιον ἐν τῇ Αλεξανδρέωνἐκκλησίᾳ καὶ ἀδεῶς διδάσκειν τὰ πλήθη καὶ πολλοὺς Ελλήνων πείθειν εἰς Χριστιανισμὸν μετατίθεσθαι, προσέταξεν αὐτὸν ἐξιέναι τῆς Αλεξανδρείας
皇帝聽聞亞他那修在亞歷山大人的教會中主持聚會,無所畏懼地教導民眾,並勸服許多希臘人(異教徒)歸信基督教,便下令他離開亞歷山大城。
But the emperor, learning that Athanasius was holding services in the church of the Alexandrians, teaching the multitudes fearlessly, and persuading many of the Greeks to turn to Christianity, ordered him to leave Alexandria.
1:2455
μένοντι δὲ ἐν ταύτῃ μεγίστας προηγόρευσε ζημίας, πρόφασιν ἐγκλημάτων ποιησάμενος, ὡς παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων φεύγειν καταδικασθείς, μὴ ἐπιτραπεὶς ἀντελάβετο τοῦ θρόνου τῆς ἐπισκοπῆς·
若他仍留在該城,皇帝便宣告將施以極重的懲罰,並以指控為藉口,聲稱亞他那修曾被在他之前的歷任皇帝判處流放,未獲准許便擅自佔據主教之座。
And he threatened him with the severest penalties should he remain there, on a pretext of charges—namely, that having been condemned to exile by the emperors before him, he had taken possession of the episcopal throne without permission;
1:2456
μὴ γὰρ συγχωρῆσαι αὐτὸν εἰς τὰς ἐκκλησίας κάθοδον τοῖς παρὰ Κωνσταντίου φυγαδευθεῖσιν,.. ἀλλ' εἰς τὰς πατρίδας μόνον
因為他並未准許被君士坦提烏斯放逐的人重返教會,僅准許他們返回本鄉而已。
for he had not granted those exiled by Constantius the right to return to their churches, but only to their native lands.
1:2457
διὰ τοῦτο δὲ τὸ βασιλέως πρόσταγμα μέλλων φεύγειν, δεδακρυμένην ἰδὼν ἀμφ' αὐτὸν τὴν τῶν Χριστιανῶν πληθύν θαρρεῖτε, ἔφη, νεφύδριον γάρ ἐστι, καὶ θᾶττον παρελεύσεται·
由於皇帝的這道命令,亞他那修即將出逃之時,看見周圍的基督徒群眾淚流滿面,便說:「放心吧,這不過是一小片雲,很快就會過去。」
On account of this imperial decree, as he was about to depart, seeing the multitude of Christians in tears around him, he said, "Take courage, for it is but a small cloud, and it will soon pass."
1:2458
καὶ τοῦτο εἰπὼν συνετάξατο, καὶ τοῖς σπουδαιοτέροις τῶν φίλων τὴν ἐκκλησίαν παραθέμενος ἐξῆλθε τῆς Αλεξανδρέων πόλεως
說完這話,他便向眾人告別,將教會託付給最忠誠熱心的友人,隨即離開了亞歷山大城。
And having said this, he took his leave, and, entrusting the church to the most zealous of his friends, departed from the city of the Alexandrians.
1:2459
Εν τούτῳ δὲ Κυζικηνῶν πρεσβευσαμένων πρὸς βασιλέα περὶ οἰκείων πραγμάτων καὶ τῆς ἐπανορθώσεως τῶν Ελληνικῶν ναῶν, ἐπαινέσας αὐτοὺς.. τῆς περὶ τὰ ἱερὰ προνοίας, πάντα παρέσχεν ὧνπερ ἐδέησαν
此時,庫濟庫斯人為著本地事務及修復希臘神廟一事,遣使晉見皇帝。皇帝讚許他們對聖祭之事的關切用心,並應允了他們所求的一切。
Meanwhile, when the Cyzicenes sent an embassy to the emperor concerning their own affairs and the restoration of the pagan temples, he praised them for their forethought regarding sacred matters and granted them everything they had requested.
1:2460
καὶ Ελεύσιον δὲ τὸν παρ' αὐτοῖς ἐπίσκοπον τῆς πόλεως εἷρξεν, ὡς λυμηνάμενον τοῖς ναοῖς καὶ τοῖς τεμένεσιν ἐνυβρίσαντα καὶ χηροτροφεῖα κατασκευάσαντα καὶ παρθενῶνας ἱερῶν παρθένων συστησάμενον καὶ τοὺς Ελληνιστὰς πείθοντα.. τῶν πατρίων ἀμελεῖν
皇帝又拘禁了該城的主教厄琉西烏,指控他毀壞神廟、褻瀆聖地,並興建收容寡婦的機構、設立奉獻貞女的修院,還誘使希臘人(異教徒)荒廢祖傳的宗教習俗。
He also imprisoned Eleusius, the bishop of that city, on the charge that he had ravaged the temples and insulted the sacred precincts, had built shelters for the support of widows, had established convents of sacred virgins, and had persuaded the Greeks to neglect their ancestral customs.
1:2461
ἀπηγόρευσε δὲ καὶ τοῖς σὺν αὐτῷ ξένοις Χριστιανοῖς μὴ ἐπιβαίνειν Κυζίκῳ, αἰτίαν ἐπαγαγὼν ὡς εἰκὸς αὐτοὺς τῆς θρησκείας ἕνεκα στασιάσαι, συναιρομένων αὐτοῖς καὶ παραπλησίως περὶ τὸ θεῖον φρονούντων τῶν ἀπὸ τῆς πόλεως Χριστιανῶν καὶ τῶν δημοσίων ἐριουργῶν καὶ.. τῶν τεχνιτῶν τοῦ νομίσματος
他又禁止與厄琉西烏同行的外地基督徒踏入庫濟庫斯,藉口說他們可能會因宗教緣故引發騷亂,因為該城的基督徒,以及公家的織工和造幣工匠,在信仰上與他們志同道合,恐怕會與之呼應聯合。
He also forbade the foreign Christians who were with him from setting foot in Cyzicus, alleging as a pretext that they were likely to cause an uprising on account of religion, since the Christians of the city, together with the public wool-workers and the mint-workers, who held similar views concerning the divine, would join with them.
1:2462
οἳ πλῆθος ὄντες καὶ εἰς δύο τάγματα πολυάνθρωπα διακεκριμένοι ἐκ προστάγματος τῶν πρὶν βασιλέων ἅμα γυναιξὶ καὶ οἰκείοις ἀνὰ τὴν Κύζικον διέτριβον, ἔτους ἑκάστου ῥητὴν ἀποφορὰν τῷ δημοσίῳ κατατιθέντες, οἱ μὲν στρατιωτικῶν χλαμύδων, οἱ δὲ νεουργῶν νο.. μισμάτων
這些工匠人數眾多,按照歷代皇帝的敕令,分為兩個龐大的行會,攜家帶眷散居於庫濟庫斯各處,每年向國庫繳納規定的貢賦——一組繳納軍用披風,另一組則繳納新鑄的錢幣。
These, being numerous and divided by the decree of former emperors into two populous corporations, dwelt throughout Cyzicus together with their wives and households, paying each year a fixed levy to the treasury—some for military cloaks, others for newly minted coin.
1:2463
ἐπεὶ γὰρ ἐκ παντὸς τρόπου δέδοκτο αὐτῷ συστῆσαι τὸν Ελληνισμόν, βιάζεσθαι μὲν τιμωρεῖσθαι τοὺς δήμους μὴ ἐθέλοντας θύειν ἀβουλίας νενόμικε
因為他已決意不擇手段地重振希臘宗教,故認為強迫或懲罰不願獻祭的民眾乃是缺乏智慧之舉;
For since he had resolved by every means to establish paganism, he judged it a mark of poor judgment to compel or punish the populace who were unwilling to sacrifice;
1:2464
σχολῇ γὰρ ἂν τοσούτων καθ' ἑκάστην πόλιν οἱ ἄρχοντες τὸν ἀριθμὸν μόνον ἀπεγράψαντο·
因為若真要強迫,各城的官長恐怕連要登記如此眾多的人數都難以做到。
for the magistrates in each city could scarcely even have registered the mere number of so many people.
1:2465
οὐ μὴν οὐδὲ συνιέναι καὶ κατὰ γνώμην εὔχεσθαι διεκώλυε
然而他也並未禁止基督徒聚會,並按己意祈禱;
Nor indeed did he prevent them from assembling and praying according to their own conviction;
1:2466
ᾔδει γὰρ ὡς οὐκ ἀνάγκῃ ποτὲ κατορθωθείη τὰ προ
因為他知道,凡事若只靠強制手段,絕不能真正妥善達成——
for he knew that such things could never be brought to success by compulsion, being matters that
1:2467
αιρέσεως ἑκουσίας εἰς σύστασιν δεόμενα
唯有出於自願的抉擇,方能確立成就。
require free and voluntary choice for their establishment.
1:2468
ἀπελαύνειν τῶν πόλεων ἔσπευδε, τὸ μὲν ἀληθὲς εἰπεῖν, τῇ τούτων ἀπουσίᾳ πραγματευόμενος διαλῦσαι τῶν λαῶν τὰς συνόδους, ὥστε μήτε τοὺς ἐκκλησιάζοντας μήτε τοὺς διδάσκοντας ἔχειν μήτε μυστηρίων μεταλαμβάνειν καὶ τῷ πολλῷ χρόνῳ εἰς λήθην ἐμπεσεῖν τῆς οἰκείας θρησκείας, σκηπτόμενος δὲ ὡς οἱ κληρικοὶ εἰς διάστασιν τὰ πλήθη.. ἄγουσιν
他急欲將神職人員驅逐出各城——說實話,其真正用意乃是藉他們的缺席來瓦解民眾的聚集,使百姓既無人可以主持聚會,也無人可以教導,更無法領受聖事;如此經年累月,便會漸漸遺忘自己原有的信仰;表面上卻託辭說是神職人員把民眾引向了分裂。
He was eager to drive them out of the cities—to speak the plain truth of it—contriving that, through their absence, he might dissolve the assemblies of the people, so that they should have neither those who conducted services nor those who taught, nor partake of the mysteries, and that in the course of much time they might fall into forgetfulness of their own religion, while pretending that it was the clergy who were leading the multitudes into dissension.
1:2469
οὕτως οὖν οὔτε στάσεως γενομένης οὔτε γίνεσθαι προσδοκωμένης ἐξιέναι Κυζίκου τὸν Ελεύσιον καὶ τοὺς σὺν αὐτῷ προσέταξε
就這樣,雖然既未曾發生騷亂,也無跡象顯示將會發生,皇帝仍下令厄琉西烏及其同伴離開庫濟庫斯。
Thus, therefore, although no sedition had occurred nor was expected to occur, he ordered Eleusius and those with him to leave Cyzicus.
1:2470
Βοστρηνοὺς δὲ δημοσίῳ κηρύγματι προὐτρέψατο διῶξαι τῆς αὐτῶν πόλεως Τίτον τὸν τότε τῆς ἐνθάδε ἐκκλησίας ἐπίσκοπον
他又以公開詔令煽動博斯特拉人,驅逐當時任該城教會主教的提圖斯出境。
He also incited the people of Bostra, by a public edict, to expel from their city Titus, who was then bishop of the church there.
1:2471
ὡς γὰρ ἠπείλησεν αὐτὸν καὶ τοὺς κληρικοὺς ἐν αἰτίᾳ ποιήσειν εἰ στασιάσοι τὸ πλῆθος, βιβλίον πρὸς βασιλέα διεπέμψατο Τίτος καὶ διεμαρτύρατο ἐφάμιλλον μὲν εἶναι τῷ Ελληνικῷ πλήθει τὸ Χριστιανικόν, ἠρεμεῖν δὲ τοῦτο καὶ ταῖς αὐτοῦ παραι.. νέσεσιν ἀγόμενον μηδὲν στασιῶδες ἐννοεῖν
因為皇帝威脅說,若民眾發生騷亂,將追究提圖斯及神職人員的責任,提圖斯便上書皇帝,聲明基督徒的人數與希臘人(異教徒)人數相當,但基督徒安分守己,且在他的勸誡引導下,絕無任何動亂之念。
For when he threatened to hold him and the clergy responsible should the populace riot, Titus sent a letter to the emperor and testified that the Christian population was equal in number to the pagan population, but that it remained peaceful and, guided by his own exhortations, entertained no thought of sedition.
1:2472
ἐκ τοιούτων δὲ ῥημάτων εἰς ἔχθραν καταστῆσαι τῷ δήμῳ τὸν Τίτον κατασκευάζων, γράφων Βοστρηνοῖς διέβαλλεν αὐτὸν ὡς κατήγορον τοῦ πλήθους γεγενημένον, οἷα δὴ μὴ ἀπὸ γνώμης οἰκείας, διὰ δὲ τὰς αὐτοῦ παραινέσεις μὴ στασιάζοντος·
然而皇帝竟利用提圖斯這番話,設計使他招致民眾的仇恨;他致函博斯特拉人,誣衊提圖斯是在控告民眾,指控民眾之所以不曾作亂,並非出於他們自己的本意,而是因為受了提圖斯的勸誡所致;
But contriving, by means of these very words, to set Titus at enmity with the populace, he wrote to the Bostrenes and slandered him as having accused the people, [claiming] that they had refrained from sedition not by their own inclination but on account of his exhortations;
1:2473
καὶ ὡς δυσμενῆ ἀπελαύνειν αὐτὸν τῆς πόλεως ἀνεκίνει τὸν δῆμον
並藉此煽動民眾,將提圖斯視為仇敵,驅逐出城。
and he stirred up the populace to drive him out of the city as an enemy.
1:2474
Τοιαῦτα δὲ πολλὰ καὶ ἀλλαχόσε συμβῆναι εἰκός, τὰ μὲν κατὰ πρόσταγμα τοῦ βασιλέως, τὰ δὲ ἐξ ὀργῆς καὶ προπετείας δήμων·
想必在其他地方也曾發生許多類似之事,有些是出於皇帝的命令,有些則出於民眾的憤怒與魯莽衝動;
It is likely that many such things happened elsewhere too, some by the emperor's own command, others from the anger and rashness of the populace;
1:2475
ἐφ' οἷς καὶ οὕτως τῷ κρατοῦντι τὴν αἰτίαν τις ἀναθήσει τῶν γεγενημένων·
即便如此,人們仍應將這一切事件的責任歸咎於當權者;
in respect of which, even so, one might justly lay upon the ruler the blame for what occurred;
1:2476
οὐ γὰρ ὑπῆγε τοῖς νόμοις τοὺς ὧδε παρανομοῦντας, ἀλλὰ μίσει τῷ πρὸς τὴν θρησκείαν μέμφεσθαι λόγοις δοκῶν ἔργοις προὐτρέπετο τοὺς τὰ τοιαῦτα δρῶντας·
因為他並未依法制裁這些違法之人,反而口頭上似乎在譴責,實際上卻因對基督教的仇恨,藉行動慫恿那些作此惡行的人;
for he did not subject those who transgressed the law in this way to the laws, but, though seeming in words to blame them, in fact, out of his hatred toward the [Christian] religion, incited by his deeds those who did such things;
1:2477
ὅθεν καὶ μὴ διώκοντος αὐτοῦ κατὰ πόλεις καὶ κώμας ἔφευγον οἱ Χριστιανοί
因此,儘管他本人並未正式下令迫害,各城鎮鄉村的基督徒仍紛紛逃亡。
whence, even though he was not himself pursuing them, Christians throughout the cities and villages took flight.
1:2478
Ταύτης δὲ τῆς φυγῆς μετέσχον πολλοὶ τῶν ἐμῶν προγόνων καὶ ἐμὸς πάππος
我的許多祖先,以及我的祖父,都曾參與這場逃亡。
Many of my own ancestors, and my own grandfather, took part in this flight.
1:2479
καθότι πατρὸς ῞Ελληνος ὤν, αὐτός τε πανοικὶ καὶ οἱ ἀπὸ τοῦ γένους Αλαφίωνος Χριστιανοὶ πρῶτοι ἐγένοντο ἐν Βηθελέᾳ κώμῃ Γαζαίᾳ, πολυανθρώπῳ τε οὔσῃ καὶ ἱερὰ ἐχούσῃ ἀρχαιότητι καὶ κατασκευῇ σεμνὰ τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ πάνθεον ὡς ἐπὶ ἀκροπόλεως χειροποιήτου τινὸς λόφου κείμενον καὶ πανταχόθεν πάσης τῆς κώμης ὑπερέχον
因為他的父親原是希臘人(異教徒),而他本人連同全家,以及阿拉菲翁家族的人,都是加薩城附近伯特勒亞村最早信奉基督教的人。這座村莊人口眾多,並擁有因古老與建築而備受居民尊崇的神廟,尤以那座萬神殿最為壯觀——它坐落於一座人工築成的山丘之上,宛如衛城一般,四面八方俯瞰全村。
For although his father was a Greek, he himself, together with his whole household, and the family of Alaphion, were the first to become Christians in Bethelea, a village of Gaza—a populous place possessing temples venerable to its inhabitants for their antiquity and construction, and above all the Pantheon, situated as upon the acropolis of a certain man-made hill and rising above the whole village on every side.
1:2480
συμβάλλων δὲ οἶμαι τὸ χωρίον ἔνθεν λαχεῖν τὴν προσηγορίαν καὶ ἐκ τῆς Σύρων φωνῆς εἰς τὴν Ελλήνων ἑρμηνευόμενον θεῶν οἰκητήριον ὀνομάζεσθαι, διὰ τὸν τοῦ.. πανθέου ναόν
我推想,這地方之所以得此名,正是由此而來;若將其由敘利亞語譯為希臘語,其意即為「眾神的居所」,正是因那座萬神殿的緣故。
I conjecture that the place derived its name from this, and that, translated from the Syrian tongue into Greek, it means "dwelling-place of the gods," on account of the temple of the Pantheon.
1:2481
λέγεται δὲ Χριστιανισμοῦ αἴτιος γενέσθαι τοῖς τούτων οἴκοις Ιλαρίων μοναχός·
據說,正是修士希拉里翁使這些家族歸信了基督教;
It is said that Hilarion the monk became the cause of Christianity for these households;
1:2482
δαιμονῶντος γὰρ Αλαφίωνος τούτου, < ἐπεὶ> ἐπὶ πολύ τινες ῞Ελληνες καὶ Ιουδαῖοι ἐπῳδαῖς καὶ περιεργίαις τισὶ χρησάμενοι οὐδὲν ἤνυον, δὲ μόνον τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιβοησάμενος τὸ δαιμόνιον ἀπή.. λασεν, εἰς τὴν Χριστιανῶν μετεβάλοντο θρησκείαν
原來這位阿拉菲翁曾被鬼魔附身,一些希臘人與猶太人長期使用符咒與各種法術,卻毫無成效;唯獨希拉里翁僅僅呼求基督之名,便驅逐了那鬼魔,於是他們便改信了基督教。
for when this Alaphion was possessed by a demon, and certain Greeks and Jews, having long employed incantations and various magical practices, accomplished nothing, but he, by merely invoking the name of Christ, drove out the demon, they turned to the religion of the Christians.
1:2483
διέπρεψε δὲ μὲν ἐμὸς πάππος ἐν ταῖς ἐξηγήσεσι καὶ ἐν ταῖς ἑρμηνείαις τῶν ἱερῶν γραφῶν, εὐφυής τε ὢν καὶ οἷος γνῶναι <ὧν> δεῖ, καὶ κατὰ λόγον μετρίως ἠγμένος, ὡς καὶ ἀριθμητικῆς μὴ εἶναι ἄμοιρος
我的祖父精於解經,擅長闡釋聖經,天資聰穎,善於明辨事理所需,並在邏輯推理方面亦受過相當程度的訓練,甚至於算術一道也略有涉獵。
My grandfather excelled in the exposition and interpretation of the sacred Scriptures, being naturally gifted and able to discern what was needed, and being moderately trained in reasoning, so that he was not without a share even in arithmetic.
1:2484
ὅθεν κεχαρισμένος εἰσάγαν ἐτύγχανε τοῖς ἀνὰ τὴν Ασκάλωνα καὶ Γάζαν καὶ τοῖς πέριξ Χριστιανοῖς ὡς ἀναγκαῖος τῇ.. θρησκείᾳ καὶ τὰ ἀμφίβολα τῶν ἱερῶν γραφῶν εὐμαρῶς διαλύων
因此,他深受阿斯卡隆、加薩及周邊一帶基督徒的敬重與喜愛,被視為信仰上不可或缺之人,並能輕易解決聖經中含糊難解之處。
Hence he came to be held in the highest esteem among the Christians throughout Ascalon, Gaza, and the surrounding region, as one indispensable to their religion, and one who readily resolved the ambiguous passages of the sacred Scriptures.
1:2485
τῶν δὲ ἀπὸ τοῦ ἑτέρου γένους σχολῇ γ' ἄν τις τὴν ἀρετὴν διηγήσαιτο·
至於另一個家族(阿拉菲翁家族),其德行實在難以盡述;
But as for those of the other family, one could scarcely fully recount their virtue;
1:2486
πρῶτοι γὰρ οὗτοι ἐνθάδε ἐκκλησίας καὶ μοναστήρια συνεστήσαντο καὶ σεμνότητι καὶ φιλοφροσύνῃ ξένων καὶ δεομένων συνεκόσμησαν
因為他們是當地最先建立教會與修道院的人,並以莊重的品格與對陌生人及貧困者的殷勤款待,為當地增添了光彩。
for they were the first in that place to establish churches and monasteries, and adorned it with dignity and with hospitality toward strangers and those in need.
1:2487
ἐκ ταύτης δὲ τῆς γενεᾶς μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν ἄνδρες ἀγαθοί, οἷς ἤδη πρεσβύταις νέος ὢν συνεγενόμην
出自這一世系,直到我這一代仍有德高望重之人存世;我年少之時,曾親自結識這些已屆老年的長者。
From this lineage there survived good men down even to our own time, whom, when they were already old, I, being still young, came to know personally.
1:2488
ἀλλὰ τῶν μὲν ὕστερον ἐπιμνησθῆναι δεῖ
然而關於這些人,容我留待日後再作敘述。
But of these I must make mention later.
1:2489
Ο δὲ βασιλεὺς πάλαι σπουδάζων τὸν Ελληνισμὸν κρατεῖν κατὰ πᾶσαν τὴν ὑπήκοον, χαλεπῶς ἔφερε παρευδοκιμούμενον ὁρῶν ὑπὸ τοῦ Χριστιανισμοῦ
皇帝長久以來一直熱衷於使希臘宗教在其治下全境盛行,如今眼見它竟被基督教蓋過聲望,心中甚為不悅。
The emperor, who had long been eager for paganism to prevail throughout all his dominion, was greatly distressed to see it being surpassed in esteem by Christianity.
1:2490
ναοὶ μὲν γὰρ ἠνεῴγεισαν, καὶ θυσίαι καὶ Ελλήνων πάτριοι ἑορταὶ τῶν πόλεων κατὰ γνώμην αὐτῷ προχωρεῖν ἐδόκουν·
誠然,神廟已重新開放,各城中的獻祭與希臘人祖傳的節慶,看來也依他的心意逐步推行;
For the temples had been reopened, and sacrifices and the ancestral festivals of the Greeks in the cities seemed to be proceeding according to his wish;
1:2491
ἠνιᾶτο δὲ λογιζόμενος ὡς, εἰ γυμνωθείη ταῦτα τῆς αὐτοῦ σπουδῆς, ταχεῖαν ἕξει τὴν μεταβολήν·
但他仍感到憂慮,因為他盤算著:這一切若失去他個人的大力扶持,恐怕轉眼便會逆轉衰敗;
yet he was troubled, reckoning that, should these things be stripped of his own zealous support, they would quickly undergo reversal;
1:2492
οὐχ ἥκιστα δὲ ἤχθετο καὶ πολλῶν ἱερέων χριστιανίζειν ἀκούων τὰς γαμετὰς.. καὶ τοὺς παῖδας καὶ τοὺς οἰκέτας
尤其令他惱怒的是,他聽聞許多祭司的妻子、兒女及家僕竟都信奉基督教。
and not least was he vexed to hear that the wives, children, and household servants of many priests were living as Christians.
← 上一段下一段 →
1