內容伺服器目前離線,這是 2026-08-11 產生的離線快照;全文搜尋暫時無法使用。 The content server is offline; this is a 2026-08-11 snapshot. Full-text search is unavailable.
📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 教會史

索佐門

教會史 第 1 章 第 5/28 段

希臘文原文.174 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:686–1:859(全章共 4787 節)

← 上一段下一段 →
1:686
[Εφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη καὶ εἰς πλῆθος ἐπέδωκεν.] Αρμενίους δὲ πάλιν πρότερον ἐπυθόμην χριστιανίσαι
〔此後,此教義又傳至鄰近各部族,人數日益增多。〕至於亞美尼亞人,我另外得知,他們其實更早便已信奉基督教。
[Thereafter, the doctrine passed also through the neighboring tribes and grew to great numbers.] But I have learned that the Armenians, in turn, became Christian even earlier.
1:687
λέγεται γὰρ Τηριδάτην τὸν ἡγούμενον τότε τοῦ ἔθνους ἔκ τινος παραδόξου θεοσημείας συμβάσης περὶ τὸν αὐτοῦ οἶκον ἅμα τε Χριστιανὸν γενέσθαι καὶ πάντας τοὺς ἀρχομένους ὑφ' ἑνὶ κηρύγματι προστάξαι ὁμοίως θρησκεύειν
據說,當時統治該民族的提里達底,因其家中發生了某種奇異的神蹟徵兆,便當即成為基督徒,並以一道詔令,命令其所有臣民同樣依此信仰敬拜。
For it is said that Tiridates, who then ruled that nation, on account of some marvelous divine sign that occurred concerning his household, at once became a Christian and, by a single proclamation, ordered all his subjects likewise to worship in the same way.
1:688
Εφεξῆς δὲ καὶ διὰ τῶν ὁμόρων φυλῶν τὸ δόγμα διέβη καὶ εἰς πλῆθος ἐπέδωκε
此後,此教義又傳至鄰近各部族,並日益增多茁壯。
Thereafter, the doctrine passed also through the neighboring tribes and grew to great numbers.
1:689
Επεὶ δὲ τῷ χρόνῳ πλεῖστοι ἐγένοντο καὶ ἐκκλησιάζειν ἤρξαντο καὶ ἱερέας καὶ διακόνους εἶχον, ἐλύπει τοῦτο οὐ μετρίως τοὺς μάγους, οἳ τὴν Περσῶν θρησκείαν ὥσπερ τι φῦλον ἱερατικὸν κατὰ διαδοχὴν γένους ἀρχῆθεν ἐπιτροπεύουσιν
隨著時間推移,基督徒人數日益眾多,開始舉行教會聚會,並設有祭司與執事,這使得祭司們大為不悅;他們自古以來,便如同一個世襲的祭司階層,代代相傳地掌管波斯人的宗教事務。
When in time the Christians became very numerous and began to hold church assemblies and had priests and deacons, this greatly grieved the Magi, who from the beginning have administered the religion of the Persians as a kind of priestly caste, by hereditary succession.
1:690
ἐλύπει δὲ καὶ Ιουδαίους, τρόπον τινὰ φύσει ὑπὸ βασκανίας πρὸς τὸ δόγμα τῶν Χριστιανῶν ἐκπεπολεμωμένους
此事也同樣令猶太人不悅,他們在某種意義上,天生便因嫉妒之故,對基督徒的教義懷有敵意。
It likewise grieved the Jews, who, in a certain way, are by nature at enmity with the doctrine of the Christians on account of envy.
1:691
καὶ διαβάλλουσι πρὸς Σαβώρην τὸν τότε βασιλέα Συμεώνην τὸν ἀρχιεπίσκοπον Σελευκείας καὶ Κτησιφῶντος τῶν ἐν Περσίδι βασιλευουσῶν πόλεων ὡς φίλον ὄντα τῷ.. Καίσαρι Ρωμαίων καὶ τὰ Περσῶν πράγματα τούτῳ καταμηνύοντα
他們便向當時的波斯王沙普爾誣告塞琉西亞與泰西封(波斯的兩座王都)的總主教西門,指控他是羅馬凱撒的密友,且將波斯的內情洩露給對方。
And they slandered to Shapur, the king at that time, Symeon, the archbishop of Seleucia and Ctesiphon—the royal cities of Persia—accusing him of being a friend to the Roman Caesar and of betraying the affairs of the Persians to him.
1:692
πεισθεὶς δὲ ταῖς διαβολαῖς Σαβώρης τὰ μὲν πρῶτα φόροις ἀμέτροις ἐπέτριβε τοὺς Χριστιανούς, καθότι τοὺς πλείστους ἔγνω ἀκτημοσύνην ἀσκεῖν, καὶ χαλεποῖς ἀνδράσιν ἐπέτρεψε τὴν εἴσπραξιν, ὥστε ἐνδείᾳ χρημάτων καὶ ἀπηνείᾳ τῶν εἰσπρακτόρων βιαζομένους ὑπεριδεῖν τὴν οἰκείαν θρησκείαν·
沙普爾聽信了這些讒言,起初便以無節制的重稅苦待基督徒,因為他知道他們大多奉行清貧自守之道;他還將徵稅之責交予苛酷之人,好使基督徒因財力匱乏、又受徵稅者的殘酷相逼,被迫放棄自身的宗教信仰。
Shapur, persuaded by these slanders, at first oppressed the Christians with immoderate taxes, since he knew that most of them practiced voluntary poverty, and he entrusted the collection to harsh men, so that, being compelled by lack of money and by the cruelty of the tax-collectors, they might be forced to abandon their own religion.
1:693
τοῦτο γὰρ αὐτῷ ἐσπουδάζετο
因為這正是他所極力謀求之事。
For this was what he was eagerly striving for.
1:694
μετὰ δὲ ταῦτα τοὺς ἱερέας καὶ λειτουργοὺς τοῦ θεοῦ ἀναιρεθῆναι ξίφει προσέταξε, τὰς δὲ ἐκκλησίας κατασκαφῆναι καὶ τὰ κειμήλια δημόσια γενέσθαι, τὸν δὲ Συμεώνην ἄγεσθαι, ὡς προδότην τῆς.. Περσῶν βασιλείας καὶ θρησκείας γεγενημένον
此後,他又下令將神的祭司與事奉者以刀劍處死,將教堂夷為平地,其中的聖器財物則充公;並命人將西門帶來,指控他背叛了波斯的王國與宗教。
After this, he ordered that the priests and ministers of God be put to death by the sword, that the churches be razed to the ground and their treasures become public property, and that Symeon be brought before him, as one who had become a traitor to the kingdom and religion of the Persians.
1:695
οἱ μὲν οὖν μάγοι, συλλαμβανομένων αὐτοῖς τῶν Ιουδαίων, σπουδῇ τοὺς εὐκτηρίους οἴκους καθεῖλον
於是祭司們便在猶太人的協助下,急切地拆毀了祈禱的殿堂。
The Magi, therefore, with the Jews assisting them, zealously pulled down the houses of prayer.
1:696
Συμεώνης δὲ συλληφθεὶς σιδηροδεσμώτης ὡς βασιλέα ἤχθη·
西門遭到逮捕後,便被戴上鐵鐐押解至王前。
Symeon, having been seized, was led to the king bound in irons.
1:697
ἔνθα δὴ γίνεται ἀνὴρ ἀγαθὸς καὶ ἀνδρεῖος
在那裡,他展現出一位善良而勇毅之人的風範。
There he showed himself a good and courageous man.
1:698
ἐπεὶ γὰρ βασανίσων αὐτὸν εἰσάγεσθαι προσέταξεν.. Σαβώρης, οὔτε ἔδεισεν οὔτε προσεκύνησεν
因為當沙普爾下令將他帶進去施以酷刑時,他既未心生畏懼,也不曾叩拜。
For when Shapur ordered him to be brought in for torture, he neither feared nor did obeisance.
1:699
ἐφ' σφόδρα χαλεπήνας βασιλεὺς ἐπύθετο·
國王因此勃然大怒,質問道:
At this the king, being greatly angered, asked.
1:700
τί δή ποτε νῦν οὐ προσεκύνησας, πρότερον τοῦτο ποιῶν; ὅτι πρότερον, ἔφη Συμεώνης, οὐ δεσμώτης ἠγόμην ἐπὶ προδοσίᾳ τοῦ ἀληθοῦς θεοῦ, καὶ μηδὲν διαφερόμενος τὰ νενομισμένα περὶ τὴν βασιλείαν ἐπλήρουν·
「你先前既曾如此叩拜,如今為何不再叩拜了?」西門答道:「因為先前我並非被鎖鏈押解、被控背叛真神;那時我與王室並無爭執,故遵行有關王權的慣例禮節。」
"Why is it that you do not do obeisance now, though you did so before?" "Because before," said Symeon, "I was not being led in bonds on a charge of betraying the true God, and, having no quarrel, I was fulfilling what was customary regarding the kingship."
1:701
νῦν δέ μοι οὐ θέμις τοῦτο ποιεῖν·
「但如今我不可如此行。」
"But now it is not lawful for me to do this."
1:702
ἥκω γὰρ ἀγωνιούμενος ὑπὲρ.. τῆς εὐσεβείας καὶ τοῦ ἡμετέρου δόγματος. τοιαῦτα εἰπόντα παρεκελεύσατο βασιλεὺς προσκυνῆσαι τὸν ἥλιον, καὶ πειθομένῳ μὲν πολλὰ δῶρα δώσειν ὑπισχνεῖτο καὶ ἐν τιμῇ ἕξειν, ἀπειθοῦντα δὲ ἀπολέσειν ἠπείλησεν αὐτόν τε καὶ πᾶν τὸ Χριστιανῶν φῦλον
「因為我來是要為敬虔和我們的教義奮鬥。」西門如此說後,王便勸他敬拜太陽,應許說,若他順從,必賜他豐厚的禮物,並使他享尊榮;若他不順從,則威脅要毀滅他和所有基督徒族類。
"For I have come to contend for piety and for our own doctrine." When he had said such things, the king urged him to worship the sun, and promised that if he obeyed he would give him many gifts and hold him in honor, but threatened that if he disobeyed he would destroy both him and the whole race of the Christians.
1:703
ἐπεὶ δὲ οὔτε ταῖς ἀπειλαῖς κατεκτύπει τὸν Συμεώνην οὔτε ταῖς ἐπαγγελίαις ἐμάλασσεν, ἀλλ' ἀνδρείως ἔμενεν ἰσχυριζόμενος μήποτε προσκυνήσειν τὸν ἥλιον μηδὲ προδότης φανήσεσθαι τῆς αὐτοῦ θρησκείας, προσέταξεν αὐτὸν τέως ἐν.. δεσμοῖς εἶναι, λογισάμενος ὡς εἰκὸς αὐτὸν μεταμεληθήσεσθαι
但由於西門既不因威嚇而屈服,也不因許諾而軟化,反倒堅忍地持守,聲言絕不敬拜太陽,也絕不背叛自己的信仰,王便下令暫且將他囚禁,心想他大概會回心轉意。
But since he neither terrified Symeon with threats nor softened him with promises, but he remained steadfastly courageous, insisting that he would never worship the sun nor prove a traitor to his own religion, he ordered him for the time being to be kept in chains, reckoning that he would probably change his mind.
1:704
ἀπαγόμενον δὲ εἰς τὸ δεσμωτήριον ἰδὼν Οὐσθαζάδης πρεσβύτης τις εὐνοῦχος, τροφεὺς Σαβώρου καὶ μείζων τῆς βασιλέως οἰκίας, προσεκύνησεν αὐτὸν ἀναστάς·
當他被押赴監獄時,一位年老的太監烏斯塔札德斯(他是沙普爾的教養師,且身居王室要職)見了他,就起身向他行禮。
As he was being led away to prison, a certain elderly eunuch named Usthazanes, the tutor of Shapur and steward of the king's household, saw him and rose up and did him reverence.
1:705
ἔτυχε γὰρ πρὸ τῶν βασιλείων θυρῶν καθήμενος
因為他恰巧坐在王宮門前。
For he happened to be sitting before the doors of the palace.
1:706
δὲ Συμεώνης ὑβριστικῶς ἐπετίμησεν αὐτῷ καὶ θυμωθεὶς ἀνεβόησε καὶ ἀποστραφεὶς παρήμειψε·
西門卻粗暴地斥責他,忿然大喝一聲,轉身而去,不理睬他。
But Symeon rebuked him insultingly, and cried out in anger, and turned away and passed him by.
1:707
Χριστιανὸς γὰρ ὢν οὐ πρὸ πολλοῦ ἐβιάσθη.. προσκυνῆσαι τὸν ἥλιον
因為烏斯塔札德斯雖是基督徒,卻在不久前被強迫敬拜太陽。
For though he was a Christian, not long before he had been compelled to worship the sun.
1:708
αὐτίκα δὲ δακρύσας μετ' οἰμωγῆς εὐνοῦχος, ἣν μὲν ἠμφίεστο λαμπρὰν ἐσθῆτα ἀπέθετο, οἷα δὲ πενθῶν μέλαιναν περιβαλλόμενος πρὸ τῆς βασιλέως οἰκίας ἐκαθέζετο κλαίων καὶ στένων οἴμοι ἐγώ, λέγων, οἷον χρὴ προσδοκᾶν εἶναι περὶ ἐμὲ ὃν ἠρνησάμην θεόν; ὅπου γε τούτου χάριν ἐντεῦθεν ἤδη πάλαι μοι συνήθης γεγονὼς Συμεώνης, οὐδὲ λόγου μεταδούς, ὧδέ με ἀπεστράφη καὶ παρέδραμεν. ἐπεὶ δὲ ἔγνω ταῦτα Σαβώρης, μετακαλεσάμενος αὐτὸν ἐπυνθάνετο τὴν αἰτίαν τοῦ πένθους, καὶ.. εἰ συμφορᾷ τινι περὶ τὸν οἶκον ἐχρήσατο
那太監立時流淚哀哭,脫去身上華麗的衣服,如同居喪之人披上黑衣,坐在王宮門前哭泣哀歎道:「我有禍了!我既已否認了神,還能指望有什麼結果呢?就因這緣故,那早已與我相熟的西門,竟連一句話也不肯與我交談,就這樣轉身避開我而去。」沙普爾得知此事後,便召他來,詢問他哀傷的緣由,是否家中遭遇了什麼不幸。
At once the eunuch, weeping with lamentation, took off the splendid garment he was wearing, and clothing himself in black as one in mourning, sat down before the king's house, weeping and groaning, "Woe is me," he said, "what must I expect will become of me, who have denied God? Seeing that on this account Symeon, who has long since been familiar with me, without even sharing a word with me, has turned away from me thus and passed me by." When Shapur learned of this, he summoned him and inquired the cause of his mourning, and whether he had met with some misfortune concerning his household.
1:709
ὑπολαβὼν δὲ Οὐσθαζάδης εἶπεν·
烏斯塔札德斯回答說:
Usthazanes replied and said:
1:710
βασιλεῦ, οὐδὲν περὶ τὸν ἐνθάδε οἶκον ἠτύχησα·
「陛下,我家中並無任何不幸之事;
"O king, I have suffered no misfortune concerning my household here;
1:711
εἴθε γὰρ ἀντὶ τοῦ συμβεβηκότος μοι παντοδαπαῖς ἀλλοίαις περιπέπτωκα συμφοραῖς, καὶ ῥᾷον ἦν
惟願我所遭遇的,是換作任何別種災禍,那倒還容易忍受。
for would that, instead of what has befallen me, I had fallen into misfortunes of every other sort, for it would have been easier to bear.
1:712
πενθῶ δὲ νῦν ὅτι ζῶ καὶ πάλαι τεθνάναι ὀφείλων ὀρῶ τὸν ἥλιον, ὃν σοὶ χαριζόμενος, οὐκ ἀπὸ γνώμης, προσεκύνησα τῷ δοκεῖν, ὥστε κατ' ἀμφότερον δίκαιον εἶναί με ἀποθανεῖν, προδότην Χριστοῦ γεγενημένον καὶ περὶ σὲ ἀπατεῶνα. καὶ μὲν τοιάδε εἰπὼν ὤμοσεν οὐρανοῦ καὶ γῆς δημιουργὸν
我如今所哀痛的,是我竟還活著,而且我早該死了,卻仍看見這太陽——為了討你的歡心,並非出於我本心,我表面上敬拜了它——因此無論從哪一方面說,我都理當一死:我既已背叛了基督,又欺騙了你。」他說了這些話後,便指著天地的創造者起誓,
But I mourn now that I am alive, and though long since owing death, I still behold the sun—which, to please you, and not from my own conviction, I worshipped only in appearance—so that on both counts it is just that I should die, having become a traitor to Christ and a deceiver toward you." And having said such things, he swore by the Creator of heaven and earth
1:713
μὴ μεταθήσεσθαι λοιπὸν τῆς γνώμης
從此絕不再改變心意。
that he would no longer change his resolve.
1:714
τεθηπὼς ἔτι μᾶλλον ἐχαλέπαινε τοῖς Χριστιανοῖς ὡς γοητείαις τὰ τοιαῦτα κατορθοῦσι
王驚異之餘,對基督徒更加惱怒,以為他們是靠邪術成就這等事。
Astonished, he was all the more angered against the Christians, as though they achieved such things by sorcery.
1:715
φειδοῖ δὲ τῇ περὶ τὸν πρεσβύτην πῇ μὲν πρᾶος, πῇ δὲ ἀπηνὴς φαινόμενος παντὶ σθένει μεταπείθειν αὐτὸν ἐπει.. ρᾶτο
但王因顧念這位老人,時而顯得溫和,時而顯得嚴厲,竭盡全力想使他回心轉意。
Yet out of consideration for the old man, appearing now gentle, now harsh, he tried with all his strength to persuade him to change his mind.
1:716
ὡς δὲ οὐδὲν ἤνυεν, ἰσχυριζομένου Οὐσθαζάδου μήποτε τοσοῦτον εὐήθη ἔσεσθαι, ὡς ἀντὶ τοῦ πάντων δημιουργοῦ θεοῦ τὰ πρὸς αὐτοῦ δεδημιουργημένα σέβειν, τότε δὴ πρὸς ὀργὴν κινηθεὶς προσέταξεν αὐτοῦ ξίφει τὴν κεφαλὴν ἀποτμηθῆναι
但終究徒然無功,因為烏斯塔札德斯堅稱自己絕不會愚昧到,去敬拜受造之物,而不敬拜萬有的創造者——神;王於是勃然大怒,下令用劍斬下他的頭。
But as he accomplished nothing, since Usthazanes insisted that he would never be so foolish as to worship, instead of God the creator of all things, the things created by him, then indeed, moved to anger, he ordered his head to be cut off by the sword.
1:717
ἐπὶ τοῦτο δὲ ἀγόμενος παρὰ τῶν δημίων, ἐπι.. σχεῖν μικρὸν αὐτῶν ἐδεήθη, ὡς περί του βασιλεῖ δηλώσων
當他被劊子手押赴刑場時,他懇求他們稍候片刻,說他有話要稟告王。
As he was being led to this by the executioners, he asked them to hold off for a little while, as he wished to declare something to the king.
1:718
καὶ προσκαλεσάμενός τινα τῶν πιστοτάτων εὐνούχων ἐκέλευσε τάδε εἰπεῖν Σαβώρῃ·
於是他叫來一位最忠信的太監,吩咐他去對沙普爾這樣說:
And having called forward one of the most trusted eunuchs, he bade him say the following to Shapur:
1:719
ἣν μὲν ἐκ νέου μέχρι τοῦ νῦν εὔνοιαν ἔσχον, βασιλεῦ, περὶ τὸν ὑμέτερον οἶκον, πατρί τε σῷ καὶ σοὶ σπουδῇ τῇ προσηκούσῃ διακονούμενος, οὔ μοι δοκεῖ μαρτύρων παρὰ σοὶ εὖ ταῦτα ἐπισταμένῳ δεῖσθαι
「陛下,我自幼至今對貴王室所懷的忠誠,以應盡的殷勤事奉了令尊與陛下您,我想這事您深知其詳,不需要見證人。
"The goodwill, O king, which I have had from my youth until now toward your household, serving both your father and yourself with fitting diligence, does not, I think, need witnesses in your presence, since you know these things well.
1:720
ἀντὶ πάντων δὲ ὧν πώποτε κεχαρισμένος ὑμῖν ἐγενόμην, ἀπόδος μοι ταύτην τὴν ἀμοιβήν, τὸ μὴ δόξαι τοῖς ἀγνοοῦσι τιμωρίαν ὑπέχειν ὡς ἄπιστον περὶ τὴν βασιλείαν .. ἄλλως κακοῦργον ἁλόντα
為我以往一切效忠於你們的行為,求你賜我這樣一個報答:不要讓不知情的人以為我是因對王室不忠、或犯了別的罪行而受刑。
In return for all the favor I have ever shown you, grant me this recompense: that I may not seem, to those who do not know the truth, to be undergoing punishment as one convicted of disloyalty toward the kingdom or of some other crime.
1:721
καὶ ὥστε δῆλον τοῦτο γενέσθαι, κῆρυξ βοῶν σημανεῖ πᾶσιν ὅτι Οὐσθαζάδης τὴν κεφαλὴν ἀποτέμνεται μοχθηρὸς μὲν οὐδαμῶς ἔν τινι ἐν τοῖς βασιλείοις φανείς, Χριστιανὸς δὲ ὢν καὶ τὸν ἴδιον.. θεὸν ἀπαρνεῖσθαι τῷ βασιλεῖ μὴ πειθόμενος. καὶ μὲν εὐνοῦχος ἤγγειλε ταῦτα
為使此事昭然於眾,願傳令官高聲宣告眾人:烏斯塔札德斯被斬首,絕非因他在宮中做過任何邪惡之事,而是因為他身為基督徒,不肯遵從王命否認自己所信的神。」那太監便如此稟報了。
And in order that this may be made clear, let a herald proclaim aloud and announce to all that Usthazanes has his head cut off, having in no way shown himself wicked in anything within the palace, but because, being a Christian, he would not obey the king in denying his own God." And the eunuch reported these things.
1:722
Σαβώρης δὲ κατὰ τὴν αἴτησιν Οὐσθαζάδου κήρυκα βοῆσαι προσέταξεν
沙普爾依烏斯塔札德斯所求,便下令傳令官如此宣告。
And Shapur, in accordance with the request of Usthazanes, ordered a herald to make the proclamation.
1:723
ᾤετο γὰρ τοὺς ἄλλους ἑτοίμως παύεσθαι χριστιανίζειν, εἰ κατὰ νοῦν λάβοιεν ὡς οὐδενὸς Χριστιανοῦ φείσεται πρεσβύτην τροφέα καὶ οἰκεῖον εὔνουν ἀνελών
因他以為,若其他人明白他連一位年老的教養師、忠心的家臣尚且不肯寬饒,便會使他們甘心放棄信奉基督。
For he thought that others would readily cease to be Christians, if they should bear in mind that, having put to death an aged tutor and a loyal member of his household, he would spare no Christian.
1:724
Οὐσθαζάδης δὲ ἐσπούδαζεν ἀνακηρυχθῆναι τὴν αἰτίαν τῆς αὐτοῦ τιμωρίας, λογισάμενος ὡς, ἡνίκα εὐλαβηθεὶς προσεκύνησε τὸν ἥλιον, πολλοὺς Χριστιανῶν εἰς δέος κατέστησε, νυνὶ δὲ εἰ μάθοιεν αὐτὸν ὑπὲρ τῆς θρησκείας ἀναιρεθέντα, μιμητὰς πολλοὺς ποιήσει τῆς οἰκείας ἀνδρείας
但烏斯塔札德斯卻極力促成此事公告於眾,因他思量:先前他因畏懼而敬拜太陽時,曾使許多基督徒心生恐懼;如今,若他們得知他是為信仰而被處死,便會激勵許多人效法他的勇毅。
Usthazanes was eager that the reason for his punishment be publicly proclaimed, reckoning that, whereas when out of fear he had worshipped the sun he had cast many Christians into fear, now, if they should learn that he had been put to death for the sake of religion, he would make many imitators of his own courage.
1:725
῟Ωδε μὲν Οὐσθαζάδης ἐνδοξότατα τὴν ἐνθάδε βιοτὴν κατέλιπε·
烏斯塔札德斯就這樣以極其光榮的方式,結束了他在世的生命。
In this way, then, Usthazanes departed most gloriously from this life.
1:726
Συμεώνης δὲ μαθὼν ἐν τῷ δεσμωτηρίῳ εὐχαριστήρια περὶ αὐτοῦ τῷ θεῷ ηὔξατο
西門在獄中得知此事,便向神獻上感謝的禱告。
And Symeon, learning of this in the prison, offered up prayers of thanksgiving to God on his behalf.
1:727
τῇ δὲ ἑξῆς ἡμέρᾳ ( ἔτυχε δὲ ἕκτην τῆς ἑβδομάδος εἶναι, καθ' ἣν πρὸ τῆς ἀναστασίμου πανηγύρεως ἐτήσιος τοῦ σωτηρίου πάθους ἀνάμνησις ἐπιτελεῖται) καὶ τὸν Συμεώνην ἐψηφίσατο βασιλεὺς ξίφει ἀναιρεθῆναι
次日(恰是一週的第六日,也就是在復活節慶典之前,紀念主救贖受難的年度紀念日),王便判決要用劍處死西門。
On the following day (it happened to be the sixth day of the week, on which, before the festival of the Resurrection, the annual commemoration of the saving Passion is celebrated), the king decreed that Symeon too should be put to death by the sword.
1:728
προαχθεὶς γὰρ αὖθις ἐκ τοῦ δεσμωτηρίου εἰς τὰ βασίλεια γενναίως μάλα προσδιελέχθη Σαβώρῃ περὶ τοῦ δόγματος καὶ οὔτε αὐτὸν οὔτε τὸν ἥλιον προσκυ.. νῆσαι ἠνέσχετο
因為他再度被從監獄押到王宮,極其英勇地與沙普爾論辯信仰之事,既不肯敬拜他,也不肯敬拜太陽。
For, being brought forth again from the prison to the palace, he discoursed most nobly with Shapur concerning the faith, and he consented to worship neither him nor the sun.
1:729
κατὰ δὲ τὴν αὐτὴν ἡμέραν ὁμοίως ἀναιρεθῆναι προσετάχθησαν καὶ ἄλλοι ἑκατὸν ἐν τῷ δεσμωτηρίῳ ὄντες, τελευταῖον δὲ αὐτοῖς ἐπισφαγῆναι Συμεώνην τὸν πάντων θάνατον θεασάμενον
就在同一天,另有一百人同樣被下令處死,他們都在獄中;而西門則被安排最後受戮,要親眼目睹眾人的死。
On the same day, another hundred who were in the prison were likewise ordered to be put to death, and Symeon was to be slaughtered after them last of all, having witnessed the death of them all.
1:730
ἦσαν δὲ τούτων οἱ μὲν ἐπίσκοποι, οἱ δὲ πρεσβύτεροι καὶ ἄλλοι ἄλλων κληρικῶν ταγμάτων
這些人中,有的是主教,有的是長老,還有其他各等聖職人員。
Of these, some were bishops, others presbyters, and others of various clerical orders.
1:731
ὡς δὲ πάντες τὴν ἐπὶ θάνατον ἤγοντο, παραγενόμενος μέγας ἀρχίμαγος ἤρετο αὐτούς, εἰ βούλοιντο ζῆν καὶ βασιλεῖ παραπλησίως θρησκεύειν καὶ τὸν ἥλιον σέβειν
當眾人都被押赴刑場時,大祭司長來到,問他們是否願意存活,並像王一樣敬拜,敬奉太陽。
As they were all being led to death, the grand chief magus came forward and asked them whether they wished to live, and to worship in the manner of the king, and to reverence the sun.
1:732
οὐδενὸς δὲ τὴν ἐπὶ τούτοις ζωὴν ἑλομένου, ὡς εἰς τὸν τόπον ἤχθησαν οὗ κτείνεσθαι ἔμελλον, οἱ μὲν δήμιοι ἔργου εἴχοντο καὶ περὶ.. τὴν σφαγὴν τῶν μαρτύρων ἐπόνουν, Συμεώνης δὲ παρεστὼς αὐτοῖς ἀναιρουμένοις παρεκελεύετο θαρρεῖν, καὶ περὶ θανάτου καὶ περὶ ἀναστάσεως καὶ περὶ εὐσεβείας διελέγετο·
卻無一人為此而選擇苟活;他們被押到將要受戮之處後,劊子手便動手,忙於殉道者的殺戮,西門則站在旁邊,眼見他們一一被處死,勸勉他們要壯膽,並向他們講論死亡、復活與敬虔之道。
But since none chose life on these terms, when they had been led to the place where they were to be killed, the executioners set about their work and labored at the slaughter of the martyrs, while Symeon, standing by them as they were being put to death, exhorted them to be of good courage, and discoursed concerning death, and concerning resurrection, and concerning piety.
1:733
καὶ ἐκ τῶν ἱερῶν γραφῶν πιστούμενος ἐδείκνυ ζωὴν μὲν ἀληθῶς εἶναι τὸ ὧδε ἀποθανεῖν, τὸ δὲ διὰ δειλίαν προδοῦναι θεὸν ὁμολογουμένως θάνατον·
他又引證聖經,向他們證明:如此死去,實是真正的生命;而因怯懦背叛神,才是名副其實的死亡。
And confirming his words from the sacred Scriptures, he showed that to die in this manner is truly life, but that to betray God through cowardice is confessedly death.
1:734
μετ' οὐ πολὺ γὰρ καὶ μηδενὸς ἀποκτέννοντος αὐτομάτως τεθνήξονται·
「因為不久之後,縱然無人動手,他們自己也終將死去;
"For not long hence, even though no one should put them to death, they would die of themselves;
1:735
τοῦτο γὰρ ἄφυκτον παντὶ τικτομένῳ τέλος
因為這是凡受生者無可逃避的結局。
for this is an end from which no one born can escape.
1:736
τὰ μετὰ ταῦτα δὲ διηνεκῆ ὄντα οὐ πᾶσιν ἀνθρώποις ὁμοίως ἀπαντήσει, ἀλλ' ὡς ἀπὸ στάθμης τινὸς ἀκριβῆ λόγον δώσουσι τῆς ἐνθάδε βιοτῆς
但此後永恆長存的事,卻不會臨到眾人一樣;相反,他們必要按照某種精準的準則,為在世的一生交出確切的交代。
But what comes after this, being everlasting, will not befall all men alike; rather, as if by some exact standard, they will render a precise account of their life here.
1:737
καὶ ἀθανάτους ὧν ἕκαστος εὖ ἐποίησε τὰς ἀμοιβὰς λήψεται καὶ τὰς εὐθύνας τῶν ἐναντίων ὑφέξει
各人所行的善事必得不朽的報償,而所行的惡事也必受相應的責罰。
And each will receive immortal rewards for whatever good he has done, and will undergo the reckoning for the opposite.
1:738
μεῖζον δὲ πάντων ἐν ἀγαθοῖς καὶ μακαριώτατον ὑπὲρ θεοῦ ἑλέσθαι.. ἀποθανεῖν
而在一切善事中,最偉大、最有福的,莫過於選擇為神而死。」
"And greatest of all good things, and most blessed, is to choose to die for God's sake."
1:739
τοιαῦτα Συμεώνου διεξιόντος, οἷα παιδοτρίβου παρακελευομένου ἐν τοῖς ἀγῶσιν ὃν χρὴ τρόπον ἐλθεῖν, ἕκαστος ἐπαΐων προθύμως ἐπὶ τὴν σφαγὴν ἐχώρει
西門這樣講論,如同教練在競技場上指示選手應當如何進場;每一個聽見他話的人,都欣然奔赴刑場。
While Symeon was setting forth such things, like a trainer exhorting contestants in what manner they ought to enter the contests, each one, hearing him, went forward eagerly to the slaughter.
1:740
ἑκατὸν διῆλθεν δήμιος, τελευταῖον καὶ αὐτὸν Συμεώνην ἔκτεινε καὶ Αβεδεχαλάαν καὶ Αννίναν
劊子手依次殺完了那一百人,最後才殺了西門本人,以及阿貝德查拉安和安尼納。
The executioner went through all the hundred, and last of all he killed Symeon himself, and Abdiechalas, and Anninas.
1:741
ἀμφότεροι δὲ γηραλέοι πρεσβύτεροι τῆς ὑπ' αὐτὸν ἐκκλησίας ἅμα αὐτῷ συνελήφθησαν καὶ ἐν δεσμοῖς ἦσαν
這兩人都是年邁的長老,屬於西門所轄的教會,與他一同被捕,並一同囚禁。
Both of these were aged presbyters of the church under him, and had been arrested together with him and were in bonds.
1:742
Τηνικαῦτα δὲ Πουσίκης, ὃς πάντων ἦρχε τῶν τοῦ βασιλέως τεχνιτῶν, αὐτόθι ἑστώς, ἰδὼν Αννίναν τρέμοντα ὡς ηὐτρεπίζετο ἐπὶ τὴν σφαγήν, πρὸς βραχύ, ἔφη, γέρον, μῦσον τοὺς ὀφθαλμούς σου καὶ θάρρει·
那時,總管王室一切工匠的普西克斯正站在那裡,見安尼納被押去受戮時戰慄不已,便對他說:「老人家,暫且閉上你的眼睛,壯起膽來吧;
At that moment Pusices, who was chief over all the king's craftsmen, standing there, seeing Anninas trembling as he was being made ready for the slaughter, said, "For a little while, old man, close your eyes and be of good courage;
1:743
αὐτίκα γὰρ ὄψει τοῦ Χριστοῦ τὸ φῶς. ἅμα δὲ τοῦτο εἰπὼν συνελήφθη καὶ ὡς βασιλέα.. ἤχθη
因為你即刻便要看見基督的光了。」他話音剛落,便被抓住,押到王面前。
for at once you will see the light of Christ." And as soon as he had said this, he was seized and led before the king.
1:744
καὶ Χριστιανὸς εἶναι ὁμολογήσας, καθότι ἐλευθεροστομῶν ὑπὲρ τοῦ δόγματος καὶ τῶν μαρτύρων προσδιελέχθη τῷ βασιλεῖ, ὡς οὐ δέον παρρησιασάμενον παραξένῳ καὶ ὠμοτάτῳ τρόπῳ ἀποθανεῖν προσέταξεν
他承認自己是基督徒;因他坦率無畏地在王面前為信仰及殉道者辯護,王便以他不該如此放肆直言為由,下令用一種奇特而極其殘酷的方式處死他。
And having confessed that he was a Christian, since he had spoken with the king with outspoken frankness on behalf of the faith and the martyrs, the king, on the ground that he ought not to have spoken with such boldness, ordered that he die by a strange and most cruel manner.
1:745
περὶ γὰρ τὸν τένοντα διορύξαντες αὐτοῦ τὸν αὐχένα οἱ δήμιοι τῇδε αὐτοῦ τὴν γλῶτταν ἐξείλκυσαν·
劊子手在他頸項後方鑿穿了他的頸背,從那穿口將他的舌頭拽了出來。
For the executioners, having pierced through his neck at the nape, drew out his tongue through it.
1:746
ἐκ διαβολῆς δέ τινων καὶ θυγάτηρ αὐτοῦ παρθένος ἱερὰ συλληφθεῖσα τότε ἀνῃρέθη
又因某些人的誣告,他那奉獻給神的貞女女兒也在那時被捕,遭到處死。
And through the slander of certain persons, his daughter also, a consecrated virgin, was arrested at that time and put to death.
1:747
Τοῦ δὲ ἐπιγενομένου ἔτους κατὰ τὴν ἡμέραν, τοῦ μὲν πάθους τοῦ Χριστοῦ ἀνάμνησις ἐπετελεῖτο, τῆς δὲ ἐκ νεκρῶν ἀναστάσεως πανήγυρις προσεδοκᾶτο, ὠμοτάτη Σαβώρου πρόσταξις ἀνὰ πᾶσαν τὴν Περσῶν γῆν ἐφοίτα καταδικάζουσα θάνατον τῶν ἑαυτοὺς Χριστιανοὺς εἶναι ὁμολογούντων·
到了次年,正逢紀念基督受難的那一天,人們正期待著紀念死而復活的節期,沙普爾發出一道極其殘酷的敕令,傳遍波斯全境,判處一切承認自己是基督徒之人死刑。
In the following year, on the day on which the commemoration of the Passion of Christ was being celebrated, and the festival of the Resurrection from the dead was awaited, a most cruel edict of Shapur went about through the whole land of the Persians, condemning to death those who confessed themselves to be Christians.
1:748
ἡνίκα δὴ λέγεται ἀριθμοῦ κρείττονα πληθὺν Χριστιανῶν ὑπὸ ξίφους πε.. σεῖν
據說當時死於刀劍之下的基督徒,數目多得無法計算。
At which time it is said that a multitude of Christians beyond number fell by the sword.
1:749
οἵ τε γὰρ μάγοι κατὰ πόλεις καὶ κώμας ἐπιμελῶς ἐθήρων τοὺς λανθάνοντας, οἱ δὲ καὶ αὐτόματοι μηδενὸς ἄγοντος ἑαυτοὺς κατεμήνυον, ὥστε μὴ τῇ σιγῇ δόξαι τὸν Χριστὸν ἀπαρνεῖσθαι
因為術士們在各城各鄉,竭力搜捕那些隱匿不出的人;而另有一些人,雖無人追捕,卻自願前來自首,免得因沉默而顯得是否認了基督。
For the magi hunted diligently through the cities and villages for those who were hiding themselves, while others, of their own accord, though no one was pursuing them, denounced themselves, so that they might not seem, by their silence, to be denying Christ.
1:750
ἀφειδῶς δὲ πάντων Χριστιανῶν κτιννυμένων πλεῖστοι καὶ ἐν αὐτοῖς τοῖς βασιλείοις ἀνῃρέθησαν καὶ Αζάδης.. εὐνοῦχος, τὰ μάλιστα βασιλεῖ κεχαρισμένος ὤν
由於基督徒不分青紅皂白地遭到殺戮,甚至在王宮之中,也有許多人被處死,其中包括太監阿扎德斯,他曾深得王的寵愛。
While all Christians were being slaughtered without mercy, very many were put to death even within the palace itself, and among them Azades the eunuch, who was especially in favor with the king.
1:751
ὃν ἐπείπερ ἀποθανεῖν Σαβώρης ἐπύθετο, περίλυπος εἰσάγαν ἐγένετο, καὶ τὴν δημώδη ταύτην σφαγὴν ἔστησε, μόνους δὲ τοὺς καθηγητὰς τῆς θρησκείας ἀναιρεῖσθαι προσέταξε
沙普爾一得知他的死訊,便極為悲痛,於是下令停止這場大規模的屠殺,只下令處死信仰的領袖們。
When Shapur learned that he had died, he was exceedingly grieved, and he put a stop to this general slaughter, and ordered that only the leaders of the religion be put to death.
1:752
Κατ' ἐκεῖνο δὲ καιροῦ νόσῳ περιπεσούσης τῆς βασιλίδος συλλαμβάνεται Συμεώνου τοῦ ἐπισκόπου ἀδελφή, Ταρβούλα τοὔνομα, ἱερὰ παρθένος, σὺν θεραπαίνῃ τὸν αὐτὸν μετιούσῃ βίον καὶ ἀδελφῇ μετὰ θάνατον ἀνδρὸς γάμῳ ἀπαγορευσάσῃ καὶ ὁμοίως ἀγομένῃ
就在那時,王后患病,於是主教西門的妹妹——名叫塔爾布拉,一位獻身的貞女——被捕,同被捕的還有一位過著同樣生活的婢女,以及另一位在丈夫去世後棄絕再嫁、同樣過著這種生活的姊妹。
At that same time, when the queen fell ill, the sister of Symeon the bishop, named Tarbula, a consecrated virgin, was arrested, together with a serving-woman who pursued the same manner of life, and with another sister who, after her husband's death, had renounced marriage and likewise led the same life.
1:753
ἐγένετο δὲ αὐτῶν σύλληψις ἐκ διαβολῆς τῶν Ιουδαίων, ἐπαιτιωμένων ὡς φαρμάκοις τῇ κρατούσῃ ἐπεβού.. λευσαν διὰ τὸν Συμεώνου θάνατον μηνιῶσαι
她們的被捕,是出於猶太人的誣告;猶太人指控她們因西門之死心懷怨恨,用巫術謀害王后。
Their arrest came about through the slander of the Jews, who accused them of having plotted against the queen with sorceries, out of anger over the death of Symeon.
1:754
δὲ βασιλίς (φιλεῖ γάρ πως τὸ νοσοῦν τοῖς ἀπευκταίοις παρέχειν τὴν ἀκοήν) ὑπέλαβεν ἀληθῆ εἶναι τὴν διαβολὴν καὶ μάλιστα παρὰ Ιουδαίων γεγενημένην, ἐπεὶ τὰ αὐτῶν ἐφρόνει καὶ Ιουδαϊκῶς ἐβίω καὶ ἀψευδεῖς αὐτοὺς ἡγεῖτο καὶ εὔνους αὐτῇ
王后(因為患病之人往往容易輕信種種不祥之言)便信以為真,尤其因這是出自猶太人之口——她原本就傾向他們的見解,過著猶太式的生活,並認為他們誠實可靠,對她心懷善意。
But the queen (for illness has a way of lending its ear to ill-omened reports) supposed the slander to be true, especially as it had come from Jews, since she held their views and lived after the Jewish manner, and considered them truthful and well-disposed toward her.
1:755
παραλαβόντες δὲ οἱ μάγοι Ταρβούλαν καὶ τὰς ἄλλας καταδικάζουσιν αὐτῶν θάνατον·
於是術士們便拘拿了塔爾布拉及其他人,判她們死刑;
So the magi took Tarbula and the others, and condemned them to death;
1:756
καὶ πρίονι διχῇ τεμόντες ἀνεσκολόπισαν, καὶ ὡς ἀποτρόπαιον νόσου.. διὰ μέσου τῶν σκολόπων τὴν βασιλίδα παρελθεῖν ἐποίησαν
又用鋸子將她們鋸成兩段,釘在木樁上;為求驅除疾病,還讓王后從那些木樁之間穿行而過。
and having sawn them in two with a saw, they impaled them on stakes, and, as an averting charm against the illness, they made the queen pass through the middle of the stakes.
1:757
λέγεται δὲ Ταρβούλαν ταύτην εὐπρεπῆ καὶ μάλα καλὴν τὸ εἶδος γενέσθαι, ἐρασθῆναί τε αὐτῆς τινας τῶν μάγων καὶ περὶ συνουσίας λάθρα προσπέμψασθαι μισθὸν ἐπαγγειλαμένους, εἰ πεισθείη, σωτηρίαν αὐτῇ καὶ ταῖς συνούσαις·
據說這位塔爾布拉容貌姣好,甚是美麗,有幾個術士對她心生愛慕,暗中差人向她示意求歡,並許諾說,若她應允,便保全她與同伴的性命;
It is said that this Tarbula was comely and very beautiful in form, and that some of the magi fell in love with her and secretly sent to her concerning intercourse, promising as a reward, if she should consent, safety for her and for those with her;
1:758
τὴν δὲ μήτε ἀσελγοῦς ἀκοῆς ἀνασχομένην ἐνυβρίσαι μὲν αὐτοῖς καὶ ἀκολασίαν ὀνειδίσαι, προθυμότατα δὲ μᾶλλον ἑλέσθαι ἀποθανεῖν τὴν παρθενίαν προδοῦναι
但她不肯忍受這般無恥的言語,反而斥責他們,責備他們的放縱,寧可欣然選擇死去,也不肯出賣自己的貞潔。
but she, not enduring even to listen to so shameless a proposal, reproached them and rebuked their licentiousness, and chose most readily rather to die than to betray her virginity.
1:759
Κρατήσαντος δὲ κατὰ τὴν Σαβώρου πρόσταξιν, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, τοὺς ἄλλους ἐᾶν, μόνους δὲ συλλαμβάνεσθαι τοὺς ἱερέας καὶ τοὺς ὑφηγητὰς τοῦ δόγματος, περιιόντες μάγοι τε καὶ ἀρχίμαγοι ἀνὰ τὴν Περσῶν γῆν ἐπιμελῶς ἐκακούργουν τοὺς ἐπισκόπους καὶ πρεσβυτέρους, καὶ μάλιστα κατὰ τὴν Αδιαβηνῶν χώραν·
依照沙普爾先前所頒的敕令(如前所述),其餘人等一概釋放,僅逮捕祭司與信仰的領導者;於是術士與大祭司長們便在波斯全境四處巡行,竭力迫害各地的主教與長老,尤其是在亞底亞本尼人的地區;
Since, in accordance with Shapur's decree, as has been said before, it prevailed that the rest be let alone, and that only the priests and the leaders of the faith be arrested, the magi and chief magi, going about through the land of the Persians, diligently maltreated the bishops and presbyters, and especially in the country of the Adiabenians;
1:760
κλίμα δὲ τοῦτο Περσικὸν ὡς ἐπίπαν χριστιανίζον
這一地區雖屬波斯轄境,卻幾乎全是基督徒。
For this region, though Persian, was for the most part Christian.
1:761
Υπὸ δὲ τοῦτον τὸν χρόνον καὶ Ακεψιμᾶν τὸν ἐπίσκοπον συνελάβοντο καὶ πολλοὺς τῶν ὑπ' αὐτὸν κληρικῶν
就在此時,主教阿克普希馬斯也被逮捕,連同他轄下許多聖職人員一同被捕。
About this time they also arrested Akepsimas the bishop, and many of the clergy under him.
1:762
ἐπιλογισάμενοι δὲ τῇ ἄγρᾳ τοῦ ἡγουμένου ἠρκέσθησαν, τοὺς δὲ ἄλλους ἀφῆκαν τὰς οὐσίας αὐτῶν ἀφελόμενοι
他們細加斟酌後,滿足於捕得這位領袖,便釋放了其餘的人,只是奪去了他們的財產。
But on reflection they were content with the capture of the leader, and released the others, having stripped them of their property.
1:763
Ιάκωβος δέ τις πρεσβύτερος ἑκοντὴς εἵπετο τῷ Ακεψιμᾷ, καὶ δεηθεὶς τῶν μάγων ὑπὸ τὸν αὐτὸν ἐγένετο δεσμόν·
有一位名叫雅各的長老,甘願跟隨阿克普希馬斯,並懇求術士,讓自己與他一同被囚;
But a certain presbyter named Jacob followed Akepsimas of his own accord, and having entreated the magi, was placed under the same bond;
1:764
ὑπηρετεῖτο καὶ τὰς συμφορὰς αὐτῷ ἐκούφιζεν, ὡς ἐνῆν, καὶ τὰς πληγὰς ἐθεράπευε
他服事阿克普希馬斯,盡力減輕他所受的苦難,並照料他的傷口。
he ministered to him and eased his misfortunes as far as he was able, and tended his wounds.
1:765
μετ' οὐ πολὺ δὲ τῆς συλλήψεως ἱμᾶσιν ὠμοῖς χαλεπῶς αὐτὸν ἐβασάνισαν οἱ μάγοι βιαζόμενοι προσκυνῆσαι τὸν ἥλιον·
被捕後不久,術士們便用生皮鞭殘酷地拷打他,強迫他敬拜太陽;
Not long after his arrest, the magi cruelly tortured him with raw thongs, trying to force him to worship the sun;
1:766
ὡς δὲ οὐκ εἶξε, πάλιν αὐτὸν.. ἐν δεσμοῖς εἶχον
但他不肯屈服,於是他們又把他關進了牢獄。
but since he did not yield, they again kept him in bonds.
1:767
κατ' ἐκεῖνο δὲ καιροῦ καὶ Αειθαλᾶς καὶ Ιάκωβος πρεσβύτεροι, Αζαδάνης τε καὶ Αβδιησοῦς διάκονοι διὰ τὸ δόγμα δεσμωτή-ριον ᾤκουν, χαλεπώτατα ὑπὸ τῶν μάγων μαστιγωθέντες
就在那時,長老埃塔拉斯和雅各,以及執事阿扎達內斯和阿布迭蘇斯,也因信仰之故被囚在獄中,並遭術士極其殘酷的鞭打。
At that same time also Aeithalas and Jacob, presbyters, and Azadanes and Abdiesus, deacons, were dwelling in prison for the sake of the faith, having been most cruelly scourged by the magi.
1:768
χρόνου δὲ πολλοῦ παρελθόντος ἐκοινώσατο περὶ αὐτῶν βασιλεῖ μέγας ἀρχίμαγος
過了許久,大祭司長便將他們的事奏報於王。
And when much time had passed, the grand chief magus reported to the king concerning them.
1:769
καὶ ἐπιτραπεὶς ὡς βούλεται τιμωρήσασθαι αὐτούς, εἰ μὴ τὸν ἥλιον προσκυνήσουσι,.. δήλην τοῖς ἐν τῷ δεσμωτηρίῳ ἐποιήσατο τὴν Σαβώρου πρόσταξιν
王准他隨意處置他們——若他們不肯敬拜太陽——於是他便向獄中之人宣布了沙普爾的敕令。
And having been given leave to punish them as he wished, unless they should worship the sun, he made known to those in the prison the decree of Shapur.
1:770
ὡς δὲ ἀναφανδὸν ἀπεκρίναντο μήποτε σφᾶς προδότας φανήσεσθαι τοῦ Χριστοῦ μηδὲ τὸν ἥλιον προσκυνήσειν, ἀφειδῶς αὐτοὺς ἐβασάνισε
但當他們公然回答說,他們絕不會做基督的叛徒,也絕不敬拜太陽時,大祭司長便毫不留情地拷打了他們。
But when they openly answered that they would never prove traitors to Christ nor worship the sun, he tortured them without mercy.
1:771
καὶ Ακεψιμᾶς μὲν ἐν ταῖς τοῦ δόγματος ὁμολογίαις ἀνδρεῖος διαμείνας ἐτελεύτησε
阿克普西馬在信仰的宣認上英勇持守,直到去世。
And Acepsimas, having remained steadfast in his confessions of the faith, died.
1:772
τινὲς δὲ τῶν ἐξ Αρμενίας παρὰ Πέρσαις ὁμήρων τὸ λείψανον αὐτοῦ λάθρα ἀνε.. λόμενοι ἔθαψαν
有些從亞美尼亞來、在波斯人中作人質的人,暗中收殮了他的遺體,將其安葬。
But some of the Armenian hostages among the Persians secretly took up his remains and buried them.
1:773
οἱ δὲ ἄλλοι, καίπερ οὐχ ἧττον μαστιγωθέντες, παραδόξως ἔζων·
其餘的人雖然同樣遭受鞭打,卻出人意料地存活下來;
The others, though scourged no less severely, unexpectedly survived;
1:774
καὶ μὴ μεταθέμενοι τῆς γνώμης πάλιν ἐν δεσμοῖς ἐγένοντο
他們沒有改變心志,於是又被關進了牢獄。
and not having changed their resolve, they were again put in bonds.
1:775
σὺν αὐτοῖς δὲ ἦν καὶ Αειθαλᾶς, ὃς ἐν τῷ τύπτεσθαι τεινόμενος, ὑπὸ τοῦ ἄγαν ἑλκυσμοῦ ἀπὸ τῶν ὤμων διεσπάσθη τοὺς βραχίονας καὶ νεκρὰς καὶ μόνον ᾐωρημένας τὰς χεῖρας περιέφερεν, ὡς ἄλλους τῷ στόματι αὐτοῦ τὴν τροφὴν προσάγειν
與他們在一起的還有艾塔拉斯,他在受刑被拉扯時,因過度的拖拽,雙臂從肩膀被扯脫,只剩下已死、懸垂的雙手,以致別人得用手把食物送到他口中。
With them was also Aeithalas, who, being stretched while beaten, had his arms torn from his shoulders by the excessive dragging, and carried about his hands dead and merely dangling, so that others had to bring food to his mouth.
1:776
Υπὸ τοῦτον τὸν χρόνον καὶ Μίλης ἐμαρτύρησεν·
大約在這個時候,米勒斯也殉道了;
About this time Miles also was martyred;
1:777
ὃς τὰ μὲν πρῶτα παρὰ Πέρσαις ἐστρατεύετο, μετὰ δὲ ταῦτα καταλιπὼν τὴν στρατείαν τὴν ἀποστολικὴν πολιτείαν ἐζήλωσε
他起初在波斯人中當兵,後來卻放棄軍旅生涯,仰慕使徒式的生活方式。
he at first served as a soldier among the Persians, but afterward, having abandoned his military career, aspired to the apostolic way of life.
1:778
λέγεται δὲ πόλεως Περσικῆς ἐπίσκοπος χειροτονηθεὶς πολλὰ πολλάκις παθεῖν καὶ πληγὰς ὑπομεῖναι καὶ ἑλκυσμούς
據說他被按立為一座波斯城市的主教後,屢次遭受許多苦難,忍受了鞭打與拖拽。
It is said that, having been ordained bishop of a Persian city, he suffered many things many times over and endured blows and draggings.
1:779
ὡς δὲ οὐδένα ἔπεισε χριστιανίσαι, χαλεπῶς ἐνεγκὼν κατηράσατο τῇ πόλει καὶ.. ἀνεχώρησε
但由於他未能說服任何人歸信基督教,便心懷憤懣,咒詛那城,隨即離去。
But since he persuaded no one to become a Christian, he bore it with difficulty, cursed the city, and departed.
1:780
μετ' οὐ πολὺ δὲ τῶν ἐνθάδε πρωτευόντων ἐξαμαρτόντων εἰς βασιλέα παραγενομένη στρατιὰ μετὰ τριακοσίων ἐλεφάντων τὴν πόλιν κατέ.. στρεψαν καὶ οἷα ἄρουραν γεωργήσαντες ἔσπειραν
不久之後,該地的顯要人物得罪了國王,於是有軍隊率三百頭大象前來,摧毀了那城,並如同耕田一般將其犁過、播了種。
Not long after, when the leading men of that place had offended the king, an army arrived with three hundred elephants, overthrew the city, and, as though tilling a field, sowed it.
1:781
Μίλης δὲ μόνον πήραν ἐπιφερόμενος, ἐν τὴν ἱερὰν βίβλον τῶν εὐαγγελίων εἶχεν, εἰς Ιεροσόλυμα ἀπῆλθεν εὐξόμενος, κἀκεῖθεν εἰς Αἴγυπτον ἐπὶ θέᾳ τῶν αὐτόθι μοναχῶν
米勒斯只隨身帶著一個袋子,裡面裝著神聖的福音書,前往耶路撒冷祈禱,又從那裡前往埃及,觀看當地的修士。
But Miles, carrying only a wallet in which he kept the sacred book of the Gospels, went off to Jerusalem to pray, and from there to Egypt to see the monks there.
1:782
οἵων δὲ τοῦτον τὸν ἄνδρα θεσπεσίων καὶ παραδόξων ἔργων δημιουργὸν γενέσθαι παρειλήφαμεν, μαρτυροῦσι Σύρων παῖδες, οἳ τὰς αὐτοῦ πράξεις.. καὶ τὸν βίον ἀνεγράψαντο
我們所聽聞這人所行奇異非凡之事的種種,敘利亞人的後裔可以作證,他們曾記錄下他的事蹟與生平。
As for the sort of wondrous and marvelous works we have received that this man performed, the sons of the Syrians bear witness, who have recorded his deeds and his life.
1:783
ἐμοὶ δὲ ἀρκεῖν ἡγοῦμαι ταῦτα τέως περὶ αὐτοῦ διεξελθεῖν καὶ τῶν ἐν Περσίδι μαρτυρησάντων ἐπὶ τῆς Σαβώρου βασιλείας
但我認為,就他及在波斯薩波爾(沙普爾)在位期間殉道之人所述,目前這些已經足夠。
For my part, I consider it sufficient for now to have related these things concerning him and concerning those who were martyred in Persia during the reign of Sapor.
1:784
σχολῇ γὰρ ἄν τις ἅπαντα τὰ ἐπ' αὐτοῖς γεγενημένα ἀπαριθμήσαι, τίνες τε ἦσαν καὶ πόθεν πῶς τὴν μαρτυρίαν ἐπετέλεσαν καὶ ποίας τιμωρίας ὑπέμειναν·
因為要一一列舉發生在他們身上的一切事——他們是誰、來自何處、如何完成殉道、忍受了怎樣的刑罰——實在需要極大的篇幅;
For it would take a great deal of leisure for one to enumerate all that happened concerning them—who they were, whence they came, or how they accomplished their martyrdom, and what sort of punishments they endured;
1:785
παντοδαποὶ γὰρ τῶν τοιούτων τρόποι παρὰ Πέρσαις εἰς ὠμότητα.. φιλοτιμουμένοις
因為波斯人在這類事上競相標新立異,手段五花八門,務求殘酷。
for the Persians employed manifold methods of such cruelty, vying with one another to excel in it.
1:786
ὡς ἔνι δὲ συλλήβδην εἰπεῖν, λέγεται τῶν τότε μαρτύρων τοὺς ὀνομαστὶ φερομένους, ἄνδρας τε καὶ γυναῖκας, εἶναι εἰς μυρίους ἑξακισχιλίους, τὴν δὲ ἐκτὸς τούτων πληθὺν κρείττω ἀριθμοῦ, καὶ διὰ τοῦτο ἐργῶδες φανῆναι τὰς αὐτῶν προσηγορίας ἀπαριθμήσασθαι Πέρσαις τε καὶ Σύροις καὶ τοῖς ἀνὰ τὴν ῎Εδεσσαν οἰκοῦσιν, οἳ πολλὴν τούτου ἐπιμέλειαν ἐποιήσαντο
概括地說,據說當時有名有姓可考的殉道者,無論男女,約有一萬六千人,此外還有難以計數的更多群眾;因此,即便是波斯人、敘利亞人,以及居住在埃德薩一帶、對此事十分用心的人,也覺得要一一列舉他們的名字實在是件費力的事。
To speak summarily, it is said that of the martyrs of that time who are recorded by name, men and women, there were about sixteen thousand, while the multitude beyond these was beyond number; and for this reason it seemed a laborious task to enumerate their names, even for the Persians and Syrians and those dwelling around Edessa, who took great pains over the matter.
1:787
πολεμεῖσθαι τοὺς ἐν Περσίδι Χριστιανοὺς ἔγνω Κωνσταντῖνος Ρωμαίων βασιλεύς, ἤσχαλλέ τε καὶ σφόδρα ἐδυσφόρει
羅馬人的皇帝君士坦丁得知波斯境內的基督徒正遭受迫害,便深感憂憤,十分苦惱。
Constantine, emperor of the Romans, learned that the Christians in Persia were being warred upon, and he was grieved and greatly distressed;
1:788
καὶ βοηθεῖν αὐτοῖς σπουδάζων ἠπόρει τι ποιήσοι, ὡς ἂν καὶ αὐτοὶ βεβαίως διάγοιεν
他急於援助他們,卻不知該如何行動,才能使他們也能安穩度日。
and being eager to help them, he was at a loss what to do, so that they too might live in security.
1:789
καὶ συμβὰν κατ' ἐκεῖνο καιροῦ πρέσβεις παρ' αὐτὸν ἐλθεῖν τοῦ Περσῶν βασιλέως, ἐπινεύσας τοῖς αἰτουμένοις κατὰ γνώμην πράξαντας ἀπέπεμψεν
正值此時,恰逢波斯王的使節前來覲見,他便應允了他們的請求,依照心願辦妥諸事後,將他們遣返。
And it happened at that time that envoys of the king of the Persians came to him; he assented to their requests, and having dealt with them according to his wish, sent them away.
1:790
εὔκαιρον δὲ τότε νομίσας παραθέσθαι Σαβώρῃ τοὺς ἐν Περσίδι Χριστιανούς, ἔγραψε πρὸς αὐτόν, μεγίστην καὶ ἀνάγραπτον ἀεὶ χάριν ὁμολογῶν ἕξειν, εἰ φιλάνθρωπος γένοιτο περὶ τοὺς ὑπ' αὐτὸν τὸ δόγμα τῶν Χριστιανῶν θαυμάζοντας·
他認為這是向沙普爾託付波斯境內基督徒的良機,便寫信給他,表明倘若他能善待其治下敬慕基督教教義的人,他將永遠銘記此恩,視為莫大且不可磨滅的恩惠;
Thinking it then an opportune time to commend to Sapor the Christians in Persia, he wrote to him, professing that he would ever hold it a very great and unforgettable favor if he showed himself humane toward those under his rule who admired the Christian faith;
1:791
ἐπεὶ καὶ τῷ τρόπῳ, φησί, τῆς θρησκείας οὐδὲν ἐγκαλεῖν ἔστιν, εἴ γε μόναις εὐχαῖς ἀναιμάκτοις πρὸς ἱκεσίαν θεοῦ ἀρκοῦνται
因為,他說,若他們僅以無血的禱告向神祈求,這種敬拜的方式實在無可指摘;
since, he said, there is nothing to find fault with in the manner of their worship, if indeed they are content with bloodless prayers alone in supplicating God.
1:792
οὐ γὰρ αὐτῷ φίλον αἱμάτων χύσις, μόνῃ δὲ χαίρει ψυχῇ καθαρᾷ πρὸς ἀρετὴν καὶ εὐσέβειαν ὁρώσῃ, ὥστε καὶ ἐπαινεῖν χρῆναι τοὺς ὧδε πιστεύοντας
因為神所喜悅的並非流血,祂只因純潔、嚮往德行與敬虔的靈魂而歡喜,因此凡如此信仰的人,理當受到稱讚。
For the shedding of blood is not pleasing to Him; He rejoices only in a soul that is pure and looks toward virtue and piety, so that those who believe in this way ought even to be praised.
1:793
ἔπειτα δὲ τῇ περὶ τὸ δόγμα προνοίᾳ ἵλεω καὶ αὐτὸ ἕξειν τὸ θεὸν ὑπισχνεῖτο, τεκμηρίοις χρώμενος τοῖς Οὐαλλεριανῷ καὶ αὐτῷ συμβεβηκόσιν
接著他又承諾,由於對這信仰的關切,神自己也必以恩慈待他,並以瓦勒良本人所遭遇的事作為明證。
He further promised that, on account of his solicitude for the faith, God himself would be gracious to him, citing as evidence what had happened to Valerian himself.
1:794
αὐτὸς μὲν γὰρ διὰ τὴν εἰς Χριστὸν πίστιν συμμάχῳ χρώμενος τῇ θεόθεν ῥοπῇ ἐκ τοῦ πρὸς δύσιν ὠκεανοῦ ἀρξάμενος τὴν πᾶσαν Ρωμαίων οἰκουμένην ὑφ' ἑαυτὸν ἐποιήσατο καὶ πολλοὺς πολέμους κατώρθωσε, πρὸς ἀλλοφύλους καὶ τοὺς τότε τυράννους μαχόμενος·
因為他自己憑著對基督的信仰,倚靠上天所賜的助力,從西方的大洋開始,將整個羅馬治下的世界收歸己有,並在與異族及當時的僭主交戰中屢戰屢勝;
For he himself, because of his faith in Christ, using divine favor as his ally, beginning from the ocean toward the west, had brought the whole Roman world under his own sway and won many wars, fighting against foreign nations and the tyrants of that time;
1:795
καὶ μὴ δεηθῆναι σφαγίων μαντείων τινῶν, ἀλλ' ἀποχρῆσαι αὐτῷ εἰς νίκην τὸ τοῦ σταυροῦ σύμβολον τῶν οἰκείων στρα.. τευμάτων προηγούμενον καὶ εὐχὴν καθαρὰν αἱμάτων καὶ ῥύπου
他無需任何犧牲或占卜,唯獨十字架的記號在他的軍隊前開道,以及純潔無血無污的禱告,便足以使他得勝。
and he had needed no sacrificial victims or divinations, but the sign of the cross going before his own troops, together with a prayer pure of blood and defilement, had sufficed him for victory.
1:796
δὲ Οὐαλλεριανός, ἐφ' ὅσον οὐκ ἐκακούργει τὰς ἐκκλησίας, εὐημερῶν διετέλει τὴν ἀρχήν·
至於瓦勒良,只要他不加害教會,其統治便一直順遂;
As for Valerian, as long as he did not mistreat the churches, he continued to prosper in his rule;
1:797
ἐπεὶ δὲ διωγμὸν ἐγείρειν ἐβουλεύσατο κατὰ τῶν Χριστιανῶν, θεία μῆνις ἐλάσασα αὐτὸν ὑπὸ Πέρσας ἐποίησε, παρ' ὧν αἰχμάλωτος ληφθεὶς.. ἐλεεινῶς τὸν βίον κατέπαυσε
但當他決意對基督徒發起迫害,神聖的震怒便驅使他落入波斯人手中,他在那裡被俘,悲慘地結束了一生。
but when he resolved to raise a persecution against the Christians, divine wrath drove him and delivered him into the hands of the Persians, by whom, having been taken captive, he ended his life pitiably.
1:798
τοιαῦτα Σαβώρῃ γράψας Κωνσταντῖνος ἐπειρᾶτο πείθειν αὐτὸν εὐνοεῖν τῇ θρησκείᾳ
君士坦丁如此致信沙普爾,試圖說服他善待這信仰。
Having written such things to Sapor, Constantine tried to persuade him to show goodwill toward the [Christian] religion.
1:799
πλείστῃ γὰρ ἐχρῆτο κηδεμονίᾳ περὶ τοὺς πανταχοῦ Χριστιανούς, Ρωμαίους καὶ ἀλλοφύλους
因為他對各地的基督徒——無論羅馬人或異族——都極為關切照顧。
For he exercised the greatest care for the Christians everywhere, both Romans and those of other nations.
1:800
Οὐ πολλῷ δὲ ὕστερον τῆς ἐν Νικαίᾳ συνόδου ῎Αρειος μὲν ἐπὶ τὴν ἐξορίαν ἀπαγόμενος ἀνεκλήθη, Αλεξανδρείας δὲ ἔτι ἐπιβαίνειν κεκώλυτο
尼西亞大公會議之後不久,亞流雖被放逐,卻被召回;但仍被禁止踏入亞歷山大城。
Not long after the council held at Nicaea, Arius, though led away into exile, was recalled, but was still forbidden to set foot in Alexandria.
1:801
ἀμέλει τοι ὕστερον εἰς Αἴγυπτον αὐτῷ κάθοδος ἐσπουδάσθη, ὡς ἐν καιρῷ.. λελέξεται
誠然,後來他返回埃及的事,也被積極促成,此事將在適當之時另述。
Indeed, later his return to Egypt was actively pursued, as will be told in due course.
1:802
οὐκ εἰς μακρὰν δὲ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον Εὐσέβιός τε Νικομηδείας, Αμφίωνα τὸν ἀντ' αὐτοῦ χειροτονηθέντα ἐκβαλών, καὶ Θεόγνιος δὲ Νικαίας, Χρῆστον
不久之後,尼科米底亞的優西比烏驅逐了取代他而被按立的安菲翁,收回了自己的教會;尼西亞的提阿格尼也驅逐了克瑞斯托,收回了自己的教會。
Not long after, both Eusebius of Nicomedia recovered his own church, having expelled Amphion who had been ordained in his place, and Theognis of Nicaea recovered his, expelling Chrestus.
1:803
ἀνεκλήθησαν δὲ μετανοίας βιβλίον ὧδε ἔχον τοῖς ἐπισκόποις ἐπιδόντες·
他們是在向眾主教呈交了一份悔過書後才被召回的,書中內容如下:
They were recalled after presenting to the bishops a document of recantation, reading as follows:
1:804
῎Ηδη μὲν καταψηφισθέντες πρὸ κρίσεως παρὰ τῆς εὐλαβείας ὑμῶν, ὠφείλομεν σιωπᾶν τὰ κεκριμένα παρὰ τῆς εὐλαβείας ὑμῶν
「我們既已在受審之前,被諸位虔敬的閣下判定有罪,本應對閣下所作的判決保持緘默;
"Having already been condemned before trial by your Piety, we ought to keep silent regarding what has been judged by your Piety;
1:805
ἀλλ' ἐπειδὴ ἄτοπον καθ' ἑαυτῶν δοῦναι τῶν συκοφαντούντων τὴν ἀπόδειξιν τῇ σιωπῇ, τούτου ἕνεκεν ἀναφέρομεν, ὡς ἡμεῖς καὶ τῇ πίστει συνεδράμομεν καὶ τὴν ἔννοιαν ἐξετάσαντες ἐπὶ τῷ ὁμοουσίῳ ὅλοι ἐγενόμεθα τῆς εἰρήνης, μηδαμοῦ.. τῇ αἱρέσει ἐξακολουθήσαντες
但既然若以緘默來成全誣告者對我們的指控,未免荒謬,因此我們特此陳明:我們曾贊同這信仰,並在審視「同質」一詞的意涵後,完全歸於和平之中,絕未曾追隨那異端;
but since it would be absurd, by our silence, to give proof against ourselves in favor of our slanderers, for this reason we declare: that we assented to the faith, and, having examined the meaning of the term 'homoousios,' became wholly devoted to peace, in no way following the heresy;
1:806
ὑπομνήσαντες δὲ ἐπὶ ἀσφαλείᾳ τῶν ἐκκλησιῶν, ὅσα τὸν λογισμὸν ἡμῶν ὑπέτρεχε, καὶ πληροφορηθέντες καὶ πληροφορήσαντες τοὺς δι' ἡμῶν πεισθῆναι ὀφείλοντας, ὑπεσημηνάμεθα τῇ πίστει·
我們為了教會的穩妥,提出了凡我們思慮所及之事,並且自己既已深信不疑,也使那些理當藉我們得以信服的人深信不疑,於是我們在這信仰上簽了名;
and having set forth, for the security of the churches, whatever occurred to our reasoning, and being ourselves fully persuaded, and having persuaded those who ought to be convinced through us, we subscribed to the faith;
1:807
τῷ δὲ ἀναθεματισμῷ οὐχ ὑπεγράψαμεν, οὐχ ὡς τῆς πίστεως κατηγοροῦντες, ἀλλ' ὡς ἀπιστοῦντες τοιοῦτον εἶναι τὸν κατηγορηθέντα, ἐκ τῶν ἰδίᾳ πρὸς ἡμᾶς παρ' αὐτοῦ διά τε ἐπιστολῶν καὶ τῶν εἰς πρόσωπον διαλέξεων πε.. πληροφορημένοι μὴ τοιοῦτον εἶναι
但我們並未在絕罰書上簽署,這並非因我們指責這信仰,而是因為我們不相信被指控者確如所指控的那樣——因為我們曾私下透過他的書信及與他當面的交談,深信他並非如此;
but we did not subscribe to the anathema, not as accusing the faith, but as disbelieving that the one accused was such as he was charged with being, since we had been fully persuaded, from his private communications to us both by letters and by conversations face to face, that he was not such;
1:808
εἰ δὲ ἐπείσθη ἁγία ὑμῶν σύνοδος, οὐκ ἀντιτείνοντες, ἀλλὰ συντιθέμενοι τοῖς παρ' ὑμῶν κεκριμένοις καὶ διὰ τοῦ γράμματος πληροφοροῦμεν τὴν συγκατάθεσιν, οὐ τὴν ἐξορίαν βαρέως.. φέροντες, ἀλλὰ τὴν ὑπόνοιαν τῆς αἱρέσεως ἀποδυόμενοι
但倘若諸位聖潔的大公會議已然確信如此,我們並不加以反對,反倒贊同閣下所作的判斷,並藉此信函表明我們的贊同——我們並非因流放而感到沉重難忍,而是要卸下異端的嫌疑;
but if your holy council was persuaded otherwise, we, not opposing it but agreeing with what has been judged by you, also make known by this letter our assent—not bearing our exile heavily, but stripping off the suspicion of heresy;
1:809
εἰ γὰρ καταξιώσητε νῦν γοῦν εἰς πρόσωπον ἐπαναλαβεῖν ἡμᾶς, ἕξετε ἐν ἅπασι συμψύχους, ἀκολουθοῦντας τοῖς παρ' ὑμῖν κεκριμένοις, καὶ μάλιστα ὅτε αὐτὸν τὸν ἐπὶ τούτοις ἐναγόμενον ἔδοξεν ὑμῶν τῇ εὐλαβείᾳ φιλανθρωπεύσασθαι.. καὶ ἀνακαλέσασθαι
因為倘若諸位肯眷顧,如今至少讓我們得以親自復職,諸位將發現我們在一切事上都與你們同心,遵從你們所判定的一切;何況那位因此事而被控告的人,如今既已得蒙諸位虔敬的仁慈厚待、召回,
for if you should now at least deem us worthy to be received back in person, you will find us of one mind with you in everything, following what has been judged by you—especially since it has seemed good to your Piety to deal humanely with, and recall, the very man who was accused in these matters,
1:810
καὶ ἀπολογησαμένου, ἐφ' οἷς διεβάλλετο, ἡμᾶς ἐπισιωπᾶν καθ' ἑαυτῶν διδόντας τὸν ἔλεγχον
且既然他已就所受的控告作了申辯,那麼我們若仍然緘默,豈非等於自證其罪;
and since he has made his defense concerning the charges brought against him, it would be unreasonable for us to remain silent, thereby giving proof against ourselves.
1:811
καταξιώσατε οὖν, ὡς ἁρμόζει τῇ φιλοχρίστῳ ὑμῶν εὐλαβείᾳ, καὶ τὸν θεοφιλέστατον βασιλέα ὑπομνῆσαι καὶ τὰς δεήσεις ἡμῶν ἐγχειρίσαι καὶ θᾶττον βουλεύσασθαι τὰ ὑμῖν ἁρμόζοντα ἐφ' ἡμῖν. ῟Ωδε μὲν αὐτοῖς Εὐσέβιός τε καὶ Θεόγνιος μετεμελήθησαν καὶ τὰς αὐτῶν ἐκκλησίας ἀπέλαβον
因此,懇請諸位——如同合乎你們敬愛基督的虔誠所當行的——提醒那位最蒙神眷愛的皇帝,將我們的請願呈遞於他,並儘速議定合乎諸位心意、關乎我們的事宜。」優西比烏與提阿格尼就是這樣悔改,並收回了自己的教會。
Deign, therefore, as befits your Christ-loving Piety, both to remind the most God-beloved emperor and to place our petitions in his hands, and to decide more speedily what is fitting for you concerning us." In this manner Eusebius and Theognis repented and recovered their own churches.
1:812
Υπὸ δὲ τοῦτον τὸν χρόνον μέλλων τὸν βίον μεταλλάσσειν Αλέξανδρος Αλεξανδρείας ἐπίσκοπος διάδοχον αὐτοῦ κατέλιπεν Αθανάσιον, θείαις προστάξεσιν, ὡς ἡγοῦμαι, ἐπ' αὐτὸν ἐνέγκας τὴν ψῆφον·
大約在此時,亞歷山大城的主教亞歷山大即將離世,便指定亞他那修為他的繼承人;依我看,這乃是憑著神聖的指示,將這一票投在了他身上;
About this time, Alexander, bishop of Alexandria, being about to depart this life, left Athanasius as his successor, having cast his vote upon him, as I suppose, by divine command;
1:813
ἐπεὶ τόν γε Αθανάσιόν φασιν ἀποφυγεῖν πειραθῆναι καὶ ἄκοντα βιασθῆναι πρὸς Αλεξάνδρου.. τὴν ἐπισκοπὴν ὑποδέξασθαι
因為據說亞他那修本人曾試圖逃避,卻被亞歷山大強迫,違背自己的意願接受了主教之職。
since indeed they say that Athanasius himself attempted to flee, and was compelled against his will by Alexander to accept the episcopate.
1:814
καὶ μαρτυρεῖ Απολινάριος Σύρος ὧδε λέγων·
敘利亞人阿波里納留為此作證,如此說道:
And Apolinarius the Syrian bears witness, speaking as follows:
1:815
Οὐκ ὤκνει δὲ καὶ μετὰ ταῦτα πολεμεῖν δυσσέβεια, ἀλλὰ πρῶτον μὲν ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὡπλίζετο, καὶ οὗτος παρῆν συνήγορος ὡς πατρὶ παῖς, ἔπειτα καὶ ἐπ' αὐτόν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς διαδοχήν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος, κατὰ θεὸν δὲ ἀνευρεθείς, ὡς καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις.. δηλώσεσιν οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον τοῦτον
「此後,不敬虔之勢仍不倦於爭戰,起初它武裝起來對付這人蒙福的老師,而這人(亞他那修)曾如子隨父般在旁為其辯護;其後又轉而對付他本人——當他被推舉繼任主教之位時,他雖竭力躲避,卻依神的旨意被尋獲,正如那位將主教之職交託給他的蒙福之人,早已藉神聖的啟示預先顯明:繼承人必不是別人,正是此人。
"Even after these things, impiety did not hesitate to make war, but first armed itself against the blessed teacher of the man, to whom this man stood by as advocate, as a son to a father; then also against him himself, when he came to succeed to the episcopate—though he made every effort to flee, he was found out according to God's will, just as it had been revealed beforehand, by divine disclosures, to the blessed man who committed the episcopate to him, that the successor would be none other than this one.
1:816
ἐκαλεῖτο μὲν γὰρ ἐκ τοῦ βίου·
因為他(亞歷山大)正被召離人世;
For he [Alexander] was being called out of this life;
1:817
ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυγχάνων Αθανάσιον ὀνομαστὶ μὴ παρόντα ἐκάλει
而他已臨終將逝之際,便直呼亞他那修之名,儘管此人並不在場。
and being already at the point of departure, he called Athanasius by name, though he was not present.
1:818
καὶ ὡς παρὼν ὁμώνυμος ὑπήκουε τῇ κλήσει, πρὸς μὲν τοῦτον ἀπεσιώπα, ὡς οὐ τοῦτον καλῶν
有一位在場、與他同名的人應聲而答,他卻對此人默然不語,彷彿並非在呼喚他;
And when a man of the same name who was present answered to the call, he fell silent toward him, as though he were not calling this one;
1:819
αὖθις δὲ ἐχρῆτο τῇ κλήσει·
他再次發出呼喚;
again he uttered the call;
1:820
καὶ ὡς ταὐτὸ πολλάκις ἐγίνετο, ἀπεσιωπᾶτο μὲν παρών, ἐδηλοῦτο δὲ μὴ παρών
如此的情形反覆多次發生:在場的人被默然略過,不在場的人卻被指明。
and as the same thing happened many times, the one present was passed over in silence, while the one not present was indicated.
1:821
καὶ προφητικῶς ἔλεγεν μακάριος Αλέξανδρος·
蒙福的亞歷山大便如先知般說道:
And the blessed Alexander said prophetically:
1:822
Αθανάσιε, νο-μίζεις ἐκπεφευγέναι·
「亞他那修啊,你以為自己已經逃脫了;
'Athanasius, you think you have escaped;
1:823
οὐκ ἐκφεύξῃ δέ, δηλῶν ὡς πρὸς τὸν ἀγῶνα ἐκαλεῖτο... Ταῦτα μὲν Απολινάριος γράφει περὶ Αθανασίου
但你逃不掉的。」這是在表明他正被召赴那場爭戰……以上便是阿波里納留關於亞他那修所寫的。
but you shall not escape'—signifying that he was being called to the contest... These things Apolinarius writes concerning Athanasius.
1:824
οἱ δὲ ἀπὸ τῆς Αρείου αἱρέσεως λέγουσιν, ὡς Αλεξάνδρου τελευτήσαντος ἐκοινώνουν ἀλ-λήλοις οἱ τὰ Αλεξάνδρου καὶ Μελιτίου φρονοῦντες, συνελθόντες τε ἐκ Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου πεντήκοντα καὶ τέσσαρες ἐπίσκοποι ἐνωμότως συνέθεντο κοινῇ ψήφῳ αἱρεῖσθαι τὸν ὀφείλοντα τὴν Αλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύειν·
但那些屬亞流異端的人卻說,亞歷山大去世之後,持守亞歷山大立場的人與持守米利丟立場的人本彼此相通;有五十四位主教從底比斯地區及埃及其他各地聚集而來,宣誓約定要以共同投票選出理當治理亞歷山大教會之人;
But those of the Arian heresy say that, when Alexander died, those who held the views of Alexander and those who held the views of Meletius were in communion with one another, and that fifty-four bishops, having come together from the Thebaid and the rest of Egypt, agreed under oath to choose by common vote the one who ought to have charge of the church of the Alexandrians;
1:825
ἐπιορκήσαντας δὲ ἑπτά τινας τῶν ἐπισκόπων παρὰ τὴν πάντων γνώμην κλέψαι τὴν Αθανασίου χειροτονίαν, καὶ διὰ τοῦτο πολλοὺς τοῦ λαοῦ καὶ τῶν ἀνὰ τὴν Αἴγυπτον κληρικῶν ἀποφυγεῖν τὴν πρὸς αὐτὸν κοινωνίαν
但其中有七位主教背棄誓言,違背眾人的共識,暗中竊取了亞他那修的按立;也因此,許多百姓及埃及各地的聖職人員都拒絕與他相通。
but that some seven of the bishops, having perjured themselves, contrary to the judgment of all, stole the ordination of Athanasius, and that on this account many of the people and of the clergy throughout Egypt shunned communion with him.
1:826
Εγὼ δὲ πείθομαι τὸν ἄνδρα τοῦτον οὐκ ἀθεεὶ παρελθεῖν ἐπὶ τὴν ἀρχιερωσύνην, λέγειν τε καὶ νοεῖν ἱκανὸν καὶ πρὸς ἐπιβουλὰς ἀντέχειν, οἵου μάλιστα κατ' αὐτὸν ἐδεῖτο καιρός
至於我,則相信此人得登大祭司之位,並非沒有神的旨意;他在言語與見識上皆足以勝任,且能抵擋種種陰謀——而那正是他所處的時代格外需要的。
For my part, I am persuaded that this man came to the high priesthood not without God's will, being capable both in speech and understanding and able to withstand plots—of just the sort that the times of his day especially required.
1:827
ἐγένετο δὲ ἐκκλησιαστικὸς ὅτι μάλιστα καὶ περὶ τὸ ἱερᾶσθαι ἐπιτηδειότατος, ἐκ νέου, ὡς εἰπεῖν, αὐτοδίδακτος.. τοιοῦτος φανείς
他成為一個徹頭徹尾屬乎教會的人,最宜於擔任聖職;可以說,他自青年時起,便憑自學顯出如此的品格。
He became, above all, a man of the Church and most fit for the priesthood, having shown himself such, self-taught as it were, from his youth.
1:828
ἀμέλει τοι οὔπω προσήβῳ γενομένῳ τόδε φασὶν ἐπ' αὐτῷ συμβεβηκέναι
誠然,據說在他尚未成年之時,便曾發生過這樣一件事:
Indeed, they say that the following happened to him even before he had reached adolescence:
1:829
δημοτελῆ καὶ σφόδρα λαμπρὰν πανήγυριν εἰσέτι νῦν ἄγουσιν Αλεξανδρεῖς τὴν ἐτησίαν ἡμέραν τῆς μαρτυρίας Πέτρου τοῦ γενομένου παρ' αὐτοῖς ἐπισκόπου
亞歷山大人至今仍舉行一場全民參與、極為隆重的節慶,紀念曾在他們中間作主教的彼得殉道的週年紀念日。
The Alexandrians still to this day keep a public and exceedingly splendid festival on the yearly day of the martyrdom of Peter, who had been bishop among them.
1:830
ταύτην τε ἐπιτελῶν Αλέξανδρος τότε τῆς ἐκκλησίας ἡγούμενος, ἤδη τὴν λειτουργίαν πληρώσας, περιέμενε τοὺς ἅμα.. αὐτῷ μέλλοντας ἀριστᾶν
當時執掌教會的亞歷山大主教正在慶祝這個節日,已完成禮儀,正等候將與他一同用膳的人。
While Alexander, who at that time presided over the church, was celebrating this festival, having already completed the liturgy, he was waiting for those who were to dine with him.
1:831
καθ' ἑαυτὸν δὲ διάγων τοὺς ὀφθαλμοὺς εἶχεν ἐπὶ τὴν θάλασσαν
他獨自一人時,目光望向大海。
And as he passed the time by himself, he kept his eyes upon the sea.
1:832
ἰδὼν δὲ πόρρωθεν παρὰ τὸν αἰγιαλὸν παῖδας παίζοντας καὶ ἐπίσκοπον μιμουμένους καὶ τὰ τῆς ἐκκλησίας ἔθη, ἐφ' ὅσον ἀκίνδυνον ἑώρα τὴν μίμησιν, ἥδετο τῇ θέᾳ καὶ τοῖς γινομένοις ἔχαιρεν
他遠遠望見海邊有一群孩童正在玩耍,模仿主教及教會的種種禮儀;只要他看出這模仿無害,他便樂於觀看,並為所見之事而歡喜。
Seeing from a distance, along the shore, boys playing and imitating a bishop and the customs of the Church, as long as he saw the imitation to be harmless, he was pleased with the sight and delighted in what was happening.
1:833
ἐπεὶ δὲ καὶ τῶν ἀπορρήτων ἥψαντο, ἐταράχθη·
但當他們的模仿觸及那些奧秘之事時,他便心生不安;
But when they touched upon the secret mysteries as well, he was troubled;
1:834
καὶ μετακαλεσάμενος τοὺς ἐν τέλει τοῦ κλήρου ἐπέδειξε τοὺς παῖδας, καὶ συλληφθέντας αὐτοὺς ἀχθῆναι κελεύσας ἐπυνθάνετο, τίς αὐτοῖς ἦν παιδιὰ καὶ ποδαποὶ οἱ ἐπὶ ταύτῃ λόγοι καὶ.. πράξεις
於是他召來教會中居首位的聖職人員,把這些孩童指給他們看,並下令將他們捉來帶到跟前,追問他們所玩的是什麼遊戲,其中的言語與舉動又是怎樣的。
and having summoned the leading men of the clergy, he pointed out the boys to them, and having ordered that they be seized and brought before him, he inquired what their game was, and what sort of words and actions were involved in it.
1:835
οἱ δὲ δείσαντες τὰ πρῶτα ἠρνοῦντο, ἐπιμείναντος δὲ αὐτοῦ τῇ βασάνῳ κατεμήνυσαν ἐπίσκοπον μὲν καὶ ἀρχηγὸν γενέσθαι τὸν Αθανάσιον
孩童們起初因害怕而否認,但當他堅持追問時,他們終於招認:亞他那修曾充當主教和領袖,
At first, out of fear, they denied it; but when he persisted in his questioning, they disclosed that Athanasius had acted as bishop and leader,
1:836
βαπτισθῆναι δὲ παρ' αὐτοῦ τινας τῶν ἀμυήτων παίδων
且其中有些尚未受洗的孩童,已被他施洗。
and that some of the unbaptized boys had been baptized by him.
1:837
οὓς ἐπιμελῶς ἀνέκρινεν Αλέξανδρος, τί μὲν αὐτοὺς ἤρετο ἐποίησεν τῆς παιδιᾶς ἱερεύς, τί δὲ αὐτοὶ ἀπεκρίναντο ἐδιδάχθησαν
亞歷山大仔細盤問這些孩童,那位「遊戲中的祭司」曾向他們問過什麼、做過什麼,他們又是如何回答、受了怎樣的教導。
Alexander carefully examined these boys as to what the "priest" of the game had asked or done to them, and what they themselves had answered or been taught.
1:838
φυλαχθεῖσαν, ἐδοκίμασεν ἅμα τοῖς ἀμφ' αὐτὸν ἱερεῦσι βουλευσάμενος μὴ χρῆναι ἀναβαπτίσαι τοὺς ἅπαξ ἐν ἁπλότητι τῆς θείας χάριτος ἀξιωθέντας·
他查明所依循的次序確實妥當,便與身旁的眾聖職人員商議後判定:不必為那些一度已在單純之心中蒙受神恩的人重新施洗;
Finding that the proper order had been observed, he determined, after taking counsel with the priests around him, that it was not necessary to rebaptize those who had once been made worthy of divine grace in simplicity of heart;
1:839
τὰ δὲ ἄλλα περὶ αὐτοὺς ἐπλήρου, θέμις.. μόνους τοὺς ἱερωμένους μυσταγωγοῦντας ἐπιτελεῖν
至於其餘的儀式,則由他本人為他們補行,因為那些惟獨有聖職者方可主持奧秘、依理當行的儀式。
but he himself completed the other rites concerning them, which it is lawful for only those in holy orders to perform in administering the mysteries.
1:840
Αθανάσιον δὲ καὶ τοὺς ἄλλους παῖδας, οἳ πρεσβύτεροι καὶ διάκονοι ἐν τῷ παίζειν ἐτύγχανον, ὑπὸ μάρτυρι τῷ θεῷ τοῖς οἰκείοις παρέδωκεν ἀναθρέψαι τῇ ἐκκλησίᾳ καὶ ἀγαγεῖν ἐφ' ἐμιμήσαντο
至於亞他那修,以及在遊戲中扮演長老與執事的其他孩童,他便在神為見證之下,將他們交託給各自的家人,囑咐要為教會養育他們,並引導他們達致他們所模仿的那個職分。
As for Athanasius and the other boys who had happened to be presbyters and deacons in their play, he delivered them, with God as witness, to their own families, to be raised for the Church and brought up to the office they had imitated.
1:841
μετ' οὐ πολὺ δὲ ὁμοδίαιτον καὶ ὑπογραφέα τὸν Αθανάσιον εἶχεν
不久之後,他便讓亞他那修與他同住,充當他的伴友與秘書。
Not long afterward, he had Athanasius living with him as a companion and secretary.
1:842
εὖ δὲ ἀχθείς, γραμματικοῖς τε καὶ ῥήτορσι φοιτήσας, ἤδη εἰς ἄνδρας τελῶν, καὶ πρὸ τῆς ἐπισκοπῆς πεῖραν ἔδωκε τοῖς ὁμιλήσασιν.. αὐτῷ σοφοῦ καὶ ἐλλογίμου ἀνδρός
他受過良好教育,曾師從文法學者與修辭學者,此時已屆成年;甚至在就任主教之前,凡與他交談者,都能從中察知他是一位智慧而博學之人。
Having been well brought up, and having studied under grammarians and rhetoricians, being already come to manhood, even before his episcopate he gave to those who conversed with him proof of being a wise and learned man.
1:843
ἐπεὶ δὲ ἐτελεύτησεν Αλέξανδρος διάδοχον αὐτὸν καταλιπών, ἔτι μᾶλλον ἐπέδωκεν περὶ αὐτοῦ δόξα βεβαιουμένη ταῖς οἰκείαις ἀρεταῖς καὶ τῇ μαρτυρίᾳ Αντωνίου τοῦ μεγάλου μοναχοῦ
亞歷山大逝世後,留下他作為繼任者,關於他的美譽因而更加增長,這既由他自身的德行所印證,也因大修士安東尼的見證而更為鞏固。
And when Alexander died, leaving him as his successor, his reputation grew still further, confirmed both by his own virtues and by the testimony of Antony the great monk.
1:844
μετακαλουμένου γὰρ αὐτοῦ ὑπήκουε καὶ ταῖς πόλεσιν ἐφοίτα καὶ εἰς τὰς ἐκκλησίας συνῄει καὶ οἷς ἐδόξαζε περὶ θεοῦ συνεψηφίζετο, καὶ φίλον ἐν πᾶσιν εἶχεν αὐτὸν καὶ τοὺς ἐναντιουμένους ἀπεχθανομένους αὐτῷ ἀπεστρέφετο
因為每當他召喚時,安東尼便應召前往,遊歷各城,進入各教會,並贊同他對神所持的信念;他在凡事上都視他為朋友,並疏遠那些反對他或與他為敵的人。
For whenever he was summoned by him, he obeyed, and visited the cities, and went into the churches, and gave his assent to what he held concerning God; and in everything he regarded him as a friend, and turned away from those who opposed or were hostile to him.
1:845
Μάλιστα δὲ ἐνδοξότατον αὐτὸν κατέστησαν οἱ τὰ Αρείου καὶ Μελιτίου φρονοῦντες, ἀεὶ μὲν ἐπιβουλεύσαντες, οὐδέποτε δὲ δικαίως αὐτὸν ἑλεῖν δό.. ξαντες
而使他聲名最為顯赫的,尤其是那些持亞流與美勒提烏斯(Meletius)之見者,他們雖不斷設計陷害他,卻從未能顯出曾合乎公義地將他定罪。
But it was especially those who held the views of Arius and Meletius who rendered him most illustrious, for though they were forever plotting against him, they never appeared to have justly convicted him.
1:846
τὰ μὲν οὖν πρῶτα δι' ἐπιστολῆς ἐπειράθη αὐτοῦ Εὐσέβιος δέχεσθαι τοὺς περὶ ῎Αρειον·
起初,優西比烏曾致函於他,試圖說服他接納亞流及其黨羽。
At first, then, Eusebius attempted by letter to persuade him to receive Arius and his followers.
1:847
εἰ δὲ ἀπειθήσει, κακῶς αὐτὸν ποιήσειν ἀγράφως ἠπείλει
若他不肯順從,他便(雖非以文字)威脅要加害於他。
And if he should refuse to obey, he threatened, though not in writing, that he would do him harm.
1:848
ὡς δὲ οὐκ εἶξε, μὴ δεκτοὺς εἶναι ἐνιστάμενος τοὺς ἐπὶ νεωτερισμῷ τῆς ἀληθείας αἵρεσιν εὑρόντας καὶ παρὰ τῆς ἐν Νικαίᾳ συνόδου ἀποκηρυχθέντας, ἐσπούδαζεν ὅπως αὐτὸς βασιλεὺς προσδέξηται τὸν ῎Αρειον καὶ κάθοδον αὐτῷ παράσχῃ
他既不肯屈服,堅持凡是因標新立異、悖離真理而創立異端、並曾被尼西亞大公會議所斥逐者,皆不應被接納;於是優西比烏便極力設法,使皇帝親自接納亞流,並准他回歸。
But when he would not yield, insisting that those who had devised a heresy through innovation upon the truth, and who had been condemned by the council of Nicaea, ought not to be received, Eusebius took pains that the emperor himself should receive Arius and grant him permission to return.
1:849
ἀλλὰ ταῦτα μὲν ὡς ἐγένετο, οὐκ εἰς μακρὰν ἐρῶ
至於這些事是如何發生的,我將於不久之後敘述。
But how these things came about, I shall relate before long.
1:850
ἐν δὲ τῷ τότε πάλιν πρὸς ἑαυτοὺς ἐστασίαζον οἱ ἐπίσκοποι ἀκριβολογούμενοι περὶ τὸ ὁμοούσιον ὄνομα
而當時,眾主教之間再度發生紛爭,就「同質」(ὁμοούσιον)一詞爭論不休、斤斤計較。
At that time, meanwhile, the bishops were again quarreling among themselves, disputing minutely over the term "homoousios" [consubstantial].
1:851
οἱ μὲν γὰρ τοὺς τοῦτο προσδεχομένους βλασφημεῖν ᾤοντο, ὡς ὑπάρξεως ἐκτὸς τὸν υἱὸν δοξάζοντας καὶ τὰ Μοντανοῦ καὶ Σαβελλίου φρονοῦντας, οἱ δ' αὖ πάλιν ὡς Ελληνιστὰς τοὺς ἑτέρους ἐξετρέ-.. ποντο καὶ πολυθεΐας εἰσάγειν διέβαλλον
因為有些人認為,接受此詞者乃屬褻瀆,彷彿他們主張聖子並無獨立的自身實存,而與蒙他努(Montanus)及撒伯流(Sabellius)之見相同;另一些人則反過來排斥其餘之人為「希臘化者」,指控他們引入多神論。
For some thought that those who accepted this term were blaspheming, as though they held the Son to have no existence of his own, and shared the views of Montanus and Sabellius; while others, in turn, shunned the rest as Hellenizers, and accused them of introducing polytheism.
1:852
κατετρίβοντο δὲ μάλιστα περὶ τὰ τοιαῦτα Εὐσέβιός τε Παμφίλου καὶ Εὐστάθιος Αντιοχεύς
優西比烏(潘斐羅之友)與安提阿的優斯塔修斯,在此類爭議上尤其耗費心力、彼此相持不下。
Eusebius, [surnamed] Pamphili, and Eustathius of Antioch were especially worn down by disputes over such matters.
1:853
ἀμφότεροι μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ ἐν ὑποστάσει εἶναι ὡμολόγουν, ὥσπερ δὲ ἀλλήλων μὴ ἐπαΐοντες ἀλλήλους διέβαλλον
二人其實都承認神子具有其自身的實存(hypostasis),然而彷彿彼此聽不懂對方所言,竟互相指控對方。
For both confessed the Son of God to exist in [his own] hypostasis, yet, as though not understanding one another, they accused each other.
1:854
καὶ Εὐστάθιος μὲν ἐπῃτιᾶτο Εὐσέβιον < ὡς> εἰς τὰ ἐν Νικαίᾳ δόξαντα περὶ τοῦ δόγματος καινοτομοῦντα, δὲ ταῦτα μὲν ἐπαινεῖν φησιν, Εὐσταθίῳ δὲ τὴν Σαβελλίου ὀνειδίζειν δόξαν
優斯塔修斯指責優西比烏在教義上背離了尼西亞會議所議定之信仰、擅行革新;而優西比烏則聲稱自己贊同這些決議,卻反過來責難優斯塔修斯持有撒伯流之見。
Eustathius accused Eusebius of innovating upon the doctrine decreed at Nicaea, while Eusebius claimed that he approved of these decisions, but reproached Eustathius with holding the opinion of Sabellius.
1:855
Συνόδου δὲ ἐν Αντιοχείᾳ γενομένης ἀφαιρεῖται Εὐστάθιος τὴν Αντι-οχέων ἐκκλησίαν, τὸ μὲν ἀληθές, ὡς πολὺς ἔχει λόγος, καθότι τὴν ἐν Νικαίᾳ πίστιν ἐπῄνει καὶ τοὺς ἀμφὶ τὸν Εὐσέβιον καὶ Παυλῖνον τὸν Τύρου ἐπίσκοπον καὶ Πατρόφιλον τὸν Σκυθοπόλεως, ὧν τῇ γνώμῃ οἱ ἀνὰ τὴν ἕω ἱερεῖς εἵποντο, οἷά γε τὰ Αρείου φρονοῦντας ἀπεστρέφετο καὶ φανερῶς διέβαλλε, πρόφασιν δέ, ὡς οὐχ ὁσίαις πράξεσι τὴν ἱερωσύνην αἰσχύνας.. ἐφωράθη
安提阿召開會議之後,優斯塔修斯被剝奪了安提阿教會之職位;真正的原因,正如眾人普遍所傳,是因他讚同尼西亞信仰,並疏遠且公開指責優西比烏一黨,以及推羅主教保利努斯(Paulinus)與斯基索波利斯(Scythopolis)的帕特羅菲盧斯(Patrophilus)——這幾位的見解正是東方各地眾祭司所追隨者——指責他們持亞流之見;然而所給出的藉口,卻是他被查出以不聖潔的行為玷辱了聖職。
A council having been held at Antioch, Eustathius was deprived of the church of Antioch — the true reason, as common report has it, being that he approved the faith of Nicaea, and turned away from and openly denounced Eusebius and his party, together with Paulinus, bishop of Tyre, and Patrophilus of Scythopolis, whose opinion the priests throughout the East followed, on the ground that they held the views of Arius; while the pretext given was that he had been detected disgracing the priesthood by unholy deeds.
1:856
μεγίστη δὲ διὰ τὴν αὐτοῦ καθαίρεσιν ἀνεκινήθη στάσις κατὰ τὴν Αντιόχειαν, ὡς μικροῦ δεῖν ξιφῶν ἅψασθαι τὸ πλῆθος καὶ πᾶσαν κινδυνεῦσαι τὴν πόλιν
因他被罷黜之故,安提阿爆發了一場極大的騷亂,民眾幾乎要動用刀劍,全城因而陷入危險之中。
On account of his deposition, a very great sedition arose in Antioch, so that the populace came near to taking up swords, and the whole city was in danger.
1:857
ἔβλαψε δὲ αὐτὸ τοῦτο οὐ μετρίως αὐτὸν πρὸς βασιλέα
此事使他在皇帝心目中大受損害,絕非輕微。
This, indeed, did him no small harm in the emperor's eyes.
1:858
ὡς γὰρ ἔγνω ταῦτα συμβεβηκέναι καὶ τὸν λαὸν τῆς ἐκκλησίας εἰς δύο διῃρῆσθαι, σφόδρα ἐχαλέπαινε καὶ ἐν ὑπονοίᾳ αὐτὸν εἶχεν ὡς αἴτιον τῆς στάσεως
因為當他得知這些事已然發生、教會的信眾已分裂為兩派時,他大為震怒,並疑其(優斯塔修斯)即為此番騷亂之肇因。
For when he learned that these things had occurred, and that the people of the church had been divided into two factions, he was greatly angered, and held him under suspicion as the cause of the sedition.
1:859
πέμπει δὲ ὅμως τινὰ τῶν ἀμφ' αὐτὸν λαμπρῶς στρατευομένων, ἐντειλάμενος εἰς δέος καταστῆσαι τὸ πλῆθος καὶ δίχα ταραχῆς καὶ βλάβης.. καταπαῦσαι τὴν στάσιν
儘管如此,他仍派遣一位在其麾下顯赫任職的官員前往,命他使民眾心生敬畏,並在不引起騷動、不造成傷害的情況下平息這場動亂。
Nevertheless, he sent one of the distinguished officers of his court, charging him to overawe the populace and, without disturbance or harm, to bring the sedition to an end.
← 上一段下一段 →
1