📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 醫治希臘病

狄奧多勒

醫治希臘病 第 1 章 第 12/16 段

希臘文原文.173 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1952–1:2124(全章共 2972 節)

← 上一段下一段 →
1:1952
καὶ φροῦδα μὲν τὰ τῶν Ἑλλήνων καὶ παντελεῖ παραδέδοται λήθῃ, τέθηλε δὲ τὰ τῶν ἁλιέων, καὶ παρὰ τούτων κηρυττόμενος Θεὸς εἶναι τῶν ὅλων πεπίστευται
希臘人的事物已然消逝,被交付於徹底的遺忘,漁夫的事物卻興旺發達,而他們所宣揚的神被信為萬有之神。
and the things of the Greeks have vanished and been given over to utter oblivion, while the things of the fishermen have flourished, and the God proclaimed by them is believed to be the God of all.
1:1953
Καὶ τῶν ταῦτα φρονούντων πλήρεις. μὲν αἱ πόλεις, πλήρεις δὲ αἱ κῶμαι, ἐλεύθερα δὲ τοῦ πλάνου τὰ ὄρη, ἀντὶ γὰρ τῶν βωμῶν ἐκείνων καὶ τῆς παλαιᾶς ἐξα πάτης οἱ τῶν ἀσκητῶν ταῦτα οἰκοῦσι χοροῖ, τὸν ἐσταυρωμένον ὑμνοῦντες καὶ τὸν ἐκείνου Πατέρα καὶ τὸ πανάγιον Πνεῦμα
持守這些信仰的人充滿了各城,也充滿了各鄉,群山也擺脫了那迷惑;因為昔日的祭壇與古老的謬妄如今由苦修者的詩班所棲居,他們頌讚那被釘十字架者、祂的父,以及至聖的靈。
And the cities are full of those who hold these beliefs, and the villages are full, and the mountains are free of the deception; for in place of those altars and the old delusion, the choirs of ascetics inhabit them, hymning the Crucified and His Father and the all-holy Spirit.
1:1954
Εἰ δέ τις ὑπείληφε τὴν τῶν βασιλέων εὐσέβειαν κρατῦναι τῶν ἁλιέων τὰ δόγματα, καὶ ταύτῃ δείκνυσι τὴν τουτωνὶ τῶν δογμά των ἰσχύν
倘若有人以為是諸皇帝的敬虔堅固了漁夫的教義,他藉此反倒證明了這些教義本身的力量。
And if anyone supposes that the piety of the emperors confirmed the doctrines of the fishermen, by this too he demonstrates the strength of these very doctrines.
1:1955
καὶ ἔθους μακροῦ καὶ πατρῴων δογμά των, εἰ μὴ τῶν μὲν ἐθαύμασαν τὴν ἀλήθειαν, τῶν δὲ τὸ μυθῶδες. ἐμίσησαν
……以及積習已久的習俗與祖傳的教條——除非他們確實是欣賞前者的真實,而憎惡後者的虛妄。
...and of long-standing custom and of ancestral doctrines—unless indeed they admired the truth of the one and hated the fabulous character of the other.
1:1956
Τί δήποτε δὲ μὴ τοὺς παλαιοὺς τῆς ἐκκλησίας ἐνθυ μεῖσθε πολέμους; εὐπετῶς γὰρ μάλα ταύτην διαλύσετε δι' ἐκεί νων τὴν δόξαν
你們為何不回想對教會的古老征戰呢?因為藉著那些征戰,你們確實能極容易地駁倒這種看法。
And why do you not call to mind the ancient wars against the Church? For very easily indeed will you dissolve this opinion by means of those wars.
1:1957
Εἰ γὰρ τοσοῦτοι βασιλεῖς καὶ τηλικοῦτοι, κατὰ τῆς εὐσεβείας παντὶ σθένει παραταξάμενοι καὶ μηχανὰς προσ ενεγκόντες παντοδαπάς, οὐδὲ βραχὺν τοῖς ταύτης περιβόλοις ἐνειργάσαντο κλόνον, ἠλίθιος ἄρα καὶ παντελῶς ἔμπληκτος μὴ θείαν ὑπολαμβάνων τῶν ἁλιέων τὴν δύναμιν, ἀλλ' ἐκ βασιλικῆς ταύτην ηὐξῆσθαι δυναστείας νομίζων
因為倘若那麼多、那麼大的皇帝,竭盡全力與敬虔為敵、動用各樣手段,卻連它的堡壘也撼動不了分毫,那麼,凡不把那些漁夫的能力看為屬神、反倒以為它是從帝王權勢中壯大起來的人,便是愚妄、全然失了心竅。
For if so many and such great emperors, having arrayed themselves against piety with all their might and brought to bear every kind of contrivance, did not produce even a slight shaking in its bulwarks, then he who does not regard the power of the fishermen as divine, but thinks it grew from imperial dominion, is foolish and utterly senseless.
1:1958
Ἵνα δὲ τοῦτο ὑμῖν ἐκδηλότερον γένηται, τὰ παρὰ Περσῶν νῦν τολμώμενα καταμάθετε
為使這一點對你們更加清楚,且看波斯人如今所膽敢施行的事。
And that this may become clearer to you, learn what is now being dared by the Persians.
1:1959
Ποῖον γάρ τοι εἶδος σφαγῆς κατὰ τῶν εὐσεβούντων οὐκ ἐπινενόηται τούτοις; οὐκ ἐκδοραί, οὐκ ἐκτομαὶ χειρῶν καὶ ποδῶν, καὶ ὤτων καὶ ῥινῶν κολοβώσεις, καὶ δεσμοὶ πρὸς ὑπερβολὴν ὀδύνης ἐξευρημένοι, καὶ ὀρύγματα κεχριμένα μὲν εἰς ἀκρίβειαν, μυῶν δὲ τῶν μεγίστων ἀνάπλεα τοὺς δεδεμέ νους θοιναζομένων; ἀλλ' ὅμως τοσαύτας καὶ τούτων πολλαπλα σίας κατὰ τῶν εὐσεβούντων τιμωρίας ἐξευρηκότες, αἰκίζονται μὲν καὶ κολοβοῦσι τὰ σώματα καὶ παντάπασι διαφθείρουσι, τὸν δέ γε. τῆς πίστεως οὐ λῃστεύουσι θησαυρόν
因為他們有何等的殺戮方式不曾向敬虔之人施行過呢?豈不是有剝皮、砍手砍腳、割耳割鼻、為加劇痛苦而設計的捆綁,還有那些精心塗抹、填滿巨鼠以噬咬被縛之人的坑穴嗎?然而儘管他們設計了如此眾多、且多許多倍的刑罰來對付敬虔之人,他們雖凌虐、殘害並徹底毀壞了人的身體,卻劫不去信仰的寶藏。
For what kind of slaughter against the pious has not been devised by them? Are there not flayings, and amputations of hands and feet, and mutilations of ears and noses, and bonds devised for excess of pain, and pits carefully smeared and filled with the largest mice that feast on the bound? But nevertheless, though they have devised punishments so many and many times more against the pious, they maltreat and mutilate and utterly destroy the bodies, yet they do not plunder the treasure of the faith.
1:1960
Καὶ τοῖς μὲν ἄλλοις αὐτῶν νόμοις ἅπαντας ὑποκύπτειν τοὺς ὑπηκόους καταναγκά ζουσι, τοὺς δὲ τῶν ἁλιέων ἐξαρνηθῆναι τοὺς πεπιστευκότας οὐ πείθουσιν
他們雖強迫一切臣民屈服於其餘的法律,卻無法說服信徒否認漁夫的律法。
And though they compel all their subjects to bow to their other laws, they do not persuade believers to renounce the laws of the fishermen.
1:1961
Ἀλλὰ κατὰ τοὺς Ζαράδου πάλαι Πέρσαι πολιτευόμενοι νόμους καὶ μητράσι καὶ ἀδελφαῖς ἀδεῶς καὶ μέντοι καὶ θυγατράσι μιγ νύμενοι καὶ νόμον ἔννομον τὴν παρανομίαν νομίζοντες, ἐπειδὴ τῆς τῶν ἁλιέων νομοθεσίας ἐπήκουσαν, τοὺς μὲν Ζαράδου νόμους ὡς παρανομίαν ἐπάτησαν, τὴν εὐαγγελικὴν δὲ σωφροσύνην ἠγάπησαν·
波斯人昔日照著扎拉杜(瑣羅亞斯德)的法律生活,肆無忌憚地與母親、姊妹乃至女兒交合,把違法當作合法之律,然而當他們聽從了漁夫的立法,便把扎拉杜的法律視為違法而踐踏,反倒愛慕福音的貞潔;
But whereas the Persians of old lived as citizens according to the laws of Zaradus, freely consorting with mothers and sisters and indeed even with daughters, and reckoning lawlessness to be lawful law, yet when they gave heed to the legislation of the fishermen, they trampled the laws of Zaradus as lawlessness, and loved the evangelical chastity;
1:1962
καὶ κυσὶ καὶ οἰωνοῖς τοὺς νεκροὺς προτιθέναι παρ' ἐκείνου μεμαθηκότες, νῦν τοῦτο δρᾶν οἱ πιστεύσαντες οὐκ ἀνέχονται, ἀλλὰ τῇ γῇ κατακρύπτουσι καὶ τῶν τοῦτο δρᾶν ἀπα γορευόντων οὐ φροντίζουσι νόμων οὐδὲ πεφρίκασι τὴν τῶν κολα ζόντων ὠμότητα·
他們雖曾從他學了把死者暴露給狗與飛鳥,如今信主的人卻不肯這樣行,反倒把死者藏於土中,毫不在意那些禁止他們如此行的法律,也不為施刑者的殘暴而戰慄;
and though they had learned from him to expose their dead to dogs and birds, now those who have believed do not endure to do this, but hide them in the earth, and pay no heed to the laws forbidding them to do this, nor do they shudder at the cruelty of those who punish them;
1:1963
πλέον γάρ που δεδοίκασι τὸ τοῦ Χριστοῦ δικαστήριον·
因為我想,他們更懼怕基督的審判台。
for they fear, I suppose, the tribunal of Christ more.
1:1964
καὶ τὰ ὁρώμενα γελῶντες ὀνειροπολοῦσι τὰ μὴ φαινόμενα καὶ δειμαίνουσιν
他們譏笑那看得見的事,卻嚮往並敬畏那看不見的事。
And laughing at the things that are seen, they dream of and stand in awe of the things that do not appear.
1:1965
Καὶ τούσδε τοὺς νόμους παρ' ἀνδρῶν. Γαλιλαίων ἐδέξαντο·
而這些律法,他們是從加利利人領受的;
And these laws they received from Galilean men;
1:1966
καὶ τὴν μὲν Ῥωμαίων δυναστείαν οὐκ ἔδεισαν, τῇ δὲ τοῦ σταυρωθέντος ὑπετάγησαν βασιλείᾳ·
他們不懼怕羅馬人的統治,卻順服了那被釘十字架者的國度;
and they did not fear the dominion of the Romans, but submitted to the kingdom of the Crucified;
1:1967
καὶ κατὰ μὲν τοὺς Ῥωμαίων πολιτεύεσθαι νόμους οὔτε Αὔγουστος αὐτοὺς κατηνάγκασεν οὔτε Τραϊανός, τὴν ἐκείνων καταλύσας ἀρχήν, τὰ δὲ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ Ματθαίου καὶ Λουκᾶ καὶ Μάρκου ξυγγράμματα ὡς οὐρανόθεν κομισθέντα γεραίρουσι, καὶ οἱ ἰθαγενεῖς τοῖς τῶν ξένων καὶ ἐπηλύδων ὑπετάγησαν νόμοις
令他們照羅馬人的法律生活,無論是奧古斯都還是推翻其統治的圖拉真都未能強迫;但彼得、保羅、約翰、馬太、路加與馬可的著作,他們卻當作天上降下之物來尊崇,本地人竟順服了外邦人與外來者的律法。
and to live according to the laws of the Romans neither Augustus compelled them, nor Trajan who overthrew their rule; but the writings of Peter and Paul and John and Matthew and Luke and Mark they honor as though brought from heaven, and the natives have submitted to the laws of foreigners and incomers.
1:1968
Καὶ Μασσαγέται δέ, τρισαθλίους ἡγούμενοι πάλαι τοὺς ἄλλως πως καὶ μὴ διὰ σφαγῆς τελευτῶντας καὶ τούτου εἵνεκα τοὺς γεγηρακότας θύειν καὶ θοινᾶσθαι ποιησάμενοι νόμον, ἐπειδὴ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν ἐπήκουσαν νόμων, ἐβδελύξαντο τὴν. μυσαρὰν ταύτην ἐδωδὴν καὶ σφαγήν
瑪薩格泰人也是如此——他們昔日把那些以別種方式、非由殺戮而結束生命的人看為三重可悲,並因此立法獻祭並吃掉年老的人;當他們聽從了漁夫與製革匠的律法,便憎惡這種可憎的吃食與殺戮。
And the Massagetae too, who of old reckoned thrice-wretched those who ended their lives in any other way and not by slaughter, and for this reason made it a law to sacrifice and feast upon the aged, when they gave heed to the laws of the fishermen and leather-workers, abhorred this abominable eating and slaughter.
1:1969
Καὶ Τιβαρηνοὶ τοὺς πρεσβύ τας κατὰ κρημνῶν βαθυτάτων εἰθικότες ὠθεῖν, τὸν παμπόνηρον τοῦτον κατέλυσαν νόμον, τῶν εὐαγγελικῶν ἐπακούσαντες νόμων
提巴雷尼人素來習慣把年老的人推下極深的懸崖,當他們聽從了福音的律法,便廢除了這極其邪惡的法律。
And the Tibareni, who were accustomed to push the aged down very deep precipices, abolished this utterly wicked law when they hearkened to the evangelical laws.
1:1970
Οὐκέτι δ' οὔτε Ὑρκανοὶ οὔτε Κάσπιοι τοὺς κύνας τοῖς τῶν τεθνεώτων ἐκτρέφουσι σώμασιν, οὔτε Σκύθαι τοῖς τετελευτηκόσι ξυγκατορύττουσι ζῶντας, οὓς ἠγάπων ἐκεῖνοι
許爾卡尼亞人與裏海一帶的人不再用死者的屍體餵養狗,斯基泰人也不再把所愛之人活活與死者一同埋葬。
No longer do the Hyrcanians or Caspians rear dogs on the bodies of the dead, nor do the Scythians bury alive together with the deceased those whom they loved.
1:1971
Τοσαύτην εἰργά σαντο μεταβολὴν τῶν ἐθνῶν τῶν ἁλιέων οἱ νόμοι
漁夫的律法竟使列國發生了如此巨大的轉變。
So great a transformation of the nations did the laws of the fishermen effect.
1:1972
Καὶ οὗτοι μὲν καὶ τὰ βάρβαρα ἔθνη κατὰ τοὺς σφῶν ἔπεισαν πολιτεύεσθαι νόμους·
這些人甚至說服了蠻族諸國,照著他們的律法生活;
And these men persuaded even the barbarian nations to live as citizens according to their laws;
1:1973
Πλάτων δὲ τῶν φιλοσόφων ἄριστος, νό μους γεγραφώς, οὐδὲ Ἀθηναίους ἔπεισε τοὺς οἰκείους πολίτας κατὰ τὰς τούτων ὑποθήκας τὴν πολιτείαν ῥυθμίσαι
但柏拉圖——哲學家中最優者——雖寫了法律,卻連他自己的同胞雅典人都說服不了,去照他的規條來治理城邦;
but Plato, the best of the philosophers, having written laws, did not persuade even the Athenians, his own fellow-citizens, to order their polity according to his prescriptions;
1:1974
μάλα γάρ εἰσι καταγέλαστοι
因為它們實在荒謬可笑。
for they are exceedingly laughable.
1:1975
Καὶ ἵνα μή τις ὑπολάβῃ με συκοφαντεῖν τὸν φιλόσοφον, ἀκούσατε, ἄνδρες, ὧν ἐκεῖνος νενομοθέτηκεν
為免有人以為我是在誣衊這位哲學家,諸位啊,請聽那人所立的法。
And lest anyone suppose that I am slandering the philosopher, hear, O men, what that man has legislated.
1:1976
Κελεύσας γὰρ καὶ τὰς γυναῖκας, οὐ μόνον τὰς νέας, ἀλλὰ καὶ τὰς γεγηρακυίας, γυμνάζεσθαι, εἶτα γελῶντας τοὺς προσδιαλεγομένους ἰδών, ὑπολαβὼν ἔφη·
因為他吩咐婦女——不僅是年輕的,連年老的——也要赤身操練,繼而見與他交談的人發笑,便接過話頭說:
For having commanded that the women too—not only the young, but also the aged—should exercise naked, and then seeing those conversing with him laughing, he took up the point and said:
1:1977
Ταὐτὰ δὲ καὶ περὶ θηλειῶν ἐμὸς λόγος ἂν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶν ἀρρέ νων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν
我的論點關乎女性所要說的,與關乎男性的一模一樣,就是說女性也當同樣地操練。
My argument would say all the same things concerning females as concerning males, namely that the females must train equally.
1:1978
Καὶ οὐδὲν φοβηθεὶς εἴ ποιμ' ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δ' αὖ οὐκ ἂν πρέπον. Καὶ τίς οὐκ ἂν εἰκότως τούτων ἀκούων γελάσειεν; μὲν γὰρ φύσις ἀπένειμεν ἑκατέρῳ γένει τὰ πρόσφορα, γυναιξὶ μὲν ταλασίαν,. ἀνδράσι δὲ γεωργίαν καὶ πολεμικὴν ἐμπειρίαν
我說這話毫無懼怕——無論是論騎術還是論體操——彷彿這對男子合宜、對婦女卻又不合宜。可誰聽見這些話,能不合情合理地發笑呢?因為自然已按各性別分派了所宜之事——婦女宜紡織羊毛,男子宜耕作與通曉軍事。
And I would say this argument fearing nothing—neither of horsemanship nor of gymnastics—as though it would be fitting for men but again not fitting for women. And who, hearing these things, would not reasonably laugh? For nature has apportioned to each sex what is suitable—to women wool-working, to men husbandry and the experience of war.
1:1979
Ταύτῃ γάρ που τῇ διαιρέσει καὶ Ὅμηρος κέχρηται·
這同樣的分界,荷馬也曾運用;
This very division Homer too has employed;
1:1980
πεποίηκε γὰρ ἐν τοῖς ἔπεσι τῇ Ἀνδρομάχῃ τὸν Ἕκτορα λέγοντα·
因為他在詩句中刻畫赫克托耳對安德洛瑪刻說:
for in his verses he represented Hector saying to Andromache:
1:1981
ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε, ἱστόν τ' ἠλακάτην τ' ἠδ' ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι·
你只管進屋去,料理你自己的活計,理你的織機與紡桿,吩咐使女們各盡其工;
But go into the house and attend to your own tasks, the loom and the distaff, and bid the handmaids ply their work;
1:1982
πόλεμος δ' ἄνδρεσσι μελήσει
至於戰事,自有男子去操心。
war shall be the concern of men.
1:1983
δὲ φιλόσοφος οὐδὲ τὴν τῶν ποιητῶν διέγνω διαίρεσιν, ἀλλὰ καὶ γυμνάζεσθαι τὰς γυναῖκας γυμνὰς καὶ ἱππεύειν ἐκέλευσεν
但這位哲學家連詩人所作的分界都辨不出來,反倒吩咐婦女赤身操練,並要她們也騎馬。
But the philosopher did not even discern the distinction made by the poets, but bade the women exercise naked and ride horses too.
1:1984
Καὶ τὰ ἑξῆς δὲ ξυνομολογεῖ τοῖς προτέροις·
接下來的話也與前面所言相符:
And what follows is in agreement with what came before:
1:1985
Τὴν δὲ τοῦ τῶν γάμων χρόνου ξυμμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς γυναῖκας. δὲ ταῦτα νομοθετῶν οὐδὲ τῶν τῆς Κανδαύλου γυναικὸς λόγων ἐμνήσθη
判官在斟酌婚配時機之適當分寸時,當一面察看赤身的男子、與裸至肚臍的婦女,一面作出裁決。但這立此法的人,連坎道列斯之妻的話都不曾記起。
Let the judge, in considering the proper measure of the time for marriages, make his decision while viewing the males naked, and the women naked down to the navel. But he who legislates these things did not even call to mind the words of the wife of Candaules.
1:1986
Ἐκείνη γάρ τοι, τοῦ ἀνδρὸς γυμνὸν οἱ δεῖξαι τὸ σῶμα κελεύσαντος, μάλα ἔφη σωφρό νως, ὅτι ἀποδυομένη τὸν κιθῶνα ξυναποδύεται καὶ τὴν αἰδῶ . γυνή
因為她——當丈夫吩咐她裸露身體時——極貞潔地說:婦人脫去衣衫,便連同羞恥心一齊脫去了。
For she indeed, when her husband bade her display her body naked, said very chastely that a woman, in putting off her tunic, puts off her modesty along with it.
1:1987
Τοιγαροῦν φιλόσοφος τὰς νυμφευομένας γυμνοῖ τῆς αἰδοῦς καὶ ἀναίδειαν ἐκδιδάσκει
如此,這位哲學家便剝去新娘的羞恥,反教她們無恥。
And so the philosopher strips brides of modesty and teaches them shamelessness.
1:1988
Κἀν τῷ δεκάτῳ δὲ τῶν Νόμων τὰ παραπλήσια γέγραφεν·
在《法律篇》第十卷中,他寫了極類似的話:
And in the tenth book of the Laws he wrote things much like these:
1:1989
Τῆς γὰρ τοιαύτης φησί σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδείας ποιεῖσθαι χορεύοντάς τε καὶ χορευού σας, κόρους τε καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντας καὶ θεωρου μένους, μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσας ἐοικυίας προ φάσεις, γυμνούς τε καὶ γυμνάς, μέχρι περ αἰδοῦς σώφρονος. ἑκάστων. Ἐγὼ δὲ τὴν μὲν ἐντεῦθεν φυομένην λώβην ὁρῶ, κέρδος δὲ οὐδὲν ξὺν ταύτῃ φυόμενον
他說,為著這樣的追求,人當作出教育的安排——少男少女在歌舞班中起舞,彼此觀看、也被觀看,配以理性與某種年齡所提供的合宜托辭,赤身的男子與赤身的女子,以各人清醒之羞恥所容許的程度為限。但我所看見的,乃是由此而生的敗壞,並無絲毫益處隨之而生。
For the sake of such a pursuit, he says, one ought to make educational arrangements—boys and girls dancing in choruses, both viewing and being viewed, with reason and with a certain age affording suitable pretexts, naked males and naked females, as far as each one's sober modesty allows. But I see the ruin that springs from this, and no profit at all springing up along with it.
1:1990
Οὐ γάρ που μόνον εἰς ἀναίδειαν ἐπαιδοτριβοῦντο γυμνούμεναι καὶ γυμνοὺς ἄνδρας θεώμεναι, ἀλλὰ καὶ πολλὰς ἀλλήλοις ἀφορμὰς προὐξένουν ἀκο λασίας
因為他們不僅因赤身、又觀看赤身男子而被調教成無恥,更彼此提供了許多放縱情慾的機會。
For not only were they trained into shamelessness by being naked and viewing naked men, but they also furnished one another with many occasions of licentiousness.
1:1991
Τῶν γὰρ δὴ γυμνῶν σωμάτων θεωρία καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας εἰς ἔρωτας ἐκτόπους ἠρέθιζεν
因為觀看赤裸的身體,挑動男女陷入異常的情慾。
For the spectacle of naked bodies incited both the men and the women to outlandish lusts.
1:1992
Ἀλλ' ἵνα μὴ παντελῶς τὴν ἐκ τῶνδε τῶν νόμων φυομένην ἀπογυμνοῦντες βλάβην λοιδορεῖσθαι τῷ φιλοσόφῳ δόξωμεν, οὐκ ἐλέγχειν, ἐπὶ τοὺς παγκάλους τῶν γάμων μεταβῶμεν νόμους, μετρίους τοὺς ἐλέγχους ποιούμενοι
但為免我們在揭露這些法律所生之害時,顯得是在謾罵這位哲學家而非駁斥他,且讓我們轉到那「至為美善」的婚姻法上去,以適度的態度作出駁斥。
But lest, in laying bare the harm that springs from these laws, we seem to be reviling the philosopher rather than refuting him, let us pass over to the all-excellent laws of marriage, making our refutations moderate.
1:1993
Ἀκούσωμεν τοίνυν ἐν Πολι τείᾳ λέγοντος·
那麼,讓我們聽他在《理想國》中所說的:
Let us then hear him saying in the Republic:
1:1994
Ἀνδρῶν τούτων ἁπάντων πάσας εἶναι γυναῖκας κοινάς, ἰδίᾳ δὲ μηδεμίαν μηδενὶ ξυνοικεῖν·
這一切人的眾妻都當共有,無一婦人可與任何一男單獨同居;
That all the women of all these men be common, and that no woman dwell privately with any one man;
1:1995
καὶ τοὺς παῖδας αὖ κοινούς, καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ, μήτε παῖδα. γονέα. Εἶτα ἐπιξυνάπτει·
兒女也當共有,使父母不認自己的子女,子女也不認自己的父母。接著他又補充:
and the children in turn common, and that neither a parent know his own offspring, nor a child his parent. Then he adds on:
1:1996
Εἷς μὲν τοίνυν, ἦν δ' ἐγώ, νομο θέτης αὐτοῖς ὥσπερ τοὺς ἄνδρας, οὕτως καὶ τὰς γυναῖκας ἐκλέξας, παραδώσει καθόσον οἷόν τε ὁμοφυεῖς
我說,那麼,他們有一位立法者,像揀選男子一樣揀選女子,並儘可能把性情相近的配給他們。
One lawgiver for them, then, said I, having selected the women just as the men, will hand them over, as far as possible, of like nature.
1:1997
Οἱ δέ, ἅτε δὴ οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτο κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δ' ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ, ὑπ' ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν·
而他們既有共有的住所與公共食堂,無人私自擁有此類之物,便要共處一處;既在體育場與其餘的養育中混雜相處,我想,他們必被那與生俱來的本能驅使,趨向彼此交合;
And they, inasmuch as they have houses and common messes, and no one possesses anything of the sort privately, will be together; and being mingled together both in the gymnasia and in the rest of their nurture, they will be drawn, I think, by innate necessity, toward intercourse with one another;
1:1998
οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν;Οὐ γεωμετρικαῖς γε, δ' ὅς, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ. πείθειν καὶ ἕλκειν τὸν πολὺν λεών. Ὅτι μὲν οὖν φιλόσοφος κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσε, μακρῶν οὐ δεῖ λόγων εἰς ἔλεγχον
莫非我所說的,你不認為是必然之事嗎?——他說,確非幾何學上的必然,乃是情慾上的必然,而這在說服並牽動廣大群眾上,恐怕比前者更為犀利。那麼,這位哲學家既吩咐婦女共有,便無需長篇大論去駁斥了。
or do I not seem to you to speak of necessities? – Not geometrical ones indeed, said he, but erotic necessities, which are likely to be keener than those for persuading and dragging along the great mass. That the philosopher then bade the women be common needs no long words for refutation.
1:1999
Αὐτὸς γὰρ δὴ διαρρήδην νενομοθέτηκε καὶ τῆς κοινῆς ξυνουσίας τὴν ἀνάγκην ἐπινενόηκεν
因為他自己已明明立法,並設想出共同交合的必然性。
For he himself has expressly legislated and devised the necessity of common intercourse.
1:2000
Κοινῇ γάρ, ἔφη, οἰκοῦντες καὶ κοινῇ ἑστιώμενοι καὶ γυμναζόμενοι, ὑπὸ τῆς ἐμφύτου ἐπιθυ μίας πρὸς τὴν ἀλλήλων μῖξιν ὠθήσονται
因為他說,他們既共同居住、共同宴飲、一同操練,便要被與生俱來的慾望推向彼此的交合。
For dwelling in common, he said, and feasting in common and exercising together, they will be thrust by innate desire toward intercourse with one another.
1:2001
Καὶ τοῦτο δὴ κοινοὺς τοὺς τικτομένους ἀποφαίνει, ἀδεῶς ἑκάστου ταῖς προστυχούσαις ὁμιλούντων καὶ οἰκεῖά γε νομιζόντων τὰ ὑπὸ τούτων τικτόμενα
而這的確使兒女成為共有,既然各人毫無拘束地與所遇之婦女相合,又把這些結合所生的孩子當作自己的。
And this indeed renders the children common, since each one consorts without restraint with whatever women he chances upon, and they regard as their own those born of these unions.
1:2002
Τοῦτό τοι νενοηκὼς προσδιαλεγόμενος, τοῦ Σωκράτους εἰρηκό τος·
那位對話者覺察了這點,當蘇格拉底說了:
Perceiving this, the interlocutor, when Socrates had said:
1:2003
οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; ἐπήγαγεν·
莫非我所說的,你不認為是必然之事嗎?——他便接著說:
Or do I not seem to you to speak of necessities? added on:
1:2004
Οὐ γεωμετρικαῖς γε, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν καὶ ἕλκειν τὸν πολὺν λεών.. Ἐγὼ δὲ τῶν νῦν τὰ Πλάτωνος ἑρμηνεύειν ἐθελόντων, μᾶλλον δὲ παρερμηνεύειν πειρωμένων, θαυμάζω τὴν ἀναίδειαν·
確非幾何學上的必然,乃是情慾上的必然,而這在說服並牽動廣大群眾上,恐怕比前者更為犀利。我著實驚異於那些如今想要詮釋——倒不如說企圖曲解——柏拉圖著作之人的無恥;
Not geometrical ones indeed, but erotic necessities, which are likely to be keener than those for persuading and dragging along the great mass. And I marvel at the shamelessness of those who now wish to interpret—or rather attempt to misinterpret—the writings of Plato;
1:2005
νομοθετῆσαι κοινήν, ἀλλὰ φιλικὴν κοινωνίαν, καὶ οὐκ ἀκούουσι λέγοντος·
……說他所立法的並非共有制,而是友愛的共享,他們卻不肯聽他說:
...that he did not legislate a community in common, but a community of friendship, and they do not listen to him saying:
1:2006
Καὶ οἰκήσεων καὶ ξυμποσίων καὶ γυμνασίων κοινωνοῦντες ἀλλήλοις, ὑπ' ἀνάγκης καὶ τῆς ἐμφύ. του ἐπιθυμίας ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν. Ἀλλ' ἴσως ἐρυθριῶντες ἐπὶ τοῖς καταγελάστοις τοῦ φιλοσόφου νόμοις, ξυγ καλύπτειν πειρῶνται τοῦ διδασκάλου τὴν ἁμαρτάδα·
他們既彼此共享住所、宴席與體育場,便要被必然性與與生俱來的慾望牽引,趨向彼此的交合。但他們或許是因這位哲學家可笑的法律而臉紅,便試圖遮掩其師的過錯;
Sharing with one another dwellings and banquets and gymnasia, they will be drawn by necessity and by innate desire toward intercourse with one another. But perhaps, blushing at the laughable laws of the philosopher, they try to cover over the error of their teacher;
1:2007
ἀλλ' ἔδει γε τῶν ἐκείνου λόγων ἀναμνησθῆναι, ὅτι φίλος μὲν ἀνὴρ, φίλη δὲ ἀλήθεια·
然而他們本當記得他自己的話:那人固然可親,真理也是可親的;
yet they ought to have remembered his own words, that the man is dear, but the truth is dear too;
1:2008
ἀμφοῖν δὲ ὄντοιν φίλοιν, φίλτερον ἀλήθεια
二者雖都可親,真理卻更為可親。
and though both are dear, the truth is dearer.
1:2009
Ἀτὰρ οὖν καὶ τῶν ἄλλων ἐπακούσωμεν νόμων·
那麼,來吧,讓我們也聽聽其餘的法律:
But come, then, let us listen to the other laws too:
1:2010
Γυναικὶ μέν, ἦν δ' ἐγώ, ἀρξαμένῃ ἀπὸ εἰκοσέτιδος τίκτειν τῇ πόλει·
我說,婦人當從二十歲起為城邦生育兒女;
A woman, said I, is to bear children for the city beginning from twenty years of age;
1:2011
ἀνδρὶ δ' ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκον ταετοῦς. Ἀλλὰ ταῦτα μὲν οὐ μάλα δήλην ἔχει τὴν βλάβην, τὰ δὲ ἑξῆς οὐ γέλωτος, ἀλλὰ καὶ θρήνων ἄξια καὶ πυρὸς τοὺς. παγκάλους ἀναλίσκοντος νόμους·
至於男子,當他過了奔跑速度最盛之時,便當從那時起為城邦生育,直到五十五歲。但這些事還不見得有明顯的害處,接下來的話卻不值得發笑,倒值得哀哭,並值得用火去焚燒這些「至為美善」的法律:
and a man, when he has passed the sharpest prime of his running, is from then on to beget for the city until fifty-five years of age. But these things do not have a very obvious harm, whereas what follows is worthy not of laughter, but of lamentation and of a fire that consumes these all-excellent laws:
1:2012
Ὅταν δὲ αἱ γυναῖκες οἵ τε ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς ξυγγίνεσθαι, ὡς ἂν ἐθέλωσι.., διακελευ σάμενοι προθυμεῖσθαι μάλιστα μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ. τοιούτῳ. Τίς Ἔχετος Φάλαρις τοιαῦτα νενομοθέτηκε; τίς δὲ τοιαύτας μιαιφονίας, ὡς ἔννομά γε δρῶν, τετόλμηκε πώποτε; διακελευσάμενος γὰρ μὴ ἐκφέρειν εἰς φῶς, ἀμβλωθριδίοις δήπου διαφθείρειν φαρμάκοις τὰ βρέφη παρεγγυᾷ, τὰ δέ γε τοῦ δηλη τηρίου φαρμάκου περιγενόμενα καὶ τικτόμενα οὕτω τιθέναι, ὡς μηδὲ τῆς τυχούσης ἀπολαῦσαι κηδεμονίας, ἀλλ' λιμῷ κρυμῷ διαφθαρῆναι θηρίων γενέσθαι βοράν
當婦女與男子過了生育的年齡,我想,我們便要任憑他們自由地與所願之人交合,只是切切囑咐他們務必竭力,不要把所懷的胎兒帶到光中(生下來);倘若有人迫不得已(懷了),便要如此處置,視之為這樣的胎兒並無養育可言。試問哪一位厄刻圖斯或法拉里斯曾立過這樣的法?又有誰曾膽敢如此行兇殺人、竟當作合法之舉?因為他既囑咐不要帶到光中,便顯然是吩咐用墮胎藥毀掉嬰孩,而那些挺過致命之藥、得以出生的嬰孩,他又吩咐如此處置,使他們連最尋常的照顧都得不著,反倒任其因飢餓或寒冷而死,或成為野獸的食物。
And when the women and the men have passed the age for begetting, we shall, I suppose, leave them free to have intercourse with whomever they wish, having charged them earnestly to be most zealous not to bring any conceived fetus to light; and if anyone should be forced to it, to dispose of it thus, on the understanding that there is no nurture for such a one. What Echetus or Phalaris ever legislated such things? And who ever dared such murders as though doing lawful deeds? For in charging them not to bring it to light, he plainly enjoins the destruction of the infants with abortifacient drugs, and the infants that survive the deadly drug and are born, he bids them dispose of in such a way that they may not enjoy even the most ordinary care, but be destroyed either by famine or by frost, or become food for wild beasts.
1:2013
Ποίαν ταῦτα ὠμότητος ὑπερβολὴν καταλείπει;. Τοιαῦτα μὲν δὴ περὶ γάμου καὶ παιδοποιΐας νενομοθέτηκεν·
這還給殘暴留下什麼超越的餘地呢?那麼,他關乎婚姻與生育所立的法便是如此;
What excess of cruelty does this leave behind? Such things, then, has he legislated concerning marriage and child-bearing;
1:2014
ὁποῖα δὲ καὶ περὶ τῆς ἄλλης ἀκολασίας διέξεισιν, εὐπετὲς τῷ βουλομένῳ καταμαθεῖν
至於他關乎其餘放縱之事所闡述的,凡願意了解的人都可輕易得知。
and what he expounds concerning the rest of licentiousness is easy for anyone who wishes to learn.
1:2015
Τοὺς γὰρ τὴν παρὰ φύσιν ἀσέλγειαν ἀσπαζομένους καὶ τῇδε μακαρίους ὑπείληφε καὶ ἐκδημήσαντας ἐντεῦθεν εὐδαίμονας ἔσεσθαι εἴρηκεν·
因為他把那些擁抱違反本性之淫亂的人,看為在今生有福,並說他們離世之後也必享福樂;
For those who embrace unnatural lewdness he has supposed to be blessed both here, and has said that when they have departed hence they will be happy;
1:2016
Οὐ μικρὸν γάρ φησιν ἆθλον τῆς ἐρωτικῆς φέρονται
因為他說,他們從其愛慾中奪得的獎賞,絕非小可。
For they carry off, he says, no small prize of their love.
1:2017
Εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διάγοντας εὐδαιμονεῖν μετ' ἀλλήλων πορευομένους καὶ ὁμοπτέρους ἔρωτος χάριν. Τούτοις δὲ ἐπιλέγει ταῦτα·
因為那些已踏上天界旅程的人,按律不得進入黑暗與地下的旅程,反倒當過著光明的生活、得享福樂,彼此同行、為愛之故一同生翼。對這些人他又加上這些話:
For it is not lawful for those who have already begun the journey beneath heaven to go into darkness and the journey beneath the earth, but to lead a bright life and be happy, traveling together with one another and winged alike for love's sake. And to these he adds these words:
1:2018
παῖ, καὶ οὕτω σοι θεία δωρήσεται. παρ' ἐραστοῦ φιλία. Καὶ ταῦτα οὐ περὶ τῶν σωφρόνως, ἀλλὰ περὶ τῶν ἀκολάστως ἐρώντων ἔφη·
孩子啊,如此,來自愛人的友誼便要作為神聖的恩賜賜給你。而他說這些話,並非論到那些貞潔相愛的人,乃是論到那些放縱相愛的人;
O child, and thus the friendship from a lover shall be bestowed on you as a divine gift. And he said these things not concerning those who love chastely, but concerning those who love licentiously;
1:2019
καὶ ῥᾴδιον ἐκ τῶν ἐκείνου διαλόγων ταῦτα μαθεῖν
這些事從他的對話錄中可輕易得知。
and it is easy to learn these things from his dialogues.
1:2020
Τοιοῦτον δὲ νόμον οὔτε Νέρων Ῥωμαίων αἰσχρότατος βασιλεὺς οὔτε Σαρδανάπαλος Ἀσσύριος, ἐν ἡδοναῖς καὶ τρυφαῖς διαβόητος, οὔτε ἔγραψεν οὔτε ἐπῄνεσε πώποτε
這樣的法,無論是羅馬最可恥的皇帝尼祿,還是以淫樂奢靡而臭名昭著的亞述人薩達那帕路斯,都不曾書寫,也不曾稱讚過。
Such a law neither Nero, the most shameful emperor of the Romans, nor Sardanapalus the Assyrian, notorious for pleasures and luxuries, ever wrote or ever praised.
1:2021
Ἐγὼ γὰρ οἶμαι καὶ τοὺς λίαν ταῖς ἡδυπαθείαις δουλεύοντας οὐκ ἐπαινεῖν τὸ πάθος, ἀλλὰ δουλεύειν τῷ χρόνῳ,. τὸ ἔθος ἕξιν ἐργασαμένους
因為我想,連那些極度被肉慾所奴役的人,也並不稱讚這情慾本身,而是被習慣所奴役,把積習化成了根深蒂固的性情。
For I think that even those who are exceedingly enslaved to sensual indulgences do not praise the passion, but are enslaved to habit, having made custom into a settled disposition.
1:2022
Καὶ τί δεῖ λέγειν, ὅσα καὶ περὶ φόνων παρανόμως ἐνομοθέτησεν; Ἀθῷον μὲν γὰρ εἶναι κελεύει τὸν τὸν ἴδιον ἀναιροῦντα οἰκέτην, τὸν δὲ θυμῷ τὸν ἀλλότριον σφάττοντα τὴν τιμὴν μόνην ἐκτίνειν, τὸν δὲ θυμῷ τὸν ἐλεύθερον κτείναντα δύο μόνα φεύγειν ἔτη διαγορεύει, τὸν δὲ καὶ μετ' ἐπι βουλῆς ἀνελόντα τρία ἔτη προστάττει φεύγειν, τὸν δέ γε καὶ μετὰ τὴν φυγὴν τὰ αὐτὰ δεδρακότα ἀειφυγίᾳ ζημιοῖ μόνῃ
至於他關乎殺人所立的種種非法之法,又何必細述呢?因為他吩咐:殺死自己家奴的人可不受懲罰;在盛怒中殺死別人家奴的,只須賠償身價;在盛怒中殺死自由人的,他判處僅放逐兩年;連預謀殺人的,他也只命放逐三年;至於那連放逐之後仍重蹈覆轍的人,他也僅以終身放逐為罰。
And what need is there to tell how many things he has legislated unlawfully concerning murders? For he bids the man who kills his own house-slave go unpunished; the man who slays another's in anger to pay only the price; the man who kills a free man in anger he decrees to go into exile for only two years; the man who slays even with premeditation he orders to be exiled for three years; and the man who, even after his exile, has done the same things he penalizes with perpetual exile alone.
1:2023
Παραπλήσια δὲ καὶ πατράσι παῖδας ἀνελοῦσι καὶ παισὶ πατέρας ἀπεκτονόσι καὶ ἀνδράσι γυναῖκας καὶ γυναιξὶν ἄνδρας νενομο θέτηκεν
對於殺害子女的父親、殺死父親的子女、殺妻的丈夫與殺夫的妻子,他也立了類似的法。
And he has legislated similar things for fathers who have slain their children, and children who have killed their fathers, and husbands their wives, and wives their husbands.
1:2024
Ἀλλ' μὲν φιλόσοφος τοιούσδε νόμους ξυνέγραψε καὶ οὐδένα πέπεικεν ἀνθρώπων, οὐ πολίτην, οὐ ξένον, οὐκ ἀστόν, οὐ χωρι τικόν, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ νέον, οὐ πρεσβύτην, οὐ λόγοις ἐντε θραμμένον, οὐ λόγων ἀμύητον, κατὰ τούσδε βιῶναι τοὺς νόμους
但這位哲學家制定了這樣的法律,卻沒有說服任何一個人——無論是公民還是外邦人、市民還是鄉人、希臘人還是蠻族、奴隸還是自由人、男人還是女人、少年還是老者、受過學問薰陶的還是未涉學問的——去照著這些法律生活。
But the philosopher composed such laws and persuaded no human being—not citizen, not foreigner, not townsman, not countryman, not Greek, not barbarian, not slave, not free, not man, not woman, not young, not old, not one nurtured in learning, not one uninitiated in learning—to live according to these laws.
1:2025
Ἐγὼ δὲ λοιπόν, οὓς οἱ ἁλιεῖς καὶ οἱ τελῶναι καὶ σκυτοτόμος ἅπασιν ἀνθρώποις προσήνεγκαν, ἀναγνώσομαι νόμους
至於我,接下來要宣讀那些漁夫、稅吏與製革匠帶給萬人的律法。
But I, for the rest, will read out the laws which the fishermen and the tax-collectors and the leather-worker brought to all men.
1:2026
Ὑμεῖς δὲ τούτους κἀκείνους ἐκ παραλλήλου θέντες, τὰς θεοπρεπεῖς τούτων ἀκτῖνας θαυμάσατε
而你們,把這些律法與那些律法並列相比,當驚嘆這些律法那合乎神的光輝。
And you, setting these and those side by side, marvel at the God-befitting rays of these laws.
1:2027
μὲν οὖν φιλόσοφος καὶ τὴν ἀκόλαστον παιδεραστίαν ἐθαύ μασε καὶ τὰ τρισόλβια ταύτης ἐπιδέδειχεν ἆθλα·
那麼,這位哲學家既欣賞放縱的孌童惡行,又標榜其「三重有福」的獎賞;
The philosopher, then, both admired licentious pederasty and displayed its thrice-blessed prizes;
1:2028
Σωτὴρ ἡμέτερος οὐ μόνον τὴν ἀκόλαστον πρᾶξιν, ἀλλὰ καὶ τὴν ὄψιν τὴν τοιαύτην κολάζει·
但我們的救主所責罰的,不僅是放縱的行為,連這一類的觀看也在內:
but our Savior chastises not only the licentious act, but also the look of this kind:
1:2029
ἐμβλέψας γὰρ ἔφη γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ.. Καὶ μὲν ἀδεῶς καὶ ταῖς ἀλλοτρίαις κοινωνεῖν ἐνομοθέτησε γυναιξίν·
因為祂說:凡看見婦女就動淫念的,這人心裡已經與她犯姦淫了。那一位(柏拉圖)竟立法准人肆無忌憚地與別人的妻子相合;
For He said: Whoever looks upon a woman to lust after her has already committed adultery with her in his heart. And the one indeed legislated to consort without restraint even with others' wives;
1:2030
δὲ τῆς φύσεως ποιητής, ἐπειδὴ καὶ δημιουργῶν τῶν ἀνθρώπων τὴν φύσιν ἕνα ἐξ ἀρχῆς ἄνδρα καὶ μίαν γυναῖκα διέπλασε, καὶ τὸ διαλύειν ἀπαγορεύει τὸν γάμον, μίαν δὲ μόνην ἀφορμὴν διαλύσεως ἔδωκε, τὴν ἀληθῶς διασπῶσαν τὴν ζεύγλην·
但這位自然之造物主,既在創造人之本性時,自起初便造了一男一女,便禁止離棄婚姻,且只給了一個離異的緣由——就是那真正撕裂這軛的緣由。
but the Maker of nature, since in creating the nature of men He fashioned from the beginning one man and one woman, both forbids the dissolving of marriage, and gave only one ground of dissolution—the one that truly tears apart the yoke.
1:2031
Πᾶς γάρ φησιν ἀπολύων τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι·
因為祂說:凡休妻的,若不是為淫亂的緣故,就是叫她作淫婦了;
For He says: Everyone who puts away his wife, except for the matter of fornication, makes her commit adultery;
1:2032
εἰ δὲ τοῦ γάμου παραλύσει τοὺς νόμους καὶ πρὸς ἕτερον ἴδοι, τηνικαῦτα λύειν κελεύει τὴν ζεύγλην
但若妻子破壞了婚姻的律,轉向別人,那時祂便准人解開這軛。
but if she dissolves the laws of marriage and looks toward another, then He bids the yoke be loosed.
1:2033
Τοιαῦτα. δὲ πάλιν καὶ διὰ τοῦ σκυτοτόμου νενομοθέτηκε·
這樣的事,祂又藉著那製革匠(保羅)立了法;
And such things again He has legislated through the leather-worker;
1:2034
καὶ Κορινθίοις ἐπιστέλλων ἐκεῖνος πᾶσιν ἀνθρώποις τοὺς νόμους προσήνεγκεν·
那人寫信給哥林多人時,把這律法帶給了萬人:
and that man, writing to the Corinthians, brought the laws to all men:
1:2035
Καλὸν γὰρ ἔφη γυναικὸς μὴ ἅπτεσθαι·
因為他說:男不近女倒好;
For he said: It is good for a man not to touch a woman;
1:2036
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. Ὁρᾶτε, ὅσον τῶν τοῦ φιλοσόφου καὶ τῶν τοῦ σκυτοτό μου νόμων ἐστὶ τὸ διάφορον; Οὗτος μὲν γὰρ καὶ ἑκάστῃ γυναικὶ τὸν ἴδιον ἄνδρα ἔχειν καὶ ἑκάστῳ ἀνδρὶ τὴν ἰδίαν γυναῖκα προσέταξεν·
但要免淫亂的事,男子當各有自己的妻子,女子也當各有自己的丈夫。你們看,這位哲學家的法律與那製革匠的法律相差何等懸殊!因為這一位吩咐各婦人有自己的丈夫、各男子有自己的妻子;
but on account of fornications let each man have his own wife, and let each woman have her own husband. See how great is the difference between the laws of the philosopher and those of the leather-worker! For this man enjoined each woman to have her own husband and each man his own wife;
1:2037
ἐκεῖνος δὲ τῶν ἀνδρῶν ἁπάντων ἁπάσας εἶναι τὰς γυναῖκας κοινάς
而那一位卻規定一切男子的眾妻都當共有。
but that one ordained that all the women of all the men be common.
1:2038
Καὶ περὶ ἐγκρατείας δὲ νόμους τιθείς, οὔτε τῇ γυναικὶ ξυγχωρεῖ τὴν τοῦ ἀνδρὸς ὁμιλίαν φυγεῖν, ἐκείνου τοῦτο μὴ στέργοντος, οὔτε τὸν ἄνδρα, μὴ ξυμφωνούσης τῆς γυναικός·
在訂立關乎節制的法律時,他也不准妻子在丈夫不贊同的情況下逃避其同房,也不准丈夫在妻子不同意時如此:
And in laying down laws concerning continence too, he neither permits the wife to flee her husband's company if he does not approve of this, nor the husband, if the wife does not consent:
1:2039
γυνὴ γάρ φησι τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἀνήρ·
因為他說:妻子對自己的身體沒有主權,乃在丈夫;
For he says: The wife does not have authority over her own body, but the husband;
1:2040
ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' γυνή·
照樣,丈夫對自己的身體也沒有主權,乃在妻子;
and likewise also the husband does not have authority over his own body, but the wife;
1:2041
μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου. Στέρεσθαι γὰρ ὑπολαμβάνει τῆς ἐξουσίας παρὰ γνώμην μετιὼν τὴν. ἐγκράτειαν
不要彼此虧負,除非出於兩相情願。因為他認為,凡違背對方意願而強行節制的人,便是奪去了對方的權利。
do not deprive one another, except perhaps by agreement. For he reckons that the one who pursues continence against the other's judgment is depriving him of his right.
1:2042
Εἶτα κατ' ὀλίγον ἐπὶ τὰ τέλεια ποδηγῶν ἐπήγαγεν·
接著,他循序漸進地引向那完全的境地,又補充說:
Then, leading on little by little to perfection, he added:
1:2043
Πρὸς καιρόν, ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε. Οὕτω δὲ μετρήσας τῇ φύσει τοὺς νόμους, λέγει καὶ τὴν αἰτίαν·
暫時的,為要使你們專心禁食禱告,然後再同房。他既如此按本性來權衡這些律法,又陳明了緣由:
For a season, that you may give yourselves to fasting and prayer, and come together again to the same. And having thus measured the laws to nature, he states the reason too:
1:2044
Ἵνα μὴ πειράζῃ ὑμᾶς Σατανᾶς. Καὶ διδάσκων, ὡς παρ' ἡμῶν ἐκεῖνος λαμβάνει τὰς. ἀφορμάς, ἐπήγαγεν·
免得撒但試探你們。又教導說,那一位(撒但)乃是從我們身上得著機會的,他便補充:
Lest Satan tempt you. And teaching that the latter takes occasions from us, he added:
1:2045
ἄγαμος γὰρ ἔφη μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ·
因為他說:沒有娶妻的,是為主的事掛慮,想怎樣得主的喜悅;
For he said: The unmarried man is anxious about the things of the Lord, how he may please the Lord;
1:2046
δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί. Ταὐτὰ δὲ καὶ περὶ γυναι κῶν ἔφη, διδάσκων, ὡς παρθενία προξενεῖ βίον φροντίδων ἐλεύθερον
娶了妻的,是為世上的事掛慮,想怎樣討妻子的喜悅。他論到婦女也說了同樣的話,教導說童身能帶來無掛慮的生活。
but the married man is anxious about the things of the world, how he may please his wife. And he said the same things concerning women too, teaching that virginity procures a life free from cares.
1:2047
Θαυμάσατε, ἄνδρες, τοῦ σκυτοτόμου τὴν γλῶτταν καὶ τὸν διὰ ταύτης φθεγξάμενον προσκυνήσατε
諸位啊,當驚嘆這製革匠的舌頭,並敬拜那藉著它說話的主。
Marvel, O men, at the tongue of the leather-worker, and worship the One who spoke through it.
1:2048
Εἰ δὲ βούλεσθε, καὶ τοὺς φονικοὺς καταμάθετε νόμους
你們若願意,也來認識那關乎殺人的律法。
And if you wish, learn the laws concerning murder too.
1:2049
μὲν γὰρ φιλόσοφος οὐδὲ τὸν ἀπεκτονότα πατέρα τὴν ἴσην ὑποσχεῖν τιμωρίαν ἐκέλευσεν, δὲ Σωτὴρ ἡμέτερος καὶ λοιδορίαν κολάζει παρὰ καιρὸν γινομένην καὶ θυμὸν ἀδίκως κινούμενον·
因為這位哲學家連那殺父的人都不吩咐受同等的懲罰;但我們的救主所責罰的,連不合時宜地說出的辱罵與不義發動的怒氣也在內:
For the philosopher did not even bid the man who has slain his father to undergo an equal punishment; but our Savior chastises both reviling uttered out of season and anger unjustly stirred up:
1:2050
Πᾶς γὰρ ἔφη ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει·
因為祂說:凡無故向弟兄動怒的,難免受審判;
For He said: Everyone who is angry with his brother without cause shall be liable to the judgment;
1:2051
ὃς δ' ἂν εἴπῃ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ·
凡罵弟兄『拉加』的,難免公會的審斷;
and whoever says 'Raca' shall be liable to the council;
1:2052
ὃς δ' ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς. τὴν γέενναν τοῦ πυρός. Καὶ λόγων δὲ ἀργῶν εὐθύνας ἀπαιτήσειν ἠπείλησεν
凡罵弟兄『魔利(你這蠢貨)』的,難免地獄的火。祂並警戒說,連無益的話祂也要追討交賬。
and whoever says 'You fool' shall be liable to the Gehenna of fire. And He threatened that He would demand an accounting even for idle words.
1:2053
Καὶ οὐ μόνον τοὺς φίλους εὐεργετεῖν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν εὖ ποιεῖν·
祂不僅吩咐善待朋友,也吩咐善待仇敵:
And He commanded to do good not only to friends, but also to enemies:
1:2054
Ἀγαπᾶτε γὰρ ἔφη τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς. Εἶτα καὶ δείκνυσιν ἆθλον τὴν τῶν ἀγωνιζομένων ὑπερβαῖνον ἀξίαν·
因為祂說:要愛你們的仇敵,為那逼迫你們的禱告。接著祂又顯明那超越爭戰者所配得之賞賜:
For He said: Love your enemies and pray for those who persecute you. Then He also shows the prize that surpasses the worth of those who contend:
1:2055
Ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς·
叫你們可以作你們天父的兒子;
That you may become sons of your Father who is in heaven;
1:2056
ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ. βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Καὶ περὶ ὅρκων δὲ νόμους τιθείς, καὶ αὐτοὺς ἀπαγορεύει τοὺς ὅρκους, ἀποχρῆν λέγων τὸ ναὶ καὶ τὸ οὒ πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν
因為祂叫日頭照好人也照歹人,降雨給義人也給不義的人。在訂立關乎起誓的律法時,祂連起誓本身也加以禁止,說「是」與「不是」便足以證實所說的話。
for He makes His sun rise on the evil and the good, and sends rain on the just and the unjust. And in laying down laws concerning oaths too, He forbids the very oaths, saying that the yes and the no suffice for the confirmation of what is said.
1:2057
Καὶ τὸν ἀκτήμονα δὲ βίον τελειότατον ἔφη·
祂稱那一無所有的生活為最完全的;
And He called the propertyless life the most perfect;
1:2058
καὶ μάστι γας καὶ διαφόρους σφαγάς·
並且〔預言了〕鞭打與種種殺戮:
and [foretold] both scourges and various slaughters:
1:2059
Ἐν τῷ κόσμῳ γὰρ ἔφη θλίψιν ἔχετε καί·
因為祂說:在世上你們有苦難;又說:
For He said: In the world you have tribulation; and:
1:2060
Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ·
人若因我辱罵你們、逼迫你們、捏造各樣壞話毀謗你們,你們就有福了;
Blessed are you when they revile you and persecute you and say every evil word against you, lying, for My sake;
1:2061
χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς. οὐρανοῖς. Καὶ τοὺς μὲν πόνους καὶ κινδύνους ἐπέδειξε, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους μετὰ τοῦ βίου τὸ τέλος ἀποδώσειν ὑπέσχετο
應當歡喜快樂,因為你們在天上的賞賜是大的。祂既指明了勞苦與危險,又應許要在生命的終局頒賜獎賞與冠冕。
rejoice and be exceedingly glad, for your reward is great in the heavens. And He pointed out the toils and dangers, but promised to render the prizes and the crowns at the end of life.
1:2062
Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησίν·
在另一處祂說:
And in another place He says:
1:2063
Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν·
他們若逼迫了我,也要逼迫你們;
If they persecuted Me, they will persecute you also;
1:2064
εἰ τὸν ἐμὸν λόγον ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Καὶ πάλιν·
他們若遵守了我的道,也要遵守你們的道。又說:
if they kept My word, they will keep yours also. And again:
1:2065
Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ.. Οἱ μὲν δὴ νόμοι τοιοῦτοι·
人既罵家主是別西卜,何況他的家人呢。那麼,這律法便是如此;
If they called the master of the house Beelzebul, how much more those of his household. Such, then, are the laws;
1:2066
ἄξιον δὲ ἀληθῶς καὶ τοὺς θεσπε σίους ἄνδρας ἐκείνους θαυμάσαι καὶ τοὺς ἐκείνοις πεπιστευκότας
而真正值得驚嘆的,還有那些受神默示的人,以及那些信靠他們的人。
and it is truly worthy also to marvel at those divinely-inspired men, and at those who believed in them.
1:2067
Τοιῶνδε γὰρ λόγων ἀκούοντες καὶ οὔτε πλοῦτον οὔτε δυναστείαν οὔτε σώματος ῥώμην παρὰ τοῦ κεκληκότος δεξάμενοι, ἀλλὰ μακραῖς καὶ ταύταις οὐ φαινομέναις ἐπαγγελίαις πεπιστευκότες, καὶ τοὺς πόνους ἠσπάσαντο καὶ τῶν κινδύνων ἠνέσχοντο καὶ τὴν οἰκουμένην περινοστήσαντες τοῖς ἔθνεσι προσήνεγκαν τὰ μαθή. ματα
因為他們聽見這樣的話,從那呼召他們的主領受的既非財富、權勢,也非身體的力量,乃是憑信而接受了長遠的——且是看不見的——應許,便既擁抱勞苦、忍受危險,又週遊天下,把他們的教訓帶給列國。
For hearing such words, and receiving from Him who called them neither wealth nor power nor strength of body, but believing in long—and these, unseen—promises, they both embraced the toils and endured the dangers, and traveling round the inhabited world, brought their teachings to the nations.
1:2068
Οὐδὲν δὲ ἧττον καὶ τοὺς δεξαμένους εὐφημῆσαι προσήκει, ὅτι παρὰ τοῖς κήρυξιν οὐδὲν περιφανὲς ὁρῶντες οὐδὲ περίβλεπτον, ἀλλὰ γλώττας ἁλιευτικάς τε καὶ σκυτοτομικὰς καὶ πενίαν ἐσχάτηνοὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς·
同樣,也該稱讚那些接受他們的人,因為他們在這些傳道者身上看不見任何顯赫或值得矚目之物——所見的不過是漁夫與製革匠的口舌、與極度的貧窮(他們連必需的食物都不充足;
And no less is it fitting to praise those who received them, because, seeing nothing conspicuous or notable in the heralds—but fishermen's and leather-workers' tongues and utmost poverty (for they did not even have an abundance of necessary food;
1:2069
πόθεν γὰρ ἂν ταύτην εἶχον, οἵ γε καὶ τὸ μεριμνᾶν περὶ τῆς αὔριον νόμῳ κεκω λυμένοι;οὐ μόνον τοῖς λεγομένοις ἐπίστευσαν, ἀλλὰ καὶ τῶν παρ' αὐτοῖς πολιτευομένων κατεφρόνησαν νόμων καὶ τῶν ἐθῶν τῶν πατρῴων ἐξέστησαν καὶ μετὰ κινδύνων καὶ αὐτοὶ τὸν λοιπὸν ἐβίωσαν χρόνον, ὁμοίως μὲν τοῖς διδασκάλοις κηρύττοντες, ὁμοίως δὲ παροινούμενοι καὶ προπηλακιζόμενοι καὶ διὰ τῶν ἴσων. κλυδωνίων ὁδεύοντες
因為他們連為明天憂慮都被律法所禁止,又從何處得著食物呢?)——他們不僅相信所傳的,更輕看了通行於他們中間的法律、離棄了祖傳的習俗,並且也在危險中度過餘生,與其教師一同傳道,一同遭受醉漢的凌辱與羞辱,並航行於同樣洶湧的波濤之中。
for whence could they have had it, who were even forbidden by law to be anxious about the morrow?)—they not only believed what was said, but also despised the laws current among them and departed from their ancestral customs, and they too lived the rest of their time amid dangers, heralding alike with their teachers, and alike being subjected to drunken outrage and insult, and traveling through the same surging seas.
1:2070
Τοσοῦτο δὲ σέβας τῶν μέχρι θανάτου κεκινδυνευκότων καὶ εἶχον ἐκεῖνοι, καὶ μὲν δὴ καὶ ἔχουσιν ἅπαντες, ὡς τὰς ἐκείνων γε θήκας θησαυροὺς ὑπολαμβάνειν ἀγαθῶν παντοδαπῶν χορηγούς
他們對那些冒死涉險之人懷有何等大的敬重,連如今眾人也仍是如此,以致把他們的墳塚看作供應各樣美善之物的寶庫。
And so great a reverence did they have for those who had braved danger unto death, and indeed all still have, that they regard their tombs as treasuries supplying good things of every kind.
1:2071
Ἀθρήσατε δὴ οὖν, ἄνδρες, τῶνδε τῶν νόμων τὴν δύναμιν
那麼,諸位啊,且看這些律法的能力。
Behold, then, O men, the power of these laws.
1:2072
Τούτους γὰρ καὶ Ῥωμαῖοι καὶ Πέρσαι καὶ οἱ τῆς τούτων ἡγεμονίας ἔξω τελοῦντες καταλῦσαι λίαν ἐσπουδακότες, τὴν μὲν οἰκείαν ἀσθένειαν ἔδειξαν, τὴν δὲ τούτων ἰσχὺν ἐκδηλοτέραν ἀπέφηναν
因為羅馬人、波斯人,以及那些住在他們統治之外的人,極力想要廢除這些律法,結果卻顯出自己的軟弱,反倒使這些律法的力量更加昭著。
For the Romans and the Persians and those dwelling outside their dominion, having been very eager to abolish these laws, displayed their own weakness, but rendered the strength of these laws more manifest.
1:2073
Τοῖς δὲ Λυκούργου καὶ Σόλωνος οὐδεὶς ἐπολέμησε νόμοις, ἀλλ' αὐτόματοι κατελύθησαν
但呂庫古與梭倫的法律,無人與之爭戰,卻自行瓦解了。
But against the laws of Lycurgus and Solon no one made war, yet they were dissolved of their own accord.
1:2074
Καὶ οὔτε Πύθιος οὔτε. Πολιὰς τοὺς ὑπὸ σφῶν τεθέντας ἐκράτυναν νόμους, εὐθὺς δέ γε Ῥωμαίων προστεταχότων ἐσβέσθησαν
無論是皮提亞(阿波羅)還是城邦守護女神(雅典娜),都未能堅固他們所訂立的律法,反倒羅馬人一下令,這些律法便立時熄滅了。
And neither the Pythian nor the Polias (Athena) confirmed the laws laid down by them, but they were extinguished at once when the Romans gave the command.
1:2075
ἀλλ' οὐκ ἄν τις ὑμῶν τοῦτό γε δείξειεν·
但你們中間無人能舉出這樣的例子;
but none of you could point to this;
1:2076
ἡμεῖς δὲ δείκνυμεν ὑπὲρ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν νόμων πολλὰς καὶ ἀνδρῶν καὶ γυναικῶν ἀνασχομένας ἀποθανεῖν μυριάδας·
反觀我們,卻能指出:為著漁夫與製革匠之律法的緣故,有千萬男女甘願受死;
whereas we point out that, for the sake of the fishermen's and leather-workers' laws, many myriads both of men and of women endured to die;
1:2077
καὶ μάρτυρες οἱ τῶν μαρτύρων σηκοὶ παὶ πόλεις λαμπρύνοντες καὶ χώρας φαιδρύ νοντες καὶ ξένοις ὁμοῦ καὶ ἐγχωρίοις τὴν ὠφέλειαν προσφέροντες
而那些殉道者的聖所便是見證,它們既使城市光彩奪目、使鄉野生輝,又向外鄉人與本地人一同帶來益處。
and witnesses are the shrines of the martyrs, both making cities resplendent and brightening the countryside and bringing benefit alike to strangers and to natives.
1:2078
Ἐπειδὴ τοίνυν καὶ τῶν νόμων καὶ τῶν νομοθετῶν κατάδηλον ἐκ ξυγκρίσεως γεγένηται τὸ διάφορον, καὶ τὰ μὲν ὤφθη λογισμῶν ἀνθρωπίνων εὑρήματα, τὰ δὲ θεόσδοτα καὶ σωτήρια, δέξασθε, ἄνδρες, τὰ θεσπέσια δῶρα καὶ τὸν μεγαλόδωρον καὶ φιλόδωρον μὴ ἀτιμάσητε χορηγόν
那麼,既然律法與立法者之間的差異已藉比較顯明,前者被看出是人類推理的發明,後者卻是神所賜、能救人的,諸位啊,就當領受這些受神默示的恩賜,不要羞辱那位慷慨大方、樂善好施的供應者。
Since, then, the difference both of the laws and of the lawgivers has become manifest from comparison, and the one was seen to be the inventions of human reasonings, the other God-given and saving, receive, O men, the divinely-inspired gifts, and do not dishonor the bountiful and generous Provider.
1:2079
Εἴσεσθε δὲ αὐτῶν τὸ θεοπρεπὲς ἀκρι βέστερον, εἰ τούτοις ἐντύχητε τὴν πονηρὰν τῶν ψυχῶν ἐξελά σαντες πρόληψιν
你們若先驅除心靈中那邪惡的先入之見,再來領受這些律法,便能更準確地認識它們那合乎神的本質。
And you will know their God-befitting character more accurately, if you encounter them after driving out the wicked preconception of your souls.
1:2080
Οἱ τυραννίδος ἐρῶντες τὴν οὐδαμόθεν αὐτοῖς προσήκουσαν ἁρπάζουσι δυναστείαν, ἀλλὰ τὸ μὲν τῆς βασιλείας περιτίθενται σχῆμα, τὴν ἁλουργίδα, τὸν στέφανον, τὸν θρόνον, τὸ ζεῦγος, τοὺς δορυφόρους, τὸν δὲ βασιλικὸν ζηλοῦν οὐκ ἐθέλουσι τρόπον
那些貪戀僭主之權的人,攫取了絕不屬於自己的權柄,卻只把帝王的外殼披在自己身上——紫袍、冠冕、寶座、駟馬與護衛——而不肯效法帝王應有的品格;
Those who lust after tyranny seize a dominion that in no way belongs to them, but they put around themselves the outward form of kingship—the purple robe, the crown, the throne, the team of horses, the bodyguards—yet they do not wish to emulate the royal manner;
1:2081
οὐδὲ κηδεμόνες φιλάνθρωποι, ἀλλ' ἡγεμόνες παγχάλεποι
他們並非仁愛的守護者,而是極其凶暴的統治者。
and they are not benevolent guardians, but most harsh rulers.
1:2082
Τῷ τοι πολλάκις μὲν αὐτοὺς οἱ ἔννομοι καταλύουσι βασιλεῖς, τοὺς ὑπ' αὐτῶν παρανομουμένους οἰκτείροντες, πολλάκις δὲ καὶ στρα τιῶται καὶ δῆμοι γυμνοῦσι τῆς δυναστείας, τὸ θράσος οὐ φέρον. τες
正因如此,合法的君王常常推翻他們,憐憫那些被他們橫加暴虐的人;而士兵與百姓也常常剝奪他們的權柄,因不堪忍受其狂妄。
For this reason the lawful kings often overthrow them, pitying those treated lawlessly by them; and often soldiers and peoples too strip them of their dominion, not bearing their insolence.
1:2083
Τοῦτο καὶ δεδράκασι καὶ πεπόνθασιν οἱ παμπόνηροι δαίμο νες
這正是那些極其邪惡的鬼魔所行的、也是所遭受的。
This both the utterly wicked demons have done and have suffered.
1:2084
Τὴν γὰρ δὴ τάξιν καταλιπόντες, ἣν ἔλαχον, καὶ τὴν ἡμερωτάτην τοῦ πεποιηκότος ἀποδράσαντες δεσποτείαν, ἥρπασαν μὲν τὴν τυραννίδα, τὸ δὲ θεῖον ὄνομα σεσυληκότες, θεοὺς σφᾶς αὐτοὺς προσηγόρευσαν καὶ τὸ θεῖον σέβας σφίσι προσφέρειν τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἀνέπεισαν·
因為他們離棄了所分得的職位,逃離了其造物主那至為溫和的統治,便攫取了僭主之權,又劫奪了神的名號,自稱為神,並說服世人中那些失了心竅的人向他們獻上對神的崇拜;
For having abandoned the rank they were allotted, and having run away from the most gentle dominion of their Maker, they seized the tyranny, and having plundered the divine name, proclaimed themselves gods, and persuaded the senseless among men to offer divine worship to them;
1:2085
εἶτα κρατῦναι τὴν δυναστείαν σπουδάζοντες, καὶ προγινώσκειν τὰ μέλλοντα καὶ προλέγειν ἐνεανιεύσαντο, ταύτῃ μάλιστα τοὺς εὐαλώτους ἀνθρώπους παρακ. ρουόμενοι
接著,他們既切望鞏固其權勢,便狂妄地宣稱能預知並預言未來,藉此尤其欺哄那些容易上當的人。
then, being eager to strengthen their dominion, they brashly claimed both to foreknow the future and to foretell it, by this most of all deluding men who are easy to catch.
1:2086
Ὅτι δὲ παμπονήρων ἦν δαιμόνων ταῦτα χρηστήρια τὴν θείαν προσηγορίαν σεσυληκότων, ἱκανὴ μὲν τεκμηριῶσαι καὶ νῦν αὐτοῖς ἐπικειμένη σιγή
至於這些神諭乃出於那些劫奪了神之名號的極惡鬼魔,單是如今降在它們身上的緘默,便足以證明。
And that these oracles belonged to utterly wicked demons who had plundered the divine title, the very silence now lying upon them is sufficient to prove.
1:2087
Μετὰ γὰρ δὴ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἀπέδρασαν οἱ τήνδε τὴν ἐξαπάτην τοῖς ἀνθρώποις προσ. φέροντες, τοῦ θείου φωτὸς οὐκ ἐνεγκόντες τὴν αἴγλην
因為自我們救主顯現之後,那些把這欺騙帶給世人的鬼魔便逃之夭夭,不堪那神聖之光的耀眼光輝。
For after the appearance of our Savior, those who brought this deception to men fled away, not enduring the radiance of the divine light.
1:2088
Μαρτυ ρεῖ δὲ διαρρήδην καὶ Πλούταρχος Χαιρωνεύς, ἀνὴρ οὐχ Ἑβραῖος, ἀλλ' Ἕλλην καὶ τὸ γένος καὶ τὴν γλῶτταν, καὶ μέντοι καὶ ταῖς Ἑλληνικαῖς δόξαις δεδουλωμένος καὶ τὸν τῶν χρηστηρίων ἀκριβῶς ἐπιστάμενος πλάνον
喀羅尼亞的普魯塔克也明明為此作了見證——他不是希伯來人,而是無論在族裔還是語言上都是希臘人,而且還受希臘思想所奴役,並對神諭的欺騙瞭如指掌。
And Plutarch of Chaeronea too testifies expressly to this—a man not a Hebrew, but a Greek both in race and in tongue, and moreover enslaved to Greek opinions, and one who accurately understood the deception of the oracles.
1:2089
Οὗτος πολλὰ μὲν καὶ ἄλλα ξυνέγραψεπολυμαθὴς γὰρ ἀνὴρ καὶ μάλα πολύπειρος–, ξυνέγραψε δὲ καὶ περὶ τῶν μαντειῶν τινα καὶ τόδε τὸ ξύγγραμμα Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ἐκάλεσεν·
此人著述甚豐——因為這人學識淵博、閱歷極廣——他也寫了一些關乎占卜的著作,並把這部論著題名為《論已停息的神諭》;
This man composed many other works—for the man was very learned and exceedingly experienced—and he composed also some writings concerning divinations, and he entitled this treatise On the Oracles That Have Ceased;
1:2090
ἐν τοίνυν τούτῳ πρὸς πολ. λοῖς ἄλλοις καὶ ταῦτα ἔφη·
那麼,在這部著作中,他在諸多其他內容之外也說了這話:
in this work, then, among many other things, he said this too:
1:2091
Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρη στηρίοις μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι·
主理神諭的並非諸神——因為適合諸神的乃是遠離地上之事——而是充作諸神僕役的精靈:這看法依我看並非有誤;
That those who preside over the oracles are not gods—for whom it is fitting to be removed from earthly things—but demons who are servants of the gods, does not seem to me to be wrongly maintained;
1:2092
τὸ δὲ τοῖς δαίμοσι τούτοις μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι,. θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον. Ταῦτα οὐ προφήτης ἡμέτερος οὐδ' ἀπόστολος εἴρηκεν, οὐδέ τις ἄλλος τῶν ἐκείνοις πεπιστευκότων καὶ τὰ ἐκείνων δοξάζειν ἐσπουδακότων, ἀλλ' ἀνὴρ πᾶσαν μὲν ἠσκημένος παιδείαν, τῇ δὲ παλαιᾷ τῶν φιλοσόφων ἐξαπάτῃ δουλεύων·
但把那些恩培多克勒詩句中所說的罪過、迷亂與漂泊歸給這些精靈,幾乎是按賦取酬地強加於它們,更進而設想它們也像人一樣會死,這我便認為太過輕率、太過野蠻。這些話既非我們的先知所說,也非使徒所說,更非任何信靠他們、熱心持守其教義之人所說,而是出自一位受過各樣學問薰陶、卻仍被哲學家那古老欺騙所奴役的人;
but to attribute to these demons, all but taking a fee, sins and infatuations and wanderings out of the verses of Empedocles, and moreover to suppose that they die, as men do, this I consider too rash and too barbarous. These things neither a prophet of ours nor an apostle said, nor any other of those who believed in them and were eager to hold their doctrines, but a man trained in every kind of learning, yet enslaved to the ancient deception of the philosophers;
1:2093
οὗτος ἔφη, πρῶτον μέν, οὐκ εἶναι τοὺς χρῶν τας θεούς, ἀλλὰ δαίμονας, ἔπειτα δέ, τοὺς τούτων νεωκόρους καὶ ὑπὸ τούτων κατειλημμένους καὶ ἀναβεβακχευμένους ἐπὶ μι σθῷ χρησμολογεῖν, προλέγειν δὲ οὐδὲν ἀληθές, ἀλλὰ καὶ περὶ τούτων, ὧν τὸν ἀτμὸν καὶ τὴν ἐπίπνοιαν ἔχειν νεανιεύονται, πολλὰ δεινὰ καὶ χαλεπὰ προαγγέλλειν, οὐ μόνον ἄτας καὶ πλά νας, ἀλλὰ καὶ θανάτους ἀνθρώποις παραπλησίως, καὶ τὰ ἔπη δὲ οὐκ ἔκ τινος θειασμοῦ καὶ κατακωχῆς λέγειν, ἀλλ' ἐκ τῆς Ἐμ. πεδοκλέους συλῶντας ποιήσεως
此人說,第一,那些頒布神諭的並非諸神,乃是精靈;其次,這些精靈的廟祝被它們附身、激成酒神式的狂亂,便收費而給神諭,所預言的毫無真實之事,連對那些他們自誇擁有其氣息與靈感的事,也預先宣告許多可怕而沉重的事——不僅是迷亂與漂泊,連如人一般的死亡也在內——並且他們吟誦這些詩句,並非出於任何神感或附體,而是從恩培多克勒的詩篇中剽竊而來。
this man said, first, that those who give oracles are not gods, but demons; and next, that their temple-wardens, possessed by them and worked up into bacchic frenzy, give oracles for a fee, and foretell nothing true, but even concerning those matters of which they boast to have the exhalation and the inspiration, announce beforehand many dreadful and grievous things—not only infatuations and wanderings, but also deaths, in a manner like men—and that they utter the verses not from any inspiration or possession, but by plundering them from the poetry of Empedocles.
1:2094
Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν·
接下來的話也是同樣的意思:
And what follows has the same sense:
1:2095
Καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω, καθ' Ἡρόδοτον·
至於那些奧秘的儀式——在其中可獲取關乎精靈之真理的最大徵象——容我謹慎緘口,正如希羅多德所說;
And concerning the mystic rites, in which it is possible to grasp the greatest indications of the truth concerning demons, let there be a discreet silence on my part, as Herodotus says;
1:2096
ἄλλαι ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ, θεῶν μὲν οὐδενί, δαιμόνων δὲ πονηρῶν ἀποτροπῆς ἕνεκα φή σαιμ' ἂν ἐπιτελεῖσθαι, παραμυθίας τῆς παλαιᾶς ποιουμένους. ἀνθρωποθυσίας. Ἐν μὲν οὖν τοῖς ἔμπροσθεν ἐξητασμένοις ἔφη μὴ εἶναι τὰ μαντεῖα θεῶν, ἀλλὰ δαιμόνων·
還有別的儀式,是在瘋狂、仰頸甩動的喧鬧中舉行的,我要說,這些乃是為了驅趕——並非任何神明,而是邪惡的精靈——人們以此作為贖罪之舉,來取代古時的人祭。那麼,在前面所考察的段落中,他說神諭並非出於諸神,乃出於精靈;
and others, performed amid frenzied and neck-flinging tumult, I would say are accomplished for the sake of averting—not any of the gods, but wicked demons—men making them as a propitiation in place of the ancient human sacrifices. In the previously examined passages, then, he said that the oracles are not of gods, but of demons;
1:2097
ἐνταῦθα δὲ τούτους καὶ πονηροὺς προσηγόρευσε, τεκμηρίοις ἐναργεστάτοις τοῖς ὑπ' αὐτῶν δρωμένοις χρησάμενος
而在此處他更稱它們為邪惡,以它們所行之事作為最明確的證據。
and here he also called them wicked, employing as the clearest proofs the things done by them.
1:2098
Τίνι γάρ που προσήκουσιν ὠμο φαγίαι καὶ διασπασμοὶ αἰσχρορημοσύναι τε καὶ αἰσχρουργίαι καὶ μανίαι ὀρινομένων καὶ ῥιψαυχενούντων σὺν κλόνῳ, δαίμοσι παμπονήροις, τὸ τῶν ἀνθρώπων πημαίνουσι γένος; οἳ πάλαι μέν, οἷα δὴ ἀλάστορες, ταῖς τῶν τρισαθλίων ἀνθρώπων σφαγαῖς ἐπε τέρποντο, ἐπειδὴ δὲ βδελυξαμένους εἶδον τοὺς ἀνθρώπους τὴν ἀνδροφονίαν ἐκείνην καὶ μιαιφονίαν τὴν αὐτοῖς ἀξιέραστον καὶ παυσαμένους τοῦ μύσους, τὰς διαμαστιγώσεις καὶ ὠμοφαγίας καὶ. τὰς ἄλλας ἐπενόησαν τελετάς
因為吃生肉、撕裂肢體、穢褻的言語與行徑,以及那些在喧鬧中發狂、仰頸甩動之人的瘋癲,這些除了歸於那些殘害人類的極惡精靈,還能歸給誰呢?這些精靈昔日如同復仇之靈,以三重可悲之人的被殺戮為樂;但當它們見人已厭棄了那為它們所深愛的殺人與血污、並止住了那可憎之舉,便又設計出鞭笞、吃生肉以及其餘的儀式。
For to whom do eatings of raw flesh and rendings, and shameful speech and shameful deeds, and frenzies of those who rage and fling back their necks amid tumult, belong—save to utterly wicked demons who injure the race of men? These of old, like avenging spirits, delighted in the slaughters of thrice-wretched men; but when they saw that men had come to abhor that man-slaying and blood-pollution which was so beloved to them, and had ceased from the abomination, they devised the scourgings and the eatings of raw flesh and the other rites.
1:2099
Καὶ ταῦτα δὲ τοῖς εἰρημένοις προστέθεικεν·
這些話他也添加在所說的之上:
And these things too he has added to what was said:
1:2100
Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, μᾶλλον, ἔφην ἐγώ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, Κλεόμβροτε·
當阿摩尼烏斯說完,我便說:『克勒翁布羅圖啊,倒不如向我們講論一下那神諭吧。』
When Ammonius had ceased, 'Rather,' said I, 'expound to us concerning the oracle, O Cleombrotus.'
1:2101
μεγάλη γὰρ παλαιὰ δόξα τῆς ἐκεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομα ραίνεσθαι
因為那地神性的古老聲望何等顯赫,如今卻似乎日漸枯萎了。
For great is the ancient renown of the divinity there, but its present state seems to be withering away.
1:2102
τοιγάρτοι χρόνος δηλοῖ τῆς τῶν χρη στηρίων ἐκλείψεως τὴν αἰτίαν
所以時間本身顯明了這些神諭衰亡的緣由。
Therefore time itself reveals the cause of the failing of the oracles.
1:2103
Καὶ Πορφύριος δὲ ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας καὶ ταῦτα ἔφη·
波菲利在他《論出於神諭的哲學》一書中也說了以下的話:
And Porphyry too, in his work On the Philosophy from Oracles, said also the following:
1:2104
Ἀλλ' ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων διηγήσεις ἀκατα λήπτους εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμόνων·
再者,對星辰運行的精確認識,以及由此而來的解釋,乃是人所無法理解的;不僅人不能理解,連某些邪靈也不能。
But moreover the exact knowledge of the course (of the stars) and the explanations derived from these are incomprehensible to human beings—and not only to these, but even to some of the demons;
1:2105
ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες.. Οὐκοῦν, ἄνδρες, ἐπειδήπερ ἡμῖν περὶ τῶν ὑμετέρων χρηστη ρίων λέγουσιν ἀπιστεῖτε, τῷ ἡμῖν μὲν ἐχθίστῳ, ὑμῖν δὲ προσφι λεστάτῳ πιστεύσατε·
因此牠們被問及許多事時也說謊。所以,諸位,既然我們論到你們的神諭時你們不肯相信我們,就請相信那位——他是我們最大的仇敵,卻是你們最親密的朋友——的話吧。
hence they also lie about many things when they are questioned. So then, gentlemen, since you disbelieve us when we speak about your oracles, believe the one who is our bitterest enemy but most dear to you;
1:2106
ἄσπονδος γὰρ ἡμῶν οὗτος πολέμιος, τὴν προφανῆ κατὰ τῆς εὐσεβείας ἀναδεξάμενος μάχην
因為這人是我們不共戴天的敵人,他公然起來與敬虔為敵爭戰。
for this man is our implacable foe, who has taken up the open battle against true religion.
1:2107
Οὗτος δὲ ψεύδεσθαι εἴρηκε τοὺς τοῖς καλουμένοις μαντείοις προσεδρεύον. τας δαίμονας
這人說,那些主管所謂占卜之處的邪靈都是說謊的。
Now this man has said that the demons who preside over the so-called places of divination tell lies.
1:2108
Ὅτι δὲ τοὺς αὐτοὺς καὶ θεοὺς ὀνομάζει καὶ ἀστρολογίαν μᾶλλον αὐτοῖς θείαν πρόγνωσιν μαρτυρεῖ, ἐν αὐτῷ δεδήλωκε τῷ ξυγγράμματι·
然而他既稱這些同樣的存有為神明,又指出牠們所憑藉的不過是占星術,而非神聖的先見之明——這一點他在那同一部著作裡已說得明明白白:
But that he calls these same beings both gods, and yet attributes to them astrology rather than divine foreknowledge, he has made clear in that very treatise:
1:2109
γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσι·
因為眾神所說的話——若他們果真是憑著得知命運所定而說的——乃是從星辰的運行推斷出來的;
For what the gods say—if indeed they say it as knowing what has been allotted by fate—they declare from the course of the stars;
1:2110
καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.. Ἀλλ' οὓς ἐνταῦθα θεοὺς προσηγόρευσε, πάλιν ἔφη μὴ εἶναι θεοὺς ἐν τούτῳ γε καὶ οὐκ ἐν ἄλλῳ τῳ ξυγγράμματι·
幾乎所有不說謊的眾神都已表明了這一點。但他在這同一部著作裡(且只在此處,並非別處)又說,他在此稱為神明的那些,其實並不是神明:
and almost all the gods who do not lie have made this plain. But those whom he here called gods, he again said in this same treatise (and in no other) are not gods:
1:2111
τοῦ γάρ τοι Ἀπόλλωνος τεθεικὼς τὸν χρησμόν, ὃς διδάσκει, πῶς χρὴ τοῖς ἐπιχθονίοις, πῶς δὲ τοῖς ὑποχθονίοις θύειν θεοῖς, καὶ πῶς μὲν τοῖς ἐναλίοις, πῶς δὲ τοῖς ἐπουρανίοις καὶ αἰθερίοις, διελέγ. χει τοῦτον ὡς οὐκ εὖ ἔχοντα τὸν χρησμόν, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας·
因為他在引述了阿波羅的神諭之後——這神諭教人當如何向地上的神祇獻祭、如何向地下的神祇獻祭、如何向海中的神祇獻祭、又如何向天上和高空中的神祇獻祭——他便駁斥這神諭,說它並不正確,斷言不該把那些喜悅以牲畜為祭的存有當作神明;
for after setting down the oracle of Apollo—which teaches how one must sacrifice to the gods upon the earth, how to those beneath the earth, how to those in the sea, and how to those in heaven and the upper air—he refutes this oracle as not being sound, asserting that one ought not to regard as gods those who delight in sacrifices made through animals;
1:2112
εἶναι γὰρ πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές
因為他說,宰殺牲畜獻祭乃是萬事中最不義的,既不潔、又可憎、又有害,因此連神明也不喜悅。
for he says that to slaughter living creatures (as sacrifice) is the most unjust of all things, and unholy and abominable and harmful, and for this reason not even pleasing to the gods.
1:2113
Εἶτα τὸν Θεόφραστον εἰσάγει λέγοντα, ὡς θεοῖς οὐχ ἁρμόζουσιν, ἀλλὰ δαίμοσιν, αἱ διὰ ζῴων θυσίαι
接著他引入泰奧弗拉斯托斯的話,說以牲畜獻祭並不適合於神明,乃是適合於邪靈的。
Then he brings in Theophrastus, who says that sacrifices made through animals are not fitting for gods, but for demons.
1:2114
Κωμῳδεῖ δὲ καὶ τὰς τῶν παλαιῶν ἀνθρωποθυσίας καὶ διηγεῖται παμπόλλας παρὰ πολλῶν. γεγενημένας
他又嘲笑古人以人為祭的惡習,並敘述了許多民族中曾發生過的無數此類事例。
He also ridicules the human sacrifices of the ancients, and recounts a great many of them that were committed among many peoples.
1:2115
Ἔπειτα διδάξας, ὡς οἱ πονηροὶ ταύτας τελεῖσθαι ἐκέλευον δαίμονες, ἐπήγαγεν·
然後,他在說明這些祭祀乃是那些邪惡的邪靈所命令舉行之後,又接著說:
Then, after teaching that it was the wicked demons who commanded these to be performed, he added:
1:2116
καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται. Ἀλλ' Πύθιος τἀναντία τῷ Πορφυρίῳ νομοθετεῖ·
因為牠們不會攻擊純潔的靈魂。然而皮提亞的阿波羅所立的法,卻與波菲利所主張的恰恰相反;
for they do not assail a pure soul. But the Pythian (Apollo) legislates the very opposite of what Porphyry does;
1:2117
κελεύει γὰρ τῷ χρησμὸν ἐξαι τοῦντι λύτρα τινὰ δοῦναι τῷ πονηρῷ δαίμονι, χοὰς καὶ πυρὴν καὶ αἷμα κελαινὸν καὶ οἶνον παμμέλανα·
因為他吩咐那求問神諭的人,要向那邪惡的邪靈獻上某些贖價之物——奠酒、火葬的柴堆、深紅的血,和漆黑的酒;
for he commands the one who seeks an oracle to give certain ransom-offerings to the wicked demon—libations and a funeral pyre and dark blood and wine all black;
1:2118
καὶ τοιαῦτα ἄττα προσ θείς, καὶ τὴν εὐχήν, ἣν δεῖ θύοντα προσενεγκεῖν, ἐξεπαίδευσεν·
他又添加了諸如此類的話,並教導人在獻祭時當獻上的禱詞:
and after adding such things, he also instructed him in the prayer which one must offer when sacrificing:
1:2119
δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχὼς ἠερίων ὑπένερθε μυχῶν, χθονίων δ' ἐφύπερθεν
「邪靈啊,你既得了那些在罪中迷失之靈魂的冠冕,居於空氣的幽穴之下、又在地府的深處之上……」
"O demon, who hast been allotted the diadem of souls that wander in sin, dwelling beneath the airy recesses, and above the chthonic depths..."
1:2120
τύνων λόγον, ὡς οὐκ εἰσὶ θεοὶ ταῖς θυσίαις οἱ χαίροντες
……這便駁倒了他自己的論點,即那些喜悅祭物的並不是神明。
...refuting his own argument, that those who delight in sacrifices are not gods.
1:2121
Ἵνα δὲ μή τις ὑπολάβῃ ταῦτα ψευδῶς αὐτὸν διαπλάττειν, ὅρκον προτέ θεικε τοῦ ξυγγράμματος·
為要使人不至以為他是憑空捏造這些事,他在著作前面加了一句誓言:
And so that no one might suppose that he was fabricating these things falsely, he has prefixed an oath to the treatise:
1:2122
Οὐ γὰρ μόνον τὰς ἡμαρτημένας διώρθωσε λέξεις καὶ σαφεῖς τὰς ἀμφιβόλους ἀπέ φηνεν, ἀλλὰ καὶ τῶν ἐπῶν τὴν χωλότητα ἰάσατο, ἣν Πύθιος διὰ τῶν ὑποφητῶν ἀπεφθέγξατο
因為他不但更正了那些錯誤的措辭、使含糊不清的變為清楚,更醫治了那些詩句的瘸腿——就是皮提亞藉著他的傳神諭者所說出的那些詩句。
For he not only corrected the erroneous wordings and rendered the ambiguous ones clear, but he also healed the lameness of the verses which the Pythian uttered through his interpreters (prophets).
1:2123
Ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν, πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη, καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην. Καὶ μετ' ὀλίγα·
至於那些所謂的先知大多預言落空,全人類的生活都可作見證,連這些自稱有占卜之術的人自己也可作證。又過了不久,他說:
That the so-called seers fail in most of their predictions, the whole life of humankind would bear witness, and these very men themselves who profess the art of divination. And a little later:
1:2124
Νῦν δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσω
如今,我要在已說的話上再補充這麼一點:
But now I will add this much to what has been said:
← 上一段下一段 →
1