📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 醫治希臘病

狄奧多勒

醫治希臘病 第 1 章 第 15/16 段

希臘文原文.231 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2581–1:2811(全章共 2972 節)

← 上一段下一段 →
1:2581
νυνὶ δέ, ἐλευθε ρωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον
但如今你們既從罪裡得了釋放,作了神的奴僕,就有成聖的果子,那結局就是永生。
but now, having been freed from sin and made slaves to God, you have your fruit unto sanctification, and the end, eternal life.
1:2582
ὀψώνια τῆς ἁμαρτίας θάνατος·
因為罪的工價乃是死;
For the wages of sin is death;
1:2583
τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. Ἀρκεῖ μέν, φησί,. καὶ αὐτὴ καθ' ἑαυτὴν τῆς ἐλευθερίας δωρεὰ τὸν τῆς εὐσεβείας ὑμῖν ἐπιδεῖξαι καρπόν, ἐκ φιλοτιμίας δὲ ὅμως φιλόδωρος καὶ μεγαλόδωρος Κύριος καὶ τὴν αἰώνιον ὑμῖν δωρεῖται ζωήν, ἵνα ἁμαρτίας καὶ δικαιοσύνης τὸ διάφορον καταμάθητε
但神的恩賜,乃是在我們的主基督耶穌裡的永生。」他說,單單那釋放的恩賜本身,就足以向你們顯明敬虔的果子;然而那慷慨好施、厚賜於人的主,出於恩寵還把永生也賜給你們,好叫你們明白罪與義的分別。
but the free gift of God is eternal life in Christ Jesus our Lord." The gift of freedom, he says, even by itself, is sufficient to display to you the fruit of piety; yet out of munificence the bountiful and great-giving Lord grants you eternal life as well, that you may learn the difference between sin and righteousness.
1:2584
μὲν γὰρ. τέλος ἔσχε τὸν θάνατον, δὲ τὴν ζωὴν τὴν αἰώνιον
因為前者以死為結局,後者卻以永生為結局。
For the one had death as its end, but the other eternal life.
1:2585
Εἶτα μετὰ πλεῖστα καὶ τὸ μέγιστον ἐπιδείκνυσι τῶν δωρεῶν·
其後,講了許許多多的話,他又顯明那眾恩賜中最大的:
Then, after very many things, he displays also the greatest of the gifts:
1:2586
Ὅσοι γάρ φησι πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ·
「因為凡被神的靈引導的,這些人就是神的兒子;
"For as many as are led by the Spirit of God, these are sons of God;
1:2587
οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν κράζομεν Ἀββᾶ πατήρ·
因為你們所領受的,不是奴僕的靈,仍叫你們害怕,乃是領受了兒子名分的靈,靠著祂我們呼叫:『阿爸,父』;
for you did not receive a spirit of slavery again unto fear, but you received a spirit of sonship, in which we cry, 'Abba, Father';
1:2588
αὐτὸ τὸ πνεῦμα συμ μαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ
聖靈自己與我們的靈同證,我們是神的兒女。
the Spirit itself bears witness together with our spirit that we are children of God.
1:2589
Εἰ δὲ τέκνα, καὶ κληρονόμοι·
既是兒女,便是後嗣;
And if children, then heirs also;
1:2590
κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ. Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Καὶ Γαλάταις δὲ ἐπιστέλλων τὰ παραπλήσια ἔφη·
就是神的後嗣,和基督同作後嗣,只要我們和祂一同受苦,好叫我們也和祂一同得榮耀。」他寫信給加拉太人時也說了相似的話:
heirs of God, and joint-heirs with Christ, if indeed we suffer with Him, that we may also be glorified with Him." And writing to the Galatians too he said similar things:
1:2591
Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός·
「這樣,你不再是奴僕,乃是兒子了;
"So that you are no longer a slave, but a son;
1:2592
εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χρισ τοῦ. Καὶ Τιμοθέῳ δὲ τὴν αὐτὴν διάνοιαν γέγραφεν·
既是兒子,便藉著基督作神的後嗣了。」他寫信給提摩太也寫了同樣的意思:
and if a son, then an heir of God through Christ." And to Timothy too he wrote the same sense:
1:2593
εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν·
「因為我們若與祂同死,也必與祂同活;
"for if we have died together with Him, we shall also live together with Him;
1:2594
εἰ ὑπομένομεν,. καὶ συμβασιλεύσομεν. Καὶ ἄλλην δὲ γράψας αὐτῷ ἐπιστολήν, καὶ ταῦτα ἐντέθεικεν·
我們若忍耐,也必與祂同作王。」他寫給提摩太另一封書信時,也插入了這些話:
if we endure, we shall also reign together with Him." And having written him another epistle, he inserted these things too:
1:2595
καὶ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν
「我離世的時候到了。
"and the time of my departure has come.
1:2596
Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
那美好的仗我已經打過了,當跑的路我已經跑盡了,所信的道我已經守住了;
I have fought the good fight, I have finished the course, I have kept the faith;
1:2597
λοιπὸν ἀπόκειταί μοι τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ.. Οὗτος καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως καὶ Κορινθίοις καὶ Θεσσαλονικεῦσι καὶ Φιλιππησίοις καὶ πολλοῖς ἄλλοις ἐπέ στειλεν
從此以後,有公義的冠冕為我存留,就是按公義審判的主到那日要賜給我的;不但賜給我,也賜給凡愛慕祂顯現的人。」這人也曾論到身體的復活,寫信給哥林多人、帖撒羅尼迦人、腓立比人,以及許多別的人。
henceforth there is laid up for me the crown of righteousness, which the Lord, the righteous Judge, will award to me on that Day, and not only to me but also to all who have loved His appearing." This man also wrote concerning the resurrection of the bodies to the Corinthians and the Thessalonians and the Philippians and many others.
1:2598
Καὶ νῦν μέν, φησί, σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ·
他說:「如今這身體所種的是必朽壞的,復活的是不朽壞的;
"And now, he says, it is sown in corruption, it is raised in incorruption;
1:2599
σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ·
所種的是羞辱的,復活的是榮耀的;
it is sown in dishonor, it is raised in glory;
1:2600
σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει·
所種的是軟弱的,復活的是強壯的;
it is sown in weakness, it is raised in power;
1:2601
σπείρεται σῶμα ψυχικόν, ἐγεί. ρεται σῶμα πνευματικόν. Αὖθις δέ·
所種的是屬魂的身體,復活的是屬靈的身體。」又說:
it is sown a natural body, it is raised a spiritual body." And again:
1:2602
Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα·
「因號筒要響,死人要復活成為不朽壞的,我們也要改變;
"For the trumpet shall sound, and the dead shall be raised incorruptible, and we shall be changed;
1:2603
δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Καὶ πάλιν·
因為這必朽壞的,總要穿上不朽壞的,這必死的,總要穿上不死的。」又說:
for this corruptible must put on incorruption, and this mortal must put on immortality." And again:
1:2604
Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει·
「但我們是天上的國民;
"But our commonwealth exists in the heavens;
1:2605
ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.. Καὶ αὐτὸς δὲ Κύριος πρὸς τοὺς Ἰουδαίους ἔφη·
我們也從那裡等候救主,就是主耶穌,祂要改變我們這卑賤的身體,使之與祂榮耀的身體相似。」主自己也對猶太人說:
from whence also we await a Savior, the Lord Jesus, who will transfigure the body of our humiliation, so that it becomes conformed to the body of His glory." And the Lord Himself too said to the Jews:
1:2606
Ὅτι υἱὸς ἀνθρώπου ἐστί, μὴ θαυμάζετε τοῦτο·
「不要因祂是人子就以此為希奇;
"Do not marvel at this, that He is the Son of Man;
1:2607
ὅτι ἔρχεται ὥρα, ἐν πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ. δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. Καὶ πάλιν, τὰ περὶ τοῦ κοινοῦ διηγούμενος τέλους, καὶ ταῦτα προστέθεικεν·
因為時候要到,凡在墳墓裡的,都要聽見祂的聲音,就出來:行善的,復活得生命;作惡的,復活定罪。」祂又一次述說那共同結局的事時,也加上了這些話:
for an hour is coming in which all who are in the tombs shall hear His voice, and shall come forth: those who have done good things, to a resurrection of life, but those who have practiced base things, to a resurrection of judgment." And again, recounting the things concerning the common end, He added these too:
1:2608
Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ἥλιος σκο τισθήσεται, καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρα νῶν σαλευθήσονται·
「那些日子的災難一過去,日頭就變黑了,月亮也不放光,眾星要從天上墜落,天勢都要震動;
"But immediately after the tribulation of those days the sun shall be darkened, and the moon shall not give its light, and the stars shall fall from heaven, and the powers of the heavens shall be shaken;
1:2609
καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ·
那時,人子的兆頭要顯在天上。」
and then the sign of the Son of Man shall appear in heaven."
1:2610
Εἶτα. τὴν περὶ τῶν παρθένων παραβολὴν εἰπών, καὶ ὡς αἱ μὲν εἰσῆλθον εἰς τὸν νυμφῶνα φέρουσαι τὰς λαμπάδας, αἱ δὲ μωραὶ τῆς παστά δος ἀπεστερήθησαν, ἐπειδήπερ αἱ λαμπάδες ἐσβέσθησαν, προσθεὶς δὲ καὶ τὰ τῶν ταλάντων καὶ τῶν οἰκετῶν τῶν σπουδαίων καὶ τοῦ ἀργοῦ τοῦ τὸ τάλαντον κατακρύψαντος καὶ τῷ ἐξωτάτῳ σκότει. παραπεμφθέντος, ἐπήγαγεν·
其後,祂講了那論童女的比喻——有些童女拿著燈進入新房,那愚拙的卻因燈滅了而被關在喜宴的廳外——又加上那論銀子的事,講到那勤勞的僕人,和那把銀子埋藏起來、被打發到外邊黑暗裡去的懶惰僕人,祂接著說:
Then, having told the parable concerning the virgins—how some entered into the bridal chamber bearing their lamps, while the foolish were shut out from the bridal hall, since their lamps had gone out—and having added also the things of the talents and of the diligent servants and of the idle one who buried his talent and was sent away into the outermost darkness, He went on:
1:2611
Ὅταν δὲ ἔλθῃ υἱὸς τοῦ ἀνθρώ που ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι αὐτοῦ μετ' αὐτοῦ, τότε καθήσεται ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη
「當人子在祂榮耀裡,同著祂的眾聖天使降臨的時候,要坐在祂榮耀的寶座上,萬民都要聚集在祂面前。
"But when the Son of Man comes in His glory, and all His holy angels with Him, then He shall sit upon the throne of His glory, and before Him shall be gathered all the nations.
1:2612
Καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλή λων, ὥσπερ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων·
祂要把他們彼此分別出來,好像牧人分別綿羊山羊一般;
And He shall separate them one from another, as the shepherd separates the sheep from the goats;
1:2613
καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύ μων
把綿羊安置在右邊,山羊在左邊。
and He shall set the sheep on His right hand, but the goats on the left.
1:2614
Τότε ἐρεῖ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ·
那時,王要向那右邊的說:
Then shall the King say to those on His right hand:
1:2615
δεῦτε οἱ εὐλο γημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου·
你們這蒙我父賜福的,來承受那創世以來為你們所預備的國;
Come, you blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world;
1:2616
ἐδίψησα, καὶ ἐποτίσατέ με·
我渴了,你們給我喝;
I was thirsty, and you gave Me to drink;
1:2617
ξένος ἤμην, καὶ συνηγάγετέ με·
我作客旅,你們留我住;
I was a stranger, and you took Me in;
1:2618
γυμνός, καὶ περιεβάλετέ με·
我赤身露體,你們給我穿;
naked, and you clothed Me;
1:2619
ἀσθενής, καὶ ἐπεσκέψασθέ με·
我病了,你們看顧我;
sick, and you visited Me;
1:2620
ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με. Ἐκείνων δὲ φάντων μηδέν τι τούτων πώποτε δεδρακέναιἴδιον γὰρ τὸ μετριάζειν τῶν τῆς ἀρετῆς ἀθλητῶν καὶ κατακρύπτειν τὸν πλοῦτονἐρεῖ φησι πρὸς αὐτοὺς βασιλεύς·
我在監裡,你們來看我。」但當那些人說,他們從未做過這些事的任何一件——因為謙抑自持、隱藏自己的財富,乃是德行勇士的特徵——祂說,王要向他們說:
I was in prison, and you came to Me. But when those said that they had never done any of these things—for it is characteristic of the athletes of virtue to be modest and to hide their riches—the King, He says, will say to them:
1:2621
ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε. Οὕτω τούτους ἀνακηρύ ξας καὶ δεδωκὼς τὰ γέρα τῶν πόνων, ἐρεῖ φησι καὶ τοῖς ἐξ εὐωνύμων·
我實在告訴你們,這些事你們既作在我這些最小的、信我之弟兄身上,就是作在我身上了。」祂如此宣揚了這些人,並把他們勞苦的賞賜給了他們之後,祂說,祂也要向那左邊的說:
Truly I say to you, inasmuch as you did it to one of these least of My brothers who believe in Me, you did it to Me. Having thus proclaimed these, and having given them the rewards of their labors, He says, He will also say to those on the left:
1:2622
οὐδεὶς γὰρ ἔδρασεν ἐκείνων, τῶν δικαίων ἐπετέλεσεν χορός, καὶ οὐδὲ τὴν ἐσχάτην ἐκείνων ζηλοῦσιν εὐλάβειαν
因為那些人連義人之列所成就的事,一件都沒有做過,甚至連義人最微末的虔敬都不效法。
for none of those did the deeds which the choir of the just accomplished, and they do not even emulate the least of their reverence.
1:2623
Ἐκεῖνοι μὲν γάρ, πάντα ἐκεῖνα πεποιηκότες, ἠρνήθησαν·
因為那些義人雖行了那一切的事,卻不承認;
For those, though they had done all those things, denied them;
1:2624
οὗτοι δέ, καὶ μὴ δεδρα κότες, πεποιηκέναι φασίν·
但這些人雖未曾行,卻聲稱自己行了;
but these, even though they had not done them, claimed to have done them;
1:2625
ἀλλὰ καὶ τὸν ἔλεγχον δέξονται καὶ τῇ τιμωρίᾳ παραδοθήσονται
然而他們既要受揭穿,又要被交付刑罰。
but they shall both receive the refutation and be handed over to punishment.
1:2626
Ταῦτα, ἄνδρες, παραβάλετε τοῖς ἐπαινουμένοις τοῦ Πλά τωνος λόγοις
諸位啊,把這些話與柏拉圖那受稱讚的言論相比一比吧。
These things, O men, compare with the praised words of Plato.
1:2627
γάρ τοι ἄλλος λῆρος καὶ τοῦδε καὶ τῶν ἄλλων τοῦ σκότους ἐκείνου γε ἄξιος·
因為他和別人其餘的那些胡言亂語,確實配得那黑暗;
For surely the rest of his nonsense, both his and that of the others, is worthy of that darkness;
1:2628
δέ γε καὶ ἡμεῖς ἐπῃνέσαμεν,. ἔχει τινὰ πρὸς ταῦτα ξυγγένειαν
但那些連我們也加以稱讚的話,與這些〔福音的話〕卻有某種親緣。
but those things which we too have praised have a certain kinship to these.
1:2629
Τὰς γάρ τοι κολάσεις καὶ τὰς τῶν ἀγαθῶν ἀντιδόσεις κἀκεῖνος εἶναι ξυνωμολόγησε, καὶ τὰ θεῖα ἐπέδειξε λόγια, καὶ τὰ καινὰ καὶ τὰ παλαιά·
因為他也承認那刑罰與眾善的報應確實存在,而神聖的諭言——無論是新約的還是舊約的——也都證實了這些;
For he too acknowledged that the punishments and the recompenses of good things exist, and the divine oracles confirmed them, both the new and the old;
1:2630
δικαστὰς δὲ ἐκεῖνος μὲν ἑτέρους εἰσήγαγε, τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδά μανθυν, ἄνδρας οὐδὲ πάντα ἐπαινουμένους, τοῦ δὲ Μίνω καὶ πολλὰ ἄττα κατηγοροῦσί τινες·
但他卻引入了別的審判者,就是埃阿科斯、米諾斯和拉達曼提斯,這些人並非在各方面都受稱讚,尤其有人對米諾斯提出許多指控;
but he brought in other judges, Aeacus and Minos and Rhadamanthus, men not even praised in all respects, and against Minos in particular some bring many accusations;
1:2631
ἡμεῖς δὲ προσμένομεν δικαστὴν τὸν ἡμέτερον ποιητήν, τὸν καὶ τὴν φύσιν, ἣν ἔπλασεν, ἀκριβῶς ἐπιστάμενον καὶ ταύτης οὐ μόνον τὰς πράξεις καὶ τοὺς λόγους γινώσκοντα, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐννοίας κινήματα
我們卻是等候那位審判者,就是我們自己的造物主,祂既確切地知道祂所塑造的本性,又不僅知道這本性的行為與言語,連其思想的種種活動也都知道。
but we await as judge our own Maker, who both knows exactly the nature which He fashioned, and knows not only its deeds and words, but also the very movements of its thought.
1:2632
ἀόρατος γὰρ τῆς θεότητος φύσις
因為神性的本質是無形的。
for the nature of the Godhead is invisible.
1:2633
Τῷ τοι καὶ υἱὸν ἀνθρώπου ἑαυτὸν προση γόρευσεν, ἐπειδὴ ταύτην οἱ κρινόμενοι θεωροῦσι τὴν φύσιν
正因如此,祂稱自己為人子,因為那些受審的人所看見的,正是這〔人〕性。
Wherefore indeed He called Himself the Son of Man, since it is this nature that those being judged behold.
1:2634
Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν Θεὸς τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρί, ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.. Εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις καὶ λῆρον ἡγεῖται τῶν ἀποστόλων τὰ ῥήματα, τῇδε μαθέτω τὴν τούτων ἀλήθειαν
「神既然不究察那蒙昧無知的時候,如今卻吩咐各處的人都要悔改;因為祂已定了日子,要藉著祂所設立的一個人,按公義審判天下,並且叫祂從死裡復活,給萬人作可信的憑據。」但若有人不信所說的話,把使徒的言語看作胡言,就讓他從下面的事學知這些話的真實。
"The times of ignorance, then, God having overlooked, now commands all men everywhere to repent, inasmuch as He has set a day in which He is about to judge the inhabited world in righteousness, by a man whom He has appointed, having furnished proof to all by raising Him from the dead." But if anyone disbelieves the things said and reckons the words of the apostles to be nonsense, let him learn the truth of these from the following.
1:2635
Πολλὰ περὶ τοῦ μέλλοντος βίου καὶ δεσπότης Χριστὸς καὶ οἱ τούτου γε κήρυκες προηγόρευσαν·
論到來世的許多事,主基督和祂的傳令者都曾預言過;
Many things concerning the life to come both the Master Christ and His heralds foretold;
1:2636
ἐθέσπισαν δὲ καὶ ἄλλα ἄττα, ἐκείνῳ μὲν οὐδαμῶς, τῷδε δὲ τῷ βίῳ προσήκοντα
他們還預言了某些別的事,那些事絲毫不關乎來世,乃是關乎今生的。
and they prophesied also certain other things, in no way pertaining to that life, but to this present life.
1:2637
Ἐξετάσατε τοίνυν, ἄνδρες, τὰς τοῦδε πέρι γεγενημένας προρρήσεις·
那麼,諸位啊,查驗那些論到今生所作的預言吧;
Examine, then, O men, the predictions made concerning this present life;
1:2638
κἂν εὕρητε ἀληθεῖς καὶ τοῖς πράγμασιν ἐναργῶς ξυμβαινούσας, δέξασθε. ἀδηρίτως ἐκεῖνα τὰ περὶ τῶν μελλόντων τεθεσπισμένα
你們若發現它們是真的,並與事實明明相符,就當毫無爭辯地接受那些論到將來之事的預言。
and if you find them true and clearly agreeing with the facts, accept without dispute those things prophesied concerning the things to come.
1:2639
Τοῦτο δὲ ὧδέ πῃ διασκεπτέον·
這事必須大致這樣來考察:
And this must be examined somewhat thus:
1:2640
τὴν τῶν Ἱεροσολύμων δεσπότης Χριστὸς προεῖπε πολιορκίαν, καὶ ὡς νεὼς ἐκεῖνος περιβόητος ἄρδην καταλυθήσεται, καὶ ὡς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ τῶν ἐσταυ ρωκότων αὐτὸν κατασπαρήσεται γένος
主基督預言了耶路撒冷的圍困,以及那馳名遐邇的聖殿要被夷為平地,又預言那些把祂釘十字架之人的族類,要被分散到普天下。
the Master Christ foretold the siege of Jerusalem, and how that far-famed temple would be utterly demolished, and how the race of those who had crucified Him would be scattered into the whole inhabited world.
1:2641
Ἴδωμεν τοίνυν, εἰ μὴ τὸ. πέρας λόγος ἐδέξατο
那麼,讓我們來看,這話是否得了應驗。
Let us see, then, whether the word did not receive its fulfillment.
1:2642
Καὶ περὶ μὲν Ἰουδαίων οὐκ οἶμαι ὑμᾶς ἀμφισβητήσειν·
至於猶太人,我想你們不會爭辯;
And concerning the Jews I do not think you will dispute;
1:2643
ἐκείνης τε γὰρ τῆς πόλεως ἐξελήλανται καὶ τῆς οἰκουμένης γεγένηνται μέτοικοι·
因為他們既被趕出了那城,又在普天下成了寄居的;
for they have both been driven out of that city and become sojourners over the inhabited world;
1:2644
τοῦ νεὼ δὲ καὶ τὴν ἐρημίαν καὶ τὴν ἐκ βάθρων κατάλυσιν οἱ μὲν τεθεαμένοι φιλαλήθως ὁμολο γήσατε, οἱ δὲ λοιποὶ τοῖς διηγουμένοις πιστεύσατε
至於那聖殿的荒涼和它從根基被傾覆,你們這些親眼見過的人,當以愛真理之心承認,其餘的人,當相信那述說此事的人。
and as for the desolation of the temple and its overthrow from the foundations, you who have beheld it, confess it as lovers of truth, while the rest of you, believe those who recount it.
1:2645
Αὐτόπτης γάρ που κἀγὼ τῆς ἐρημίας ἐκείνης γεγένημαι, καὶ τὴν πρόρρησιν, ἣν ταῖς ἀκοαῖς ἐδεξάμην, ἐθεασάμην τοῖς ὀφθαλμοῖς καὶ τὴν ἀλήθειαν ὕμνησά τε καὶ προσεκύνησα
因為我自己也曾親眼見過那荒涼,那以耳朵所領受的預言,我以眼睛親眼看見了,便歌頌並敬拜那真理。
For I too have been an eyewitness of that desolation, and the prediction which I received with my ears I beheld with my eyes, and I hymned and worshiped the truth.
1:2646
Ὅτι μὲν οὖν ἀψευδὴς οὗτος λόγος, τὰ πράγματα βοᾷ, μεγίστῃ κεχρημένα φωνῇ·
那麼,這話毫無虛假,事實便以極大的聲音宣告出來;
That this word, then, is free from falsehood, the facts cry out, employing a mighty voice;
1:2647
ἐπιζητήσωμεν δὲ καὶ ἄλλης προφητείας τὸ πέρας
但讓我們也來尋求另一個預言的應驗。
but let us seek also the fulfillment of another prophecy.
1:2648
Προεῖπε τοῖς ἀποστόλοις δεσπότης Χριστὸς τοὺς ἀγῶνας καὶ τοὺς κινδύνους, οὓς ἔμελλον πείσεσθαι, καὶ τοῖς. ἔθνεσι καὶ Ἰουδαίοις τὴν διδασκαλίαν προσφέροντες·
主基督向使徒們預言了他們將要遭受的爭戰與危難,就是他們向外邦人和猶太人傳講教導時所要經歷的:
The Master Christ foretold to the apostles the struggles and dangers which they were about to suffer as they brought the teaching to both the nations and the Jews:
1:2649
Παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς, καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Καὶ μετ' ὀλίγα·
「他們要把你們交給公會,也要在會堂裡鞭打你們,並且你們要為我的緣故被帶到統治者和君王面前,對他們和外邦人作見證。」過了不久又說:
"They will hand you over to councils, and in their synagogues they will scourge you, and you will be brought before governors and kings for My sake, for a testimony to them and to the nations." And a little after:
1:2650
Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνα·
「弟兄要把弟兄交去處死,父親要交兒女;
"Brother will hand over brother to death, and a father his children;
1:2651
καὶ ἐπαναστήσεται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς·
兒女要起來與父母為敵,害死他們;
and children will rise up against parents and put them to death;
1:2652
καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάν των διὰ τὸ ὄνομά μου
並且你們要為我的名被眾人恨惡。
and you will be hated by all on account of My name.
1:2653
δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθή. σεται. Καὶ αὖθις·
惟有忍耐到底的,這人必然得救。」又說:
But the one who endures to the end, this one shall be saved." And again:
1:2654
Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλε σαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; Καὶ πάλιν·
「人既罵家主是別西卜,何況他的家人呢?」又說:
"If they have called the master of the house Beelzebul, how much more those of his household?" And again:
1:2655
Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν
「你們不要以為我來是把和平帶到地上。
"Do not think that I came to cast peace upon the earth.
1:2656
Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν
我來並不是帶來和平,乃是帶來刀劍。
I came not to cast peace, but a sword.
1:2657
Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς·
因為我來是叫人與父親生疏,女兒與母親生疏,媳婦與婆婆生疏;
For I came to set a man against his father, and a daughter against her mother, and a daughter-in-law against her mother-in-law;
1:2658
καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ.. Τούτων ἕκαστον, φιλότης, ἔργῳ πεπληρωμένον ἔστιν ἰδεῖν
人的仇敵就是自己家裡的人。」朋友啊,這每一件事,人都可以看見在實際上應驗了。
and a man's enemies will be those of his own household." Each of these things, O friend, one can see fulfilled in deed.
1:2659
Μετὰ γὰρ τῶνδε τῶν κινδύνων καὶ οἱ ἀπόστολοι τὴν οἰκουμένην ἐφώτισαν, καὶ οἱ μετ' ἐκείνους, ἣν παρέλαβον, διεφύλαξαν πίστιν·
因為在這些危難之中,使徒們光照了普天下,而他們之後的人,也保守了所領受的信仰;
For amid these dangers the apostles enlightened the inhabited world, and those after them guarded the faith which they had received;
1:2660
καὶ μαρτυροῦσι τῶν μαρτύρων αἱ θῆκαι, πανταχοῦ γῆς καὶ θαλάττης ἀστράπτουσαι καὶ τῶν θείων προρρήσεων κηρύτ τουσαι τὴν ἀλήθειαν·
殉道者的墳塋也作見證,在海陸各處閃耀生光,宣揚那神聖預言的真實;
and the tombs of the martyrs bear witness, flashing forth everywhere on land and sea, and proclaiming the truth of the divine predictions;
1:2661
Οὐ γὰρ δὴ μόνον τοὺς κινδύνους, ἀλλὰ καὶ. τὴν νίκην αὐτοῖς προηγόρευσεν
因為祂向他們預言的,不僅是危難,還有那得勝。
for not only the dangers, but also the victory He foretold to them.
1:2662
Ἐπὶ ταύτῃ γὰρ ἔφη τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κα τισχύσουσιν αὐτῆς. Ἔστι δὲ ἰδεῖν καὶ κατὰ τὴν πρόρρησιν μεμερισμένας τὰς οἰκίας·
因為祂說:「我要把我的教會建造在這磐石上,陰間的門不能勝過它。」並且照那預言,也可看見各家分裂;
For He said, "Upon this rock I will build My church, and the gates of Hades shall not prevail against it." And it is possible to see, in accordance with the prediction, the households divided;
1:2663
γὰρ οἱ ἄνδρες ὑπὸ τῆς πίστεως ζωγρηθέντες ἀπιστούσαις ἔτι ταῖς γυναιξὶ διαμάχονται, αἱ γυναῖκες τὸν τῆς εὐσεβείας δεξάμεναι ζυγὸν ἀλωμένους ἔτι τοὺς ἄνδρας σαγηνεύειν σπουδάζουσιν
因為或是被信仰擄獲的丈夫,與仍不信的妻子相爭,或是已領受敬虔之軛的妻子,竭力要把仍流蕩失迷的丈夫網羅進來。
for either the men, taken captive by the faith, contend against their wives who still disbelieve, or the women, having received the yoke of piety, strive to draw in their husbands who still wander astray.
1:2664
Καὶ ἀναγκαία διαίρεσις ἕνω σιν ἀξιέπαινον πραγματεύεται
這必要的分裂,反倒成就了值得稱讚的聯合。
And the necessary division works out a praiseworthy union.
1:2665
Καὶ ἵνα τὰς ἄλλας καταλίπω προρρήσεις, γυνή τις ἀλά βαστρον μύρου τοῖς ἁγίοις αὐτοῦ ποσὶ προσενήνοχεν
為了把其餘的預言撇下不提,有一個婦人把一玉瓶香膏帶到祂聖潔的腳前。
And, that I may leave aside the other predictions, a certain woman brought an alabaster jar of ointment to His holy feet.
1:2666
Ταύτης τὴν πίστιν ἀποδεχόμενος πρὸς τὸν τῶν μαθητῶν ἔφη χορόν·
祂悅納了她的信心,便向門徒之列說:
Accepting her faith, He said to the choir of the disciples:
1:2667
Ἀμὴν λέγω ὑμῖν, ὅτι ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας, κηρυχθήσεται καὶ ἐποίησεν γυνὴ αὕτη εἰς μαρτύριον αὐτῆς. Ταύτην δὲ τὴν πρόρρησιν καὶ νῦν ἐστι περα τουμένην ἰδεῖν·
「我實在告訴你們,普天之下,無論這國度的福音傳到甚麼地方,這女人所行的,也要被傳揚,作為記念她。」這預言如今也可看見正在應驗;
"Truly I say to you, wherever this gospel of the kingdom is proclaimed, what this woman has done shall also be proclaimed, for a memorial of her." And this prediction too one can now see being fulfilled;
1:2668
πανταχοῦ γὰρ γῆς καὶ θαλάττης καὶ τὸ εὐαγγέ λιον τὸ θεῖον ἀναγινώσκεται, καὶ τῆς γυναικὸς πίστις ἀνακη ρύττεται
因為在海陸各處,那神聖的福音被宣讀,這婦人的信心也被傳揚。
for everywhere on land and sea the divine gospel is read, and the faith of the woman is proclaimed.
1:2669
Ἐπειδὴ τοίνυν καὶ ταῦτα προεῖπεν δεσπότης καὶ τὰ ἐν ἐκείνῳ γε τῷ βίῳ γενησόμενα προηγόρευσεν, ὁρῶμεν δὲ ἀναφαν δὸν τὴν τούτων ἀλήθειαν, ἀναμφισβητήτως κἀκεῖνα δεξώμεθα, ἀπὸ τῶν ἤδη γεγενημένων ποδηγούμενοι πρὸς ἐκεῖνα καὶ κεχρη. μένοι τούτοις τεκμηρίοις ἐκείνων
那麼,既然主也預言了這些事,並預告了那來世將要發生的事,而我們又明明看見這些事的真實,就讓我們毫無疑問地接受那些事,藉著那些已經發生的事被引導趨向那些事,並以這些事作那些事的憑據。
Since, then, the Master foretold these things too, and predicted the things that would come to pass in that life, and we see manifestly the truth of these, let us unquestioningly accept those things also, being guided by the things already come to pass toward those things, and using these as proofs of those.
1:2670
Τούτου γὰρ δὴ εἵνεκα καὶ ταῦτα κἀκεῖνα προείρηκεν, ἵνα διὰ τούτων ἐμπεδώσῃ κἀκεῖνα
因為正是為了這緣故,祂預言了這些事和那些事,好叫祂藉著這些事,使那些事也得堅立。
For it is for this very reason that He foretold both these things and those, so that through these He might make those firm as well.
1:2671
Καὶ τιμάς, ἃς οὐχ ὑπέσχετο, τοῖς εἰς αὐτὸν πεπιστευκόσι φιλοτίμως ἀπένειμεν·
祂並未應許過的尊榮,也慷慨地賜給那些信祂的人;
And honors which He had not promised He bountifully bestowed on those who had believed in Him;
1:2672
καὶ οὐ μόνον τοῖς ζῶσι παμπόλλην ἔδωκε περιφάνειαν, ἀλλὰ καὶ τοῖς ἄριστα τετελευτηκόσι πλεῖστον ξυνε κλήρωσε σέβας, ἵνα δι' ὧν οὐχ ὑπέσχετο μέν, ἔδωκε δέ, πιστεύ. σωμεν οἷς ὑπέσχετο
祂不僅把極大的聲名賜給那些活著的人,也把豐盛的尊崇分派給那些最為高貴地死去的人,好叫我們藉著那些祂未曾應許卻已賜下的事,相信那些祂所應許的事。
and not only did He give great renown to those who are living, but He also allotted abundant reverence to those who have died most nobly, so that through the things which He did not promise but gave, we might believe the things which He promised.
1:2673
γάρ τοι τὰ ταῖς ξυνθήκαις οὐκ ἐγκείμενα δωρησάμενος καὶ φιλοτιμίᾳ τὰς ὑποσχέσεις ὑπερβαλὼν δώσει πάντως, ἅπερ ὑπέσχετο, καὶἃ τοῖς ἀγωνιζομένοις ἐπέδειξεν ἆθλα
因為那位白白賜下盟約之外之事、又以慷慨超越了自己應許的主,必定要賜下祂所應許的一切,以及祂為那些奮力爭戰的人所陳明的獎賞。
For He who has freely given the things not included in the covenants, and has surpassed His promises with munificence, will assuredly give all that He promised, and the prizes which He set forth for those who contend.
1:2674
Σχέτλιον γὰρ τοὺς μὲν γυμνασιάρχους παρέχειν τοῖς ἀθληταῖς τὸν ὑπεσχημένον μισθόν, καὶ τοὺς ἐπί τῴ τινας μισθου μένους μετὰ τὸν πόνον πληροῦν τὰ ξυγκείμενα, τὸν δὲ τῶν ὅλων δημιουργόν, ὃς δι' ἀγαθότητα μόνην καὶ τοῖς μὴ οὖσι τὸ εἶναι παρέσχε καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἐπετέλεσε καὶ τοῖς οὐχ ὁρῶσι τὸ φῶς τὸ τῆς θεογνωσίας ἐχαρίσατο φῶς, τοῦτον φάναι τὰς οἰκείας μὴ πληρώσειν ἐπαγγελίας
因為這實在荒謬可怖:體育館長尚且把所應許的工錢給運動員,那些為某項工作僱用人的尚且在勞苦之後履行所訂之約,而那位萬有的造物主——祂單憑良善便把存在賜給了那本不存在之物,成就了那救贖安排的奧祕,又把認識神之光的光賜給那些不見光的人——竟會不履行自己的應許麼?
For it would be monstrous that the gymnasiarchs should provide the athletes the promised wage, and that those who hire some for a task should after the labor fulfill the agreements, but that the Maker of all things—who out of goodness alone granted being even to things that were not, and accomplished the mystery of the economy, and bestowed on those who do not see the light the light of the knowledge of God—that He should fail to fulfill His own promises.
1:2675
Εἰ δὲ ἀληθής, ὥσπερ οὖν ἀληθήςθεία γάρ ὑπόσχεσις, οὐκ ἀνόνητα, φίλοι ἄνδρες, τὰ τῆς θείας διδασκαλίας μαθή ματα
但這應許若是真的——它確實是真的,因為它是神聖的——那麼,親愛的諸位啊,這神聖教導的教訓便不是無益的。
But if the promise is true—as indeed it is true, for it is divine—then, O dear men, the teachings of the divine instruction are not unprofitable.
1:2676
Οὐρανῶν γὰρ βασιλείαν καὶ ζωὴν τέλος οὐ δεχομένην καὶ φῶς νοερὸν καὶ τὴν μετὰ τῶν ἀσωμάτων χορείαν τοῖς πειθομένοις ὑπέσχετο, ὥσπερ αὖ κόλασιν αἰώνιον τοῖς ἀπιστοῦσιν ἠπείλησε·
因為祂向那些順服的人應許了諸天的國、那不容有結局的生命、可悟之光,以及與無形者一同的舞蹈;正如祂另一面向那些不信的人威嚇了永遠的刑罰;
For He promised to those who obey a kingdom of the heavens and a life that admits no end and intelligible light and the dance together with the bodiless ones, just as on the other hand He threatened eternal punishment to those who disbelieve;
1:2677
τοῦτο γὰρ δὴ κἀν τῇ παραβολῇ τῶν ζιζανίων δεδήλωκεν
因為這事,祂在那稗子的比喻中也講明了。
for this indeed He made plain also in the parable of the tares.
1:2678
Ταύτην γὰρ ἑρμηνεύσας ἐπήγαγεν·
因為祂解釋了這比喻之後,接著說:
For having interpreted it, He went on:
1:2679
Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου·
「在這世代的終結,也要這樣;
"So shall it be in the consummation of this age;
1:2680
βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός·
〔天使要從〕祂的國裡,把一切叫人跌倒的,和那些作惡的,都挑出來,丟在火爐裡;
[the angels shall gather out of] His kingdom all the stumbling-blocks and those who work lawlessness, and shall cast them into the furnace of fire;
1:2681
ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων
在那裡必要哀哭切齒了。
there shall be weeping and gnashing of teeth.
1:2682
Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν. Ταῦτα εἰπὼν ἐπήγαγεν·
那時,義人在他們父的國裡,要發出光來,像太陽一樣。」祂說了這些話之後,又加上:
Then the just shall shine forth as the sun in the kingdom of their Father." Having said these things, He added:
1:2683
ἔχων ὦτα ἀκούειν ἀκουέτω.. Ταῦτα καὶ ἡμεῖς ὑμῖν, φίλοι ἄνδρες, παραινοῦντές φαμεν
「有耳可聽的,就應當聽。」親愛的諸位啊,我們也以這些話勸勉你們。
"He who has ears to hear, let him hear." These things we too say to you, O dear men, by way of exhortation.
1:2684
Οὐ γὰρ δὴ ἄκοντας τὰς θείας λαβεῖν ἀναγκάζομεν δωρεάς, ἀλλὰ παρακαλοῦντες καὶ λιπαροῦντες καὶ τὸ μέγεθος τούτων ἐπιδεικνύντες
因為我們並非強逼不願意的人領受神聖的恩賜,乃是勸勉、懇求,並彰顯這些恩賜的偉大。
For we do not compel the unwilling to receive the divine gifts, but we exhort, and entreat, and display their greatness.
1:2685
ἔχων ὦτα ἀκούειν ἀκουέτω.. ΠΕΡΙ ΠΡΑΚΤΙΚΗΣ ΑΡΕΤΗΣ
「有耳可聽的,就應當聽。」 論實踐之德
"He who has ears to hear, let him hear." CONCERNING PRACTICAL VIRTUE
1:2686
Τὰ δένδρα φέρουσι μὲν αἱ ῥίζαι καὶ τρέφουσι, κοσμοῦσι δὲ οἱ κλάδοι καὶ τὰ φύλλα καὶ μεταξὺ τούτων ᾐωρημένος καρπός
樹根托住樹木,並滋養它們,但枝子、葉子,以及懸於其間的果子,卻使它們華美。
The roots bear up the trees and nourish them, but the branches and the leaves and the fruit suspended between them adorn them.
1:2687
Εἰ γὰρ δή τις ἐκτέμνοι τοὺς κλάδους καὶ ψιλώσοι τὴν κόμην, ἄχρηστα γίνεται καὶ γυμνοῦται τῆς εὐπρεπείας, καὶ περιττὴ παντελῶς . τῶν ῥιζῶν ἀποφαίνεται βάσις
因為人若砍去枝子,剝光葉叢,〔那樹〕便成了無用的,被剝奪了它的美觀,而那樹根的根基也顯為全然多餘了。
For if one were to cut off the branches and strip bare the foliage, [the tree] becomes useless and is stripped of its comeliness, and the base of the roots is shown to be wholly superfluous.
1:2688
Καὶ τὸ σῶμα δὲ ὡσαύτως δεῖται μὲν ὀφθαλμῶν ὁρώντων καὶ τὰς ἄλλας ποδηγούντων αἰσθήσεις, δεῖται δὲ καὶ ποδῶν μεταβαινόντων καὶ τὸ σῶμα φερόντων καὶ χειρῶν ἐργαζομένων καὶ τοῖς μορίοις ἅπασι καὶ τροφὴν καὶ. πόσιν καὶ τὴν ἄλλην χρείαν ποριζουσῶν
身體也照樣需要能看見、能引導其他感官的眼睛,需要能行走、能背負身體的腳,以及能作工的手,並為一切肢體供給食物、飲料和別的需用。
And the body likewise needs eyes that see and guide the other senses, and needs feet that move about and carry the body, and hands that work, and that provide for all the members both food and drink and the other necessities.
1:2689
Καὶ μέντοι καὶ χιτῶνας καὶ χλαίνας καὶ ἐφεστρίδας καὶ ξυλλήβδην ἅπαντα τὰ ἐσθήματα οὐ μόνοι ποιοῦσιν οἱ στήμονες·
誠然,內衣、外袍、罩衣,總而言之,一切衣物,都不是單憑經線織成的;
And indeed tunics and cloaks and outer-garments and, in a word, all clothing are not made by the warp-threads alone;
1:2690
χρεία γάρ που καὶ κρόκης ἐνυ. φαινομένης καὶ ξυναρμοζομένης τοῖς στήμοσιν
因為還需要把緯線織進去,與經線配合在一起。
for there is need also of the weft being woven in and fitted together with the warp-threads.
1:2691
Τί δήποτε ταῦτα διεξῆλθον; Οὐ τὸν ὕθλον, ἄνδρες, στέργων, ἀλλὰ διὰ τῶνδε τῶν εἰκόνων τῆς τελεωτάτης φιλοσοφίας τὰς ὕλας ἐπιδεικνύς
我究竟為何述說這些事呢?諸位啊,並非因我喜好閒談,乃是要藉著這些比喻,顯明那最完全之哲學的素材。
Why ever have I recounted these things? Not because I delight in idle chatter, O men, but in order to display, by means of these images, the materials of the most perfect philosophy.
1:2692
Μέγιστον μὲν γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων γνῶσις, ἀλλ' οὐκ ἀπόχρη τέλειον ἀποφῆναι τὸν ταύτης ἀξιού. μενον
因為對神聖之事的知識,誠然是最大、極其重大的善,但單憑它,並不足以使那蒙恩得著它的人成為完全。
For the knowledge of divine things is truly the greatest and most exceedingly great good, but it does not suffice to render perfect the one deemed worthy of it.
1:2693
Ὅπερ γάρ ἐστι δένδρῳ ῥίζα καὶ ὀφθαλμὸς σώματι καὶ οἱ στήμονες τοῖς ὑφάσμασι, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας γνῶσις καὶ βεβαία γίνεται πίστις
因為根之於樹、眼之於身、經線之於織物,是怎樣的,對真理的知識和堅定的信仰之於靈魂,也是怎樣的。
For what the root is to a tree, and the eye to the body, and the warp-threads to woven fabrics, this the knowledge of the truth and firm faith become to souls.
1:2694
Χρὴ δὲ οὐ μόνον εἰδέναι,. τί προσήκει περὶ τοῦ θείου δοξάζειν, ἀλλὰ καὶ κατὰ τοὺς ἐκείνου πολιτεύεσθαι νόμους
人不僅當知道論到神當持守甚麼,還當照祂的律法為人處世。
And one must not only know what it is fitting to hold concerning the Divine, but must also conduct one's life according to His laws.
1:2695
Ὥσπερ γὰρ οἱ ζωγραφικὴν σκυτοτομικὴν ἄλλην τινὰ παιδευόμενοι τέχνην, οὐχ ὅπως μόνον ἐπίστωνται ταῦτα μανθάνειν σπουδάζουσιν, ἀλλ' ἵνα καὶ χειρουργῶσι καὶ μιμητὰς σφᾶς αὐτοὺς τῶν διδασκάλων τοῖς ἔργοις δεικνύωσιν, οὕτω δεῖ καὶ τῆς εὐσεβείας τοὺς ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν παιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρε τῆς ἐκπαιδεύεσθαι νόμους καὶ τούτους φυλάττειν εἰς δύναμιν καὶ πρὸς τούτους πειρᾶσθαι τῆς ψυχῆς ἐκτυποῦν καὶ διασκευάζειν τὸ εἶδος
因為正如那些受訓於繪畫、製鞋或其他技藝的人,所以渴慕學習這些,並非單為知道,乃是為要能親手操作,並藉其作品顯明自己是師傅的效法者;照樣,那些愛慕敬虔的人,也不僅當受教於神學與自然之研究,還當受訓於實踐之德的律法,盡力遵守這些,並照這些竭力塑造、整飾靈魂的樣式。
For just as those being trained in painting or shoemaking or some other craft are eager to learn these things not merely so that they may know them, but so that they may also practice them with their hands and show themselves by their works to be imitators of their teachers, so too must the lovers of piety be instructed not only in theology and the study of nature, but also be trained in the laws of practical virtue, and keep these to the best of their power, and according to these endeavor to mold and fashion the form of the soul.
1:2696
γὰρ δὴ οὕτω ῥυθμίζων τε καὶ διαμορφῶν τὴν ψυχὴν οὐ μόνον τῶν θείων νόμων τοὺς χαρακτῆρας ἐκμάττεται, ἀλλὰ καὶ αὐτοῦ γε τοῦ νομοθέτου ζῶσά τις εἰκὼν καὶ λογικὴ γίνεται
因為那如此規範、塑造自己靈魂的人,不僅摹印了神聖律法的字樣,更成了那立法者自己的一個活而有理性的形像。
For he who thus regulates and shapes his soul not only takes the imprint of the characters of the divine laws, but also becomes a kind of living and rational image of the Lawgiver Himself.
1:2697
Τοῦτό τοι διδάσκων καὶ μέγας κῆρυξ τῆς ἀληθείας βοᾷ·
那真理的偉大傳令者,為要教導這事,也大聲宣告:
Teaching this, the great herald of the truth also cries aloud:
1:2698
Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ. Καὶ μέντοι καὶ τούτου δεσπότης παραινεῖ λέγων·
「所以你們要效法神。」誠然,他的主也勸勉說:
"Be, therefore, imitators of God." And indeed His Master too exhorts, saying:
1:2699
Γίνεσθε μιμηταὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Καὶ πάλιν·
「你們要效法你們在諸天之上的父。」又說:
"Be imitators of your Father who is in the heavens." And again:
1:2700
Γίνεσθε τέλειοι, καθὼς πατὴρ. ὑμῶν οὐράνιος τέλειός ἐστιν. Μιμεῖται δέ, ὡς ἔνεστι, τὸν τῶν ὅλων Θεὸν ποθῶν ἐκεῖνα καὶ ἐχθραίνων ὁμοίως, ἅπερ καὶ αὐτὸς δεσπότης ἐχθραίνει τε καὶ φιλεῖ
「你們要完全,像你們在天上的父完全一樣。」凡渴慕那些事、並照樣恨惡那主自己所恨惡、所喜愛之事的人,便是盡其所能地效法那萬有之神了。
"Be perfect, even as your Father in heaven is perfect." And he imitates, as far as is possible, the God of the universe who longs for those things and likewise hates those things which the Master Himself hates and loves.
1:2701
Τίνα δὲ αὐτῷ δυσμενῆ, καὶ τίνα αὖ προσφιλῆ, διαρρήδην οἱ θεῖοι διδάσκουσι. νόμοι
誰為祂所憎惡,誰又為祂所喜愛,神聖的教師們明白地教導我們。
Who is hateful to Him, and who again is dear, the divine teachers plainly instruct us.
1:2702
Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου·
「因為你不是喜悅不義的神,作惡的不能與你同居,狂傲的不能站在你眼前;」
"For You are not a God who delights in lawlessness; the evildoer shall not sojourn with You, nor shall the lawless remain before Your eyes;"
1:2703
ἐμίση σας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν·
「主啊,你恨惡一切作孽的人;」
"You hated, O Lord, all who work iniquity;"
1:2704
ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος
「說謊言的,你必滅絕。」
"You will destroy all who speak falsehood."
1:2705
Ἄνδρα αἱμάτων καὶ δόλιον. βδελύσσεται Κύριος. Ἐν τούτοις δὲ ἡμῖν ἐπιδείξας τὴν τοῦ νομοθέτου διάθεσιν, ἐν ἑτέρᾳ μελῳδίᾳ πρόσωπον εἰσήγαγε τούσδε τοὺς χαρακτήρας ἀκριβῶς ἐκμαξάμενον καὶ τῷ νομοθέτῃ προ σευχόμενον καὶ λέγοντα·
「好流人血弄詭詐的,都為主所憎惡。」在這些話中向我們顯明了立法者的心意之後,祂在另一篇詩中引出一個人,將這些品格準確地刻畫在自己身上,並向立法者禱告說:
"The Lord abhors the man of blood and deceit." Having shown us in these words the disposition of the Lawgiver, in another psalm He brought forward a person who has exactly impressed these traits upon himself and prays to the Lawgiver, saying:
1:2706
οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον
「我眼中不容任何不法的事。」
"I did not set before my eyes any lawless thing."
1:2707
Ποιοῦντας παραβάσεις ἐμίσησα
「我恨惡那些犯罪過的人。」
"I hated those who commit transgressions."
1:2708
Οὐκ ἐκολ λήθη μοι καρδία σκαμβή·
「彎曲的心思不能與我相連;」
"A crooked heart did not cleave to me;"
1:2709
ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον
「惡人從我面前退去時,我並不認得。」
"when the evil one turned away from me, I knew it not."
1:2710
Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον·
「在暗中讒謗鄰舍的,我必將他驅逐;」
"Whoever secretly slandered his neighbor, him I drove away;"
1:2711
ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον
「眼目高傲、心裡貪婪的,我不與他同席。」
"with one of haughty eye and insatiable heart, with him I did not eat."
1:2712
Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ·
「我眼要看顧地上的忠信人,叫他們與我同住;」
"My eyes are upon the faithful of the land, that they may sit together with me;"
1:2713
πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει·
「行在完全道路上的,他必伺候我;」
"whoever walked in a blameless way, he ministered to me;"
1:2714
οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν
「行驕傲事的,必不得住在我家中。」
"no one who practices pride dwelt within my house."
1:2715
Οὐ γάρ τοι οὐρανὸν ἡμᾶς καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα δημιουργεῖν ἐκέλευσεν οὐδὲ ἁπλῆν ἔχειν καὶ ἀπερίγραφον φύσιν, ἀλλὰ μόνον ἐχθραίνειν, ἅπερ ἐκεῖνος μεμίσηκε, καὶ φιλεῖν, ἅπερ δὴ μάλα πεφίληκεν
因為祂並沒有吩咐我們去創造天、地、日、月以及其餘萬物,也沒有吩咐我們擁有那單純而不受限制的本性,而只是要恨惡祂所恨惡的,並愛祂所深愛的。
For He did not command us to create heaven and earth and sun and moon and the rest, nor to possess a simple and uncircumscribed nature, but only to hate the things He has hated, and to love the things He has greatly loved.
1:2716
Ταύτην κατορθώσας τὴν ἀρετὴν προφήτης πρὸς τὸν δεσπότην. ξὺν παρρησίᾳ βοᾷ·
先知既已成就了這德行,就坦然向主人呼喊說:
Having attained this virtue, the prophet cries out to the Master with boldness:
1:2717
Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, Θεός·
「神啊,你的朋友在我看為極其尊貴;」
"To me, O God, Your friends are exceedingly honored;"
1:2718
λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν. Καὶ μετ' ὀλίγα·
「他們的權柄極其堅固。」又過了不久:
"exceedingly mighty have their rule become." And a little later:
1:2719
Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς·
「主啊,恨惡你的,我豈不恨惡他們嗎?攻擊你的,我豈不為之憂愁嗎?我完全地恨惡他們;」
"Have I not hated those who hate You, O Lord, and pined away over Your enemies? With a perfect hatred I hated them;"
1:2720
εἰς ἐχθροὺς ἐγένοντό μοι. Καὶ πάλιν·
「他們成了我的仇敵。」又說:
"they became enemies to me." And again:
1:2721
Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ. Καὶ αὖθις·
「你們流人血的,離開我去吧。」又說:
"Men of blood, turn away from me." And again:
1:2722
Ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου. Καὶ πάλιν·
「作惡的人哪,你們離開我吧,我好遵守我神的命令。」又說:
"Depart from me, you evildoers, and I will search out the commandments of my God." And again:
1:2723
Παρανό μους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα. Καὶ πάλιν·
「我恨惡不法的人,卻喜愛你的律法。」又說:
"The lawless I have hated, but Your law I have loved." And again:
1:2724
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε·
「主啊,我何等愛你的律法!」
"How I love Your law, O Lord!"
1:2725
ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Καί·
「終日不住地思想。」又說:
"It is my meditation all the day." And:
1:2726
Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου·
「你的言語在我上膛何等甘美,」
"How sweet are Your sayings to my throat,"
1:2727
ὑπὲρ. μέλι καὶ κηρίον τῷ στόματί μου. Καὶ ἕτερα δὲ τῶν εἰρημένων πολλαπλάσια εὕροι τις ἂν ἐν τῇδε τῇ μελῳδίᾳ·
「在我口中比蜜和蜂房還甜。」在這詩篇中還能找到比所引述的更多許多的話;
"sweeter than honey and the honeycomb to my mouth." And one might find many other things beyond what has been quoted in this psalmody;
1:2728
ἔμπλεως γὰρ προφητεία τῆς τοιαύτης διδασκαλίας
因為這預言充滿了這樣的教訓。
for the prophecy is full of such teaching.
1:2729
Καὶ Μωϋσῆς δὲ νομοθέτης δείκνυσιν ἐν τοῖς νόμοις, τί μὲν ἀρέσκει τῷ τῶν ὅλων Θεῷ, τί δ' αὖ πάλιν ἐχθραίνει
立法者摩西也在律法中指明甚麼使萬有的神喜悅,甚麼又為祂所憎惡。
And Moses too, the lawgiver, shows in the laws what pleases the God of all things, and what again is hateful to Him.
1:2730
Καὶ αὐτὸς δὲ τούτων Θεὸς ἐν τοῖς εὐαγγελίοις ἔφη·
並且這些事的神自己也在福音書中說:
And the very God of these things said in the Gospels:
1:2731
Οὐ πᾶς λέγων μοι Κύριε Κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. Καὶ πάλιν·
「凡稱呼我『主啊,主啊』的人不能都進神的國,惟獨遵行我天父旨意的人才能進去。」又說:
"Not everyone who says to Me, 'Lord, Lord,' shall enter the kingdom of God, but he who does the will of My Father who is in heaven." And again:
1:2732
ποιήσας καὶ διδάξας μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ πάλιν·
「凡遵行並教訓人的,他在天國要稱為大的。」又說:
"He who does and teaches shall be called great in the kingdom of heaven." And again:
1:2733
ἀγαπῶν με τὰς ἐντο. λάς μου πληρώσει. Καὶ μέντοι κἀν τῇ παραβολῇ τῶν ταλάντων ἔδειξεν, ὡς οὐ μόνον ὧν δέδωκεν ἀπαιτήσει τὸν ἀριθμόν, ἀλλὰ καὶ τὴν ἐργασίαν εἰσπράξεται·
「愛我的,必遵守我的命令。」並且在才幹(他連得)的比喻中,祂表明祂不僅要追討所賜下的數目,也要索取那勞作的成果;
"He who loves Me will fulfill My commandments." Moreover, in the parable of the talents He showed that He will demand not only the number of what He has given, but will also exact the labor;
1:2734
καὶ τὸν ταύτην οὐκ ἔχοντα γυμνώ σας τῆς χάριτος, τῷ ζόφῳ παραδώσει πεπεδημένον
至於那沒有這勞作成果的,祂便剝去他的恩典,把他捆綁交付幽暗。
and the one who does not have this He stripped of grace and handed over, bound, to the darkness.
1:2735
Καὶ τὰς παρθένους δὲ τὰς ἀρκοῦν οὐκ ἐσχηκυίας τὸ ἔλαιον ἔξω τοῦ νυμφῶνος κατέλιπε, καὶ ταῦτα παρθένους καλῶν
至於那些沒有足夠油的童女,祂便把她們撇在洞房之外,雖然仍稱她們為童女。
And the virgins who did not have sufficient oil He left outside the bridal chamber, and that though calling them virgins.
1:2736
Καὶ τὸν ἐσθῆτα περιβεβλημένον οὐχ ἁρμόττουσαν γάμῳ τῶν δαιτυμόνων ἐχώρισε καὶ τῆς εὐωχίας ἐξήλασε·
至於那穿著不合婚筵之衣的人,祂便把他從賓客中分開,趕出筵席之外;
And the man clothed in a garment unfitting for the wedding He separated from the guests and drove out from the feast;
1:2737
καίτοι κληθεὶς εἰσελήλυθεν, ἀλλ' οὐκ αὐτόματος εἰσεπήδησεν·
其實他原是受邀而進來的,並非擅自闖入;
and yet, being invited, he had entered, and had not rushed in uninvited;
1:2738
ἀλλ' ἐπειδὴ διὰ μόνην τὴν τοῦ νυμφίου φιλοτιμίαν ἀπολαύσας τῆς κλήσεως οὐκ ἤμειψε τὴν στολήν,. ἔπαθεν, ἅπερ ἔπαθεν
然而既然他單憑新郎的慷慨而蒙受邀請,卻沒有換上禮服,他便受了他所該受的。
but since, having enjoyed the invitation solely through the bridegroom's munificence, he did not change his robe, he suffered what he suffered.
1:2739
Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτίας ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν. μέλλοντος τοὺς ὑπεναντίους. Εἶτα ἐκ παραδείγματος τόνδε κρατύνει τὸν λόγον·
「因為我們得知真道以後若故意犯罪,贖罪的祭就再沒有了,惟有戰懼等候審判和那將要吞滅眾敵人的烈火。」然後他用一個例子加強這論點:
"For if we sin willfully after receiving the knowledge of the truth, there no longer remains a sacrifice for sins, but a certain fearful expectation of judgment, and a fury of fire about to consume the adversaries." Then by an example he strengthens this argument:
1:2740
Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν τρισὶ μάρτυσιν ἀποθνῄσκει
「干犯摩西律法的,憑兩三個見證人,尚且不得憐恤而死。」
"Anyone who has set aside the law of Moses dies without mercy on the testimony of two or three witnesses."
1:2741
Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; οἴδαμεν γὰρ τὸν εἰπόντα·
「何況人踐踏神的兒子,將那使他成聖之約的血當作平常,又褻慢施恩的聖靈,你們想,他該受的刑罰豈不更重嗎?因為我們知道那說這話的:
"How much worse punishment, do you think, will he be deemed worthy of, who has trampled underfoot the Son of God, and counted the blood of the covenant by which he was sanctified an unholy thing, and outraged the Spirit of grace? For we know the One who said:"
1:2742
ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος
「『伸冤在我,我必報應』,主說。」
"'Vengeance is Mine, I will repay,' says the Lord."
1:2743
Κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ. Εἶτα τοὺς ῥᾳστώνῃ ξυζῶντας δεδίττεται καί φησιν·
「主要審判他的百姓。」然後他恐嚇那些安逸度日的人說:
"The Lord will judge His people." Then he frightens those who live in ease and says:
1:2744
Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Καὶ ἑτέρωθι βοᾷ·
「落在永生神的手裡,真是可怕的。」在別處他又呼喊說:
"It is a fearful thing to fall into the hands of the living God." And elsewhere he cries:
1:2745
Ὅτι μὲν οὖν δεῖται γνῶσις τῆς πρακτικῆς ἀρετῆς, ἱκανὰ καὶ ταῦτα δηλῶσαι·
如此說來,知識需要實踐的德行,單這些話就足以說明了;
That knowledge therefore needs practical virtue, even these things are sufficient to make clear;
1:2746
ἴδωμεν δέ, τίνα καὶ τῶνδε πέρι τοῖς Ἑλλή νων ἔδοξε φιλοσόφοις
但讓我們看看希臘的哲學家們對這些事又有甚麼看法。
but let us see what the philosophers of the Greeks also thought concerning these matters.
1:2747
Ὀψόμεθα γάρ τοι τὸν Πλάτωνα καί τινας ἄλλους, τὴν τούτου φιλοσοφίαν ἐζηλωκότας, τῷδε ξυμφωνοῦντας τῷ λόγῳ·
因為我們將看見柏拉圖和某些效法他哲學的人都與這教訓相合;
For we shall see that Plato and certain others who emulated his philosophy agree with this teaching;
1:2748
καὶ γὰρ ἐν τοῖς Νόμοις οὕτω φησίν·
因為他在《法律篇》中這樣說:
for in the Laws he speaks thus:
1:2749
Τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον, εἰς δύναμιν ὅτι μάλιστα καὶ ἑαυτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι·
「凡要成為神所喜愛的人,必須盡其所能使自己也成為這樣的人;」
"He, then, who is to become dear to God must, so far as possible, himself also become such;"
1:2750
καὶ κατὰ τοῦτον τὸν τρόπον μὲν σώφρων ἡμῶν θεῷ φίλος·
「按此原則,我們中間有節制的人乃是神的朋友,」
"and according to this principle the temperate among us is dear to God,"
1:2751
τε καὶ διάφορος. Οὐδὲν τοίνυν ἀλλοῖον οὐδὲ οὗτος εἴρηκεν, ἀλλὰ ξυνομολογεῖ καὶ αὐτός, ὡς δυνατόν, ἐν ταῖς περὶ τἀγαθοῦ διαθέσεσι τὸν πεποιηκότα μιμεῖσθαι Θεόν·
「因為他與祂相似;而無節制的人則與祂不同、與祂不和。」如此,這人所說的並無不同,他自己也同意:我們當盡可能在向善的心志上效法那造我們的神;
"for he is like Him; while the intemperate is unlike Him and at variance with Him." Nothing different, then, has this man said either, but he himself also concurs that, so far as possible, in our dispositions toward the good we are to imitate the God who made us;
1:2752
ἐνταῦθα μέντοι σώφρονα οὐ τὸν ἡδονῶν ἐκάλεσε κρείττονα, ἀλλὰ τὸν σῶον καὶ ἄρτιον τὸ. λογικὸν διασώσαντα
然而在此,他所稱的「有節制者」並非指那勝過情慾的人,而是指那保全了健全完整理性的人。
here, however, by "temperate" he did not call the one who masters pleasures, but the one who has preserved his rational faculty sound and whole.
1:2753
Παραπλήσια δὲ κἀν τῷ Θεαιτήτῳ ξυγγέγρα φεν·
在《泰阿泰德篇》中他也寫了類似的話:
And similar things he has written also in the Theaetetus:
1:2754
Ἀλλ' οὔτε ἀπόλλυσθαι τὰ κακὰ δυνατόν, Θεόδωρεὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη–, οὔτε ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης·
「但是,特俄多魯啊,惡是不可能被消滅的——因為必須常有某物與善相反——它們也不能存在於諸神之中,而是必然在必死的本性和這地界中盤旋;」
"But it is not possible, Theodorus, for evils to be destroyed—for there must always be something contrary to the good—nor can they be established among the gods, but of necessity they hover about mortal nature and this region;"
1:2755
διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα
「所以人必須竭力盡快地從此處逃往彼處。」
"wherefore one must endeavor to flee from here to there as quickly as possible."
1:2756
Φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν·
「這逃避就是盡可能地與神相似;」
"And the flight is a likening to God, so far as is possible;"
1:2757
ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέ σθαι.. Μάλα δὲ καὶ σαφῶς καὶ σοφῶς ἐν τούτοις τὸν τῆς μιμήσεως ἐξεπαίδευσε τρόπον
「這相似就是憑著智慧成為公義聖潔的人。」他在這些話中極其清楚、極其智慧地教導了效法的方式。
"and the likening is to become just and holy with wisdom." Very clearly and very wisely in these words he has taught the manner of imitation.
1:2758
Πρῶτον μὲν γὰρ φυγεῖν τὰ τῇδε ἐκέλευσεν, οὐκ ἔξω τῆς γῆς γινόμενον, ἀλλὰ τῶν περιγείων πραγμάτων ἀπαλλαττόμενον·
因為他首先吩咐我們逃避此世的事物,並非要離開地上,而是要從屬地的事務中得脫離;
For first he bade us flee the things here below, not by going outside the earth, but by being delivered from earthly affairs;
1:2759
τοῦτο γὰρ δεδήλωκεν, ἐν οἷς ἐπήγαγεν·
因為他在所附加的話中講明了這一點:
for he made this clear in what he added:
1:2760
Φυ γὴν γάρ φησιν ἐκάλεσα τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν.. Ἀξιέπαινος δὲ καὶ προσθήκη·
因為他說:「我稱『逃避』乃是與神相似。」那附加的話也值得稱讚;
for he says, "I have called 'flight' the likening to the divine." Praiseworthy too is the addition;
1:2761
οὐ γὰρ ἁπλῶς ὁμοιωθῆναι νενομοθέτηκεν, ἀλλ' ὡς ἀνθρώποις ἐστὶ δυνατόν
因為他並非單單立法要人與神相似,而是「盡人所能」地相似。
for he did not simply legislate that one be made like, but "so far as is possible for human beings."
1:2762
Εἶτα τὸ τῆς ὁμοιώσεως ἐπέδειξεν εἶδος·
然後他指明了那相似的樣式:
Then he showed the form of the likening:
1:2763
Ὁμοίωσιν γάρ φησι προσηγό ρευσα τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως. Καὶ αὕτη δὲ ἀξιάγαστος προσθήκη
因為他說:「我所稱的『相似』就是憑智慧成為聖潔公義。」這附加的話也是可欽佩的。
for he says, "I have named 'likening' the becoming holy and just with wisdom." And this addition too is admirable.
1:2764
Εἰσὶ γὰρ δή τινες πλείστην μὲν τοῦ δικαίου φροντίδα ποιούμενοι, σκαιότητι δὲ τῷ τοῦ κατορθώματος. λυμαινόμενοι κάλλει
因為確有些人極其留心公義,卻因笨拙而損壞了善行之美。
For there are indeed some who take very great care of justice, but mar the beauty of the right deed by clumsiness.
1:2765
Ἔπειτα διὰ πλειόνων ἐν αὐτῷ γε τῷ διαλόγῳ τὴν τελειότητα διδάσκει τῆς ἀρετῆς, ὧδέ πῃ γράφων·
然後,他在那同一對話中更詳盡地教導德行的完全,大約這樣寫道:
Then, at greater length, in that very dialogue he teaches the perfection of virtue, writing somewhat thus:
1:2766
Λέγωμεν δὴ περὶ τῶν κορυφαίων
「那麼讓我們談論那些卓越之人。」
"Let us speak then about the foremost men."
1:2767
Τί γὰρ ἄν τις τοὺς παρα νόμως ἐν φιλοσοφίᾳ διατρίβοντας λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδόν, οὔτε ὅπου δικαστήριον βουλευτήριονἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον·
「對於那些合宜地在哲學中度日的人,又該說甚麼呢?這些人既不知道往市集的路,也不知道法庭、議事廳或城中任何別的公共集會在何處;」
"For what should one say of those who pass their time lawfully in philosophy? These men neither know the way to the marketplace, nor where the courthouse is, or the council chamber, or any other public assembly of the city;"
1:2768
νόμους δὲ καὶ ψηφίσματα λεγόμενα γραφόμενα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν·
「無論是口傳或筆載的律法與法令,他們既不看也不聽;」
"laws and decrees, whether spoken or written, they neither see nor hear;"
1:2769
σπουδαὶ δὲ ἑταιριῶν ἐπ' ἀρχὰς καὶ ξύνοδοι καὶ δεῖπνα καὶ οἱ ξὺν αὐλη τρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς
「黨派為爭奪官職而起的熱衷鑽營、聚會、宴飲,以及伴著吹笛女的狂歡——他們連在夢中也不會想到去做這等事。」
"the zealous strivings of political factions for office, and the gatherings and banquets and revels with flute-girls—it does not occur to them to do such things, not even in a dream."
1:2770
Οὐδὲ εἰ κακῶς τις γέγονεν ἐν πόλει, τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς πρὸς ἀνδρῶν γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν τῆς. θαλάττης οἱ λεγόμενοι χόες
「若有人在城裡行了卑劣的事,或有甚麼禍患從某人祖先傳下,無論是男方或女方一系,他知道這些的程度,並不比知道俗話所說海水有多少斗更多。」
"Nor, if someone has been base in the city, or if some evil has come upon a man from his ancestors, whether on the men's or the women's side, is it any more known to him than, as the saying goes, the number of pints in the sea."
1:2771
Καὶ ταῦτα πάντα οὐδ' ὅτι οὐκ οἶδεν, οἶδεν·
「對於這一切事,他甚至不知道自己不知道;」
"And of all these things he does not even know that he does not know them;"
1:2772
οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, τῷ ὄντι δὲ τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ ὡς οὐδὲν ἀτιμά σασα, πανταχῇ πέταται, κατὰ Πίνδαρον, τά τε γῆς ὑπένερθεν καὶ τὰ ἐπίπεδα γεωμετροῦσα οὐρανοῦ τε ὕπερ ἀστρονομοῦσα, καὶ πᾶσαν πάντῃ φύσιν διερευνωμένη.. Ἐν δὲ τούτοις Πλάτων τὴν τῶν ἡμετέρων φιλοσόφων ἐζω γράφησε πολιτείαν·
「因為他甚至不為著名聲而遠離這些事,實際上唯有他的身體留在城中居住,而他的心思既以這一切為渺小、視如無物,便加以輕看,向四方飛馳,正如品達所說,『丈量地底之物與地上之面,在諸天之上觀測星辰,又遍尋萬物的每一本性』。」柏拉圖在這些話裡描繪了我們眾哲士的生活方式;
"for he does not even hold aloof from them for the sake of reputation, but in truth only his body resides and dwells in the city, while his mind, deeming all these things small and worth nothing, despises them and flies everywhere, as Pindar says, 'measuring the things beneath the earth and the surfaces above, and doing astronomy beyond the heavens, and searching out every nature in every way.'" In these words Plato painted the polity of our philosophers;
1:2773
οὐ γὰρ δή τις παρ' ἐκείνοις τοιοῦτος ἐγένετο
因為在那些人中間從未興起過這樣的人。
for among those people no one of such a kind ever arose.
1:2774
μὲν γὰρ Σωκράτης, τῶν φιλοσόφων κορυφαῖος, κἀν τοῖς γυμνασίοις κἀν τοῖς ἐργαστηρίοις διαλεγόμενος διετέλει·
因為哲學家中最卓越的蘇格拉底,無論在運動場或在作坊中,都不住地與人辯論;
For Socrates, the foremost of the philosophers, continually held discussions both in the gymnasia and in the workshops;
1:2775
καὶ ποτὲ μὲν ἐν ἄστει διέτριβε, ποτὲ δὲ εἰς Πειραιᾶ κατιὼν τὰς πομπὰς ἐθεώρει·
他時而在城中度日,時而下到比雷埃夫斯港去觀看遊行;
and at one time he spent his time in the city, at another, going down to the Piraeus, he watched the processions;
1:2776
καὶ μέντοι καὶ εἰς ξυσσίτια ἀπιὼν ἠνείχετο καὶ Ἀριστοφάνους κωμῳδοῦντος καὶ Ἀλκιβιάδου κωμάζοντοςτοῦτο γὰρ διδάσκει τοῦ Πλάτωνος τὸ Ξυμπό. σιονκαὶ εἰς θέατρον ἀναβαίνων ξυνεθεᾶτο τῷ δήμῳ
並且他還去赴公共會餐,甚至容忍亞里斯多芬在喜劇中譏笑他、亞西比德縱酒狂歡——這正是柏拉圖的《會飲篇》所講述的——他也上劇場去與民眾一同觀看。
and indeed, going off to the common meals, he put up even with Aristophanes mocking him in comedy and Alcibiades revelling—for this is what Plato's Symposium teaches—and going up to the theater he watched together with the populace.
1:2777
Ἥκιστα τοίνυν αὐτῷ προσήκει τὰ παρὰ Πλάτωνος εἰρημένα
如此說來,柏拉圖那些話最不合適用在他身上。
Least of all, then, do Plato's words befit him.
1:2778
Εἰ δὲ τούτῳ οὐ προσῆκε, σχολῇ γ' ἂν ἄλλῳ τῳ ἁρμόσειεν
但若這些話不合適用在他身上,那就更難合適用在別人身上了。
But if they did not befit him, then they would hardly fit anyone else.
1:2779
Οἱ δὲ τῆς εὐαγγελικῆς ἐρασθέντες φιλοσοφίας πόρρωθεν τῶν πολιτικῶν θορύβων γεγένηνται·
然而那些愛慕福音哲學的人,卻遠離了政治的喧囂;
But those who fell in love with the evangelical philosophy have kept far from political tumults;
1:2780
βίῳ, οὐ γυναικῶν καὶ παίδων καὶ κτημάτων ἐπι μελούμενοι, ἀλλὰ τὰς ψυχὰς κατά γε τὸν κανόνα τῶν θείων διευθύνοντες νόμων καὶ οἷόν τινες ἄριστοι ζωγράφοι πρὸς τὰ ἀρχέτυπα τῆς ἀρετῆς τὰς νοερὰς αὐτῶν ζωγραφοῦντες εἰκόνας
他們所過的生活不為妻子、兒女和產業操心,而是按神聖律法的準繩引導自己的靈魂,又像某些卓越的畫家,依照德行的原型描繪他們德行的屬靈圖像。
[living] a life not caring for wives and children and possessions, but directing their souls according to the canon of the divine laws, and like some excellent painters painting the noetic images of their virtue after the archetypes of virtue.
1:2781
Ὅτι γὰρ δὴ τούτοις ἁρμόττει τὰ παρὰ Πλάτωνος εἰρημένα, μάρτυς αὐτὸς μετὰ πλεῖστα εἰπών·
至於柏拉圖的話確實合適用在這些人身上,他自己就是見證,因為他在許多話之後說:
For that Plato's words indeed befit these men, he himself is a witness, having said after a great deal:
1:2782
Ἄγροικον δὲ καὶ ἀπαίδευ τον ὑπ' ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβαλλόμενον
「由於缺少閒暇,這樣的人勢必變得不亞於牧人那般粗野無文,在山上的羊圈四圍築起圍牆。」
"From lack of leisure such a man must of necessity become no less rustic and uneducated than a herdsman, throwing his wall around a fold on a mountain."
1:2783
Γῆς δὲ ὅταν μυρία πλέθρα εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυ μαστὰ πλήθη κέκτηται, πάνυ σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν.. Ὅτι δὲ τῶν παρ' Ἕλλησι πεφιλοσοφηκότων οὐδεὶς ἐν ὄρει σηκὸν δειμάμενος ᾤκησεν, ἱκανὰ μὲν καὶ τὰ παλαιὰ δηλῶσαι ξυγγράμματα, μαρτυρεῖτε δὲ καὶ ὑμεῖς, τοῖς τοῦτον μετιοῦσι νεμεσῶντες τὸν βίον
「每當他聽說某人擁有一萬畝地或更多,說那人擁有驚人的財富,因他習於放眼觀看全地,便覺得這話算不得甚麼。」希臘的眾哲士中沒有一個曾在山上築圈居住,古代的著作足以證明這一點,你們自己也作見證,因為你們對那些追求這種生活的人懷有惡意。
"And whenever he hears that someone owns ten thousand plethra of land or even more, that he possesses wondrous quantities, it seems to him a very small thing to hear, being accustomed to look upon the whole earth." That none of those who have philosophized among the Greeks ever built a fold on a mountain and dwelt there, the ancient writings are sufficient to show, and you yourselves bear witness, since you bear ill-will toward those who pursue this kind of life.
1:2784
Ἀλλ' Πλάτων τοῦτον εἴρηκεν ἀξιαγα. στότατον εἶναι·
然而柏拉圖卻說這樣的人最值得欽佩;
But Plato said that such a man is most admirable;
1:2785
ξύμφωνα δὲ κἀν τῷ δευτέρῳ τῆς Πολιτείας ἔφη·
與此相合,他在《理想國》第二卷中說:
and in agreement, in the second book of the Republic he said:
1:2786
Τὸν γὰρ τοιοῦτόν φησι θέντες, τὸν δίκαιον αὖ παρ' αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ' Αἰσχύλον, οὐ δοκεῖν, ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα
因為,他既立了那樣一個人,便說:「讓我們在論述中也在他旁邊立起那公義的人,一個單純高貴的人,正如埃斯庫羅斯所說,他不願顯為善,而願實際為善;」
for, having set up such a one, he says, "let us in turn set up beside him in our argument the just man, a man simple and noble, who, as Aeschylus says, wishes not to seem but to be good;"
1:2787
εἰ γὰρ δόξαι δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαί, δο κοῦντι τοιούτῳ εἶναι·
「因為他若顯為公義,因被看作這樣的人,就必有尊榮與賞賜歸給他;」
"for if he should seem to be just, there will be honors and gifts for him, since he is thought to be such;"
1:2788
ἄδηλον οὖν, εἴτε τοῦ δικαίου εἴτε τῶν. δωρεῶν καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη
「那麼便難以判定,他成為這樣的人究竟是為著公義,還是為著賞賜與尊榮。」
"it is unclear, then, whether he is such for the sake of justice or for the sake of the gifts and honors."
1:2789
Γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προ τέρῳ
「因此必須剝去他一切,只剩公義,使他與前一個人處於相反的境地。」
"He must therefore be stripped of everything except justice, and made to be disposed in the opposite way to the former man."
1:2790
Μηδὲν γὰρ ἔχων, δόξαν ἐχέτω μεγίστην ἀδικίας, ἵνα βεβασανισμένοςᾖ εἰς δικαιοσύνην, τῷ μὴ τίθεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ' αὐτῆς γινομένων·
「他雖一無所有,卻讓他擔負最大的不義之名,好叫他在公義上受試煉,因他不被惡名以及由此而生的事所動搖;」
"For though having nothing, let him have the greatest reputation for injustice, so that he may be tested with respect to justice, by not being moved by ill repute and what comes from it;"
1:2791
ἀλλ' ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν εἶναι ἄδικος διὰ βίου.. Καὶ ταῦτα δὲ ὡσαύτως τοῖς ἡμετέροις ἁρμόττει τῆς ἀρετῆς ἀθληταῖς
「但讓他至死不變,一生都顯為不義。」這些話也同樣合適用在我們德行的競技者身上。
"but let him be unwavering until death, seeming throughout his life to be unjust." And these things likewise befit our athletes of virtue.
1:2792
Ἀλλ' ὑμεῖς τοὺς μὲν οὕτως ἀγωνιζομένους οὔτε θεωρεῖν οὔτε θαυμάζειν ἐθέλετε
然而你們既不肯觀看,也不肯欽佩那些如此爭戰的人。
But you are unwilling either to behold or to admire those who contend in this way.
1:2793
Εἰ δέ τινας ἴδοιτε τὸ μὲν πρόσχημα τοῦτο περικειμένους, οὐ πάντα δὲ ξυνομολογοῦντα τῷ σχήματι βίον ἀσπαζομένους, εὐθὺς εἰς λοιδορίαν κινεῖτε τὴν γλῶτταν
你們若看見有些人披著這外表的裝束,卻不過一種與這裝束完全相稱的生活,便立刻動舌辱罵。
And if you should see some who wear this outward guise, but do not embrace a life that wholly agrees with the garb, you immediately stir your tongue to abuse.
1:2794
Καὶ εἰ μὲν ἐκείνους ἐβάλλετε μόνους, εἶχεν ἄν τινα τὸ γινόμενον λόγον·
你們若只攻擊那等人,所行的還算有些道理;
And if you assailed only those, the thing done would have some reason;
1:2795
ἐπειδὴ δὲ μετ' ἐκείνων καὶ τοὺς ἄντικρυς ἐναντίως διακει μένους ἐκείνοις καὶ ἀληθῶς φιλοσοφοῦντας κωμῳδεῖν πειρᾶσθε καὶ διασύρειν, τὸν ἀδικώτατον ὑμῶν δῆλον ποιεῖτε σκοπόν
但既然你們連同那等人,也企圖譏笑、詆毀那些與他們截然相反、真正從事哲學的人,便顯明了你們最不公正的用心。
but since, along with those, you also attempt to ridicule and tear down those who are directly opposed to them and who truly philosophize, you make manifest your most unjust aim.
1:2796
Οὐ γὰρ τοῖς πονηροῖς ἀπεχθάνεσθε, ἀλλὰ τὸν ἀξιέπαινον διαβάλλετε βίον, ὅμοιον ποιοῦντες, ὥσπερ ἂν εἴ τις πίθηκον ἰδὼν μιμούμενον ἄνθρωπον, δι' ἐκείνην τὴν μίμησιν καὶ τῶν ἀνθρώπων μισήσοι τὴν φύσιν
因為你們並非與惡人為敵,反倒毀謗那值得稱讚的生活,所行的好比有人看見一隻猿猴模仿人,便因那模仿而連人的本性也恨惡起來。
For you are not hostile to the wicked, but you slander the praiseworthy life, doing the same thing as if someone, having seen an ape imitating a man, should on account of that imitation hate the very nature of men.
1:2797
Ταύτης δέ τοι τῆς γνώμης οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ Πλάτων κατηγορεῖ·
持這看法、加以責備的不只是我,柏拉圖也是;
And of this opinion not I alone, but Plato also is the accuser;
1:2798
ἐν γάρ τοι τῷ Θεαιτήτῳ φησίν·
因為他確實在《泰阿泰德篇》中說:
for indeed in the Theaetetus he says:
1:2799
Φέρ', εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς καλόν ἐστιν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμο μένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοιοῦτον ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ. ὁτιοῦν; {–} Καὶ πῶς; Ταῦτα τοῦ Πλάτωνος, ἄνδρες, οὐκ ἐμὰ τὰ ῥήματα
「來吧,假如有人稱讚養山羊之事,並讚那牲畜本身作為一種財產何等美好,另一個人卻看見山羊沒有牧羊人而放牧,在耕地上造成損害,就責怪牠們,又看見一切沒有領袖或在壞領袖之下的羊群也照樣加以責備——我們認為這樣一個人的指責,能算是對任何事物正當的指責嗎?——怎能算呢?」諸位先生,這些是柏拉圖的話,不是我的話。
"Come now, if someone should praise the rearing of goats, and the creature itself as a possession, how fine it is, but another, having seen goats grazing without a goatherd, doing damage in cultivated lands, should find fault with them, and seeing every flock that is without a leader or under bad leaders should likewise blame it—do we think such a man's censure could ever be a sound one of anything? — How could it be?" These, gentlemen, are Plato's words, not mine.
1:2800
Ἐδίδαξε δὲ μὴ ἅπαντα σκώπτειν τὰ θρέμματα διὰ τὰ κακῶς ὑπὸ κακῶν ἀρχόντων ἀγόμενα ἄρχοντος πάμπαν ἐστερημένα
他教導說,不可因那些被壞領袖帶壞或全然沒有領袖的羊群,就嘲笑所有的羊群。
He taught that one should not mock all the flocks because of those that are ill-led by bad leaders or wholly deprived of a leader.
1:2801
Καὶ ἀλλαχοῦ δὲ πάλιν διαρρήδην διδάσκει, ὡς φιλο σόφων πλῆθος ἀδύνατον γενέσθαι·
在別處他又明白地教導說,哲學家不可能成群眾多:
And elsewhere again he plainly teaches that a multitude of philosophers is impossible:
1:2802
ναρθηκοφόροι μὲν γὰρ πολλοί, φησί, βάκχοι δέ τε παῦροι
他說:「持杖的人雖多,真正的酒神信徒卻少。」
"for many," he says, "are the wand-bearers, but few the Bacchants."
1:2803
Τοῦτο δὲ καὶ δεσπότης ἔφη Χριστός·
這話主基督也曾說過:
This too the Master Christ said:
1:2804
Πολλοὶ γὰρ εἶπε. κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί
祂說:「因為被召的人多,選上的人少。」
"For many," He said, "are called, but few are chosen."
1:2805
Ξυνῳδὰ δὲ τούτοις Πλάτων κἀν τῇ Ἐπινομίδι φησίν·
與這些話相和,柏拉圖也在《伊庇諾米篇》中說:
In harmony with these things Plato also says, in the Epinomis:
1:2806
Οὔ φημι εἶναι ἀνθρώποις δυνατὸν μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι·
「我斷言,只要我們還活著,人除少數外,便不可能成為有福快樂的——這就是我所立定的結論。」
"I declare that it is not possible for human beings to become blessed and happy, except for a few, so long as we live—this I lay down as my conclusion."
1:2807
ἐζηλωκότας; Πᾶν γὰρ τοὐναντίον ἔδει ποιεῖν·
……既效法了他們?因為理當行恰恰相反的事;
...having emulated [them]? For one ought to have done quite the opposite;
1:2808
τοὺς μὲν ἄγαν θαυμάζειν ὡς ὑπεραλλο μένους τὰ τῆς φύσεως σκάμματα, τοῖς δὲ νέμειν τινὰ ξυγγνώμην,. ὡς ὑπὸ τῶν ἐμφύτων κατασυρομένοις παθῶν
對那些人當大大驚歎,因他們已跨越了本性的關卡;對這些人則當給予幾分寬容,因他們被那與生俱來的情慾所拖累。
to marvel exceedingly at those, as having leapt over the barriers of nature, but to grant some pardon to these, as being dragged down by their inborn passions.
1:2809
Ὅτι γὰρ δὴ ταῦτα παγχάλεπα, ἴστε καὶ ὑμεῖς·
因為這些事極其困難,你們自己也知道;
For that these things are exceedingly difficult, you yourselves also know;
1:2810
Οὐ γὰρ ἐκ δρυός, κατὰ τὸν ποιητικὸν λόγον, ἀπὸ πεύκης γεγένησθε
因為,照詩人的說法,「你們並非從橡樹或岩石生出來的」。
"for you were not born from an oak," according to the poetic saying, "or from a rock."
1:2811
Εὖ ἴσθι, ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι. τε καὶ ἡδοναί. Εἶτα πυθομένου τοῦ Σωκράτους, εἰ ἔτι τὸ τῶν ἡδονῶν ἐπανίσταται πάθος, ὑπολαβὼν ἔφη·
「你要知道,就我而言,身體那些別的快樂越是衰退,那關乎言談的渴望與快樂便越發增長。」於是當蘇格拉底問他情慾的衝動是否仍向他發作時,他接過話說:
"Know well that for my part, the more those other pleasures of the body fade away, the more do the desires and pleasures concerning discourse increase." Then, when Socrates inquired whether the passion of the pleasures still rose up against him, taking up the question he said:
← 上一段下一段 →
1