📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 乞食者(駁基督一性論對話)

乞食者(駁基督一性論對話) 第 1 章 第 1/13 段

希臘文原文.215 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1–1:215(全章共 2996 節)

下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1
Τοιοῦτος ἦν ἐκεῖνος Ἀλέξανδρος ὁ χαλκεύς, ὃς οὐδὲν ἔχων περίβλεπτον, οὐ λαμπρότητα γένους, οὐ δεινότητα λόγων, οὐ δημαγωγίαν, οὐ στρατηγίαν, οὐ τὰς ἐν πολέμοις ἀνδραγαθίας, μόνον δὲ βάναυσον τέχνην μεταχειρίζων, ἐκ μόνης τῆς κατὰ τοῦ θειοτάτου Παύλου μανίας ἐγένετο γνώριμος
那銅匠亞歷山大就是這樣的人:他一無可誇之處——既無顯貴的出身,又無雄辯的口才,既非能鼓動群眾,也非統兵之將,更無戰陣中的英勇事蹟,僅僅操持一門卑微的工藝;他之所以聞名,惟因他對至聖的保羅所懷的瘋狂。
Such was that Alexander the coppersmith, who, possessing nothing worthy of note—neither distinction of birth, nor skill in speech, nor popular influence, nor generalship, nor deeds of valor in war, but plying only a mechanic's craft—became known solely through his frenzy against the most divine Paul.
1:2
Φασὶ δὲ καὶ τὸν τῆς Μανιχαϊκῆς αἱρέσεως εὑρέτην μαστιγίαν οἰκέτην γενέσθαι, καὶ φιλοτιμίας ἔρωτι τὴν μυσαρὰν ἐκείνην συγγράψασθαι θρησκείαν
據說摩尼教異端的創始人也是個該受鞭打的逃奴,他因貪慕虛榮而編造出那可憎的教門。
They say too that the inventor of the Manichaean heresy was a runaway slave, deserving of the whip, and that out of a lust for glory he composed that abominable religion.
1:3
Τοῦτο καὶ νῦν δρῶσί τινες, καὶ τὸ ἀξιέραστον τῆς ἀρετῆς κλέος διὰ τοὺς ταύτης ἡγουμένους ἀποδράσαντες πόνους, τὴν δυσκλεεστάτην καὶ τρισαθλίαν σφίσιν αὐτοῖς ἐπορίσαντο περιφάνειαν
如今也有些人正做著同樣的事:他們逃避了那些使美德的先驅得享可愛榮名的勞苦,卻為自己謀得了最不光彩、三重可悲的惡名。
This very thing certain men do even now: fleeing the labors on account of which virtue's leaders win her lovely renown, they have procured for themselves a most inglorious and thrice-wretched notoriety.
1:4
Καινῶν γὰρ δογ μάτων προστάται γενέσθαι ποθήσαντες, ἐκ πολλῶν αἱρέσεων ἠρανί σαντο τὴν ἀσέβειαν καὶ τὴν ὀλέθριον ταύτην συνέθηκαν αἵρεσιν
因為他們渴望成為新奇教義的領袖,便從許多異端中東拼西湊出他們的不虔,並拼合出這個毀滅性的異端。
For, longing to become champions of novel doctrines, they collected their impiety by contribution from many heresies and pieced together this destructive heresy.
1:5
Ἐγὼ δὲ αὐτοῖς βραχέα διαλεχθῆναι πειράσομαι, καὶ τῆς αὐτῶν χάριν θερα πείας καὶ τῆς τῶν ὑγιαινόντων ἕνεκα προμηθείας
但我要嘗試與他們作簡短的辯論,一則為使他們得醫治,二則為顧念那些信仰健全之人。
But I shall endeavor to discourse with them briefly, both for the sake of their healing and out of forethought for those who are sound in faith.
1:6
Ὄνομα δὲ τῷ συγγράμματι Ἐρανιστής ἢ Πολύμορφος
這部著作的名稱是《拾荒者》,又名《雜形者》。
The name of the treatise is *The Beggar*, or *The Many-Formed*.
1:7
Ἐκ πολλῶν γὰρ ἀνοσίων ἀνθρώπων ἐρανισάμενοι τὰ δύστηνα δόγματα, τὸ ποικίλον τοῦτο καὶ πολύμορφον προφέρουσι φρόνημα
因為他們從許多不虔之人那裡乞討、拼湊出這些可悲的教義,便提出了這個駁雜而雜形的主張。
For having begged and gathered their miserable doctrines from many unholy men, they put forward this variegated and many-formed opinion.
1:8
Τὸ μὲν γὰρ θεὸν μόνον ὀνομάζειν τὸν δεσπότην Χριστόν, Σίμωνός ἐστι καὶ Κέρδωνος καὶ Μαρκίωνος καὶ τῶν ἄλλων, ὅσοι τοῦ μυσαροῦ τούτου μετέχουσι γειτονήματος
單單稱主基督為神,這是西門、克爾多、馬吉安,以及其他一切與這可憎之流為鄰者的說法。
For to name the Master Christ God alone belongs to Simon and Cerdo and Marcion and the rest who share in this abominable neighborhood.
1:9
Τὸ δὲ τὴν ἐκ παρθένου μὲν γέννησιν ὁμολογεῖν, παροδικὴν δὲ ταύτην γενέσθαι λέγειν, καὶ μηδὲν ἐκ τῆς παρθένου τὸν θεὸν λόγον λαβεῖν, ἐκ τῆς Βαλεντίνου καὶ Βαρδησάνου καὶ τῶν τούτοις ἀγχιθύρων τερατο λογίας ἐσύλησαν
至於承認由童貞女而生,卻說這不過是一種過境,說神—道並未從童貞女取得任何東西——這是他們從瓦倫提努、巴底散及與他們相近之人的荒誕怪論中盜取而來的。
But to confess the birth from the Virgin, yet to say that it was merely a passing-through, and that God the Word took nothing from the Virgin—this they plundered from the monstrous fables of Valentinus and Bardesanes and those who border upon them.
1:10
Τὸ δέ γε μίαν φύσιν ἀποκαλεῖν τὴν θεότητα τοῦ δεσπότου Χριστοῦ καὶ τὴν ἀνθρωπότητα ἐκ τῶν Ἀπολιναρίου φληνά φων ὑφείλοντο
而把主基督的神性與人性稱為一個性情——這是他們從亞波里拿留的胡言亂語中竊取而來的。
And to call the Godhead and the manhood of the Master Christ one nature—this they filched from the drivel of Apollinarius.
1:11
Πάλιν δ' αὖ τὸ τῇ θεότητι τοῦ δεσπότου Χριστοῦ προσάπτειν τὸ πάθος ἐκ τῆς Ἀρείου καὶ Εὐνομίου βλασφημίας κεκλόφασιν, ὡς ἐοικέναι τήνδε τὴν αἵρεσιν ἀτεχνῶς τοῖς ὑπὸ τῶν προσαιτῶν ἐκ διαφόρων ῥακίων συρραπτομένοις ἐσθήμασιν
此外,把受苦歸於主基督的神性,這是他們從亞流和歐諾米烏的褻瀆中偷來的;如此看來,這異端恰恰就像乞丐用各樣破布縫綴而成的衣服。
And again, to attach suffering to the Godhead of the Master Christ they have stolen from the blasphemy of Arius and Eunomius; so that this heresy resembles nothing so much as the garments patched together by beggars out of various rags.
1:12
Οὗ δὴ χάριν Ἐρανιστὴν ἢ Πολύμορφον τόδε προσαγορεύω τὸ σύγγραμμα
正因如此,我把這部著作題為《拾荒者》,又名《雜形者》。
For this reason I entitle this treatise *The Beggar*, or *The Many-Formed*.
1:13
Τὰ δέ γε τῶν ἐρωτώντων καὶ ἀποκρινο μένων ὀνόματα οὐ τῷ σώματι τοῦ λόγου συντάξω, καθάπερ οἱ πάλαι τῶν Ἑλλήνων σοφοί, ἀλλ' ἔξωθεν παραγράψω ταῖς τῶν στίχων ἀρχαῖς
至於發問者與應答者的名字,我不會像古希臘的智者那樣把它們編入正文之中,而要寫在外面,置於各行的開頭。
The names of the questioner and the answerer I shall not insert into the body of the discourse, as did the sages of the Greeks of old, but shall write them outside, at the beginnings of the lines.
1:14
Ἐκεῖνοι μὲν γὰρ τοῖς διὰ παντοδαπῆς ἠγμένοις παιδείας καὶ οἷς βίος ὁ λόγος προσέφερον τὰ συγγράμματα·
因為他們是把著作獻給那些受過各種教育、以言談為生命的人;
For they addressed their writings to men trained in every kind of learning, and for whom discourse was their very life;
1:15
ἐγὼ δὲ καὶ τοῖς λόγων ἀμυήτοις εὐσύνοπτον εἶναι βούλομαι τὴν ἀνάγνωσιν καὶ τῆς ὠφελείας τὴν εὕρεσιν
而我卻願意這閱讀,以及從中獲益,即使對於未受過學問薰陶的人也能一目了然。
but I wish the reading, and the discovery of its profit, to be easily grasped even by those uninitiated in learned discourse.
1:16
Ἔσται δὲ τοῦτο, δήλων γινομένων τῶν διαλεγομένων προσώπων ἐκ τῶν παραγεγραμμένων ἔξωθεν ὀνομάτων
當對話中的人物藉著寫在外面的名字得以顯明時,這就能實現。
This will come to pass when the persons in dialogue are made plain from the names written outside.
1:17
Καὶ τῷ μὲν ὑπὲρ τῶν ἀποστολικῶν ἀγωνιζομένῳ δογμάτων Ὀρθόδοξος ὄνομα, ὁ δὲ ἕτερος Ἐρανιστὴς ὀνομάζεται
為使徒教義而爭戰的一位,取名為「正統者」;另一位則稱為「拾荒者」。
And the one who contends on behalf of the apostolic doctrines is named Orthodox, while the other is called Eranistes (the Beggar).
1:18
Ὥσπερ γὰρ τὸν παρὰ πολλῶν ἐλέῳ τρεφόμενον προσαίτην ὀνομάζειν εἰώθαμεν, καὶ χρηματιστὴν τὸν συλλέγειν ἐπιστάμενον χρήματα, οὕτω δὴ καὶ τούτου τήνδε τὴν ἐπωνυμίαν ἐκ τῶν ἐπιτηδευμάτων τεθείκαμεν
正如我們慣於把靠眾人施憐憫而得溫飽的人稱為乞丐,把懂得聚斂錢財的人稱為斂財者,照樣,我們也按著這人的行徑給他起了這個名號。
For just as we are accustomed to call one who is fed by the pity of many a beggar, and one who knows how to gather money a money-maker, so also we have given him this appellation from his practices.
1:19
Ἀξιῶ δὲ τοὺς ἐντευξο μένους πάσης προλήψεως δίχα ποιήσασθαι τῆς ἀληθείας τὴν βάσανον
我請求讀到此書的人,毫無成見地來查驗真理。
I ask those who chance upon this to make trial of the truth without any prejudice whatsoever.
1:20
διαλόγους διελοῦμεν τὸ σύγγραμμα
我們要把這部著作分成幾篇對話。
We shall divide the treatise into dialogues.
1:21
Καὶ ὁ μὲν πρῶτος περὶ τοῦ ἄτρεπτον εἶναι τοῦ μονο γενοῦς υἱοῦ τὴν θεότητα δέξεται τὸν ἀγῶνα·
第一篇要探討獨生子的神性乃是不變的這一爭辯;
And the first will take up the contest concerning the immutability of the Godhead of the only-begotten Son;
1:22
ὁ δὲ δεύτερος ἀσύγχυτον, σὺν θεῷ φάναι, δείξει γεγενημένην τὴν ἕνωσιν τῆς τοῦ δεσπότου Χριστοῦ θεότητός τε καὶ ἀνθρωπότητος·
第二篇,靠著神的幫助,要證明主基督之神性與人性的聯合乃是無混淆地成就的;
the second, God helping, will show that the union of the Godhead and the manhood of the Master Christ came to be without confusion;
1:23
ὁ δέ γε τρίτος περὶ τῆς ἀπαθείας τῆς τοῦ σωτῆρος ἡμῶν ἀγωνιεῖται θεότητος
第三篇則要為我們救主之神性的不受苦性而爭辯。
and the third will contend concerning the impassibility of the Godhead of our Savior.
1:24
Μετὰ μέντοι τοὺς τρεῖς ἀγῶνας, οἷον ἐπαγωνίσματα, ἄλλ' ἄττα προσθήσομεν, ἑκάστῳ κεφαλαίῳ συλλογισμὸν προσαρμόζοντες, καὶ δεικνύντες ἄντι κρυς παρ' ἡμῖν φυλαττόμενον τῶν ἀποστόλων τὸ κήρυγμα
在這三場爭辯之後,作為補充性的比試,我們還要另加些內容,為每一章配上一個三段論證,並顯明使徒的宣講在我們這裡得以完好保存。
After these three contests, by way of supplementary contests, we shall add certain other things, fitting a syllogism to each chapter, and showing that the apostles' preaching is preserved by us intact.
1:25
Ἐπειδὴ δὲ οὐκ οἶδ' ἀνθ' ὅτου τὴν ὁμόνοιαν διαλύσαντες, κενὰ νῦν ἡμῖν προβάλλεσθε δόγματα, δίχα τινὸς ἔριδος, εἰ δοκεῖ, κοινῇ ζητήσωμεν τὴν ἀλήθειαν
但既然你們不知為何破壞了和睦,如今向我們提出這些空洞的教義,那麼,若你們願意,就讓我們摒除一切爭競,一同尋求真理。
But since—I know not for what reason—you have broken concord and now put forward to us empty doctrines, let us, if it seem good, without any strife seek out the truth in common.
1:26
{ΕΡΑΝΙΣΤΗΣ.} Ἡμεῖς ζητήσεως οὐ δεόμεθα·
{拾荒者:}我們不需要什麼探究;
{ERANISTES.} We have no need of inquiry;
1:27
ἀκριβῶς γὰρ τῆς ἀληθείας ἐχόμεθα
因為我們已精確地持守著真理。
for we hold fast to the truth with exactness.
1:28
{ΟΡΘ.} Τοῦτο καὶ τῶν αἱρετικῶν ὑπείληφεν ἕκαστος·
{正統者:}其實每一個異端分子也都是這樣自以為的;
{ORTH.} This too has each of the heretics supposed of himself;
1:29
καὶ μέντοι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες τῶν τῆς ἀληθείας δογμάτων προστατεύειν νομίζουσιν, καὶ οὐ μόνοι γε οἱ τὰ Πλάτωνος καὶ Πυθαγόρου θρησκεύοντες, ἀλλὰ καὶ οἱ τῆς Ἐπικούρου συμμορίας καὶ οἱ πάμπαν ἄθεοι καὶ ἀδόξαστοι
誠然,猶太人和希臘人也都自以為是真理教義的護衛者——不僅是那些崇奉柏拉圖和畢達哥拉斯學說的人,連伊壁鳩魯一黨的人,以及那些全然無神、毫無信條的人,也是如此。
and indeed both Jews and Greeks think themselves to be champions of the doctrines of truth—and not only those who worship the teachings of Plato and Pythagoras, but also those of the Epicurean faction, and the utterly godless and creedless.
1:30
Προσήκει δὲ μὴ προλήψει δουλεύειν, ἀλλὰ τὴν ἀληθῆ γνῶσιν ἐπιζητεῖν
然而我們理當不作成見的奴隸,而要尋求真正的知識。
But it behooves us not to be slaves to prejudice, but to seek after true knowledge.
1:31
{ΕΡΑΝ.} Πείθομαι τῇ παραινέσει, καὶ δέχομαι τὴν εἰσήγησιν
{拾荒者:}我被這勸勉說服了,也接受這提議。
{ERAN.} I am persuaded by the exhortation, and I accept the proposal.
1:32
{ΟΡΘ.} Ἐπειδὴ τοίνυν τὴν προτέραν εὐπειθῶς ἐδέξω παράκλησιν, ἀξιῶ σε πάλιν μὴ λογισμοῖς ἀνθρωπίνοις ἐπιτρέψαι τῆς ἀληθείας τὴν ἔρευναν, ἀλλὰ τῶν ἀποστόλων καὶ προφητῶν καὶ τῶν μετ' ἐκείνους ἁγίων ἐπιζητῆσαι τὰ ἴχνη
{正統者:}既然你順服地接受了前面的勸請,我再請求你:不要把尋求真理之事交託給人的推理,而要去尋找使徒、先知,以及在他們之後的眾聖徒的足跡。
{ORTH.} Since, then, you have obediently received the former appeal, I ask you again not to entrust the search for truth to human reasonings, but to seek out the footsteps of the apostles and prophets and the saints who came after them.
1:33
Τοῦτο γὰρ καὶ τοῖς ὁδοιπόροις φίλον ποιεῖν, ὅταν ἐκτραπῶσι τῆς λεωφόρου καὶ τὰς ἀτραποὺς διασκοπεῖν, εἴ τινων ἀπιόντων ἢ ἐρχομένων ἔχουσι τύπους ποδῶν, ἢ ἀνθρώπων ἢ ἵππων ἢ ὄνων ἢ ἡμιόνων·
因為旅人們也慣於這樣做:當他們偏離了大道,便察看那些小徑,看是否有往來之人所留下的足跡——無論是人、馬、驢,還是騾子的腳印;
For this is what travelers are wont to do, when they have strayed from the highway and scan the byways to see whether they have any marks of feet—of men or horses or asses or mules—belonging to those who have gone or come;
1:34
καὶ ὅταν εὕρωσι, κατὰ τοὺς κύνας ἰχνηλα τοῦσι, καὶ οὐ πρότερον ἀφιᾶσιν, ἕως ἂν τὴν εὐθεῖαν ὁδὸν ἀπολάβωσιν
一旦找著了,便像獵犬般循跡追蹤,直到重新走上正路才肯罷休。
and when they find them, they track like hounds, and do not give up until they recover the straight road.
1:35
Ἡγοῦ τοίνυν αὐτός, ἅτε δὴ ἄρξας τοῦ λόγου
那麼,就請你自己來領路吧,既然是你先開了口。
Lead on, then, yourself, since you began the discourse.
1:36
{ΟΡΘ.} Οὐκοῦν περὶ τῶν θείων ὀνομάτων, οὐσίας φημὶ καὶ ὑπο στάσεων καὶ προσώπων καὶ ἰδιοτήτων, διευκρινησώμεθα πρότερον, καὶ γνῶμεν καὶ ὁρισώμεθα τίνα ἔχει πρὸς ἄλληλα διαφοράν·
{正統者:}那麼,讓我們先把那些神聖的名詞辨析清楚——我指的是本質、位格、身位與特性——好使我們明白並界定它們彼此之間有何區別;
{ORTH.} Then let us first clearly distinguish the divine names—I mean essence and hypostases and persons and properties—and let us know and define what difference they have to one another;
1:37
εἶθ' οὕτω λοιπὸν ἁψώμεθα τῶν ἑξῆς
然後我們才接著討論其餘的事。
and then thereafter let us take up what follows.
1:38
{ ΕΡΑΝ.} Κάλλιστον καὶ ἀναγκαιότατον ἔδωκας τῷ διαλόγῳ προοί μιον
{拾荒者:}你為這篇對話定下了一個極美又極必要的開場。
{ERAN.} You have given the dialogue a most excellent and most necessary preamble.
1:39
Τούτων γὰρ εὐκρινῶν γενομένων, ῥᾷον προβήσεται ἡ διάλεξις
因為這些事一經辨明,討論便會進行得更為順暢。
For when these matters have been clearly determined, the discussion will proceed more easily.
1:40
{ ΟΡΘ.} Ἐπειδὴ τοίνυν ἄραρε καὶ συνεψηφισάμεθα ταῦθ' οὕτω χρῆ ναι γενέσθαι, ἀπόκριναι, ὦ φιλότης
{正統者:}既然這事已定,我們也一同議定當如此行,那麼,我的朋友,請回答我。
{ORTH.} Since, then, it is settled, and we have agreed together that these things ought so to be done, answer me, my friend.
1:41
Τοῦ θεοῦ, καὶ πατρὸς καὶ τοῦ μονογενοῦς υἱοῦ καὶ τοῦ παναγίου πνεύματος, μίαν οὐσίαν φαμέν, ὡς παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν παλαιᾶς τε καὶ νέας καὶ τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων, ἢ ταῖς Ἀρείου βλασφημίαις ἀκολουθοῦμεν; { ΕΡΑΝ.} Μίαν ὁμολογοῦμεν τῆς ἁγίας τριάδος οὐσίαν
論到神——包括父、獨生子與至聖的靈——我們是否照著新舊兩約的神聖聖經,以及在尼西亞聚集的眾教父所教導的,說祂們有一個本質呢?還是要隨從亞流的褻瀆?{拾荒者:}我們承認聖三一有一個本質。
Of God—both the Father and the only-begotten Son and the all-holy Spirit—do we say there is one essence, as we have been taught by divine Scripture, both old and new, and by the Fathers who assembled at Nicaea; or do we follow the blasphemies of Arius? {ERAN.} We confess one essence of the Holy Trinity.
1:42
{ΟΡΘ.} Τὴν δὲ ὑπόστασιν ἄλλο τι παρὰ τὴν οὐσίαν σημαίνειν νομί ζομεν, ἢ τῆς οὐσίας ἕτερον ὑπειλήφαμεν ὄνομα; { ΕΡΑΝ.} Ἔχει τινὰ διαφορὰν ἡ οὐσία πρὸς τὴν ὑπόστασιν; { ΟΡΘ.} Κατὰ μὲν τὴν θύραθεν σοφίαν οὐκ ἔχει
{正統者:}那麼,我們是否認為「位格」所指的與「本質」有別,還是把它看作「本質」的另一個名稱呢?{拾荒者:}本質與位格之間有什麼區別嗎?{正統者:}按照世俗的智慧來說,是沒有區別的。
{ORTH.} And do we think that hypostasis signifies something other than essence, or have we supposed it to be another name for essence? {ERAN.} Has essence any difference from hypostasis? {ORTH.} According to the wisdom that is from without (secular wisdom), it has none.
1:43
Ἥ τε γὰρ οὐσία τὸ ὂν σημαίνει, καὶ τὸ ὑφεστὸς ἡ ὑπόστασις
因為「本質」指那存在者,「位格」指那實存者。
For essence signifies that which is, and hypostasis that which subsists.
1:44
Κατὰ δέ γε τὴν τῶν πατέ ρων διδασκαλίαν, ἣν ἔχει διαφορὰν τὸ κοινὸν πρὸς τὸ ἴδιον, ἢ τὸ γένος πρὸς τὸ εἶδος ἢ τὸ ἄτομον, ταύτην ἡ οὐσία πρὸς τὴν ὑπόστασιν ἔχει
但按照眾教父的教導,共相與殊相之間的區別,或屬與種或個體之間的區別,本質與位格之間也有著同樣的區別。
But according to the teaching of the Fathers, the difference which the common has to the particular, or the genus to the species or to the individual, that same difference has essence to hypostasis.
1:45
{ΕΡΑΝ.} Σαφέστερον τὰ περὶ τοῦ γένους καὶ τοῦ εἴδους καὶ τοῦ ἀτόμου εἰπέ
{拾荒者:}請把有關屬、種與個體的道理講得更明白些。
{ERAN.} Speak more plainly concerning genus and species and the individual.
1:46
{ΟΡΘ.} Γένος καλοῦμεν τὸ ζῷον, πολλὰ γὰρ σημαίνει κατὰ ταὐτόν
{正統者:}我們稱「動物」為一個屬,因為它同時指許多事物。
{ORTH.} We call 'animal' a genus, for it signifies many things at once.
1:47
καὶ αὖ πάλιν τῶν ἀλόγων εἴδη πολλά, τὰ μὲν πτηνά, τὰ δὲ ἀμφίβια, τὰ δὲ πεζά, τὰ δὲ νηκτά
再者,無理性的受造物中有許多種:有飛行的,有水陸兩棲的,有陸行的,有水游的。
And again, of the irrational creatures there are many species: some winged, some amphibious, some land-dwelling, some swimming.
1:48
Καὶ τούτων δὲ ἕκαστον εἰς πολλὰ διαιρεῖται
而這些之中的每一種又再分成許多類。
And each of these is divided into many.
1:49
Οὕτω καὶ τῶν πτηνῶν καὶ τῶν ἄλλων εἴδη πολλά·
照樣,飛禽以及其餘各類也有許多種;
So too of the winged and of the rest there are many species;
1:50
ἀλλ' ὅμως τούτων ἁπάντων γένος ἐστὶ τὸ ζῷον, εἴδη δὲ τὰ προλελεγμένα
但無論如何,這一切的屬乃是「動物」,而前面所說的則是它的種。
but nevertheless of all these the genus is 'animal,' and the species are those aforementioned.
1:51
Οὕτω τὸ ἄνθρωπος ὄνομα κοινόν ἐστι ταυτησὶ τῆς φύσεως ὄνομα
照樣,「人」這個名稱也是這一性情所共有的名稱。
So too the name 'man' is a name common to this very nature.
1:52
Σημαίνει γὰρ καὶ τὸν Ῥωμαῖον καὶ τὸν Ἀθηναῖον καὶ τὸν Πέρσην καὶ τὸν Σαυρομάτην καὶ τὸν Αἰγύπτιον, καὶ συλλήβδην εἰπεῖν, ἅπαντας ὅσοι ταύτης κοινωνοῦσι τῆς φύσεως
因為它既指羅馬人、雅典人,也指波斯人、薩爾馬提亞人和埃及人,總而言之,指一切共有這性情的人。
For it signifies both the Roman and the Athenian and the Persian and the Sarmatian and the Egyptian, and, to speak in sum, all who share in this nature.
1:53
Τὸ δέ γε Παῦλος ἢ Πέτρος ὄνομα οὐκέτι τὸ κοινὸν σημαίνει τῆς φύσεως, ἀλλὰ τόν τινα ἄνθρωπον
至於「保羅」或「彼得」這名字,就不再指那共有的性情,而是指某一個特定的人。
But the name 'Paul' or 'Peter' no longer signifies the common nature, but a particular man.
1:54
Οὐδεὶς γὰρ τὸν Παῦλον ἀκούσας, εἰς τὸν Ἀδὰμ καὶ τὸν Ἀβραὰμ καὶτὸν Ἰακὼβ ἀνέδραμε τῷ λογισμῷ, ἀλλὰ τοῦτον μόνον ἐνόησεν, οὗ καὶ τῆς προσηγορίας κατήκουσε
因為沒有人一聽見「保羅」,就在心思裡追溯到亞當、亞伯拉罕和雅各,乃是只想到他所聽見其名的那一個人。
For no one, on hearing 'Paul,' runs back in thought to Adam and Abraham and Jacob, but conceives only of that man whose appellation he has heard.
1:55
Τὸν μέντοι ἄνθρωπον ἁπλῶς ἀκούσας, οὐκ εἰς τὸ ἄτομον ἀπερείδει τὸν νοῦν, ἀλλὰ καὶ τὸν Ἰνδὸν καὶ τὸν Σκύθην καὶ τὸν Μασσαγέτην καὶ ἁπαξαπλῶς πᾶν γένος ἀνθρώπων λογίζεται
但單單聽見「人」時,他並不把心思定於某一個體,而是想到印度人、西徐亞人、瑪撒該塔人,一言以蔽之,就是想到全人類。
But hearing simply 'man,' he does not fix his mind upon the individual, but reckons the Indian and the Scythian and the Massagete, and, in a word, the whole race of men.
1:56
Καὶ τοῦτο ἡμᾶς οὐχ ἡ φύσις μόνον, ἀλλὰ καὶ ἡ θεία διδά σκει γραφή
而這一點,不僅本性教導我們,神聖的聖經也如此教導。
And this not only nature teaches us, but also divine Scripture.
1:57
Εἶπε, γάρ, ὁ θεός, φησίν, ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἔπλασα ἀπὸ προσώπου τῆς γῆς. Τοῦτο δὲ περὶ παμπόλλων εἴρηκε μυριάδων
因為經上說:「神說,我要將我所造的人從地面上除滅。」而祂說這話乃是指著無數的萬人說的。
For 'God said,' it declares, 'I will blot out man whom I have formed from the face of the earth.' And this He spoke concerning very many myriads.
1:58
Πλειόνων γὰρ ἢ δισχιλίων καὶ διακοσίων μετὰ τὸν Ἀδὰμ διεληλυθότων ἐτῶν, τὴν διὰ τοῦ κατακλυσμοῦ πανωλεθρίαν τοῖς ἀνθρώποις ἐπήνεγκεν
因為在亞當之後過了二千二百多年,祂便藉著洪水使人類遭受全然的毀滅。
For more than two thousand two hundred years having passed after Adam, He brought upon men the utter destruction by the flood.
1:59
Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν, οὐ τοῦ δεῖνος ἢ τοῦ δεῖνος, ἀλλὰ κοινῇ πάν των ἀνθρώπων κατηγορῶν
「人在尊貴中卻不醒悟」——這不是指這人或那人,而是共同地控告所有的人。
'Man, being in honor, understood not'—not this man or that man, but bringing an accusation against all men in common.
1:60
Καὶ μυρία τοιαῦτα ἔστιν εὑρεῖν, ἀλλ' οὐ χρὴ μηκύνειν
此類經文可以找到無數處,但無需多費唇舌;
And countless such passages one may find, but there is no need to be long-winded;
1:61
ἀλλ' εἰς τὸν περὶ τῆς οὐσίας καὶ τῆς ὑποστάσεως ἐπανέλθωμεν λόγον
還是讓我們回到關於本質與位格的討論吧。
rather let us return to the discourse concerning essence and hypostasis.
1:62
{ΟΡΘ.} Ὥσπερ τοίνυν τὸ ἄνθρωπος ὄνομα κοινόν ἐστι ταύτης τῆς φύσεως ὄνομα, οὕτω τὴν θείαν οὐσίαν τὴν ἁγίαν τριάδα σημαίνειν φαμέν, τὴν δέ γε ὑπόστασιν προσώπου τινὸς εἶναι δηλωτικήν, οἷον, ἢ τοῦ πατρὸς ἢ τοῦ υἱοῦ ἢ τοῦ ἁγίου πνεύματος
{正統者:}那麼,正如「人」這名稱是這性情所共有的名稱,照樣我們說,神聖的本質乃指聖三一,而位格則是表明某一特定身位的,即或指父,或指子,或指聖靈。
{ORTH.} Just as, then, the name 'man' is a name common to this nature, so we say that the divine essence signifies the Holy Trinity, while the hypostasis is indicative of some particular person, namely, either of the Father or of the Son or of the Holy Spirit.
1:63
Τὴν γὰρ ὑπόστασιν καὶ τὸ πρόσωπον καὶ τὴν ἰδιότητα ταὐτὸν σημαίνειν φαμὲν τοῖς τῶν ἁγίων πατέρων ὅροις ἀκολουθοῦντες
因為我們遵循眾聖教父的界定,說位格、身位與特性所指的乃是同一件事。
For we say that hypostasis and person and property signify the same thing, following the definitions of the holy Fathers.
1:64
{ΕΡΑΝ.} Συνομολογοῦμεν οὕτω ταῦτ' ἔχειν
{拾荒者:}我們一同承認這些事是如此。
{ERAN.} We agree together that these things are so.
1:65
{ΟΡΘ.} Ὅσα τοίνυν περὶ τῆς θείας λέγεται φύσεως, κοινὰ ταῦτά ἐστι τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, οἷον, τὸ θεός, τὸ κύριος, τὸ δημιουργός, τὸ παντοκράτωρ, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια
{正統者:}那麼,凡論到神聖性情所說的,都是父、子、聖靈所共有的——例如「神」、「主」、「創造者」、「全能者」,以及一切與此相類的稱謂。
{ORTH.} Whatever, then, is said concerning the divine nature is common to the Father and the Son and the Holy Spirit—such as 'God,' 'Lord,' 'Creator,' 'Almighty,' and whatever is akin to these.
1:66
{ ΕΡΑΝ.} Ἀναμφισβητήτως κοινὰ τῆς τριάδος ἐστίν
{拾荒者:}無可爭辯地,這些都是三一所共有的。
{ERAN.} Indisputably they are common to the Trinity.
1:67
{ ΟΡΘ.} Ὅσα δ' αὖ τῶν ὑποστάσεων ὑπάρχει δηλωτικά, οὐκέτι ταῦτα τῆς ἁγίας τριάδος κοινά, ἀλλ' ἐκείνης ἐστὶ τῆς ὑποστάσεως, ἧς ἐστιν ἴδια
{正統者:}但反過來說,凡是表明各位格的,這些就不再是聖三一所共有的,而是屬於那特有其特性的位格。
{ORTH.} But whatever, again, is indicative of the hypostases—these are no longer common to the Holy Trinity, but belong to that hypostasis whose properties they are.
1:68
Οἷον τὸ πατὴρ ὄνομα καὶ τὸ ἀγέννητος τοῦ πατρός ἐστιν ἴδια, καὶ αὖ πάλιν τὸ υἱὸς ὄνομα καὶ τὸ μονογενὴς καὶ τὸ θεὸς λόγος οὐ τὸν πατέρα δηλοῖ οὐδὲ τὸ πνεῦμα τὸ ἅγιον, ἀλλὰ τὸν υἱόν
例如,「父」這名稱和「非受生的」乃是父的特性;再者,「子」這名稱、「獨生的」和「神—道」既不指父,也不指聖靈,而是指子。
For instance, the name 'Father' and 'unbegotten' are properties of the Father; and again, the name 'Son' and 'only-begotten' and 'God the Word' indicate neither the Father nor the Holy Spirit, but the Son.
1:69
Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον καὶ ὁ παράκλητος τῆς τοῦ πνεύματος ὑπο στάσεως ὑπάρχει δηλωτικά
而「聖靈」與「保惠師」則是表明靈之位格的。
And 'the Holy Spirit' and 'the Paraclete' are indicative of the hypostasis of the Spirit.
1:70
{ΕΡΑΝ.} Οὐ καλεῖ τοίνυν ἡ θεία γραφὴ πνεῦμα καὶ τὸν πατέρα καὶ τὸν υἱόν; {ΟΡΘ.} Πνεῦμα κέκληκε καὶ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ ἀσώματον καὶ ἀπερίγραφον τῆς θείας φύσεως διὰ τούτου σημαίνουσα·
{拾荒者:}那麼,神聖的聖經豈不是也稱父和子為「靈」嗎?{正統者:}它確曾稱父和子為「靈」,藉此表明神聖性情乃是非物質的、無可限量的。
{ERAN.} Does not divine Scripture, then, call both the Father and the Son 'Spirit'? {ORTH.} It has called both the Father and the Son 'Spirit,' thereby signifying the incorporeal and uncircumscribed character of the divine nature.
1:71
πνεῦμα δὲ ἅγιον μόνην τοῦ πνεύματος τὴν ὑπόστασιν ὀνομάζει
但他所說的「聖靈」,僅指聖靈的位格。
But by 'Holy Spirit' he names the hypostasis alone of the Spirit.
1:72
{ ΕΡΑΝ.} Ἀναμφίλεκτόν ἐστι καὶ τοῦτο
厄拉尼斯特:這也是無可爭辯的。
ERANISTES: This too is beyond dispute.
1:73
{ΟΡΘ.} Ἐπειδὴ τοίνυν τινὰ μὲν ἔφαμεν τῆς ἁγίας τριάδος κοινά, τινὰ δὲ ἑκάστης ὑποστάσεως ἴδια, τὸ ἄτρεπτον ὄνομα κοινὸν εἶναι τῆς οὐσίας φαμὲνἤ τινος ὑποστάσεως ἴδιον; { ΕΡΑΝ.} Κοινόν ἐστι τῆς τριάδος τὸ ἄτρεπτον
正統者:既然我們已說過,有些事物是聖三一所共有的,有些則是各位格所特有的,那麼我們該說「不變」這名稱是本質所共有的,還是某一位格所特有的呢?厄拉尼斯特:不變性是三一所共有的。
ORTHODOXOS: Since, then, we have said that some things are common to the Holy Trinity, while others are proper to each hypostasis, do we say that the name 'immutable' is common to the essence, or proper to some one hypostasis? ERANISTES: Immutability is common to the Trinity.
1:74
Οὐδὲ γὰρ οἷόν τε, τὸ μὲν εἶναι τῆς οὐσίας τρεπτόν, τὸ δὲ ἄτρεπτον
因為本質不可能一部分是可變的,一部分是不變的。
For it is not possible that part of the essence should be mutable and part immutable.
1:75
Ὣσπερ γὰρ τῶν ἀνθρώπων κοινόν ἐστι τὸ θνητόν, οὕτω τῆς ἁγίας τριάδος κοινὸν τὸ ἄτρεπτόν τε καὶ ἀναλλοίω τον
因為正如必死性是人類所共有的,照樣不變性與不改變性也是聖三一所共有的。
For just as mortality is common to human beings, so immutability and unchangeableness are common to the Holy Trinity.
1:76
Ἄτρεπτος τοιγαροῦν καὶ ὁ μονογενὴς υἱός, καθὰ καὶ ὁ γεννήσας αὐτὸν πατὴρ καὶ τὸ ἅγιον πνεῦμα
所以獨生子也是不變的,正如那生他的父,以及聖靈,都是不變的。
Therefore the only-begotten Son also is immutable, even as is the Father who begot him, and the Holy Spirit.
1:77
{ ΟΡΘ.} Πῶς τοίνυν τὸ εὐαγγελικὸν ἐκεῖνο ῥητὸν παράγοντες, τό,̔Ο λόγος σὰρξ ἐγένετο, τροπὴν τῇ ἀτρέπτῳ προσάπτετε φύσει; {ΕΡΑΝ.} Οὐ κατὰ τροπὴν αὐτὸν λέγομεν γεγενῆσθαι σάρκα, ἀλλ' ὡς οἶδεν αὐτός
正統者:那麼,你引用福音書那句話「道成了肉身」,怎能把可變性歸給那不變的本性呢?厄拉尼斯特:我們並非說他是藉著改變而成為肉身,乃是照他自己所知道的方式。
ORTHODOXOS: How is it, then, that in citing that saying of the Gospel, 'The Word became flesh,' you attach mutability to the immutable nature? ERANISTES: We do not say that he became flesh by way of mutation, but as he himself knows how.
1:78
κατὰ δὲ τὸν ἀληθῆ λόγον ἄσαρκον εἶναι θεόν
而按照真確的道理,神本是無肉身的。
but that according to the true reckoning God is without flesh.
1:79
{ ΕΡΑΝ.} Βαλεντινιανῶν αὕτη καὶ Μαρκιωνιστῶν καὶ Μανιχαίων ἡ δόξα
厄拉尼斯特:這是瓦倫提努派、馬吉安派和摩尼教徒的見解。
ERANISTES: This is the opinion of the Valentinians, the Marcionites, and the Manichaeans.
1:80
Ἡμεῖς δὲ ὁμολογουμένως ἐδιδάχθημεν σαρκωθῆναι τὸν θεὸν λόγον
但我們所領受的教訓,明明是說神的道成了肉身。
But we have been taught by clear confession that God the Word was made flesh.
1:81
{ΟΡΘ.} Τὸ σαρκωθῆναι τί νοοῦντες; τὸ σάρκα λαβεῖν ἢ τὸ εἰς σάρκα τραπῆναι; {ΕΡΑΝ.}Ἃ ἡμεῖς ἀκηκόαμεν τοῦ εὐαγγελιστοῦ λέγοντος·
正統者:當你說他成了肉身時,你所領會的是甚麼——是取了肉身,還是變成了肉身?厄拉尼斯特:就是我們所聽見那福音書作者所說的:
ORTHODOXOS: When you speak of his being made flesh, what do you understand by it—the taking of flesh, or the being turned into flesh? ERANISTES: What we have heard the Evangelist say:
1:82
Ὁ λόγος σὰρξ ἐγένετο. { ΟΡΘ.} Τοῦτο δὲ τὸ ἐγένετο πῶς νοεῖτε, ὅτι τὴν εἰς σάρκα τροπὴν ὑπομείνας ἐγένετο σάρξ; { ΕΡΑΝ.} Καὶ ἤδη ἔφην, ὡς οἶδεν αὐτός·
「道成了肉身。」正統者:這個「成了」,你是怎樣領會的呢?是說他經歷了變成肉身,因而成了肉身麼?厄拉尼斯特:我已經說過,是照他自己所知道的方式;
'The Word became flesh.' ORTHODOXOS: This word 'became'—how do you understand it? That, having undergone a turning into flesh, he became flesh? ERANISTES: I have already said, as he himself knows how;
1:83
ἡμεῖς δὲ ἴσμεν ὅτι ἅπαντα αὐτῷ δυνατά
但我們知道,凡事在他都是可能的。
but we know that all things are possible for him.
1:84
Καὶ γὰρ τὸ Νειλῷον ὕδωρ εἰς αἷμα μετέβαλε, καὶ τὴν ἡμέραν εἰς νύκτα, καὶ τὴν θάλατταν ἤπειρον ἔδειξε, καὶ τὴν ἄνυδρον ἔρημον ὑδάτων ἐπλήρωσεν
因為他確曾使尼羅河的水變為血,使白晝變為黑夜,使海顯為旱地,又使無水的曠野充滿了水。
For indeed he turned the water of the Nile into blood, and the day into night, and showed the sea to be dry land, and filled the waterless wilderness with waters.
1:85
Ἀκούομεν δὲ καὶ τοῦ προφήτου λέγοντος·
我們也聽見那先知說:
And we hear the prophet too saying:
1:86
Πάντα ὅσα ἠθέλησεν ὁ κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ. { ΟΡΘ.} Τὴν κτίσιν ὁ ποιητὴς ὡς ἂν ἐθέλῃ μετασκευάζει·
「凡耶和華所喜悅的,他都在天上地下行了。」正統者:造物者隨自己的意思改造受造之物;
'Whatsoever the Lord willed he did, in heaven and on earth.' ORTHODOXOS: The Maker refashions the creation as he wills;
1:87
τρεπτὴ γάρ ἐστι, καὶ τοῖς τοῦ δημιουργήσαντος ἀκολουθεῖ νεύμασιν
因為受造之物是可變的,且順從那創造者的旨意。
for it is mutable, and follows the biddings of the one who fashioned it.
1:88
Αὐτὸς δὲ ἄτρεπτον ἔχει τὴν φύσιν καὶ ἀναλλοίωτον
但他自己卻有不變不改的本性。
But he himself has a nature immutable and unchangeable.
1:89
Τούτου δὴ χάριν περὶ μὲν τῆς κτίσεως ὁ προφήτης φησίν·
正因如此,那先知論到受造之物說:
For this reason, then, the prophet says concerning the creation:
1:90
Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Καὶ πάλιν αὐτὸς ὁ θεὸς περὶ ἑαυτοῦ·
「惟有你永不改變,你的年數沒有窮盡。」又有神親自論到自己說:
'But thou art the same, and thy years shall not fail.' And again, God himself concerning himself:
1:91
Ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. { ΕΡΑΝ.} Τὰ κεκρυμμένα οὐ δεῖ ζητεῖν
「我是那位,我並不改變。」厄拉尼斯特:人不該探究那隱藏的事。
'I am, and I have not changed.' ERANISTES: One ought not to search out things hidden.
1:92
{ ΟΡΘ.} Οὐδὲ τὰ δεδηλωμένα παντελῶς ἀγνοεῖν
正統者:人也不該對那已顯明的事全然無知。
ORTHODOXOS: Nor ought one to be wholly ignorant of the things revealed.
1:93
{ ΕΡΑΝ.} Ἐμὲ λανθάνει ὁ τῆς σαρκώσεως τρόπος·
厄拉尼斯特:成肉身的方式是我所不能明白的;
ERANISTES: The manner of the incarnation escapes me;
1:94
ἤκουσα δὲ ὅτἱΟ λόγος σὰρξ ἐγένετο. { ΟΡΘ.} Εἰ τραπεὶς ἐγένετο σάρξ, οὐ μεμένηκεν ὅπερ πρότερον ἦν·
但我曾聽見「道成了肉身」。正統者:他若是藉著轉變而成為肉身,就沒有仍舊是他先前所是的了;
but I have heard that 'the Word became flesh.' ORTHODOXOS: If he became flesh by being turned, he has not remained what he was before;
1:95
καὶ τοῦτο ἐκ πολλῶν εἰκόνων καταμαθεῖν εὐπετές
這事從許多的比喻中都不難領會。
and this is easy to learn from many images.
1:96
Καὶ γὰρ ἡ τοιάδε ψάμμος προσομιλοῦσα πυρί, πρῶτον μὲν ῥοώδης γίνεται, εἶτα εἰς ὕαλον μεταπήγνυται, καὶ ἅμα τῇ τροπῇ τὴν προσηγορίαν ἀμείβει
譬如某種沙子,一經與火接觸,先是變得流動,繼而熔鑄成玻璃,並且隨著這轉變,它的名稱也就改換了。
For indeed such-and-such sand, when brought near to fire, first becomes fluid, then is fused into glass, and together with the change it also alters its name.
1:97
Οὐκ ἔτι γὰρ ψάμμος ἀλλ' ὕαλος ὀνομάζεται
因為它不再稱為沙子,乃稱為玻璃。
For it is no longer called sand, but glass.
1:98
{ΟΡΘ.} Καὶ τῆς ἀμπέλου τὸν καρπὸν σταφυλὴν ὀνομάζοντες, ὅταν αὐτὸν ἀποθλίψωμεν, οὐ σταφυλὴν ἀλλ' οἶνον προσαγορεύομεν
正統者:我們雖稱葡萄樹的果子為葡萄,但一經榨取,就不再稱它為葡萄,乃稱為酒。
ORTHODOXOS: And though we call the fruit of the vine a grape-cluster, when we have pressed it out we call it not grape-cluster but wine.
1:99
{ΟΡΘ.} Καὶ αὐτὸν δὲ τὸν οἶνον, τροπίαν γενόμενον, οὐκέτι οἶνον ἀλλ' ὄξος ὀνομάζειν εἰώθαμεν
正統者:就是這酒本身,一旦變質,我們慣常也不再稱它為酒,乃稱為醋。
ORTHODOXOS: And this wine itself, when it has turned sour, we are wont to call no longer wine but vinegar.
1:100
{ ΟΡΘ.} Οὕτω τὸν λίθον ἕψοντές τε καὶ διαλύοντες, οὐκέτι λίθον, ἀλλ' ἄσβεστον ἢ τίτανον καλοῦμεν·
正統者:照樣,我們焚燒並分解石頭時,就不再稱它為石頭,乃稱為生石灰或石灰;
ORTHODOXOS: So too, when we burn and dissolve stone, we call it no longer stone, but quicklime or lime;
1:101
καὶ μυρία δὲ τοιαῦτα ἔστιν εὑρεῖν,ἃ σὺν τῇ τροπῇ μεταβάλλει τὴν κλῆσιν
諸如此類的事還可以找到無數,都是隨著轉變而改換了稱呼的。
and one may find countless such things which, along with the change, alter their appellation.
1:102
{ΟΡΘ.} Εἰ τοίνυν τὴν εἰς σάρκα τροπὴν τὸν θεὸν λόγον ὑπομεμενη κέναι φατέ, τί δήποτε θεὸν αὐτὸν ἀλλὰ μὴ σάρκα προσαγορεύετε; Ἁρμόττει γὰρ τῇ ἀλλοιώσει τῆς φύσεως ἡ τῆς προσηγορίας ἐναλλαγή
正統者:那麼,你若說神的道經歷了變成肉身,為何仍稱他為神,而不稱他為肉身呢?因為稱呼的更換,正與本性的改變相稱。
ORTHODOXOS: If, then, you say that God the Word underwent the turning into flesh, why ever do you call him God and not flesh? For the change of appellation befits the alteration of nature.
1:103
Εἰ γὰρ ἔνθα τὰ μεταβαλλόμενα ἔχει τινὰ πρὸςἃ πρότερον ἦν συγγέ νειαν (πελάζει γάρ πως καὶ τὸ ὄξος τῷ οἴνῳ, καὶ ὁ οἶνος τῷ τῆς ἀμπέλου καρπῷ, καὶ τῇ ψάμμῳ ἡ ὕαλος), ἑτέρας ταῦτα μετὰ τὴν ἀλλοίωσιν μεταλαγχάνει προσηγορίας·
因為,若在那些被改變之物與其先前所是者尚有幾分親緣的情形下(醋在某程度上近於酒,酒近於葡萄樹的果子,玻璃近於沙子),這些尚且在改變之後領受了不同的稱呼,
For if, where the things that are changed have some kinship with what they were before (for vinegar somehow approaches wine, and wine the fruit of the vine, and glass the sand), these nevertheless obtain a different appellation after the alteration,
1:104
ὅπου τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον ὅσον ἐμπίδος πρὸς τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ ἀόρατον ( τοσοῦτον γάρ, μᾶλλον δὲ καὶ πολλῷ πλέον, τὸ μέσον φύσεως σαρκὸς καὶ θεότητος), πῶς οἷόν τε μετὰ τὴν τροπὴν τὴν προ τέραν μεῖναι προσηγορίαν; {ΕΡΑΝ.} Πολλάκις ἔφην ὅτι οὐ κατὰ τροπὴν ἐγένετο σάρξ, ἀλλὰ μένων ὃ ἦν, γέγονεν ὃ οὐκ ἦν
那麼在差異無窮之處,其懸殊猶如一隻蚊蚋之於一切可見與不可見的受造之物(肉體的本性與神性之間的距離就是如此之大,甚或遠過於此),改變之後,先前的稱呼豈能仍舊存留呢?厄拉尼斯特:我已屢次說過,他成為肉身並非藉著轉變,乃是仍舊是他所是的,而成為他所不是的。
where the difference is infinite, and as great as that of a gnat to the whole creation, visible and invisible (for so great, or rather much greater still, is the interval between the nature of flesh and that of Godhead), how is it possible that after the turning the former appellation should remain? ERANISTES: I have often said that he became flesh not by way of turning, but, remaining what he was, he became what he was not.
1:105
{ ΟΡΘ.} Ἀλλὰ τοῦτο τὸ γέγονεν, εἰ μὴ σαφὲς γένοιτο, τροπὴν αἰνίττεται καὶ ἀλλοίωσιν
正統者:但這「成了」的說法,若不加以講明,就暗示著轉變與改換。
ORTHODOXOS: But this word 'he became,' unless it be made plain, hints at a turning and an alteration.
1:106
Εἰ μὴ γὰρ σάρκα λαβὼν ἐγένετο σάρξ, τραπεὶς ἐγένετο σάρξ
因為他若不是藉著取了肉身而成為肉身,那就是藉著轉變而成為肉身了。
For if it was not by taking flesh that he became flesh, then it was by being turned that he became flesh.
1:107
{ΕΡΑΝ.} Τοῦτο τὸ ἔλαβεν ὑμέτερόν ἐστιν εὕρεμα
厄拉尼斯特:這「取了」的說法是你自己杜撰的。
ERANISTES: This word 'he took' is your own invention.
1:108
Ὁ γὰρ εὐαγγελι στής,Ὁ λόγος σὰρξ ἐγένετο, λέγει
因為那福音書作者說:「道成了肉身。」
For the Evangelist says, 'The Word became flesh.'
1:109
{ΟΡΘ.} Ἔοικας ἢ τὴν θείαν γραφὴν ἀγνοεῖν ἢ ἐπιστάμενος κακουρ γεῖν
正統者:你顯然不是不認識聖經,就是明知卻惡意曲解它。
ORTHODOXOS: You seem either to be ignorant of the divine Scripture, or, while knowing it, to deal maliciously with it.
1:110
Ἐγὼ δέ σε ἢ ἀγνοοῦντα διδάξω ἢ κακουργοῦντα ἐλέγξω
但我或是要教導你,若你是無知的;或是要駁倒你,若你是惡意曲解的。
But I will either instruct you if you are ignorant, or convict you if you are dealing maliciously.
1:111
Ἀπόκριναι τοίνυν, τοῦ θείου Παύλου πνευματικὴν τὴν διδασκαλίαν ὁμολογεῖς; { ΕΡΑΝ.} Πάνυγε
那麼你回答:你承認聖保羅的教訓是屬靈的麼?厄拉尼斯特:當然承認。
Answer, then: do you confess that the teaching of the divine Paul is spiritual? ERANISTES: Most certainly.
1:112
{ ΟΡΘ.} Καὶ τὸ αὐτὸ πνεῦμα διά τε τῶν εὐαγγελιστῶν διά τε τῶν ἀποστόλων ἐνεργῆσαι λέγεις; {ΕΡΑΝ.} Οὕτω φημί·
正統者:你是否也說,同一位聖靈既藉著福音書作者、也藉著使徒運行呢?厄拉尼斯特:我正是這樣說;
ORTHODOXOS: And do you say that the same Spirit wrought both through the Evangelists and through the Apostles? ERANISTES: So I say;
1:113
οὕτω γὰρ παρὰ τῆς ἀποστολικῆς ἐδιδάχθην φωνῆς·
因為我從使徒的話語中正是這樣受教的:
for so I was taught by the apostolic voice:
1:114
Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Καὶ αὖθις·
「這一切都是這位獨一的靈所運行,隨己意分給各人的。」又說:
'But all these things one and the same Spirit works, distributing severally to each one as he wills.' And again:
1:115
πίστεως. { ΟΡΘ.} Εἰς καιρὸν τὰς ἀποστολικὰς παρήγαγες μαρτυρίας
……信心的。正統者:你適時地引出了使徒的見證。
of faith. ORTHODOXOS: In good season have you brought forward the apostolic testimonies.
1:116
Εἰ τοίνυν τοῦ αὐτοῦ πνεύματος εἶναί φαμεν τά τε τῶν εὐαγγελιστῶν τά τε τῶν ἀποστόλων παιδεύματα, ἄκουσον τοῦ ἀποστόλου τὸ εὐαγγε λικὸν ῥητὸν ἑρμηνεύοντος
那麼,我們若說福音書作者的教導與使徒的教導同屬於這位聖靈,就當聽那使徒如何解釋那福音書中的話。
If, then, we say that both the instructions of the Evangelists and those of the Apostles belong to the same Spirit, hear the Apostle interpreting the Gospel saying.
1:117
Ἑβραίοις γὰρ ἐπιστέλλων οὕτως ἔφη·
因為他寫信給希伯來人時如此說:
For writing to the Hebrews he spoke thus:
1:118
Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Οὐκ εἶπε, σπέρμα Ἀβραὰμ ἐγένετο, ἀλλὰ σπέρμα τος Ἀβραὰμ ἐπιλαμβάνεται
「他並不救拔天使,乃是救拔亞伯拉罕的後裔。」他沒有說「他成了亞伯拉罕的後裔」,乃說「他救拔亞伯拉罕的後裔」。
'For surely it is not of angels that he takes hold, but he takes hold of the seed of Abraham.' He did not say, 'He became the seed of Abraham,' but 'He takes hold of the seed of Abraham.'
1:119
{ΟΡΘ.} Οὐκοῦν ὅπερ εἶχε κατὰ φύσιν Ἀβραάμ, εἶχε καὶ τὸ σπέρμα τοῦ Ἀβραάμ; { ΕΡΑΝ.} Οὐ πάντα
正統者:那麼,亞伯拉罕的後裔是否也有亞伯拉罕按本性所有的呢?厄拉尼斯特:並非一切。
ORTHODOXOS: Did then the seed of Abraham also have what Abraham had according to nature? ERANISTES: Not all things.
1:120
Ἁμαρτίαν γὰρ ὁ Χριστὸς οὐκ ἐποίησεν
因為基督並沒有犯罪。
For Christ did no sin.
1:121
{ ΟΡΘ.}Ἡ ἁμαρτία οὐκ ἔστι τῆς φύσεως, ἀλλὰ τῆς κακῆς προαιρέ σεως
正統者:罪不屬於本性,乃屬於那邪惡的意志。
ORTHODOXOS: Sin belongs not to nature, but to the evil will.
1:122
Τούτου δὴ χάριν οὐκ ἀορίστως ἔφην, ὅπερ εἶχεν Ἀβραάμ, ἀλλ' ὅπερ εἶχε κατὰ φύσιν, τουτέστι σῶμα καὶ ψυχὴν λογικήν
正因如此,我沒有籠統地說「亞伯拉罕所有的」,乃說「他按本性所有的」,就是身體與理性的魂。
For this reason I did not say indefinitely 'what Abraham had,' but 'what he had according to nature'—that is, a body and a rational soul.
1:123
Εἰπὲ τοίνυν σαφῶς, εἰ συνομολογεῖς τὸ σπέρμα τοῦ Ἀβραὰμ καὶ σῶμα εἶναι καὶ ψυχὴν λογικήν
那麼你就明明地說,你是否同意亞伯拉罕的後裔兼有身體與理性的魂。
Say, then, plainly, whether you agree that the seed of Abraham is both a body and a rational soul.
1:124
Εἴπερ ἄρα μή, καὶ κατὰ τοῦτο τοῖς Ἀπολι ναρίου συμφέρῃ ληρήμασιν
因為若不然,你在這一點上也就附和了亞波里拿留的謬論。
For if not, then in this respect too you side with the ravings of Apollinaris.
1:125
Ἀλλὰ γὰρ καὶ ἑτέρωθέν σε τοῦτο συνομο λογῆσαι καταναγκάσω
但我還要從另一方面迫使你承認這事。
But indeed I will compel you to agree to this from another quarter as well.
1:126
{ΟΡΘ.} Ὅταν τοίνυν ἀκούσωμεν τοῦ προφήτου λέγοντος, Σὺ δέ, Ἰσραὴλ ὁ παῖς μου, Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραάμ, ὃνἠγάπησα, μὴ μόνον σάρκας τοὺς Ἰουδαίους νοοῦμεν, οὐ τελείους ἀνθρώπους ἐκ σωμάτων καὶ ψυχῶν λογικῶν συνεστῶτας; {ΕΡΑΝ.} Ἀληθές
正統者:那麼,當我們聽見那先知說:「惟你以色列我的僕人,我所揀選的雅各,我所愛的亞伯拉罕的後裔」,我們豈是把猶太人領會為僅是肉體,而非由身體與理性的魂所構成的完全的人麼?厄拉尼斯特:確是如此。
ORTHODOXOS: When, then, we hear the prophet saying, 'But thou, Israel my servant, Jacob whom I have chosen, seed of Abraham whom I have loved,' do we understand the Jews to be mere flesh, and not complete human beings composed of bodies and rational souls? ERANISTES: True.
1:127
{ΟΡΘ.} Καὶ τὸ σπέρμα τοῦ Ἀβραὰμ οὐκ ἄψυχον οὐδὲ ἄνουν, ἀλλὰ πάντα ἔχον, ὁπόσα τὴν φύσιν χαρακτηρίζει τοῦ Ἀβραάμ; {ΕΡΑΝ.}Ὁ ταῦτα λέγων δύο πρεσβεύει υἱούς
正統者:而亞伯拉罕的後裔既非無魂,也非無心思,乃具有一切標誌亞伯拉罕本性之特徵,是麼?厄拉尼斯特:說這些話的人是主張有兩位子。
ORTHODOXOS: And the seed of Abraham was not soulless nor mindless, but had all that characterizes the nature of Abraham? ERANISTES: He who says these things advocates two sons.
1:128
{ΟΡΘ.}Ὁ δὲ τὸν θεὸν λόγον εἰς σάρκα τετράφθαι λέγων, οὐδὲ ἕνα λέγει υἱόν
正統者:然而那說神的道變成了肉身的人,卻連一位子也沒有主張。
ORTHODOXOS: But he who says that God the Word was turned into flesh says not even one Son.
1:129
Σὰρξ γὰρ αὐτὴ καθ' αὑτὴν οὐχ υἱός
因為肉身本身並不是子。
For flesh in and of itself is not a son.
1:130
Ἡμεῖς δὲ ἕνα υἱὸν ὁμολογοῦμεν, σπέρματος Ἀβραὰμ ἐπιλαβόμενον κατὰ τὸν θεῖον ἀπόστολον, καὶ τὴν τῶν ἀνθρώπων πραγματευσάμενον σωτηρίαν
但我們承認一位子,就是照那聖使徒所說,救拔了亞伯拉罕後裔,並成就了人類救恩的那一位。
But we confess one Son, who took hold of the seed of Abraham according to the divine Apostle, and who wrought out the salvation of mankind.
1:131
Εἰ δὲ μὴ στέργεις τὴν ἀποστολικὴν διδασκαλίαν, ἄντικρυς ὁμολόγησον
但你若不珍愛那使徒的教訓,就當公開承認。
But if you do not cherish the apostolic teaching, confess it openly.
1:132
{ ΕΡΑΝ.} Ἐναντία τοίνυν φαμὲν εἰρηκέναι τοὺς ἀποστόλους
厄拉尼斯特:那麼我們說,使徒們所說的話是彼此矛盾的。
ERANISTES: We say, then, that the Apostles have spoken contradictory things.
1:133
Ἐναντίον γὰρ εἶναί πως δοκεῖ τό,Ὁ λόγος σὰρξ ἐγένετο, τοῦ Σπέρ ματος Ἀβραὰμ ἐπελάβετο. {ΟΡΘ.} Σοὶ τῷ μὴ νοοῦντι ἢ μάτην φιλονεικοῦντι ἐναντία δοκεῖ τὰ σύμφωνα
因為「道成了肉身」似乎與「他救拔了亞伯拉罕的後裔」有幾分相矛盾。正統者:對你這不明白、或徒然爭辯的人,那和諧一致的事竟顯為矛盾。
For 'The Word became flesh' seems somehow to be contrary to 'He took hold of the seed of Abraham.' ORTHODOXOS: To you, who do not understand or who contend in vain, things that are in harmony seem contradictory.
1:134
Τοῖς γὰρ σώφρονι λογισμῷ κεχρημένοις οὐ φαίνεται
因為對那運用清醒理智的人,並不如此顯現。
For to those who make use of a sober reasoning it does not so appear.
1:135
Κατὰ ταὐτὸν δὲ καὶ τῆς πρὸς τὸν Ἀβραὰμ γεγενημένης ἐπαγγελίας ἀναμιμνήσκει
他也照樣提醒人記念那賜給亞伯拉罕的應許。
In the same way he also calls to mind the promise that was made to Abraham.
1:136
Ἢ οὐ μέμνησαι τῶν τῷ πατριάρχῃ παρὰ τοῦ θεοῦ τῶν ὅλων δοθεισῶν ὑπο σχέσεων; { ΕΡΑΝ.} Ποίων; { ΟΡΘ.} Ἡνίκα αὐτὸν ἐκ τῆς πατρῴας ἐξήγαγεν οἰκίας, καὶ εἰς τὴν Παλαιστίνην ἐλθεῖν παρηγγύησεν, οὐκ ἔφη πρὸς αὐτόν, Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς; { ΕΡΑΝ.} Μέμνημαι τῶνδε τῶν ὑποσχέσεων
或者你不記得萬有的神賜給那族長的應許麼?厄拉尼斯特:甚麼應許?正統者:當他領他出離父家,吩咐他往巴勒斯坦去的時候,豈不是對他說:「為你祝福的,我必賜福與他;咒詛你的,我必咒詛他;地上萬族都要因你的後裔得福」麼?厄拉尼斯特:我記得這些應許。
Or do you not remember the promises given to the patriarch by the God of all? ERANISTES: What promises? ORTHODOXOS: When he led him out of his father's house and enjoined him to come into Palestine, did he not say to him, 'I will bless those that bless thee, and those that curse thee I will curse, and in thy seed shall all the nations of the earth be blessed'? ERANISTES: I remember these promises.
1:137
{ ΟΡΘ.} Οὐκοῦν ἀναμνήσθητι καὶ τῶν πρὸς Ἰσαὰκ καὶ Ἰακὼβ γεγενημένων παρὰ τοῦ θεοῦ συνθηκῶν
正統者:那麼你也當記念神與以撒、雅各所立的約。
ORTHODOXOS: Then call to mind also the covenants made by God with Isaac and Jacob.
1:138
Τὰς αὐτὰς γὰρ καὶ τούτοις δέδωκεν ὑποσχέσεις, βεβαιῶν τοῖς δευτέροις καὶ τρίτοις τὰ πρότερα
因為他也將同樣的應許賜給這二人,向第二、第三代堅定那先前所賜的。
For he gave the same promises to these also, confirming to the second and third what had been given to the first.
1:139
{ ΕΡΑΝ.} Μέμνημαι καὶ τούτων
厄拉尼斯特:這些我也記得。
ERANISTES: I remember these too.
1:140
{ ΟΡΘ.} Ταύτας δὲ τὰς συνθήκας ἑρμηνεύων ὁ θεῖος ἀπόστολος, οὕτως ἐν τῇ πρὸς Γαλάτας φησί·
正統者:那聖使徒解釋這些約時,在加拉太書中如此說:
ORTHODOXOS: And the divine Apostle, interpreting these covenants, speaks thus in the Epistle to the Galatians:
1:141
Τῷ δὲ Ἀβραὰμ ἐρρήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ
這些應許原是向亞伯拉罕和他的後裔說的。
Now to Abraham were the promises spoken, and to his seed.
1:142
Οὐ λέγει, καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνός, καὶ τῷ σπέρματι αὐτοῦ, ὅς ἐστι Χριστός, ἐναργέστατα δεικνὺς τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ ἐκ σπέρματος βλαστήσασαν Ἀβραάμ, καὶ τὴν πρὸς τὸν Ἀβραὰμ γεγενημένην ἐπαγγελίαν πληρώσασαν
他不說「和眾後裔」,好像指著許多人,乃是指著一個人,說「和你那一個後裔」,就是基督;這樣就最清楚地表明基督的人性是從亞伯拉罕的後裔所發出的,並且應驗了那向亞伯拉罕所作的應許。
He does not say, 'And to seeds,' as of many, but as of one, 'And to thy seed,' which is Christ; thereby most plainly showing that the manhood of Christ sprang from the seed of Abraham, and that it fulfilled the promise which had been made to Abraham.
1:143
{ ΕΡΑΝ.} Εἴρηται ταῦτα τῷ ἀποστόλῳ
伊拉尼斯特:這些話是使徒所說的。
ERAN. These things were said by the Apostle.
1:144
{ ΟΡΘ.} Ἱκανὰ μὲν καὶ ταῦτα πᾶσαν τὴν περὶ τούτου κινουμένην ἀμφισβήτησιν λῦσαι
正統者:單這些話其實已足以解決一切關於此事所引起的爭辯。
ORTH. These things indeed are sufficient of themselves to resolve every controversy that is stirred up concerning this matter.
1:145
Ἐγὼ δὲ ὅμως καὶ ἑτέρας σε προρρήσεως ἀναμνήσω
然而我還要提醒你另一個預言。
Nevertheless I will also remind you of another prediction.
1:146
Ἰακὼβ ὁ πατριάρχης τήνδε τὴν εὐλογίαν τὴν αὐτῷ τε καὶ τῷ πατρὶ καὶ τῷ πάππῳ δοθεῖσαν Ἰούδᾳ τῷ παιδὶ δέδωκε μόνῳ
族長雅各把這曾賜給他自己、他父親和他祖父的祝福,單單給了他的兒子猶大。
Jacob the patriarch gave this blessing, which had been bestowed upon himself, upon his father, and upon his grandfather, to his son Judah alone.
1:147
Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.Ἢ οὐ δέχῃ τήνδε τὴν πρόρρησιν ὡς περὶ τοῦ σωτῆρος εἰρημένην Χριστοῦ; {ΕΡΑΝ.} Ἰουδαῖοι τὰς τοιαύτας παρερμηνεύουσι προφητείας·
「猶大啊,掌權者必不離他的腰間,直等那應得的來到,他必為列國所盼望的。」難道你不接受這預言是指著救主基督所說的嗎?伊拉尼斯特:猶太人歪曲解釋這樣的預言。
'Judah, and a leader from his loins, until he come to whom it is reserved; and he shall be the expectation of the nations.' Or do you not accept this prediction as having been spoken concerning the Saviour Christ? ERAN. The Jews misinterpret such prophecies.
1:148
ἐγὼ δὲ Χριστιανός εἰμι τοῖς θείοις πιστεύων λόγοις, καὶ τὰς περὶ τοῦ σωτῆρος ἡμῶν προφητείας ἀνενδοιάστως δεχόμενος
但我是基督徒,相信神聖的話語,並且毫不遲疑地接受那些關於我們救主的預言。
But I am a Christian, believing the divine words, and accepting without hesitation the prophecies concerning our Saviour.
1:149
{ΟΡΘ.} Ἐπειδὴ τοίνυν πιστεύειν ταῖς προφητείαις ὁμολογεῖς, καὶ τὰ προρρηθέντα περὶ τοῦ σωτῆρος ἡμῶν τεθεσπίσθαι λέγεις, νόησον ἐντεῦθεν τῶν ἀποστολικῶν ῥητῶν τὸν σκοπόν
正統者:既然你承認你相信這些預言,並且說那些關於我們救主所預言的事乃是神所啟示的,那麼你就當從此明白使徒言語的用意。
ORTH. Since then you confess that you believe the prophecies, and say that the things foretold concerning our Saviour were divinely proclaimed, understand from this the aim of the apostolic sayings.
1:150
Τὰς γὰρ πρὸς τοὺς πατριάρχας γεγενημένας ἐπαγγελίας πεπερασμένας ἐπιδεικνύς, τὴν θαυμασίαν ἐκείνην ἀφῆκε φωνήν·
因為他為要表明那向眾族長所作的應許已經達到了成就,就發出那奇妙的話說:
For, showing that the promises made to the patriarchs had reached their fulfillment, he uttered that marvelous saying:
1:151
Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμ βάνεται, μονονουχὶ λέγων, ἀψευδὴς ἡ ὑπόσχεσις, ἐπέθηκε ταῖς ἐπαγγελίαις ὁ δεσπότης τὸ πέρας, ἀνεῴγει τοῖς ἔθνεσιν ἡ τῆς εὐλο γίας πηγή, τοῦ Ἀβραμιαίου σπέρματος ὁ θεὸς λόγος ἐπείληπται, διὰ τούτου τὴν ἄνωθεν ἐπηγγελμένην πραγματεύεται σωτηρίαν, διὰ τούτου τὴν τῶν ἐθνῶν ἐμπεδοῖ προσδοκίαν
「他並不救拔天使」——彷彿說:這應許毫無虛謊,主已為祂的眾應許定下了成就的期限,祝福的泉源已向列國敞開,神的道已抓住了亞伯拉罕的後裔,藉著這後裔祂成就了那自古所應許的救恩,藉著這後裔祂堅立了列國的盼望。
'For verily he took not on him the nature of angels'—all but saying, The promise is without falsehood, the Lord has set the term upon His promises, the fountain of the blessing is opened to the nations, God the Word has laid hold of the seed of Abraham, and through this He accomplishes the salvation promised of old, through this He confirms the expectation of the nations.
1:152
{ ΕΡΑΝ.} Ἄριστα τοῖς ἀποστολικοῖς τὰ προφητικὰ συνηρμόσθη
伊拉尼斯特:先知的話與使徒的話配合得極其美好。
ERAN. Excellently have the prophetic sayings been fitted to the apostolic.
1:153
{ ΟΡΘ.} Οὕτω πάλιν ὁ θεῖος ἀπόστολος τῆς τοῦ Ἰούδα ἡμᾶς ἀνα μιμνήσκων εὐλογίας, καὶ δεικνὺς καὶ ταύτην δεξαμένην τὸ πέρας βοᾷ·
正統者:這樣,那屬神的使徒又提醒我們猶大所受的祝福,並表明這祝福也已得著成就,就高聲說:
ORTH. So again the divine Apostle, reminding us of the blessing of Judah, and showing that this also received its fulfillment, cries aloud:
1:154
Πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος. Ταὐτὸ δὲ τοῦτο καὶ ὁ προφήτης Μιχαίας καὶ ὁ εὐαγγελιστὴς Ματθαῖος πεποίη κεν
「因為很明顯,我們的主是從猶大出來的。」先知彌迦和福音書作者馬太也都作了同樣的事。
'For it is evident that our Lord sprang out of Judah.' And the very same thing both the prophet Micah and the evangelist Matthew have done.
1:155
Ὁ μὲν γὰρ εἶπε τὴν πρόρρησιν, ὁ δὲ τῇ ἱστορίᾳ τὴν μαρτυρίαν συνέταξε
因為那一位說出了預言,這一位則把見證與歷史事實結合在一起。
For the one uttered the prediction, and the other joined the testimony to the history.
1:156
Καὶ τὸ παράδοξον, ὅτι τοὺς προδηλοτάτους τῆς ἀληθείας ἐχθροὺς ἔφη τῷ Ἡρώδῃ σαφῶς εἰπεῖν, ὡς ἐν τῇ Βηθλεὲμ ὁ Χριστὸς γεννᾶται
而希奇的是,他說那些最顯而易見的真理之敵,竟明明地告訴希律,基督是生在伯利恆。
And the marvel is that he said the most manifest enemies of the truth plainly told Herod that Christ is born in Bethlehem.
1:157
Γέγραπται γάρ, φησί, καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδα μῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα·
他說:「因為經上記著:『猶大地的伯利恆啊,你在猶大諸城中並不是最小的;'」
'For it is written,' he says, 'And thou Bethlehem, in the land of Judah, art not the least among the princes of Judah;'
1:158
ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἐπαγάγωμεν δὲ ἡμεῖς καὶ ὅπερ Ἰουδαῖοι κακοήθως παρέλιπον, ἀτελῆ προσενεγ κόντες τὴν μαρτυρίαν
「『因為將來有一位掌權者要從你那裡出來,牧養我的百姓以色列。』」但讓我們也補上那些猶太人惡意省略、以致把見證呈現得不完全的部分。
'for out of thee shall come forth a governor, that shall shepherd my people Israel.' But let us add also that which the Jews maliciously omitted, presenting the testimony incomplete.
1:159
Εἰρηκὼς γὰρ ὁ προφήτης, Ἐκ σοῦ γὰρ ἐξελεύσεταί μοι ἡγούμενος, ἐπήγαγε, Καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος. { ΕΡΑΝ.} Ἄριστα πεποίηκας, πᾶσαν τεθεικὼς τοῦ προφήτου τὴν μαρ τυρίαν
因為先知說了「因為將來有一位掌權者要從你那裡出來歸與我」之後,又加上說:「他的根源從亙古、從太初就有。」伊拉尼斯特:你作得極好,把先知全部的見證都列了出來。
For the prophet, having said, 'For out of thee shall come forth to me a governor,' added, 'And his goings forth have been from the beginning, from the days of eternity.' ERAN. You have done excellently, in setting down the whole testimony of the prophet.
1:160
{ ΟΡΘ.} Οὐ θεὸν μόνον, ἀλλὰ καὶ ἄνθρωπον
正統者:他宣告祂不僅是神,也是人。
ORTH. He proclaims Him not God only, but also man.
1:161
Ἄνθρωπον μὲν ὡς ἐξ Ἰούδα κατὰ σάρκα βλαστήσαντα καὶ ἐν Βηθλεὲμ γεννηθέντα·
說祂是人,因為祂按著肉體是從猶大所發出,並生在伯利恆;
Man, as having sprung from Judah according to the flesh and having been born in Bethlehem;
1:162
θεὸν δὲ ὡς πρὸ αἰώνων ὑπάρχοντα
說祂是神,因為祂在萬世之先就已存在。
and God, as existing before the ages.
1:163
Τὸ γάρ, Ἐκ σοῦ μοι ἐξελεύσεται ἡγού μενος, τὴν κατὰ σάρκα γέννησιν τὴν ἐπ' ἐσχάτου τῶν ἡμερῶν γεγενημένην δηλοῖ·
因為「將有一位掌權者從你那裡出來歸與我」這句話,表明那在末後的日子所發生、按著肉體的降生;
For the phrase, 'Out of thee shall come forth to me a governor,' signifies the birth according to the flesh which took place in the last days;
1:164
τὸ δέ, Αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἀφ' ἡμερῶν αἰῶνος, τὴν προαιώνιον ὕπαρξιν κηρύττει σαφῶς
而「他的根源從亙古、從太初就有」這句話,則清楚地宣告祂在萬世之先就已存在。
but the phrase, 'His goings forth have been from the beginning, from the days of eternity,' clearly proclaims His existence before all ages.
1:165
Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ τῆς παλαιᾶς Ἰουδαίων εὐκληρίας ὀλοφυρόμενος τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν καὶ τῆς θείας ἐπαγγελίας καὶ νομοθεσίας μνημονεύσας, καὶ ταῦτα προστέθεικεν·
那屬神的使徒在羅馬書中也是這樣,他為猶太人昔日的福分和他們變得更壞的光景哀歎,並題到神聖的應許和律法之後,又加上這些話:
So also the divine Apostle in the Epistle to the Romans, lamenting the ancient good fortune of the Jews and their change for the worse, and having made mention of the divine promise and legislation, has added these words also:
1:166
Ων οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας, ἀμήν. Καὶ κατὰ ταὐτὸν ἔδειξεν αὐτὸν καὶ τῶν ἁπάντων δημιουργὸν καὶ δεσπότην καὶ πρύ τανιν ὡς θεόν, καὶ ἐξ Ἰουδαίων βεβλαστηκότα ὡς ἄνθρωπον
「列祖就是他們的祖宗,按肉體說,基督也是從他們出來的;他是在萬有之上,永遠可稱頌的神,阿們。」他用同樣的話表明祂既是萬有的創造者、主宰和治理者,就是神,同時又是從猶太人所生的,就是人。
'Whose are the fathers, and of whom, as concerning the flesh, Christ came, who is over all, God blessed for ever. Amen.' And by the same words he showed Him to be both Creator and Lord and Governor of all things as God, and to have sprung from the Jews as man.
1:167
{ΕΡΑΝ.} Ἰδοὺ ταῦτα ἡρμήνευσας·
伊拉尼斯特:看哪,這些你都解釋了;
ERAN. Behold, you have interpreted these things;
1:168
πρὸς τὴν Ἰερεμίου προφητείαν τί ἂν εἴποις; Ἐκείνη γὰρ αὐτὸν θεὸν μόνον κηρύττει
但對於耶利米的預言你要怎麼說呢?因為那預言宣告祂只是神。
but to the prophecy of Jeremiah what would you say? For that proclaims Him God only.
1:169
{ ΟΡΘ.} Ποίαν λέγεις προφητείαν; { ΕΡΑΝ.} Οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν
正統者:你指的是哪個預言?伊拉尼斯特:「這是我們的神,再沒有別的可與他相比。」
ORTH. Which prophecy do you mean? ERAN. 'This is our God; no other shall be reckoned with him.'
1:170
Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ
「他尋得了知識的全路,將這知識賜給他的僕人雅各,和他所愛的以色列。」
'He found out all the way of knowledge, and gave it to Jacob his servant, and to Israel his beloved.'
1:171
Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ἐν τούτοις ὁ προφήτης οὔτε περὶ σάρκος οὔτε περὶ ἀνθρωπότητος οὔτε περὶ ἀνθρώπου, ἀλλὰ περὶ μόνου θεοῦ προηγόρευσεν
「此後,他出現在地上,在人間往來。」在這些話中,先知並沒有預言任何關於肉體、關於人性、或關於人的事,乃是單單論到神。
'After this he appeared upon earth, and dwelt among men.' In these words the prophet foretold nothing concerning flesh, nor concerning manhood, nor concerning man, but concerning God alone.
1:172
Ποῦ τοίνυν χρεία συλλογισμῶν; { ΟΡΘ.} Τὴν θείαν φύσιν ἀόρατον εἶναί φαμεν, ἢ οὐ πειθόμεθα τῷ ἀποστόλῳ λέγοντι, Ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ; { ΕΡΑΝ.} Ἀναμφιλέκτως ἡ θεία φύσις ἀόρατος
那麼還有甚麼需要用推論呢?正統者:我們說神聖的本性是不可見的,還是我們不信使徒所說的:「但願尊貴榮耀歸與那不能朽壞、不能看見、獨一的神」?伊拉尼斯特:無可爭辯,神聖的本性是不可見的。
Where then is there need of syllogisms? ORTH. Do we say that the divine nature is invisible, or do we not believe the Apostle when he says, 'To the incorruptible, invisible, only God'? ERAN. Beyond dispute the divine nature is invisible.
1:173
διδάσκει σαφῶς τῆς θείας φύσεως τὸ ἀθέατον; Λέγει δὲ οὕτως·
這豈不是清楚地教導神聖本性的不可見性嗎?經上這樣說:
Does it not clearly teach the invisibility of the divine nature? And it says thus:
1:174
Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. Εἰ τοίνυν ἀδύνατος ἀνθρώ ποις, ἐγὼ δέ φημι καὶ ἀγγέλοις, ἡ τῆς θείας φύσεως θεωρία, εἰπὲ πῶς ἐπὶ τῆς γῆς ὁ ἀθέατος καὶ ἀόρατος ὤφθη
「是人未曾看見、也不能看見的。」既然對人——我還要說對天使——都不可能看見神聖的本性,那麼請告訴我,那不可見、不能看見的一位怎能出現在地上呢?
'Whom no man hath seen, nor can see.' If then the beholding of the divine nature is impossible for men—and I say also for angels—tell me how the unseen and invisible One appeared upon the earth.
1:175
{ ΕΡΑΝ.}Ὁ προφήτης εἶπεν ὅτι ἐπὶ τῆς γῆς ὤφθη
伊拉尼斯特:先知說祂出現在地上。
ERAN. The prophet said that He appeared upon the earth.
1:176
{ ΟΡΘ.} Καὶ ὁ ἀπόστολος εἶπεν, Ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ, καί, Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται. {ΕΡΑΝ.} Τί οὖν; ψεύδεται ὁ προφήτης; {ΟΡΘ.} Μὴ γένοιτο, τοῦ θείου γὰρ πνεύματος καὶ ταῦτα κἀκεῖνα τὰ ῥήματα
正統者:而使徒說:「但願尊貴榮耀歸與那不能朽壞、不能看見、獨一的神」,又說:「是人未曾看見、也不能看見的。」伊拉尼斯特:那怎麼樣呢?難道先知說謊嗎?正統者:斷乎不然;因為這些話和那些話都是出於神聖的靈。
ORTH. And the Apostle said, 'To the incorruptible, invisible, only God,' and, 'Whom no man hath seen, nor can see.' ERAN. What then? Does the prophet lie? ORTH. God forbid; for both these words and those are of the divine Spirit.
1:177
Ζητήσωμεν τοίνυν πῶς ὁ ἀόρατος ὤφθη
那麼讓我們查究,那不可見的一位是怎樣顯現的。
Let us then inquire how the invisible One appeared.
1:178
{ ΕΡΑΝ.} Μή μοι λογισμοὺς ἀνθρωπίνους καὶ συλλογισμοὺς προσ ενέγκῃς
伊拉尼斯特:不要向我提出人的推理和論證。
ERAN. Do not bring to me human reasonings and syllogisms.
1:179
Ἐγὼ γὰρ μόνῃ πείθομαι τῇ θείᾳ γραφῇ
因為我單單被神聖的聖經所說服。
For I am persuaded by the divine Scripture alone.
1:180
{ ΟΡΘ.} Μηδένα δέξῃ λόγον ἥκιστα βεβαιούμενον γραφικῇ μαρ τυρίᾳ
正統者:凡不是由聖經的見證所證實的論點,你都不要接受。
ORTH. Accept no argument that is in no way confirmed by the testimony of Scripture.
1:181
{ΕΡΑΝ.} Ἐάν μοι τῆς ἀμφιλογίας τὴν λύσιν ἐκ τῆς θείας προσ ενέγκῃς γραφῆς, ἀδηρίτως δέξομαι καὶ οὐκ ἀντιφθέγξομαι
伊拉尼斯特:你若從神聖的聖經給我這爭議的解答,我必毫不爭辯地接受,也不反駁。
ERAN. If you bring me the solution of the dispute from the divine Scripture, I will accept it without contention and will not gainsay.
1:182
{ ΟΡΘ.} Οἶσθ' ὅτι καὶ πρὸ βραχέος τὴν εὐαγγελικὴν ῥῆσιν διὰ τῆς ἀποστολικῆς μαρτυρίας σαφῆ πεποιήκαμεν, καὶ δεδήλωκεν ἡμῖν ὁ θεῖος ἀπόστολος πῶς ὁ λόγος σὰρξ ἐγένετο, διαρρήδην εἰπών, Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπι λαμβάνεται.Ὁ αὐτὸς τοίνυν καὶ νῦν ἡμᾶς διδάξει διδάσκαλος πῶς ὁ θεὸς λόγος ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη
正統者:你知道不久前我們藉著使徒的見證把福音書的話講明了,那屬神的使徒也向我們表明了道怎樣成了肉身,他明明地說:「他並不救拔天使,乃是救拔亞伯拉罕的後裔。」如今這同一位教師也要教導我們,神的道怎樣出現在地上、在人間往來。
ORTH. You know that but a little while ago we made the evangelic saying clear by means of the apostolic testimony, and the divine Apostle showed us how the Word became flesh, saying expressly, 'For verily he took not on him the nature of angels, but he took on him the seed of Abraham.' The same teacher then will now also teach us how God the Word appeared upon the earth and dwelt among men.
1:183
{ ΕΡΑΝ.} Ἐγὼ καὶ τοῖς ἀποστολικοῖς καὶ τοῖς προφητικοῖς πείθο μαι λόγοις
伊拉尼斯特:我被使徒的話和先知的話兩者所說服。
ERAN. I am persuaded by both the apostolic and the prophetic words.
1:184
{ ΟΡΘ.} Τιμοθέῳ γράφων ὁ θεῖος ἀπόστολος καὶ ταῦτα τέθεικεν·
正統者:那屬神的使徒寫信給提摩太時,也寫下了這些話:
ORTH. Writing to Timothy, the divine Apostle set down these words also:
1:185
̔Ομολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον·
「大哉,敬虔的奧祕,這是無人不以為然的;」
'Confessedly great is the mystery of godliness;'
1:186
Τῇ μὲν γὰρ χειρὶ τὴν ὀπτικὴν ἐδη μιούργησεν αἴσθησιν καὶ τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε
因為祂用祂的手造出了視覺的官能,並醫好了那生來瞎眼的人。
For with His hand He fashioned the faculty of sight and healed the man blind from birth.
1:187
Καὶ αὖ πάλιν τὴν ἀκουστικὴν ἐνέργειαν ἀπέδωκε τῷ κωφῷ, καὶ τὴν πεπεδη μένην ἔλυσε γλῶτταν, ἀντὶ μὲν ὀργάνου τοῖς δακτύλοις χρησάμενος, οἷον δέ τι φάρμακον ἀλεξίκακον τὸ πτύσμα προσενεγκών
祂又把聽覺的功能還給了聾子,並鬆開了那結住的舌頭,用祂的指頭作器具,又用祂的唾沫作一種護衛的藥膏。
And again He restored the faculty of hearing to the deaf man, and loosed the tongue that was bound, using His fingers as an instrument, and applying His spittle as a kind of protecting remedy.
1:188
Οὕτω πάλιν ἐπὶ θαλάττης βαδίσας τὸ τῆς θεότητος ὑπέφηνε παντοδύναμον
祂又這樣行在海面上,顯明了神性全能的本質。
So again, walking upon the sea, He disclosed the all-powerful nature of the Godhead.
1:189
Ἁρμοδίως τοίνυν ὁ θεῖος ἀπόστολος, Ὃς ἐφανερώθη ἐν σαρκί, εἶπε
所以那屬神的使徒恰當地說:「祂在肉身顯現。」
Fittingly then the divine Apostle said, 'Who was manifested in the flesh.'
1:190
Ὤφθη, γάρ φησιν, ἀγγέλοις. Μεθ' ἡμῶν οὖν ἄρα τῆς δωρεᾶς ταύτης καὶ τῶν ἀσωμάτων ἡ φύσις ἀπέλαυσεν
他說:「因為祂被天使看見。」所以連那無形體者的本性,也與我們一同享受了這恩賜。
'For He was seen,' he says, 'of angels.' Therefore together with us the nature of the bodiless ones also enjoyed this gift.
1:191
{ ΕΡΑΝ.} Οὐκοῦν πρὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας οὐχ ἑώρων οἱ ἄγγελοι τὸν θεόν; {ΟΡΘ.}Ὁ ἀπόστολος εἶπεν ὅτι φανερωθεὶς ἐν σαρκὶ ὤφθη ἀγγέ λοις
伊拉尼斯特:那麼在救主顯現以前,天使就沒有看見神嗎?正統者:使徒說祂在肉身顯現之後才被天使看見。
ERAN. Did the angels then not see God before the appearing of the Saviour? ORTH. The Apostle said that having been manifested in the flesh He was seen of angels.
1:192
{ΕΡΑΝ.} Ἀλλ' ὁ κύριος εἶπεν, Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων
伊拉尼斯特:但主說:「你們要小心,不可輕看這些微小者中的一個。」
ERAN. But the Lord said, 'See that ye despise not one of these little ones, the least.'
1:193
Ὁ μονογενής, γάρ φησιν, υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. Καὶ Μωϋσῆς ὁ μέγας, ποθήσας ἰδεῖν τὴν ἀόρατον φύσιν, ἤκουσεν αὐτοῦ λέγοντος τοῦ δεσπότου θεοῦ, Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. { ΕΡΑΝ.} Πῶς οὖν νοήσομεν ὅτι Οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν; {ΟΡΘ.} Ὡς νοεῖν εἰώθαμεν τὰ περὶ τῶν ἑωρακέναι τὸν θεὸν νομισ θέντων ἀνθρώπων
他說:「因為那在父懷裡的獨生子將他表明出來了。」大有能力的摩西渴望看見那不可見的本性,卻聽見主神對他說:「沒有人能看見我的面還能存活。」伊拉尼斯特:那麼我們該怎樣明白「他們的天使常見我父的面」這話呢?正統者:正如我們慣常明白那些被認為曾看見神之人的事一樣。
'For the only-begotten Son,' he says, 'who is in the bosom of the Father, he hath declared him.' And Moses the great, longing to see the invisible nature, heard the Lord God saying to him, 'No one shall see my face, and live.' ERAN. How then shall we understand that 'Their angels do always behold the face of your Father'? ORTH. As we are wont to understand the things concerning the men who were thought to have seen God.
1:194
{ ΕΡΑΝ.} Εἰπὲ σαφέστερον·
伊拉尼斯特:請說得更清楚些。
ERAN. Speak more clearly.
1:195
{ΟΡΘ.} Μὴ καὶ τοῖς ἀνθρώποις ὁρατὸς ὁ θεός; {ΕΡΑΝ.} Οὐδαμῶς
正統者:那麼神連對人也是可見的嗎?伊拉尼斯特:絕對不是。
ORTH. Is God then visible even to men? ERAN. By no means.
1:196
Περὶ δὲ Μωσέως τοῦ νομοθέτου φησὶν ἡ ἱστορία, ὅτι ἐλάλησε κύριος τῷ Μωϋσῇ, ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς φίλον αὑτοῦ
然而關於立法者摩西,歷史卻說:「耶和華與摩西面對面說話,好像人與朋友說話一般。」
Yet concerning Moses the lawgiver the history says that 'the Lord spake unto Moses face to face, as if a man should speak unto his friend.'
1:197
Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων ἔφη θεός, ὅτι Στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων. Τί οὖν ἐροῦ μεν; ὅτι τὴν θείαν ἐθεάσαντο φύσιν; {ΕΡΑΝ.} Οὐδαμῶς
萬有的神自己也說:「我要與他面對面說話,是明說,不用謎語。」那麼我們要怎麼說呢?說他們看見了神聖的本性嗎?伊拉尼斯特:絕對不是。
And God Himself, the God of all, said, 'Mouth to mouth will I speak to him, in a manifest form, and not by dark sayings.' What then shall we say? that they beheld the divine nature? ERAN. By no means.
1:198
Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. {ΟΡΘ.} Ψεύδονται τοίνυν οἱ τὸν θεὸν ἑωρακέναι φήσαντες; {ΕΡΑΝ.} Μὴ γένοιτο·
「沒有人能看見我的面還能存活。」正統者:那麼那些說他們曾看見神的人是說謊嗎?伊拉尼斯特:斷乎不然;
'No one shall see my face, and live.' ORTH. Do then those who said they had seen God lie? ERAN. God forbid;
1:199
εἶδον γὰρ ἅπερ ἰδεῖν αὐτοὺς οἷόν τε ἦν
因為他們所看見的,乃是他們所能看見的。
for they saw such things as it was possible for them to see.
1:200
{ΟΡΘ.} Τῇ δυνάμει ἄρα τῶν ὁρώντων ὁ φιλάνθρωπος δεσπότης τὰς ἀποκαλύψεις μετρεῖ; { ΕΡΑΝ.} Πάνυ γε
正統者:那麼這位慈愛的主是照著觀看者的能力來衡量祂的啟示嗎?伊拉尼斯特:確實如此。
ORTH. Does then the benevolent Lord measure His revelations by the capacity of those who behold? ERAN. Certainly.
1:201
{ ΟΡΘ.} Καὶ τοῦτο δῆλον διὰ τοῦ προφήτου πεποίηκεν
正統者:這事祂也藉著先知講明了。
ORTH. And this too He has made plain through the prophet.
1:202
Ἐγώ, γὰρ ἔφη, ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Οὐκ εἶπεν, ὤφθην, ἀλλ' ὡμοιώθην.Ἡ δὲ ὁμοίωσις οὐκ αὐτὴν δηλοῖ τοῦ ὁρωμένου τὴν φύσιν
祂說:「我曾多多顯現異象,並藉眾先知的手用比喻曉諭人。」祂沒有說「我被看見」,乃是說「我用比喻表明」。而這比喻並不顯明所看見者的本性。
'For I,' He said, 'have multiplied visions, and by the hands of the prophets was I likened.' He did not say, 'I was seen,' but, 'I was likened.' And the likening does not reveal the very nature of that which is seen.
1:203
Οὐδὲ γὰρ ἡ τοῦ βασιλέως εἰκὼν αὐτοῦ δείκνυσι τοῦ βασιλέως τὴν φύσιν, κἂν ἐναργεῖς διασώζῃ τοῦ βασιλέως τοὺς χαρακτῆρας
因為即使君王的像,也不顯明君王本身的本性,縱使它把君王的容貌保存得清晰分明。
For not even the image of the king reveals the very nature of the king, even though it preserve distinct the features of the king.
1:204
{ΕΡΑΝ.} Ἄδηλόν ἐστι τοῦτό γε καὶ ἀσαφές
伊拉尼斯特:這一點至少是隱晦不明的。
ERAN. This at least is obscure and unclear.
1:205
{ΟΡΘ.} Οὐκοῦν οὐδὲ τοῦ θεοῦ τὴν οὐσίαν εἶδον οἱ τὰς ἀποκαλύψεις ἐκείνας θεασάμενοι; { ΕΡΑΝ.} Τίς γὰρ οὕτω μέμηνεν ὥστε τοῦτο φάναι τολμῆσαι; {ΟΡΘ.} Εἴρηται δὲ ὅμως ὡς ἑωράκασιν
正統者:那麼那些觀看那些啟示的人,連神的本質也沒有看見嗎?伊拉尼斯特:誰會瘋狂到敢說這樣的話呢?正統者:然而經上卻說他們看見了。
ORTH. Did then those who beheld those revelations not see even the essence of God? ERAN. For who is so mad as to dare to say this? ORTH. Yet it has nevertheless been said that they saw.
1:206
{ΟΡΘ.} Ἡμεῖς δὲ καὶ λογισμοῖς εὐσεβέσι χρώμενοι, καὶ ταῖς ἀποφάσεσι ταῖς θείαις πιστεύοντες, αἳ βοῶσι διαρρήδην, Θεὸν οὐδεὶς ἑώρακε πώποτε, φαμὲν αὐτοὺς οὐ τὴν θείαν φύσιν ἑωρακέναι, ἀλλ' ὄψεις τινὰς τῇ σφῶν δυνάμει συμμέτρους
正統者:但我們既用敬虔的推理,又相信那明明高聲宣告「從來沒有人看見神」的神聖宣言,就說他們並沒有看見神聖的本性,乃是看見了某些與他們自己能力相稱的異象。
ORTH. But we, both using pious reasonings and believing the divine declarations, which cry aloud expressly, 'No man hath seen God at any time,' say that they saw not the divine nature, but certain visions commensurate with their own power.
1:207
{ΟΡΘ.} Οὕτω τοίνυν καὶ περὶ τῶν ἀγγέλων νοήσωμεν, ἀκούοντες ὅτι Καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν. Οὐ γὰρ τὴν θείαν οὐσίαν ὁρῶσι, τὴν ἀπερίγραφον, τὴν ἀκατάληπτον, τὴν ἀπερινόητον, τὴν περιληπτικὴν τῶν ὅλων, ἀλλὰ δόξαν τινὰ τῇ αὐτῶν φύσει συμμετρουμένην
正統者:這樣,我們聽見「他們天天觀看你們父的面」這話時,論到天使也當如此明白。因為他們並不看見那不受限、不可測度、不可思議、包羅萬有的神聖本質,乃是看見某種與他們的本性相稱的榮耀。
ORTH. So then let us understand also concerning the angels, when we hear that 'They do daily behold the face of your Father.' For they do not see the divine essence, which is uncircumscribed, incomprehensible, inconceivable, all-embracing, but a certain glory commensurate with their nature.
1:208
{ΕΡΑΝ.} Ὡμολόγηται ταῦτα οὕτως ἔχειν
伊拉尼斯特:這些事是這樣,已經得到公認了。
ERAN. It is agreed that these things are so.
1:209
{ΟΡΘ.} Μετὰ μέντοι τὴν ἐνανθρώπησιν ὤφθη καὶ τοῖς ἀγγέλοις, κατὰ τὸν θεῖον ἀπόστολον, οὐχ ὁμοιώματι δόξης, ἀλλ' ἀληθεῖ καὶ ζῶντι χρησάμενος, οἷόν τινι παραπετάσματι, τῷ τῆς σαρκὸς προ καλύμματι
正統者:然而按著那屬神的使徒所說,在成為肉身之後,祂也被天使看見了,所用的不是榮耀的仿像,乃是一個真實而活的,彷彿是一層幔子——就是肉體的遮蓋。
ORTH. Yet after the incarnation He was seen also by the angels, according to the divine Apostle, using not a likeness of glory, but a true and living one—as it were a veil—the covering of the flesh.
1:210
Ὃς ἐφανερώθη, γάρ φησιν, ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις. {ΕΡΑΝ.} Τοῦτο μὲν ὡς γραφικὸν ἐδεξάμην, τὰς δὲ τῶν ὀνομάτων καινοτομίας οὐ δέχομαι
他說:「因為祂在肉身顯現,在靈裡得稱義,被天使看見。」伊拉尼斯特:這話既是合乎聖經的,我便接受了;但那些用語上的新造字眼,我卻不接受。
'For He was manifested,' he says, 'in the flesh, was justified in the Spirit, was seen of angels.' ERAN. This I have accepted as scriptural, but the innovations of terms I do not accept.
1:211
{ ΟΡΘ.} Ποῖον ἡμεῖς κεκαινοτομήκαμεν ὄνομα; { ΕΡΑΝ.} Τὸ τοῦ παραπετάσματος
正統:我們創造了什麼新奇的名稱呢?辯客:就是「幔子」這名稱。
ORTH. What novel name have we coined? ERAN. That of 'the veil.'
1:212
Ποία γὰρ γραφὴ τὴν τοῦ κυρίου σάρκα παραπέτασμα προσηγόρευσεν; { ΟΡΘ.} Ἔοικας μὴ μάλα σπουδαίως τὴν θείαν ἀναγινώσκειν γραφήν
究竟哪處經文曾稱主的肉體為「幔子」呢?正統:看來你讀神聖的經文並不太用心。
For what Scripture ever called the Lord's flesh a 'veil'? ORTH. It seems you do not read the divine Scripture with much diligence.
1:213
Ἦ γὰρ ἄν, οὐκ ἐμέμψω τῷ παρ' ἡμῶν ὡς ἐν εἰκόνι ῥηθέντι
否則你就不會責怪我們,說我們是以比喻的方式說話了。
For otherwise you would not have found fault with what we said as being spoken figuratively.
1:214
Πρῶτον μὲν γὰρ καὶ τὸ διὰ σαρκὸς φανερωθῆναι τὴν ἀόρατον φύσιν φάναι τὸν θεῖον ἀπόστολον, παραπέτασμα τῆς θεότητος ἐπιτρέπει τὴν σάρκα νοεῖν
首先,當神聖的使徒說那不可見的性情藉著肉體顯明出來時,他就容許我們將肉體理解為神性的幔子。
For, in the first place, when the divine Apostle says that the invisible nature was made manifest through the flesh, he permits us to understand the flesh as the veil of the Godhead.
1:215
Ἔπειτα δὲ σαφῶς ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἐχρήσατο τῷ ὀνόματι
其次,神聖的使徒在《希伯來書》中也明明地使用了這名稱。
Then again, the divine Apostle plainly employed this very name in the Epistle to the Hebrews.
下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。