📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 教會史

狄奧多勒

教會史 第 1 章 第 9/18 段

希臘文原文.194 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1367–1:1560(全章共 3246 節)

← 上一段下一段 →
1:1367
τὴν γὰρ ἱερὰν στολήν, ἣν πανεύφημος Κωνσταντῖνος βασιλεὺς τὴν Ἱεροσολύμων ἐκκλησίαν γεραίρων ἐδεδώκει Μακαρίῳ τῷ τῆς πόλεως ἐκεί νης ἀρχιερεῖ ἵνα ταύτην περιβαλλόμενος τὴν τοῦ θείου βαπτίσματος ἐπι τελῇ λειτουργίαν ( ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων), πεπρα κέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυ γιζομένων πριάμενον περιβαλέσθαι μέν, ὀρχούμενον δὲ πεσεῖν καὶ συντριβῆναι καὶ θανάτῳ παραδοθῆναι
因為他聲稱區利羅曾將那件聖袍變賣——那件聖袍是無比榮耀的君士坦丁大帝為尊崇耶路撒冷教會,賜給該城主教馬迦流的,好讓他披上它施行神聖洗禮的事奉(此袍以金線織成)——他還說,是舞台上一名雜技演員買下了這件聖袍並將其穿在身上,結果在跳舞時跌倒,摔得粉碎,因而喪命。
For he said that Cyril had sold the sacred robe which the all-glorious emperor Constantine, in honoring the church of Jerusalem, had given to Macarius, the bishop of that city, so that, wearing it, he might perform the ministry of divine baptism (it had been made of golden threads); and that one of the contortionists of the stage had bought this robe and put it on, but had fallen while dancing, been crushed, and been delivered over to death.
1:1368
τοῦτον, ἔφη, κοινωνὸν ἔχοντες κρίνειν τοῖς ἄλλοις καὶ δικάζειν ἐπιχειροῦσι
他說:「他們竟以這樣的人作為同夥,卻試圖去審判、裁決別人。」
"Having such a man as their partner," he said, "they attempt to judge and pass sentence upon others."
1:1369
Ταύτην λαβόντες τὴν ἀφορμὴν τῶν βασιλείων οἱ προστατεύοντες πείθουσι τὸν βασιλέα μὴ πᾶσαν ἀθροῖσαι τὴν σύνοδον (ἐδεδίεσαν γὰρ τοῦ πλήθους τὴν συμφωνίαν), ἀλλὰ δέκα τοὺς ἡγουμένους
那些掌管宮廷事務的人便藉此為藉口,說服皇帝不要召集整個大公會議前來(因為他們懼怕群體的一致意見),而只召其中十位領袖前來。
Taking this as their pretext, those in charge of palace affairs persuaded the emperor not to summon the whole synod (for they feared the unanimity of the multitude), but only ten of its leading men.
1:1370
ἐν τού τοις Εὐστάθιος ἦν Ἀρμένιος καὶ Βασίλειος Γαλάτης καὶ Σιλβανὸς Ταρσοῦ καὶ Ἐλεύσιος Κυζίκου
這些人當中有亞美尼亞的歐斯塔提烏斯、加拉太的巴西流、大數的西爾瓦努斯,以及基齊庫斯(Cyzicus)的以琉西烏斯(Eleusius)。
Among these were Eustathius the Armenian, Basil the Galatian, Silvanus of Tarsus, and Eleusius of Cyzicus.
1:1371
οὗτοι παραγενόμενοι παρεκάλουν τὸν βασιλέα τὴν Εὐδοξίου βλασφημίαν τε καὶ παρανομίαν ἐξελεγ χθῆναι
這些人到達之後,便懇請皇帝將歐多克西烏斯的褻瀆與不法之行公開揭發、駁斥。
When these arrived, they urged the emperor that the blasphemy and lawlessness of Eudoxius be exposed and refuted.
1:1372
δὲ παρὰ τῶν τἀναντία φρονούντων διδασκόμενος ἔλεγε χρῆναι πρότερον τὰ κατὰ τὴν πίστιν διακριθῆναι, εἶθ' οὕτω τὰ κατ' ἐκεῖνον ἐξετασθῆναι
但皇帝受到那些持相反主張者的教唆,說必須先釐清有關信仰的事,然後才審查有關那人的事。
But he, being instructed by those of the opposing persuasion, said that it was necessary first for the matters of the faith to be settled, and only then for the matters concerning that man to be examined.
1:1373
τοῦ δὲ Βασιλείου τῇ προτέρᾳ συνηθείᾳ θαρρήσαντος καὶ σὺν παρρησίᾳ τὸν βασιλέα διελέγξαντος ὡς τοῖς ἀποστο λικοῖς ἐπιβουλεύοντα δόγμασιν, ἐχαλέπηνε μὲν Κωνστάντιος, σιγῆ σαι δὲ προσέταξε τὸν Βασίλειον, ὡς ζάλης αἴτιον ταῖς ἐκκλησίαις γιγνόμενον
巴西流仗著先前彼此的熟識而壯起膽子,坦率地斥責皇帝陰謀對抗使徒的教義,君士坦提烏斯因而動怒,命令巴西流住口,指責他是引起眾教會動盪的禍首。
But Basil, emboldened by their former familiarity, boldly rebuked the emperor to his face for scheming against the apostolic doctrines; Constantius grew angry and ordered Basil to be silent, as being a cause of turmoil for the churches.
1:1374
παυσαμένου δὲ τοῦ Βασιλείου τῆς διαλέξεως, ἐπειδὴ τὰ τῆς πίστεως διακριθῆναι βούλει, βασιλεῦ, Εὐστάθιος ἔφη, ὅρα τὰς κατὰ τοῦ μονογενοῦς βλασφημίας ὑπὸ Εὐδοξίου τετολμημένας
巴西流停止發言之後,歐斯塔提烏斯說道:「陛下,既然您願意先釐清信仰的事,那就請看看歐多克西烏斯所膽敢說出、褻瀆獨生子的言論吧。」
When Basil had ceased his discourse, Eustathius said, "Since you wish, O Emperor, that the matters of the faith be settled, behold the blasphemies against the Only-begotten which Eudoxius has dared to utter."
1:1375
καὶ ἅμα λέγων ἐπέδωκεν ἔκθεσιν, πρὸς ἄλλοις πολλοῖς δυσσεβέσι καὶ ταῦτα προσέκειτο·
他一邊說著,一邊呈上一份文件,其中除了許多其他不敬虔的言論之外,還附有以下內容:
And as he spoke, he handed over a document in which, along with many other impious statements, the following were also included:
1:1376
τὰ ἀνομοίως προφερόμενα ἀνόμοια κατὰ τὴν οὐσίαν ἐστίν·
「凡以不相似的方式陳述之事,其本質亦不相似;
"Things spoken of in an unlike manner are unlike in essence;
1:1377
εἷς θεὸς πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα·
一位神,即父,萬有出於祂;一位主,即耶穌基督,萬有藉著祂而有;
one God, the Father, from whom are all things, and one Lord, Jesus Christ, through whom are all things;
1:1378
ἀνόμοιον δὲ τὸ ἐξ οὗ τῷ δι' οὗ·
而『出於』與『藉著』二者並不相似;
but 'from whom' is unlike 'through whom';
1:1379
ἀνόμοιος ἄρα υἱὸς τῷ θεῷ καὶ πατρί
所以子與神即父並不相似。」
therefore the Son is unlike God the Father."
1:1380
ταύτην ἀναγνωσθῆναι κελεύσας τὴν ἔκθεσιν Κωνστάντιος καὶ σφόδρα χαλεπήνας πρὸς τὴν ἐγκειμένην ἀσέβειαν, ἤρετο τὸν Εὐδόξιον εἰ αὐτὸς ταῦτα συνέγραψεν·
君士坦提烏斯下令將這份文件宣讀出來,並對其中所含的不敬虔言論大為震怒,便質問歐多克西烏斯是否是他自己寫下這些話。
Constantius, having ordered this document to be read, and being greatly angered at the impiety it contained, asked Eudoxius whether he himself had composed it.
1:1381
δὲ ἠρνήθη παραυτίκα καὶ ταῦτα γεγραφέναι τὸν Ἀέτιον ἔφη
歐多克西烏斯立刻否認,並說這些話是埃提烏斯(Aëtius)所寫。
But he immediately denied it, and said that Aëtius had written these things.
1:1382
τότε μέντοι μετ' Εὐνομίου τῷ Εὐδοξίῳ συνῆν
此時,埃提烏斯確實正與歐諾米烏斯(Eunomius)一同伴隨在歐多克西烏斯左右。
At that time, indeed, he was in company with Eudoxius, together with Eunomius.
1:1383
Λεοντίου γὰρ δὴ τετελευτηκότος καὶ Εὐδοξίου τῆς Ἀντιοχέων ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων·
原來,當里昂提烏斯去世、歐多克西烏斯篡奪了安提阿教會的主教之位後,埃提烏斯便從埃及歸來,並帶著歐諾米烏斯同行;
For when Leontius had died and Eudoxius had seized the presidency of the church of the Antiochenes, Aëtius returned from Egypt, bringing Eunomius with him;
1:1384
καὶ τὸν Εὐδόξιον εὑρὼν ὁμόφρονα καὶ πρὸς τῇ δυσσεβείᾳ καὶ Συβαριτικῇ κεχρημένον χλιδῇ, πάντων προὐτίμησε τὴν ἐν Ἀντιοχείᾳ διατριβὴν καὶ σὺν Εὐνομίῳ ταῖς ἐκεί νου προσηλώθη στιβάσι·
埃提烏斯發現歐多克西烏斯與自己志趣相投,不僅同樣不敬虔,還沉溺於敘巴里斯式(Sybaritic)的奢華享樂,於是便看重在安提阿的居留勝過一切,並與歐諾米烏斯一同緊黏在那人的臥榻旁;
and finding Eudoxius to be of like mind and given, besides his impiety, to Sybaritic luxury, he preferred his sojourn in Antioch above all else, and together with Eunomius became attached to that man's couches;
1:1385
τὸν γὰρ τῶν κολάκων ἐζηλώκει βίον, καὶ νῦν μὲν παρὰ τοῦτον νῦν δὲ παρ' ἐκεῖνον διετέλει φοιτῶν τε καὶ γα στριζόμενος
因為他過著阿諛奉承者的生活,時而奔走於這人門下,時而投靠那人,終日出入穿梭,只為飽食終日。
for he had adopted the life of a flatterer, and continually went now to this man, now to that, frequenting their tables and filling his belly.
1:1386
τότε μέντοι βασιλεὺς τοῦτο μαθὼν εἰσαχθῆναί τε προσέταξε τὸν Ἀέτιον καὶ εἰσεληλυθότι τὴν ἔκθεσιν ἐκείνην ὑπέδειξε, πυνθανόμενος εἰ αὐτὸς ἐκείνους τετοκὼς εἴη τοὺς λόγους
於是,皇帝得知此事後,便下令將埃提烏斯帶到跟前;埃提烏斯進來之後,皇帝將那份文件出示給他看,詢問那些言論是否確實出自他手。
At that time, then, the emperor, having learned this, ordered Aëtius to be brought in, and when he had entered, showed him that document, inquiring whether he himself had been the father of those statements.
1:1387
δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ
埃提烏斯完全不知道事情的來龍去脈,也不明白這番詢問的用意,反倒以為承認此事能為自己贏得讚譽,於是便說那些言論的確是自己所撰。
But he, being altogether ignorant of what had happened and not understanding the manner of the inquiry, but expecting to reap praise from his admission, said that he himself was the author of those statements.
1:1388
δὲ βασιλεὺς τὴν τῆς δυσσεβείας ὑπερβολὴν κατιδὼν εὐθὺς αὐτὸν ἐξωστράκισεν, εἴς τι χωρίον τῆς Φρυγίας ἀπαχθῆναι κελεύσας
皇帝一見識到這番言論極端的不敬虔,便立刻將他流放,下令將他押解到弗里吉亞(Phrygia)某地。
But the emperor, perceiving the extremity of the impiety, immediately banished him, ordering that he be led away to a certain place in Phrygia.
1:1389
Καὶ ἐκεῖνος μὲν τὴν ἐκ τῆς βλασφημίας καρπωσάμενος ἀτιμίαν ἐξεβλήθη τῶν βασιλείων
於是,那人因其褻瀆之言而換來的,竟是恥辱,並被逐出了宮廷。
And thus that man, having reaped the disgrace resulting from his blasphemy, was cast out of the palace.
1:1390
Εὐστάθιος δὲ καὶ τὸν Εὐδόξιον ἔφη ταῦτα φρονεῖν·
而歐斯塔提烏斯則說,歐多克西烏斯也持有同樣的見解——
And Eustathius said that Eudoxius also held these same views —
1:1391
σύνοικον γὰρ αὐτοῦ καὶ σύσσιτον τὸν Ἀέτιον εἶναι καὶ τῇ τούτου γνώμῃ διακονοῦντα ἐκεῖνον τὴν βλασφημίαν συγγεγραφέναι
因為埃提烏斯是他的同居者兼同席者,而歐多克西烏斯正是秉承埃提烏斯的意見,才寫下了這篇褻瀆之詞。
for Aëtius was his housemate and table-companion, and that man, ministering to Aëtius's opinion, had composed the blasphemy.
1:1392
καὶ τεκμήριον ἔλεγεν εἶναι σαφὲς τοῦ συνειδέναι τοῖς γεγραμμένοις τὸ μηδένα ἕτερον ἀλλ' αὐτὸν εἰρηκέναι Ἀετίου εἶναι τὴν ἔκθεσιν
他還說,有一項清楚的證據可以證明歐多克西烏斯確實知情這份文件的內容:因為除了他自己之外,沒有別人說過那份文件是埃提烏斯所寫的。
And he said this was clear proof that Eudoxius was privy to what had been written: that no one else but he himself had said that the document belonged to Aëtius.
1:1393
ἡμᾶς μὴ ταῦτα φρονεῖν Εὐδόξιος, ἀναθεματίζων τοῦ Ἀετίου τὸ σύγγραμμα. τοῦ δὲ βασιλέως ἀσπαστῶς δεξαμένου τὴν αἴτησιν καὶ τοῦτο γενέσθαι προστεταχότος, ἀνεδύετο μὲν Εὐ δόξιος καὶ πολλαῖς ἐκέχρητο μηχαναῖς ἐκκλῖναι τὴν πρόκλησιν
〔他要求〕歐多克西烏斯藉著咒詛埃提烏斯的著作,證明我們並不持有這樣的見解。皇帝欣然接受這項請求,並下令務必如此施行;然而歐多克西烏斯卻退縮不前,想方設法要迴避這項挑戰。
[He asked] that Eudoxius show that we do not hold these views, by anathematizing the treatise of Aëtius. And when the emperor gladly received the request and ordered that this be done, Eudoxius shrank back and resorted to many devices to evade the challenge.
1:1394
ἐπειδὴ δὲ ἐχαλέπηνεν βασιλεὺς καὶ σὺν Ἀετίῳ πέμψειν ἠπείλησεν ὡς τοῦ δυσσεβοῦς φρονήματος κοινωνόν, τὴν οἰκείαν ἠρνήθη διδασκαλίαν, ἣν καὶ τότε καὶ μετὰ ταῦτα πρεσβεύων διατετέλεκεν
但當皇帝動怒,並威脅要將他與埃提烏斯一同流放,視他為那不敬虔思想的同夥時,歐多克西烏斯便否認了自己的教導——儘管他當時以及此後仍不斷持守、宣揚這一教導。
But when the emperor grew angry and threatened to send him away together with Aëtius as a partner in his impious opinion, he denied the very teaching which both then and afterward he continued to advocate.
1:1395
ἀντεπήγαγε μέντοι καὶ αὐτὸς τοῖς περὶ τὸν Εὐστάθιον, χρῆναι καὶ αὐτοὺς ἀνα θεματίσαι λέγων ἄγραφον ὂν τοῦ ὁμοουσίου τὸ πρόσρημα
然而,歐多克西烏斯也反過來對歐斯塔提烏斯一派提出反擊,說他們也必須咒詛「同質」(homoousios)一詞,因為這個稱謂並非出自聖經。
He, however, retorted against Eustathius and his party, saying that they too must anathematize the term homoousios, since it was unscriptural.
1:1396
ἀλλὰ καὶ τὸ ἐξ οὐκ ὄντων, Σιλβανὸς ἔφη, καὶ τὸ κτίσμα καὶ τὸ ἑτερο ούσιον, ἄγραφα τυγχάνοντα καὶ οὔτε προφητικοῖς οὔτε ἀποστολικοῖς λογίοις προσκείμενα, δίκαιον αὐτοὺς ἀποκηρῦξαι καὶ θείων ἐξελάσαι συλ λόγων. τούτοις καὶ βασιλεὺς ἐπεψήφισε καὶ ἀναθεματίζειν ἐκείνους ἐκέλευσεν
西爾瓦努斯說道:「但『出於無有』、『受造物』以及『異質』(heteroousios)這些詞語同樣不見於聖經,既不出自先知的話語,也不出自使徒的教導;理當同樣予以摒棄,並將持此見解的人逐出神聖的集會。」皇帝也對此表示贊同,並下令要那些人予以咒詛。
"But," said Silvanus, "'out of nothing,' and 'creature,' and 'of a different substance' (heteroousios) are likewise unscriptural, attached neither to the prophetic nor to the apostolic oracles; it is right that these too be disavowed, and that those who use them be driven out of the sacred assemblies." The emperor voted in agreement with these points, and ordered that those men be anathematized.
1:1397
οἱ δὲ τὰ μὲν πρῶτα εἰς ἀντιλογίαν καθίσταντο·
起初,那些人仍持異議、加以反駁;
At first they set themselves in opposition;
1:1398
ὕστερον δὲ τοῦ βασιλέως τὸν θυμὸν θεασάμενοι, δυσχεραίνοντες μέν, ἀπεκήρυξαν δὲ ὅμως ἅπερ Σιλβανὸς αὐτοῖς προὔτεινεν
但後來,他們見到皇帝動怒,雖然心中不快,仍然咒棄了西爾瓦努斯向他們所提出的那些詞語。
but afterward, seeing the emperor's anger, though displeased, they nevertheless disavowed the things which Silvanus had proposed to them.
1:1399
Ἐπέκειντο δὲ λοιπὸν σφοδρότερον, τοῦ ὁμοουσίου τὸν ἀναθεμα τισμὸν εἰσπραττόμενοι
此後,他們更加強硬地步步進逼,硬要對方咒詛「同質」一詞。
From then on they pressed more vehemently, exacting the anathematizing of homoousios.
1:1400
ἀλλὰ συλλογιστικῶς τε καὶ ἀληθῶς Σιλ βανὸς πρός τε αὐτοὺς καὶ τὸν βασιλέα ἔφη·
但西爾瓦努斯卻以邏輯推理、據實無誤地對他們並對皇帝說道:
But Silvanus, both syllogistically and truthfully, said to them and to the emperor:
1:1401
εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν οὔτε κτίσμα οὔτε ἐξ ἑτέρας οὐσίας θεὸς λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι θεῷ, ὡς θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν. ἀλλὰ ταῦτα μὲν καὶ δυνατῶς καὶ ἀληθῶς εἰρήκει, ἐπείθετο δὲ τῶν παρόντων οὐδείς, ἀλλὰ βοή τε πολλὴ τῶν περὶ Εὐδόξιον καὶ Ἀκάκιον ἐγίνετο καὶ βασιλεὺς ἐχα λέπηνε καὶ τῶν ἐκκλησιῶν ἐξελάσειν ἠπείλησεν
「若神・道並非出於不存在之物,故既非受造物,亦非出於另一實體,那麼他就與生他的神同質,如同神出於神、光出於光,且與生者具有相同的本性。」但這些話他說得既有力又真實,然而在場的人卻無一被說服;反倒是歐多克西烏斯與阿卡修斯一黨大聲喧嚷,皇帝也發怒,並揚言要將他們逐出教會。
"If God the Word is not from things that do not exist, and is neither a creature nor of a different substance, then he is consubstantial with the God who begot him, as God from God and light from light, and he has the same nature as his begetter." But these things he had spoken both forcefully and truthfully, yet none of those present were persuaded; rather, there arose a great outcry from the party of Eudoxius and Acacius, and the emperor grew angry and threatened to drive them out of the churches.
1:1402
Ἐλεύσιος δὲ καὶ Σιλβανὸς σὺν τοῖς ἄλλοις καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν τῆς τι μωρίας καὶ σφὰς αὐτοὺς τῆς εὐσεβείας δυσσεβείας·
埃勒烏西烏斯與西爾瓦努斯連同其他人一同表示:皇帝固然有權任憑自己的愚妄,而他們自己也有權決定自己的敬虔或不敬虔;
But Eleusius and Silvanus, together with the others, said that he too had authority over his own folly, just as they themselves had authority over their own piety or impiety;
1:1403
οὐ μὴν προ ήσεσθαι τὴν πατρῴαν διδασκαλίαν
然而他們絕不會放棄祖傳的教訓。
yet they would not abandon the ancestral teaching.
1:1404
δὲ Κωνστάντιος, θαυμάζειν δέον καὶ τὴν σοφίαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπὲρ τῶν ἀποστολι κῶν δογμάτων παρρησίαν, τοὺς μὲν ἐξήλασε τῶν ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ' αὐτῶν καταστῆναι προσέταξε
康斯坦提烏斯本應讚賞他們的智慧、勇氣,以及為使徒教義所發的坦率之言,卻反將他們逐出教會,並下令另立他人取代他們。
But Constantius, though he ought to have admired both their wisdom and their courage and their boldness of speech on behalf of the apostolic doctrines, drove them out of the churches and ordered others to be appointed in their place.
1:1405
τότε τῆς μὲν Κωνσταντινου πολιτῶν ἐκκλησίας Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον, τῆς δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσας ἀντ' ἐκείνου κατέστησε τὸν Εὐ νόμιον
於是,歐多克西烏斯以暴虐手段篡奪了君士坦丁堡教會的寶座;至於基齊庫斯,他驅逐了埃勒烏西烏斯,另立歐諾米烏斯取而代之。
Then Eudoxius tyrannically seized the throne of the church of the Constantinopolitans, and having driven out Eleusius from Cyzicus, he appointed Eunomius in his place.
1:1406
καὶ τούτων δὲ οὕτως γεγενημένων, ἀποκηρυχθῆναι τὸν Ἀέτιον ἐγγράφως προσέταξεν βασιλεύς, καὶ τῆς δυσσεβείας οἱ κοι νωνοὶ πεισθέντες ἀπεκήρυξαν τὸν ὁμόφρονα
事情這樣發生之後,皇帝下令以文書形式將埃提烏斯革除;那些與他同持不敬虔之見的同夥,也被說服,將這位與自己同心的人加以革除。
And when these things had thus come to pass, the emperor ordered in writing that Aetius be denounced, and his partners in impiety, being persuaded, denounced their like-minded associate.
1:1407
ἔγραψαν δὲ καὶ πρὸς Γεώργιον τὸν τῆς Ἀλεξανδρέων ἡγούμενον, τὰ κατὰ τοῦτον μηνύοντες
他們又寫信給亞歷山大人的領袖喬治,將此人之事告知於他。
And they also wrote to George, the leader of the Alexandrians, informing him of the matters concerning him.
1:1408
ἐγὼ δὲ καὶ τήνδε τὴν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, τὴν ἐκείνων μοχθηρίαν ἐπιδεικνύς
我也要將這封書信收入這部史書之中,以彰顯他們的邪惡。
And I shall insert this letter also into my history, to display their wickedness.
1:1409
καὶ γὰρ καὶ τοῖς συμφωνοῦσι καὶ τοῖς ἀντιλέγουσι παραπλησίως ἐκέχρηντο
因為他們對贊同者與反對者,其實一視同仁,用同樣的手段對待。
For indeed they dealt in like manner both with those who agreed and with those who opposed them.
1:1410
Ἀντίγραφον τῶν γραφέντων ὑπὸ πάσης τῆς συνόδου Γεωργίῳ κατὰ Ἀετίου διακόνου αὐτοῦ ἕνεκεν τῆς ἀθεμίτου αὐτοῦ βλασφημίας
全體會議寫給喬治、指控其執事埃提烏斯無法無天之褻瀆的書信抄本
Copy of the letter written by the whole council to George against Aetius, his deacon, on account of his lawless blasphemy.
1:1411
ἁγία σύνοδος ἐν Κωνσταντινουπόλει συνελθοῦσα κυρίῳ τιμιωτάτῳ ἐπισκόπῳ τῆς Ἀλεξανδρείας Γεωργίῳ χαίρειν
聚集於君士坦丁堡的聖會議,向亞歷山大最可敬的主教喬治大人問安。
The holy council assembled at Constantinople, to the lord George, most honored bishop of Alexandria, greetings.
1:1412
Τῆς ἐπ' Ἀετίῳ γενομένης καταγνώσεως ὑπὸ τῆς συνόδου διὰ τὰς ἀθεμίτους αὐτοῦ καὶ σκανδάλων γεμούσας λογογραφίας, τὸ μὲν ἀκόλουθον τοῖς ἐκκλησιαστικοῖς κανόσιν ἐπ' αὐτῷ παρὰ τῶν ἐπι σκόπων ἐπράχθη
關於會議因埃提烏斯那些無法無天、充滿醜聞的文字著述而對他所作的定罪,眾主教已依照教會法規對他採取了相應的處置;
Concerning the condemnation pronounced by the council against Aetius on account of his lawless writings full of scandals, that which accords with the ecclesiastical canons has been carried out against him by the bishops.
1:1413
καθῃρέθη γὰρ τῆς διακονίας καὶ ἠλλοτριώθη τῆς ἐκκλησίας·
因為他已被革除執事之職,並與教會斷絕關係。
For he was deposed from the diaconate and estranged from the church;
1:1414
καὶ παραινέσεις παρ' ἡμῶν παρηκολούθησαν, μήτε εἰς ἀνάγνωσιν ἔρχεσθαι τὰς ἀθεμίτους αὐτοῦ ἐπιστολάς, ῥιπτάζεσθαι δὲ αὐτὰς διὰ τὸ ἄχρηστον καὶ ἀνωφελές
我們又隨即發出勸誡,凡他那些無法無天的書信,不僅不可誦讀,更應因其無用有害而加以棄擲。
and exhortations from us followed, that his lawless letters should not even be read, but should be cast away as useless and unprofitable.
1:1415
προστίθεμεν δὲ τούτοις καὶ ἀναθεματίζεσθαι αὐτὸν ἐπιμείναντα τῇ αὐτῇ προθέσει μετὰ τῶν συναινούντων αὐτῷ
我們又加上一條:若他仍執迷不悟、堅持原意,則他與贊同他的人,都要一併被處以絕罰。
And to these we add that he, if he persists in the same purpose, is to be anathematized together with those who agree with him.
1:1416
τὸ μὲν οὖν ἀκόλουθον ἦν κοινῇ πάντας τοὺς συνελθόντας ἐν τῇ συνόδῳ ἐπισκόπους ἀποστυγεῖν τὸν σκανδάλων καὶ ταραχῶν καὶ σχισμάτων αἴτιον καὶ θρύλου τοῦ κατὰ τὴν οἰκουμένην καὶ στάσεως πρὸς ἀλλήλας τῶν ἐκκλησιῶν, ὁμονοεῖν δὲ πρὸς τὴν ἐξενεχθεῖσαν κατ' αὐτοῦ ψῆφον
因此,凡聚集於此次會議的眾主教理當一致憎惡此人——他正是造成種種醜聞、動亂、分裂,以及普世喧嚷與教會彼此對立紛爭的禍首——並且齊心一致,贊同對他所作出的判決。
It was therefore fitting that all the bishops assembled together at the council should with one accord detest the man who was the cause of scandals, disturbances, and schisms, and of the uproar throughout the world and of the discord of the churches with one another, and should agree with the verdict pronounced against him.
1:1417
Σέρρα καὶ ἄλλην ἀλαζονίαν μανιώδη κατηγοροῦντος τοῦ προειρημένου Ἀετίου
當塞拉又指控前述的埃提烏斯犯有另一種瘋狂的自負之時——
When Serras also accused the aforesaid Aetius of another frenzied arrogance —
1:1418
ἔφασκε γὰρ αὐτὸν θρασυτέρᾳ τόλμῃ προπη δῶντα λέγειν ὡς ἅπερ θεὸς ἀπέκρυψεν ἀπὸ τῶν ἀποστόλων μέχρι νῦν, ταῦτα ἀποκεκαλύφθαι αὐτῷ διαβεβαιοῦσθαι
他說,此人竟以更為放肆的膽大妄為,聲稱神自使徒時代以來直到如今所隱藏的一切,如今已向他啟示,並斷言此事無疑。
for he said that this man, leaping forward with more reckless daring, asserted that the very things God had hidden from the apostles until now had been revealed to him, and affirmed this without wavering.
1:1419
καὶ μετὰ τοὺς μανιώδεις καὶ ἀλαζονικοὺς τούτους λόγους ὑπὸ τοῦ Σέρρα μεμαρτυρη μένους περὶ τοῦ Ἀετίου οὐκ ἐδυσωποῦντο οὐδὲ παρεκαλοῦντο συμ ψηφίσασθαι πᾶσιν ἡμῖν περὶ αὐτοῦ οἱ προειρημένοι κρίνειν
而在塞拉所作證關於埃提烏斯的這些瘋狂自負之言之後,前述那些人竟既不感羞愧,也不肯被勸動與我們眾人一同表決,共同裁定此事。
And even after these frenzied and arrogant words concerning Aetius, testified to by Serras, the aforesaid bishops were neither ashamed nor persuaded to join with all of us in voting to render judgment concerning him.
1:1420
Ὅμως δὲ ἡμεῖς μακροθυμοῦντες ἐπὶ πλείονα χρόνον συμπερι εψηφίσθημεν αὐτοῖς, τὰ μὲν ἀγανακτοῦντες, τὰ δὲ παρακαλοῦντες, τὰ δὲ ἐπιτιμῶντες, τὰ δὲ καὶ δυσωποῦντες συνήκειν αὐτοὺς καὶ σύμφωνα ἀποφήνασθαι τῇ συνόδῳ πάσῃ·
然而我們仍長久忍耐,與他們反覆商議,時而動怒,時而勸勉,時而斥責,時而懇求,望他們能明白過來,與全體會議意見一致;
Yet we, being patient for a longer time, deliberated together with them, at times expressing indignation, at times exhorting, at times rebuking, and at times also entreating them to come to their senses and to declare themselves in accord with the whole council;
1:1421
προσεκαρτεροῦμεν δὲ ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι καὶ ἐνδῶσιν
我們一再堅持等候,指望他們或許終能聽從,或許終能明白並讓步。
and we persisted in waiting, in case they might perhaps listen, in case they might perhaps understand and yield.
1:1422
ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ προσκαρτερήσαντες ἡμεῖς οὐκ ἐδυσωποῦμεν αὐτοὺς ἀκολουθεῖν ταῖς περὶ τοῦ προειρημένου ἀνδρὸς ἀποφάσεσι, τὸν κανόνα τῆς ἐκκλησίας τιμιώτερον ἡγούμενοι τῆς φιλίας τῶν ἀνδρῶν, ὡρίσαμεν κατ' αὐτῶν ἀκοινωνησίαν, χρόνον εἰς τοῦτο διδόντες αὐτοῖς μῆνας ὅλους ἓξ πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν καὶ πρὸς ἐπιθυμίαν ἑνώ σεως καὶ συμφωνίας τῆς πρὸς τὴν σύνοδον·
但既然我們長時間堅持忍耐,仍無法勸動他們遵從關於前述那人所作的裁決,我們便認為教會的法規比與這些人的私交更為可貴,遂議定對他們施以絕罰,並給予整整六個月的期限,讓他們有機會悔改歸正,並渴望與會議重歸合一、和睦;
But since, having persevered for a long time, we could not persuade them to follow the decisions concerning the aforesaid man, we, considering the canon of the church more honorable than friendship with these men, decreed excommunication against them, giving them for this purpose a full period of six months for conversion and repentance and for the desire of union and agreement with the council;
1:1423
ἐὰν εἴσω τῆς δοθείσης αὐτοῖς προθεσμίας ἐπιστρέψαντες ἕλωνται τὴν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ὁμόνοιαν καὶ συνθῶνται τοῖς περὶ αὐτοῦ ὁρισθεῖσι, δεκτοὺς αὐτοὺς εἶναι τῆς ἐκκλησίας ἐδοκιμάσαμεν καὶ ταῖς συνόδοις καὶ τὴν οἰ κείαν παρρησίαν καὶ ἀγάπην πρὸς ἡμᾶς ἀπολαμβάνειν
若他們在所給的期限之內回心轉意,選擇與弟兄們和睦,並贊同關於此事所定下的裁決,我們議定應接納他們重回教會與會議之中,並恢復他們原有對我們的坦誠與愛。
if, within the appointed time given to them, they turn back and choose harmony with their brethren and agree to what has been determined concerning him, we have resolved that they be accepted back into the church and into the councils, and recover their own freedom of speech and love toward us;
1:1424
εἰ δὲ ἐπιμένοιεν ἀμεταμέλητα τολμῶντες καὶ φιλίαν ἀνθρώπων τῶν κανόνων τῆς ἐκκλησίας καὶ τῆς πρὸς ἡμᾶς συμφωνίας προτιμήσαντες, τότε ἀλλο τρίους αὐτοὺς ἡγούμεθα τῆς ἐπισκοπικῆς ἀξίας
但若他們執迷不悟、毫無悔意,寧可將與人的私交看得比教會法規、比與我們的和睦更為重要,那麼我們便認定他們已與主教之尊位無關。
but if they persist unrepentant in their daring, having preferred human friendship to the canons of the church and to agreement with us, then we consider them alienated from episcopal dignity.
1:1425
καθαίρεσιν δὲ αὐ τῶν ὑπομενόντων, ἀναγκαῖον εἰς τόπους αὐτῶν ἑτέρους καθίστα σθαι ἐπισκόπους, ἵνα ἔνθεσμος ἐκκλησία τὴν προσήκουσαν τάξιν λαβοῦσα συμφωνῇ πρὸς ἑαυτήν, τῶν πανταχόθεν ἐπισκόπων τὸν σύνδεσμον τῆς ἀγάπης φυλαττόντων, διὰ τοῦ λέγειν τὰ αὐτά, κατηρτισμένους τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ
至於他們被革職之後,勢必要在其原任之處另立主教,好使合法的教會恢復應有的秩序,彼此和諧一致,各地主教既持守愛的紐帶,藉著同聲一致的言論,在同一心志、同一意念上得以完備。
And when they undergo deposition, it is necessary that other bishops be appointed in their places, so that the lawful church, having received its proper order, may be in harmony with itself, while the bishops everywhere preserve the bond of love by speaking the same things, being perfected in the same mind and the same judgment.
1:1426
ἵνα οὖν γινώσκῃς τὰ τῇ συνόδῳ δόξαντα, ταῦτα πρὸς τὴν σὴν εὐλάβειαν ἀπεστείλαμεν·
因此,為使閣下知悉會議所議定之事,我們特將此信送呈於您。
So that you may know what has been decided by the council, we have sent these things to your reverence;
1:1427
ἅπερ εὐχόμεθά σε διαφυλάττοντα χάριτι Χριστοῦ εἰρη νικῶς καὶ ἐνθέσμως κυβερνᾶν τὰς ὑπὸ σὲ ἐκκλησίας. Τοῦτον Εὐνόμιος ἐν τοῖς λόγοις ἐξαίρει καὶ θεοῦ ἄνθρωπον ὀνομάζει καὶ παμπόλλαις εὐφημίαις γεραίρει
願您持守這些決議,靠基督的恩典,以和平、合法的方式治理您治下的眾教會。此人〔埃提烏斯〕,歐諾米烏斯在其著述中極力稱揚,稱之為神的人,並以極多讚辭尊崇他。
which things we pray that you, keeping them, may by the grace of Christ govern peacefully and lawfully the churches under you. This man Eunomius extols in his writings, calling him a man of God and honoring him with the most abundant praises.
1:1428
ἀλλὰ τότε καὶ τοῖς ἀποκηρύττουσι συνῆν καὶ παρ' αὐτῶν τὴν ἐπισκοπικὴν χειροτονίαν ἐδέξατο
然而當時,他〔歐諾米烏斯〕卻與那些革除〔埃提烏斯〕的人為伍,並從他們手中接受了主教的按立。
Yet at that time he too was in company with those who denounced Aetius, and received his episcopal ordination from them.
1:1429
οἱ δὲ περὶ Εὐδόξιον καὶ Ἀκάκιον τοῖς ἐκτεθεῖσιν ἐν Νίκῃ τῆς Θρᾴκης συνθέμενοι, ὧν ἐν τοῖς ἔμπροσθεν συγγραφεῖσιν ἐμνή σθημεν, ἀντὶ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον ἑτέρους ἐν ταῖς ἐκείνων ἐκκλησίαις ἐχειροτόνησαν
歐多克西烏斯與阿卡修斯一黨既已同意在色雷斯的尼卡所頒佈的信條——此事我們在前文已提及——便在巴西流與埃勒烏西烏斯原本的教會中,另立他人取而代之。
And the party of Eudoxius and Acacius, having subscribed to the creed set forth at Nicé in Thrace, which we mentioned earlier in this history, ordained others in the churches of Basil and Eleusius in place of them.
1:1430
καὶ τῶν μὲν ἄλλων περιττὸν ἡγοῦμαι μνησθῆναι, μόνα δὲ τὰ κατὰ Εὐνόμιον διηγήσομαι
至於其餘諸事,我認為不必贅述,只將關於歐諾米烏斯之事略作交代。
And I consider it superfluous to mention the others, but I shall relate only the matters concerning Eunomius.
1:1431
Ἐπειδὴ γὰρ ζῶντος Ἐλευσίου τὴν Κύζικον ἔλαβεν Εὐνόμιος καὶ τοῦ πλήθους τὴν ὑγείαν ὁρῶν Εὐδόξιος καὶ τὸν βασιλέα θεώ μενος χαλεπαίνοντα κατὰ τῶν κεκτίσθαι λεγόντων τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τῷ Εὐνομίῳ παρῄνεσε κατακρύψαι τὸ φρόνημα καὶ μὴ δηλῶσαι τοῦτο τοῖς θηρωμένοις κατηγορίας προφάσεις
原來,趁埃勒烏西烏斯尚在世時,歐諾米烏斯便取得了基齊庫斯教座;歐多克西烏斯見會眾信仰健全,又見皇帝對那些聲稱神的獨生子乃受造之物者深惡痛絕,便勸告歐諾米烏斯將自己的見解隱藏起來,切勿向那些正伺機尋找控告藉口的人透露。
For since Eunomius received Cyzicus while Eleusius was still living, and Eudoxius, seeing the soundness of the multitude and observing the emperor's anger against those who said the only-begotten Son of God was created, advised Eunomius to conceal his opinion and not reveal it to those who were hunting for pretexts of accusation.
1:1432
καιροῦ γάρ, ἔφη, τετυχηκότες κηρύξομεν νῦν κατακρύπτομεν καὶ τοὺς γνοοῦντας διδάξομεν καὶ τοὺς ἀντιλέγοντας πείσομεν καταναγ κάσομεν κολάσομεν. ταύταις πειθόμενος ταῖς ὑποθήκαις Εὐνόμιος συνεσκιασμένην προὔφερε τὴν ἀσέβειαν
他說:「待我們遇到合適的時機,便會宣講如今我們所隱藏的道理,教導那些無知者;至於那些反對的人,我們或說服他們,或強制他們,或懲罰他們。」歐諾米烏斯聽從了這番建議,於是將自己的不敬虔隱晦地表達出來。
"For," he said, "when we have found the opportune time, we shall proclaim what we now conceal, and we shall teach those who are ignorant, and we shall either persuade or compel or punish those who oppose us." Persuaded by this counsel, Eunomius put forth his impiety in veiled form.
1:1433
ἀλλ' οἱ τοῖς θείοις ἐντρα φέντες λογίοις, τῶν λεγομένων ὁρῶντες τὸ ὕπουλον, ἐδυσχέραινον μέν, ἀντιλέγειν δὲ προφανῶς θρασύτητος ἔργον, οὐκ ἀγχινοίας, ἐνό μιζον
但那些在神聖經言中受過薰陶的人,看出這些言論中隱藏的詭詐,內心深感不快;然而,公然反駁在他們看來是魯莽之舉,而非明智之為。
But those who had been nurtured in the divine oracles, seeing the deceitfulness of what was said, were indeed troubled, yet they considered openly opposing him to be an act of rashness, not of prudence.
1:1434
τῆς οὖν αἱρετικῆς κακοδοξίας περιθέμενοι προσωπεῖα, οἴκοι προσελθόντες ἱκέτευον προφανῶς σφίσιν ἐκθέσθαι τοῦ δόγματος τὴν ἀλήθειαν καὶ μὴ περιιδεῖν τῇδε κἀκεῖσε ταῖς διαφόροις περιφερομένους διδασκαλίαις
於是他們便假裝戴上異端邪見的面具,親自登門,懇求他公開向他們闡明教義的真理,切莫任由他們在各種不同教訓之間左右搖擺、莫衷一是。
So, putting on the mask of the heretical false opinion themselves, they came to him at his house and openly besought him to set forth to them the truth of the doctrine, and not to allow them to be carried about hither and thither by conflicting teachings.
1:1435
δὲ θαρρήσας ἐξέφηνεν κατέκρυπτε φρόνημα
他便放膽而言,將自己一直隱藏的見解顯露出來。
And he, taking courage, revealed the opinion he had been concealing.
1:1436
ἀλλὰ γὰρ ἄδικον ἔλεγον ἐκεῖνοι καὶ λίαν ἀνόσιον μὴ ἅπαντας τοὺς ὑπ' αὐ τὸν τελοῦντας τῆς ἀληθείας μεταλαχεῖν
那些人便說:若不讓所有屬他管轄的人都能領受真理,這實在是不公,也極其不虔。
For they said it was unjust and utterly impious that not all those under him should partake of the truth.
1:1437
δὲ τούτοις καὶ τοῖς τοι ούτοις ὑπαχθεὶς λόγοις ἐν τοῖς τῆς ἐκκλησίας συλλόγοις τὴν βλα σφημίαν ἐγύμνωσεν
他被這些及類似的言辭所說服,便在教會的聚會之中,公然暴露了自己的褻瀆言論。
And he, won over by these and similar arguments, laid bare his blasphemy in the assemblies of the church.
1:1438
τὰς ψυχὰς παραθήξαντες εἰς τὴν Κωνσταντινούπολιν ἔδραμον
他們心中怒火燃燒,便趕赴君士坦丁堡。
Having sharpened their spirits, they hastened to Constantinople.
1:1439
καὶ πρῶτον μὲν παρ' Εὐδοξίῳ ἐγράψαντο τὸν Εὐνόμιον·
他們首先在歐多克西烏斯面前對歐諾米烏斯提出控告;
And first they lodged a written accusation against Eunomius before Eudoxius;
1:1440
ἐκείνου δὲ μὴ προσδεξαμένου, τῷ βασιλεῖ προσελθόντες τὴν παρ' ἐκείνου γιγνομένην ἀπωδύροντο λώβην·
但歐多克西烏斯未予受理,於是他們便去見皇帝,哭訴此人〔歐諾米烏斯〕所犯下的暴行;
but when he did not receive it, they went to the emperor and lamented the outrage being committed by him;
1:1441
τῆς Ἀρείου γὰρ ἔλεγον βλασφημίας δυσσεβέστερα εἶναι τὰ παρὰ τούτου λεγό μενα
他們說,此人所言比阿里烏的褻瀆更為不敬虔。
for they said that what was being said by this man was more impious than the blasphemy of Arius.
1:1442
θυμωθεὶς δὲ ἐπὶ τούτοις βασιλεὺς ἀγαγεῖν τε τὸν Εὐνόμιον τῷ Εὐδοξίῳ προσέταξε καὶ διελεγχόμενον τῆς ἱερωσύνης γυμνῶσαι
皇帝因此大怒,遂下令歐多克西烏斯將歐諾米烏斯帶來,一經審問定罪,便剝奪其聖職。
And the emperor, being angered at these things, ordered Eudoxius to bring Eunomius, and, once he was convicted, to strip him of the priesthood.
1:1443
ἐπειδὴ δὲ πολλάκις ὑπὸ τῶν κατηγόρων ὀχλούμενος Εὐδόξιος ἀναδυόμενος διετέλει, προσῆλθον αὖθις τῷ βασιλεῖ, ὀλοφυρόμενοι καὶ βοῶντες μηδὲν ὧν προσετάχθη τὸν Εὐδόξιον δεδρακέναι, ἀλλὰ πόλιν τοσαύτην πε ριορᾶν ταῖς Εὐνομίου βλασφημίαις ἐκδεδομένην
然而,歐多克西烏斯屢屢被控告者催逼,卻總是設法迴避推諉,他們便再次去見皇帝,痛哭哀號,聲稱歐多克西烏斯絲毫未曾執行所受命令之事,反倒坐視這樣一座大城,任憑歐諾米烏斯的褻瀆之言肆意流傳。
But since Eudoxius, though repeatedly pressed by the accusers, continued to draw back, they went again to the emperor, lamenting and crying out that Eudoxius had done nothing of what he had been commanded, but was overlooking so great a city being handed over to the blasphemies of Eunomius.
1:1444
τότε Κωνστάντιος αὐτὸν ἐξελάσειν ἠπείλησε τὸν Εὐδόξιον, εἰ μὴ τὸν Εὐνόμιον ἀγαγὼν δικάσοι καὶ ἐξελεγχόμενον ἐφ' οἷς ᾐτιάθη κολάσοι
於是康斯坦提烏斯便揚言,若歐多克西烏斯不將歐諾米烏斯帶來審判,並在其罪行查證屬實後加以懲處,他自己也將被逐出。
Then Constantius threatened to drive out Eudoxius himself, unless he brought Eunomius to trial and, upon his being convicted of the charges against him, punished him.
1:1445
ταύτην δείσας τὴν ἀπειλὴν Εὐδόξιος φυγεῖν ἐκ τῆς Κυζίκου τῷ Εὐνομίῳ διὰ γραμμάτων ἐδήλωσε καὶ ἑαυτῷ μέμφεσθαι μὴ πεισθέντι ταῖς ὑπο θήκαις
歐多克西烏斯懼於此威脅,便寫信告知歐諾米烏斯逃離基齊庫斯,並說要怪只怪他自己不聽從先前的勸告。
Fearing this threat, Eudoxius informed Eunomius by letter to flee from Cyzicus, and told him to blame himself for not having heeded his counsel.
1:1446
δὲ Εὐνόμιος δείσας μὲν ὑπεχώρησε, τὴν δὲ ἀτιμίαν οὐκ ἐνεγκὼν προδοσίαν μὲν κατηγόρει τοῦ Εὐδοξίου, ἠδικῆσθαι δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἀέτιον ἔλεγεν
歐諾米烏斯心中懼怕,便退避他處;然而他無法忍受此番羞辱,反而指控歐多克西烏斯背叛,並聲稱自己與埃提烏斯都受了冤屈。
And Eunomius, being afraid, withdrew; but unable to bear the dishonor, he accused Eudoxius of betrayal, and said that both he himself and Aetius had been wronged.
1:1447
Ἐντεῦθεν λοιπὸν ἰδίαν φατρίαν συνεστήσατο
從此以後,他便自立了一個獨立的黨派。
From this point on, he formed his own faction.
1:1448
ὅσοι γὰρ δὴ συνίστορες ἦσαν τῆς ἐν τοῖς δόγμασιν αὐτῶν συμφωνίας Εὐδοξίου μὲν ἀπέστησαν, προδοσίαν κατεγνωκότες, Εὐνομίῳ δὲ συνετάχθησαν καὶ τὴν ἐπωνυμίαν ἐξ ἐκείνου μέχρι καὶ τήμερον ἔχουσιν
凡是熟知他們教義彼此一致的人,都離棄了歐多克西烏斯,斥責他背信棄義,轉而歸附歐諾米烏斯,並沿用其名,直到今日仍以此為稱號。
For as many as had been privy to the agreement in their doctrines fell away from Eudoxius, having condemned him for betrayal, and attached themselves to Eunomius, and they bear his name even to this day.
1:1449
ἐντεῦθεν αἱρέσεως ἀρχηγὸς γενόμενος Εὐνόμιος ταῖς τῆς ἀσεβείας προσθή καις τὴν Ἀρείου βλασφημίαν ἐπηύξησεν
自此,歐諾米烏斯成了一個異端的創始者,他以種種不敬虔的添加,進一步擴大了阿里烏的褻瀆。
From this point, having become the founder of a heresy, Eunomius, by additions to his impiety, augmented the blasphemy of Arius.
1:1450
ὅτι δὲ φιλοτιμίας πάθει δουλεύων ἴδιον συνεστήσατο σύλλογον, αὐτὰ τὰ πεπραγμένα βοᾷ
至於他乃是因屈服於好名之情慾,才自立門戶、另組會眾,這一點正是他所行之事本身所昭示的。
That, enslaved to the passion of ambition, he formed his own assembly, the very deeds themselves proclaim.
1:1451
ἡνίκα μὲν γὰρ Ἀέτιος ἀποκηρυχθεὶς ἐξηλάθη, οὐ συνεξῆλθεν ἐκείνῳ, καίτοι διδάσκαλον αὐτὸν καὶ θεοῦ ἄνθρωπον ὀνομάζων, ἀλλὰ μεμέ νηκεν Εὐδοξίῳ συμπεφραγμένος·
因為當埃提烏斯被革除、遭到驅逐之時,他並未與之一同離去——儘管他曾稱埃提烏斯為師,稱之為神的人——反倒依然緊緊依附於歐多克西烏斯;
For when Aetius was denounced and driven out, he did not go out together with him, although he called him his teacher and a man of God, but remained bound together with Eudoxius;
1:1452
ἡνίκα δὲ αὐτὸς δίκας εἰσεπράχθη τῆς ἀσεβείας, οὐκ ἔστερξε τῆς συνόδου τὴν ψῆφον, ἀλλ' ἐπισκόπους ἐχειροτόνει καὶ πρεσβυτέρους τῆς ἐπισκοπικῆς ἀξίας γεγυμνωμένος
但等到他自己也因不敬虔而受到懲處之時,他卻不肯接受會議的裁決,反倒——雖已被剝奪主教之尊——擅自按立主教與長老。
but when he himself was made to pay the penalty for his impiety, he did not accept the verdict of the council, but, though stripped of episcopal dignity, went on to ordain bishops and presbyters.
1:1453
ταῦτα μὲν οὖν ἐν Κωνσταντινουπόλει γεγένηται
以上便是發生在君士坦丁堡之事。
These things, then, took place at Constantinople.
1:1454
Σαβώρου δὲ τοῦ Περσῶν βασιλέως κατὰ Ῥωμαίων στρατεύσαντος, ἀφίκετο εἰς τὴν Ἀντιόχειαν Κωνστάντιος, ἀγείρας τὴν στρατιάν
波斯王沙普爾出兵攻打羅馬人之時,康斯坦提烏斯集結軍隊,來到安提阿。
And when Sapor, king of the Persians, made war against the Romans, Constantius came to Antioch, having gathered his army.
1:1455
ἐξήλασε δὲ τοὺς πολεμίους οὐχ τῶν Ῥωμαίων στρατὸς ἀλλ' τῶν παρὰ Ῥωμαίοις εὐσεβούντων θεός
然而,將敵人驅退的,並非羅馬人的軍隊,而是那些在羅馬人中敬虔度日者所信奉的神。
But it was not the army of the Romans that drove out the enemy, but the God of those among the Romans who lived piously.
1:1456
τὸν δὲ τῆς νίκης τρόπον ἐγὼ διηγήσομαι
至於這場勝利的經過,我將加以敘述。
And I shall relate the manner of the victory.
1:1457
Νίσιβις, ἣν Ἀντιόχειαν Μυγδονίαν τινὲς ὀνομάζουσιν, ἐν μεθορίῳ κεῖται τῆς Περσῶν καὶ Ῥωμαίων ἡγεμονίας
尼西比斯——有人稱之為米格多尼亞的安提阿——位於波斯與羅馬兩國疆界的交界之處。
Nisibis, which some call Antioch of Mygdonia, lies on the border between the dominions of the Persians and the Romans.
1:1458
ταύτης ἐπί σκοπος ἦν καὶ πολιοῦχος καὶ στρατηγὸς Ἰάκωβος, οὗ καὶ πρόσθεν ἐμνήσθην, τῆς δὲ ἀποστολικῆς χάριτος τὰς ἀκτίνας οὗτος ἠφίει
此城的主教、守護者兼統帥乃是雅各——我先前已曾提及此人——他放射出使徒恩典的光輝。
Of this city James — whom I have also mentioned before — was bishop, guardian, and commander, and he sent forth the rays of apostolic grace.
1:1459
τούτου τὰς ἀξιαγάστους καὶ πολυυμνήτους θαυματουργίας ἐν τῇ Φιλοθέῳ Ἱστορίᾳ συγγράψας, περιττὸν οἶμαι καὶ παρέλκον αὖθις ταύτας ἀπαριθμήσασθαι·
關於此人那些令人敬畏、廣受頌揚的神蹟奇事,我已在《慕道者史》中詳加記述,故在此我以為再逐一列舉實屬多餘、亦嫌繁瑣;
Having already written of his admirable and much-celebrated wonder-workings in my Religious History, I think it superfluous and tedious to enumerate them again here;
1:1460
μίαν δὲ μόνην ἐρῶ, τοῦ προκειμένου ἕνεκα διηγήματος
我只想述說一件事,乃是為了眼前所要敘述之事的緣故。
but I shall tell only one, for the sake of the narrative now before us.
1:1461
τὴν ὑπὸ τούτου κυβερνωμένην πόλιν Ῥωμαίοις ὑποκει μένην Περσικὸς ἐπολιόρκει στρατός
波斯軍隊圍攻了這座由他所治理、隸屬於羅馬人的城市。
The Persian army besieged the city governed by him, which was subject to the Romans.
1:1462
ἑβδομήκοντα δὲ προσεδρεύσας ἡμέρας, καὶ πολλὰς μὲν ἑλεπόλεις τῷ τείχει προσενεγκών, πολλὰ δὲ ἕτερα μηχανήματα περιστήσας, καὶ χαρακώματα καὶ τάφρους ὀρύξας, ἑλεῖν τὴν πόλιν οὐκ ἴσχυσεν
波斯軍圍城七十日,向城牆推來眾多攻城器械,又佈設了許多其他機具,並挖掘壕溝壁壘,卻始終未能攻下此城。
And having laid siege for seventy days, and having brought many siege engines against the wall, and having set up many other machines, and having dug palisades and trenches, he was not able to take the city.
1:1463
ὕστερον δὲ τοῦ ποταμοῦ τὸ ῥεῖθρον ὃς μέσην διατέμνει τὴν πόλιν ( Μυγδόνιος δὲ ὄνομα τούτῳ) πόρρωθεν ἐπισχών, καὶ τὰς ὄχθας ἑκατέρωθεν προσχώσας καὶ ὑψηλὰς ἐργασά μενος ἵνα τὸ ῥεῦμα συνέχωσιν, ὡς εἶδε πάμπολυ γενόμενον καὶ λοιπὸν ὑπερκλύζον τὸ χῶμα, ἐξαπινέως ἀφῆκε κατὰ τοῦ τείχους ὡς μηχανήν
後來,他們從遠處堵截了那條貫穿城中央的河流(此河名為米格多尼烏斯),並在兩岸堆築起高高的堤壩,以使水流被截堵蓄積;等他見水量已然大增,且已漫過堤岸之時,便突然放水沖向城牆,猶如使用一具攻城機具一般。
But afterward, having dammed up from a distance the stream of the river that cuts through the middle of the city (its name is the Mygdonius), and having built up the banks on either side and made them high, so as to hem in the flow, when he saw that it had become very great and was now overflowing the embankment, he suddenly released it against the wall like an engine of war.
1:1464
τὸ δὲ οὐκ ἤνεγκε σφοδροτάτην οὖσαν τὴν προσβολήν, ἀλλ' ἐκλίθη τε καὶ κατέπεσε
城牆終究無法承受這來勢極為猛烈的衝擊,於是傾斜倒塌。
But it could not withstand the assault, which was most violent, but bent and collapsed.
1:1465
ταὐτὸ δὲ πάθος καὶ τὸ ἕτερον τοῦ περιβόλου μέ ρος ὑπέμεινε, δι' οὗ τὴν ἔξοδον Μυγδόνιος εἶχε·
城牆的另一段——米格多尼烏斯河由此出城之處——也遭遇了同樣的命運;
And the other part of the circuit wall, through which the Mygdonius had its outlet, suffered the same fate;
1:1466
κατηνέχθη γὰρ τὴν ῥύμην οὐκ ἐνεγκόν
因為它同樣無法承受水流的衝力,而被沖垮。
for it too was swept down, unable to withstand the force of the current.
1:1467
ταῦτα Σαβώρης ἰδὼν ἤλπισεν ἀκμητὶ λοιπὸν τοῦ ἄστεος περιέσεσθαι
沙普爾見此情景,便滿心指望此後可不費一兵一卒便奪取此城。
When Sapor saw this, he hoped that he would henceforth become master of the city without a struggle.
1:1468
καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἡσύχασεν, ὥστε καὶ τὸ τέλμα διαυανθῆναι καὶ τὸν ποταμὸν γενέσθαι βατόν
於是那一整日他按兵不動,好讓沼澤地乾涸、河流變得可以徒涉而過。
And that day he remained quiet, so that the marshy ground might dry out and the river become fordable.
1:1469
γὰρ θεῖος ἐκεῖνος ἀνήρ, διὰ προσευχῆς καὶ τοὺς στρατιώτας δυνάμεως ἐμπλήσας καὶ τοὺς ἄλλους οἰκήτορας, τόν τε περίβολον ᾠκοδόμησε καὶ τὰ μηχανήματα ἐπιστήσας τοὺς προσιόντας ἐξήλασε·
因為那位神聖之人〔雅各〕藉著禱告,使士兵與其餘居民都充滿力量,一面重建城牆,一面設置器械,將前來進犯者擊退;
For that divine man, having through prayer filled both the soldiers and the other inhabitants with strength, both rebuilt the wall and, having set up engines, drove back those who approached;
1:1470
καὶ ταῦτα ἔδρα οὐ τῷ τείχει πελάζων, ἀλλ' ἔνδον ἐν τῷ θείῳ νεῷ τὸν κύριον τῶν ὅλων ἀντιβολῶν
而他做這一切,並非親臨城牆之下,而是在聖殿之內,向萬有的主懇切祈求。
and he did these things not by drawing near to the wall, but within the divine temple, supplicating the Lord of all.
1:1471
τὸν δὲ Σαβώρην οὐ μόνον τῆς οἰκο δομίας τὸ τάχος κατέπληξεν, ἀλλὰ καὶ ἑτέρα ὄψις ἐξεδειμάτωσεν
沙普爾不僅因城牆修築之迅速而驚駭,另有一幕異象也使他大為恐懼。
Sapor was astounded not only by the speed of the building work, but another vision also terrified him.
1:1472
εἶδε γὰρ ἐφεστῶτα τῷ περιβόλῳ τινὰ τὸ βασιλικὸν περικείμενον σχῆμα καὶ τῆς τε ἁλουργίδος τοῦ τε διαδήματος αἴγλην ἐκπεμπομένην
他看見有一人站在城牆上,身披王者服飾,紫袍與冠冕皆發出光輝。
For he saw someone standing on the wall, clothed in royal attire, and radiance streaming forth from the purple robe and the diadem.
1:1473
τοπάσας δὲ εἶναι τῶν Ῥωμαίων τὸν βασιλέα, θάνατον ἠπείλησε τοῖς μὴ παρεῖναι τοῦτον ἀπηγγελκόσιν
他猜想那是羅馬人的皇帝,便揚言要處死那些先前向他報告皇帝不在場的人。
Supposing this to be the emperor of the Romans, he threatened with death those who had reported that he was not present.
1:1474
ἰσχυριζομένων δὲ ἐκείνων ἀληθῆ εἶναι τὰ παρ' αὐτῶν εἰρημένα καὶ τὸν Κωνστάντιον ἐν Ἀντιοχείᾳ διάγειν εἰρηκότων, ἐπέγνω τῆς ὄψεως τὰ μηνύματα καὶ τὸν θεὸν ἔφη τῶν Ῥωμαίων ὑπερμαχεῖν
那些人堅稱所言屬實,並說君士坦提烏斯確實住在安提阿,他這才明白異象的含意,宣稱羅馬人的神在為他們爭戰。
But when they insisted that what they had said was true, and affirmed that Constantius was residing in Antioch, he recognized the meaning of the vision, and declared that the God of the Romans was fighting on their side.
1:1475
καὶ δυσχεράνας δείλαιος βέλος ἀφῆκεν εἰς τὸν ἀέρα, εἰδὼς μὲν ὡς οὐ βαλεῖ τὸν ἀσώματον, τῆς δὲ μανίας τὴν ῥύμην οὐκ ἐνεγκών
那可憐的人惱怒之下,向空中射出一箭,明知不能射中那無形之神,卻按捺不住狂怒的衝動。
And in his vexation the wretched man shot an arrow into the air, knowing that he could not strike the bodiless one, yet unable to bear the surge of his madness.
1:1476
Τότε Ἐφραὶμ θαυμάσιος (συγγραφεὺς δὲ οὗτος ἄριστος παρὰ Σύροις ἐγένετο) τὸν θεῖον Ἰάκωβον ἠντιβόλησεν ἐπιβῆναι τοῦ τείχους καὶ τοὺς βαρβάρους ἰδεῖν καὶ τῆς ἀρᾶς κατ' αὐτῶν ἀφιέναι τὰ βέλη
那時,令人讚嘆的以法蓮(此人乃敘利亞人中最傑出的作家)懇求神聖的雅各登上城牆,觀看那些蠻族,並向他們射出咒詛之箭。
Then the wonderful Ephraim (this man became the finest writer among the Syrians) besought the divine Jacob to mount the wall, behold the barbarians, and let fly the arrows of a curse against them.
1:1477
εἴξας δὴ οὖν θεσπέσιος ἄνθρωπος ἀνέβη μὲν εἴς τινα πύργον·
於是那位神妙之人順從了,便登上了一座城樓;
So the divinely-inspired man yielded and went up onto a certain tower;
1:1478
τὸ δὲ μυρίον πλῆθος ἰδών, ἄλλην μὲν οὐκ ἀφῆκεν ἀράν, σκνίπας δὲ αὐ τοῖς ἐξῄτησεν ἐπιπεμφθῆναι καὶ κώνωπας, ὥστε καὶ διὰ τῶν μικρῶν ζωϋφίων τοῦ σφίσιν ἐπαρκοῦντος ἐπιγνῶναι τὴν δύναμιν
他看見那無數的大軍,並未再發出別的咒詛,只求差遣蚋蟲與蚊蚋降臨其上,使他們藉這些微小的生物,也能認識那扶助他們之神的能力。
and seeing the countless multitude, he did not utter any other curse, but asked that gnats and mosquitoes be sent upon them, so that even through these tiny creatures they might come to know the power of him who was their helper.
1:1479
εἵπετο δὲ τῇ εὐχῇ τῶν σκνιπῶν καὶ τῶν κωνώπων τὰ νέφη, καὶ τῶν μὲν ἐλε φάντων τὰς προνομαίας αὐλοειδεῖς πεφυκυίας ἐπλήρου, τῶν δὲ ἵπ πων καὶ τῶν ἄλλων κτηνῶν τά τε ὦτα καὶ τὰς ῥῖνας
隨著這祈求,蚋蟲與蚊蚋成群結隊而來,鑽滿了大象那形如管子的長鼻,也鑽滿了馬匹與其他牲畜的耳朵和鼻孔。
And clouds of gnats and mosquitoes followed upon the prayer, filling the elephants' trunks, which are shaped like pipes, and the ears and nostrils of the horses and the other beasts of burden.
1:1480
οἱ δὲ φέρειν οὐ δυνάμενοι τῶν ζωϋφίων τὴν προσβολὴν τούς τε ῥυτῆρας ἀπέρ ρηξαν καὶ τοὺς ἐποχουμένους κατήνεγκαν, καὶ τήν τε τάξιν συνέχεαν τό τε στρατόπεδον καταλιπόντες ἔφυγον κατὰ κράτος
牠們無法忍受這些小蟲的侵擾,掙斷韁繩,將乘者摔落,使隊伍陷入混亂,牠們拋下營地,全力奔逃。
Unable to bear the assault of these creatures, they snapped their reins and threw off their riders, threw the ranks into confusion, and, abandoning the camp, fled with all their might.
1:1481
οὕτως τρισ άθλιος βασιλεύς, τῇ σμικρᾷ καὶ φιλανθρώπῳ παιδείᾳ τοῦ τῶν εὐσε βούντων προμηθουμένου θεοῦ μεμαθηκὼς τὴν ἰσχύν, ἀνέζευξεν ἐκεῖ θεν, αἰσχύνην οὐ νίκην ἐκ τῆς πολιορκίας δρεψάμενος
就這樣,那三重不幸的皇帝,藉著眷顧敬虔者的神所施的這微小而慈愛的懲戒,領教了神的大能,便從那裡撤軍,從這場圍城中所得的不是勝利,而是恥辱。
Thus the thrice-wretched king, having learned the power of God, who provides for those who worship him, by this small and kindly chastisement, withdrew from there, having reaped shame, not victory, from the siege.
1:1482
Κατὰ τοῦτον δὲ τὸν χρόνον Κωνστάντιος ἐν Ἀντιοχείᾳ διέ τριβε
此時君士坦提烏斯正住在安提阿。
At this time Constantius was residing in Antioch.
1:1483
τῆς δὲ ἀνακωχῆς γενομένης καὶ τοῦ Περσικοῦ παυσαμένου πολέμου, πάλιν ἐπισκόπους συνήθροισεν, ἀρνηθῆναι πάντας καὶ τὸ ὁμοούσιον ἀναγκάζων καὶ τὸ ἑτεροούσιον
休戰達成、波斯戰爭停止之後,他再次召集主教,強逼眾人一併棄絕「同質」與「異質」之說。
When a truce had been made and the Persian war had ceased, he again assembled bishops, compelling all to renounce both the homoousion and the heteroousion.
1:1484
Εὐδοξίου δὲ μετὰ Λεόν τιον ἐκεῖνον τὸν θρόνον ἁρπάσαντος, εἶτα ἐξελαθέντος καὶ μετὰ πολλὰς συνόδους τὴν Κωνσταντινούπολιν παρανόμως κατεσχηκότος, Ἀντιοχέων ἐκκλησία ποιμένος ἐστέρητο
歐多克西烏斯在良提烏斯之後篡奪了那主教之位,其後被逐,又在多次大公會議之後非法佔據了君士坦丁堡,安提阿教會因而失去了牧者。
After Eudoxius, following that Leontius, had seized the throne, and then, being driven out, had after many councils unlawfully taken possession of Constantinople, the church of Antioch was deprived of a shepherd.
1:1485
τότε δὴ οὖν οἱ συνεληλυθό τες ἐπίσκοποι (πολλοὶ δὲ ἦσαν πάντοθεν συνειλεγμένοι) χρῆναι ἔλεγον προβληθῆναι πρότερον τῇ ποίμνῃ νομέα, εἶθ' οὕτω κοινῇ σὺν ἐκείνῳ περὶ τῶν δογμάτων βουλεύσασθαι
那時聚集的主教(他們是從四面八方匯集而來的一大群人)都說,應當先為羊群立一位牧者,然後才與他一同商議教義之事。
Then, therefore, the bishops who had assembled (and they were many, gathered from every quarter) said that a shepherd must first be put forward for the flock, and only then, together with him, take counsel in common concerning the doctrines.
1:1486
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Μελέτιος θεσπέσιος πόλιν τινὰ τῆς Ἀρμενίας ἰθύνων, εἶτα τῶν ἀρχομένων τὸ δυσήνιον δυσχεράνας, ἡσυχίαν ἦγεν ἑτέρωθι διατρίβων
就在那時,令人讚嘆的美勒提烏斯正治理亞美尼亞的某座城,後因不滿所轄之民桀驁難馴,便退居別處,過著清靜的生活。
At that time the divinely-inspired Meletius was governing a certain city of Armenia; then, being vexed by the intractability of those he governed, he lived in quiet, residing elsewhere.
1:1487
τοῦτον ὑποτοπήσαντες οἱ τῆς Ἀρείου συμμορίας ὁμόφρονα εἶναι καὶ κοινωνὸν τῶν δογμάτων, ἐξῄ τησαν τὸν Κωνστάντιον τούτῳ τῆς Ἀντιοχέων ἐκκλησίας παραδοῦναι τὰς ἡνίας
阿里烏一黨之人猜想他與己方同心,共奉其教義,便請求君士坦提烏斯將安提阿教會的韁繩交付於他。
Those of the faction of Arius, suspecting him to be of like mind and a partner in their doctrines, requested Constantius to hand over the reins of the church of Antioch to him.
1:1488
πάντα γὰρ νόμον παρέβαινον ἀδεῶς, κρατῦναι πειρώμενοι τὴν ἀσέβειαν, καὶ τῶν θεσμῶν παράβασις ὑποβάθρα τῆς βλασφη μίας ἐγίνετο
因為他們肆無忌憚地違犯一切律法,企圖鞏固不敬虔之教,而對律例的違犯竟成了褻瀆的根基。
For they transgressed every law without fear, striving to entrench their impiety, and the transgression of ordinances became the foundation of blasphemy.
1:1489
πολλὰ δὲ τοιαῦτα πολλαχοῦ γῆς ἐνεόχμωσαν
他們在世界各地推行了許多這樣的變革。
And many such innovations they wrought in many parts of the earth.
1:1490
οἱ δὲ τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων, τοῦ μεγάλου Μελετίου καὶ τὴν ἐν τοῖς δόγμασιν ὑγείαν εἰδότες καὶ μὲν δὴ καὶ τὴν τοῦ βίου λαμπρότητα καὶ τῆς ἀρετῆς τὸν πλοῦτον σαφῶς ἐπιστάμενοι, συνεψηφίσαντο καὶ τὸ ψήφισμα γραφῆναι καὶ παρὰ πάντων ὑπογραφῆναι μετὰ πλείστης ὅτι μάλιστα σπουδῆς παρεσκεύασαν
而那些恪守使徒教義的人,既深知偉大的美勒提烏斯在教義上的純正,又清楚了解他生活的光輝與德行的豐盛,便與眾人一同表決,並極其用心地籌辦,使決議寫成文書,由眾人簽署。
But those who held fast to the apostolic doctrines, knowing the soundness of the great Meletius in matters of doctrine, and clearly aware also of the splendor of his life and the wealth of his virtue, voted together with the others, and took the utmost care that a decree be drawn up in writing and signed by all.
1:1491
τοῦτο δέ γε καὶ οὗτοι κἀκεῖνοι οἷόν τινα συνθήκην κοινὴν Εὐσεβίῳ τῷ Σαμοσάτων ἐπισκόπῳ φυ λάττειν ἔδοσαν, ἀνδρὶ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ
這一決議,雙方都如同一份共同的約定,交託給薩摩薩塔的主教歐西比烏保管,此人乃真理的英勇鬥士。
And this, both the one party and the other, gave to Eusebius, bishop of Samosata, a noble champion of the truth, to keep as a kind of common covenant.
1:1492
ἐπειδὴ δὲ βασιλικὴν δεξάμενος κλῆσιν ἧκεν μέγας Μελέτιος, ὑπήντησαν μὲν ἅπαντες οἱ τῆς ἀρχιερωσύνης μετειληχότες
當偉大的美勒提烏斯應皇帝之召而抵達時,所有身居主教之職的人都出來迎接他;
When the great Meletius, having received a summons from the emperor, arrived, all who had a share in the high priesthood went out to meet him;
1:1493
ὑπήντησαν δὲ καὶ οἱ ἄλλοι τῆς ἐκκλησίας χοροὶ καὶ ἅπαν τὸ τῆς πόλεως πλῆθος·
教會中其他的詩班以及全城的民眾也都出來迎接他;
and the other choirs of the church went out to meet him also, and the whole multitude of the city;
1:1494
δὲ βασιλεὺς καὶ αὐτῷ καὶ τοῖς ἄλλοις οἳ λέγειν ἠδύναντο τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ παρηγ γύησεν ἀναπτύξαι τῷ πλήθει·
皇帝吩咐他與其他能言善道之人,向民眾闡明「主在祂工作之先造了我,為祂諸工之始」這句經文;
The emperor charged both him and the others who were capable of speaking to expound to the multitude the text, 'The Lord created me the beginning of his ways for his works';
1:1495
τοὺς δὲ γράφειν εἰς τάχος πεπαιδευ μένους γράψαι προσέταξε τὰ παρ' ἑκάστου λεγόμενα, ἀκριβεστέραν ἔσεσθαι τὴν διδασκαλίαν ὑπολαβών
並命令受過速記訓練的人,將各人所講的記錄下來,以為這樣教導會更為精確。
and he commanded those trained in swift writing to record what was said by each speaker, supposing that the teaching would thereby be more accurate.
1:1496
καὶ πρῶτος μὲν Λαοδικείας Γεώργιος τὴν αἱρετικὴν ἐξήμεσε δυσοσμίαν·
首先,勞迪基亞的喬治吐出了異端的臭氣;
And first George of Laodicea vomited forth his heretical stench;
1:1497
μετὰ δὲ τοῦτον Ἀκάκιος Καισαρείας μέσην τινὰ διδασκαλίαν προσήνεγκε, πλεῖστον μὲν ὅσον τῆς ἐκείνων βλασφημίας ἀφεστηκυῖαν, οὐκ ἀκραιφνῆ δὲ καὶ ἀκέραιον τὸν ἀποστολικὸν χαρακτῆρα φυλάττουσαν·
其次,凱撒利亞的阿卡基烏斯提出一種折衷的教導,雖與那些人的褻瀆相去甚遠,卻未能保守使徒的本色純正無瑕;
after him Acacius of Caesarea offered a kind of middling teaching, standing at a great distance from their blasphemy, yet not preserving the apostolic character pure and undefiled;
1:1498
τρίτος μέγας ἀνέστη Μελέτιος καὶ τοῦ τῆς θεολογίας κανόνος ὑπέδειξε τὴν εὐθύτητα
第三位起身的是偉大的美勒提烏斯,他指明了神學準繩的正直。
third, the great Meletius rose up and displayed the straightness of the rule of theology.
1:1499
οἷον γάρ τινι στάθμῃ τῇ ἀληθείᾳ χρησάμενος, καὶ τὸ περιττὸν καὶ τὸ ἐλλεῖπον διέφυγεν
他彷彿以真理作為一條準繩,避開了過度與不足這兩端。
For, using the truth as a kind of plumb-line, he avoided both excess and deficiency.
1:1500
εὐφημίας δὲ πλείστης παρὰ τοῦ πλήθους προσφερομένης καὶ σύντομον αὐτοῖς προσενεγκεῖν ἀντιβολούντων διδασκαλίαν, τρεῖς ὑποδείξας δακτύλους, εἶτα τοὺς δύο συναγαγὼν καὶ τὸν ἕνα καταλι πών, τὴν ἀξιέπαινον ἐκείνην ἀφῆκε φωνήν·
群眾發出極熱烈的歡呼,並懇求他給予簡短的教導,他便舉起三根手指,隨後將兩指併攏、留下一指,說出那句值得稱頌的話:
When the crowd offered abundant acclamation and entreated him to give them a brief teaching, he held up three fingers, then drew two of them together, leaving one, and uttered that praiseworthy saying:
1:1501
τρία τὰ νοούμενα, ὡς ἑνὶ δὲ διαλεγόμεθα
「所思者為三,然我們乃如對一位而言。」
"Three are what is conceived, but we speak as to one."
1:1502
Κατὰ ταύτης τῆς διδασκαλίας οἱ τὴν Ἀρείου νόσον ἐν τῇ ψυχῇ φέροντες τὰς γλώττας ἐκίνησαν καὶ συκοφαντίαν ἐξύφηναν, τὰ Σα βελλίου φρονεῖν τὸν θεῖον εἰρηκότες Μελέτιον·
針對這一教導,那些靈魂中懷有阿里烏之病的人搖動舌頭,編織讒言,說神聖的美勒提烏斯所持的乃薩伯流之見;
Against this teaching, those who carried the disease of Arius in their soul set their tongues in motion and wove a slander, declaring that the divine Meletius held the views of Sabellius;
1:1503
καὶ ἔπεισάν γε τὸν εὔριπον ἐκεῖνον καὶ τῇδε κἀκεῖσε ῥᾳδίως φερόμενον καὶ παρεσκεύασαν εἰς τὴν οἰκείαν ἐξοστρακίσαι πατρίδα
他們說動了那位如歐里普斯海峽般輕易左右搖擺的皇帝,使他被放逐回自己的故鄉。
and they persuaded that fickle strait of a man, easily carried this way and that, and brought it about that he was banished to his own homeland.
1:1504
καὶ παραυτίκα Εὐζώϊον ἀντ' ἐκείνου προὐβάλοντο, προφανῆ τῶν Ἀρείου δογμάτων συνήγορον·
隨即,他們推舉歐佐伊烏取而代之,此人乃阿里烏教義公然的辯護者;
And immediately they put forward Euzoius in his place, an open advocate of the doctrines of Arius;
1:1505
σὺν Ἀρείῳ γὰρ καὶ τοῦτον διακονίας ἠξιωμένον μέγας Ἀλέξανδρος ἀπεκήρυξεν
因為偉大的亞歷山大曾將此人與阿里烏一同革除教籍,儘管他曾被授予執事之職。
for the great Alexander had excommunicated this man too, along with Arius, though he had been deemed worthy of the diaconate.
1:1506
εὐθὺς δὴ οὖν τὸ ὑγιαῖνον πλῆθος τῶν τὴν νόσον εἰσδεδεγ μένων ἀποκριθὲν εἰς τὴν ἀποστολικὴν ἐκκλησίαν τὴν ἐν τῇ καλου μένῃ Παλαιᾷ διακειμένην ἠθροίζετο
於是,那些未染此病的健全群眾,立刻與之分離,聚集到那座名為「舊堂」的使徒教會中。
At once, therefore, the healthy multitude, separating from those who had received the disease, gathered together at the apostolic church situated in the district called "the Old."
1:1507
τριάκοντα μὲν γὰρ ἔτη μετά γε τὰς κατ' Εὐσταθίου τοῦ πανευφήμου γεγενημένας ἐπιβουλὰς διετέ λεσαν τῆς Ἀρειανικῆς ἀνεχόμενοι βδελυρίας καὶ χρηστήν τινα μετα βολὴν προσδεχόμενοι
自那對聲名遠播的優斯塔修斯的陰謀發生以來,他們忍受阿里烏派的可憎行徑已達三十年之久,一直期盼有所良善的轉變。
For thirty years, after the plots that had been contrived against the all-renowned Eustathius, they had continued to endure the Arian abomination, expecting some favorable change.
1:1508
ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παρ' αὐτοῖς αὐξανομένην καὶ τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων καὶ προφανῶς πολεμουμένους καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προ στάτην ἀντ' ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Λὼτ ἀνεμνήσθησαν εἰρημένων σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν, πρὸς δὲ δὴ τούτοις καὶ τῶν εὐαγγελικῶν νόμων οἳ σαφῶς διαγορεύ ουσιν εἰ ὀφθαλμός σου δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ
但當他們看見不敬虔在其中日益增長,恪守使徒教義的人一面公然遭受攻擊,一面又暗中被謀害,神聖的美勒提烏斯被逐,而異端的護持者歐佐伊烏卻取而代之登上主教之位時,他們便想起了對羅得所說的話:「逃命吧,救你自己的性命」;此外,也想起福音律法所明言的:「若你的右眼叫你跌倒,就把它剜出來丟掉。」
But when they saw impiety increasing among them, and those who held fast to the apostolic doctrines being openly warred against and secretly plotted against, and the divine Meletius driven out, while Euzoius, the champion of the heresy, had received the presidency in his place, they were reminded of the words spoken to Lot, "Flee, save your own soul"; and besides these, of the evangelical laws which clearly declare, "If your right eye causes you to stumble, pluck it out and cast it from you."
1:1509
ταὐτὰ δὲ καὶ περὶ χειρὸς καὶ ποδὸς δεσπότης ἐνομοθέτησε καὶ προστέθεικε·
主就手與腳也頒佈了同樣的誡命,並且補充說:
The Lord likewise legislated the same concerning the hand and the foot, and added:
1:1510
συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν
「因為寧可失去你百體中的一體,也不叫你全身都丟入地獄。」
"For it is better for you that one of your members should perish, and not that your whole body should be cast into hell."
1:1511
μὲν οὖν τῆς ἐκκλησίας διαίρεσις τοῦτον τὸν τρόπον ἐγένετο
教會的分裂便是如此發生的。
Thus, then, did the division of the church come about.
1:1512
Εὐσέβιος δὲ θαυμάσιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, τὸ ψή φισμα τὸ κοινὸν πιστευθείς, τῶν συνθηκῶν τὴν παράβασιν θεασά μενος εἰς τὴν ἐγκεχειρισμένην ᾤχετο πόλιν·
而那位令人讚嘆的歐西比烏——我先前已提過此人——他受託保管那份共同的決議,見盟約遭到破壞,便啟程前往託付予他管理的城市;
But the admirable Eusebius, of whom I made mention before, who had been entrusted with the common decree, when he beheld the violation of the agreement, set out for the city entrusted to him;
1:1513
οἱ δὲ τὸν ἀνάγραπτον ἔλεγχον ὑφορώμενοι τὸν Κωνστάντιον ἔπεισαν ἀποστεῖλαί τινα τὸ ψήφισμα κομιούμενον
而那些畏懼那份書面證據的人,便說動君士坦提烏斯派人去取回那份決議書。
but those who feared the written proof persuaded Constantius to send someone to fetch the decree.
1:1514
καὶ δῆτα πεισθεὶς βασιλεὺς ἀπέστειλέ τινα τοὺς κατὰ τὴν πορείαν ἐναλλαττομένους ἵππους ἐλαύνειν εἰωθότα καὶ τὰς ἀποκρίσεις ὡς τάχιστα φέροντα
皇帝果然被說動了,便派了一名慣於在途中換乘快馬、以最快速度送遞回音的人前去。
And indeed, being persuaded, the emperor sent a man accustomed to riding relay horses along the way and carrying replies with the utmost speed.
1:1515
ἐπειδὴ δὲ ἀφίκετο καὶ τὰ παρὰ βασιλέως ἀπήγγειλεν, οὐκ ἀνέχομαι, ἔφη Εὐσέβιος θαυμάσιος, τὴν κοινὴν ἀποδοῦναι παρακαταθήκην, πρὶν ἂν ἅπαντες οἱ δεδωκότες κατὰ ταὐτὸν γένοιντο
當這人到達並轉達了皇帝的旨意時,令人讚嘆的歐西比烏說:「除非所有交付此物之人齊聚一堂,否則我不能交出這份共同的信託。」
When this man arrived and announced the emperor's message, the admirable Eusebius said, "I cannot consent to give up the common deposit until all those who entrusted it are gathered together in the same place."
1:1516
ταῦτα μὲν ἀπήγγειλε τῷ πεπομφότι·
他便將這番話回報給差遣他的人;
This he reported to the one who had sent him;
1:1517
δὲ τῷ θυμῷ ζέσας ἐπέστειλεν αὐτῷ πάλιν ἀποδοῦναι παρεγγυῶν, καὶ προστέθεικεν ὡς προσέταξεν ἐκτμηθῆναι αὐτοῦ τὴν χεῖρα τὴν δεξιάν, εἰ μὴ δοίη τὸ ψήφισμα
而那人怒火中燒,再次致函命他交出,並補充說已下令,若他不交出決議書,就砍掉他的右手。
and the emperor, boiling with anger, wrote to him again, commanding him to give it up, and added that he had ordered his right hand to be cut off if he did not give up the decree.
1:1518
ταῦτα μέντοι δεδιττόμενος ἔγραψε·
然而他寫下這些話,只是為了恐嚇;
He wrote this, however, only to intimidate him;
1:1519
τῷ γὰρ κομίζοντι τὴν ἐπιστολὴν ἀπηγόρευσεν ἅπερ ἠπείλησε δρᾶσαι
因為他早已禁止那送信之人執行所威嚇的事。
for he had forbidden the bearer of the letter to carry out what he had threatened.
1:1520
ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας θεῖος ἐκεῖνος ἀνὴρ εἶδεν ἐν τοῖς γράμμασιν ἣν βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προὔθηκεν, ἄμφω τεμεῖν τὼ χεῖρε παρεγγυῶν·
但當那位神聖之人展開信件,看見文中皇帝所威嚇的懲罰時,他便連同右手一併伸出左手,吩咐把雙手都砍斷;
But when that divine man opened the letter and saw in its words the punishment which the emperor had threatened, he put forth his left hand together with his right, bidding him cut off both hands;
1:1521
τὸ γὰρ ψήφισμα, ἔφη, οὐ δώσω, τῆς Ἀρειανικῆς μοχθηρίας ἔλεγχον ὄντα σαφῆ
他說:「這決議書我絕不交出,因為它是阿里烏邪惡的明證。」
"For I will not give up the decree," he said, "since it is a clear proof of Arian wickedness."
1:1522
ταύτην αὐτοῦ τὴν ἀνδρείαν μαθὼν Κωνστάντιος καὶ τότε ἠγάσθη καὶ διετέλει θαυμάζων
君士坦提烏斯得知他這番英勇之舉,當時便深為讚嘆,此後也一直讚不絕口。
When Constantius learned of this man's courage, he was filled with admiration then, and continued to marvel at it.
1:1523
δυσμενεῖς τὰ τῶν ἀντι πάλων πλεονεκτήματα, ὑπὸ τοῦ μεγέθους τῶν πραττομένων ναγκαζόμενοι
敵人也因所行之事的偉大而不得不承認對手的長處。
Even enemies, constrained by the greatness of what had been done, acknowledged the merits of their rivals.
1:1524
Κατὰ τοῦτον τὸν χρόνον Κωνστάντιος πυθόμενος ὡς Ἰουλι ανός, ὃν τῆς Εὐρώπης ἀπέφηνε Καίσαρα, μειζόνων πραγμάτων ἐφί εται καὶ κατὰ τοῦ τετιμηκότος στρατιὰν συναγείρει, ἀπὸ μὲν τῆς Συρίας ἀπῆρεν, ἐν δὲ τῇ Κιλικίᾳ τὸν βίον κατέλυσεν
就在此時,君士坦提烏斯得知他所立為歐洲凱撒的尤利安,正圖謀更大的權位,並聚集軍隊要對抗那曾尊崇他的人,便從敘利亞出發,卻在西里西亞結束了性命。
At this time, Constantius, learning that Julian, whom he had made Caesar of Europe, was aspiring to greater things and gathering an army against the man who had honored him, set out from Syria, but ended his life in Cilicia.
1:1525
οὐ γὰρ εἶχεν ἐπίκουρον ὃν πατὴρ αὐτῷ καταλέλοιπε, τῆς πατρῴας εὐσεβείας ἄσυλον οὐ φυλάξας τὸν κλῆρον
因為他沒有留下援助者,這乃是因他自己未能保守父親所留給他那不容侵犯的敬虔遺產所致。
For he had no helper, since he had not kept undefiled the heritage of his father's piety which his father had left to him.
1:1526
οὗ δὴ εἵνεκα πικρῶς ὠλοφύρετο τῆς πίστεως τὴν μετάθεσιν
為此,他痛心哀嘆信仰的變質。
For this reason he bitterly bewailed the alteration of the faith.
1:1527
Τὰ κεφάλαια τοῦ γʹ λόγου αʹ
第三卷章目 一
The chapters of Book Three. 1.
1:1528
Περὶ τῆς Ἰουλιανοῦ βασιλείας
論尤利安的統治
On the reign of Julian
1:1529
Ὅτι παιδόθεν ἐν εὐσεβείᾳ τραφεὶς ἐξώκειλεν εἰς ἀσέβειαν
論他自幼在敬虔中長大,卻誤入不敬虔之途
That though he was brought up in piety from childhood, he ran aground on impiety
1:1530
Ὅπως τὰ πρῶτα τὴν ἀσέβειαν κρύπτων ὕστερον ταύτην ἐγύ μνωσεν
論他起初如何隱藏其不敬虔,後來又如何將其公然暴露
How at first he concealed his impiety, but later laid it bare
1:1531
Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων
論主教們的復位
On the return of the bishops
1:1532
Περὶ τῆς Παυλίνου χειροτονίας
論保利努斯的按立
On the ordination of Paulinus
1:1533
Ὅτι οὐ φιλανθρωπίᾳ χρώμενος ἀλλὰ φθόνῳ βαλλόμενος προφανῶς τοὺς εὐσεβεῖς οὐκ ἀνῄρει
論他之所以未公然殺害敬虔之人,並非出於仁愛,而是受妒忌所驅使
That it was not out of benevolence, but because he was struck by envy, that he did not openly put the pious to death
1:1534
Ὁπόσα καὶ ὁποῖα κατὰ τῶν Χριστιανῶν ἐτόλμησαν Ἕλληνες παρ' αὐτοῦ λαβόντες τὴν ἐξουσίαν
論希臘人(異教徒)得他授權後,對基督徒做出了何等多、何等樣的膽大妄為之事
How many and what sort of things the Greeks, having received authority from him, dared against the Christians
1:1535
Τίνα κατὰ τῶν Χριστιανῶν ἐνομοθέτησεν
論他制定了哪些反對基督徒的法令
What laws he enacted against the Christians
1:1536
Περὶ τῆς τετάρτης ἐξορίας τοῦ ἁγίου Ἀθανασίου καὶ φυγῆς
論聖亞他那修第四次的放逐與逃亡
On the fourth exile and flight of Saint Athanasius
1:1537
Περὶ Θεοδώρου τοῦ ὁμολογητοῦ
論認信者提阿多若
On Theodore the Confessor
1:1538
Περὶ τῆς δημεύσεως τῶν ἱερῶν κειμηλίων καὶ τῆς τῶν σιτηρεσίων ἀφαιρέσεως
論聖器的沒收與口糧的剝奪
On the confiscation of the sacred treasures and the withdrawal of the grain allowances
1:1539
Τὰ κατὰ Ἰουλιανὸν τὸν θεῖον αὐτοῦ
論其叔尤利安之事
The affairs concerning Julian, his uncle
1:1540
Περὶ Ἰοβεντίνου καὶ Μαξιμίνου τῶν μαρτύρων
論殉道者約文提努斯與馬克西米努斯
On the martyrs Juventinus and Maximinus
1:1541
Περὶ Βαλεντινιανοῦ τοῦ ὕστερον βασιλεύσαντος
論後來為帝的瓦倫提尼安。
Concerning Valentinian, who later became emperor.
1:1542
Περὶ τῶν ἄλλων ὁμολογητῶν
論其他宣信者。
Concerning the other confessors.
1:1543
Περὶ Πουπλίας τῆς διακόνου καὶ τῆς κατὰ θεὸν αὐτῆς παρρησίας
論女執事普卜利雅,以及她在神面前的坦率勇敢。
Concerning Publia the deaconess, and her godly boldness.
1:1544
Τὰ κατὰ Ἰουδαίους καὶ τὴν τῆς οἰκοδομίας ἐπιχείρησιν καὶ τὰς ἐπενεχθείσας αὐτοῖς θεηλάτους πληγάς
論猶太人之事、他們重建聖殿的嘗試,以及降在他們身上的神譴災禍。
The events concerning the Jews, their undertaking to rebuild the temple, and the God-sent plagues brought upon them.
1:1545
Περὶ τῆς κατὰ Περσῶν στρατείας
論對波斯人的遠征。
Concerning the campaign against the Persians.
1:1546
Περὶ τῆς τοῦ πολιτευομένου τοῦ Βεροιαίου παρρησίας
論比里亞(貝羅亞)政要坦率直言之事。
Concerning the boldness of the councillor of Beroea.
1:1547
Περὶ τῆς τοῦ παιδαγωγοῦ προρρήσεως
論教僕(師傅)的預言。
Concerning the prediction of the tutor.
1:1548
Περὶ τῆς τοῦ ἁγίου Ἰουλιανοῦ τοῦ μονάζοντος προφητείας
論聖修士猶利安的預言。
Concerning the prophecy of the holy monk Julian.
1:1549
Περὶ τῆς ἐν Περσίδι γεγενημένης σφαγῆς Ἰουλιανοῦ τοῦ βασιλέως
論皇帝猶利安在波斯遇害之事。
Concerning the slaying of the emperor Julian, which took place in Persia.
1:1550
Περὶ τῆς ἐν Κάρραις μετὰ τὴν ἀναίρεσιν αὐτοῦ φωραθείσης γοητείας
論其死後在卡雷(哈蘭)城被發現的巫術。
Concerning the sorcery discovered at Carrhae after his death.
1:1551
Περὶ τῶν ἐν τοῖς βασιλείοις Ἀντιοχείας εὑρεθεισῶν κεφαλῶν
論在安提阿王宮中發現的頭顱。
Concerning the heads found in the palace at Antioch.
1:1552
Περὶ τῆς ἐν Ἀντιοχείᾳ πανδημεὶ γεγενημένης χορείας
論安提阿全城百姓所舉行的公共歡舞慶典。
Concerning the public dance held at Antioch, in which the whole populace took part.
1:1553
Ἰουλιανὸς δὲ ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν διαβαίνων ἐπύθετο τοῦ Κωνσταντίου τὴν τελευτὴν καὶ θαρρήσας, ὡς οὐδένα ἀντίπαλον ἔχων, τὴν βασιλείαν παρέλαβεν
猶利安從歐洲渡海往亞洲之時,得知康斯坦提烏斯已駕崩,於是壯起膽來,自以為再無敵手,遂承接了帝位。
Now Julian, as he was crossing from Europe into Asia, learned of the death of Constantius; and taking courage, since he now had no rival, he assumed the imperial power.
1:1554
Οὗτος δέ, νέαν μὲν ἄγων τὴν ἡλικίαν σὺν Γάλλῳ τῷ ἀδελφῷ καὶ ἄνηβος ὢν ἔτι, τὴν τῆς εὐσεβοῦς διδασκαλίας εἷλκε θηλήν, καὶ μὲν δὴ καὶ πρόσηβος γενόμενος καὶ ἔφηβος τῆς αὐτῆς μετελάγχανε·
此人年幼之時,與其兄伽路同在孩提之齡,尚未及青春期,即已吮吸敬虔教導之乳;及至漸長為少年,再至青年,仍分享同樣的教導。
Now this man, while still of tender age together with his brother Gallus, and not yet come to adolescence, drank in the milk of pious instruction; and indeed, on becoming a stripling and then a young man, he continued to share in the same teaching.
1:1555
δείσας δὲ τὸν Κωνστάντιον ( τοὺς γὰρ γένει προσήκοντας ἀνῄρει δειμαίνων τὰς τυραννίδας) τοῦ τῶν ἀναγνωστῶν ἠξιώθη χοροῦ καὶ τὰς ἱερὰς βίβλους ἐν τοῖς ἐκκλησιαστικοῖς συλλόγοις ὑπανεγίνωσκε τῷ λαῷ
他因懼怕康斯坦提烏斯(因康斯坦提烏斯畏懼有人篡位,故誅殺宗族親屬),遂被列入誦經士之列,在教會的聚會中向百姓誦讀聖經。
But fearing Constantius (for he was destroying his kinsmen, being afraid of usurpations), he was admitted into the order of readers, and read aloud the sacred books to the people in the church assemblies.
1:1556
καὶ σηκὸν μαρτύρων ἐδομήσατο μέν, οὐ προσεδέξαντο δὲ οἱ μάρτυρες τὴν εἰς ἀσέβειαν αὐτοῦ παρατροπὴν προθεώμενοι·
他曾建造一座殉道者祠堂,但殉道者們並不悅納,因他們預見他將轉向不敬虔;
And he built a shrine of martyrs, but the martyrs did not accept it, foreseeing his turning aside into impiety;
1:1557
τῶν γὰρ δὴ θεμελίων τὸ τῆς ἐκείνου γνώμης μιμησαμένων ἀβέβαιον, πρὶν ἱερωθῆναι κατέπεσε
因為那地基彷彿模仿了他心志的不穩固,尚未奉獻便已倒塌。
for the foundations, as though imitating the instability of his mind, collapsed before the shrine could be consecrated.
1:1558
τὰ μὲν δὴ τῆς πρώτης ἡλικίας αὐτοῦ καὶ τῆς δευτέρας τοιαῦτα ἦν
以上便是他早年及稍長時期的事蹟。
Such, then, were the events of his first and second periods of life.
1:1559
Ἐπειδὴ δὲ εἰς τὴν Ἑσπέραν ἀπαίρων Κωνστάντιος ( ἐκεῖσε γὰρ αὐτὸν εἷλκεν πρὸς Μαγνέντιον πόλεμος) Καίσαρα τῆς Ἑῴας τὸν Γάλλον ἀπέφηνεν, εὐσεβῆ τε ὄντα καὶ εἰς τέλος γε διαμείναντα, τὸ μὲν ὀνησιφόρον δέος Ἰουλιανὸς ἐσκέδασε τῆς ψυχῆς, θάρσος δὲ λαβὼν ὡς οὐκ ὤφελε, τῶν βασιλικῶν ἐπεθύμησε σκήπτρων
當康斯坦提烏斯啟程前往西方(因與馬格嫩提烏斯之戰召他前去),任命素來敬虔、且終生持守敬虔的伽路為東方凱撒之時,猶利安便從心中驅散了那對他原本有益的畏懼,妄自壯膽——這膽量對他毫無益處——竟生出覬覦帝位權杖之心。
Now when Constantius, departing for the West (for the war against Magnentius drew him thither), appointed Gallus, who was pious and remained so to the end, as Caesar of the East, Julian dispelled from his soul the fear that had been of benefit to him, and taking a boldness that did him no good, he set his desire upon the imperial sceptre.
1:1560
οὗ δὴ εἵνεκα τὴν Ἑλλάδα περινοστῶν μάντεις ἐπεζήτει καὶ χρησμολόγους, εἰ τεύξεται τοῦ ποθουμένου μαθεῖν ἱμειρόμενος
為此,他遊歷希臘各地,四處尋訪占卜者與傳諭者,渴望得知自己能否如願以償。
For this reason, wandering about Greece, he sought out diviners and oracle-mongers, longing to learn whether he would attain what he desired.
← 上一段下一段 →
1