📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 宗教史(敘利亞苦修者傳)

宗教史(敘利亞苦修者傳) 第 1 章 第 4/13 段

希臘文原文.164 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:519–1:682(全章共 2368 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:519
ἀποχρῶν γὰρ εἰς διδασκαλίαν οὐ τοῖς οἰκείοις μόνον θιασώταις, ἀλλὰ καὶ δὶς τοσούτοις, πολλάκις πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμε, συνεργὸν λαβεῖν ἱκετεύων καὶ τῆς ὑπ' αὐτοῦ παγείσης παλαίστρας παιδοτρίβην τε καὶ διδάσκαλον
儘管他足以教導的,不只是自己的同修,甚至能教導兩倍之多,他卻屢次跑到偉大的尤西比烏斯那裡,懇求他做自己的同工,並作他所建立的這所修行訓練場的教練與導師。
For though sufficient to teach not only his own companions but even twice as many, he often ran to the great Eusebius, entreating him to become his fellow-worker, and the trainer and teacher of the training-ground he had established.
1:520
Ἀφειστήκει δὲ σταδίους πέντε καὶ εἴκοσιν ἐν οἰκήματί τινι σμικρῷ λίαν οὐδὲ φωταγωγοὺς ἔχοντι καθειργμένος
他(尤西比烏斯)住在二十五斯塔狄昂之外,被幽閉在一間極其狹小、甚至連天窗也沒有的居所之中。
He was dwelling twenty-five stades away, shut up in a certain very small dwelling that did not even have windows.
1:521
Ἐποδήγησε δὲ αὐτὸν πρὸς ταύτην τὴν ἀρετὴν Μαριανὸς ὁ τούτου μὲν θεῖος, τοῦ δὲ θεοῦ πιστὸς θεράπων
引導他走向這德行的人,是他的叔父馬里亞努斯,一位忠信事奉神的僕人。
The one who guided him toward this virtue was Marianus, his uncle, and a faithful servant of God.
1:522
Ἀρκεῖ γὰρ τοσοῦτον εἰπεῖν ἐπεὶ καὶ Μωϋσῆν τὸν μέγαν τῇ ἐπωνυμίᾳ ταύτῃ τετίμηκεν ὁ δεσπότης
只需這樣說便已足夠,因為主也曾以這同樣的稱號來尊榮偉大的摩西。
It suffices to say only this much, since the Lord has also honored the great Moses with this very title.
1:523
Οὗτος ὁ Μαριανὸς, τοῦ θείου γευσάμενος ἔρωτος, οὐκ ἠθέλησε μόνος τοῖς ἀγαθοῖς ἐντρυφᾶν, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους συνεραστὰς ἐποιή σατο, ἐθήρευσε δὲ καὶ τὸν μέγαν Εὐσέβιον καὶ τὸν τούτου ἀδελφὸν καὶ κατὰ τὸν βίον ὄντα γε ἀδελφόν
這位馬里亞努斯既嘗過了神聖的愛,便不願獨自享受這美善,而是使許多其他人也一同成為愛慕者;他也贏得了偉大的尤西比烏斯,以及尤西比烏斯的兄弟——這位兄弟在修行生活上也確實是他的同道兄弟。
This Marianus, having tasted the divine love, did not wish to delight in these good things alone, but made many others fellow-lovers as well, and he also captured the great Eusebius and his brother, who was indeed also a brother in the ascetic life.
1:524
Οὐκ εὔλογον γὰρ ᾠήθη τοὺς μὲν οὐδὲν αὐτῷ διαφέροντας ἀγρεῦσαι πρὸς ἀρετήν, τοὺς δὲ ἀδελφιδοῦς ἀναγρεύτους καταλιπεῖν
因為他認為,若能捕獲那些與自己毫無關係的人歸向德行,卻讓自己的姪兒未被捕獲,是不合理的。
For he thought it unreasonable to capture for virtue those who were nothing to him, while leaving his own nephews uncaptured.
1:525
Τούτους ἀμφοτέρους ἐν οἰκίσκῳ καθείρξας βραχεῖ τὴν εὐαγγελικὴν πολιτείαν ἐπαίδευεν
他把這兩人一同關在一間小屋裡,教導他們遵行福音的修行生活。
Having shut up both of them together in a small dwelling, he trained them in the evangelical way of life.
1:526
Ἀλλὰ τῷ μὲν ἀδελφῷ νόσος προσ γενομένη τὸν δρόμον ἐκεῖνον διέκοψεν
但一場疾病降臨在那位兄弟身上,中斷了他的修行歷程。
But an illness that befell the brother interrupted that course.
1:527
Ἠκολούθησε δὲ τῇ νόσῳ καὶ θάνατος·
死亡也隨著疾病而來;
Death followed upon the illness;
1:528
ὀλίγας γὰρ μετὰ τὴν ἐκεῖθεν ἔξοδον διαβιώσας ἡμέρας, τοῦ βίου τὸ τέλος ἐδέξατο
他從那裡出去之後,只又活了幾天,便迎來了生命的終點。
for having lived only a few days after his departure from there, he received the end of life.
1:529
Καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τοῦτον ἠσπάζετο τὸν βίον ἕως ὁ θαυμάσιος ἐκεῖνος Ἀμμιανὸς πολλαῖς αὐτὸν καταθέλξας ἱκεσίαις ἀνέπεισεν·
那位弟兄死後,他仍舊持守著這樣的生活方式,直到那位令人讚歎的阿米亞努斯以許多懇求打動了他,說服他改變。
And after that one's death, he continued to embrace this same way of life, until that admirable Ammianus, having charmed him with many entreaties, persuaded him to change;
1:530
Εἰπὲ γάρ μοι, πρὸς αὐτὸν ἔφη, ὦ ἄριστε, τίνι νομίζων ἀρέσκειν τὸν ἐπίπονον τοῦτον καὶ αὐχμηρὸν μετελήλυθας βίον; Τοῦ δὲ τὸν θεόν, ὡς εἰκὸς ἦν, δήπουθεν εἰρηκότος, τὸν τῆς ἀρετῆς νομοθέτην τε καὶ διδάσκαλον·
「告訴我,」他對他說,「至善的朋友,你認為自己是要討誰的喜悅,才過起這勞苦而艱苦的生活呢?」對方自然而然地回答說「當然是神」——那位德行的立法者與導師——
"Tell me," he said to him, "O excellent one, whom do you suppose you are pleasing, that you have taken up this laborious and squalid life?" And when the other, as was natural, had said, "God, of course"—the lawgiver and teacher of virtue—
1:531
Οὐκοῦν ἐπειδὴ τούτου ἐρᾷς, ὁ Ἀμμιανὸς ἔφη, ἐγώ σοι τρόπον ἐπιδείξω δι' οὗ καὶ τὸν ἔρωτα πλέον ἐξάψεις καὶ τὸν ἐρώμενον θεραπεύσεις
阿米亞努斯便說:「既然你愛慕祂,我要指示你一個方法,藉此你既能使這愛更加熾烈,又能事奉你所愛慕的那一位。」
"Well then, since you love him," said Ammianus, "I will show you a way by which you will both kindle your love the more and serve the one you love."
1:532
Τὸ μὲν γὰρ πᾶσαν εἰς ἑαυτόν τινα περιστῆσαι τὴν ἐπιμέλειαν, οὐκ ἄν, ὡς οἶμαι, φιλαυτίας διαφύγοι γραφήν
因為,若一個人把一切的關懷都集中在自己身上,我想他必逃不脫「自愛」的指控。
For to turn all one's care entirely upon oneself would not, I think, escape the charge of self-love.
1:533
Ὁ γὰρ θεῖος νόμος ἀγαπᾶν τὸν πέλας ὡς ἑαυτὸν διαγορεύει
因為神聖的律法命令人要愛鄰如己。
For the divine law commands us to love our neighbor as ourselves.
1:534
Τὸ δὲ πολλοὺς εἰς κοινωνίαν τοῦ πλούτου λαβεῖν τοῦ τῆς ἀγάπης ἐστὶ κατορθώματος ἴδιον
而使許多人一同分享這財富,正是愛德成就的特有標記。
But to bring many into a share of one's wealth is the peculiar achievement of love.
1:535
Ταύτην δὲ ὁ θεσπέσιος Παῦλος νόμου πλήρωμα προσηγόρευσε
這正是神啟的保羅所稱的「律法的總歸」。
This the divinely-inspired Paul called the fulfillment of the law.
1:536
Ὅλος ὁ νόμος καὶ οἱ προφῆται ἐν τούτῳ τῷ λόγῳ ἀνακεφα λαιοῦνται, ἐν τῷ·
「全部律法和先知都總歸在這一句話裡」,就是:
"The whole law and the prophets are summed up in this one word"—namely, in:
1:537
Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν
「你要愛人如己。」
"You shall love your neighbor as yourself."
1:538
Καὶ ὁ κύριος δὲ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις τῷ Πέτρῳ πλέον τῶν ἄλλων φιλεῖν αὐτὸν ὡμολογηκότι ποιμαίνειν αὐτοῦ τὰ πρόβατα παρηγγύησε
主在聖福音書中,也曾吩咐彼得——這位承認自己愛主勝過其他人的門徒——去牧養祂的羊群。
And the Lord too, in the holy Gospels, charged Peter—who had confessed that he loved him more than the others—to shepherd his sheep.
1:539
Τοῖς δὲ τοῦτο μὴ πεποιηκόσιν ἐγκαλῶν διὰ τοῦ προφήτου βοᾷ·
而祂藉著先知斥責那些沒有這樣行的人,喊叫說:
And rebuking those who had not done this, he cries out through the prophet:
1:540
Ὦ οἱ ποιμένες, μὴ ἑαυτοὺς οἱ ποιμένες βόσκουσιν; οὐχὶ τὰ πρόβατα νέμουσι; Τούτου χάριν καὶ τὸν μέγαν Ἠλίαν τοῦτον μετιόντα τὸν βίον ἐν μέσῳ στρέφεσθαι τῶν ἀσεβῶν ἐκέλευσεν
「牧人哪,牧人豈是牧養自己嗎?豈不是該牧養群羊嗎?」正因此故,祂也命令那過著這種生活的偉大以利亞,轉身進入不敬虔之人的中間。
"O shepherds, do the shepherds feed themselves? Do they not pasture the sheep?" For this reason he also commanded the great Elijah, who was pursuing this way of life, to turn about and move among the impious.
1:541
Ἰωάννην τὸν πάνυ, τὴν ἔρημον ἀσπαζόμενον, ταῖς τοῦ Ἰορδάνου παρέπεμψεν ὄχθαις, ἐκεῖ βαπτίζειν καὶ κηρύττειν παρεγγυήσας
祂又差遣那位酷愛曠野的偉大約翰,前往約旦河岸,吩咐他在那裡施洗、傳道。
The great John, who loved the desert, he sent to the banks of the Jordan, charging him to baptize and preach there.
1:542
Ἐπειδὴ τοίνυν καὶ σὺ θερμὸς ἐραστὴς εἶ τοῦ πεποιηκότος καὶ σεσωκότος θεοῦ, πολλοὺς καὶ ἄλλους συγκατασκεύασον ἐραστάς
既然你也是那創造你、拯救你之神的一位熱切愛慕者,那就一同幫助培養出更多這樣的愛慕者吧。
Since, then, you too are an ardent lover of the God who made and saved you, help to fashion many other lovers as well.
1:543
Τοῦτο γὰρ τῷ κοινῷ δεσπότῃ λίαν ἐστὶ προσφιλές
因為這是我們共同的主極其喜悅的事。
For this is exceedingly pleasing to our common Lord.
1:544
καὶ τὸν Ἰωνᾶν εἰς τὴν Νινευὴ τρέχειν ἐκέλευσε καὶ μὴ βουλόμενον δεσμώτην παρέπεμψεν. Ταῦτα καὶ τὰ τοιαῦτα λέγων τὸν θεῖον κατεκήλησεν ἄνδρα καί, τὴν ἐθελούσιον ἐκείνην διορύξας εἱρκτήν, ἐξῆγέ τε καὶ ἀπῆγε καὶ τῶν θιασωτῶν παρεδίδου τὴν ἐπιμέλειαν
「祂又命令約拿跑到尼尼微去,約拿不肯,祂便把他當作囚犯押送而去。」阿米亞努斯說了這些及類似的話,打動了這位敬神的人,於是打開了他那自願囚禁的牢獄,領他出來、帶他離開,並將弟兄群體的照管職責交託給他。
"And he commanded Jonah to run to Nineveh, and when he was unwilling, sent him along as a prisoner." By saying these and similar things, he charmed the godly man, and, breaking open that voluntary prison of his, he led him out and away, and entrusted to him the care of the brotherhood.
1:545
Ἐγὼ δὲ οὐκ οἶδα πότερον πλέον θαυμάσω, τούτου τὴν μετριότητα ἢ ἐκείνου τὴν εὐπείθειαν
而我卻不知道該更讚歎哪一者——是這位(阿米亞努斯)的謙遜,還是那位(尤西比烏斯)的順從。
But I do not know which I should admire more—this one's moderation, or that one's ready obedience.
1:546
Καὶ γὰρ οὗτος τὴν ἡγεμονίαν ἐδραπέτευε καὶ τῶν ὑπηκόων εἷς εἶναι μᾶλλον ἐβούλετο, τῆς προστασίας τὸν κίνδυνον ὑφορώμενος
因為這位逃避領導之位,寧願作眾人中的一員,唯恐居於領導地位所帶來的危險;
For this one fled from leadership, and preferred rather to be one of the subjects, dreading the danger of headship;
1:547
Καὶ ὁ μέγας Εὐσέβιος τὴν μετὰ πλειόνων διαγωγὴν ἀπεστρέ φετο μέν, εἶξε δὲ ὅμως καί, τοῖς τῆς ἀγάπης δικτύοις ἁλούς, ἐδέχετο τῆς ποίμνης τὴν ἐπιμέλειαν καὶ ἦγε τὸν χορὸν οὐ πολλῶν λόγων εἰς διδασκαλίαν δεόμενος·
而偉大的尤西比烏斯本來拒絕與眾人共同生活,但終究還是屈從了;他被愛的網羅所擄獲,接受了牧養羊群的職責,並帶領這群體——他並不需要太多言語來教導人:
and the great Eusebius turned away from life together with a greater number, but nevertheless yielded, and, caught in the nets of love, accepted the care of the flock and led the company, needing not many words for teaching:
1:548
ἤρκει γὰρ καὶ φαινόμενος ὀξὺν ἐργάσασθαι πρὸς τὸν τῆς ἀρετῆς δρόμον καὶ τὸν ἄγαν νωθέστατον
因為僅僅他的出現,就足以使最為怠惰遲鈍的人,在德行的賽道上變得敏捷起來。
for merely appearing was enough to make even the most utterly sluggish person swift for the race of virtue.
1:549
Φασὶ δὲ αὐτὸν οἱ τεθεαμένοι ἐμβριθὲς ἀεὶ τὸ πρόσωπον ἐσχηκέναι καὶ δέος ἱκανὸν ἐνθεῖναι τοῖς θεωμένοις
見過他的人說,他的面容總是莊重威嚴,使觀看他的人心生極大的敬畏。
Those who beheld him say that he always had a grave countenance, and instilled considerable awe in those who looked upon him.
1:550
Τροφῆς δὲ αὐτὸς μὲν διὰ τριῶν καὶ τεττάρων ἀπέλαυεν ἡμερῶν, τοῖς δὲ συνοίκοις παρὰ μίαν μεταλαγχάνειν ἐκέλευε
他自己每三、四天才進食一次,卻吩咐與他同住的人每隔一天進食一次。
He himself partook of food every three or four days, but he bade those who dwelt with him partake every other day.
1:551
Οὕτω δὲ τῶν τοῦ σώματος μορίων ἕκαστον τὴν ἀρετὴν ἐξεπαίδευσεν ὡς ἐκεῖνα δρᾶν ἃ μόνος ὁ λογισμὸς ἐπιτρέπει
他就這樣訓練身體的每個部位臻於德行,以致它們只做理性所容許的事。
Thus he trained each part of the body in virtue, so that they did only what reason alone permitted.
1:552
Ἵνα δὲ τοῦτο δῆλον ἅπασι καταστήσω, ἑνὸς τῶν κατ' αὐτὸν μνησθήσομαι διηγήματος
為了向眾人清楚說明這一點,我要提及一則有關他的軼事。
But that I may make this clear to all, I shall relate one story concerning him.
1:553
Ἐπί τινος καθῆστο πέτρας αὐτός τε καὶ Ἀμμιανὸς ὁ θαυμάσιος, καὶ τῶν θείων εὐαγγελίων τὴν ἱστορίαν ὁ μὲν ἀνεγίνωσκεν, ὁ δὲ τῶν ἀσαφεστέρων παρεγύμνου τὴν ἔννοιαν
他與令人讚歎的阿米亞努斯一同坐在一塊岩石上,其中一人誦讀著聖福音書的記載,另一人則闡明其中較晦澀之處的意涵。
He and the admirable Ammianus were sitting upon a certain rock, and one of them was reading the narrative of the holy Gospels, while the other was laying bare the meaning of the more obscure passages.
1:554
Γηπόνων δέ τινων ἐν τῷ ὑποκειμένῳ πεδίῳ νεουρ γούντων τὴν γῆν, ἐπὶ ταύτην εἱλκύσθη τὴν θεωρίαν ὁ μέγας Εὐσέβιος
那時,有些農夫正在下方的平原上翻耕荒地,偉大的尤西比烏斯的目光便被這景象吸引過去。
And as certain farmers were breaking fallow ground in the plain below, the great Eusebius was drawn to watch this sight.
1:555
Ἀμμιανοῦ δὲ τοῦ θεσπεσίου ἀνεγνωκότος τὸ εὐαγγελικὸν χωρίον, τὴν δὲ ἑρμηνείαν μαστεύοντος, ἀνα λαβεῖν ἐκέλευσε τὴν ἀνάγνωσιν ὁ μέγας Εὐσέβιος
神啟的阿米亞努斯誦讀完那段福音書經文,正要探究其解釋之時,偉大的尤西比烏斯卻要他把剛才誦讀的部分再念一遍。
When the divinely-inspired Ammianus had read the Gospel passage and was seeking its interpretation, the great Eusebius bade him take up the reading again.
1:556
Τοῦ δὲ εἰρηκότος ὅτι τοῖς ἀροῦσιν ἐπιτερπόμενος οὐκ ἐπήκουσας, ὡς εἰκός, νομοθετεῖ τοῖς ὀφθαλμοῖς μήτε τὸ πεδίον ἐκεῖνο θεωρῆσαί ποτε μήτε τῷ οὐρανίῳ κάλλει καὶ τῷ τῶν ἀστέρων ἑστιαθῆναι χορῷ, ἀλλ' ἀτραπῷ χρώμενος στενωτάτῃ, ἧς τὸ μέτρον σπιθαμῆς εἶναί φασιν, ἐπὶ τὸν εὐκτήριον οἶκον φερούσῃ, ἔξω ταύτης βαδίσαι λοιπὸν οὐκ ἠνέσχετο
阿米亞努斯告訴他,說他方才自然是因為觀看耕田的農夫而心生喜悅,以致沒有在聆聽——尤西比烏斯便為自己的雙眼立下一條律法:從此再也不觀看那片平原,也不再享受諸天之美與眾星之舞;而是只走一條極其狹窄的小徑——據說其寬度僅有一拃——通往祈禱之所,此後他再也不容許自己走出這條小徑之外。
And when he had told him that he had, as was natural, not been listening, because he was delighting in watching the plowmen, Eusebius laid down a law for his own eyes: never again to look upon that plain, nor to feast upon the beauty of the heavens and the chorus of the stars; but, using instead a most narrow path—whose width, they say, was but a single span—leading to the house of prayer, he no longer allowed himself thereafter to walk outside of it.
1:557
Πλείονα δὲ ἢ τεσσαράκοντα ἔτη φασὶ μετὰ τοῦτον αὐτὸν διαβιῶναι τὸν νόμον
據說此後他在這條律法之下,又活了超過四十年之久。
They say that for more than forty years after this he lived under this same rule.
1:558
Ἵνα δὲ μετὰ τῆς γνώμης καὶ ἀνάγκη τις αὐτὸν ἐπὶ ταῦτα καθέλκῃ, ζώνῃ σιδηρᾷ τὴν ὀσφὺν καταδήσας καὶ βαρύτατον κλοιὸν περιθεὶς τῷ τραχήλῳ, ἄλλῳ τινὶ σιδήρῳ τὴν ζώνην συνήρμοσε τῷ τοῦ τραχήλου κλοιῷ ἵνα τούτῳ τῷ τρόπῳ κατακαμπτόμενος εἰς γῆν κατακύπτειν διηνεκῶς ἀναγκάζηται
為了讓自己不僅憑著意志、也藉著某種強制力,把自己拉向這些操練,他用一條鐵帶束緊腰間,又在頸上套上一個極沉重的鐵箍,再用另一根鐵條把腰帶與頸上的鐵箍連接起來,如此一來,他便被彎曲下垂,被迫持續俯身向地。
And so that some compulsion, along with his own resolve, might also draw him down to these observances, he bound his loins with an iron belt, and placed a most heavy collar about his neck, and joined the belt to the collar of his neck with another piece of iron, so that in this way, bent down, he would be continually forced to stoop toward the ground.
1:559
Τοιαύτας αὐτὸς τῆς τῶν γηπόνων ἐκείνων θεωρίας εἰσεπράξατο δίκας
他就這樣為自己觀看那些農夫的行為,向自己索取了這樣的懲罰。
Such penalties did he exact from himself for that watching of the farmers.
1:560
Ταῦτα δέ με πολλοὶ μὲν καὶ ἄλλοι τῶν ἐκεῖνον ἱστορη κότων καὶ τὰ κατ' αὐτὸν ἀκριβῶς ἐπισταμένων ἐδίδαξαν·
這些事,是許多曾記述過他生平事蹟、且確切知曉他一切詳情的人告訴我的;
These things many others also, who have recorded his history and who accurately know the facts about him, have taught me;
1:561
διηγήσατο δὲ τοῦτ' αὐτὸ τὸ διήγημα καὶ ὁ πρεσβύτης, ὁ μέγας Ἀκάκιος, οὗ καὶ πρόσθεν ἐν τοῖς ἄλλοις διηγήμασιν ἀπεμνημονεύσαμεν
這段敘述也是那位長老、偉大的阿卡基烏斯(Akakios)講述的,我們先前在其他敘述中也曾提及他。
This very story was told also by the elder, the great Akakios, whom we have also mentioned before in the other narratives.
1:562
κείμενον θεωρεῖν, οὔτε τῆς στενῆς ἐκείνης ἔξω βαδίζειν ὁδοῦ·
……去看那躺著的東西,也不走出那條狹窄的道路之外;
...to look at it lying there, nor to walk outside that narrow road;
1:563
τὸν δὲ φάναι ταῦτα τεχνάζειν πρὸς τὰ τοῦ πονηροῦ δαίμονος μηχανήματα
他說他這樣做,是為了對抗那惡魔的種種詭計。
and he said that he contrived these things against the stratagems of the evil demon.
1:564
Ἵνα γάρ, ἔφη, μὴ περὶ μεγάλων μοι πολεμῇ, σωφροσύνην κλέπτειν πειρώμενος καὶ δικαιο σύνην καὶ τὸν θυμὸν ὁπλίζων καὶ τὴν ἐπιθυμίαν ἐξάπτων καὶ φλεγμαίνειν τῷ τύφῳ καὶ ἐξογκοῦσθαι παρασκευάζων καὶ τὰ ἄλλα ὅσα τοιαῦτα κατὰ τῆς ἐμῆς τυρεύων ψυχῆς, εἰς τὰ σμικρὰ ταῦτα μεταφέρειν πειρῶμαι τὸν πόλεμον·
他說:「因為為了不讓他在重大的事情上與我交戰——他企圖竊取我的節制與公義,武裝我的忿怒,點燃我的情慾,使我因虛榮而發炎腫脹,並圖謀其他諸如此類的事來對付我的靈魂——我便嘗試把這場戰爭轉移到這些小事上;」
"For in order that he not make war on me concerning great things," he said, "attempting to steal self-control and righteousness, and arming wrath, and kindling desire, and preparing me to become inflamed with vainglory and swollen with pride, and contriving all the other such things against my soul, I attempt to transfer the war to these small matters;"
1:565
ἔνθα καὶ νικήσας οὐ μεγάλα λωβᾶται, καὶ ἡττηθεὶς καταγελα στότερος γίνεται, ἅτε δὴ μηδὲ ἐν τοῖς μικροῖς περιγενέσθαι δυνάμενος
「在那裡,即使他得勝,所造成的傷害也不大;若他被擊敗,就顯得更加可笑,因為他連在小事上都無法取勝。」
"where even if he wins, he does no great harm, and if he is defeated, he becomes more ridiculous, since he was not even able to prevail in small matters."
1:566
Ἐπειδὴ τοίνυν ἀκινδυνότερον τοῦτον οἶδα τὸν πόλεμον–οὐ μεγάλα γὰρ ὁ ἐν τούτοις βαλλόμενος ζημιοῦται·
「既然我知道這種戰爭較無危險——因為在這些事上被擊中的人,並不會遭受重大的損失;」
"Since, then, I know this warfare to be less dangerous—for the one struck in these matters suffers no great loss;"
1:567
ποία γὰρ βλάβη τὸ πεδίον ἰδεῖν ἢ εἰς τὸν οὐρανὸν ἀνατεῖναι τὸ ὄμμα; –, εἰς τοῦτο αὐτὸν τῆς παρατάξεως τὸ εἶδος μεθίστημι
「看田野或舉目望天,又有什麼害處呢?——我便把他轉移到這種形式的戰陣上。」
"for what harm is there in looking at the plain, or in lifting one's eyes to heaven?—I shift him to this form of battle array."
1:568
Τῇδε γὰρ οὔτε βαλεῖν οὔτε ἀνελεῖν δύναται·
「因為在這裡,他既不能射中,也不能毀滅我;」
"For here he can neither strike nor destroy me;"
1:569
ταῦτα γὰρ οὐκ ἔστι θανατηφόρα τὰ βέλη, τῶν σιδηρῶν ἐκείνων ἀκίδων ἀπηλλαγμένα. Ταῦτα ἀκηκοέναι ὁ μέγας ἔφη Ἀκάκιος καὶ ἄγασθαι τῆς σοφίας καὶ τὴν πολεμικὴν θαυμάσαι ἀνδρείαν αὐτοῦ καὶ ἐμπειρίαν
「因為這些不是致命的箭,它們沒有那些鐵箭頭。」偉大的阿卡基烏斯說,他曾聽聞這些話,讚嘆他的智慧,並對他在屬靈爭戰上的勇敢與經驗感到驚異。
"for these arrows are not death-dealing, being free of those iron points." The great Akakios said that he had heard these things and had admired his wisdom, and had marveled at his martial courage and skill.
1:570
Οὗ χάριν ὡς ἀξιάγαστόν τε καὶ ἀξιομνημό νευτον τοῖς τὰ τοιάδε μανθάνειν ἐφιεμένοις καὶ τόδε προσέφερε τὸ διήγημα
因此,作為對那些渴望學習此類事物的人值得讚嘆、值得紀念的教訓,他也講述了這則故事。
For this reason, as being worthy of admiration and worthy of remembrance to those desiring to learn such things, he offered this account as well.
1:571
Τοῦτο τὸ κλέος αὐτοῦ πάντοσε διαθέον εἵλκυσεν ἅπαντας πρὸς αὐτὸν τοὺς τῆς ἀρετῆς ἐραστάς
他的美名傳遍四方,吸引了所有愛慕德行的人前來投奔他。
This fame of his, spreading everywhere, drew to him all the lovers of virtue.
1:572
Ἀφίκοντο δὲ καὶ τοῦ θειοτάτου Ἰουλιανοῦ τοῦ Πρεσβύτου οὗ πρόσθεν τὸ διήγημα διεξήλθομεν τῆς ἀρίστης ποίμνης οἱ κτίλοι
那位至聖的猶利安長老(Julian the Elder)——我們先前已敘述過他的事蹟——他那優秀羊群中的領頭羊也來了。
There came also the leading rams of the excellent flock of the most divine Julian the Elder, whose story we related before.
1:573
Ἐπειδὴ γὰρ ὁ θεσπέσιος ἐκεῖνος ἀνὴρ τοῦ βίου τὸ τέρμα καταλαβὼν εἰς τὴν ἀμείνω μετέβη ζωήν, Ἰάκωβος ὁ Πέρσης καὶ Ἀγρίππας οἱ τῆς ἀγέλης ἐκείνης ἡγούμενοι πρὸς τὸν μέγαν Εὐσέβιον ἔδραμον τοῦ ἡγεμονεύειν τὸ καλῶς ἄγεσθαι ἄμεινον ἡγησάμενοι
因為當那位受神啟示的人到達今生的終點、遷往更美好的生命之後,那群羊的首領——波斯人雅各(James the Persian)與阿格里帕斯(Agrippas)——便跑到偉大的優西比烏(Eusebius)那裡,認為被善加引導勝過自己引導他人。
For when that divinely-inspired man reached the end of his life and passed over to the better life, James the Persian and Agrippas, the leaders of that flock, ran to the great Eusebius, judging it better to be well led than to lead.
1:574
Τοῦ δὲ Ἰακώβου, οὗ καὶ ἤδη πρόσθεν ἀπεμνημόνευσα, ἐν κεφαλαίῳ τούτου διδάξας τὴν ἀρετήν, καὶ νῦν δὲ τῆς ἄκρας αὐτοῦ φιλοσοφίας τεκμήριον ἐναργὲς ἀποδείξω
至於這位雅各,我先前已經提過他,並在概述中教示過他的德行;現在我要為他至高的靈修生活提出明確的證據。
Having already taught the virtue of this James, whom I have also mentioned before, in summary form, I shall now also demonstrate a clear proof of his utmost philosophy.
1:575
Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος, τὴν ἐντεῦθεν ἐκδημίαν ποιούμενος, αὐτὸν τοῦ ποιμνίου παρηγγύησε προστατεύειν, καὶ παραι τούμενος τὴν κηδεμονίαν τοὺς τῆς ἐπιμελείας ἐκείνης ἐφιεμένους οὐκ ἔπειθεν, εἰς ἑτέραν ᾤχετο ποίμνην, νέμεσθαι μᾶλλον ἢ νέμειν αἱρούμενος καὶ χρόνον πλεῖστον ἐπιζήσας, οὕτω τόνδε τὸν βίον κατέλυσεν
因為當神聖的優西比烏要離開此地遠行時,囑咐雅各治理這群羊;雅各推辭這職責,卻無法說服那些渴望由他負責照管的人放過他,於是他前往另一群羊那裡,寧可被牧養、也不願牧養他人,並活了很長的歲月,如此結束了今生。
For when the divine Eusebius, making his departure from there, charged him to take charge of the flock, and though he declined the guardianship he could not persuade those who desired that oversight to release him, he went off to another flock, choosing rather to be pastured than to pasture others, and having lived on for a very long time, thus he ended this life.
1:576
Τοσοῦτον γὰρ ἀπώνατο τῆς Εὐσεβίου τοῦ μεγάλου διδασκαλίας, ὡς πέντε μὲν καὶ τετταράκοντα ἔτη ἐν ἐκείνῳ τῷ φροντιστηρίῳ διάγειν, θυμοῦ δὲ χωρὶς καὶ ὀργῆς πάντα τοῦτον διαβιῶναι τὸν χρόνον
他從偉大的優西比烏的教導中獲益如此之大,以致他在那修道院裡度過了四十五年,並在這整段時間裡完全沒有忿怒與惱怒。
For he profited so much from the teaching of the great Eusebius that he spent forty-five years in that ascetic school, and lived through all that time without wrath or anger.
1:577
Οὐδὲ γὰρ μετὰ τὴν ἡγεμονίαν ἐθεάσατό τις αὐτὸν πώποτε τοῦδε τοῦ πάθους ἥττω γενόμενον, καὶ ταῦτα μυρίων, ὡς εἰκός, ἀναγκαζόντων
即使在擔任領袖之後,也從未有人見過他被這種情緒所征服,儘管照理說,理當有無數的事情足以激怒他。
For not even after assuming the leadership did anyone ever see him overcome by this passion, and this though, as is likely, countless things provoked him to it.
1:578
Ἄνδρες γὰρ πεντήκοντα καὶ ἑκατὸν ὑπὸ τῆς ἐκείνου δεξιᾶς ἐποιμαίνοντο, οἱ μὲν ἄκροι τὴν ἀρετὴν καὶ τὴν ἐν οὐρανῷ πολιτείαν μιμούμενοι, οἱ δὲ ἄρτι πτεροφυήσαντες, καὶ τὴν γῆν ὑπεράλλεσθαί τε καὶ ὑπερπέτεσθαι διδασκόμενοι
因為有一百五十位弟兄由他的右手牧養,其中有些人在德行上已臻頂峰,效法天上的生活方式;另有些人才剛剛長出羽翼,正在學習躍過並飛越大地。
For a hundred and fifty men were shepherded by his right hand, some at the summit of virtue, imitating the heavenly way of life, others having only just grown their wings, and being taught to leap and fly above the earth.
1:579
Ἀλλ' ὅμως καὶ τοσούτων ὄντων τῶν τὰ θεῖα παιδευομένων καί τι καὶ παραβαινόντων, ὡς εἰκός–οὐδὲ γὰρ τὸν ἄρτι φοιτῶντα κατορθοῦν ἅπαντα ῥᾴδιον–, ἔμενεν ἀκίνητος, οἷά τις ἀσώματος, ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐδεμιᾶς αὐτὸν προφάσεως εἰς θυμὸν ἐγει ρούσης
但即便有這麼多人正在受教於屬神的事,並且理所當然地會有些過犯——因為初學者要事事做到完全,並不容易——那位神聖的人依然保持不動,宛如某種無形之體,沒有任何緣由能激起他的忿怒。
But nevertheless, though there were so many being instructed in divine things and even, as is likely, transgressing at times—for it is not easy for one still a novice to succeed in everything—that divine man remained unmoved, as if he were incorporeal, no occasion ever rousing him to wrath.
1:580
Τοῦτο δὲ οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ παρέλαβον
這一點,我不僅是聽聞,也是親身經歷所得知的。
And this I learned not only by hearsay but also by experience.
1:581
τὴν θείαν ἐκείνην ἀγέλην θεάσασθαι ἀφικόμην κοινωνοὺς ἔχων τῆς ἀποδημίας καὶ ἄλλους τὸν αὐτόν μοι βίον ἀσπαζομένους
我曾前去觀看那神聖的羊群,同行的還有其他一些與我抱持同樣生活方式的旅伴。
I went to see that divine flock, having as companions on my journey others who embraced the same way of life as I.
1:582
Ἅπαντα τοίνυν τῆς ἑβδομάδος τὸν κύκλον παρὰ τῷδε τῷ θείῳ διαγαγόντες, ἐθεώμεθα πρόσωπον οὐδεμίαν μεταβολὴν δεχόμενον, οὐδὲ νῦν μὲν διαχεόμενον, νῦν δὲ σκυθρωπότητι συναγόμενον καὶ τὸ ὄμμα δέ γε ὡσαύτως οὐκ ἄλλοτε μὲν βλοσυρόν, χαροπὸν δὲ ἄλλοτε, ἀλλ' ἐπὶ τῆς αὐτῆς ἀεὶ τοὺς ὀφθαλμοὺς μένοντας εὐκοσμίας·
我們在這位神聖之人身邊,度過了整整一週的時光,觀察到他的面容不曾有任何改變——既不曾時而舒展,時而因愁容而緊蹙;他的眼神也同樣如此,不曾時而兇猛、時而明亮,眼睛始終保持著同樣的端莊安詳;
Having spent, then, a whole week's cycle with this divine man, we observed a countenance admitting no change—neither at one time relaxed, nor at another drawn together with gloom—and likewise the eye, not fierce at one time and bright at another, but the eyes ever remaining in the same composure;
1:583
ἱκανοὶ δὲ οὗτοι τεκμηριῶσαι τῆς ψυχῆς τὴν γαλήνην
這些已足以證明他靈魂的平靜。
and these are sufficient to attest the calm of his soul.
1:584
Ἀλλ' εἰκός τινα νομίσαι τοιοῦτον αὐτὸν ἑωρᾶσθαι μηδεμιᾶς παρακινούσης αἰτίας
但也許有人會以為,他之所以看起來如此,只是因為沒有任何事由激動了他。
But it is likely that someone might suppose he was seen to be such because no cause provoked him.
1:585
Οὗ εἵνεκα διηγήσασθαί τι τοιοῦτον συμβὰν ἐφ' ἡμῶν ἀναγκάζομαι
為此,我不得不敘述一件我們親眼目睹的類似事件。
For this reason I am compelled to relate something of this sort that happened while we were present.
1:586
Καθῆστο παρ' ἡμᾶς ὁ θεῖος ἐκεῖνος ἀνὴρ τοὺς περὶ φιλοσοφίας λόγους ἀνακινῶν καὶ τῆς εὐαγγελικῆς πολιτείας τὸ ἄκρον ἐπιζητῶν
那位神聖的人當時正與我們同坐,談論有關靈修哲理的話題,探求福音生活的至高境界。
That divine man was sitting with us, stirring up discourse concerning philosophy and seeking out the summit of the evangelical way of life.
1:587
Ὁ δὲ καθάπερ ἀδαμαντίνην ἔχων ψυχὴν ἐδέχετο μὲν τοὺς λόγους, οὐκ ἐκεντεῖτο δὲ ὑπὸ τῶν κεντεῖν πεφυκό των, οὐδὲ μετέβαλλε τὸ πρόσωπον, οὐδὲ τὴν προκειμένην ἠφίει διάλεξιν ἀλλά, μετὰ πρᾳείας φωνῆς καὶ λόγων τὴν ψυχικὴν μηνυόντων αἰθρίαν, τὸν πρεσβύτην ἐκεῖνον ἀπέπεμπε, παρακαλῶν αὐτὸν ἐπιμεληθῆναι ὧν βούλεται·
而他,彷彿擁有一顆金剛石般的心靈,聽了那些話語,卻不被那些天生具有刺痛作用的言辭所刺傷,也不曾改變面容,也不曾中斷正在進行的談話,反而以溫和的聲音、以顯露靈魂晴朗安寧的話語,打發那位長老離去,勸他去照管他所願意的事;
But he, as though having a soul of adamant, received the words, yet was not pricked by things naturally apt to prick, nor did he change his countenance, nor did he abandon the discourse in hand, but with a gentle voice and words revealing the serenity of his soul, he dismissed that elder, urging him to attend to whatever he wished;
1:588
Ἐγὼ δέ, ἔφη, τοῖσδε τοῖς πρὸς ἡμᾶς ἀφιγμένοις, ὡς ὁρᾷς, διαλέγομαι, ἀναγκαίαν εἶναι νομίζων ταύτην τὴν θεραπείαν
他說:「你看,我正在與這些前來找我們的人交談,我認為這份照顧是必要的。」
"But I," he said, "am conversing, as you see, with these who have come to us, considering this attentiveness necessary."
1:589
Πῶς ἄν τις ἄμεινον ἐπιδείξειε τῆς ψυχῆς τὴν πρᾳ ότητα; Τὸ γὰρ τὴν προστασίαν ἐκείνην πεπιστευμένον τοιαύτην ὑπὸ τοῦ τὰ δευτερεῖα ἔχοντος δέξασθαι παροινίαν, μάλιστα δὲ ξένων παρόντων καὶ τῆς λοιδορίας ἀκροωμένων, καὶ μηδεμίαν ἐκ τοῦ θυμοῦ ζάλην ὑπομεῖναι καὶ ταραχήν, ποίαν ἀν δρείας καὶ καρτερίας ὑπερβολὴν καταλείπει; Ὁ μὲν οὖν θεῖος ἀπόστολος ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν ἐπεσκεμμένος τῇ φύσει μετρεῖ τὴν νομοθεσίαν·
還有誰能更好地展現靈魂的溫柔呢?那位被託付治理職責的人,竟從居第二位者那裡受到如此無禮的冒犯——尤其是在有陌生人在場、又聽聞那番辱罵的情況下——卻沒有因忿怒而經歷任何風暴或動盪,這留下了何等超越常人的勇氣與忍耐呢?神聖的使徒考量到人性的軟弱,便依照本性來衡量他所立的法則:
How could anyone better display gentleness of soul? For that the man entrusted with that leadership should receive such insolence from the one holding second rank—especially with strangers present and listening to the abuse—and yet undergo no storm or disturbance from wrath, what excess of courage and endurance does this leave to be surpassed? The divine apostle, then, having taken into consideration the weakness of human nature, measures his legislation by that nature;
1:590
Ὀργίζεσθε γάρ, φησι, καὶ μὴ ἁμαρτάνετε·
他說:「生氣卻不要犯罪;」
"Be angry," he says, "and do not sin;"
1:591
ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παρορ γισμῷ ὑμῶν. Τὰ μὲν γὰρ τοῦ θυμοῦ κινήματα τῆς φύσεως εἰδὼς ἀλλ' οὐ τῆς γνωμῆς, ἐπίπονα λίαν, τάχα δὲ καὶ ἀδύνατα νομοθετεῖν οὐκ ἀνέχεται·
「不可含怒到日落。」因為他知道忿怒的波動屬於本性、而非出於意志,所以他不忍心去立下那極其艱難、甚至幾乎不可能達到的法則;
"let not the sun go down upon your wrath." For knowing that the movements of wrath belong to nature and not to the will, he does not bear to legislate what is exceedingly toilsome, and perhaps even impossible;
1:592
τῇ κινήσει δὲ τῆς φύσεως καὶ τῇ ζάλῃ τοῦ θυμοῦ μέτρον τὴν ἡμέραν ὁρίζει, ἄγχειν κελεύων τῷ λογισμῷ καὶ τῷ χαλινῷ πιέζειν καὶ περαιτέρω τῶν ὅρων προβαίνειν μὴ συγχωρῶν
但他為本性的波動和忿怒的風暴,定下「一日」作為限度,命人以理性抑制它、以韁繩約束它,不容它逾越這界限。
but for the movement of nature and the storm of wrath he sets the day as the measure, bidding one to strangle it with reason and to press it down with the bridle, not permitting it to advance beyond these limits.
1:593
Ὁ δὲ θεῖος οὗτος ἀνὴρ ὑπὲρ τοὺς κειμένους ἠγωνίζετο νόμους καὶ ὑπὲρ τὰ σκάμματα ἥλλετο, οὐ μέχρι τῆς ἑσπέρας κινεῖσθαι τῷ θυμῷ παραχωρῶν, ἀλλὰ μηδ' ὅλως ἐπιτρέπων κινεῖσθαι
但這位神聖的人所爭戰的,遠超過既定的法則,所躍過的,遠超過既定的界限;他不容忿怒延續到傍晚,甚至根本不容它被激起。
But this divine man contended beyond the laws laid down and leaped beyond the prescribed limits, not allowing wrath to be stirred even until evening, but not permitting it to be stirred at all.
1:594
Τοιαῦτα καὶ οὗτος τῆς Εὐσεβίου τοῦ μεγάλου συνουσίας ἀπώνατο
這也是他從與偉大優西比烏的相處中所獲得的益處。
Such were the benefits this man too derived from association with the great Eusebius.
1:595
Πολλοὺς δὲ καὶ ἄλλους ἐραστὰς τῆς φιλοσοφίας ταύτης καὶ ζηλωτὰς ἐν ἐκείνῃ τῇ καλύβῃ γεγενημένους τεθέαμαι, τοὺς μὲν ἐν ἀκμῇ τοῦ σώματος, τοὺς δὲ καὶ ἐν γήρᾳ βαθεῖ·
我也曾見過許多其他愛慕這種靈修生活、對此心懷熱忱的人聚集在那間茅舍裡,有些正值壯年,有些則已屆高齡;
I have also seen many other lovers and zealots of this philosophy who came to be in that hut, some in the prime of bodily strength, and others even in deep old age;
1:596
πλείονα γὰρ ἢ ἐνενήκοντα ἔτη διαβιώσαντες ἄνθρωποι τὸν ἐπίπονον βίον καταλιπεῖν οὐκ ἠθέλησαν, ἀλλὰ τοῖς τῆς νεότητος ἱδρῶσι διέπρεπον, παννύχιοι μὲν καὶ πανημέριοι τὸν θεὸν ἀντιβολοῦντες καὶ τὰς εὐαγεῖς ἐκείνας λειτουργίας ποιούμενοι, διὰ δύο δὲ ἡμερῶν τῶν εὐτελῶν ἐκείνων σιτίων μεταλαγχάνοντες
因為有些人已活了九十多歲,仍不願放棄這艱苦的生活,反而在青春般的汗水中依然出類拔萃,他們晝夜不停地向神祈求,履行那些聖潔的禮儀,每兩天才進食一次那簡陋的食物。
for men who had lived more than ninety years were unwilling to abandon this laborious life, but excelled still in the sweats of youth, entreating God the whole night and the whole day, and performing those holy liturgies, and partaking of that meager food only once every two days.
1:597
Οὗτος εὐθὺς μὲν τῆς ἀσκητικῆς ταύτης ἥψατο πολιτείας, παρά τινι τηνικάδε τὴν ἔρημον οἰκοῦντι, γυμναστῇ τῶν τοιούτων ἀρίστῳ– Μαρωσᾶς δὲ ἦν ὄνομα τούτῳ
此人一開始便投身於這種苦修生活,師從當時居住在曠野中、最擅長訓練此類修行的人——他名叫馬羅撒斯(Marosas)——
This man took up this ascetic way of life at once, under a certain man then dwelling in the desert, the best trainer in such matters—Marosas was his name—
1:598
Μετὰ δὲ ταῦτα καὶ ἐκεῖνος τὸ ἑτέρων ἡγεμονεύειν καταλιπὼν εἰς ταύτην σὺν τῷ Ἀββᾷ τὴν ἀγέλην ἀφίκετο καὶ χρόνον μὲν οὐ σμικρὸν ἐπεβίω, λαμπρῶς δὲ ἀγωνισάμενος καὶ ἀοίδιμος γενόμενος ὑπεξῆλθε τὸν βίον
此後,那人也放棄了帶領他人的職位,與阿巴(Abba)一同來到這群羊之中,活了不算短的一段歲月,光榮地爭戰過後,聲名遠播,便悄然離世。
After this, he too, giving up leading others, came, together with Abba, into this flock, and lived on for no small time, and having contended gloriously and become renowned, he quietly departed from this life.
1:599
Ὁ δὲ ὀκτὼ μὲν ἤδη καὶ τριάκοντα ἐκεῖ διετέλεσεν ἔτη·
而他已在那裡度過了三十八年;
And he has already spent thirty-eight years there;
1:600
ὡς ἔναγχος δὲ τοῦ πονεῖν ἀρξάμενος, οὕτως ἐφίεται τοῦ πονεῖν
儘管他早已開始了勞苦的生活,如今他仍如剛起步之人那般渴慕勞苦。
and though he began to toil long ago, he still longs for toil as eagerly as one who had only just begun.
1:601
Μέχρι γὰρ καὶ τήμερον ὑποδήμασι μὲν τοὺς πόδας οὐκ ἐκάλυψε πώποτε·
直到今日,他從未用鞋子遮蓋過自己的雙腳;
For up to this very day he has never once covered his feet with sandals;
1:602
τῇ σκιᾷ δὲ προσεδρεύων ἐν τῷ κρυμῷ, τὸν ἥλιον ἐν τῷ φλογμῷ καταδέχεται, καὶ ὡς ζεφύριον αὖραν τὴν ἐκεῖθεν δέχεται φλόγα
嚴寒之時,他坐在陰影之中;酷熱之時,他迎受烈日,把那從烈日而來的火焰,當作西風般的和風接受。
sitting close by the shade in the frost, he welcomes the sun in its burning heat, and receives its flame from there as if it were a gentle west breeze.
1:603
Ἅπαντα δὲ τοῦτον τὸν χρόνον ὕδατος μεταλαχεῖν οὐκ ἠνέσχετο, οὐκ ἐκεῖνα ἐσθίων ἃ τοῖς τὸ μὴ πίνειν ἐπιτηδεύουσι προσφέρεσθαι σύνηθες–ὑγροτέρων γὰρ οὗτοι σιτίων ἀπολαύειν εἰώθασιν–, ἀλλὰ τῶν αὐτῶν τοῖς ἄλλοις ἀπολαύων σιτίων, ἐσθίων δὲ βραχέα, καὶ ὅσα βραχεῖαν ἐντίθησι δύναμιν, περιττὴν ἡγεῖται τὴν τοῦ ὕδατος χρείαν
這整段時間裡,他從未忍心飲水,也不吃那些習慣不飲水的人所常吃的食物——因為這些人習慣享用較為濕潤的食物——而是吃與其他人相同的食物,只是吃得很少,僅足以維持些微氣力,他認為飲水的需要是多餘的。
All this time he has not endured to partake of water, not eating those things which it is customary for those practicing abstinence from drink to take—for such men are accustomed to enjoy more moist foods—but partaking of the same foods as others, eating only a little, and only as much as instills a little strength, he considers the use of water superfluous.
1:604
Σιδήρῳ δὲ βαρεῖ τὴν ὀσφὺν ἐζωσμένος κάθηται μὲν ὀλιγάκις, τῆς δὲ νυκτὸς καὶ τῆς ἡμέρας τὸ πλέον ἢ ἑστηκὼς ἢ ἐπὶ τῶν γονάτων κείμενος τὴν τῆς εὐχῆς τῷ δεσπότῃ λειτουργίαν προσφέρει, τῆς δὲ κατακλίσεως παντελῶς τὴν χρείαν ἠρνήθη·
他腰間束著沉重的鐵器,很少坐下;夜以繼日的大部分時間裡,他不是站立、就是跪在地上,向主獻上禱告的事奉,完全拒絕了躺臥休息的需要;
Girded about the loins with heavy iron, he sits but rarely; for the greater part of the night and the day he offers to the Lord the service of prayer, either standing or lying upon his knees, and he has utterly renounced any use of lying down to rest;
1:605
οὐδεὶς γὰρ αὐτὸν κατακλιθέντα μέχρι καὶ τήμερον ἐθεάσατο πώποτε, ἀλλὰ καὶ τοῦ χοροῦ κορυφαῖος ἀποφανθεὶς καὶ προστατεύειν λαχὼν τοῦτον ἅπαντα φέρει προθύμως τὸν πόνον, ἀρχέτυπον ἑαυτὸν φιλοσοφίας τοῖς ὑπηκόοις ἅπασι προτιθείς
直到今日,從未有人見過他躺臥;他既被推舉為唱詩班的領袖,又獲任監督之職,仍甘心情願地承擔這一切勞苦,將自己樹立為所有屬下靈修生活的典範。
for no one has ever, even up to this day, seen him lying down; but having also been appointed leader of the choir and having obtained the office of superior, he bears all this labor readily, setting himself forth as a model of the ascetic life to all his subordinates.
1:606
Τοιούτους νικηφόρους ἀγωνιστὰς ὁ θεῖος Εὐσέβιος ὁ τῶνδε τῶν ἀγώνων παιδοτρίβης καὶ γυμναστὴς παρέστησε τῷ θεῷ·
神聖的優西比烏,這些屬靈爭戰的教練與訓練師,就這樣把這樣得勝的鬥士獻給了神;
Such victorious combatants did the divine Eusebius, the trainer and coach of these contests, present to God;
1:607
καὶ ἄλλους δὲ πλείστους ἀποφήνας τοιούτους ἑτέραις παλαίστραις διδασκάλους παρέπεμψεν οἳ τὸ ὄρος ἅπαν ἐκεῖνο τὸ ἱερὸν τῶν θείων τούτων καὶ εὐωδῶν λειμώνων ἐπλήρωσαν
他還造就了許多其他這樣的人,差遣他們到其他的修行場所去作導師,這些人使那整座聖山都佈滿了這些屬神、芬芳的草場。
and having formed very many others such as these, he sent them forth as teachers to other wrestling-schools, who filled that whole holy mountain with these divine and fragrant meadows.
1:608
Πρὸς ἕω γὰρ τῆς ἐξ ἀρχῆς παγείσης ἀσκητικῆς καλύβης καὶ πρὸς ἑσπέραν καὶ μεσημβρίαν ἐστὶν ἰδεῖν ταύτης τῆς φιλοσοφίας τὰ ἔκγονα οἷόν τινας ἀστέρας περὶ σελήνην χορεύοντας καὶ τοὺς μὲν τῇ ἑλλάδι, ἄλλους δὲ τῇ ἐγχωρίῳ φωνῇ τὸν ποιητὴν ἀνυμνοῦντας
因為在那從起初就建立的苦修茅舍的東方、西方與南方,都可以看見這靈修生活所結出的果實,宛如群星環繞著月亮般起舞,有人用希臘語、也有人用當地方言頌讚那位造物主。
For to the east of the ascetic hut established from the beginning, and to the west and south, one may see the offspring of this philosophy dancing about like stars around the moon, some hymning the Creator in Greek, others in the native tongue.
1:609
Ἀλλὰ γὰρ ἀδυνά τοις ἐπιχειρῶ τὰ ὑπὸ τῆς θείας ἐκείνης κατορθωθέντα ψυχῆς ἅπαντα διεξελθεῖν ἐφιέμενος·
但我若想要詳述那神聖靈魂所成就的一切,實在是在嘗試不可能之事;
But indeed I am attempting the impossible, desiring to relate all the things accomplished by that divine soul;
1:610
τοιγαροῦν τῷδε τῷ διηγήματι τὸ πέρας ἐπιθετέον, ἐφ' ἕτερον δὲ τρεπτέον καὶ τὴν ἐκεῖθεν πάλιν ὠφέλειαν προσθετέον, τῆς εὐλογίας τῶνδε τῶν μεγάλων ἀνδρῶν μεταλαχεῖν ἱκετεύσαντα
因此,我必須為這篇敘述劃下句點,轉向另一篇,再度加添從那裡而來的益處,並懇求得以分享這些偉大之人的祝福。
therefore an end must be set to this narrative, and I must turn to another, and add again the benefit that comes from it, having entreated to obtain a share of the blessing of these great men.
1:611
ΠΟΥΠΛΙΟΣ. Κατὰ τὸν αὐτὸν χρόνον ἐγένετό τις Πούπλιος καὶ τὸ εἶδος ἀξιοθέατος καὶ τὴν ψυχὴν τῷ εἴδει συμβαίνουσαν ἔχων, μᾶλλον δὲ πολλῷ τοῦ σώματος θαυμαστοτέραν ἐπιδεικνύς
普布利烏斯(PUBLIUS)。同一時期,有一位名叫普布利烏斯的人,外貌值得一觀,靈魂也與外貌相稱——不,應該說,他所展現的靈魂遠比他的身體更加令人讚嘆。
PUBLIUS. At the same time there lived a certain Publius, worthy of beholding in outward form, and possessing a soul corresponding to that form—or rather, displaying a soul far more admirable than his body.
1:612
Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ τριάκοντα σταδίους ἀφεστηκός
此人出身於議會世家,所居之城正靠近那座地方——當年那位聲名遠播的薛西斯(Xerxes)出征希臘、急欲率軍渡過幼發拉底河時,曾聚集大批船隻,將這些船隻彼此相連,用這種方式在河上架起橋樑,因而將該地命名為「宙格瑪」(Zeugma,意即「橋樑」),並依此事蹟賦予這座城市名稱——他便是從那裡出身,出自這樣的家族,佔據了一處高地,距城不超過三十斯塔迪昂(stades)。
This man, springing from a family of the town council, and possessing a city near which that much-talked-of Xerxes, when campaigning against Greece and hastening to cross the river Euphrates with his army, gathered together a multitude of ships and yoked them to one another, and in this way bridged the river, and named the place Zeugma, and gave the city its name from this event—setting out from there, and having sprung from such a lineage, he takes possession of a certain elevated spot, no more than thirty stades distant from the city.
1:613
Ἐν τούτῳ βραχύν τινα οἰκίσκον δειμάμενος, ἀπέδοτο μὲν ἅπαντα ὅσα πατρόθεν ἐδέξατο, οἰκίαν φημὶ καὶ κτήματα καὶ βοσκήματα καὶ ἐσθήματα, σκεύη τε ἀργυρᾶ καὶ χαλκᾶ καὶ εἴ τι ἕτερον μετὰ τούτων ἐτύγχανεν
他在那裡建了一間小屋,變賣了從父親那裡繼承來的一切——我是指房屋、田產、牲畜與衣物,銀器與銅器,以及其他任何附帶擁有的物品——
Building there a small hut, he sold everything he had received from his father—I mean house and estates and livestock and clothing, vessels of silver and bronze, and whatever else he happened to have besides these—
1:614
καλέσαντος θεραπείαν καὶ ταύτην ἀνελίττων ἐν τῇ ψυχῇ διετέλει νύκτωρ τε καὶ μεθ' ἡμέραν σκοπούμενος καὶ διερευνώμενος ὅπως ταύτην αὐξήσειε
……去事奉那召喚他的主,並在心中不斷反覆思量,晝夜省察探究,該如何增進這份事奉。
...the service of him who had called him, and turning this over continually in his soul, he spent night and day considering and searching out how he might increase it.
1:615
Τούτου εἵνεκα ὁ πόνος αὐτῷ διηνεκῶς ηὔξετο καὶ ἐπίτασιν καθ' ἑκάστην ἡμέραν ἐδέχετο, καὶ γλυκὺς ἦν καὶ ἡδονῆς ἀνάπλεως καὶ πόρρω τὸν κόρον ἐλαύνων
因此,他的勞苦持續增長,每日都更加深切,但這勞苦是甘甜的、充滿喜樂的,並能把厭膩之感遠遠驅離。
For this reason his labor continually increased and received intensification each day, and it was sweet and full of pleasure, and drove satiety far away.
1:616
Οὐ γάρ τις αὐτὸν ἐθεάσατο πώποτε βραχὺ γοῦν μορίον ἡμέρας ἀναπαύλης μεταλαχόντα, ἀλλὰ τὴν μὲν ψαλμῳδίαν εὐχή, τὴν δὲ εὐχὴν ψαλμῳδία, ἀμφότερα δὲ τῶν θείων λογίων ἀνάγνωσις διεδέχετο·
從未有人見過他哪怕有片刻的休息;反而是祈禱接續詩篇歌詠,詩篇歌詠又接續祈禱,二者之後又接續誦讀神聖的經文;
For no one ever saw him partake of rest for even a small portion of the day, but prayer succeeded psalmody, and psalmody succeeded prayer, and the reading of the divine oracles succeeded both;
1:617
εἶτα ἡ τῶν ἀφικνουμένων ἐπιμέλεια ξένων, ἔπειτα ἄλλο τι τῶν ἀναγ καίων ἔργων ἐγίνετο
接著是照顧來訪的客旅,然後又從事其他必要的工作。
then came the care of the strangers who arrived, and afterward some other necessary work.
1:618
Ἐν τούτοις τὸν βίον ὁδεύων καὶ ἀρχέτυπον ἀρετῆς τοῖς ζηλοῦν βουλομένοις προκείμενος, οἷά τις ὄρνις εὐκέλαδος πολλοὺς τῶν ὁμοφύλων εἰς τὰ σωτήρια ταῦτα συνήγειρε θήρατρα
他如此度過一生,作為願意效法者德行的典範,宛如一隻鳴聲悅耳的鳥兒,將許多同族之人聚集到這救贖的羅網之中。
Journeying through life amid these pursuits, and set forth as a model of virtue for those wishing to emulate him, like some sweet-singing bird, he gathered together many of his kinsmen into these saving snares.
1:619
Ἀλλὰ κατ' ἀρχὰς μὲν οὐδένα σύνοικον ἔχειν ἠνέσχετο·
但起初,他不容許自己有任何同住之人;
But at first he did not allow himself to have any fellow-dweller;
1:620
βραχεῖς δὲ οἰκίσκους ἀγχιθύρους οἰκοδομῶν, αὐτὸν καθ' αὑτὸν ἕκαστον τῶν συνιόντων διάγειν ἐκέλευε συχνῶς ἐπισκοπῶν καὶ τοὺς οἰκίσκους διερευνώμενος μή τι πέρα τῆς χρείας ἀποκείμενον ἔχοιεν
而是建造一間間相鄰、門戶相通的小屋,命令每個前來投靠他的人各自獨居,並經常巡視察看,搜查那些小屋,看看他們是否收藏了超出所需的東西。
instead, building small huts with adjoining doors, he ordered each of those who came together with him to live by himself, frequently inspecting them and searching the huts to see whether they had anything stored up beyond what was needed.
1:621
Φασὶ δὲ αὐτὸν καὶ ζυγὰ ἐπιφερόμενον τὸν τῶν ἄρτων σταθμὸν πολυπραγμονεῖν ἀκριβῶς καὶ εἴ ποτε εὕροι τοῦ ὡρισμένου πλείονα, δυσχε ραίνειν καὶ γαστριμάργους τοὺς τοῦτο ποιοῦντας ἀποκαλεῖν
據說,他甚至會帶著天平,仔細查驗麵包的重量,若發現超過所定的份量,便會感到不悅,並稱這樣做的人為貪食之徒。
They say that he would even bring scales and scrutinize precisely the weight of the loaves of bread, and if he ever found more than the appointed amount, he would be displeased and call those who did this gluttons.
1:622
Ἐκέλευε γὰρ μήτε ἐσθίοντας μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων ἀπολαύειν ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν
因為他命令弟兄們,無論吃或喝,都不可等到飽足,只可享用足以維持身體生命所需的份量。
For he commanded that neither in eating nor in drinking should they wait for satiety, but should partake only of so much as suffices to provide life to the body.
1:623
Εἰ δέ ποτε καὶ τῶν πιτύρων ἀποκεκρι μένον τὸ ἄλευρον ἐθεάσατο ὡς συβαριτικῆς τροφῆς ἀπο λαύουσι τοῖς τοῦτο δεδρακόσιν ἐλοιδορεῖτο·
若他有時看見麵粉已被篩去麩皮,便會斥責這樣做的人,說他們是在享用「西巴里斯人(Sybaritic)式」的奢侈飲食;
And if he ever saw flour separated from the bran, he would revile those who had done this as men enjoying Sybaritic food;
1:624
καὶ νύκτωρ δὲ ἐξαπιναίως παρὰ τὴν ἑκάστου θύραν ἀφικνούμενος, εἰ μέν τινα εὗρεν ἐγρηγορότα καὶ τὸν θεὸν ὑμνοῦντα, σιγῇ πάλιν ἀπεχώρει·
他還會在夜裡突然來到每個人的門前,若發現有人清醒著頌讚神,便會悄然無聲地離去;
and coming suddenly by night to each one's door, if he found someone awake and hymning God, he would withdraw again in silence;
1:625
εἰ δέ τινα ὕπνῳ κατεχόμενον ᾔσθετο, τῇ χειρὶ μὲν τὴν θύραν ἐπάτασσε, τῇ γλώττῃ δὲ τὸν κατακείμενον ἔβαλλεν ὡς πλείονα ἢ ἔδει τῷ σώματι τὴν θεραπείαν προσφέροντα
但若察覺有人正被睡意所困,他便會用手敲打房門,用言語斥責那躺著的人,說他給予身體的照顧超過了所需。
but if he perceived that someone was held fast by sleep, he would strike the door with his hand, and assail with his tongue the one lying there, as one giving more attention to the body than was necessary.
1:626
Τοῦτον αὐτοῦ τὸν πόνον τῶν ὁμογνωμόνων τινὲς θεασάμενοι ἓν πᾶσιν οἰκοδομῆσαι καταγώγιον εἰσηγήσαντο
一些與他志同道合的人,看見他如此辛勞,便建議為眾人建造一處共同的住所。
Some of those who shared his views, seeing this labor of his, proposed that a single lodging be built for all.
1:627
Ἀκριβέστερον γὰρ ἔφασαν τοὺς νῦν διεσπαρμένους βιώσεσθαι καὶ αὐτὸν τῆς πλείονος φροντίδος ἀπαλλαγήσεσθαι
他們說,如今分散居住的弟兄們若合住,將能更嚴謹地生活,而他自己也能免去更多的操心。
For they said that those now scattered would live more strictly, and that he himself would be relieved of the greater care.
1:628
Ἐδέξατο τὴν παραίνεσιν ὁ σοφώτατος καὶ συναγείρας ἅπαντας καὶ τοὺς μικροὺς ἐκείνους καταλύσας οἰκίσκους, ἕνα δὲ τοῖς συνει λεγμένοις δειμάμενος κοινῇ τε πολιτεύεσθαι καὶ παραθήγειν ἀλλήλους ἐκέλευσε καὶ τοῦτον μὲν τὴν ἐκείνου μιμεῖσθαι πρᾳότητα, ἐκεῖνον δὲ τῷ τούτου ζήλῳ κεραννύναι τὸ πρᾷον καὶ ἄλλον ἀγρυπνίας μεταδιδόντα τοῦ τῆς νηστείας μεταλαμ βάνειν μαθήματος
這位極有智慧的人接受了這項建議,把眾人召聚在一起,拆除了那些小屋,為聚集起來的眾人建造了一間共同的房舍,命令他們共同修行、彼此砥礪——這一位要效法那一位的溫和,那一位要用這一位的熱忱來調和自己的溫和,另一位在傳授儆醒守夜之道的同時,也要領受禁食的功課。
The most wise man accepted the advice, and having gathered everyone together and pulled down those small huts, he built one dwelling for those thus assembled, and ordered them to live in common and to sharpen one another, this one imitating that one's gentleness, and that one tempering his gentleness with this one's zeal, and another, while imparting wakefulness, receiving in turn the lesson of fasting.
1:629
Οὕτω γὰρ παρ' ἀλλήλων, ἔφη, τὸ ἐνδέον λαμβάνοντες, τὴν τελεωτάτην κατορθώσομεν ἀρετήν
他說:「如此,我們便能彼此補足所欠缺的,成就最完全的德行。」
"For thus," he said, "receiving from one another what is lacking, we shall attain the most perfect virtue."
1:630
Καθά περ γὰρ ἐν ταῖς πολιτικαῖς ἀγοραῖς ὁ μὲν ἄρτων ἐστὶ πρατήρ, ὁ δὲ λαχάνων, ὁ δὲ ἱματίων ἔμπορος, ἄλλος δὲ ὑποδημάτων δημιουργός, παρ' ἀλλήλων δὲ τὴν χρείαν ἐρανιζόμενοι θυμηρέστερον βιοτεύουσιν, ὁ μὲν γὰρ ἱμάτιον διδοὺς ἀντιλαμβάνει ὑπόδημα, ὁ δὲ λάχανον ὠνούμενος ἀποδίδοται ἄρτον·
「正如在城市的市集中,有人賣麵包,有人賣蔬菜,有人是衣物商人,另有人是製鞋匠,人們彼此交換所需,便能更愉快地生活——因為給人衣物的人換得鞋子,買菜的人則以麵包作為回報——」
"For just as in the markets of cities one man sells bread, another vegetables, another is a merchant of garments, and another a maker of shoes, and by gathering their needs from one another they live more agreeably—for the one giving a garment receives in exchange a shoe, and the one buying a vegetable gives in return bread—"
1:631
οὕτως ἡμᾶς ἀλλήλοις ἀντιδιδόναι προσήκει τῆς ἀρετῆς τὰ πολυτίμητα μόρια.. Οὕτω τῶν ὁμογλώττων γυμναζομένων τε καὶ ἀγω νιζομένων καὶ τῇ ἑλλάδι φωνῇ τὸν θεὸν ἀνυμνούντων, ἔλαβεν ἔρως ταυτησὶ τῆς πολιτείας καὶ τοὺς τῇ ἐγχωρίῳ κεχρημένους φωνῇ·
因此,我們理當彼此回報德行中至為寶貴的部分。同樣地,當操同一語言的人操練、競賽,並以希臘語頌揚上帝時,對這種修行生活的渴慕,也攫住了那些使用當地語言的人。
Thus it is fitting for us to give back to one another the most precious portions of virtue. So too, while those of the same tongue trained and contended and hymned God in the Greek language, a longing for this same way of life seized also those who used the local tongue.
1:632
καὶ συνδραμόντες τινὲς ἱκέτευον καὶ τῆς ἀγέλης γενέσθαι καὶ τῆς ἱερᾶς αὐτοῦ διδασκαλίας μεταλαχεῖν
於是有些人相偕跑來,懇求既要成為他羊群的一分子,也要分享他神聖的教導。
And some came running together, beseeching both to become part of his flock and to share in his sacred teaching.
1:633
Ἐδέξατο δὲ τὴν αἴτησιν, τῆς δεσποτικῆς μεμνημένος νομοθεσίας ἣν τοῖς ἱεροῖς προσενήνοχεν ἀποστό λοις·
他接受了這請求,因他記得主賜給聖使徒們的誡命:
He accepted the request, being mindful of the Lord's ordinance which he had given to the holy apostles:
1:634
Πορευθέντες, λέγων, μαθητεύσατε πάντα τὰ ἔθνη
『你們去,』祂說,『使萬民作我的門徒。』
'Go,' he said, 'and make disciples of all nations.'
1:635
καὶ τῇ οἰκείᾳ ἕκαστοι κεχρημένοι φωνῇ, ἐκ διαδοχῆς δὲ τὴν ᾠδὴν ἀναπέμποντες
各人使用自己的語言,依次輪流獻上頌歌。
and each using his own tongue, they sent up the hymn in succession.
1:636
καὶ οὐδὲ ὁ χρόνος ὁ ταῦτα καὶ τὰ τοιαῦτα ἀμείβειν φιλονεικῶν, οὐχ οἱ τὴν ἐκείνου κηδεμονίαν διαδεξάμενοι ἀνατρέψαι τι τῶν ὑπ' ἐκείνου τεθέντων ἀνεπείσθησαν ὅρων, καὶ ταῦτα οὐ δύο καὶ τριῶν ἀλλὰ καὶ πλειόνων ταύτην τὴν ἡγεμονίαν λαχόντων
無論是慣於變易此類事務的時間,或是繼承他監護之職的人,都未曾被說服而推翻他所立下的任何規範——即使繼掌此領導之職的,不止二三人,而是更多人。
And neither did time, which contends to alter these and other such things, nor did those who succeeded to his stewardship, allow themselves to be persuaded to overturn any of the boundaries he had established — and this though not two or three, but many more, obtained this leadership in succession.
1:637
Εὐθὺς μὲν γὰρ ἐκείνου τὸν ἀγῶνα πεπληρωκότος καὶ τόνδε τὸν βίον ὑπεξελθόντος καὶ εἰς τὴν ἄλυπον ἐκείνην μεταβάντος ζωήν, Θεότεκνος μὲν τῆς ἑλλάδος φωνῆς, Ἀφθόνιος δὲ τῆς σύρας τὴν ἡγεμονίαν διεδέξαντο, ἀμφότεροι στῆλαί τινες ἔμψυχοι καὶ εἰκόνες τῆς ἀρετῆς τῆς ἐκείνου γενόμενοι
他一結束自己的爭戰,離開此世,遷入那無苦無痛的生命之後,提奧特克諾斯便繼任希臘語一支的領導,阿夫索尼奧斯則繼任敘利亞語一支的領導;二人皆彷彿成了他德行的活生生的石柱與肖像。
For as soon as he had completed his contest and departed this life, passing over into that painless life, Theoteknos succeeded to the leadership of the Greek-speaking company, and Aphthonios to that of the Syriac-speaking one, both becoming, as it were, living pillars and images of his virtue.
1:638
Οὐδεμίαν γὰρ οὔτε τοῖς συνοῦσιν οὔτε τοῖς ἔξωθεν ἀφικνουμένοις αἴσθησιν λαβεῖν τῆς ἐκείνου τελευτῆς συνεχώρησαν σφᾶς αὐτοὺς ἐκμαγεῖα τῆς ἐκείνου πολιτείας δεικνύντες
因為他們不容與己同住者、也不容外來訪客覺察到他去世的任何跡象,只因他們自身便顯明是他修行生活的印記。
For they allowed neither those who dwelt with them nor those who came from outside to perceive any sense of his death, showing themselves to be impressions of his way of life.
1:639
Ἀλλ' ὁ μὲν θεῖος Θεότεκνος οὐ πολὺν ἐπιβιώσας χρόνον Θεοδότῳ τὴν ἡγεμονίαν παρέ δωκεν
然而,神聖的提奧特克諾斯在世未久,便將領導之職交給了提奧多圖斯。
But the divine Theoteknos, not surviving him by much time, handed over the leadership to Theodotos.
1:640
Ὁ δὲ Ἀφθόνιος ἐπὶ πλεῖστον διέμεινε τῆς ἀγέλης ἐπιμελούμενος καὶ κατὰ τοὺς κειμένους νόμους ἰθύνων
至於阿夫索尼奧斯,則長期留任,照管羊群,並依既定的規範引導他們。
Aphthonios, however, remained for a very long time caring for the flock and guiding it according to the established rules.
1:641
Ὁ δὲ Θεόδοτος οὗτος, ἀπὸ τῆς Ἀρμενίας ὁρμώμενος, τὴν ἀσκητικὴν ἐκείνην συμμορίαν θεασάμενος, τὰ μὲν πρῶτα μετὰ τῶν ὑπηκόων ἐτέτακτο, τῷ μεγάλῳ Θεοτέκνῳ κυβερνῶντι πειθόμενος
這位提奧多圖斯本出身亞美尼亞,見到那苦修的團體之後,起初被編入其下屬之列,順服治理他們的偉大的提奧特克諾斯。
This Theodotos, originally from Armenia, having beheld that ascetic company, was at first ranked among its subordinate members, obeying the great Theoteknos who governed them.
1:642
Ἐπειδὴ δέ, ὡς ἔφην, ὁ μὲν ἐξεδή μησεν, αὐτὸς δὲ τὴν προστασίαν παρέλαβεν, τοσούτοις ἐκόμησεν ἀγαθοῖς ὡς ἀποκρύψαι μικροῦ δεῖν τοὺς προτέρους τῇ φήμῃ·
然而,如我所言,當那一位離世、而他自己接掌領導之後,他所具備的美德如此豐盛,幾乎使他的名聲掩蓋了先前的諸位。
But when, as I said, the one departed and he himself took up the leadership, he abounded in so many good qualities as almost to eclipse in fame those who came before him.
1:643
οὕτω γὰρ αὐτὸν ὁ θεῖος κατειργάσατο πόθος καὶ τοσούτοις αὐτὸν καὶ τοιούτοις κατέτρωσε βέλεσιν ὡς νύκτωρ καὶ μεθ' ἡμέραν τῆς κατανύξεως προχέειν τὰ δάκρυα
因為神聖的渴慕如此在他身上運作,以如此眾多而猛烈的箭矢刺穿他,以致他晝夜不停地流下痛悔的淚水。
For divine longing so worked upon him and pierced him with so many and such arrows that, night and day, he poured forth tears of compunction.
1:644
Τοσαύτης δὲ πνευματικῆς χάριτος ἀνάπλεως ἦν ὡς προσευχομένου σιγᾶν μὲν ἅπαντας τοὺς παρόντας, ἐπαΐειν δὲ μόνον τῶν ἱερῶν ἐκείνων ῥημάτων, προσευχὴν σπουδαίαν τὴν ἀκρόασιν ἡγουμένους
他滿溢屬靈的恩典,以致當他禱告時,在場的眾人皆靜默無聲,只是傾聽那些神聖的言辭,將聆聽本身視為一種懇切的禱告。
He was so filled with spiritual grace that, when he prayed, all who were present kept silent and merely listened to those sacred words, regarding the hearing of them as an earnest prayer in itself.
1:645
Τίς γὰρ οὕτως ἀδαμάν τινος ἦν ὡς ἐκείνων οὕτω γνησίως προσφερομένων τῶν λόγων μὴ καταθελχθῆναι τὴν ψυχὴν καὶ τὸ σκληρὸν ταύτης καὶ ἀπειθὲς καταμαλάξαι καὶ πρὸς τὴν θείαν θεραπείαν μεταγαγεῖν; Οὕτω καθ' ἑκάστην ἡμέραν τὸν πλοῦτον αὔξων καὶ τοὺς ἀσύλους θησαυροὺς πλήρεις τῶν τοιούτων ἀγαθῶν ἀποφαίνων, πέντε καὶ εἴκοσι ἔτη ποιμάνας τὸ ποίμνιον, προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, κατὰ τὴν θείαν γραφήν, τραφεὶς ἐν γήρᾳ καλῷ, Θεοτέκνῳ δὲ ἀδελφιδῷ μὲν ὄντι τὸ γένος, ἀδελφῷ δὲ τὸν τρόπον τὰς ἡνίας παραδούς
誰的心腸如金鋼石般堅硬,竟能不被那出於至誠所發之言語所迷醉,不使其剛硬與悖逆軟化,並轉向對神的事奉呢?他如此日日增添財富,使那不可侵奪的寶庫裡滿盛此等美善,牧養羊群二十五年之後,便依聖經所言,享盡美好的高齡,歸於列祖;並將韁繩交給提奧特克諾斯——此人按血緣是他的姪子,按品格則是他的兄弟。
For who was so hard as adamant that his soul was not enchanted by words offered with such genuineness, its hardness and disobedience softened, and led over to divine service? Thus, increasing his wealth day by day and rendering his inviolable treasuries full of such goods, having shepherded the flock for twenty-five years, he was gathered to his fathers, according to the divine Scripture, having attained to a good old age, and handed over the reins to Theoteknos, who was by lineage his nephew, but by character his brother.
1:646
Καὶ ὁ θεῖος δὲ ἐκεῖνος Ἀφθόνιος πλείονα ἢ τεττα ράκοντα ἔτη τοῦ χοροῦ προστατεύσας τῆς ἀρχιερωσύνης τὴν προεδρίαν ἐδέξατο οὔτε τὴν ἀσκητικὴν ἐναλλάξας σισύραν, οὔτε τὸν ἐξ αἰγείων τριχῶν κατεσκευασμένον χιτῶνα
那位神聖的阿夫索尼奧斯,主持該團體逾四十年後,接受了大祭司職的首席之位,卻未曾換下他苦修用的羊毛披氅,也未曾換下山羊毛製成的內衣。
And that divine Aphthonios, having presided over the choir for more than forty years, received the presidency of the high priesthood, without exchanging his ascetic goat-hair cloak, nor the tunic made of goat's hair.
1:647
Καὶ σιτίων δὲ ἀπέλαυεν οἵων πρὸ τῆς προεδρίας ἀπέλαυε
他所享用的飲食,一如他任首席之前所享用的。
And he partook of the same food he had partaken of before his presidency.
1:648
Καὶ ταύτην δὲ τὴν κηδεμονίαν ἀναδεξάμενος οὐδὲν ἧττον τῆς ἀγέλης ἐκείνης ἐπεμελεῖτο, ἐκεῖ τὰς πλείους διατρίβων ἡμέρας, καὶ νῦν μὲν τῶν ζυγομαχούντων τὰς ἔριδας διαλύων, νῦν δὲ ὑφ' ὁτουοῦν ἀδικουμένων ποιούμε νος πρόνοιαν, ἄλλοτε δὲ τοῖς θιασώταις τὴν θείαν προσφέρων παραίνεσιν
他既接受了這新的監護職責,對先前那羊群的關懷絲毫不減,仍在那裡度過大部分的日子——時而排解爭執者的糾紛,時而為受任何人虧待的人設想,時而又向同修弟兄們施予神聖的勸勉。
And having also taken up this stewardship, he cared no less for that former flock, spending most of his days there — now dissolving the quarrels of those at strife, now taking thought for those wronged by anyone whatsoever, and at other times offering divine exhortation to the brethren.
1:649
Καὶ τούτων ἕκαστον ἔδρα, τὰ τῶν ὁμοσκήνων μεταξὺ περιρράπτων ῥάκια ἢ τὸν φακὸν ἐκκαθαίρων ἢ τὸν σῖτον ἐκπλύνων ἢ ἄλλο τι τῶν τοιούτων μεταχειρίζων
他做這一切事的同時,又替與他同住一帳的人縫補破衣,或揀淨扁豆,或淘洗麥子,或處理其他諸如此類的工作。
And he did each of these things while at the same time sewing up the rags of those who shared his tent, or cleaning lentils, or washing wheat, or handling some other such task.
1:650
Οὕτω καὶ τὴν προεδρίαν κοσμήσας καὶ τὴν ἀρετὴν ἐπαυξήσας μετὰ τῶν ταύτης φορτίων τὸν θεῖον λιμένα κατέλαβεν
他就這樣既為首席之位增光,又增益了自己的德行,最終滿載這一切貨物,抵達了那神聖的港灣。
Thus, having both adorned his presidency and increased his virtue, he reached the divine harbor laden with its freight.
1:651
Καὶ τί δεῖ λέγειν περὶ Θεοτέκνου καὶ τοῦ μετ' ἐκεῖνον Γρηγορίου, τοῦ μὲν ἐν νεότητι πᾶν εἶδος φιλοσοφίας συνειληχότος καὶ μετὰ τῆς προγονικῆς εὐκλείας ἀποδεδημη κότος, τοῦ δὲ ἔτι καὶ τήμερον ἐν γήρᾳ βαθεῖ ὡς ἐν ἀκμάζοντι πονοῦντος τῷ σώματι
何必再談提奧特克諾斯,以及繼他之後的貴格利呢?前者於青年時期便已通曉各種哲學,帶著祖傳的美譽離世;後者則至今仍處於高齡深邃之際,卻在身體上勞作,恍如壯年一般。
And what need is there to speak of Theoteknos, and of Gregory who succeeded him — the one, in his youth, having attained every kind of philosophy and having departed together with his ancestral renown; the other, even to this day, laboring in body in deep old age as though in his prime?
1:652
Οὕτω γὰρ βιοῦν ὁ μέγας ἐνομοθέτησε Πούπλιος
因為偉大的普布利烏斯正是如此立法規定他們應當如何生活。
For thus the great Publius ordained that they should live.
1:653
χρείαν μεταλαμβάνοντες πάλιν παραιτοῦνται αὐτοῦ τὴν μετάληψιν
雖領受了所需的份量,卻又再度拒絕進一步的領受。
though partaking of what was necessary, they would again refuse to partake of it further.
1:654
Τοιαῦτα καὶ περὶ τοῦ μεγάλου Πουπλίου μεμάθηκα, τὰ μὲν ἀκοῇ δεξάμενος, τὰ δὲ τοὺς ἐκείνου φοιτητὰς θεασάμενος καὶ ἐν τοῖς φοιτηταῖς διαγνοὺς τὸν διδάσκαλον, καὶ διὰ τῶν ἀθλητῶν τὸν παιδοτρίβην καταμαθών
關於偉大的普布利烏斯,我也是這樣得知這些事情:有些是聽聞而來,有些則是親眼見到他的門徒,從門徒身上辨識出這位老師,並藉由這些鬥士認識了那位訓練者。
Such things I too have learned concerning the great Publius, receiving some by report, and others by having beheld his disciples, discerning the teacher in his disciples, and coming to know the trainer through his athletes.
1:655
Ἄδικον τοίνυν νομίσας καὶ βάσκανον τοσαύτην ὠφέλειαν παραδοῦναι σιγῇ τοῖς ἀγνοοῦσι προτέθηκα τὸ διήγημα καὶ αὐτοῖς τὴν ἐντεῦθεν ὠφέλειαν πραγματευόμενος καὶ ἐμαυτῷ τὸ ἀπὸ τῆς μνήμης περιποιούμενος κέρδος
既然我認為,將如此莫大的益處緘默不宣、留給那些不知情的人,實屬不義且吝嗇之舉,於是我陳述了這篇記述,一方面為他們謀求由此而來的益處,一方面也為自己爭取因紀念而生的利益。
Considering it, then, unjust and grudging to consign so great a benefit to silence for those who are ignorant of it, I have set forth this narrative, thereby procuring benefit for them, and for myself securing the profit that comes from remembrance.
1:656
Ἤκουσα γὰρ τοῦ δεσπότου λέγοντος·
因我曾聽見主說:
For I have heard the Lord saying:
1:657
Πᾶς ὅστις ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου, τοῦ ἐν οὐρανοῖς. Καὶ οἶδα σαφῶς ὡς τοῖς ἀνθρώποις τὴν τούτων μνήμην προσενεγκὼν τῆς ἐπὶ τοῦ θεοῦ τῶν ὅλων παρ' αὐτῶν ἀπολαύσομαι μνήμης
『凡在人面前認我的,我在我天上的父面前,也必認他。』我也清楚知道,我將這些人的紀念帶給世人,將來我也必從他們那裡,在萬有的上帝面前,得享同樣的紀念。
'Whoever confesses me before men, I too will confess him before my Father who is in heaven.' And I know clearly that, by bringing to men the remembrance of these men, I shall in turn enjoy from them the remembrance before the God of all.
1:658
ΣΥΜΕΩΝΗΣ Ο ΠΑΛΑΙΟΣ. Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλίποι καὶ λήθῃ τῆς ἐκείνου φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ φύγοι γραφὴν ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα μήτε τοῖς ὠφελεῖσθαι βουλομένοις εἰς μίμησιν τὰ ἀξιέραστα προτιθείς
西面(老者)。倘若有人存心略過老西面不提,任由其修行哲學的記憶湮沒於遺忘之中,那人理應無法逃脫不義與吝嗇的指控,因為他既不願稱揚值得稱揚之事,也不願將值得效法之事,陳示給那些願意從中受益的人作為榜樣。
SYMEON THE ELDER. But if anyone should willingly pass over Symeon the Elder, and consign the memory of his philosophy to oblivion, he would justly not escape an indictment of injustice and malice, as one unwilling either to praise what deserves praise, or to set before those who wish to profit, for their imitation, what deserves to be loved.
1:659
Ἐγὼ δὲ οὐ φόβῳ τῆς κατηγορίας, ἀλλὰ πόθῳ τῆς εὐφημίας τῆς τοῦδε πολιτείας ποιήσομαι τὴν διήγησιν
然而,我撰寫這篇記述,並非出於懼怕這樣的指控,而是出於渴望頌揚此人修行生活的心願。
But I shall compose this narrative not out of fear of such an accusation, but out of desire to praise this man's way of life.
1:660
Οὗτος γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενος βίον καὶ ἔν τινι βραχεῖ διαιτώμενος ἄντρῳ·
此人盡其所能地長久持守隱修的生活,棲居於一個狹小的洞穴之中。
For this man, for as long a time as possible, persevered in embracing the eremitic life, dwelling in a small cave.
1:661
παραψυχῆς μὲν ἀνθρωπίνης οὐδεμιᾶς ἀπέλαυε –μόνος γὰρ βιοτεύειν προείλετο–, τῷ δὲ θεῷ τῶν ὅλων ἐνδελεχῶς προσδιελέγετο
他絲毫未曾享有人的慰藉——因他選擇獨自生活——卻不停地與萬有的上帝交談。
He enjoyed no human consolation whatsoever — for he had chosen to live alone — but conversed unceasingly with the God of all.
1:662
Τὰς ἐδωδίμους δὲ τῶν βοτανῶν ἐποιεῖτο τροφήν
他以可食的野草為食物。
He made the edible plants his food.
1:663
Οὗτος ὁ πόνος αὐτῷ καὶ τὴν ἄνωθεν πλουσίαν ἐδωρή σατο χάριν ὡς καὶ τοῖς ἀλκιμωτάτοις καὶ θρασυτάτοις ἐπιτάττειν θηρίοις
這番勞苦也為他贏得了來自上天如此豐盛的恩典,甚至能號令最強悍、最兇猛的野獸。
This labor also bestowed on him such rich grace from above that he could even command the strongest and fiercest of wild beasts.
1:664
Καὶ τοῦτο δῆλον οὐ τοῖς εὐσεβέσι μόνοις ἀλλὰ καὶ τοῖς ἀπίστοις Ἰουδαίοις ἐγένετο
這事不僅為虔誠者所明見,甚至連不信的猶太人也親見證實。
And this became evident not only to the pious, but also to the unbelieving Jews.
1:665
Χρείας μὲν γάρ τινος ἕνεκα ἀπεδήμουν εἴς τι τῶν φρουρίων, τῶν ἔξω τῆς καθ' ἡμᾶς οἰκουμένης διακειμένων·
因為有某種需要,他們正前往我們所知世界之外的一座要塞;
For on account of some need, they were traveling to one of the fortresses situated beyond our inhabited world;
1:666
ὑετοῦ δὲ λάβρου γενομέ νου καὶ λαίλαπος προσβαλούσης διαμαρτάνουσι μὲν τῆς ὁδοῦ, τὰ πρόσω βλέπειν οὐ δυνάμενοι
當時暴雨傾盆,狂風驟起,他們因無法看清前方而迷失了道路。
and when a violent rain arose and a storm struck, they lost their way, being unable to see ahead.
1:667
Ἀλῶνται δὲ κατὰ τὴν ἔρημον, οὔτε κώμην, οὔτε ἄντρον, οὔτε ὁδίτην εὑρίσ κοντες·
他們就在曠野中遊蕩,既找不到村落,也找不到洞穴,更遇不著任何行人;
So they wandered through the desert, finding neither village, nor cave, nor traveler;
1:668
ἐν ἠπείρῳ δὲ μέσῃ τοῖς ναυτιλλομένοις παραπλησίως κλυδωνιζόμενοι, καταλαμβάνουσιν οἷόν τινα λιμένα τοῦ θείου Συμεώνου τὸ σπήλαιον καὶ θεωροῦσιν ἄνθρωπον αὐχμῶντα καὶ ῥυπῶντα καὶ βραχύ τι ῥάκος σισύρας ἐπὶ τῶν ὤμων φέροντα
他們如同在海上顛簸的船員一般,在旱地正中被顛簸拋擲,卻恰似尋得一座港灣,來到神聖西面的洞穴,見到一個蓬頭垢面、骯髒不堪的人,肩上披著一小片破舊的毛氈布。
tossed about in the midst of dry land as sailors are tossed at sea, they came upon, as it were, a harbor: the cave of the divine Symeon, and beheld a man, unkempt and squalid, wearing on his shoulders a small ragged garment of hair-cloth.
1:669
Ὁ δὲ εἶδέ τε ὁμοῦ καὶ ἠσπάσατο–καὶ γὰρ εὐπροσήγορος ἦν–καὶ τῆς ἀφίξεως ἤρετο τὴν αἰτίαν
他一見到他們,隨即向他們問候——因他為人和藹可親——並詢問他們來此的緣由。
He, upon seeing them, at once greeted them — for he was affable — and asked the reason for their arrival.
1:670
Ὡς δὲ τὸ συμβὰν διηγήσαντο καὶ τὴν ἐπὶ τὸ φρούριον ἄγουσαν ὁδὸν μαθεῖν καθικέτευσαν·
當他們述說了所發生之事,並懇切求他指點通往要塞的道路後,〔他答道〕:
When they had related what had happened, and earnestly besought to learn the road leading to the fortress, [he replied]:
1:671
Μείνατε, ἔφη, καὶ παραυτίκα ὑμῖν ἀγωγοὺς δώσω τὴν ποθουμένην ὁδὸν ἀποδεί ξοντας
『留下來,』他說,『我立刻就給你們嚮導,指引你們所要尋找的道路。』
'Stay,' he said, 'and I will presently give you guides to show you the road you seek.'
1:672
Οἱ μὲν οὖν ἐπείθοντό τε καὶ διανεπαύοντο
於是他們便聽從,並在那裡歇息。
So they obeyed and rested.
1:673
Καθημέ νων δὲ αὐτῶν ἀφίκοντο δύο λέοντες οὐ βλοσυρὸν βλέποντες, ἀλλ' οἷόν τινα δεσπότην σαίνοντες καὶ τὴν δουλείαν ὑποση μαίνοντες
他們坐著的時候,兩頭獅子前來,並不兇狠地怒視,反倒如同對主人般搖尾示好,顯出臣服之態。
While they were sitting there, two lions arrived, not glaring fiercely, but fawning as upon a master and signifying their servitude.
1:674
Τούτοις ἐκέλευσε διανεύων ξεναγῆσαι τοὺς ἄνδρας καὶ εἰς ἐκείνην ἀπαγαγεῖν τὴν ὁδὸν ἣν καταλιπόντες τὸν πλάνον ὑπέμειναν
他便以示意命令牠們作嚮導,接待那些人,並帶領他們回到當初離開而致迷路的那條道路上去。
He, nodding, commanded them to guide the men as hosts and to lead them back to that road from which, having left it, they had gone astray.
1:675
Ἀλλὰ μηδεὶς μυθῶδες εἶναι τὸ διήγημα νομιζέτω τοὺς κοινοὺς τῆς ἀληθείας ἐχθροὺς μαρτυροῦντας ἔχων τῇ ἀληθείᾳ
但願無人以為這記述是虛構的傳說,因為連真理共同的仇敵,都為這真理作了見證。
But let no one suppose this account to be a fable, since it has as witnesses to the truth even the common enemies of the truth.
1:676
Αὐτοὶ γὰρ οἱ τῆς εὐεργεσίας τετυχηκότες τοῦτο ᾄδοντες διετέλεσαν
因為那些親身蒙受此恩惠的人,自己也不斷傳揚此事。
For those who had received this benefit themselves continued to proclaim it.
1:677
Καὶ τοῦτό μοι οὗτος ὁ μέγας Ἰάκωβος διηγήσατο, παρεῖναι φήσας αὐτοῖς τῷ θεσπεσίῳ Μάρωνι διηγουμένοις τὸ θαῦμα
這件事是偉大的雅各告訴我的,他說他當時在場,親耳聽見他們向蒙神啟示的馬龍講述這一奇事。
And this the great James related to me, saying that he was present when they related the wonder to the inspired Maron.
1:678
τοῖς ἐχθροῖς τῇ δυνάμει τῆς χάριτος μαρτυροῦσι πιστεύουσιν;. Ἐκ τῶν τοιούτων δὲ θαυμάτων ὁ θεῖος ἐκεῖνος ἄνθρωπος ἐπίσημος γεγονὼς καὶ πολλοὺς τῶν γειτονευόντων βαρβάρων ἐπισπασάμενος–οἰκοῦσι δὲ τὴν ἔρημον ἐκείνην οἱ τὸν Ἰσμαὴλ σεμνυνόμενοι πρόγονον–, ἡσυχίας ἐρῶν, καταλιπεῖν ἠναγκάσθη τὸ σπήλαιον καὶ πολλὴν ἀνύσας ὁδὸν ὄρος καταλαμβάνει τὸ καλούμενον Ἀμανόν, καὶ τοῦτο πολλῆς πάλαι γέμον πολυθέου μανίας τοῖς πολλοῖς καὶ παντοδαποῖς ἐγεώργησε θαύμασι καὶ τὴν νῦν ἐν αὐτῷ πολιτευομένην εὐσέβειαν κατεφύτευσεν
……難道人不該相信那些為恩典之大能作見證的仇敵嗎?藉著這類奇事,那位神聖之人聲名遠播,吸引了許多鄰近的異族前來——那居於此曠野、以以實瑪利為祖先自豪的民族——然而,他既是靜修的愛好者,便被迫離開了那洞穴,長途跋涉,抵達一座名叫阿瑪努斯的山。此山昔日曾長期充斥著多神信仰的猖狂,他卻以種種奇事在其上耕耘,並在其中栽植了如今於此奉行的敬虔信仰。
...will they not believe the enemies who bear witness to the power of grace? And through such wonders, that divine man became renowned, drawing to himself many of the neighboring barbarians — for those who take pride in Ishmael as their forefather inhabit that desert — but, being a lover of stillness, he was compelled to leave the cave, and having traveled a long road, reached the mountain called Amanus; and this mountain, once long ago filled with much polytheistic madness, he cultivated with many and varied wonders, planting in it the piety that is now practiced there.
1:679
Ἀλλὰ πάντα μὲν διηγεῖσθαι λίαν ἐπίπονον, ἐμοὶ δὲ τυχὸν καὶ ἀδύνατον
然而,若要一一詳述,實在過於繁重,對我而言,或許甚至是不可能的。
But to narrate everything would be exceedingly laborious, and for me perhaps even impossible.
1:680
Ἑνὸς τοίνυν μνησθεὶς καὶ οἷόν τινα χαρακτῆρα τῆς ἀποστολικῆς αὐτοῦ καὶ προφητικῆς θαυμα τουργίας προθεὶς καταλείπω τοῖς ἐντυγχάνουσιν ἐννοεῖν ἐντεῦθεν ἧς ἔλαβε χάριτος τὴν ἰσχύν
因此,我只述及一事,將之作為他使徒般、先知般的行奇事能力的一種印記提出,其餘則留待讀者由此自行體會他所領受恩典的力量。
Having recalled, then, but one instance, and having set it forth as a kind of token of his apostolic and prophetic wonder-working, I leave it to my readers to understand from it the strength of the grace he received.
1:681
Θέρος ἦν καὶ ἀμητὸς καὶ τὰ δράγματα εἰς τὰς ἅλως μετεκομίζετο
當時正值夏季,是收割的時節,禾捆正被搬運到打穀場上。
It was summer, the time of harvest, and the sheaves were being carried to the threshing floors.
1:682
Ἀνὴρ δέ τις τοῖς δικαίοις οὐκ ἀρκούμενος πόνοις, ἀλλὰ τῶν ἀλλοτρίων ἐφιέμενος, ὑφείλετο μὲν τῶν τοῦ πέλας δραγμάτων, αὔξειν δὲ τὸν οἰκεῖον διὰ τούτων ἐπειρᾶτο θημῶνα
有一個人,不滿足於正當的勞作,反而貪圖他人的財物,竊取了鄰人的一些禾捆,企圖藉此增添自己的禾堆。
And a certain man, not content with just labors, but coveting the goods of others, stole some of his neighbor's sheaves and tried, by means of them, to increase his own stack.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。