📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 宗教史(敘利亞苦修者傳)

宗教史(敘利亞苦修者傳) 第 1 章 第 8/13 段

希臘文原文.198 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1264–1:1461(全章共 2368 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1264
Ἐπειδὴ δὲ καὶ ὁ τῆς ἐκκλησίας ἀφίκετο πρόεδρος, ἤπειγεν αὐτὸν ὑποδέξασθαι τοῦ πρεσβυτέρου τὴν ζεύγλην·
當教會的主教也來到時,便催促他承擔司祭之軛;
And when the bishop of the church also arrived, he pressed him to take up the yoke of the priesthood;
1:1265
Οἶδα, λέγων, ὦ πάτερ, καὶ τῆς σῆς φιλοσοφίας τὸ ὕψος καὶ τὴν τῆς ἐμῆς πενίας ὑπερβολήν, ἀλλὰ τῆς ἀρχιερωσύνης τὴν οἰκονομίαν πεπιστευμένος, ταύτῃ τὰς χειροτονίας, ἀλλ' οὐκ ἐκείνῃ προβάλλομαι
他說:『父啊,我知道你修行之德的崇高,也知道我自身貧乏之甚;然而既然我受託掌理主教的職務,我便是憑這職權——而非憑那德行——來提出授任聖職之人選的。』
‘I know,’ he said, ‘O father, both the loftiness of your philosophy and the excess of my own poverty; but since I have been entrusted with the administration of the high priesthood, it is by this office—not by that—that I put men forward for ordination.’
1:1266
Πρὸς ταῦτα φάναι λέγεται ὅτι μετ' ὀλίγας ἐντεῦθεν ἐκδημήσων ἡμέρας, ἥκιστα περὶ τούτων ζυγομαχήσω·
對此,據說他回答說:既然他不久之後便將離世,他絕不會為此事爭執;
In reply to this, he is said to have answered that, since he would be departing from this world after only a few days, he would by no means contend about these matters;
1:1267
εἰ μὲν γὰρ ἔμελλον ἐπὶ πλεῖστον βιώσεσθαι, πάμπαν ἔφυγον ἂν τὸ βαρὺ τοῦτο καὶ φοβερὸν τῆς ἱερωσύνης φορτίον, τῆς παρα καταθήκης ὀρρωδῶν τὰς εὐθύνας
因為,若我命定要活得長久,我必定會完全逃避司祭職這沉重可畏的擔子,因我畏懼那所受託付之物所要求的清算;
for if I were destined to live a very long time, I would altogether have fled this heavy and fearful burden of the priesthood, dreading the reckoning to be rendered for the trust deposited with me;
1:1268
Ἐπειδὴ δὲ οὐκ εἰς μακρὰν ἀπελεύσομαι καταλείψων τὰ τῇδε, εὐπειθῶς τὸ κελευόμενον δέξομαι
但既然我不久便將離去,撇下此世諸事,我便甘願順從所命令的。
but since I shall depart before long, leaving behind the things of this world, I will obediently accept what is commanded.
1:1269
Αὐτίκα τοίνυν, οὐδενὸς ἄγοντος, ὁ μὲν τὰ γόνατα κάμπτων τὴν χάριν ἀνέμενεν, ὁ δὲ τὴν χεῖρα ἐπιτιθεὶς ὑπούργει τῷ πνεύματι
於是,沒有任何人強迫,一人隨即屈膝等候恩典,另一人則按手其上,為聖靈效力。
At once, then, with no one compelling him, the one bent his knees and awaited the grace, while the other laid on his hand and ministered to the Spirit.
1:1270
ἀγήρω καὶ ἄλυπον ἀντὶ τοῦ πολυφρόν τιδος ἔλαβεν
……他所領受的,是不會衰老、無憂無慮的〔份〕,以取代那充滿諸多操心的〔份〕。
… he received a portion unaging and free from grief, in place of the one full of many cares.
1:1271
Ἁρπάζειν δὲ πάντων βουλομένων τὸ σῶμα καὶ εἰς τὴν οἰκείαν ἑκάστου κώμην ἀποκομίζειν προαιρου μένων, μηνύσας τις τοῦ ἁγίου τοὺς ὅρκους τὴν ἔριν διέλυσεν·
眾人都想搶奪遺體,各自打算把遺體運回自己的村莊;有人揭露了聖人所立的誓言,這才平息了這場爭執;
As everyone wished to seize the body and each meant to carry it off to his own village, someone disclosed the saint’s oaths and thereby dissolved the dispute;
1:1272
ὁρκῶσαι γὰρ αὐτὸν ἔφησεν ἐν ἐκείνῳ τῷ χωρίῳ παραδοῦναι τοῦτο ταφῇ
因為他說,聖人曾使他在那地方立誓,要將這遺體安葬於此。
for he said that the saint had made him swear, in that very place, to give this body to burial.
1:1273
Οὕτω καὶ τῆς μετὰ θάνατον εὐτελείας ἐπεμελοῦντο τῶν οὐρανῶν οἱ πολῖται·
諸天的公民即便死後,仍如此顧念自己謙卑之事;
Thus even after death did the citizens of heaven attend to their own lowliness;
1:1274
καὶ οὔτε περιόντες μέγα φρονεῖν ἠνέσχοντο πώποτε, καὶ τελευτήσαντες τὸ παρὰ ἀνθρώπων οὐκ ἐπεσπάσαντο γέρας, ἀλλὰ τὸ φίλτρον ἅπαν εἰς τὸν νυμφίον μετέθεσαν κατὰ τὰς σώφρονας γυναῖκας αἳ παρὰ μόνων τῶν ὁμοζύγων καὶ φιλεῖσθαι καὶ ἐπαινεῖσθαι σπουδά ζουσι, τῆς παρὰ τῶν ἄλλων εὐφημίας καταφρονοῦσαι
他們活著時從不容忍自負自傲,死後也不圖求世人的尊榮;反倒把一切的愛慕都轉向那新郎,如同貞潔的婦人,只渴望被自己的丈夫所愛、所稱讚,鄙視旁人的讚譽一般。
and neither while they lived did they ever tolerate thinking highly of themselves, nor when they died did they seek the honor that comes from men; rather they transferred all their affection to the Bridegroom, after the manner of chaste wives who are eager to be loved and praised only by their own husbands, disdaining the praise that comes from others.
1:1275
Τούτου χάριν αὐτοὺς ὁ νυμφίος καὶ μὴ βουλομένους ἀοιδίμους ἀπέφηνε καὶ τῆς παρὰ ἀνθρώποις εὐκλείας ἐκ περιουσίας μετέδωκεν
正因如此,那新郎縱使他們不願意,也使他們名聲遠揚,並由祂的豐富,將人間的美譽賜給了他們。
For this reason the Bridegroom made them renowned even against their will, and out of his abundance imparted to them the glory that is among men.
1:1276
Ὅταν γάρ τις τὰ θεῖα μετιὼν αἰτῇ τὰ οὐράνια, προστίθησι μετ' ἐκείνων καὶ ἕτερα πάμπολλα, πολλαπλασίας τὰς αἰτήσεις δωρούμενος·
因為每當有人追求屬天之事、祈求天上之物時,祂便在那之外另加賜許多其他的東西,所賜遠比所求的多出好幾倍;
For whenever someone, pursuing the things divine, asks for the things heavenly, he adds to those also many other things besides, bestowing gifts many times greater than what was asked;
1:1277
τοῦτο καὶ νομοθετῶν ἔλεγεν
祂立此律法時,也曾這樣說:
this is what he was also saying when laying down the law:
1:1278
Αἰτεῖτε τὴν βασιλείαν τοῦ θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ καὶ τὰ λοιπὰ πάντα προστεθήσεται ὑμῖν
『你們要先求神的國和祂的義,其餘的一切都要加給你們了。』
‘Seek first the kingdom of God and his righteousness, and all the rest shall be added unto you.’
1:1279
Ὁ καταλιμπάνων πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς καὶ γυναῖκα καὶ τέκνα εἵνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου καὶ ἐν τῷ αἰῶνι τούτῳ ἑκατονταπλασίονα λήψεται καὶ ἐν τῷ μέλλοντι ζωὴν αἰώνιον κληρονομήσει. Ταῦτα καὶ εἴρηκεν καὶ πεποίηκεν
『凡為我與福音撇下父母、弟兄、妻子、兒女的,必在今世得百倍,來世必承受永生。』這些話他既說了,也照樣行了。
‘Whoever leaves father and mother and brothers and wife and children for my sake and the gospel’s shall receive a hundredfold in this age, and in the age to come shall inherit eternal life.’ These things he both said and did.
1:1280
Ἡμᾶς δὲ εἴη καὶ λόγῳ καὶ ἔργῳ παιδευομένους καὶ ταῖς τούτων προσευχαῖς ἐπερειδομένους κατὰ σκοπὸν διῶξαι ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν
願我們藉言教與身教皆蒙教導,又倚靠他們的禱告扶持,能夠對準目標,向著我們主基督耶穌裡那向上召喚的獎賞竭力奔跑。
May it be granted to us, instructed both by word and by deed, and supported by their prayers, to press on toward the goal, unto the prize of the calling on high in Christ Jesus our Lord.
1:1281
ΜΑΡΩΝ. Μάρωνος μετὰ τοῦτον μνησθήσομαι·
馬龍。在他之後,我要提及馬龍;
MARON. After him I shall make mention of Maron;
1:1282
καὶ γὰρ οὗτος τὸν θεῖον τῶν ἁγίων χορὸν κατεκόσμησε·
因為他也為聖徒那神聖的合唱增添了光彩;
for he too adorned the divine chorus of the saints;
1:1283
τὸν ὕπαιθρον γὰρ ἀσπασάμενος βίον, κορυφήν τινα κατέλαβεν ὑπὸ τῶν πάλαι δυσσεβῶν τιμωμένην·
他擁抱了露天生活,佔據了一座曾被古時不敬虔之人所敬奉的山頭;
having embraced life under the open sky, he took possession of a certain hilltop that had once been honored by the impious of old;
1:1284
καὶ τὸ ἐν ταύτῃ τῶν δαιμόνων τέμενος τῷ θεῷ καθοσιώσας, ἐν αὐτῷ διέτριψε, σκηνήν τινα βραχεῖαν πηξάμενος μέν, ὀλιγάκις δὲ ταύτῃ χρησάμενος
他把那裡鬼魔的聖域奉獻歸於神,便住在其中;他雖搭了一頂小小的帳篷,卻很少使用它。
and having consecrated to God the precinct of the demons that was there, he dwelt in it, having pitched a small tent, which however he used but seldom.
1:1285
Πόνοις δὲ οὐ τοῖς εἰωθόσιν ἐχρῆτο μόνοις, ἀλλὰ καὶ ἑτέρους ἐπενόει, τῆς φιλοσοφίας συναθροίζων τὸν πλοῦτον
他不僅僅滿足於慣常的苦修勞苦,還設想出其他的操練,藉此積聚哲學〔修行智慧〕的財富。
He did not confine himself to the customary labors alone, but also devised others, gathering together the wealth of philosophy.
1:1286
Ὁ δὲ ἀγωνοθέτης τοῖς πόνοις τὴν χάριν ἐμέτρησεν·
而那競賽的裁判者,便按他的勞苦量給他恩典;
And the Judge of the contest measured out grace in proportion to his labors;
1:1287
οὕτω γὰρ αὐτῷ πλουσίως ὁ μεγαλόδωρος τὸ τῶν ἰαμάτων ἐδωρήσατο χάρισμα ὡς πανταχοῦ μὲν τούτου τὸ κλέος διαδραμεῖν, πάντας δὲ πάντοθεν ἐφελκύσασθαι καὶ τῇ πείρᾳ διδάξαι τῆς φήμης τὸ ἀληθές·
因為那大施恩者如此豐盛地將醫治的恩賜賜給他,以致他的美名傳遍各處,從四面八方吸引眾人前來,並藉親身經歷教人明白其名聲的真確;
for the all-bountiful God bestowed on him the gift of healing so richly that his fame ran everywhere, drew all people from every quarter, and taught them by experience the truth of his renown;
1:1288
ἦν γὰρ ἰδεῖν καὶ πυρετοὺς σβεννυμένους τῇ δρόσῳ τῆς εὐλογίας καὶ φρίκην παυομένην καὶ δαίμονας δραπετεύοντας καὶ τὰ παντοδαπὰ καὶ ποικίλα παθήματα ἑνὶ φαρμάκῳ θεραπευόμενα
人可以親眼看見:發燒被他祝福的甘露所熄滅,寒顫得止,鬼魔逃竄,各種各樣紛雜的病痛都被同一劑良藥治癒;
for one could see fevers quenched by the dew of his blessing, shivering fits stopped, demons put to flight, and all manner of varied ailments healed by a single remedy;
1:1289
Ἰατρῶν μὲν γὰρ παῖδες ἑκάστῳ παθήματι τὸ κατάλληλον προσφέ ρουσι φάρμακον, ἡ δὲ τῶν ἁγίων προσευχὴ κοινόν ἐστι παθῶν ἁπάντων ἀλεξιφάρμακον
因為醫者的門徒對每種病症都施以相應的藥物,然而聖徒的禱告卻是對一切病痛皆有效的共通解藥。
for the disciples of physicians apply to each ailment its appropriate remedy, but the prayer of the saints is a single antidote for all sufferings alike.
1:1290
Οὐ μόνον δὲ τὰς σωματικὰς ἀρρωστίας ἰᾶτο, ἀλλὰ καὶ ταῖς ψυχαῖς τὴν πρόσφορον θεραπείαν προσέφερε, τούτου μὲν τὴν πλεονεξίαν, ἐκείνου δὲ τὸν θυμὸν ἰατρεύων, καὶ τούτῳ μὲν τὴν περὶ σωφροσύνης διδασκαλίαν προσφέρων, ἐκείνῳ δὲ προστιθεὶς τὰ τῆς δικαιοσύνης παιδεύματα καὶ τοῦ μὲν τὴν ἀκολασίαν κολάζων, τοῦ δὲ τὸ νωθρὸν διεγείρων
他所醫治的不僅是身體的疾病,也將合宜的療法施於人的靈魂:對此人他醫治貪婪,對彼人他醫治忿怒;他向這人傳授節制的教導,向那人加添公義的訓誨;他懲戒此人的放縱,也喚醒彼人的懈怠。
He healed not only bodily illnesses, but also brought the fitting remedy to souls, curing in one man his greed, in another his anger; to this one he offered the teaching of self-control, to that one he added the instruction of righteousness; the licentiousness of the one he chastised, the sluggishness of the other he roused.
1:1291
Ταύτῃ χρώμενος τῇ γεωργίᾳ πολλὰ φυτὰ φιλοσοφίας ἀπέφηνε καὶ τὸν νῦν ἐν τῇ Κύρρου χώρᾳ τεθηλότα παράδεισον αὐτὸς τῷ θεῷ κατεφύτευσε
藉著這樣的耕耘,他培育出許多哲學〔修行〕的植株;那如今在居魯地區欣欣向榮的樂園,正是他親手為神所栽種的。
By practicing this husbandry, he brought forth many plants of philosophy, and it was he who himself planted for God the paradise now flourishing in the region of Cyrrhus.
1:1292
Τῆς τούτου φυτουργίας ἔργον ὁ μέγας Ἰάκωβος, εἰς ὃν εἰκότως ἄν τις ἑλκύσειε τὴν προφητικὴν ἐκείνην φωνήν·
他所栽培的成果之一,便是偉大的雅各;人可以恰如其分地將那先知的話語用在他身上:
A product of his cultivation is the great James, to whom one might fittingly apply that prophetic word:
1:1293
ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται·
『他必如利巴嫩的香柏樹一樣增多;』
‘like the cedar of Lebanon shall he multiply;’
1:1294
καὶ οἱ ἄλλοι δὲ ἅπαντες ὧν ἰδίᾳ σὺν θεῷ φάναι μνησθήσομαι
以及其他所有人,若神許可,我也將一一分別提及。
and all the others as well, of whom, God willing, I shall make separate mention.
1:1295
σώματα, ἀρρωστίαν ὑπομείνας βραχεῖαν ἵνα καὶ τῆς φύσεως τὴν ἀσθένειαν καὶ τῆς προαιρέσεως καταμάθωμεν τὴν ἀνδρείαν, αὐτὸς μὲν ὑπεξῆλθε τὸν βίον, πόλεμος δὲ περὶ τοῦ σώματος τοῖς γειτονεύουσι συνέστη σφοδρός
……〔諸〕身體——他忍受了短暫的病苦,好叫我們既得知本性的軟弱,也得知其心志的剛毅;他本人便離世而去,然而鄰近的人卻為了他的遺體,爆發了一場激烈的爭奪。
…bodies—having endured but a brief illness, so that we might learn both the weakness of nature and the courage of his resolve, he himself departed this life, but a fierce contest arose among his neighbors over his body.
1:1296
Κώμη δέ τις τῶν ὁμόρων πολυάνθρωπος πανδημεὶ παραγενομένη τοὺς μὲν ἄλλους ἐσκέδασε, τὸν δὲ τριπό θητον ἐκεῖνον ἥρπασε θησαυρὸν καὶ σηκὸν οἰκοδομησάμενοι μέγιστον τὴν ἐκεῖθεν μέχρι καὶ τήμερον ὠφέλειαν καρποῦνται δημοτελεῖ πανηγύρει τὸν νικηφόρον ἐκεῖνον γεραίροντες
鄰近有一個人口眾多的村莊,全村出動,驅散了其他人,奪走了那三度渴慕的珍寶;他們建造了一座極其宏偉的聖祠,直到今日仍蒙受由此而來的益處,並以全民參與的年度慶典來紀念那位得勝者。
A certain populous village among the neighboring ones, coming out in full force, scattered the others and seized that thrice-longed-for treasure; and having built a very great shrine, they reap the benefit from it even to this day, honoring that victor with a public annual festival.
1:1297
Ἡμεῖς δὲ καὶ ἀπόντες τὴν εὐλογίαν καρπούμεθα·
至於我們,縱然人不在場,也同樣蒙受這祝福;
As for us, even though absent, we too reap the blessing;
1:1298
ἀρκεῖ γὰρ ἡμῖν ἀντὶ τῆς θήκης ἡ μνήμη
因為單是紀念,於我們便已足以代替那聖龕。
for the remembrance suffices us in place of the shrine.
1:1299
ΑΒΡΑΑΜΗΣ. Οὐδὲ Ἀβραάμου τοῦ θαυμαστοῦ τὴν μνήμην παραλιπεῖν εὐαγὲς προφάσει χρωμένους ὅτι μετὰ τὸν μονήρη βίον τὴν ἀρχιερατικὴν ἐφαίδρυνε προεδρίαν·
亞伯拉罕。也不應以「他在獨修生活之後又榮任主教高位」為藉口,而略過對這位可敬之亞伯拉罕的紀念;
ABRAHAM. Nor is it right to pass over the memory of the wondrous Abraham, on the pretext that after his solitary life he adorned the presidency of the high priesthood;
1:1300
πολλῷ γὰρ δήπουθεν τούτου γε εἵνεκα ἀξιομνημονευτότερος εἰκότως ἂν εἴη ὅτι τὴν πολιτείαν βιασθεὶς ἐναλλάξαι τὸν βίον οὐκ ἤμειψεν, ἀλλὰ μετὰ τῆς ἀσκητικῆς μετέβη κακοπαθείας καὶ κατὰ ταὐτὸν μοναχικοῖς τε πόνοις καὶ ἀρχιερατικαῖς περιστοιχιζό μενος φροντίσι τοῦ βίου τὸν δρόμον ἐξήνυσεν
因為正因此故,他更加理當被人紀念:他雖被迫改變其生活方式,卻並未改變其生命本身,反倒帶著隱修的苦行一同轉移;他既同時被隱修的勞苦、又被主教的操心所包圍環繞,卻仍如此走完了人生的路程。
for indeed, precisely on this account, he would rightly be all the more worthy of remembrance, in that, though compelled to change his manner of life, he did not change his life itself, but passed over together with his ascetic hardship, and, hemmed in equally by monastic labors and episcopal cares, completed the course of his life.
1:1301
Καὶ οὗτος δὲ τῆς Κύρρου χώρας καρπός·
他同樣是居魯地區所結的果實;
He too is a fruit of the region of Cyrrhus;
1:1302
ἐνταῦθα γὰρ καὶ τεχθεὶς καὶ τραφεὶς τῆς ἀσκητικῆς ἀρετῆς τὸν πλοῦτον συνέλεξε
因為他在此出生,也在此成長,並在此積聚了苦修德行的財富。
for here he was both born and raised, and here he gathered the wealth of ascetic virtue.
1:1303
Τοσαύτῃ γὰρ αὐτόν φασιν οἱ συγγεγονότες ἀγρυπνίᾳ καὶ στάσει καὶ νηστείᾳ καταδαμάσαι τὸ σῶμα ὡς ἀκίνητον ἐπὶ πλεῖστον διαμεῖναι χρόνον, ἥκιστα βαδίζειν δυνάμενον
與他同住的人說,他以如此的不眠、久立與禁食制伏己身,以致他有很長一段時間動彈不得,幾乎無法行走。
For those who lived with him say that he subdued his body with such sleeplessness, standing, and fasting, that he remained motionless for a very long time, scarcely able to walk.
1:1304
Θείᾳ δὲ προμηθείᾳ τῆς ἀσθενείας ἐκείνης ἀπαλλαγείς, κινδύνους εἰσενεγκεῖν εὐσεβεῖς ἀντὶ τῆς θείας χάριτος ἐβουλήθη καὶ καταλαμβάνει τὸν Λίβανον, κώμην τινὰ μεγίστην κατέχεσθαι τῷ τῆς ἀσεβείας ζόφῳ μεμαθηκώς·
然而,當他藉神的護理,從那病弱中康復之後,他選擇承擔虔敬的危險,以此回應所領受的神恩,便前往黎巴嫩,因他得知那裡有一個極大的村莊,仍陷於不敬虔的黑暗之中;
But when, by divine providence, he was delivered from that infirmity, he chose to undertake pious dangers in return for the divine grace he had received, and he made his way to Lebanon, having learned that a very large village there was held fast in the darkness of impiety;
1:1305
καὶ προσωπείῳ ἐμπορικῷ τὸ μοναχικὸν πρόσωπον κατα κρύψας καὶ θυλάκους μετὰ τῶν συνόντων ἐπιφερόμενος ὡς δῆθεν ὠνησόμενος κάρυα– τοῦτον γὰρ ἡ κώμη διαφερόντως ἔφερε τὸν καρπὸν–καὶ οἰκίαν μισθωσάμενος καὶ ὀλίγα χρήματα τοῖς κεκτημένοις προδεδωκὼς τρεῖς μὲν καὶ τέτταρας ἡμέρας ἡσυχίαν ἦγεν·
他用商人的偽裝掩藏自己隱修士的身分,與同伴一起帶著布袋,假裝要去購買核桃——因為那村莊特別盛產這種果實——並租下一間房子,先付了屋主一點小錢,如此靜默度過了三、四天;
and having concealed his monastic face behind a merchant’s mask, and carrying, together with his companions, sacks as though he were going to buy nuts—for this was the crop that village especially produced—and having rented a house and paid the owners a small sum in advance, he kept still for three or four days;
1:1306
εἶτα κατὰ μικρὸν τῆς θείας ἥψατο λειτουργίας μετρίᾳ φωνῇ κεχρημένος
然後,他漸漸開始了神聖的禮拜,聲音壓得很低。
then, little by little, he began the divine service, using a subdued voice.
1:1307
Ἐπειδὴ δὲ τῆς ψαλμῳδίας ἐπῄσθοντο ὁ μὲν κῆρυξ ἐβόα καὶ συνεκάλει πάντας·
當他們察覺到詩篇頌唱聲時,傳令者便高聲呼喊,召集眾人;
And when they perceived the psalmody, the herald cried out and summoned everyone together;
1:1308
συνελέγοντο δὲ καὶ ἄνδρες καὶ παῖδες καὶ γυναῖκες, καὶ τὰς θύρας ἔξωθεν ἀνοικοδομήσαντες, ἄνωθεν ἀπὸ τῆς ὀροφῆς πολὺν χοῦν συμφοροῦντες κατέβαλλον
男人、孩童與婦女都聚集起來,從外面把門封死,又從屋頂上堆起大量的泥土,往下傾倒。
and men, boys, and women gathered together, and having barred the doors from outside, they piled up from above, from the roof, a great quantity of earth and cast it down.
1:1309
Ὡς δὲ ἑώρων ἀποπνιγομένους καὶ χωννυμένους, οὐδὲν δὲ οὔτε δρᾶν οὔτε λέγειν ἐθέλοντας, εὐχὴν δὲ μόνην τῷ θεῷ προσ κομίζοντας, τῶν γεραιτέρων ὑποθεμένων, τῆς μανίας ἐπαύσαντο·
但當他們看見這些人被悶得窒息、被埋壓,卻毫無反抗之意,也不發一言,只是向神獻上禱告時,經長者的勸阻,他們便停止了這場瘋狂之舉;
But when they saw them being suffocated and buried, yet willing to do or say nothing, only offering prayer to God, at the elders’ suggestion they ceased their madness;
1:1310
εἶτα τὰς θύρας ἀνοίξαντες καὶ ἀπὸ τοῦ χώματος ἀνασπάσαντες ἀπιέναι παραυτίκα ἐκέλευον
隨後他們打開了門,把人從土堆中拉出來,並命令他們立刻離開。
then, opening the doors and pulling them out from under the earth, they ordered them to depart at once.
1:1311
Ἀλλὰ κατ' αὐτὸν τὸν καιρὸν πράκτορες ἀφίκοντο τὰς εἰσφορὰς ἐκτίνειν καταναγκάζοντες·
然而正在那時,收稅的官吏來到,強逼他們繳納賦稅;
But at that very moment tax-collectors arrived, compelling the payment of the levies;
1:1312
καὶ τοὺς μὲν ἐδέσμουν, τοὺς δὲ ᾐκίζοντο
他們把一些人捆綁起來,又對另一些人施以毒打。
and they bound some, and abused others.
1:1313
Ἀλλ' ὁ θεῖος ἐκεῖνος ἀνὴρ οὐδενὸς ἐκείνων τῶν εἰς αὐτοὺς γεγενημένων ἀναμνησθείς, τὸν δεσπότην μιμούμενος ὃς τῷ σταυρῷ προσηλωμένος τῶν τοῦτο δεδρακότων ἐκήδετο, τοὺς πράκτορας ἐκείνους ἱκέτευεν ἡμέρως ποιεῖσθαι τὴν εἴσπραξιν
但那位神聖之人,絲毫不念他們先前對自己所做的一切,效法那被釘在十字架上、卻仍顧念行此事之人的主,懇求那些收稅吏溫和地進行徵收。
But that divine man, without recalling anything that had been done to him by them, imitating the Master who, nailed to the cross, cared for those who had done this, entreated those tax-collectors to carry out the collection with gentleness.
1:1314
Ἐπειδὴ δὲ καὶ ἐγγυητὰς ἐπεζήτησαν, ἐθελοντὶ τὴν πρόσκλησιν ὑπεδέξατο καὶ χρυσίνους ἑκατὸν μετ' ὀλίγας δώσειν ἡμέρας ὑπέσχετο
當他們又要求擔保人時,他甘願接受了這項要求,並應許幾天之後便繳付一百枚金幣。
And when they also demanded sureties, he willingly accepted the obligation and promised to give a hundred gold pieces after a few days.
1:1315
Ὑπεραγασθέντες δὲ οἱ τὰ δεινὰ ἐκεῖνα ἐργασάμενοι τῆς φιλανθρωπίας τὸν ἄνδρα, αἰτοῦσι μὲν τῶν τετολμημένων συγγνώμην, προστάτην δὲ αὐτῶν γενέσθαι παρακαλοῦσιν·
那些做出這些暴行的人,對這人的仁慈大為驚訝,便為自己所敢行之事請求寬恕,並懇求他成為他們的保護者;
Those who had committed those terrible deeds, utterly amazed at the man’s benevolence, asked forgiveness for what they had dared to do, and entreated him to become their patron;
1:1316
οὐδὲ γὰρ εἶχεν ἡ κώμη δεσπότην·
因為那村莊本無領主;
for the village had no lord;
1:1317
αὐτοὶ δὲ ἦσαν καὶ γεωργοὶ καὶ δεσπόται
他們自己既是耕種者,也是主人。
they themselves were both the farmers and the masters.
1:1318
Τοὺς μὲν οὖν ἑκατὸν χρυσίνους ἀφικόμενος εἰς τὴν πόλιν–Ἔμισα δὲ ἦν αὕτη– καὶ γνωρίμους τινὰς εὑρὼν ποιεῖται τὸ δάνεισμα·
於是,他帶著那一百枚金幣抵達城中——那城便是艾米撒——遇見了幾位相識之人,便安排借款;
So then, having arrived at the city—it was Emesa—with the hundred gold pieces, and having found certain acquaintances, he arranged the loan;
1:1319
εἶτα τὴν κώμην καταλαβὼν κατὰ τὴν κυρίαν πληροῖ τὴν ὑπόσχεσιν
隨後,他在約定之日回到村莊,兌現了那項承諾。
then, returning to the village on the appointed day, he fulfilled the promise.
1:1320
Ταύτην αὐτοῦ τὴν σπουδὴν θεασάμενοι, σπουδαιοτέραν αὐτῷ προσφέρουσι τὴν παράκλησιν
他們見到他這般的熱誠,便向他提出更加懇切的請求。
Having witnessed this zeal of his, they offered him an even more earnest entreaty.
1:1321
Τοῦ δὲ τοῦτο δρᾶν ὑποσχομένου εἰ ἐκκλησίαν οἰκοδομεῖν ἐπαγγέλλοιντο, εὐθὺς ἐπιχειρεῖν ἱκέτευον καὶ περιῆγον τὸν μακάριον ἄνδρα τοὺς ἐπιτηδειοτέρους τόπους ὑποδεικνύντες·
當他應許:若他們答應建造一座教堂,他便會照做時,他們就懇求他立刻動工,並帶著這位有福之人四處察看,指出最合適的地點;
When he promised to do this if they undertook to build a church, they urged him to begin at once, and led the blessed man about, pointing out the most suitable sites;
1:1322
καὶ ὁ μὲν τοῦτον, ὁ δὲ ἐκεῖνον ἐπῄνει·
有人稱讚這一處,有人稱讚那一處;
and one praised this site, another that one;
1:1323
προελόμενος δὲ τὸν ἀμείνω καὶ τὰ θεμέλια καταπήξας, ἐν ὀλίγῳ χρόνῳ τὸν ὄροφον ἐπιτέθηκεν καὶ τῆς οἰκοδομίας δεξαμένης τὸ πέρας ἱερέα δείξασθαι παρηγγύα
他選定了較佳之處,奠下根基,不久便架上了屋頂;建築完工之後,他便吩咐他們指定一位司祭。
having chosen the better one and laid the foundations, in a short time he set the roof in place, and when the building had received its completion, he directed them to designate a priest.
1:1324
Ἐπεὶ δὲ ἔλεγον ὡς ἕτερον οὐκ ἂν ἕλοιντο, αὐτὸν δὲ καὶ πατέρα καὶ ποιμένα λαβεῖν ἱκέτευον, δέχεται δὴ τῆς ἱερωσύνης τὴν χάριν
但他們表示絕不會選別人,只懇求要以他自己為父、為牧者,於是他便接受了司祭的恩典。
But when they said that they would choose no other, and begged to have him himself as both father and shepherd, he accepted the grace of the priesthood.
1:1325
Καὶ τρία συγγενόμενος αὐτοῖς ἔτη καὶ πρὸς τὰ θεῖα ποδηγήσας καλῶς ἕτερον τῶν συνόντων ἀντ' αὐτοῦ προβληθῆναι παρασκευάσας πάλιν τὸ μοναχικὸν κατέλαβε καταγώγιον
他與他們同住了三年,妥善地引導他們歸向神聖之事,之後安排一位同伴接替自己,便再度回到他隱修的居所。
And having spent three years among them, guiding them well toward things divine, he arranged for another of his companions to be put forward in his place, and returned once more to his monastic dwelling.
1:1326
Καὶ ἵνα μὴ πάντα τὰ ἐκείνου διηγούμενος μακρὸν ἐργάσωμαι τὸ διήγημα, ἐν τούτοις διαλάμψας τὴν Καρρῶν ὑποδέχεται προεδρίαν·
為免詳述其一切事蹟而使敘事過於冗長:他既在這些事上大放光彩,便獲任卡萊城的主教高位;
And, so that I may not lengthen the narrative by relating everything about him, having shone forth in these things he came to receive the presidency of Carrhae;
1:1327
πόλις δὲ αὕτη τῆς δυσσεβείας περικειμένη τὴν μέθην καὶ τῇ τῶν δαιμόνων ἑαυτὴν ἐκδεδω κυῖα βακχείᾳ
而這座城市則被不敬虔所籠罩,沉溺於醉酒,並自甘委身於鬼魔的狂歡祭儀。
and this city was wrapped about with impiety, given over to drunkenness and to the bacchic revelry of demons.
1:1328
Ἀλλὰ τῆς τούτου γεωργίας ἀξιωθεῖσα καὶ τῆς τούτου διδασκαλίας δεξαμένη τὸ πῦρ, τῶν μὲν προτέρων ἀκανθῶν ἐλευθέρα διέμεινε, κομᾷ δὲ νῦν τοῖς ληίοις τοῦ πνεύματος, ἀσταχύων ὡρίμων τῷ θεῷ προσφέρουσα δράγ ματα
然而這城既蒙他耕耘、又領受了他教導之火,便脫離了先前的荊棘,如今茂盛地結出聖靈的莊稼,向神獻上成熟麥穗所紮成的禾捆。
But having been deemed worthy of his husbandry and having received the fire of his teaching, it remained free from its former thorns, and now flourishes with the harvest of the Spirit, offering to God sheaves of ripened ears of grain.
1:1329
Ἀλλ' οὐκ ἀπόνως ὁ θεῖος ἀνὴρ τὴν γεωργίαν ταύτην εἰργάσατο·
然而這位神聖之人成就這番耕耘,並非毫不費力;
Yet it was not without labor that this divine man accomplished this husbandry;
1:1330
πόνοις δὲ μυρίοις χρησάμενος καὶ τῶν τὰ σώματα θεραπεύειν πεπιστευμένων τὴν τέχνην μιμούμενος, τὰ μὲν καταιονήσει γλυκαίνων, τὰ δὲ τοῖς αὐστηροῖς ἐπι στύφων φαρμάκοις, ἔστι δὲ ὅπου καὶ τέμνων καὶ καίων τὴν ὑγίειαν ταύτην εἰργάσατο
反倒是用了無數的勞苦,效法那些受託照料身體者的醫術,有的用熱敷使之緩和,有的則用嚴厲的藥物加以收斂,甚至有時施行切割與燒灼,如此才促成了這番健全。
rather, employing countless labors, and imitating the art of those entrusted with the care of bodies, sweetening some wounds with fomentation, while astringing others with harsh remedies, and at times even cutting and cauterizing, he brought about this health.
1:1331
Τῇ δὲ διδασκαλίᾳ καὶ τῇ ἄλλῃ ἐπιμελείᾳ καὶ αἱ τοῦ βίου λαμπηδόνες συνηγόρουν·
他生活的光輝,與其教導及其他勤勉之照顧,同為明證。
And the splendors of his life bore witness alongside his teaching and his other diligent care.
1:1332
ἐκείναις γὰρ φωτιζόμενοι καὶ τῶν λεγομένων ὑπήκουον καὶ ἄσμενοι τὰ δρώμενα κατεδέχοντο
因為受此光照,人們既聽從他所說的話,也欣然接受他所行的事。
For, illumined by these, they both obeyed his words and gladly welcomed his deeds.
1:1333
Πάντα γὰρ τῆς προεδρίας τὸν χρόνον περιττὸς μὲν ἦν αὐτῷ ὁ ἄρτος, περιττὸν δὲ τὸ ὕδωρ, ἄχρηστος δὲ ἡ κλίνη, περιττὴ δὲ ἡ τοῦ πυρὸς χρεία·
在他就任座牧職務的整段時間裡,麵包對他而言是多餘的,水是多餘的,床是無用的,用火之需也是多餘的。
For during the entire time of his presidency, bread was superfluous to him, water was superfluous, the bed was of no use, and the need of fire was superfluous.
1:1334
τεσσαράκοντα μὲν γὰρ νύκτωρ τὰς ἀντιφθεγγομένας ὑμνῳδίας ἐπλήρου τῶν διὰ μέσου γιγνομένων προσευχῶν διπλασιάζων τὸ μέτρον·
因為夜間他要完成四十遍應答式的聖詠吟唱,並將其間所作禱告的份量加倍。
For by night he would complete forty antiphonal hymns, doubling the measure of the prayers that came between them.
1:1335
τὸ δὲ λειπόμενον τῆς νυκτὸς ἐπὶ θρόνου καθῆστο βραχύ τι διαναπαύεσθαι παραχωρῶν τοῖς βλεφάροις
夜晚剩餘的時間,他便坐在座椅上,容許眼皮稍作休息。
For the remainder of the night he would sit upon a chair, granting his eyelids a brief respite.
1:1336
Ὅτι μὲν οὖν οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἔφη μὲν Μωϋσῆς ὁ νομοθέτης, ἀπεμνημόνευσε δὲ ταύτης τῆς φωνῆς ὁ δεσπότης τοῦ διαβόλου τὴν πρόκλησιν παραιτούμενος·
「人活著不是單靠食物」,立法者摩西曾如此說過;主也曾引用這句話,以拒絕魔鬼的挑釁。
That man shall not live by bread alone, Moses the lawgiver declared; and the Lord recalled this saying when he refused the devil's challenge.
1:1337
ὅτι δὲ καὶ ἄνευ ὕδατος διαβιῶναι τῶν δυνατῶν, οὐδαμοῦ τῆς θείας γραφῆς ἐπαιδεύθημεν
但關於連水也可以不需而活這件事,我們從未在神聖的經典中得到任何教導。
But that it is even possible to live without water, we have nowhere been taught by the divine Scripture.
1:1338
Καὶ γὰρ ὁ τοσοῦτος Ἠλίας πρῶτον μὲν ἀπὸ τοῦ χειμάρρου τὴν χρείαν ταύτην ἐπλήρου, ἔπειτα δὲ καὶ πρὸς τὴν Σαραφθίαν χήραν παραγενόμενος ὕδωρ αὐτῷ πρῶτον κομισθῆναι προσέταξεν, εἶθ' οὕτω τὸν ἄρτον ἐπήγγειλεν
因為連偉大的以利亞,起初也是靠那條旱溪解決此需;後來他來到撒勒法的寡婦那裡時,先吩咐人為他取水,然後才要求麵包。
For even the great Elijah first satisfied this need from the wadi, and afterward, coming to the widow of Zarephath, he first bade water be brought to him, and only then asked for bread.
1:1339
Ἀλλ' ὁ θαυμάσιος οὗτος ἀνὴρ οὔτε ἄρτου κατὰ τὸν τῆς ἀρχιερωσύνης μετέλαβε χρόνον οὔτε ὀσπρίων οὔτε λαχάνων ὁμιλησάντων πυρί, οὐχ ὕδατος ὃ τῶν τεττάρων στοιχείων πρῶτον παρὰ τοῖς τὰ τοιαῦτα δεινοῖς εἶναι δόξασιν ἐνομίσθη διὰ τὴν χρείαν·
但這位可敬之人,在其身居大祭司之職的整段時間裡,既不食用麵包,也不食豆類,也不食經火烹煮的蔬菜,甚至連水也不飲——而水,在那些被視為精通此道之人眼中,乃是四元素中因其必要性而被列為首位者。
But this admirable man, throughout the whole time of his high priesthood, partook neither of bread, nor of pulses, nor of vegetables that had touched fire, nor even of water — which, among the four elements, is reckoned first in importance by those deemed expert in such matters, on account of its necessity.
1:1340
ἀλλὰ θριδακίνας καὶ σέρεις καὶ σέλινα καὶ ὅσα τοιαῦτα καὶ τροφὴν ἐποιεῖτο καὶ πόμα, ἀρτοποιῶν καὶ ὀψοποιῶν περιττὰς ἀποφαίνων τὰς τέχνας
相反,萵苣、菊苣、芹菜之類的東西,既是他的食物,也是他的飲品,使得麵包師與廚師的技藝變得多餘。
Instead, lettuces, endive, celery, and the like served him as both food and drink, rendering the crafts of bakers and cooks superfluous.
1:1341
Ἐν δὲ τῇ ὥρᾳ τῆς ὀπώρας, ἐκείνη τὴν χρείαν ἐπλήρου·
而在秋果的季節裡,當季的果實便滿足了他的需要。
But in the season of autumn fruit, that produce met his need.
1:1342
καὶ τούτων δὲ μετὰ τὴν ἑσπερίνην μετελάγχανε λειτουργίαν
而即便如此,他也是在晚禱事奉之後才略微食用。
And even of these he partook only after the evening liturgy.
1:1343
Τοιούτοις δὲ πόνοις κατατήκων τὸ σῶμα ἄπληστον τοῖς ἄλλοις προσέφερεν ἐπιμέλειαν·
儘管以如此的操練消磨己身,他對他人的關懷卻毫不吝惜。
Yet while wasting his body away with such labors, he showed unstinting care for others.
1:1344
τοῖς γὰρ ἀφικνουμένοις ξένοις καὶ στιβὰς ἦν εὐτρεπὴς καὶ ἄρτοι λαμπροί τε καὶ ἔκκριτοι προσεφέροντο καὶ οἶνος ἀνθοσμίας καὶ ἰχθύες καὶ λάχανα καὶ τὰ ἄλλα ὅσα τούτοις συνέζευκται
對於前來投宿的異鄉客,他總備妥臥榻,並奉上精美上等的麵包、芳香的美酒、魚類、蔬菜,以及與這些相配的其他各樣食物。
For strangers who arrived, a couch was made ready, and fine, choice loaves were served, along with fragrant wine, fish, vegetables, and everything else that accompanies such fare.
1:1345
ξένοις διηκόνει μέν, οὐ συνειστιᾶτο δέ
他侍候客人用餐,自己卻不與他們同席共食。
He waited upon his guests, but did not dine with them.
1:1346
Ἐν δὲ ταῖς τῶν ζυγομαχούντων δίκαις διημερεύων, τοὺς μὲν καταλλάττεσθαι ἀλλήλοις ἀνέπειθε, τοὺς δὲ κατ ηνάγκαζε ταῖς ἡμέροις διδασκαλίαις μὴ πειθομένους
他終日忙於調解爭訟不休者的糾紛,有的人被他勸服而彼此和好,有的人若不服他溫和的教導,便被他強制促成和解。
Spending his days over the lawsuits of those at strife with one another, some he persuaded to be reconciled, while those not persuaded by his gentle teaching he compelled.
1:1347
Οὐδεὶς δὲ τῶν ἀδίκων θρασύτητι τὸ δίκαιον ἀπῆλθε νενικηκώς·
沒有一個不義之人能靠著蠻橫無理而戰勝公義離去。
And none of the unjust ever went away having overcome justice by sheer insolence.
1:1348
τῷ γὰρ ἀδικουμένῳ τὴν τοῦ δικαίου μοῖραν ἀεὶ προστιθεὶς ἄμαχον ἐδείκνυ καὶ τοῦ ἀδικεῖν ἐθέλοντος κρείττονα
因為他總是將公道的份量加在受屈者一方,使其無可撼動,勝過那意圖行不義之人。
For by always siding with the wronged party's claim to justice, he rendered it unassailable, and stronger than the one bent on committing injustice.
1:1349
Καὶ ἰατρῷ ἀρίστῳ ἐῴκει τῶν χυμῶν ἀεὶ τὸ πλεονάζον κωλύοντι καὶ τὴν ἰσομετρίαν μηχανωμένῳ ταῖς ὕλαις
他就像一位卓越的醫者,總是抑制體液中過盛之部分,並為諸元素謀求均衡。
And he resembled an excellent physician, always checking whatever humor was in excess and contriving a due balance among the elements.
1:1350
Τούτου καὶ τὴν θέαν ἐπόθησε βασιλεύς–ὑπόπτερος γὰρ ἡ φήμη πάντα ῥᾳδίως καὶ τὰ καλὰ καὶ τὰ χείρω μηνύουσα–καὶ πρὸς ἑαυτὸν ἐκάλει καὶ ἀφικνούμενον ἠσπάζετο καὶ τὴν ἀγροικικὴν ἐκείνην σισύραν τῆς οἰκείας ἁλουργῖδος τιμιωτέραν ἡγεῖτο
皇帝也渴望一睹此人的風采——因為名聲有如插翅,總能輕易傳揚一切事,無論好壞——於是召他前來;當他抵達時,皇帝擁抱了他,並且認為那件粗陋的羊皮衣,比自己的紫袍還要珍貴。
The emperor too longed to behold him — for fame, being winged, readily reports all things, both good and ill — and summoned him to his presence; and when he arrived, the emperor embraced him, and deemed that rustic sheepskin cloak more precious than his own imperial purple.
1:1351
Καὶ ὁ τῶν βασιλίδων χορὸς καὶ χειρῶν ἥπτετο καὶ γονάτων·
皇室眾女眷也紛紛握住他的手,抱住他的膝。
And the company of the royal ladies laid hold of his hands and his knees.
1:1352
καὶ ἱκέτευον ἄνδρα οὐδὲ ἐπαίειν τῆς ἑλλάδος ἐπιστάμενον γλώττης
她們懇求的,竟是一位連希臘語都聽不懂的人。
And they made supplication to a man who did not even understand the Greek language.
1:1353
Οὕτω καὶ βασιλεῦσι καὶ πᾶσιν ἀνθρώποις αἰδοῦς ἄξιόν ἐστι χρῆμα φιλοσοφία·
由此可見,哲學的(苦修)生活,無論對君王或對眾人而言,都是值得敬重之事。
So true it is that the philosophic life is a thing worthy of reverence, both to emperors and to all men.
1:1354
καὶ τελευτήσαντες δὲ οἱ ταύτης ἐρασταὶ καὶ φροντισταὶ μείζονος εὐκλείας τυγχά νουσιν
而其愛慕者與致力者,即便在辭世之後,也將獲得更大的榮耀。
And its lovers and devotees, once they have died, obtain even greater renown.
1:1355
Καὶ τοῦτο πολλαχόθεν μέν ἐστι καταμαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἐκ τῶν κατὰ τόνδε τὸν θεσπέσιον ἄνθρωπον
這一點,人可從許多事例中得知,尤其可從這位神聖之人的事蹟中得知,不遑多讓。
This one may learn from many quarters, and not least from what concerns this god-inspired man.
1:1356
Ἐπειδὴ γὰρ ἐτελεύτησε καὶ τοῦτο ἔμαθεν ὁ βασιλεύς, ἐβουλήθη μὲν ἔν τινι τῶν ἱερῶν αὐτὸν καταθεῖναι σηκῶν·
當他去世、皇帝獲悉此事後,便有意將他安葬於某座聖祠之中。
For when he died and the emperor learned of it, he wished to lay him to rest in one of the sacred shrines.
1:1357
μαθὼν δὲ ὡς ὅσιον εἴη τοῖς ποιμνίοις ἀποδοθῆναι τοῦ ποιμένος τὸ σῶμα, καὶ αὐτὸς προὔπεμπεν ἡγούμενος καὶ ὁ τῶν βασιλίδων χορὸς ἐφεπόμενος καὶ ἄρχοντες ἅπαντες καὶ ἀρχόμενοι, στρατιῶται καὶ ἰδιῶται
但當他得知,理應將這位牧者的遺體交還其羊群,便親自為送葬行列開道,皇室女眷隨行在後,連同所有官員與百姓、軍人與平民,無不參與。
But when he learned that it was fitting for the shepherd's body to be restored to his flock, he himself led the funeral procession, with the company of royal ladies following, and all the rulers and the ruled, soldiers and private citizens alike.
1:1358
Μετὰ ταύτης αὐτὸν τῆς σπουδῆς καὶ ἡ Ἀντιόχου ὑπεδέξατο πόλις καὶ αἱ μετὰ ταύτην ἕως εἰς τὸν μέγαν ἐκεῖνον ἀφίκετο ποταμόν·
安提阿城以同樣的熱忱迎接他,此後沿途諸城亦復如是,直到他抵達那條大河。
With like zeal the city of Antioch received him, and the cities after it, until he reached that great river.
1:1359
παρὰ δὲ τοῦ Εὐφράτου τὴν ὄχθην συνέθεον μὲν ἀστοί, συνέθεον δὲ ξένοι καὶ χωριτικοὶ πάντες καὶ οἱ ὅμοροι δὲ τῆς εὐλογίας ἀπολαύειν ἠπείγοντο
沿著幼發拉底河岸,城中居民聚攏而來,異鄉人也聚攏而來,鄉間眾人以及鄰近諸族亦爭相趕來,渴望蒙受這份祝福。
Along the bank of the Euphrates, townsfolk ran together, strangers ran together, and all the country people, and the neighboring peoples too hastened to partake of the blessing.
1:1360
Ῥαβδοφόροι δὲ πολλοὶ τῇ κλίνῃ παρείποντο τοὺς γυμνοῦν τὸ σῶμα τῆς ἐσθῆτος πειρωμένους καὶ ῥάκια λαμβάνειν ἐκεῖθεν ἐφιεμένους ὡς παίσοντες δεδιττόμενοι
許多執杖的隨從隨行於靈柩旁,以威嚇要打人的姿態,阻止那些企圖剝去遺體衣物、渴望從中取得布片作為聖物的人。
Many staff-bearers accompanied the bier, threatening with blows those who tried to strip the body of its garment and who were eager to snatch bits of cloth from it.
1:1361
Καὶ ἦν ἀκούειν τῶν μὲν ψαλλόν των, τῶν δὲ θρηνῳδούντων·
人們可以聽見有的在吟唱聖詠,有的在哀悼哭喪。
And one could hear some chanting psalms, and others singing lamentations.
1:1362
ἡ μὲν γὰρ ὀδυρομένη προστάτην ἐκάλει, ἡ δὲ τροφέα, ἡ δὲ ποιμένα τε καὶ διδάσκαλον·
有的婦女哀泣著稱他為保護者,有的稱他為供養者,有的稱他為牧者與教師。
For one woman, wailing, called him her protector, another her nourisher, another her shepherd and teacher.
1:1363
καὶ ὁ μὲν δακρύων πατέρα ὠνόμαζεν, ὁ δὲ ἐπίκουρον καὶ κηδεμόνα
有的男子含淚稱他為父,有的稱他為助佑者與監護人。
And one man, in tears, called him father, another, helper and guardian.
1:1364
Μετὰ τοιούτων εὐφημιῶν τε καὶ θρήνων τῷ τάφῳ τὸ ἅγιον ἐκεῖνο καὶ ἱερὸν παρέδωκαν σῶμα
在這樣的頌揚與哀悼聲中,他們將那聖潔而神聖的遺體安葬入墓。
Amid such acclamations and lamentations they committed that holy and sacred body to the tomb.
1:1365
Ἐγὼ δὲ θαυμάσας ὅτι τὴν πολιτείαν ἀμείψας τὸν βίον οὐ συμμετέβαλεν, οὐδὲ ἀνειμένην ἐν τῇ προεδρίᾳ ἠγάπησε δίαιταν, ἀλλὰ τοὺς ἀσκητικοὺς ἐπηύξησε πόνους, ἐν τῇ τῶν μοναχῶν αὐτὸν ἱστορίᾳ κατέλεξα καὶ τῆς ἀγαπη θείσης ὑπ' αὐτοῦ συμμορίας οὐκ ἐχώρισα καὶ τῆς ἐντεῦθεν ἐφιέμενος εὐλογίας
我讚嘆他雖然更改了生活的職份,卻未因此改變其行事之道,亦未在其職位上貪圖鬆懈的生活,反而加倍了苦修的操練;故我將他收錄於這部修士傳記之中,不將他與其所摯愛的團體分開,並藉此期盼獲得由此而來的祝福。
And I, marveling that, though he changed his manner of life, he did not change his way of living along with it, nor did he embrace an indulgent regimen in his presidency, but rather increased his ascetic labors, have included him in this account of the monks, and have not separated him from the company he so loved — desiring thereby to obtain his blessing as well.
1:1366
ΕΥΣΕΒΙΟΣ. Τοῖς προειρημένοις ἁγίοις προσθήσω καὶ τὸν μέγαν Εὐσέβιον ὃς οὐ πρὸ πολλοῦ μὲν ἐτελεύτησε χρόνου, πάμπολλα δὲ ἔτη βεβιωκὼς ἰσόμετρον μὲν τῷ χρόνῳ τὸν πόνον ὑπέμει νεν, ἰσόμετρον δὲ τῷ πόνῳ συνέλεξεν ἀρετήν, πολλαπλάσιον δὲ τὸ ἐντεῦθεν ἀπηνέγκατο κέρδος
歐瑟比烏斯。在前述諸聖徒之外,我還要加上偉大的歐瑟比烏斯,他不久前才辭世,享壽極高;他所忍受的操練與其歲月相稱,所積累的德行也與其操練相稱,並由此獲得了成倍的收穫。
EUSEBIUS. To the saints already mentioned I shall add also the great Eusebius, who died not long ago, having lived very many years; he endured labor commensurate with his lifespan, and gathered virtue commensurate with his labor, and from this reaped a many-fold gain.
1:1367
Ὁ γὰρ ἀγωνοθέτης τῇ φιλοτιμίᾳ τῶν ἀντιδόσεων ὑπερβαίνει τοὺς ἄθλους
因為賽事的裁判者,以其賞賜之慷慨,遠超過競賽者所付出的辛勞。
For the president of the contest, in the generosity of his recompense, surpasses the labors endured.
1:1368
Οὗτος τοίνυν ἄλλοις τὰ πρῶτα τὴν οἰκείαν καταπιστεύσας ἐπιμέλειαν ἤγετο ᾗ ἂν ἐκεῖνοι ἦγον·
此人起初將自身的操練託付於他人,便任由他們引導自己走向何方。
This man, then, having at first entrusted his own formation to others, allowed himself to be led wherever they led.
1:1369
ἄνδρες γὰρ ἦσαν καὶ αὐτοὶ θεῖοι καὶ τῆς ἀρετῆς ἀθληταί τε καὶ γυμνασταί
因為他們自己也是屬神之人,既是德行的競賽者,也是德行的教練。
For they too were godly men, athletes and trainers in virtue alike.
1:1370
Χρόνον δὲ τούτοις συνδιατρίψας καὶ εὖ καὶ καλῶς τῆς φιλοσοφίας τὴν ἐπιστήμην παραλαβὼν τὸν μονήρη βίον ἠσπάσατο·
他與他們共處一段時日,妥善且徹底地習得了苦修生活的知識後,便投身於獨居的生活。
Having spent time with them and duly and thoroughly acquired the discipline of the ascetic life, he embraced the solitary way.
1:1371
ταλαιπωρῶν τὸν λοιπὸν διετέλεσε βίον, ἐσθῆτι μὲν δερματίνῃ καλυπτόμενος, ἐρεβίνθοις δὲ καὶ κυάμοις ὕδατι δευομένοις τρεφόμενος
他在艱苦中度過餘生,身披皮衣,以浸水的鷹嘴豆與豆子為食。
He spent the rest of his life in hardship, clad in a garment of skins, and nourished on chickpeas and beans soaked in water.
1:1372
Καὶ ἰσχάδων δὲ ἔστιν ὅτε μετελάμβανεν ὑπερείδειν τοῦ σώματος τὴν ἀσθένειαν οὕτω πως πειρώμενος
有時他也會食用一些無花果乾,如此嘗試支撐身體的衰弱。
At times he also partook of dried figs, thereby seeking to sustain his body's weakness.
1:1373
Καὶ εἰς γῆρας δὲ ἐλάσας βαθὺ ὡς καὶ τῶν ὀδόντων τοὺς πλείστους ἀποβαλεῖν οὔτε τὴν τροφὴν οὔτε τὴν οἴκησιν ἤμειψεν·
即使到了年邁高齡,甚至掉了大部分牙齒,他仍未改變其飲食,也未改變其居所。
And even when he had come to a deep old age, so that he lost most of his teeth, he changed neither his diet nor his dwelling.
1:1374
ἀλλὰ καὶ ἐν χειμῶνι πηγνύμενος καὶ ἐν θέρει φλεγόμενος ἔφερε καρτερῶς τὰς ἐναντίας τοῦ ἀέρος ποιότητας, ἐρρικνωμένον μὲν ἔχων τὸ πρόσωπον, τεταριχευμένα δὲ ἅπαντα τὰ μέλη τοῦ σώματος
冬天凍僵、夏天灼燒,他仍堅忍地承受氣候相反的極端,面容枯槁,全身四肢如乾屍般乾癟。
But freezing in winter and scorched in summer, he bore steadfastly the opposing extremes of climate, his face shriveled, and all the limbs of his body withered like a mummy's.
1:1375
Οὕτω δὲ τοῖς πολλοῖς πόνοις τὸ σῶμα κατεδαπάνησεν ὡς μηδὲ τὴν ζώνην ἐπὶ τῆς ἰξύος μένειν, ἀλλ' ἐπὶ τὰ κάτω χωρεῖν·
他因種種操練而消瘦身體至此地步,連腰帶都無法繫在腰間,總是不斷往下滑落。
So thoroughly did his many labors waste away his body that his belt would not stay on his waist, but kept slipping down.
1:1376
κατηνάλωντο γὰρ καὶ γλουτοὶ καὶ ἰσχία καὶ παρεῖχον τῇ ζώνῃ ῥᾳδίαν τὴν ἐπὶ τὰ κάτω φοράν·
因為他的臀部與胯部都已消瘦殆盡,致使腰帶能輕易向下滑動。
For both his buttocks and his hips had wasted away, allowing the belt easy passage downward.
1:1377
τοιγάρτοι τῷ χιτῶνι τὴν ζώνην προσέρρα ψεν, οὕτω τὴν στάσιν αὐτῆς σοφισάμενος
因此他將腰帶縫在長衣上,如此巧妙地固定住它的位置。
And so he sewed the belt to his tunic, thus devising a way to keep it in place.
1:1378
Κομιδῇ δὲ αὐτὸν ἀπέκναιεν ἡ πρὸς τοὺς πολλοὺς ὁμιλία·
與眾人的往來交際,實在讓他疲憊不堪。
Association with crowds thoroughly wore him down.
1:1379
τὴν θείαν γὰρ διηνεκῶς φανταζόμενος θεωρίαν ἕλκειν ἐκεῖθεν οὐκ ἐβούλετο τὴν διάνοιαν
因為他持續沉浸於默觀神聖之異象,並不願因此將心思從中拉離。
For, being continually absorbed in contemplation of divine things, he was unwilling to draw his mind away from it.
1:1380
Ἀλλ' ὅμως καὶ θερμὸν ἔχων οὕτω τὸν ἔρωτα, ὀλίγοις τῶν γνωρίμων ἀποφράττειν τὴν θύραν καὶ εἴσω διαβαίνειν ἐπέτρεπε
然而,儘管懷有如此熾熱的渴望,他仍允許少數相識之人打開門,進入內室。
Yet, notwithstanding so ardent a longing, he permitted a few acquaintances to unbar the door and come inside.
1:1381
Καὶ τὴν ἀπὸ τῶν θείων λογίων τροφὴν προσφέρων, πάλιν ἀπιόντας ἐκέλευε τῇ θύρᾳ τὸν πηλὸν ἐπιθεῖναι
他向他們供應來自神聖經言的食糧,待他們離去時,又囑咐他們重新以泥封門。
And after offering them nourishment from the divine oracles, he would, when they departed, bid them seal the door again with clay.
1:1382
Καὶ τὴν πρὸς τοὺς ὀλίγους συντυχίαν φυγεῖν ἄμεινον ἡγησάμενος ἀπετείχισε τὴν εἴσοδον παντελῶς, τῇ θύρᾳ ἐκείνῃ λίθον μέγιστον προσαρμόσας
後來,他認為連與少數人相遇也最好避免,便將入口徹底封閉,在那扇門上安置了一塊巨石。
And, judging it better to avoid even the company of the few, he walled up the entrance completely, fitting a huge stone against that door.
1:1383
ἐκεῖθεν δὲ εἰσεδέχετο καὶ τὴν ὀλίγην ἐκείνην τροφήν
而那點微薄的食物,也是透過那裡遞入給他的。
And it was through there that he received even that scant portion of food.
1:1384
Πάλιν δὲ τὴν πρὸς ἅπαντας ἀπαγορεύσας διάλεξιν ἐμὲ μόνον τῆς γλυκείας ἐκείνης καὶ τῷ θεῷ φίλης ἠξίου φωνῆς·
他又再次拒絕與所有人交談,唯獨認為我配得聆聽他那甜美、且蒙神喜悅的聲音。
And again, having forbidden conversation with everyone else, he deemed me alone worthy of that sweet voice of his, dear also to God.
1:1385
καὶ ἀπιέναι βουλόμενον ἐπὶ πλεῖστον κατεῖχε περὶ τῶν οὐρανίων πραγμάτων διαλεγόμενος
每當我想要離去,他總會長時間留住我,與我談論天上的事。
And when I wished to leave, he would detain me a long while, discoursing on heavenly matters.
1:1386
Πολλῶν δὲ ὡς αὐτὸν ἀφικνουμένων καὶ τῆς εὐλογίας ἀπαιτούντων τὸ δῶρον, σφόδρα τούτων δυσχεράνας τὸν θόρυβον οὔτε τὸ γῆρας εἰς νοῦν λαβὼν οὔτε τὴν ἐπικειμένην ἀσθένειαν λογισάμενος ὑπερβαίνει τὸ θριγκίον οὐκ εὐεπί βατον ὂν οὐδὲ τοῖς μάλα σφριγῶσιν, καὶ τὴν πελάζουσαν τῶν ἀσκητῶν καταλαβὼν συμμορίαν, θριγκίῳ πάλιν σμικρῷ παρὰ τὴν τοῦ τοίχου γωνίαν χρησάμενος μετὰ τῶν συνήθων ἠγωνίζετο πόνων
當許多人前來向他索求祝福之恩賜、其喧鬧令他大為厭煩時,他不顧自己年邁,也不計較纏身的病弱,竟翻越那道女牆——即使身強力壯之人也難以攀越——來到鄰近的一群苦修士那裡,又在牆角處利用一小段女牆,繼續進行他慣常的操練。
But when many came to him demanding the gift of his blessing, greatly vexed at the commotion they caused, taking no account of his old age nor reckoning the infirmity that weighed upon him, he climbed over the parapet — no easy feat even for men in full vigor — and, reaching the neighboring community of ascetics, made use once more of a small parapet by the corner of the wall, and continued his accustomed labors.
1:1387
Ὁ ταύτης δὲ προστατεύων τῆς ποίμνης, ἀνὴρ. πάσης μεστὸς ἀρετῆς, ἰσχάσιν αὐτὸν ἔφη πέντε καὶ δέκα χρησάμενον τὰς ἑπτὰ τῆς ἁγίας νηστείας διελθεῖν ἑβδομάδας·
主持這群羊群的長者,一位滿有各樣德行之人,曾說他僅以十五顆無花果乾,便度過了聖大齋期的七個星期。
The man presiding over this flock — one full of every virtue — related that he passed through the seven weeks of the holy fast on just fifteen dried figs.
1:1388
καὶ τοῦτον ἠγωνίσατο τὸν ἀγῶνα πλειόνα μὲν ἢ ἐνενήκοντα ἔτη βεβιωκώς, ἀσθενείᾳ δὲ δυσδιηγήτῳ τετρυχωμένος
他之所以能進行這場搏鬥,是在他已年逾九十、且被難以言喻的病弱折磨殆盡之時。
And he waged this struggle though he had lived more than ninety years, and though worn down by an infirmity hard to describe.
1:1389
Ἀλλὰ τῆς ἀσθενείας ἦν κρείττων ἡ προθυμία καὶ ὁ θεῖος πόθος εὐμαρῆ πάντα ἐδείκνυ καὶ ῥᾴδια
然而他的熱忱勝過了他的衰弱,他對神的渴慕使一切都顯得輕省容易。
But his eagerness proved stronger than his infirmity, and his divine longing made everything seem light and easy.
1:1390
Τούτοις καὶ οὗτος τοῖς ἱδρῶσι περιρρεόμενος κατέλαβε τοῦ δρόμου τὴν νύσσαν καὶ τὸν ἀγωνοθέτην ὁρῶν καὶ τοὺς στεφάνους ποθῶν
就這樣汗流浹背地操練,他終於抵達了賽跑的終點,目光注視著賽事的裁判者,心中渴望那冠冕。
Streaming with these same labors' sweat, he too reached the finish-post of the race, his eyes fixed on the judge of the contest and his heart set on the crown.
1:1391
Ἐγὼ δὲ τῆς πρεσβείας ἐκείνης τυχεῖν ἀξιῶ ἧς ἔτι περιόντος ἀπέλαυον·
至於我,則祈願能再次獲得那份代求,如同他在世時我所曾享有的一般。
And I pray that I may obtain that same intercession which I used to enjoy while he was still living.
1:1392
ζῆν γὰρ αὐτὸν πιστεύω καὶ καθαρω τέραν ἔχειν πρὸς τὸν θεὸν παρρησίαν
因為我相信他仍然活著,並且在神面前擁有更為純淨的坦然無懼。
For I believe that he lives, and now possesses an even purer confidence before God.
1:1393
ΣΑΛΑΜΑΝΗΣ. Ἀδικεῖν νομίσας τὴν ἀρετὴν εἰ καὶ Σαλαμάνου τοῦ θαυμασίου τὸν βίον τοῖς ἐσομένοις μὴ γνωρίσαιμι, ἀλλ' ὑπὸ τῆς λήθης χωννυμένην περιΐδοιμι, ἐν κεφαλαίῳ ποιήσομαι τὴν διήγησιν
撒拉馬涅斯。我認為,若不把奇妙的撒拉馬涅斯之生平事蹟傳予後世,反而任其被遺忘所埋沒、置之不顧,便是有負於德行,故我將以簡要的方式記述其事。
SALAMANES. Judging that I would do virtue an injustice if I failed to make known the life of the wondrous Salamanes to generations to come, and instead let it be buried and overlooked in oblivion, I shall set down the account in brief.
1:1394
Κώμη τίς ἐστι τοῦ Εὐφράτου ποταμοῦ πρὸς ἑσπέραν αὐτῇ ἐπικειμένη τῇ ὄχθῃ, Καπερσανᾶ καλουμένη
幼發拉底河西岸有一座村莊,恰位於河堤之上,名叫卡佩爾撒那。
There is a village situated on the very bank of the Euphrates River, toward the west, called Capersana.
1:1395
Ἐκ ταύτης οὗτος ὁρμώμενος καὶ τὸν ἡσύχιον ἀσπαζόμενος βίον, ἐν τῇ ἀντιπέραν κώμῃ σμικρὸν οἰκίσκον εὑρὼν καθεῖρξεν ἑαυτὸν οὔτε θύραν οὔτε θυρίδα καταλιπών·
他從這村莊出發,擁抱靜修的生活,在對岸的村莊中找到一間小屋,便將自己封閉其中,既不留門,也不留窗。
Setting out from there, and embracing the life of stillness, he found a small hut in the village on the opposite bank, and shut himself up in it, leaving neither door nor window.
1:1396
ἅπαξ δὲ τοῦ ἔτους παρὰ τὴν γῆν ὀρύττων παντὸς τοῦ ἔτους ὑπεδέχετο τὴν τροφὴν οὐδενί ποτε ἀνθρώπων διαλεγό μενος·
他每年僅一次於地面掘開一處,藉此領受整年份的食物,從不與任何人交談。
Once a year, by digging at ground level, he would receive food for the entire year, never at any time conversing with anyone.
1:1397
καὶ τοῦτον τὸν τρόπον οὐκ ὀλίγον ἀλλ' ὅτι μάλιστα πλεῖστον διετέλεσε χρόνον
他以這樣的方式持續了很長的時間,絕非短暫。
And in this manner he continued, not for a little while, but for a very long time indeed.
1:1398
Καὶ ὁ τῆς πόλεως δὲ ἀρχιερεὺς ἧς ἦν ἡ κώμη, τὴν τοῦ ἀνδρὸς μαθὼν ἀρετήν, ἀφίκετο τῆς ἱερωσύνης αὐτῷ δοῦναι τὸ δῶρον βουλόμενος·
而該村莊所屬城市的主教,聽聞了此人的德行後,便前來,有意將司祭職的恩賜授予他。
And the bishop of the city to which the village belonged, having learned of the man's virtue, came, wishing to confer upon him the gift of the priesthood.
1:1399
καὶ διορύξας τοῦ οἰκίσκου τι μέρος εἰσελήλυθε καὶ τὴν χεῖρα ἐπέθηκε καὶ τὴν εὐχὴν ἐπετέλεσε καὶ πολλὰ μὲν πρὸς αὐτὸν ἔφη καὶ τὴν ἐπιγενο μένην ἐμήνυσε χάριν
主教挖穿小屋的一部分後進入其中,按手於他身上,行了祝聖禱文,並向他說了許多話,告知他所領受的這份恩典。
And digging through part of the hut, he entered, laid his hand upon him, and performed the prayer of ordination, and said much to him, disclosing the grace that had thus come upon him.
1:1400
Οὐδεμιᾶς δὲ φωνῆς ἀκούσας ἀπελήλυθεν ἀνοικοδομηθῆναι κελεύσας τὸ ὄρυγμα
但他未曾聽見任何一句回應,便離去了,並吩咐將那挖開的缺口重新砌合封閉。
But hearing not a single word in reply, he departed, having ordered that the opening be walled up again.
1:1401
Ἄλλοτε δὲ πάλιν οἱ τῆς κώμης ἐκείνης ἀφ' ἧς ὥρμητο, νύκτωρ τοῦ ποταμοῦ τὸν πόρον διαπεράσαντες καὶ τὸ οἴκημα διορύξαντες, λαβόντες αὐτὸν οὔτε ἀντιτείνοντα οὔτε κελεύοντα εἰς τὴν οἰκείαν κώμην φοράδην ἐκόμισαν καὶ τοιοῦτον ἕωθεν οἰκίσκον δειμάμενοι παραυτίκα καθεῖρξαν
又有一次,他原先出身的那個村莊的人,夜裡渡過河的淺灘,鑿穿他居所的牆壁,把他擄走——他既不抗拒,也不下令阻止——用擔架將他抬回自己的村莊,天一亮便照樣建了一間小屋,隨即把他關在裡面。
At another time again, the people of that village from which he had originally set out, crossing the ford of the river by night and breaking through the wall of his dwelling, took him — he neither resisting nor giving orders — and carried him off on a litter to their own village, and building at dawn just such a little house, immediately shut him up in it.
1:1402
Ὁ δὲ ὁμοίως ἡσυχίαν ἦγεν, οὐδὲν πρὸς οὐδένα διαλεγόμενος
他同樣持守靜修,對誰都一言不發。
But he likewise kept stillness, speaking to no one about anything.
1:1403
Μετ' ὀλίγας δὲ πάλιν ἡμέρας οἱ τῆς ἀντιπέραν κώμης, νύκτωρ πάλιν ἐπελθόντες καὶ τὸ οἴκημα διορύξαντες, πρὸς ἑαυτοὺς ἀπῆγον οὐκ ἀντιλέγοντα οὐδὲ μένειν βιαζόμενον οὐδ' αὖ πάλιν προθύμως ἀπαίροντα
又過了幾天,對岸村莊的人再次夜裡前來,鑿穿居所的牆壁,把他帶回自己那邊——他既不反對,也不勉強留下,卻也不欣然離去。
And again after a few days, the people of the village on the opposite bank, coming again by night and breaking through the wall of the dwelling, led him off to themselves — he neither objecting, nor forcing himself to stay, nor again eagerly setting out.
1:1404
Οὕτω νεκρὸν ἑαυτὸν παντελῶς τῷ βίῳ κατέστησε καὶ τὴν ἀποστολικὴν ἐκείνην φωνὴν ἀληθεύων ἐφθέγγετο
他就這樣使自己對今生完全死去,並且說出那使徒的話,真實應驗於己:
Thus he made himself utterly dead to this life, and spoke, truly fulfilling that apostolic saying:
1:1405
Χριστῷ συνεσταύρωμαι, ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·
「我已與基督同釘十字架;現在活著的不再是我,乃是基督在我裡面活著;」
I have been crucified with Christ; and it is no longer I who live, but Christ who lives in me;
1:1406
ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ ἀγαπήσαντός με καὶ δόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ
「並且我如今在肉身活著,是因信神的兒子而活;他愛我,為我捨了自己。」
and the life I now live in the flesh I live by faith in the Son of God, who loved me and gave himself for me.
1:1407
Τοιοῦτος καὶ οὗτος ἐγένετο
他也成了這樣的人。
Such a man he too became.
1:1408
Ἀρκεῖ γὰρ καὶ ταῦτα δεῖξαι τὴν πᾶσαν τοῦ βίου προαίρεσιν
僅此已足以顯明他一生的全部志向。
For even these things suffice to show the whole purpose of his life.
1:1409
Ἐγὼ δὲ καὶ τὴν ἐντεῦθεν καρπωσάμενος εὐλογίαν ἐπὶ τὴν τῶν ἄλλων διήγησιν μεταβήσομαι
而我從這段敘述中也收穫了祝福,如今便要轉入其他人的記述。
And I, having reaped a blessing from this account as well, will now pass on to the narration of the others.
1:1410
ΜΑΡΙΣ. Ὁμήρου κώμη τίς ἐστι παρ' ἡμῖν καλουμένη
瑪里斯。在我們那裡有一個村莊,名叫「荷馬村」。
MARIS. There is among us a village called the Village of Homerus.
1:1411
Παρὰ ταύτην οἰκίδιον οἰκοδομήσας βραχὺ Μάρις ὁ θεσπέσιος ἑπτὰ καὶ τριάκοντα ἐν αὐτῷ καθειργμένος διετέλεσεν ἔτη
神聖的瑪里斯就在這村莊旁邊建了一間小屋,在其中被關閉了三十七年之久。
Beside this village the divine Maris built a small dwelling, and remained shut up in it for thirty-seven years.
1:1412
Πολλὴν δὲ ἐκ τοῦ παρακειμένου ὄρους ὑπεδέχετο τὴν νοτίδα·
他從附近的山上承受了大量的濕氣;
And he received much dampness from the neighboring mountain;
1:1413
ἐν ὥρᾳ δὲ χειμῶνος καὶ λιβάδας τινὰς ὑδάτων ἀνέβλυζεν
到了冬季,那裡甚至還會湧出些許水流。
and in the season of winter it even welled up with certain trickles of water.
1:1414
Ὅση δὲ τοῖς σώμασιν ἐντεῦθεν ἐπιγίνεται βλάβη ἴσασι καὶ ἀστοὶ καὶ χωριτικοί·
由此對身體所造成的損害有多大,無論城裡人或鄉間人都知曉;
How great the harm to the body that arises from this, both townsmen and villagers know;
1:1415
καὶ γὰρ τοῖς ἀγροίκοις δῆλα τὰ παθήματα τὰ ἐντεῦθεν φυόμενα
因為即使對農夫而言,由此而生的病痛也是顯而易見的。
for indeed even to country folk the afflictions arising from this are evident.
1:1416
Ἀλλ' ὅμως οὐδὲ ταῦτα ἔπεισε τὴν ἱερὰν ἐκείνην κεφαλὴν τὸν οἰκίσκον ἀμεῖψαι, ἀλλὰ διέμεινε καρτερῶν ἕως τὸν δρόμον ἐξήνυσεν
然而即便如此,這一切也未能說服那聖潔的頭顱更換他的小屋,他仍舊堅忍不拔,直到跑完了賽程。
But nevertheless not even these things persuaded that sacred head to change his little dwelling; rather he continued enduring until he finished the course.
1:1417
Καὶ τὸν πρότερον δὲ βίον μετὰ τῶν τῆς ἀρετῆς διώδευσε πόνων, ὅθεν καὶ τῷ σώματι τὴν ἁγνείαν καὶ τῇ ψυχῇ διετήρησε
他先前的生活,也是在德行的勞苦中度過的,因此他在身體與靈魂上都保守了純潔。
His earlier life, too, he passed through amid the labors of virtue, whereby he preserved purity both in body and in soul.
1:1418
Καὶ τοῦτό μοι σαφῶς αὐτὸς κατεμή νυσεν ἄφθορον αὐτῷ διαμεῖναι τὸ σῶμα διδάξας καὶ οἷον ἀπὸ τῆς μητρῴας ἐξεληλύθει μήτρας, καὶ ταῦτα πολλὰς μὲν μαρτύρων πανηγύρεις ἐπιτελέσας ἡνίκα νέος ἐτύγχανεν, εὐφωνίᾳ δὲ καταθέλξας τοὺς δήμους·
這一點他親自向我清楚透露:他教導我,他的身體始終保持不朽,就如同從母腹中出來時一樣——儘管他年輕時曾主持過許多殉道者的慶典,並以美妙的歌聲迷倒了眾人;
And this he himself clearly disclosed to me, teaching that his body had remained incorrupt, just as it had come forth from his mother's womb — and this though he had celebrated many festivals of the martyrs when he was young, and had charmed the crowds with the sweetness of his voice;
1:1419
ψάλλων γὰρ ἐπὶ πλεῖστον διετέλεσε χρόνον, ὥρᾳ τε σώματος λάμπων
因為他長年持續詠唱聖歌,並且身姿也光彩照人。
for he continued chanting for a very long time, and he was also resplendent in the beauty of his body.
1:1420
Ἀλλ' ὅμως οὔτε τοῦ σώματος τὸ κάλλος οὔτε τῆς φωνῆς ἡ λαμπρότης, οὐχ ἡ τῶν πολλῶν ἐπιμιξία τὸ τῆς ψυχῆς ἐλυμήνατο κάλλος, ἀλλὰ τοῖς καθειργμένοις παραπλησίως βιοτεύων τῆς οἰκείας ἐπεμελεῖτο ψυχῆς·
然而,無論是他身體的美貌、聲音的動人,或是與眾人的往來,都未曾損害他靈魂的美善;他反倒過著如同被幽禁者一般的生活,悉心照料自己的靈魂;
But nevertheless neither the beauty of his body, nor the brilliance of his voice, nor his mingling with the crowds, marred the beauty of his soul; rather, living in a manner like those who are shut up in confinement, he took care of his own soul;
1:1421
ηὔξησε δὲ τὴν ἀρετὴν τοῖς τῆς καθείρξεως πόνοις
並藉著幽禁的勞苦,增長了自己的德行。
and he increased his virtue through the labors of his confinement.
1:1422
Τούτου πολλάκις τῆς συνουσίας ἀπέλαυσα·
我常常有幸與他相聚交談;
I often enjoyed his company;
1:1423
ἀποφράτ τειν γάρ μοι τὴν θύραν ἐκέλευε, καὶ εἰσιόντα δὲ περιεπτύσσετο καὶ μακροὺς περὶ φιλοσοφίας ἐξέτεινε λόγους
他總是吩咐我把門關上,待我進去後便擁抱我,並就修行生活侃侃而談,話語綿長。
for he would bid me shut the door, and when I entered, he would embrace me and extend long discourses concerning the philosophic [ascetic] life.
1:1424
Ἁπλότητι δὲ καὶ οὗτος διέλαμπε καὶ τὰ ποικίλα ἤθη παντά πασιν ἐβδελύττετο·
他也以純樸閃耀於世,並對各種浮誇多變的性情深惡痛絕;
He too was resplendent in simplicity, and utterly abhorred varied and complex characters;
1:1425
τὴν πενίαν δὲ ὑπὲρ τὴν ἄκραν εὐπορίαν ἠγάπησεν
他愛慕貧窮,勝過極致的富足。
and he loved poverty above the utmost wealth.
1:1426
Ἐνενήκοντα δὲ ἔτη βεβιωκὼς τοῖς ἐξ αἰγείων τριχῶν κατεσκευασμένοις ἱματίοις ἐχρῆτο
他雖已活了九十年,卻仍穿著山羊毛製成的衣服。
Though he had lived ninety years, he wore garments made of goat's hair.
1:1427
Ἄρτος δὲ καὶ ἅλες ὀλίγοι τῆς τροφῆς αὐτῷ τὴν χρείαν ἐπλήρουν
少量的餅與鹽,便足以滿足他飲食的需要。
A little bread and salt sufficed to meet his need for food.
1:1428
Ποθήσας δὲ διὰ χρόνου μακροῦ τὴν πνευματικὴν καὶ μυστικὴν θυσίαν προσφερομένην ἰδεῖν, ᾔτησεν ἐκεῖ γενέσθαι τὴν τοῦ θείου δώρου προσκομιδήν
他久已渴望能親眼看見那屬靈、奧秘的祭獻被奉上,於是請求就在那裡舉行神聖恩賜的獻祭。
Having longed, after a long time, to see the spiritual and mystical sacrifice offered, he asked that the presentation of the divine gift take place there.
1:1429
χωρίον–καὶ ταῖς τῶν διακόνων χερσὶν ἀντὶ θυσιαστηρίου χρησάμενος τὴν μυστικὴν καὶ θείαν καὶ σωτήριον θυσίαν προσήνεγκα
……那個地方——我便以執事們的雙手權充祭壇,獻上了那奧秘、神聖而救贖的祭。
...the place — and, using the hands of the deacons in place of an altar, I offered the mystical, divine, and saving sacrifice.
1:1430
Ὁ δὲ πάσης ἡδονῆς ἐνεφορεῖτο πνευματικῆς καὶ αὐτὸν ὁρᾶν τὸν οὐρανὸν ὑπελάμβανε καὶ ἔφασκεν οὐδεπώποτε εὐφροσύνης ἀπολελαυ κέναι τοσαύτης
他心中充滿了各樣屬靈的喜悅,以為自己彷彿親眼看見了天堂,並且說自己從未享受過如此大的歡樂。
And he was filled with every spiritual pleasure, and supposed that he was seeing heaven itself, and declared that he had never before enjoyed so great a joy.
1:1431
Ἐγὼ δὲ θερμῶς λίαν ὑπ' αὐτοῦ φιληθεὶς ἀδικήσειν ᾠήθην εἰ μὴ καὶ τελευτήσαντα εὐφημήσαιμι, ἀδικήσειν δὲ καὶ τοὺς ἄλλους εἰ μὴ τὴν ἀρίστην ταύτην φιλοσοφίαν προθείην εἰς μίμησιν
而我,因深受他熱切的愛護,心想若不在他去世後也稱頌他,便是虧待了他;又想若不將這至美的修行之道昭示於眾,供人效法,便是虧待了他人。
And I, having been very warmly loved by him, thought I would do him wrong if I did not praise him even after his death, and thought I would wrong others too if I did not set forth this excellent philosophic [ascetic] life for imitation.
1:1432
Καὶ νῦν τοίνυν τῆς παρ' αὐτοῦ τυχεῖν ἐπικουρίας ἀντιβολήσας πέρας ἐπιθήσω τῷ διηγήματι
如今,我便懇求得他相助,為這篇敘述劃下句點。
And now, therefore, having entreated to obtain assistance from him, I shall bring this narrative to an end.
1:1433
ΙΑΚΩΒΟΣ. Ἐπειδὴ τῶν ἀναρρηθέντων τῆς ἀρετῆς ἀθλητῶν τοὺς ἀγῶνας διεξήλθομεν, ἐν κεφαλαίῳ διηγησάμενοι καὶ τοὺς ἐν τῇ μελέτῃ πόνους καὶ τοὺς ἐν τοῖς ἀγῶσιν ἱδρῶτας καὶ τὰς λαμπροτάτας καὶ περιφανεστάτας νίκας, φέρε καὶ τῶν ἔτι περιόντων καὶ μεγαλοπρεπῶς ἀγωνιζομένων καὶ φιλονεικούντων νικῆσαι τοῖς ἱδρῶσι τοὺς προλαβόντας τὴν πολιτείαν συγγράψωμεν καὶ τοῖς ἐσομένοις καταλείψομεν ὀνησιφόρον μνήμην
雅各。既然我們已經歷數過先前所述諸位德行鬥士的爭戰,簡述了他們操練中的勞苦、爭戰中的汗水,以及最輝煌、最顯赫的勝利,那麼讓我們也來記述那些仍在世、正以卓越的姿態爭戰、並竭力以汗水超越前人的修行生活,為後世之人留下一份有益的紀念。
JAMES. Since we have gone through the contests of the athletes of virtue already recounted, narrating in summary both the labors of their training and the sweat of their contests and their most brilliant and illustrious victories, come, let us also record in writing the way of life of those who are still living and are contending magnificently and striving to surpass by their sweat those who went before them, and let us leave behind for those who are to come a memory that will profit them.
1:1434
Ὥσπερ γὰρ τῶν πάλαι ποτὲ διαπρε ψάντων ἁγίων ἡ πολιτεία τοῖς ἔπειτα μεγίστην ὠφέλειαν ἐκόμισεν, οὕτως ἀρχέτυπα τοῖς μεθ' ἡμᾶς τὰ τούτων γενήσεται διηγήματα
正如昔日那些卓越聖徒的修行生活,曾為後人帶來極大的益處;同樣地,這些記述也將成為我們身後之人的典範。
For just as the way of life of the saints who once long ago excelled brought the greatest benefit to those who came after, so too these accounts will become archetypes for those who come after us.
1:1435
Ἀρχὴν δὲ τούτων ποιήσομαι τὸν μέγαν Ἰάκωβον·
我要以偉大的雅各作為這些記述的開端;
And I shall make the great James the beginning of these accounts;
1:1436
οὗτος γὰρ τῶν ἄλλων καὶ τῷ χρόνῳ καὶ τῷ πόνῳ πρωτεύει καὶ τοῦτον ζηλώσαντες οἱ ζηλώσαντες τὰ θαυμαστὰ καὶ παράδοξα δρῶσιν
因為無論在年代或勞苦上,他都居於眾人之首,而那些效法他的人,都行出了奇妙而超凡的事。
for he holds first place among the others both in time and in labor, and those who have emulated him do wondrous and extraordinary things.
1:1437
Συνέβη δὲ οὐκ οἶδ' ὅπως καὶ τῶν ἀπελθόντων καὶ τῶν ἔτι περιόντων τοῦτο πρωτεῦσαι τὸ ὄνομα
說來奇怪,不知何故,無論是在已故者還是仍在世者當中,都是這同一個名字居於首位。
And it happened, I know not how, that this same name holds first place both among those who have departed and among those who still survive.
1:1438
Καὶ γὰρ τὴν ἐκείνων πολιτείαν διηγησάμενος ἀρχὴν τὸν θεῖον ἐκεῖνον ἐποιησάμην Ἰάκωβον ὃς τὴν περσικὴν ἐκείνην στρατιὰν ἐσκέδασε προσευχῇ καί, τῶν τοῦ ἄστεως περιβόλων κατα πεσόντων, οὔτε τὴν πόλιν ἁλῶναι συνεχώρησε καὶ τοὺς πολεμίους φυγεῖν κατηνάγκασεν ἐμπίδας αὐτοῖς ἐπιστρατεύ σας καὶ κώνωπας
因為當我敘述前人的修行生活時,正是以那位神聖的雅各為開端——他曾以禱告驅散波斯大軍;當城牆已然倒塌之時,他既不容許城池被攻陷,又率領蚋蟲與蚊子出擊,迫使敵軍潰逃。
For indeed, when I narrated their way of life, I made my beginning with that divine James who scattered that Persian army by prayer, and, when the walls of the city had fallen, neither allowed the city to be taken, but compelled the enemies to flee, marshaling against them gnats and mosquitoes.
1:1439
Ὁ ἐκείνου τοίνυν ὁμώνυμος καὶ ὁμότροπος τῆς τῶν ἔτι περιόντων ἀγωνιστῶν πρωτευέτω συμμορίας, οὐκ ἐπειδὴ τῆς προσηγορίας ἐστὶ κοινωνός, ἀλλ' ὅτι καὶ τὴν ἐκείνου ἐζήλωκεν ἀρετὴν καὶ παράδειγμα φιλοσοφίας αὐτὸς τοῖς ἄλλοις ἐγένετο
那麼,這位與他同名、性情相仿的人,就讓他在仍在世的鬥士群體中居於首位——不是因為名字相同,而是因為他效法了那人的德行,自己也成了他人修行生活的典範。
Let him, then, who bears that man's name and shares his character hold first place in the company of the contenders still living — not because he shares the name, but because he has emulated that man's virtue, and has himself become an example of the philosophic [ascetic] life for others.
1:1440
Μάρωνι γὰρ ἐκείνῳ τῷ πάνυ συγγενόμενος καὶ τῆς θείας αὐτοῦ διδασκαλίας μεταλαχὼν τοῖς μείζοσι πόνοις ἀπέκρυψε τὸν διδάσκαλον
他曾與那位偉大的馬倫朝夕相處,領受了他神聖的教導,卻以更大的勞苦,使自己的老師相形見絀。
For having closely associated with the great Maron and having partaken of his divine teaching, he has, by greater labors, surpassed [eclipsed] his teacher.
1:1441
Ὁ μὲν γὰρ καὶ περίβολον εἶχε τῆς παλαιᾶς πλάνης τὸ τέμενος καὶ σκηνὴν ἐκ δέρρεων τριχίνων ἐπήξατο καὶ ταύτῃ χρώμενος τὰς τοῦ ὑετοῦ καὶ νιφετοῦ διέφυγε προσβολάς·
那一位(馬倫)所居的圍地,原是古時謬妄異教的聖域;他在其中搭起一頂以毛氈簾幕做成的帳篷,藉此躲避風雨雪霜的侵襲;
For the one [Maron] had as his enclosure the precinct of an ancient error [a pagan shrine], and pitched a tent of hair-cloth curtains, and by using this he escaped the assaults of rain and snow;
1:1442
οὗτος δὲ πᾶσι τούτοις ἐρρῶσθαι φράσας, καὶ σκηνῇ καὶ καλύβῃ καὶ περιβόλῳ, ὄροφον ἔχει τὸν οὐρανόν, πάσας τοῦ ἀέρος τὰς ἐναντίας δεχόμενος προσβολάς, καὶ νῦν μὲν ὑετῷ λάβρῳ κατακλυζόμενος, νῦν δὲ κρυμῷ καὶ νιφετῷ πηγνύμενος, ἄλλοτε δὲ ταῖς ἀκτῖσι φλεγόμενός τε καὶ ἐμπιπράμενος καὶ πρὸς ἅπαντα καρτερῶν
而這一位,卻與這一切——帳篷、茅屋、圍地——一概告別,以蒼天為屋頂,承受空中一切相反的侵襲:時而被滂沱大雨沖淋,時而被霜雪凍僵,時而又被烈日曝曬灼燒——他卻對一切都堅忍到底。
but this man, having bidden farewell to all these — tent, hut, and enclosure alike — has the sky itself as his roof, receiving all the contrary assaults of the air: now deluged by driving rain, now frozen stiff by frost and snow, and at other times scorched and set ablaze by the sun's rays — enduring all of it.
1:1443
Καὶ ὡς ἐν ἀλλοτρίῳ ἀγωνιζόμενος σώματι καὶ φιλονεικῶν τῇ προθυμίᾳ νικῆσαι τὴν τοῦ σώματος φύσιν– θνητὸν γὰρ τοῦτο καὶ παθητὸν περικείμενος ὡς ἐν ἀπαθεῖ πολιτεύεται–καὶ τὴν ἀσώματον ζωὴν ἐν σώματι μελετῶν μετὰ τοῦ θεσπεσίου Παύλου βοᾷ·
他彷彿是在一具並非屬己的身體中爭戰,滿懷熱忱地要征服肉身的本性——他雖披著這必死、能受苦的軀體,卻活得彷彿身披不能受苦之體一般——並在肉身之中操練無形無質的生命,與神聖的保羅一同呼喊:
And as though contending in a body not his own, and striving eagerly to conquer the nature of his body — for though clothed in this mortal and passible flesh, he lives as though clothed in one incapable of suffering — and practicing an incorporeal life within a body, he cries out with the divine Paul:
1:1444
Ἐν σαρκὶ περιπατοῦντες οὐ κατὰ σάρκα στρατευόμεθα·
「我們雖然在肉身行事,卻不憑肉身爭戰;」
Though we walk in the flesh, we do not war according to the flesh;
1:1445
τὰ γὰρ ὅπλα ἡμῶν οὐ σαρκικά, ἀλλὰ δυνατὰ τῷ θεῷ πρὸς καθαίρεσιν ὀχυρω μάτων·
「因我們爭戰的兵器本不是屬肉體的,乃是憑著神,有能力可以攻破堅固的營壘,」
for the weapons of our warfare are not fleshly, but mighty through God for the pulling down of strongholds;
1:1446
λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ θεοῦ καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ
「將各樣的計謀,並一切自高之事,攔阻人認識神的,都攻破了,又將人所有的心意奪回,使它都順服基督。」
casting down reasonings and every high thing that raises itself against the knowledge of God, and taking every thought captive to the obedience of Christ.
1:1447
Ἀλλὰ τούτους τοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐν μείοσιν ἐμελέτησε πόνοις
但這超乎本性的爭戰,他先是以較輕的勞苦來操練自己。
But he trained for these contests beyond nature by means of lesser labors first.
1:1448
ψυχὴν ἐλευθερώσας καὶ τῇ τοῦ θεοῦ μνήμῃ προσηλώσας τὸν νοῦν, οὕτω τὴν τῆς ἐντελοῦς ἀρετῆς ἐποιεῖτο μελέτην
他使自己的靈魂得以自由,並將心智專注於對神的記念,如此操練完全的德行。
Having freed his soul and fixed his mind upon the remembrance of God, thus he pursued the practice of perfect virtue.
1:1449
Γυμνασάμενος δὲ ἄριστα καὶ τῶν ἀγαθῶν πόνων ἐθάδα τὴν ψυχὴν ἀποφήνας τῶν μειζόνων κατετόλμησεν ἄθλων·
他既已極出色地操練自己,使自己的靈魂習慣於美善的勞苦,便勇於投身更大的爭戰;
And having trained himself excellently, and having made his soul accustomed to good labors, he ventured upon the greater contests;
1:1450
καὶ τοῦτο τὸ ὄρος καταλαβὼν ὃ τοῦδε τοῦ ἄστεως τριάκοντα σταδίους ἀφέστηκεν, ἐπίσημον ἀπέφηνε καὶ σεβάσμιον, ἄσημον ὂν πάλαι καὶ ἄκαρπον παντελῶς
他佔據了這座距此城三十斯塔迪昂遠的山,使它變得聲名遠播、令人敬重,儘管它從前默默無聞,且全然貧瘠不毛。
and taking possession of this mountain, which is thirty stades distant from this city, he made it notable and venerable, though it was formerly obscure and utterly barren.
1:1451
Τοσαύτην δὲ νῦν εὐλογίαν δεδέχθαι πεπίστευται ὡς τὴν ἐπικειμένην δαπανᾶσθαι γῆν, τῶν πάντοθεν ἀφικνουμένων εἰς ὠφέλειαν ταύτην κομιζομένων
人們如今相信這山蒙受了如此浩大的祝福,以致它表層的泥土都被消耗殆盡,因為各地前來的人都取走這泥土,以求得益處。
And it is now believed to have received so great a blessing that the very soil resting upon it is being used up, as those who come from every quarter carry it away for their benefit.
1:1452
Ἐν τούτῳ διαιτώμενος ὑπὸ τῶν παραγινομένων ἁπάντων θεωρεῖται, οὐκ ἄντρον ἔχων, ὡς ἔφην, οὐ σκηνήν, οὐ καλύβην, οὐ θριγκίον, οὐχ αἱμασιὰν περιφράττουσαν, ἀλλὰ καὶ προσευχόμενος ὁρᾶται καὶ διαναπαυόμενος καὶ ἑστὼς καὶ καθήμενος καὶ ὑγιαίνων καὶ ἀρρωστίᾳ τινὶ κατεχόμενος ὡς διηνεκῶς ὑπὸ θεαταῖς ἀγωνίζεσθαι καὶ τὰς ἀνάγκας τῆς φύσεως ἀποκρούεσθαι
他就住在那裡,被所有前來的人親眼看見;正如我所說,他既無洞穴,也無帳篷、茅屋、女牆,也無圍砌的石牆遮蔽;人們看見他禱告、休息,或站或坐,或健康、或被某種疾病所困——彷彿他無時無刻不是在觀眾面前爭戰,就連生理上不得不做的事,也要當眾應付。
Dwelling there, he is seen by all who come to him, having, as I said, neither cave, nor tent, nor hut, nor parapet, nor an enclosing wall of stones; but he is seen both praying and resting, both standing and sitting, both when in good health and when held by some sickness, so that he contends continually before spectators and must repel even the necessities of nature [before onlookers].
1:1453
Οὐδὲ γὰρ τοῖς ἄλλοις ἀνθρώποις ἐν ἐλευθερίᾳ βραχείᾳ τεθραμμένοις, ξένων παρόντων, εὐπετὲς τὰς τῶν περιττωμάτων ἐκκρίσεις ποιεῖ σθαι μή τί γε ἀνδρὶ τὴν ἄκραν φιλοσοφίαν ἐξησκημένῳ
因為即便是尋常人,即使自幼享有些許隱私,若有陌生人在場,要排解身體的穢物尚且不易,何況是一位修習了極致修行之道的人呢。
For not even other men, who have been brought up with but a little privacy, find it easy to relieve themselves of bodily wastes when strangers are present — let alone a man who has practiced the utmost philosophic [ascetic] life.
1:1454
Καὶ ταῦτα λέγω, οὐ παρ' ἄλλου τοῦτο μαθών, ἀλλ' αὐτὸς αὐτόπτης γεγενημένος
我這樣說,並非聽聞於他人,而是我自己親眼所見。
And I say this, not having learned it from another, but having myself become an eyewitness.
1:1455
Πρὸ τεττάρων γὰρ καὶ δέκα ἐνιαυτῶν νόσος αὐτῷ χαλεπὴ προσπεσοῦσα διέθηκεν ὡς ἦν εἰκὸς τὸν θνητὸν ἔχοντα σῶμα
十四年前,一場嚴重的疾病降臨在他身上,使他遭受了凡有必死之身者理當承受的病苦。
For fourteen years ago, a severe illness befell him and afflicted him as was to be expected for one who possessed a mortal body.
1:1456
Θέρος γὰρ ἦν ἀκμάζον καὶ σφοδρό τερον ἐξήπτετο τῆς ἀκτῖνος ἡ φλὸξ τῶν μὲν ἀνέμων κεκοιμισμένων, ἀκινήτου δὲ μένοντος τοῦ ἀέρος
那時正值盛夏,風已止息,空氣一動不動,烈日的火焰因而燒得更加猛烈。
For it was the height of summer, and the sun's blazing ray burned all the more fiercely, since the winds had fallen still and the air remained motionless.
1:1457
Τὸ δὲ πάθος ἦν πλημμύρα χολῆς φερομένης ἐπὶ τὰ κάτω καὶ δακνούσης τὸ ἔντερον καὶ συνωθούσης καὶ τρέχειν ἐπὶ τὰ ἔξω βιαζομένης
這病症乃是膽汁如洪流般向下奔湧,咬噬腸道,使其緊縮,並迫使排泄不止。
And the malady was a flood of bile carried downward, biting into the intestine, pressing it together, and forcing it to run outward.
1:1458
Τότε τὴν πολλὴν τοῦ ἀνδρὸς καρτερίαν ἐθεασάμην
那時我親眼見證了這人極大的堅忍。
Then I witnessed the man's great endurance.
1:1459
Παμπόλλων γὰρ χωρίτων συναθροισθέντων ὡς ἁρπασομένων τὸ σῶμα τὸ νικηφόρον, καθῆστο διχόθεν βαλλόμενος·
因為有極多村民聚集而來,彷彿要奪取他那得勝的遺體(一般)——他就坐在那裡,兩面受迫;
For when a very great number of villagers had gathered, as though about to seize his victorious body, he sat there, assailed from two sides;
1:1460
ἡ μὲν γὰρ φύσις ἰέναι ἐπὶ τὴν ἔκκρισιν κατηνάγκαζεν, ἡ δὲ τῆς παρεστηκυίας πληθύος αἰδὼς μένειν ἐπὶ σχήματος ἐβιάζετο
一方面,本性迫使他必須去排泄;另一方面,站立在旁的群眾使他感到羞愧,逼得他不得不維持原姿不動。
for on the one hand nature compelled him to go relieve himself, while on the other hand shame before the crowd standing by forced him to remain in his fixed posture.
1:1461
Ἐγὼ δὲ τοῦτο γινώσκων πολλὰς μὲν τοῖς συνελθοῦσι παραινέσεις προσήνεγκα, πολλὰς δὲ καὶ ἀπειλάς, ἀπιέναι κελεύων·
我深知此情,便向聚集的人群多方勸誡,也多次以言語警告,命令他們離去;
And I, knowing this, gave many exhortations to those who had gathered, and many threats as well, bidding them to depart;
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。