📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 以賽亞書註釋

西奧多勒

以賽亞書註釋 第 1 章 第 10/24 段

希臘文原文.258 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2311–1:2568(全章共 6051 節)

← 上一段下一段 →
1:2311
οὐδὲν γὰρ τέθηλε παρ' ἐκείνοις, ἐπειδὴ τὸν τῆς χάριτος ὑετὸν οὐκ εἰσδέχεται
因為在他們中間一無所生,既然他們不領受恩典的雨水。
For nothing flourishes among them, since they do not receive the rain of grace.
1:2312
Γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε·
「從觀看之處而來的婦女們哪,你們前來罷」;
'Women who come from the spectacle, draw near';
1:2313
οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν
「因為這是無知的民」。
'for it is a people that has no understanding.'
1:2314
Γυναῖκας καλεῖ τὰς τῶν ἐθνῶν πόλεις τὰς ἐν αὐταῖς ἐκκλησίας τὰς τῆς Ἱερουσαλὴμ θεωμένας τὴν ἐρημίαν, καὶ παρακελεύεται τὴν ἐκείνων ἀπιστίαν φυγεῖν·
他所稱的「婦女」乃是指列邦的城市,或是其中的眾教會,牠們目睹耶路撒冷的荒涼;他勸勉牠們要逃避那些人的不信。
By 'women' he means the cities of the nations, or the churches within them, which behold the desolation of Jerusalem; and he exhorts them to flee the unbelief of those people.
1:2315
συνιέναι γὰρ οὐκ ἐθέλουσι τὸ συμφέρον, οὗ δὴ χάριν καὶ συγγνώμης ἐστέρηνται
因為他們不肯明白甚麼是有益的,正因如此,他們也被剝奪了赦免。
For they are unwilling to understand what is profitable, and for this very reason they have also been deprived of pardon.
1:2316
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων
「到那日,耶和華必從大河的溝渠起,直到利挪哥路拉,把水堵塞」。
'And it shall be in that day that the Lord shall dam up the waters from the canal of the river as far as Rhinocorura.'
1:2317
Τοῦτο οἱ Ἄλλοι Ἑρμη νευταὶ ἔφ ασαν ἀπὸ ὄρους τοῦ ποταμοῦ ἕως τοῦ χειμάρρου Αἰγύπτου καταπαύσει τὰ ῥεῖθρα. Οὔτε γὰρ ποταμὸς οὔτε διῶρυξ ἀσέβεια ἀλλὰ χειμάρρους ἐξ ἐράνου συνιστάμενος καὶ πρόσκαιρον ἔχων τὴν σύστασιν
這一句其他的譯者這樣翻譯:「他必從大河的山起,直到埃及的溪流,止住那些水流。」因為不敬虔既非江河,亦非溝渠,乃是一條由眾人湊集而成、其存在只是暫時的急流。
This the Other Translators rendered thus: 'From the mountain of the river as far as the wadi of Egypt he shall stop the streams.' For impiety is neither a river nor a canal, but a wadi formed from a common contribution and having only a temporary constitution.
1:2318
Ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατὰ ἕνα ἕνα
「你們卻要將以色列的兒女一個一個地招聚起來」。
'But you, gather together the sons of Israel one by one.'
1:2319
Τοῖς ἱεροῖς ἀποστόλοις λόγος παρακελεύεται·
這話語是向那些神聖的使徒發出命令。
The word gives this charge to the sacred apostles.
1:2320
αὐτοὶ γὰρ τὰς κατὰ τὴν οἰκουμένην περινοστοῦντες συναγωγὰς πρώτοις Ἰουδαίοις τὸν λόγον ἐκήρυττον καὶ τοὺς τῷ θείω κηρύγματι πειθομένους τῷ δεσπότῃ προσέφερον
因為正是他們周遊普天下各處的會堂,首先向猶太人傳講這道,並將那些信服神聖宣講的人帶到主面前。
For it was they who, travelling round the synagogues throughout the world, first preached the word to the Jews and brought those who were persuaded by the divine proclamation to the Master.
1:2321
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπίσουσι τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνή σουσι τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἱερουσαλήμ
「到那日,人要吹大號角,那些在亞述地滅亡的,和那些在埃及地滅亡的,都要前來,在耶路撒冷的聖山上敬拜耶和華」。
'And it shall be in that day that they shall sound the great trumpet, and those who were lost in the land of the Assyrians shall come, and those who were lost in Egypt, and they shall worship the Lord upon the holy mountain in Jerusalem.'
1:2322
τῶν γὰρ τῆς ἀληθείας κηρύκων εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν φθόγγος καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα
因為真理使者的聲音傳遍了全地,他們的言語傳到了世界的盡頭。
For the sound of the heralds of the truth went out into all the earth, and their words to the ends of the world.
1:2323
Οὗτοι τὰ πλανώμενα συναγαγόντες πρόβατα ἀπολωλότα οἴκου Ἰσραήλ, συναγαγόντες δὲ καὶ τὰ ἄλλα πρόβατα, οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, μίαν ποίμνην κατεσ κεύασαν τῷ δεσπότῃ καὶ ταύτην νέμουσιν ἐν τῷ ὄρει Σιών, τῆς θεολογίας αὐτοῖς ὑποδεικνύντες τὸ ὕψος
這些人招聚了以色列家迷失喪亡的羊,又招聚了那不屬這圈的別的羊,為主組成了一群羊,並在錫安山上牧養這群羊,向他們指明神學的崇高。
These men, gathering the wandering, lost sheep of the house of Israel, and gathering also the other sheep which are not of this fold, formed one flock for the Master, and they pasture this flock upon Mount Zion, showing them the height of theology.
1:2324
Καὶ τῆς ἄνω Ἱερουσαλὴμ <...> εἰ ὀνομάζοι, οὐκ ἂν ἁμάρτοι τῆς | | ἀληθείας
若有人稱它為那在上的耶路撒冷,也不會偏離真理。
And if one should name it the Jerusalem that is above, he would not stray from the truth.
1:2325
Ἀγαπᾷ κύριος τὰς πύλας Σιὼν ὑπὲρ πάντα τὰ σκηνώματα Ἰακώβ. Ταύτας δὲ ἡμεῖς ἀγαπήσωμεν τὰς πύλας καὶ ταύταις διηνεκῶς προσεδρεύσωμεν, ἵνα δι' ἐκείνων εἰς τὴν τριπόθητον ἐκείνην εἰσέλθωμεν πόλιν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ δόξα σὺν πνεύματι ἁγίῳ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
「耶和華愛錫安的城門,勝過雅各一切的帳幕。」願我們也愛這些城門,並常常在其旁守候,好叫我們藉著這些門進入那令人萬分嚮往的城,這是靠著我們主耶穌基督的恩典與慈愛;願榮耀藉著祂歸與父,並歸與聖靈,從今直到永永遠遠。
'The Lord loves the gates of Zion more than all the tents of Jacob.' Let us also love these gates and continually attend upon them, that through them we may enter into that thrice-desired city, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom be glory to the Father together with the Holy Spirit, now and ever and unto the ages of ages.
1:2326
Ἐν τοῖς ἔναγχος ἑρμηνευθεῖσι τὰ κατὰ τὴν Ἱερουσαλὴμ προθεσπίσας καὶ τῶν ἱερῶν ἀποστόλων προαγορεύσας τὸ κήρυγμα, τὰ συμβησόμενα ταῖς δέκα προλέγει φυλαῖς·
在方才所解釋的內容中,他既已預言了關乎耶路撒冷的事,又預告了那些神聖使徒的宣講,如今他預言那將要臨到十支派身上的事。
In what was recently expounded, having foretold the things concerning Jerusalem and announced beforehand the preaching of the sacred apostles, he now predicts what will befall the ten tribes.
1:2327
Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ
「禍哉,那驕橫的冠冕,以法蓮的雇工」;
'Woe to the crown of insolence, the hirelings of Ephraim';
1:2328
τούτους γὰρ ἀεὶ κατὰ τῆς Ἱερουσαλὴμ ἐμισθοῦντο
因為這些人總是受雇來攻擊耶路撒冷。
for these men were always hired against Jerusalem.
1:2329
Στέφανον δὲ ὕβρεως τὴν ἀλαζονικὴν καλεῖ αὐτῶν βασιλείαν·
他以「驕橫的冠冕」稱呼他們那狂妄的王國;
By 'crown of insolence' he calls their arrogant kingdom;
1:2330
καὶ τοῦ θεοῦ γὰρ ἀπέστησαν καὶ κατὰ τῶν ἀδελφῶν ἐφρόνουν μέγα
因為他們既背離了神,又向自己的弟兄心懷高傲。
for they both revolted from God and were haughtily minded against their brethren.
1:2331
Οὕτω δὲ καὶ Σύμμαχος ἔφη·
西瑪庫也是這樣說:
So too Symmachus said:
1:2332
Οὐαὶ στέφανος ὑπερηφανίας. Τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἱ με θύοντες ἄνευ οἴνου
「禍哉,驕傲的冠冕。那從榮耀墜落的花,在肥美之山的巔頂上,那些無酒卻醉的人。」
'Woe, a crown of pride. The flower that has fallen from glory upon the summit of the fertile mountain, those who are drunk without wine.'
1:2333
Ἄνθος δόξης ἐκπεσὸν τὴν ἐξ <εὐ>ημε ρίας εἰς κακοπραγίαν μεταβολὴν ὠνόμασεν, κορυφὴν δὲ ὄρους παχέος τὸν Ἀσσύριον ἡγοῦμαι καλεῖσθαι διά τε τὸ ὕψος τῆς βασιλείας καὶ τὴν τῆς καρδίας παχύτητα, μέθην δὲ ἄνευ οἴνου τὴν τῶν εἰδώλων μανίαν
他以「墜落的榮耀之花」命名那從順境轉為逆境的變化;而以「肥美之山的巔頂」,我認為是指亞述人,既因其王國的高聳,又因其心的頑梗;並以「無酒之醉」指那對偶像的瘋狂。
By 'flower of glory that has fallen' he named the change from prosperity to misfortune; and by 'summit of the fertile mountain' I think the Assyrian is called, both because of the height of his kingdom and because of the grossness of his heart; and by 'drunkenness without wine' the madness for idols.
1:2334
Ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν παρὰ κυρίου θυμὸς κυρίου καὶ ὀργὴ ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη, ὡς ὕδατος πολλοῦ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυσιν ταῖς χερσὶ καὶ τοῖς ποσίν
「看哪,主的忿怒是從主而來剛強猛烈的,那怒氣如冰雹傾降,無處遮蔽,猛力傾降,如大水沖過一地;祂必用手用腳使那地得安息。」
'Behold, the wrath of the Lord is something strong and hard from the Lord, and anger like hail carried down, having no shelter, carried down with violence, like a great abundance of water sweeping through a land; he shall make rest for the land with his hands and feet.'
1:2335
Τοῦ θεοῦ τὴν ὀργὴν ἀπεικάζει χαλάζῃ σφο δρο τάτῃ κατά τινων φερομένῃ σκέπην οὐδεμίαν ἐχόντων καὶ χειμάρρῳ μεγίστῳ πλημμυροῦντι καὶ τὴν παρακειμένην παρασύροντι γῆν καὶ μὴ συγχωροῦντι μήτε τοῖς ποσὶ τῶν ἐμπιπτόντων στῆναι μήτε ταῖς χερσὶ διαν ή ξασθαι
他將神的忿怒比作最猛烈的冰雹傾降在某些無處遮蔽的人身上,又比作一條極大的急流氾濫,沖走鄰近之地,既不容跌入其中的人用腳站立,也不容他們用手游過。
He likens the wrath of God to the fiercest hail carried down upon certain people who have no shelter, and to a very great torrent flooding and sweeping away the adjacent land, permitting neither those who fall into it to stand with their feet nor to swim across with their hands.
1:2336
Καὶ καταπατηθήσεται στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ
「那驕橫的冠冕必被踐踏,就是以法蓮的雇工。」
'And the crown of insolence shall be trodden down, the hirelings of Ephraim.'
1:2337
Τουτέστιν οἱ ἐπίκουροι αὐτοῦ, ἐφ' οἷς ἐφρόνει μέγα
這就是說,他的援兵,就是他所倚仗而心懷高傲的。
That is, his allies, in whom he was haughtily confident.
1:2338
Καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης αὐτοῦ ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομον σύκου·
「那從他榮耀的指望墜落的花,在高山之巔,必如無花果樹初熟的果子;」
'And the flower that has fallen from the hope of his glory upon the top of the high mountain shall be like the early fruit of the fig tree;'
1:2339
ἰδὼν αὐτό, πρὶν εἰς τὴν χεῖρα αὐτοῦ λαβεῖν αὐτό, θελήσει αὐτὸ καταπιεῖν
「人看見它,還沒有拿到手裡,就想要吞吃它。」
'which, when one sees it, before he takes it into his hand, he will wish to swallow it down.'
1:2340
Τοῦ Σαλμανάσαρ ἐπελθόντος ταῖς δέκα φυλαῖς καὶ μέντοι καὶ τοῦ Σεναχηρὶμ ὕστερον, διέφυγόν τινες τὸν ἀνδραποδισμὸν ἐν τοῖς ὄρεσι λαθόντες, μετὰ δὲ τὴν τῶν πολεμίων ἀναχώρησιν ἐν μέρει τινὶ τῆς οἰκείας ᾤκησαν χώρας
當撒縵以色來攻打十支派,後來西拿基立也來攻打時,有些人藏匿在山中,逃過了被擄為奴,待仇敵撤退之後,他們便定居在自己國土的某一部分。
When Shalmaneser came against the ten tribes, and afterward Sennacherib as well, some escaped enslavement by hiding in the mountains, and after the withdrawal of the enemy they settled in a certain part of their own country.
1:2341
Ταύτης ἦν καὶ Γαλιλαία·
加利利也屬於這一部分;
Galilee too belonged to this;
1:2342
τῶν δέκα γὰρ ἦν αὕτη φυλῶν·
因為它原是十支派之一。
for it was of the ten tribes.
1:2343
Χώρα γάρ φησι Ζαβουλὼν καὶ γῆ Νεφθαλίμ, Γαλιλαία τῶν ἐθνῶν. Ἐκ ταύτης ἦν τῆς χώρας ἱερὸς τῶν ἀποστόλων χορός
因為經上說:「西布倫地和拿弗他利地,就是外邦人的加利利。」那神聖的使徒團隊正是出於這地。
For it says, 'The land of Zebulun and the land of Naphtali, Galilee of the nations.' From this country was the sacred choir of the apostles.
1:2344
Προλέγει τοίνυν ὡς ἀξιέραστοι πᾶσιν ἔσονται ὡς σῦκον πρώιμον ὅπερ λίαν ἐστὶ τοῖς θεωμένοις ἐπέραστον
因此他預言,他們必成為眾人所渴慕的,如同初熟的無花果,對觀看的人極其可愛。
He foretells, then, that they will be objects of longing to all, like the early fig, which is exceedingly desirable to those who behold it.
1:2345
Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται κύριος Σαβαὼθ στέφανος τῆς ἐλπίδος πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ
「到那日,萬軍之耶和華必作指望的冠冕,是用榮耀編成的,賜給祂剩餘的百姓。」
'In that day the Lord of Sabaoth shall be the crown of hope, plaited from glory, for the remnant of his people.'
1:2346
Τὸν ἀποστολικὸν ὑποδείξας χορὸν τὸν τούτων ὑποδείκνυσι δεσπότην·
他既已指明那使徒的團隊,如今又指明他們的主;
Having pointed out the apostolic choir, he now points out their Master;
1:2347
οὗτος γάρ φησι τὸν τῆς ὕβρεως στέφανον καταλύσας αὐτὸς ἔσται στέφανος δόξης τοῖς καταλειφθεῖσι τοῦ λαοῦ αὐτοῦ
因為經上說,這一位既毀壞了那驕橫的冠冕,祂自己必作榮耀的冠冕,賜給祂百姓中剩餘的人。
for it says that this One, having dissolved the crown of insolence, shall himself be a crown of glory to those who are left of his people.
1:2348
Καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, καὶ ἰσχὺν κωλύων ἀνελεῖν
「因為他們必在審判的靈裡被存留,以致於審判,並作阻止殺戮的力量。」
'For they shall be left in a spirit of judgment for judgment, and as a strength restraining from slaying.'
1:2349
Αὐτὸς γὰρ κωλύσας ἀναιρεθῆναι πάντας, ἐνίους ἐφύλαξε προορῶν ἅπαντα ὡς θεὸς καὶ κρίνων δικαίως
因為祂自己既阻止了眾人被殺,便保全了一些人,作為神祂預見一切,並且施行公義的審判。
For he himself, having restrained all from being slain, preserved some, foreseeing all things as God and judging righteously.
1:2350
ἐν πνεύματι κρίσεως ἐπὶ κρίσιν, ταύτην ἔχει τὴν διάνοιαν·
「在審判的靈裡,以致於審判」這句話有這樣的意思:
The phrase 'in a spirit of judgment for judgment' has this meaning:
1:2351
καὶ τότε φησὶν ἔκρινεν αὐτοὺς σῶσαι καὶ πάλιν αὐτοὺς ἑτέρᾳ κρίσει φυλάττει
經上說,那時祂判定要拯救他們,又將他們留待另一次審判。
and then, it says, he judged to save them, and again he keeps them for another judgment.
1:2352
Οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσίν·
「因為這些人被酒引入歧途;」
'For these are led astray by wine;'
1:2353
ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σίκερα, κατεπόθησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης τοῦ σίκερα, ἐπλανήθησαν·
「他們因濃酒走差了路,祭司和先知因濃酒昏迷失常,他們因酒被吞沒,因濃酒之醉而搖晃,他們走差了路。」
'they went astray because of strong drink, priest and prophet lost their senses because of strong drink, they were swallowed up because of wine, they were shaken by the drunkenness of strong drink, they went astray.'
1:2354
Τρυφὴν αὐτῶν καὶ ἀσωτίαν κατηγορεῖ καὶ ταύταις τῶν ἄλλων κακῶν ἀνατίθησι τὴν αἰτίαν·
他控訴他們的奢華與放蕩,並將他們其餘罪惡的緣由歸於這些;
He accuses their luxury and profligacy, and to these he assigns the cause of their other evils;
1:2355
τὸ δὲ καὶ χαλεπώτατον, ὅτι καὶ οἱ ἱερεῖς ταύτην τὴν νόσον ἐδέξαντο
而最為可悲的是,連祭司也染上了這病。
and what is most grievous of all is that even the priests contracted this disease.
1:2356
Προφήτας δὲ τοὺς ψευδοπροφήτας καλεῖ
他以「先知」指那些假先知。
By 'prophets' he means the false prophets.
1:2357
Σίκερα δὲ οἱ Λοιποὶ Ἑρμηνευ ταὶ μέθυσμα εἰρήκασιν·
「濃酒」(西克拉),其餘的譯者稱之為「使人沉醉之物」;
'Strong drink' (sikera) the Remaining Translators called 'intoxicating drink';
1:2358
ἐγὼ δὲ οὐχ ἡγοῦμαι τὸ ἀπὸ τῶν φοινίκων κατασκευαζόμενον πό μα νῦν ὀνομάζεσθαι σίκερα ἀλλὰ τὸν ἡδύσμασι κεκραμένον οἶνον
但我不認為此處所稱的西克拉是那用棗子製成的飲料,而是那摻雜香料的酒。
but I do not think that the drink prepared from dates is here called sikera, but rather wine mixed with spices.
1:2359
Τὸ μέντοι φάσμα οὕτως Θεοδοτίων ἡρμήνευσεν·
至於這異象,狄奧多提翁是這樣翻譯的:
This vision, indeed, Theodotion rendered thus:
1:2360
Ἠγνόησαν ἐν τῇ μέθῃ, ἠσωτεύθησαν ὑπερόγκως·
「他們在醉酒中犯了錯,他們放蕩無度地生活;」
'They erred in drunkenness, they lived profligately beyond measure;'
1:2361
καὶ οἱ Ἑβδομήκοντα δὲ διὰ τοῦ φάσματος παραπ αίοντας αὐτοὺς ἀπὸ τῆς μέθης ὑπέδειξαν
七十士譯本也藉著「異象」一詞,指明他們因醉酒而踉蹌失態。
and the Seventy too, by the word 'vision,' indicated that they were reeling from drunkenness.
1:2362
Ἀρὰ ἔδεται τὴν βουλὴν ταύτην·
「咒詛必吞滅這計謀;」
'A curse shall devour this counsel;'
1:2363
αὕτη γὰρ βουλὴ ἕνεκεν πλεονεξίας
「因為這計謀是出於貪婪。」
'for this counsel is on account of covetousness.'
1:2364
Βουλὴν τὴν αἵρεσιν τῆς γνώμης ἐκάλεσεν, ἀρὰν δὲ τὴν τιμωρίαν
他以「計謀」稱呼他們心意的抉擇,以「咒詛」稱呼那刑罰。
By 'counsel' he called the choice of their purpose, and by 'curse' the punishment.
1:2365
ἀγγελίαν; Οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀπε σπασμένοι ἀπὸ μαστοῦ
「一個信息麼?就是那些斷了奶的,那些離了母懷的。」
'a message? Those who are weaned from milk, those who are drawn away from the breast.'
1:2366
Θλῖψις ἐπὶ θλῖψιν, προσδέχου <προσδέχου> ἔτι μικρόν·
「災難加上災難,你要等候,還有片時;」
'Affliction upon affliction, expect it, yet a little while;'
1:2367
ἐλπὶς ἐπ' ἐλπίδι ἔτι μικρόν
「指望加上指望,還有片時。」
'hope upon hope, yet a little while.'
1:2368
Ἐπειδὴ οἱ διακρίνειν εἰδότες τῶν ἡμετέρων οὐκ ἀκούουσι θεσπισ μάτων, τοῖς ἄρτι τοῦ γάλακτος ἀπαλλαγεῖσι τῶν κακῶν τὰς προρρήσεις προσφέρομεν
既然那些懂得分辨的人不肯聽從我們的神諭,我們便將這些預言帶給那些剛從自己罪惡的奶中斷奶的人。
Since those who know how to discern do not hearken to our oracles, we bring the predictions to those who have just been weaned from milk of their evils.
1:2369
ἔτι μικρὸν ἔτι μικρόν, τὴν μετ' ὀλίγον ἐσομένην ἔφοδον τῶν πολεμίων ᾐνίξατο·
他以「還有片時,還有片時」暗示那不久之後將要臨到的仇敵的攻擊;
By 'yet a little while, yet a little while' he hinted at the assault of the enemy that was to come after no long time;
1:2370
ἐλπὶς < ἐπ'> ἐλπίδι, τὴν ἐπάλληλον τῶν κακῶν προσδοκίαν σημαίνει
而「指望加上指望」表明那接連不斷對禍患的預期。
and 'hope upon hope' signifies the successive expectation of evils.
1:2371
Τοῦτο ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο σύντριμμα, καὶ οὐκ ἤθελον ἀκούειν
「這是給飢餓者的安息,這也是毀滅,然而他們卻不肯聽。」
'This is rest for the hungry, and this is destruction, yet they would not hear.'
1:2372
Γλῶσσαν ἑτέραν καλεῖ τὴν παραβολικὴν καὶ τροπικὴν τῶν προφητῶν διδασκαλίαν, φαυλισμὸν δὲ χειλέων τοὺς παρ' αὐτῶν κατὰ τῶν προφητῶν γινομένους ψόγους
他以「別種舌頭」稱呼先知那藉喻的、象徵性的教導,以「嘴唇的輕蔑」稱呼他們對先知所發的譏誚。
By 'another tongue' he calls the parabolic and figurative teaching of the prophets, and by 'disdain of lips' the reproaches uttered by them against the prophets.
1:2373
Ἐπειδὴ γὰρ τὰ σαφῶς λεγόμενα διέπτυον, συγκε καλυμμένην αὐτοῖς καὶ παραβολικὴν προφητείαν προσέφερον, ἵνα ἐρευνᾶν τὸ τῶν λεγομένων ἀναγκαζόμενοι βάθος τὴν ἐντεῦθεν ὠφέλειαν καρπώσωνται
因為既然他們唾棄那些明白說出的話,他便向他們獻上隱晦而藉喻的預言,好叫他們被迫去探究所說之話的深意,從而收取由此而來的益處。
For since they spat upon the things plainly spoken, he offered them prophecy that was veiled and parabolic, so that, being compelled to search out the depth of what was said, they might reap the benefit therefrom.
1:2374
Καὶ ἔσται αὐτοῖς τὸ λόγιον κυρίου·
「耶和華的神諭必臨到他們:」
'And the oracle of the Lord shall be to them:'
1:2375
θλῖψις ἐπὶ θλῖψιν, ἐλπὶς ἐπ' ἐλπίδι ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσι καὶ πέσωσιν εἰς τὰ ὀπίσω καὶ συντριβήσονται καὶ κινδυνεύσουσι καὶ ἁλώσονται καὶ πεσοῦνται
「災難加上災難,指望加上指望,還有片時,還有片時,好叫他們往前行、卻仰面跌倒、跌傷、遭險、被擒、傾覆。」
'affliction upon affliction, hope upon hope, yet a little while, yet a little while, that they may go and fall backward, and be broken, and be endangered, and be taken, and fall.'
1:2376
Ἐπειδὴ γὰρ οὐκ ἐβουλή θησάν τινα ὄνησιν ἀπὸ τῶν θείων λογίων καρπώσασθαι, δρέψονται θλῖψιν ἐπὶ θλῖψιν καὶ κακῶν προσδοκίαν διηνεκῆ καὶ τῶν προσδοκωμένων χαλεπῶν τὴν πεῖραν
因為他們既不肯從神聖的神諭中收取任何益處,他們必收取災難加上災難,並對禍患無盡的預期,以及他們所預料的可怕之事的實際遭遇。
For since they were unwilling to reap any benefit from the divine oracles, they shall gather affliction upon affliction, and unceasing expectation of evils, and the experience of the dreadful things they anticipated.
1:2377
Οἶμαι δὲ καὶ τοὺς λογισμοὺς αὐτῶν τὸν προφητικὸν αἰνίττεσθαι λόγον·
我也認為,這先知的話語暗指他們的盤算;
I think, too, that the prophetic word hints at their reasonings;
1:2378
ἤλπιζον γὰρ ἀπαλλαγήσεσθαι τῶν κακῶν καὶ ἔλεγον πρὸς ἀλλήλους·
因為他們指望從自己的禍患中得脫,便彼此說:
for they hoped to be delivered from their evils and said to one another:
1:2379
Ἔτι μικρὸν ἔτι μικρὸν καὶ λύσις ἔσται τῶν ἀλγεινῶν
「還有片時,還有片時,我們的痛苦就必解除了。」
'Yet a little while, yet a little while, and there shall be a release from our sufferings.'
1:2380
Τοῦτο δὲ καὶ Σύμμαχος οὕτως ἡρμήνευσεν·
這一句西瑪庫也是這樣翻譯的:
This too Symmachus rendered thus:
1:2381
Οὐκ ἠθέλησαν ἀκοῦσαι, ἀλλ' ἐγένετο αὐτοῖς λόγος κυρίου ἐντολὴ οὐκ ἐντολή, ἐντολὴ οὐκ ἐντολή, προσδοκία οὐ προσδοκία, προσδοκία οὐ προσδοκία, μικρὸν ἔτι μικρόν. Τὴν ἀπιστίαν αὐτῶν διὰ πάντων ᾐνίξατο καὶ τὴν τῆς γνώμης διχόνοιαν·
他們不肯聽從,反倒使耶和華的話對他們成了「命上加命,命上加命,令上加令,令上加令,這裡一點,那裡一點」。他藉這一切暗示了他們的不信,以及他們心思的分歧;
They would not hear, but the word of the Lord became for them 'commandment upon commandment, commandment upon commandment, expectation upon expectation, expectation upon expectation, a little longer, a little.' Through all these words he hinted at their unbelief and the divided mind of their judgment;
1:2382
ποτὲ μὲν γὰρ τὰ θεῖα λόγια ὡς ἐντολὴν τοῦ θεοῦ κατεδέχοντο, ποτὲ δὲ αὐτῶν διέπτυον ὡς οὐκ ὄντων θείων
因為他們有時把神的聖言當作神的命令而領受,有時卻鄙棄它們,彷彿它們並非出於神。
for at one time they received the divine oracles as a commandment of God, but at another they spat them out as though they were not divine.
1:2383
Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας
「我們與陰間立了約,與死亡結了盟。」
We have made a covenant with Hades and agreements with death.
1:2384
Συμφωνεῖ καὶ ταῦτα τοῖς προηρμηνευ μένοις·
這些話也與前面所解釋的相符;
These things too agree with what has been interpreted before;
1:2385
τὴν ἀλαζονείαν γὰρ αὐτῶν καὶ τὴν ἄνοιαν διὰ τούτων ἐλέγχει·
因為他藉這些話責備他們的狂傲與愚妄;
for through them he reproves their arrogance and folly;
1:2386
ἀεὶ γὰρ ἤλπιζον κρείττους ἔσεσθαι τῶν δεινῶν
因為他們總是指望自己能勝過那些禍患。
for they always hoped that they would prove stronger than their calamities.
1:2387
ἄνδρες τεθλιμμένοι, οἱ Λοιποὶ Ἑρμηνευταὶ ἄνδρες χλευασταὶ τεθείκασιν·
在「受苦的人」一處,其餘的譯者則譯作「譏誚的人」;
Where the other translators put 'men afflicted,' they rendered it 'men who scoff';
1:2388
κατέπαιζον γὰρ τῶν διὰ τῶν προφητῶν προσφερομένων αὐτοῖς ἀπειλῶν
因為他們嘲笑那藉眾先知向他們發出的威嚇。
for they mocked the threats brought to them through the prophets.
1:2389
Τῆς δὲ Ἱερουσαλὴμ οὐχ ὡς ἀληθῶς ἄρχοντας τοὺς τοῦ Ἐφραὶμ ὀνομάζει, ἀλλ' ὡς τοῦτο ἔσεσθαι φαντασθέντας·
他稱以法蓮的首領為耶路撒冷的首領,並非因他們真的如此,乃是因他們妄想這事必要成就;
He names the rulers of Ephraim as rulers of Jerusalem, not as though they truly were so, but as those who imagined that this would come to pass;
1:2390
Καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὐ μὴ ἔλθῃ ἐφ' ἡμᾶς·
「刮起的暴風若經過,必不臨到我們身上;」
'If the rushing storm passes by, it shall not come upon us;'
1:2391
ἐθήκαμεν γὰρ ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα
「因為我們以謊言為我們的指望,也要藏身在謊言之下。」
'for we have made falsehood our hope, and by falsehood shall we be sheltered.'
1:2392
Ἀνδρῶν ἐστι μεμηνότων ταῦτα τὰ ῥήματα καὶ κατ' αὐτῆς τοῦ θεοῦ τῆς δίκης θρασυνο μένων
這些乃是發狂之人的言語,是膽敢抗拒神公義本身之人的言語。
These are the words of men gone mad and growing bold against the very justice of God.
1:2393
Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον θεμέλιον εἰς τὰ θεμέλια αὐτῆς, καὶ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ
「看哪,我在錫安的根基上安放一塊寶貴的石頭,一塊揀選的房角石,作她根基之寶貴根基;信靠他的人必不至於蒙羞。」
Behold, I lay in the foundations of Zion a costly stone, a chosen cornerstone, a precious foundation for her foundations, and he who believes in him shall not be put to shame.
1:2394
Ἀνοίας ἐσχάτης εἶναι νομίζω τὸ ταύτην τῷ Ἐζεκίᾳ προσαρμόζειν τὴν προφητείαν·
我認為把這預言套用在希西家身上,乃是極度的愚昧;
I consider it the height of folly to apply this prophecy to Hezekiah;
1:2395
εἰς ἄνθρωπον γὰρ πιστεύειν οἱ θεῖοι ἀπαγορεύουσι λόγοι·
因為神的話禁止人倚靠世人;
for the divine words forbid trusting in man;
1:2396
Μὴ πεποίθατε γάρ φησιν ἐπὶ ἄρχοντας, ἐπὶ υἱοὺς ἀνθρώπων οἷς οὐκ ἔστι σωτηρία, καί·
因為經上說:「你們不要倚靠首領,不要倚靠世人之子,他們一無拯救。」又說:
for it says, 'Do not trust in rulers, in sons of men, in whom there is no salvation;' and again,
1:2397
Ἐπικατάρατος ἄνθρωπος ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον, καί·
「那倚靠世人為指望的,必受咒詛。」又說:
'Cursed is the man who has his hope in man;' and again,
1:2398
Ἀγαθὸν πεποιθέναι ἐπὶ κύριον πεποιθέναι ἐπ' ἄνθρω πον, ἐνταῦθα δὲ προφητικὸς ἐπαινεῖ λόγος τὸν εἰς τὸν λίθον τοῦτον πιστεύοντα
「投靠耶和華,強似倚賴人。」然而在此處,先知的話卻稱讚那信靠這石頭的人。
'It is good to trust in the Lord rather than to trust in man.' But here the prophetic word praises the one who believes in this stone.
1:2399
Ἀκρογωνιαῖος δὲ λίθος δεσπότης Χριστὸς ποιήσας τὰ ἀμφότερα ἕν, ἐν αὐτῷ τοὺς ἐξ ἐθνῶν καὶ τοὺς ἐξ Ἰσραὴλ συνάψας καὶ ἕνα λαὸν ἀποφήνας
這房角石就是主基督,他使兩下合而為一,在他自己裡面把外邦人和以色列人聯合起來,使他們成為一個子民。
The cornerstone is the Master Christ, who has made both one, who has joined in himself those from the nations and those from Israel and has shown them to be one people.
1:2400
Αὐτὸς δὲ καὶ θεμέλιος κέκληται·
他也被稱為根基;
And he is also called the foundation;
1:2401
Καὶ θήσω κρίσιν εἰς ἐλπίδα, τὴν δὲ ἐλεημοσύνην μου εἰς σταθμούς
「我必以公平為指望,以我的憐憫為準繩。」
And I will set judgment for a hope, and my mercy for measuring-weights.
1:2402
Τοῦτο Σύμμαχος οὕτω ἡρμήνευσεν·
這句話西馬庫斯如此翻譯:
This Symmachus interpreted thus:
1:2403
Καὶ θήσω κρίμα εἰς σπαρτίον καὶ δικαιοσύνην εἰς διαβήτην. Ἀντὶ τοῦ·
「我必以公平為準繩,以公義為水平尺。」意思是說:
And I will set judgment for a measuring-line and righteousness for a level. That is to say:
1:2404
Καὶ γὰρ | | διαβήτης ἴσην δείκνυσι τῶν λίθων τὴν ἐπιφάνειαν, καὶ σπάρτος διευθύνει τῆς οἰκο δομίας τοὺς σταθμούς
因為水平尺顯明石頭的表面是否平整,準繩則使建築的層次得以筆直。
For indeed the level shows the surface of the stones to be even, and the line straightens the courses of the building.
1:2405
Ἐντεῦθεν καὶ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν νοήσωμεν·
由此我們也可明白七十士譯本的翻譯;
From this let us also understand the interpretation of the Seventy;
1:2406
ἐλ πί δα φησὶ δικαίαν κρίσιν καὶ ἐλεημοσύνην τῷ δικαίῳ συγκεκραμένην
他說這指望乃是公義的審判,以及與義人相調和的憐憫。
he says the hope is a just judgment and a mercy mingled with the righteous man.
1:2407
Καὶ γὰρ τῆς θύρας σταθμὸς διὰ τῶν οἰκο δομικῶν ὀργάνων ἐδέξατο τὴν εὐθύτητα
因為門柱也是藉著建築工具而得以筆直。
For indeed the doorpost received its straightness by means of the builder's instruments.
1:2408
Καὶ οἱ πεποιθότες μάτην ψευδεῖς·
那些枉然倚靠的人都是虛謊的;
And those who trust in vain are liars;
1:2409
ὅτι οὐ μὴ παρέλθῃ ἡμᾶς καταιγίς, μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἐλπὶς ὑμῶν πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ·
「那暴風必不越過我們,也不除去你們與死亡所立的約,你們向陰間所存的指望也絕不長存;」
'that the storm shall by no means pass us by, nor take away from you the covenant of death, and your hope toward Hades shall by no means abide;'
1:2410
καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα·
「刮起的暴風若臨到你們,你們必被它踐踏在腳下;」
'if the rushing storm comes upon you, you shall be trampled under it;'
1:2411
ὅταν ἐπέλθῃ, λήψεται ὑμᾶς
「它一臨到,就必擄掠你們。」
'when it comes, it shall seize you.'
1:2412
Καὶ ταῦτα οὕτως Σύμμαχος τέθεικεν·
這些話西馬庫斯如此翻譯:
And these things Symmachus rendered thus:
1:2413
Καὶ προμαχὼν διὰ τὴν χάλαζαν, πεποί θησις ψευδὴς καὶ σκέπη διὰ τὸ ὕδωρ ἐπικλύσει·
「那為抵擋冰雹而築的防護、那虛假的倚靠、那為擋水而設的遮蔽,必被水沖沒;」
And the bulwark against the hail, the false confidence, and the shelter against the water, shall it flood over;
1:2414
καὶ ἐξαλειφθήσεται συνθήκη ὑμῶν πρὸς τὸν θάνατον καὶ προσφυγὴ ὑμῶν πρὸς τὸν ᾅδην. Οὐδὲν ὑμᾶς φησιν ἀπαλλάξει τῶν ἐπιφ ερο μένων δεινῶν, ἀλλ' ἐλεγχθήσεται τῆς ἐλπίδος ὑμῶν τὸ μάταιον
「你們與死亡所立的盟必被塗抹,你們向陰間所投的避難所也必如此。」他說:沒有什麼能救你們脫離那臨到你們的禍患,反倒你們指望的虛空必被顯露出來。
and your agreement with death shall be blotted out, and your refuge toward Hades. He says: Nothing shall deliver you from the calamities being brought upon you, but the vanity of your hope shall be exposed.
1:2415
Ὅτι πρωὶ πρωὶ παρελεύσεται, ἡμέρας καὶ ἐν νυκτὶ ἔσται ἐλπὶς πονηρά
「因為它必天天早晨經過,白日黑夜都必有兇惡的指望。」
For morning by morning it shall pass through, and by day and by night there shall be an evil hope.
1:2416
Πρωὶ πρωὶ τὴν ταχύτητα λέγει καὶ προλέγει τὰ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἐπενεχθησόμενα αὐτοῖς κακά
「天天早晨」是指其迅速;他預言那將在白日黑夜臨到他們的禍患。
By 'morning by morning' he means the swiftness, and he foretells the evils that shall be brought upon them by day and by night.
1:2417
Οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι
「我們不能爭戰,我們自己也軟弱,無力聚集起來。」
'We cannot fight, and we ourselves are too weak to be gathered together.'
1:2418
Ὥσπερ ἐν τῷ ὄρει τῶν διακοπῶν ἀναστήσεται κύριος < ὡς> ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργα
「耶和華必興起,像在破裂之山,像在基遍的山谷一樣;他必大發烈怒行他的作為,就是苦毒的作為。」
As on the mountain of the breaches the Lord shall rise up, as in the ravine of Gibeon, with wrath he shall perform his works, works of bitterness.
1:2419
τοῦ μακαρίου γὰρ Ἰησοῦ τοῦ Ναυὴ στρατη γοῦντος καὶ τοῖς πέντε βασι λεῦσι πολεμοῦντος, οἳ κατὰ τῶν Γαβαωνιτῶν ἐπεστράτευσαν, ἐπήμυνε προφανῶς καὶ αὐτὸς τῶν ὅλων θεὸς νι φάδας λίθων χαλάζης ἄνωθεν κατ' αὐτῶν σφενδονήσας
因為當那有福的嫩之子約書亞率領軍隊,與那些出來攻擊基遍人的五王爭戰時,萬有的神親自明顯地援助他,從高天向他們投擲如雪片般的冰雹石塊。
For when the blessed Joshua son of Nun was leading the army and warring against the five kings who had marched against the Gibeonites, the God of all himself manifestly came to his aid, hurling down flakes of hailstones from above upon them.
1:2420
Οὕτως φησὶ καὶ νῦν δείξει τὴν τιμωρητικὴν αὐτοῦ δύναμιν
他說:如今照樣,他必顯出他施行懲罰的能力。
So too now, he says, he shall display his power to punish.
1:2421
δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ πικρία αὐτοῦ ἀλλοτρία
「然而他的忿怒必如對待外人,他的苦毒也必如陌生的。」
But his wrath shall act as a stranger, and his bitterness as one alien.
1:2422
Οὐκέτι γὰρ ὑμῶν ὡς οἰκείου προμηθεῖται λαοῦ, ἀλλ' ὡς κατ' ἐκείνων τῶν παντάπασιν αὐτὸν ἠγνοη κότων χρήσεται καθ' ὑμῶν τῷ θυμῷ
因為他不再像顧念自己子民那樣顧念你們,乃要像對付那全然不認識他的人一樣,向你們施行忿怒。
For no longer does he take forethought for you as his own people, but as against those who have utterly failed to know him, he shall use his wrath against you.
1:2423
Καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχύσουσιν ὑμῶν οἱ δεσμοί·
「你們不要歡喜快樂,你們的捆綁也不得堅固;」
And do not you rejoice, nor let your bonds prevail;
1:2424
διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἤκουσα παρὰ κυρίου Σαβαὼθ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν
「因為我從萬軍之耶和華那裡聽見了成定並速成的事,就是他要施行在遍地之上的。」
for I have heard from the Lord of Sabaoth of matters completed and cut short, which he will bring upon all the earth.
1:2425
Παρεγγυᾷ δὲ αὐτοῖς μὴ εὐφραίνεσθαι μηδὲ τῇ οἰκείᾳ δυνάμει θαρρεῖν·
他吩咐他們不要歡喜,也不要倚仗自己的力量;
He charges them not to rejoice nor to be confident in their own strength;
1:2426
γὰρ προεῖπον, παρὰ τοῦ τῶν ὅλων θεοῦ ἀκήκοα·
「因為我所預言的,都是從萬有的神那裡聽來的;」
'for what I have foretold, I have heard from the God of all;'
1:2427
Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου
「你們要側耳聽我的聲音,留心聽我的言語。」
Give ear and hear my voice; attend and hear my words.
1:2428
Μὴ ὅλην τὴν ἡμέραν μέλλει ἄνθρωπος ἀροτριῶν ἀροτριᾶν; σπόρον προετοιμάσει πρὸ τοῦ ἐργάσαι τὴν γῆν αὐτοῦ; Καὶ ὅταν αὐτῆς ὁμαλίσῃ τὸ πρόσωπον, τότε σπείρει μικρὸν μελάνθιον καὶ κύμινον, καὶ πάλιν σπείρει πυρὸν καὶ κριθὴν καὶ κέγχρον καὶ ζειὰν ἐν τοῖς ὁρίοις σου
「那耕地的人豈整天耕地嗎?或是在耕作他的地以先便預備種子嗎?當他把地面耙平之後,就撒下少許的黑小茴香和大茴香,又撒下麥子、大麥、小米和粗麥在你的境內。」
Does the man who plows mean to plow all day long? Or will he prepare the seed before working his land? And when he has smoothed its surface, then he sows a little black cumin and cumin, and again he sows wheat and barley and millet and spelt within your borders.
1:2429
Ἀπειλήσας ταῖς δέκα φυλαῖς τὴν τιμω ρίαν πρὸς τοὺς τὴν Ἱερουσαλὴμ κατοικοῦντας μεταφέρει τὸν λόγον καὶ παρακελεύεται αὐτοῖς προθύμως τῆς προ φ ητείας ἀκούειν καὶ δείκνυσι τὸν μὲν γεωργὸν οὐκ ἀεὶ γεωργοῦντα αὐτῶν τὰς ψυχὰς καὶ κατασπείροντα
他既向那十支派威嚇了刑罰,便把話語轉向那些住在耶路撒冷的人,勸勉他們殷勤地聽這預言,並指出那農夫並非總是耕種撒播他們的心靈;
Having threatened the ten tribes with punishment, he transfers his word to those dwelling in Jerusalem and exhorts them to listen eagerly to the prophecy, and he shows that the husbandman does not always cultivate and sow their souls;
1:2430
Με λάν θιον καὶ κύμινον αὐτοὺς καλεῖ, τὰ δὲ ἄλλα σπέρματα τοὺς ἄλλους ἀνθρώπους
他稱他們為黑小茴香和大茴香,稱其餘的種子為其餘的人。
he calls them black cumin and cumin, and the other seeds the other men.
1:2431
Ὥσπερ γὰρ ἐκ πυρῶν καὶ κριθῶν καὶ ζειῶν ἄρτος τὸ κύμινον δεχόμενος καὶ τὸ μελάνθιον ἡδίων γίνεται, οὕτω διὰ τούτων τοῖς ἄλλοις ἔθνεσιν θεὸς τὴν ὠφέλειαν ἐπόριζεν
因為正如用麥子、大麥和粗麥所作的餅,一旦加入大茴香和黑小茴香就更加可口,照樣,神也藉這些人使利益臨到其餘的列國。
For just as the bread made from wheat and barley and spelt becomes more pleasant when it receives the cumin and the black cumin, so through these God provided benefit to the other nations.
1:2432
Τοῦτο δὲ καὶ ἐν τοῖς ἐφεξῆς διδάσκει σαφέστερον·
這一點他在下文中教導得更為明白;
This he also teaches more clearly in what follows;
1:2433
Καὶ παιδευθήσῃ κρίματι θεοῦ καὶ εὐφραν θήσῃ
「你必因神的審判受教訓,並且歡喜快樂。」
And you shall be instructed by the judgment of God and shall rejoice.
1:2434
Οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, < οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον, ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον,> τὸ δὲ κύμινον βακτηρίᾳ, καὶ μετὰ ἄρτου βρωθήσεται
「因為黑小茴香不是用嚴厲的手段打出來的,碌碡的輪子也不軋在大茴香上,乃是用杖打出黑小茴香,用棍打出大茴香,並且要與餅一同吃。」
For the black cumin is not cleansed with harshness, nor does the wheel of a wagon roll over the cumin, but the black cumin is shaken out with a rod, and the cumin with a staff, and it shall be eaten with bread.
1:2435
Ὑμᾶς φησι δίκην μελανθίου καὶ κυμίνου ῥάβδῳ παίω, τοὺς δὲ Ἀσσυρίους ὡς ζειὰς καὶ κριθὰς πρίονι δι' ἁμάξης λεπτυνῶ
他說:我用杖打你們,如同打黑小茴香和大茴香;至於亞述人,我卻要像對待粗麥和大麥一樣,用碌碡的鋸把他們軋碎。
He says: You I strike with a rod like black cumin and cumin, but the Assyrians, like spelt and barley, I will crush fine with a saw by means of a wagon.
1:2436
Οὐ γὰρ εἰς τὸν αἰῶνα ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπα τήσει ὑμᾶς
「因為我不永遠向你們發怒,我苦毒的聲音也不永遠踐踏你們。」
For I will not be angry with you forever, nor shall the voice of my bitterness trample you down.
1:2437
Ταύτης δὲ ἀπέλαυον τῆς μακροθυμίας Ἰουδαῖοι, ἡνίκα ἦσαν μελάν θιον καὶ κύμινον καὶ ἄμπελος εὐκληματοῦσα
當猶太人還是黑小茴香、大茴香和多結果子的葡萄樹時,他們得享這樣的寬容。
The Jews enjoyed this longsuffering while they were black cumin and cumin and a fruitful vine.
1:2438
Ἐπειδὴ δὲ ἀντὶ τούτων ἀκάνθας ἐβλάστησαν, ταῖς Ῥωμαϊκαῖς καὶ αὐτοὶ παρ εβλήθησαν μάξαις
但當他們不再結這些,反倒長出荊棘時,他們自己也被交在羅馬的碌碡之下。
But when instead of these they sprouted thorns, they too were subjected to the Roman wagons.
1:2439
μέντοι προφήτης, ὥσπερ ἐπὶ τῆς τιμωρίας τῶν δέκα φυλῶν εἴρηκε παρ τοῦ θεοῦ τῶν ὅλων δεδέχθαι τὴν ψῆφον, οὕτω κἀνταῦθα·
然而先知,正如在論到十支派受刑罰的事上,他說自己是從萬有的神那裡領受了這判決,照樣在此處也是如此:
The prophet, however, just as in the matter of the punishment of the ten tribes he said that he had received the verdict from the God of all, so here also:
1:2440
Καὶ ταῦτα παρὰ κυρίου Σαβαὼθ ἐξῆλθε τὰ τέρατα
「這些奇事也是從萬軍之耶和華那裡發出的。」
And these wonders too came forth from the Lord of Sabaoth.
1:2441
Τοῦτο δὲ Σύμμαχος οὕτω τέθεικεν·
這句話西馬庫斯如此翻譯:
This Symmachus put thus:
1:2442
Καὶ τοῦτο παρὰ κυρίου δυνάμεων ἐξῆλθε, παρεδόξασε βουλήν, ἐμεγάλυνε σωτηρίαν. Παρὰ δόξαν φησὶν ἔδειξεν ἀγαθότητα καὶ παρ' ἀξίαν ἡμῖν δέδωκε σωτηρίαν
「這也是從萬軍之耶和華那裡發出的;他使他的計謀奇妙,使救恩顯為大。」他說:他超乎意料地顯出他的良善,並不按我們所配得的賜給我們救恩。
And this came forth from the Lord of hosts; he made his counsel wondrous, he magnified salvation. He says: Beyond expectation he showed his goodness, and beyond our desert he gave us salvation.
1:2443
Κατὰ δὲ τοὺς Ἑβδομήκοντα | | αἰνίττεται λόγος τὴν ἐσομένην αὐτῶν πανωλεθρίαν·
但按七十士譯本,這話暗示他們將要遭遇的全然滅亡;
But according to the Seventy the word hints at their coming utter destruction;
1:2444
οὐκ ἀνεχόμενοι γὰρ τῆς προφητικῆς διδασ καλί ας ἀλλὰ τὴν ἐναντίαν ὁδεύσαντες μάτην ἐψυχαγωγοῦντο ταῖς ἀγαθαῖς ὑποσχέσεσιν
因為他們不肯忍受先知的教導,反倒走了相反的道路,便被那些美好的應許徒然地哄騙了。
for not enduring the prophetic teaching but walking the contrary way, they were vainly beguiled by good promises.
1:2445
Ἐφ' ἑτέραν ἐν τεῦθεν προφήτης πρόρρησιν μεταβαίνει καὶ τῆς Μωαβίτιδος προλέγει τὰς συμφοράς·
從這裡起,先知轉入另一項預言,預告摩押的災禍;
From here the prophet passes to another prediction and foretells the calamities of Moab;
1:2446
Ἀριὴλ ἡἈρεόπολις καλεῖται·
亞利伊勒又稱為亞略波利;
Ariel is called Areopolis;
1:2447
τῆς δὲ Μωαβίτιδός ἐστιν αὕτη πόλ ις ἐπίσημος
這是摩押一座顯要的城。
and this is a notable city of Moab.
1:2448
Συναγάγετε γενήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυ τόν
「你們要積聚出產,年復一年。」
Gather your produce year upon year.
1:2449
Μωὰβ τὴν Χαραχμωβὰν καλεῖ
他所說的摩押是指吉珥哈列設。
By Moab he means Kir-hareseth.
1:2450
Προμηνύει δὲ λόγος τὴν ἐσομένην πολιορκίαν
這話預告那將要臨到的圍困。
The word foretells the coming siege.
1:2451
Ἐν ταύταις γὰρ χρὴ διαφερόντως ἔνδον ἔχειν τῶν περιβόλων τῶν ἀναγκαίων τὴν χρείαν
因為在這些時候,人尤其必須把必需之物的供應存放在牆垣之內。
For in these times one must above all keep within the walls the supply of what is necessary.
1:2452
Καὶ ἔσται αὐτῆς ἰσχὺς καὶ πλοῦ τος ἐμοί
「她的力量與財富都要歸我。」
'And her strength and her wealth shall be mine.'
1:2453
Φασί τινες μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοὺς Ἰουδαίους σύμμαχον ἔχοντας τὴν θείαν ῥοπὴν καταλῦσαι τοὺς Μω αβίτ ας
有些人說,猶太人從巴比倫歸回之後,因有神的助力作他們的盟友,就消滅了摩押人。
Some say that after the return from Babylon the Jews, having the divine assistance as their ally, overthrew the Moabites.
1:2454
Καὶ προφη τικὸς δὲ τοῦτο αἰνίττεται λόγος·
先知的話也暗示了這一點:
And the prophetic word hints at this as well:
1:2455
Ἔσται γὰρ αὐτῆς φησιν ἰσχὺς καὶ πλοῦτος ἐμοί, τουτέστιν εἰς τὸν ἐμὸν κομισθή σεται ναόν
他說:「因為她的力量與財富都要歸我」,意思是它們要被帶進我的殿中。
'For her strength and her wealth,' he says, 'shall be mine' — that is, they shall be brought into my temple.
1:2456
Καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου κάτω, καὶ ταπεινωθήσῃ·
「你的言語要低落到地面之下,你也要被貶抑;」
'And your words shall be brought low to the ground beneath, and you shall be humbled;'
1:2457
εἰς τὴν γῆν λαλήσεις, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου καταδύσονται, καὶ ἔσται ὡς οἱ φωνοῦντες ἐκ τῆς γῆς φωνή σου, καὶ πρὸς τὸ ἔδαφος φωνή σου ἀσθενήσει
「你要向地說話,你的言語要沉入地中,你的聲音要像那些從地裡呼喊的人的聲音,你的聲音要向著地面變得微弱。」
'you shall speak into the ground, and your words shall sink into the earth, and your voice shall be like those who cry out from the ground, and your voice shall grow faint toward the soil.'
1:2458
Ἐπειδὴ βλάσφημα κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐφθέγγοντοτὸν Χαμὼς γὰρ ἐνόμι ζον κρείττονα καὶ διὰ τοῦτο κατεγέλων τῶν Ἰουδαίων τὸν τῶν ὅλων προσκυ νούντων θεόν–, ἀπειλεῖ αὐτοῖς δουλείαν καὶ δει λίαν καὶ ἀφάνειαν
因為他們對萬有的神說出褻瀆的話——他們認為基抹更為偉大,並因此嘲笑那些敬拜萬有之神的猶太人——所以祂就以奴役、怯懦與消亡威脅他們。
Since they uttered blasphemies against the God of all — for they reckoned Chemosh to be greater, and on this account they mocked the Jews who worshipped the God of all — he threatens them with slavery and cowardice and disappearance.
1:2459
Τοὺς δὲ ἐκ τῆς γῆς φωνοῦντας τοὺς δαίμονας λέγει τοὺς ἐν τύπῳ νεκρῶν φαινομένους καὶ φαι φθεγγο μένους
他所說「從地裡呼喊的人」是指那些邪靈,牠們以死人的樣式顯現,發出低沉暗啞的聲音。
By those who cry out from the ground he means the demons, who appear in the guise of the dead and utter dull, murmuring sounds.
1:2460
Τούτοις ἀπεικάζει τῶν Μωαβιτῶν τὴν φωνήν
他把摩押人的聲音比作這些邪靈的聲音。
To these he likens the voice of the Moabites.
1:2461
Ἀπεικάζει δὲ αὐτῶν καὶ τὴν δυναστείαν καὶ τὴν εὐπορίαν κονιορτῷ τοίχου καταλυομένου καὶ κόνει ὑπὸ λαίλαπος φερομένῃ
他又把他們的勢力與富足比作被拆毀之牆的塵土,以及被暴風捲起的飛塵。
He likens their power and their abundance to the dust of a wall being demolished and to dust borne along by a whirlwind.
1:2462
Καὶ ἔσται ὡς στιγμὴ παρὰ κυρίου Σαβαώθ
「這事必如萬軍之主所定的一瞬間。」
'And it shall be as an instant from the Lord of Hosts.'
1:2463
Ἐν ἀκαρεῖ φησι καὶ συντόμως τὸν ὄλεθρον δέξεται
他說,她要在頃刻之間、迅速地遭受毀滅。
In a moment, he says, and swiftly shall she receive destruction.
1:2464
Ἐπισκοπὴ γὰρ ἔσται αὐτῆς μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης καὶ καταιγίδος φερομένης καὶ φλογὸς πυρὸς κατεσθιούσης
「因為她所受的懲罰要伴隨雷轟、地震、大聲響、狂飆的暴風,以及吞滅一切的火焰。」
'For her visitation shall come with thunder and earthquake and a great sound, and with a driving tempest and a flame of devouring fire.'
1:2465
Τοῦτο καὶ κατ' ἄλλων ἐθνῶν πεποίηκεν θεός, καὶ σαφῶς ἡμᾶς αἱ παλαιαὶ διδάσκουσιν ἱστορίαι
神也曾這樣對待別的邦國,古時的史事清楚地教導我們這一點。
This God has done against other nations too, and the ancient histories clearly teach us so.
1:2466
Εἶτα ὀνείρῳ ἀπ εικάζει τῶν ἐθνῶν ἁπάντων τὴν δυνα στείαν τῶν κατὰ τῆς Ἱερουσαλὴμ στρατευσάντων·
接著,他把所有攻打耶路撒冷之列國的勢力比作一場夢:
Then he likens to a dream the might of all the nations that campaigned against Jerusalem:
1:2467
Ἔσονται γάρ φησιν ὡς οἱ ἐν τῷ ὕπνῳ πίνοντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων μάταιον τὸ ἐνύπνιον αὐτῶν·
他說:「因為他們必像那些在睡夢中吃喝的人,及至醒來,他們的夢卻是虛空的;」
'For they shall be,' he says, 'like those who in sleep drink and eat, and when they arise their dream is in vain;'
1:2468
καὶ ὃν τρόπον ἐνυπνιάζεται διψῶν ὡς πίνων καὶ ἐξαναστὰς ἔτι διψᾷ, δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται πλοῦτος ἁπάντων τῶν ἐθνῶν, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερουσαλὴμ καὶ ἐπὶ τὸ ὄρος Σιών
「又如口渴的人夢見自己在喝水,醒來仍舊口渴,他的心靈是徒然指望;一切攻打耶路撒冷和錫安山之列國的財富也必如此。」
'and just as one who thirsts dreams that he is drinking, and rising up still thirsts, and his soul has hoped in vain, so shall be the wealth of all the nations, as many as marched against Jerusalem and against Mount Zion.'
1:2469
Συνάπτει τῇ κατὰ τῶν Μω αβιτ ῶν προρρήσει καὶ τὰ κατὰ τοῦ Σενναχηρὶμ συμβεβηκότα·
他把有關摩押人的預言,與臨到西拿基立身上的事連在一起:
To the prophecy concerning the Moabites he joins also the things that befell Sennacherib:
1:2470
πέπονθεν ἅπερ οὐκ ἤλπισεν·
他遭受了他未曾料想的事;
he suffered what he had not expected;
1:2471
καὶ ἐῴκει οὕτω ς τῷ πεινῶντι μὲν καὶ διψῶντι, ὄναρ δὲ ἐσθίοντι καὶ πίνοντι, μετὰ δὲ τὴν ἐγρήγορσιν τῆς ἀπά της α ἰσθα νομένῳ·
他就像一個又飢又渴的人,在夢中吃喝,及至醒來才察覺那是虛妄的欺哄;
and he was thus like one who is hungry and thirsty, but in a dream eats and drinks, and after waking perceives the deception;
1:2472
οὕτω γὰρ κἀκεῖνος μετὰ τὸν ὄλεθρον τῶν πολλῶν μυριάδων αἴσθησιν τῆς οἰκείας ἔσχεν ἀσθενείας
因為那人也是如此,在他數以萬計的大軍被消滅之後,才體會到自己的軟弱。
for so too did that man, after the destruction of his many myriads, gain a perception of his own weakness.
1:2473
Θαυμάσατε καὶ ἔκστητε καὶ ἀπατήθητε καὶ ὑπεραπατήθητε καὶ μεθύσθητε οὐκ ἀπὸ οἴνου καὶ κραιπαλήσατε οὐκ ἀπὸ σίκερα οὐδὲ ἀπὸ οἴνου κινούμενοι, ὅτι πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατανύξεως καὶ καμμύσει τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τῶν ἀρχόντων ὑμῶν καὶ τῶν προφητῶν ὑμῶν τῶν ὁρώντων τὰ κρυπτά
「你們要驚訝、要驚愕,要受蒙蔽、要大大受蒙蔽,要沉醉,卻非因酒;要踉蹌,卻非因濃酒,也非因酒而搖晃;因為主使你們喝了昏迷的靈,祂要閉上你們的眼睛,以及你們的官長和你們那些觀看隱祕之事的先知的眼睛。」
'Be amazed and astonished, be deceived and utterly deceived, and be drunk, though not with wine, and reel, though not from strong drink nor moved by wine; for the Lord has given you to drink a spirit of stupor, and he will close your eyes and those of your rulers and of your prophets who behold hidden things.'
1:2474
Ἀντὶ τοῦ κατανύξεως καρώσεως μὲν Σύμμαχος τέθεικεν, δὲ Θεοδοτίων ἐκστάσεως, δὲ Ἀκύλας καταφορᾶς
「昏迷」一詞,敘瑪庫斯譯作「麻木」,狄奧多提翁譯作「恍惚」,亞居拉譯作「昏沉倒下」。
In place of 'stupor,' Symmachus has put 'torpor,' Theodotion 'ecstasy,' and Aquila 'a swooning down.'
1:2475
Τὸν ὄλεθρον τοῦ Ἀσσυρίου θαυμάσαντες Ἰουδαῖοι ἤλπισαν ἀεὶ κρείττους ἔσεσθαι τῶν πολεμούν των
猶太人因亞述人的覆滅而驚訝,就指望自己永遠都能勝過仇敵。
The Jews, amazed at the destruction of the Assyrian, hoped that they would always be superior to their enemies.
1:2476
Ταύτην καλεῖ προφητικὸς λόγος ἀπάτην
先知的話把這稱為欺哄。
This the prophetic word calls deception.
1:2477
δὲ θεὸς αὐτοὺς λέγεται καρῶσαι ἐκστῆσαι, παρὰ πᾶσαν ἐλπίδα τὴν παράδοξον αὐτοῖς ἐκείνην δωρησάμενος σωτηρίαν
神被說成使他們昏迷或神志恍惚,因為祂超乎一切所盼望的,賜給了他們那奇妙的救恩。
God is said to have stupefied them or driven them out of their senses, in that beyond all expectation he had granted them that marvelous deliverance.
1:2478
Ἔδει δὲ αὐτοὺς συνειδέναι ὡς φειδοῦς τη νι καῦτα παρέσχον ἀφορμὴν τῇ θείᾳ φιλανθρωπίᾳ μεταμελείᾳ χρησάμενοι
但他們本應明白,那時他們是藉著懊悔,為神的慈愛提供了機會。
But they ought to have understood that at that time they had furnished occasion to the divine loving-kindness by employing repentance.
1:2479
Μετὰ δὲ ταῦτα τὴν ὑπερ βάλλουσαν ἀσπα σάμενοι πονηρίαν οὐκ εἰκότως ἐθάρρουν τῇ θείᾳ φιλανθρωπίᾳ
然而在這些事之後,他們卻擁抱了極大的邪惡,就毫無理由地倚仗神的慈愛。
After these things, however, having embraced surpassing wickedness, they took confidence in the divine loving-kindness without good reason.
1:2480
Ἑαυτοὺς τοίνυν πάτησαν τῆς θείας οἰκονομίας τὴν σοφίαν οὐκ ἐθελήσαντες συνιδεῖν
因此他們是自欺,因為他們不肯領會神那護理計畫的智慧。
They therefore deceived themselves, being unwilling to discern the wisdom of the divine dispensation.
1:2481
Καὶ ἔσται ὑμῖν πάντα τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου, ἐὰν δῶσιν αὐτὸ ἀνθρώπῳ ἐπισταμένῳ γράμματα λέγοντες αὐτῷ·
「這一切的話,對你們必像那封住之書卷上的話一樣;人若把它交給識字的人,對他說:」
'And all these words shall be to you as the words of the sealed book, which if they give it to a man who knows letters, saying to him:'
1:2482
Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ·
「『請念這個』,他必說:」
''Read this,' and he will say:'
1:2483
Οὐ δύναμαι ἀναγνῶναι, | | ἐσφράγισται γάρ·
「『我不能念,因為它是封住的』;」
''I cannot read, for it is sealed;''
1:2484
καὶ δοθήσεται τὸ βιβλίον τοῦτο εἰς χεῖρας ἀνθρώπου μὴ ἐπισταμένου γράμματα καὶ ἐροῦσιν αὐτῷ·
「這書卷又要交在不識字之人的手中,他們必對他說:」
'and this book shall be given into the hands of a man who does not know letters, and they will say to him:'
1:2485
Ἀνάγνωθι ταῦτα, καὶ ἐρεῖ·
「『請念這個』,他必說:」
''Read this,' and he will say:'
1:2486
Οὐ δύναμαι ἀναγνῶναι, οὐκ ἐπίσταμαι γράμματα
「『我不能念,我不識字。』」
''I cannot read, I do not know letters.''
1:2487
Τὸ ἀπειθὲς αὐτῶν καὶ ἀντίλο γον καὶ ἀσύνετον διὰ τούτων τῶν λόγων ἐδήλωσεν
祂藉這些話顯明了他們的悖逆、頂撞和愚昧無知。
By these words he made plain their disobedience, their contradiction, and their lack of understanding.
1:2488
Προλέγει δὲ ὅμως καὶ ἕτερόν τι θεῖος λόγος
然而,神的話還預言了另一件事。
Nevertheless the divine word also foretells something else.
1:2489
Πάλαι γὰρ τὰς περὶ τοῦ κυρίου προρρήσεις οὔτε Ἰουδαῖοι συνορᾶν ἠδύναντο κεκαλυμμένας καὶ οἱονεὶ σφραγίδων ἐντὸς ἀποκειμένας οὔτε τὰ ἔθνη τὰ προφητικὰ μὴ ἐπιστάμενα γράμματα·
因為在古時,猶太人不能看透有關主的預言,那些預言是隱藏的,彷彿被封在印記之內;列邦也不能,因為他們不認識先知的文字;
For of old neither could the Jews perceive the prophecies concerning the Lord, which were veiled and as it were laid up within seals, nor could the nations, who did not know the prophetic letters;
1:2490
μετὰ μέντοι τὴν δεσποτικὴν ἐπιφάνειαν ἀφαιρεθεισῶν τῶν σφραγίδωντὰ γὰρ πράγματα μαρτυρεῖ τοῖς λόγοιςκαὶ πλεῖστοι ἐξ Ἰουδαίων τῶν προρρήσεων ἔμαθον τὴν διάνοιαν καὶ τὰ ἔθνη μεμάθηκε τῆς εὐσεβείας τὰ γράμματα καὶ ἀναγινώσκουσι τὸ βιβλίον, τοῖς ἀπιστοῦσι τῶν Ἰουδαίων ἐσφραγισμένον ἔτι μεμένηκεν
但在主顯現之後,印記既已除去——因為事件為那些話作了見證——就有許多猶太人明白了預言的含義,列邦也學會了敬虔的文字,讀了這書卷;然而這書卷對於那些不信的猶太人,直到如今仍是封住的。
yet after the Master's manifestation, when the seals had been removed — for the events bear witness to the words — very many of the Jews learned the meaning of the prophecies, and the nations have learned the letters of true religion and read the book, which to the unbelieving among the Jews has remained sealed even until now.
1:2491
Πρῶτος δὲ αὐτὸς κύριος τὰς τῆς προφητ είας περιεῖλε σφραγῖδας·
主自己是第一位揭去這預言之印記的。
The Lord himself was the first to remove the seals of the prophecy;
1:2492
εἰσελ θὼν γὰρ εἰς τὴν συναγωγὴν καὶ λαβὼν τὸν προφήτην Ἡσαΐαν καὶ ἀναγνούς·
因為祂進了會堂,拿起先知以賽亞的書卷,念道:
for entering into the synagogue and taking the prophet Isaiah and reading:
1:2493
Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν καὶ τὰ ἑξῆς ἐπήγαγεν·
「主的靈在我身上,因此祂膏了我,差遣我去向貧窮的人傳福音,醫治傷心的人,向被擄的宣告釋放,向瞎眼的宣告得見光明」,接著又念了以下的話;
'The Spirit of the Lord is upon me, because of which he has anointed me; he has sent me to preach good tidings to the poor, to heal the broken-hearted, to proclaim release to the captives and recovery of sight to the blind,' and he added what follows;
1:2494
Σήμερον ἐπληρώθη γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. μέντοι προφήτης, μᾶλλον δὲ τούτου θεός, καὶ ἑτέραν αὐτοῖς ἐπάγει κατηγορίαν·
「今天這經文應驗在你們耳中了。」那位先知,或說得更確切,是先知的神,又向他們提出另一項控訴:
'Today this Scripture is fulfilled in your hearing.' The prophet, or rather his God, brings against them yet another accusation:
1:2495
Ἐγγίζει μοι λαὸς οὗτος, τῷ στόματι αὐτῶν καὶ ἐν τοῖς χείλεσιν αὐτῶν τιμῶσί με, δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ·
「這百姓親近我,用他們的口和嘴唇尊敬我,他們的心卻遠離我;」
'This people draws near to me; with their mouth and with their lips they honor me, but their heart is far removed from me;'
1:2496
Καὶ ταύτης τῆς μαρτυρίας κύριος ἐμνημόνευσε τῶν Φαρισαίων κατηγορῶν καὶ διδάσκων ὡς τοῦ θείου νόμου καταφρονοῦντες ἰδίαις ἐχρῶντο νομοθεσίαις
主在控訴法利賽人時提及了這見證,教導說:他們藐視神的律法,卻使用他們自己所定的規條。
And this testimony the Lord recalled when accusing the Pharisees and teaching that, despising the divine law, they employed their own legislations.
1:2497
Καὶ προφήτης δὲ Ἱερεμίας κατηγορεῖ αὐτῶν λέγων·
先知耶利米也控訴他們,說:
And the prophet Jeremiah too accuses them, saying:
1:2498
Καὶ ἠγάπησαν αὐτὸν ἐν τῷ στόματι αὐτῶν> καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτῷ. Αἰνίττεται δὲ διὰ τούτων τῆς ἀρνήσεως τὴν ὀξύτητα·
「他們用口愛祂,用舌向祂說謊。」他藉這些話暗示他們背棄之迅速;
'And they loved him with their mouth, and with their tongue they lied to him.' By these words he hints at the sharpness of their denial;
1:2499
ὥσπερ γὰρ γλῶσσα πελάζει τοῖς χείλεσιν, οὕτως φησὶ τῇ ὁμολογίᾳ αὐτῶν ἄρνησις
因為正如舌頭挨近嘴唇,他說,他們的背棄也緊挨著他們的承認。
for just as the tongue is close to the lips, so, he says, their denial was close to their confession.
1:2500
Οὐ γὰρ μόνον εἰς Βαβυλῶνα ἀπάξω, ἀλλὰ καὶ εἰς πᾶσαν τὴν οἰκουμένην διασπερῶ
「因為我不僅要把他們擄到巴比倫,還要把他們分散到全地。」
'For not only into Babylon will I lead them away, but I will also scatter them into all the inhabited world.'
1:2501
Καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν αὐτοῦ καὶ τὴν σύνεσιν τῶν < συνετῶν> αὐτοῦ κρύψω
「我要滅絕其中智慧人的智慧,隱藏其中聰明人的聰明。」
'And I will destroy the wisdom of its wise men, and the understanding of its prudent men I will hide.'
1:2502
Φροῦδα γὰρ τὰ τῶν Φαρισαίων καὶ γραμματέων·
因為法利賽人和文士的一切都消逝了;
For the things of the Pharisees and scribes are gone;
1:2503
ἀνοίας γὰρ ἦν πλήρης δοκοῦσα σοφία
因為他們那看似的智慧滿了愚昧。
for their seeming wisdom was full of folly.
1:2504
βουλὴν καὶ οὐ διὰ κυρίου, οἱ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν·
「……謀劃,卻不藉著主;他們暗中謀劃,他們的作為要在黑暗中,他們必說:」
'...counsel, and not through the Lord; those who make counsel in secret, and their works shall be in darkness, and they shall say:'
1:2505
Τίς ἡμᾶς ἑώρακε καὶ τίς ἡμᾶς γνώσεται, οἷα ἡμεῖς ποιοῦμεν; Ταῦτα καὶ κοινὴν ἔχει κατηγορίαν κατὰ τῶν οἰομένων λήσειν τὸν τῶν ὅλων ἔφορον ὀφ θαλμὸν καὶ ἰδίαν γραμματέων καὶ Φαρισαίων, οἳ δόλῳ χρησάμενοι συνεργῷ πολλὰς ἐρωτήσεις τῷ σωτῆρι προσέ φερον πειρώμενοι, φησιν εὐαγγελιστής, παγιδεῦσαι αὐτὸν ἐν λόγῳ, ἀλλὰ καὶ συμβούλιον πολλάκις ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν
「誰看見了我們?誰能知道我們,或知道我們所行的呢?」這些話既包含對那些自以為能逃過萬有之主鑒察之眼的人的普遍控訴,也包含對文士和法利賽人的特別控訴:他們以詭詐為幫兇,向救主提出許多問題,正如福音書作者所說,是要「在言語上陷害祂」,並且屢次商議要除滅祂。
'Who has seen us, and who shall know us, or what we do?' These words contain both a general accusation against those who suppose that they will escape the all-surveying eye of the Lord of all, and a particular accusation against the scribes and Pharisees, who, using deceit as their accomplice, brought many questions to the Savior, attempting, as the evangelist says, 'to ensnare him in speech,' and who moreover often took counsel to destroy him.
1:2506
Ἀλλ' ὅμως καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασι τοῖς οἰομένοις ἀγνοεῖν τὸν θεὸν τὰ κρύβδην γινόμενα τὸ πανάγιον πνεῦμα διὰ τοῦ προφήτου φησίν·
然而,那至聖的靈藉先知對這些人,以及對一切自以為神不知道暗中之事的人說:
But nevertheless, to these and to all others who suppose that God is ignorant of the things done in secret, the all-holy Spirit says through the prophet:
1:2507
Οὐχ ὡς πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; Μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι·
「你們豈不算為窯匠手中的泥嗎?受造之物豈能對造它的說:」
'Shall you not be reckoned as the clay of the potter? Shall the thing formed say to him who formed it:'
1:2508
Οὐ συνετῶς με ἔπλασας; καὶ τὸ ποίημα τῷ ποιήσαντι·
「『你造我沒有智慧』嗎?那作品豈能對作它的說:『你作我沒有智慧』嗎?」他說:窯匠怎能不認識那泥呢?若那塑造者尚且認識,那麼身為窯匠之造物主的我,豈不更加認識嗎?
''You did not form me with understanding?' and the work say to the maker: 'You did not make me with understanding?' How is it possible, he says, for the potter to be ignorant of the clay? But if that fashioner knows it, how much more do I, the maker of the potter himself?
1:2509
Οὐ συνετῶς με ἐποίησας; Πῶς οἷόν τέ φησι τὸν κεραμέα τὸν πηλὸν ἀγνοεῖν; Εἰ δὲ ἐκεῖνος οἶδεν διαπλά στης, πόσῳ μᾶλλον ἐγὼ τοῦ κεραμέως ποιητής
「你們豈不算為窯匠手中的泥嗎?」
'Shall you not be reckoned as the clay of the potter?'
1:2510
Ἀλλ' μὲν πηλὸς οὐκ ἀντιλέγει τῷ κεραμεῖ οὐδὲ τῆς ἐκείνου ἐργασίας κα τηγορεῖκαὶ ταῦτα τὴν αὐτὴν ἐκείνῳ φύσιν ἔχων·
但泥並不頂撞窯匠,也不指責他的手工——而這泥竟與他有相同的本質;
But the clay does not contradict the potter, nor does it accuse his workmanship — and this though it has the same nature as he;
1:2511
ἐκ πηλοῦ γὰρ κἀκεῖνος–, ὑμεῖς δὲ ἀντιτείν ετε τῷ θεῷ
因為他也是出於泥土——你們卻與神作對。
for he too is of clay — yet you set yourselves against God.
1:2512
Μάθετε τοίνυν τὴν ἐντεῦθεν ὑμῖν ἐσομένην βλάβην·
所以你們要知道那將由此臨到你們的損害;
Learn, therefore, the harm that shall thereby come upon you;
1:2513
ὥσπερ γὰρ κεραμεὺς τὰ ἤδη πλασθέντα καὶ μηδέπω πυρὶ ὁμιλήσαντα ἀνασκευάσαι δύναται καὶ πάλιν ἕτερα ἀντ' ἐκείνων κατασκευάσαι, οὕτως ἐγὼ μὲν ὑμᾶς ἀπώσομαι, τὰ δὲ ἔθνη προσλήψομαι καὶ τὴν ἐν ὑμῖν ἀνθοῦσαν πνευματικὴν χάριν εἰς ἅπαςαν τῶν ἀνθρώπων μεταθήσω τὴν φύσιν
因為正如窯匠能把那已塑成、卻尚未經火的器皿打碎,另作別的來代替,照樣,我也要棄絕你們,接納列邦,並且要把在你們中間興盛的屬靈恩典轉移到全人類的本性之上。
for just as the potter is able to break down what has already been formed but has not yet met the fire, and to fashion others in their place, so I will thrust you away and take to myself the nations, and I will transfer the spiritual grace that flourishes among you to the whole nature of mankind.
1:2514
Τοῦτο γὰρ διὰ τῶν ἑξῆς δεδήλωκεν·
因為祂藉以下的話把這事顯明了:
For this he has made plain through what follows:
1:2515
Οὐχὶ ἔτι μικρὸν καὶ μετατεθήσεται Λίβανος ὡς τὸ ὄρος τὸ Χερμὲλ καὶ Χερμὲλ εἰς δρυμὸν λογισθήσεται; Λίβανον τὰ ἔθνη καλεῖ διὰ τὴν προτέραν ἀσέβειαν, καὶ αὐτὸ δὲ τὸ ὄρος οὐκ Ἰουδαίων ἦν ἀλλ' ἐθνῶν
「豈不再過一會兒,黎巴嫩就要變得像迦密山,迦密要被算為樹林嗎?」他因列邦從前的不敬虔而稱他們為黎巴嫩,而這座山本身也不屬於猶太人,乃屬於列邦。
'Is it not yet a little while, and Lebanon shall be changed like Mount Carmel, and Carmel shall be reckoned as a forest?' By Lebanon he calls the nations because of their former impiety, and this mountain too belonged not to the Jews but to the nations.
1:2516
ὄρος δὲ τοῦτο πολυφόρον καὶ πολύκαρπον ἐν τῇ τοῦ Ἰσραὴλ κείμενον χώρᾳ
這座山極其多產、果實豐盛,位於以色列的境內。
and this mountain was very productive and very fruitful, lying in the land of Israel.
1:2517
Τροπικῶς τοίνυν διδάσκει τὴν τῶν ἐθνῶν καὶ τῶν Ἰουδαίων | | ἐναλλαγήν·
所以他以象徵的方式教導列邦與猶太人之間的對調:
Figuratively, therefore, he teaches the exchange between the nations and the Jews:
1:2518
δοθήσεται γάρ φησι τῷ Λιβάνῳτουτέστι τοῖς ἔθνεσιν τοῦ Καρμήλουτουτέστι τῶν Ἰουδαίωνεὐ καρπία, δὲ Κάρμηλοςτουτέστιν Ἰουδαῖοιδρυμὸς ἔσονται ἄκαρπος
他說:迦密(就是猶太人)的果實豐盛,要賜給黎巴嫩(就是列邦);而迦密(就是猶太人)卻要成為不結果子的樹林。
for there shall be given, he says, to Lebanon — that is, to the nations — the fruitfulness of Carmel — that is, of the Jews; while Carmel — that is, the Jews — shall become a barren forest.
1:2519
Καὶ ὁρῶμεν τὴν τῆς προφητείας ἀλήθειαν·
我們看見這預言的真確;
And we see the truth of the prophecy;
1:2520
καὶ γὰρ καὶ κατὰ τὸ πλῆθος καὶ κατὰ τὴν ἀκαρπίαν μιμοῦνται δρυμόν
因為他們無論在數目上還是在不結果子上,都真像一座樹林。
for indeed both in their multitude and in their barrenness they resemble a forest.
1:2521
Καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου
「到那日,聾子必聽見書上的話。」
'And in that day the deaf shall hear the words of a book.'
1:2522
Οἱ μὴ εἰδότες γράμματα, οἱ ἐξ ἐθνῶν πεπιστευκότες, οἱ μὴ δυνάμενοι διαγνῶναι τὸν προφητικὸν χαρακτῆρα, οὗτοι τούτων ἐπακούσονται προθύμως τῶν λόγων
那些不識字的人、那些從外邦人中歸信的人、那些無法辨識先知體裁的人,這些人卻要熱切地聆聽這些話語。
Those who did not know letters, those from among the nations who came to believe, those unable to discern the prophetic character—these shall eagerly give ear to these words.
1:2523
Καὶ οἱ ἐν τῷ σκότει καὶ οἱ ἐν τῇ ὁμίχλῃ ὀφθαλμοὶ τυφλῶν ὄψονται
「那在黑暗與幽暗中瞎子的眼睛必得看見。」
'And the eyes of the blind who are in darkness and in gloom shall see.'
1:2524
Ἀληθῶς ἦσαν ἐν σκότῳ καὶ ὁμίχλῃ καθήμενοι τὴν κτίσιν ὁρῶντες καὶ τὸν ταύτης ποιητὴν ἀγνοοῦντες, ἀλλ' ὅμως καὶ οὗτοί φησιν ὄψονται τῆς ἀληθείας τὸ φῶς
他們實在是坐在黑暗與幽暗之中,看見受造之物卻不認識造它的主;然而他說,就連這些人也必看見真理的光。
Truly they were sitting in darkness and gloom, beholding the creation yet ignorant of its Maker; but nevertheless even these, he says, shall see the light of the truth.
1:2525
Καὶ ἀγαλλιά σονται πτωχοὶ διὰ κύριον ἐν εὐφροσύνῃ
「貧窮的人必因主歡欣快樂。」
'And the poor shall rejoice with gladness because of the Lord.'
1:2526
Τοὺς αὐτοὺς καὶ πτωχοὺς ὀνομάζει τοῦ παναγίου πνεύματος τὴν εὐπορίαν οὐκ ἐσχηκότας
他把同一批人也稱為「貧窮的」,因為他們尚未擁有至聖聖靈的豐盛。
He calls the very same people 'poor,' as those who had not yet possessed the riches of the all-holy Spirit.
1:2527
Καὶ οἱ ἀπελπισμένοι τῶν ἀνθρώπων πλη σθήσονται εὐφροσύνης
「人間那些絕望的人必滿得歡欣。」
'And those among men who had lost hope shall be filled with gladness.'
1:2528
Ἀπεγνωσμένοι γὰρ ὑπὸ Ἰουδαίων παρὰ πᾶσαν ἐλπίδα τῆς σωτηρίας ἀπέλαυσαν
因為他們曾被猶太人視為無望,卻出乎一切指望之外得享救恩。
For, having been despaired of by the Jews, beyond all hope they came to enjoy salvation.
1:2529
Ἐξέλιπεν ἄνομος, καὶ ἀπώλετο ὑπερήφανος, καὶ ἐξωλοθρεύθησαν οἱ ἀνομοῦντες ἐπὶ κακίᾳ καὶ οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ
「不法的人已消滅,狂傲的人已滅亡,那些行惡作孽的人都被剪除,還有那些用言語使人犯罪的人。」
'The lawless one has failed, and the proud one has perished, and those who work iniquity for evil have been utterly destroyed, and those who cause men to sin by a word.'
1:2530
Τῶν ἐθνῶν προθεσπίσας τὴν σωτηρίαν προλέγει καὶ τῶν ἀπιστησάντων Ἰουδαίων τὴν τιμωρίαν
他既預言了外邦人的救恩,也預言了不信的猶太人所受的刑罰。
Having foretold the salvation of the nations, he predicts also the punishment of the unbelieving Jews.
1:2531
οὗτοι γὰρ ἁμαρτάνειν τῇ γλώττῃ τοὺς ὑπηκόους ἠνάγκαζον·
因為這些人強迫他們的臣民用舌頭犯罪;
For these compelled their subjects to sin with the tongue;
1:2532
καὶ μάρτυς εὐαγγελιστὴς διδάσκων ὡς ἐκέλευσαν ἅπαντας τοὺς ὁμολογοῦντας τὸν σωτῆρα Χριστὸν ἀποσυναγώγους γενέσθαι
福音書作者也作見證,教導我們說:他們命令凡承認救主基督的人都要被趕出會堂。
and the Evangelist is a witness, teaching that they commanded all who confessed the Saviour Christ to be put out of the synagogue.
1:2533
Πάντας δὲ τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα θήσουσι καὶ ἐπλαγίαςαν ἐν ἀδίκοις δίκαιον
「他們必使一切在城門口責備人的成為絆腳石,又用不義使義人偏離。」
'And they shall make all who reprove in the gates a stumbling-block, and they turned aside the just man in unjust ways.'
1:2534
Οὕτω φησὶν ἔφευγον τοὺς μετὰ παρρησίας ἐλέγχοντας, ἐκκλίνοντες λίθον ἐν μέ σῳ κείμενον καὶ προσπ<τ>αίειν παρασκευάζοντα
他說,他們就是這樣躲避那些坦然直言責備他們的人,如同避開一塊橫在路中、使人絆跌的石頭。
Thus, he says, they fled those who reproved them with boldness, turning aside like a stone lying in the midst and made ready to cause stumbling.
1:2535
Καὶ μέντοι καὶ τοῖς ἀπατηλοῖς αὐτῶν λόγοις τοὺς ἁπλότητι συζῶντας ἀπέτρ ε πον τῆς εὐθείας ὁδοῦ
而且他們還用他們詭詐的言語,把那些過著純樸生活的人從正直的道路上引開。
And indeed by their deceitful words they also turned those who lived in simplicity away from the straight path.
1:2536
Πολλῶν γένετο παίδων Ἀβραὰμ πατριάρχης πατήρ·
亞伯拉罕族長成了許多兒女的父親;
The patriarch Abraham became the father of many children;
1:2537
καὶ γὰρ Ἰσμαὴλ ἐξ Ἀβραὰμ καὶ οἱ ἐκ τῆς Ῥεύμ ας τεχθέντες·
因為以實瑪利是出於亞伯拉罕,還有那些從基土拉所生的人;
for both Ishmael was from Abraham and those born of Keturah;
1:2538
μέντοι καὶ Ἠσαῦ ἐκεῖθεν κατάγει τὸ γένος
而且以掃也是從那源頭承接族系的。
and indeed Esau too traces his descent from that same source.
1:2539
Αἰνίττεται τοίνυν λόγος τὴν τοῦ θεοῦ εὐεργεσίαν καὶ ὅτι οὐ τῇ φύσει προσέχει δίκαιος κριτὴς ἀλλὰ πίστιν ζητεῖ
所以這話暗示了神的恩惠,也表明公義的審判者並不看重血統,乃是尋求信心。
The word therefore hints at the beneficence of God, and that the righteous Judge does not regard nature but seeks faith.
1:2540
Εἰ γὰρ τοῦ Ἀβραάμ φησιν ἠγά πων τὸ γένος, πάντας ἂν τοὺς ἐξ Ἀβραὰμ τῆς ἴσης κηδεμονίας ἠξίωσα·
他說,因為我若是愛亞伯拉罕的血脈,我就必看凡從亞伯拉罕所出的人都配得同等的眷顧;
For if, he says, I loved the lineage of Abraham, I would have deemed all who came from Abraham worthy of equal care;
1:2541
ἐπειδὴ δὲ ἀρετὴν ζητ , προτετίμηκα τῶν ἄλλων τὸν Ἰακώβ
但因我尋求德行,所以我在眾人之上揀選了雅各。
but since I seek virtue, I have preferred Jacob above the others.
1:2542
Τοῦτον δὲ ὑμεῖς ῥίζαν αὐχεῖτε τοῦ γένους
而你們所誇口為自己族類根源的,正是這雅各。
And it is he whom you boast to be the root of your race.
1:2543
Εἶτα διδάσκει προφήτης, τίνα τοῦ γένους εἴρηκεν·
接著先知教導我們,他所指的是這族類中的哪些人;
Then the prophet teaches which portion of the race he has meant;
1:2544
Οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον αὐτοῦ μεταβαλεῖ·
「雅各如今必不再蒙羞,他的臉如今也必不再變色;
'Not now shall Jacob be ashamed, nor now shall his face change color;
1:2545
ἀλλ' ὅταν ἴδωσι τὰ τέκνα αὐτῶν τὰ ἔργα μου, δι' ἐμὲ ἁγιάσουσι τὸ ὄνομά μου καὶ ἁγιάζουσι τὸν ἅγιον τοῦ Ἰακὼβ καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ φοβηθήσονται
但當他們的兒女看見我的作為時,他們必因我尊我的名為聖,也必尊雅各的聖者為聖,並且敬畏以色列的神。」
but when their children see my works, for my sake they shall sanctify my name and shall sanctify the Holy One of Jacob, and shall fear the God of Israel.'
1:2546
Καὶ γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην
「那些在靈裡走迷的人必得著悟性,那些發怨言的人必學會順服,結巴的舌頭必學會說平安的話。」
'And those who erred in spirit shall come to understanding, and those who murmured shall learn to obey, and the stammering tongues shall learn to speak peace.'
1:2547
Ἰα κὼ β τοὺς ἐξ Ἰακὼβ καλεῖ
他用「雅各」來稱呼那些從雅各所出的人。
By 'Jacob' he calls those who are descended from Jacob.
1:2548
Τούτων δὲ ἀναίδειαν κατηγορεῖ καὶ διδάσκει ὡς πολλὴν δεξάμενοι διδα σκαλ ίαν οὐκ ἐνετράπησαν, μετὰ δὲ τὰς συμφορὰς τὴν ὠφέλειαν ἐδέξαντο·
他指控這些人厚顏無恥,並教導說:他們雖領受了許多教訓,卻不知悔改,直到災禍臨到之後才得著益處;
He accuses these of shamelessness and teaches that, though they received much instruction, they were not brought to repentance, but only after their calamities did they receive benefit;
1:2549
καὶ γὰρ μετὰ τὴν ἀπὸ τῆς Βα βυλῶνος ἐπάνοδον ἀπέστησαν τῆς περὶ τὰ εἴδωλα πλάνης
因為從巴比倫回歸之後,他們果然離棄了拜偶像的謬妄。
for indeed after the return from Babylon they departed from the error concerning idols.
1:2550
Ἁρμόττει δὲ κυρίως προφητεία τοῖς ἐξ αὐ τῶν εἰς τὸν σωτῆρα πεπιστευκόσι Χριστόν·
然而這預言最切合的,乃是他們中間那些歸信救主基督的人;
But the prophecy applies most properly to those of them who came to believe in the Saviour Christ;
1:2551
οὗτοι γὰρ ἀληθῶς πρῶτον μὲν ἐγόγγυσαν, ὕστερον δὲ ἐπίστευσα ν
因為這些人的確起初發怨言,後來卻信了。
for these truly first murmured, but afterward believed.
1:2552
Ἐγόγγυσαν γάρ φησιν Ἰουδαῖοι λέγοντες·
他說,因為猶太人發怨言說:
For the Jews murmured, he says, saying:
1:2553
Πῶς δύναται ἡμῖν οὗτος δοῦναι τὴν σάρκα φαγεῖν; Οἱ δὲ ἐξ αὐτῶν ὕστερον πιστεύσαντες τῆς σωτηρίας ἀπέλαυσαν
「這個人怎能把他的肉給我們吃呢?」但他們中間那些後來信了的人,卻得享救恩。
'How can this man give us his flesh to eat?' But those of them who afterward believed came to enjoy salvation.
1:2554
Καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην·
「結巴的舌頭必學會說平安的話;」
'And the stammering tongues shall learn to speak peace;'
1:2555
ἀντὶ γὰρ τῆς βλασφημίας ὑμνῳδίαν προσφέρουσιν
因為他們如今以頌讚代替了褻瀆。
for in place of blasphemy they now offer up hymnody.
1:2556
[̓Εντεῦ θεν μετα φέρει τὸν λόγ ον εἰς Αἴγυπτον
〔從這裡起,他把話題轉向埃及。〕
[From here he transfers the discourse to Egypt.]
1:2557
Τῆς γὰρ Ἱερουσαλὴμ ἐμπρησθείσης καὶ τῶν πλείστων ἀπαχθέντων δορυα λώτων, οἱ λοιποὶ διέφυγον τῶν πολεμίων τὰς χεῖρας <καὶ> κατ' αὐτῶν ἠθροίσθησαν
因為耶路撒冷被焚燒、大部分居民被擄為戰俘之後,餘剩的人逃脫了仇敵的手,聚集起來抗拒他們。
For when Jerusalem had been burned and most of its people led away as prisoners of war, the rest escaped the hands of the enemy and gathered together against them.
1:2558
Ναβουζαρδὰν δὲ τού τοις ἀρχιμ άγειρος ἄρχοντα ἐδεδώκει τὸν Γοδολίαν
護衛長尼布撒拉旦立了基大利作他們的首領。
Nebuzaradan the captain of the guard had given them Gedaliah as ruler.
1:2559
Τοῦτον Ἰσμαὴλ ἀνεῖ λε τῆς ἡγεμονίας ἐπιθυμή σας
以實瑪利因貪圖那權位,就殺了這人。
Ishmael, coveting the rule, slew this man.
1:2560
Τούτους προ φήτης Ἱερε μίας πολλοῖς χρώμενος λόγοις ἐπισχεῖν ἐπειράθη, ἀλλὰ τῆς ἀπειθοῦς αὐτῶν καὶ ἀτε ράμονος οὐ περιεγένετο γνώμης·
先知耶利米用許多言語試圖攔阻這些人,卻未能勝過他們悖逆頑梗的心意;
The prophet Jeremiah, employing many words, tried to restrain these people, but he did not prevail over their disobedient and obstinate mind;
1:2561
κατέλαβον γὰρ τὴν Αἴγυπτον
因為他們就下到了埃及。
for they went down into Egypt.
1:2562
Τούτοις θεὸς διὰ τοῦ προ φήτου λέγει ·
神藉著先知對這些人說:
To these God says through the prophet:
1:2563
Καὶ καλεῖ τέκνα τοὺς πατέρα καλεῖν αὐτὸν οὐκ ἐθέλοντας καὶ τούτους θρηνεῖ φιλόστοργον μητέρα μιμούμενος·
他稱那些不肯稱他為父的人為「兒女」,並為這些人哀哭,效法一位慈愛的母親;
And he calls 'children' those who were unwilling to call him father, and he laments over these, imitating a tender-loving mother;
1:2564
Ἐποιήσατε βουλὴν καὶ | | οὐ δι' ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου τοῦ προσθεῖναι ἁμαρτίας ἐπὶ ἁμαρτίαις
「你們設謀,卻不是出於我;結盟,卻不是藉著我的靈,以致罪上加罪。」
'You made a plan, but not through me, and covenants, but not through my Spirit, so as to add sins to sins.'
1:2565
Οὐ κ ἐλάλησε γὰρ αὐτοῖς διὰ τοῦ προφήτου τὸ πανάγιον πνεῦμα, αὐτοὶ δὲ βλασφήμοις κατὰ τοῦ θεοῦ τῶν ὅλων ἐχρήσαντο λόγοις καὶ τετολμήκασιν εἰπεῖν ὡς, ἐξ οὗ τῆς τῶν εἰδώλων ἀπέστη σαν θεραπείας, ταῖς παντοδαπαῖς περιέπεσον συμφοραῖς
因為至聖的聖靈並沒有藉先知向他們說話,他們反倒用褻瀆萬有之神的話語,竟敢說:自從他們離棄了對偶像的敬拜以來,就遭遇了各樣的災禍。
For the all-holy Spirit did not speak to them through the prophet, but they employed words blasphemous against the God of all, and dared to say that, ever since they departed from the worship of idols, they had fallen into calamities of every kind.
1:2566
Οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν τοῦ βοη<θη>θῆναι ὑπὸ τοῦ Φαραὼ καὶ σκεπα σθῆναι ὑπὸ Αἰγυπτίων
「你們起身要下埃及去,卻不求問我,為要得法老的幫助、受埃及人的庇護。」
'You who set out to go down into Egypt, but did not inquire of me, to be helped by Pharaoh and to be sheltered by the Egyptians.'
1:2567
Εἶτα δείκνυσι τὸ ἀνόητον τῆς φυγῆς·
接著他指明這逃亡的愚昧;
Then he shows the folly of the flight;
1:2568
Ἔσται γὰρ ὑμῖν σκέπη Φαραὼ εἰς αἰσχύνην καὶ τοῖς πεποιθόσιν ἐπ' Αἰγυπτίους ὄνειδος
「因為法老的庇護必成為你們的羞辱,那些倚靠埃及人的也必蒙羞。」
'For the shelter of Pharaoh shall be to you a shame, and a reproach to those who trust in the Egyptians.'
← 上一段下一段 →
1