📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 以賽亞書註釋

西奧多勒

以賽亞書註釋 第 1 章 第 12/24 段

希臘文原文.275 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2836–1:3110(全章共 6051 節)

← 上一段下一段 →
1:2836
Καλεῖ τοίνυν ὄνον μὲν τοὺς ἐξ ἐθνῶν, βοῦν δὲ τοὺς ἐξ Ἰουδαίων πεπιστευκότας, ὕδωρ δὲ τὸ λυτήριον τῶν ἁμαρτημάτων καὶ καθαρτήριον τῶν ψυχῶν, τὸ πανάγιον βάπτισμα, σπόρον δὲ τὸν διδασκαλικὸν λόγον
因此,他稱那些從外邦人中信主的為「驢」,稱那些從猶太人中信主的為「牛」,稱那洗淨罪孽、潔淨靈魂的至聖洗禮為「水」,稱那教導之道為「種子」。
He therefore calls 'ass' those who believed from among the Gentiles, and 'ox' those from among the Jews, and 'water' the all-holy baptism that looses sins and purifies souls, and 'seed' the teaching word.
1:2837
Οὐαὶ ταλαιπωρῶν ὑμᾶς, ὑμᾶς δὲ οὐδεὶς ποιεῖ ταλαιπώρους
「那使你們受苦的人有禍了;卻沒有人能使你們真受苦。」
'Woe to him who afflicts you; but no one makes you afflicted.'
1:2838
Οἱ διώκοντες ὑμᾶς φησιν ἄθλιοί εἰσι καὶ τρισάθλιοι, ὑμεῖς δὲ μακάριοι·
他說:「那些逼迫你們的人是可悲的,是三重可悲的,你們卻是有福的;
'Those who persecute you,' he says, 'are wretched and thrice-wretched, but you are blessed;
1:2839
οἱ μὲν γὰρ ἀδικοῦσιν, ὑμεῖς δὲ οὐκ ἀδικεῖσθε
因為他們行不義,你們卻沒有受虧損。」
for they do wrong, but you are not wronged.'
1:2840
Τοῦτο καὶ μακάριος ἔφη Παῦλος·
這也是蒙福的保羅所說的:
This too the blessed Paul declared:
1:2841
Ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρού μενοι, ἀπορούμενοι οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι. Καὶ ἀθετῶν ὑμᾶς οὐκ ἀθετεῖ
「我們四面受敵,卻不被困住;心裡作難,卻不至失望;遭逼迫,卻不被丟棄;打倒了,卻不至死亡。」「那棄絕你們的,並非棄絕。」
'In everything afflicted, yet not distressed; perplexed, but not in despair; persecuted, but not forsaken; cast down, but not destroyed.' 'And he who rejects you does not reject.'
1:2842
Τοῦτο καὶ ἐν τοῖς θείοις εὐαγγελίοις ἔφη πρὸς αὐτοὺς δεσπότης·
這也是主在神聖的福音書中對他們所說的:
This also the Master said to them in the divine Gospels:
1:2843
δεχόμενος ὑμᾶς ἐμὲ δέχεται καὶ ἀθετῶν ὑμᾶς οὐχ ὑμᾶς ἀθετεῖ ἀλλὰ τὸν ἀποστείλαντα ὑμᾶς. Ἁλώσονται γὰρ οἱ ἀθετοῦντες καὶ παραδοθήσονται, καὶ ὡς σὴς ἐφ' ἱματίῳ οὕτως ἡττηθήσονται
「接待你們的就是接待我,棄絕你們的不是棄絕你們,乃是棄絕那差你們來的。」「因為那些棄絕的必被擄去,被交出,又像衣服上的蛀蟲一樣被消滅。」
'He who receives you receives me, and he who rejects you rejects not you but him who sent you.' 'For those who reject shall be taken captive and delivered up, and like a moth on a garment so shall they be worsted.'
1:2844
Ταῦτα δὲ Σύμμαχος οὕτως ἡρμήνευσεν·
西瑪庫斯將這些話如此翻譯:
Symmachus rendered these words thus:
1:2845
ὅταν κοπιάσῃς ἀθετῶν, ἀθε τ<ηθ>ήσῃ. Ἀντὶ τοῦ·
「當你勞苦地棄絕人時,你自己也必被棄絕。」也就是說:
'When you have laboured at rejecting, you shall be rejected.' That is to say:
1:2846
Καθ' ἑαυτὸν τὸ ξίφος ὠθεῖς καί, τῷ πλησίον εἰ ρύττεις βόθρον, σαυτὸν ἐμβαλεῖς
「你將刀刺向自己,若你為鄰舍挖坑,你必自己掉在其中。」
'You thrust the sword against yourself, and if you dig a pit for your neighbour, you shall cast yourself into it.'
1:2847
Καὶ ὥσπερ τὸ ἱμάτιον τίκτει τὸν σῆτα καὶ ὑπὸ τοῦ σητὸς κατεσθίεται, οὕτω καὶ ὑμεῖς ὑπὸ τῆς πονηρίας ἣν ἐτέκετε καταναλωθήσ εσθε
「正如衣服生出蛀蟲,又被蛀蟲吞吃,你們也必被自己所生出的惡毒所吞滅。」
'And just as the garment gives birth to the moth and is devoured by the moth, so you too shall be consumed by the wickedness which you have brought forth.'
1:2848
Ἡμεῖς δὲ ταῦτα | | με μαθηκότες τὴν μὲν τούτων ὁδὸν καταλίπωμεν, τῶν δὲ προφητῶν καὶ ἀποστόλων τὸν βίον ζηλώσωμεν, ἵνα σὺν αὐτοῖς τῶν ἐπηγγελμένων ἀπο λαύσωμεν ἀγαθῶν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ τὰς ἐπ αγγε λίας δεδωκότος Χριστοῦ, μεθ' οὗ τῷ πατρὶ σὺν τῷ παναγίῳ πνεύματι δόξα πρέπει καὶ τιμὴ καὶ μεγαλοπρέπεια νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
但我們既已學得這些事,就當離棄這些人的道路,並當效法先知和使徒的生活,使我們得以與他們一同享受那所應許的美善,這是靠著那賜下應許的基督的恩典和慈愛;願榮耀、尊貴、威嚴歸與祂並父,連同至聖的聖靈,從今直到永永遠遠。
But we, having learned these things, let us forsake the way of these men, and let us emulate the life of the prophets and apostles, that together with them we may enjoy the good things that have been promised, by the grace and loving-kindness of Christ who has given the promises, with whom to the Father together with the all-holy Spirit is due glory and honour and majesty, now and ever and unto the ages of ages.
1:2849
ΤΟΜΟΣ Ιʹ Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν
第十卷。「主啊,求你憐憫我們,因為我們仰望你。」
VOLUME 10. 'Lord, have mercy upon us, for in thee have we put our trust.'
1:2850
Προθεσπίσας προφήτης καὶ τῶν Ἀσσυρίων τὴν ἔφοδον καὶ τὸν ὄλεθρον καὶ τὴν μετὰ ταῦτα τῶν Ἰουδαίων αἰχμαλωσίαν καὶ τὴν τῆς Ἱερουσαλὴμ ἐρημίαν, εἶτα τὴν ἐπάνοδον καὶ τὰ μετὰ τὴν ἐπάνοδον γεγενημένα καὶ τὴν τῶν ἐθνῶν ἐκλογὴν καὶ τὴν τῶν Ἰουδαίων ἀποβολὴν καὶ τὰ τῶν ἀποστόλων κηρύγματα, τὴν ὑπὲρ τῶν Ἰουδαίων ἱκετείαν προσφέρει ὀλοφυρόμενος αὐτῶν τὴν ἀπιστίαν καὶ τὴν ἐντεῦθεν προσγε νομένην αὐτοῖς ἀπώλειαν·
先知既已預言了亞述人的入侵與滅亡,以及此後猶太人的被擄,和耶路撒冷的荒涼,然後是那歸回,並歸回之後所發生的事,以及外邦人的蒙揀選和猶太人的被棄絕,還有使徒們的傳道,如今他為猶太人獻上懇求,為他們的不信和由此臨到他們的滅亡而哀哭;
The prophet, having foretold both the invasion and destruction of the Assyrians, and the subsequent captivity of the Jews, and the desolation of Jerusalem, then the return and the things that came to pass after the return, and the election of the Gentiles and the rejection of the Jews, and the preaching of the apostles, now offers up supplication on behalf of the Jews, lamenting their unbelief and the destruction that came upon them therefrom;
1:2851
τοῦτο γὰρ καὶ διὰ τῶν ἑξῆς δεδήλωκεν
他也藉著下文將此表明了。
for this he has also made plain through what follows.
1:2852
Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώ λειαν, δὲ σωτηρία ἡμῶν παρὰ σοῦ ἐν καιρῷ θλίψεως
「悖逆之人的後裔歸於滅亡,惟有我們的救恩在患難之時是從你而來。」
'The seed of the disobedient became for destruction, but our salvation is from thee in the time of affliction.'
1:2853
Κέκληκε δὲ αὐτοὺς οὐ μόνον ἀπειθοῦντας ἀλλὰ καὶ σπέρμα ἀπειθούντων, ἐπειδὴ καὶ αὐτοὺ καὶ οἱ πατέρες τὴν αὐτὴν ἐσχήκασι γνώμην
他不僅稱他們為「悖逆的」,也稱他們為「悖逆之人的後裔」,因為他們和他們的列祖持有相同的心思。
He has called them not only 'disobedient' but also 'seed of the disobedient,' since both they and their fathers held the same mind.
1:2854
Τότε μὲν ἐν τῷ κατὰ τοὺς Ἀσσυρίους θαύματι τοῦτο ἐγένετο, χρόνῳ δὲ ὕστερον τὰ ἀποστολικὰ θαύματα καὶ εἰς θαῦμα το ύτους διήγειρε καὶ τὴν κακὴν διεῖλεν ὁμόνοιαν·
在那時,這事藉著攻擊亞述人所行的神蹟成就了,但在後來的時候,使徒的神蹟既激起他們的驚奇,又拆散了他們邪惡的同心;
At that time this came to pass in the wonder wrought against the Assyrians, but in later time the apostolic wonders both stirred these to amazement and divided their evil concord;
1:2855
δίκην γὰρ μαχαίρας θεῖος λόγος διεῖλεν υἱὸν ἀπὸ πατρὸς καὶ θυγατέρα ἀπὸ μητρός
因為神聖的道如刀劍一般,將兒子與父親分開,將女兒與母親分開。
for like a sword the divine word divided son from father and daughter from mother.
1:2856
Νῦν δὲ συναχθήσεται τὰ σκῦλα ὑμῶν ἀπὸ μικροῦ ἕως μεγάλου, ὃν τρόπον ἐάν τις συναγάγῃ ἀκρίδα·
「如今你們的擄物必被收聚,從小到大,好像人收聚蝗蟲一樣;
'But now your spoils shall be gathered, from small to great, in the manner in which one might gather a locust;
1:2857
ὡς ἀπὸ βοθύνων οὕτως ἐμπαίξουσιν ὑμῖν
他們必戲弄你們,如同從坑中出來一樣。」
as from pits, so shall they mock you.'
1:2858
Τὴν πολλὴν εὐκολίαν τοῦ ἀποστολικοῦ κηρύγματος ἔδειξεν
他顯明了使徒傳道的極大容易。
He showed the great ease of the apostolic preaching.
1:2859
Καθάπερ γάρ φησιν εὐπετές ἐστιν ἀκρίδας συναγαγεῖν, οὕτως ἐκεῖνοι τοὺς γενομένους σκῦλα τοῦ διαβόλου καὶ συλλέξουσι καὶ τῷ σωτῆρι προσοίσουσιν
因為他說,正如收聚蝗蟲是容易的,照樣那些人也必收聚那些曾作魔鬼擄物的人,並將他們帶到救主面前。
For just as, he says, it is easy to gather locusts, so those men will both collect those who had become the spoils of the devil and bring them to the Saviour.
1:2860
Τὸ δὲ ἐμπαίξουσι παρ' οὐδενὶ τῶν Ἄλλων εὕρομεν Ἑρμηνευτῶν
「他們必戲弄」這個詞,我們在其他任何譯者那裡都找不到。
The word 'they shall mock' we found in none of the Other Interpreters.
1:2861
Αἰνίττεται δὲ λόγος ὡς οἶμαι τὴν ἀποστολικὴν μεγαλοφ ροσύν ην, δι' ἣν παντὸς τοῦ δήμου τῶν Ἰουδαίων κατ<ὰ τ>αὐτὸν κατεφρόνουν
我認為,這段經文暗示了使徒的寬宏大量,因這緣故,他們照樣藐視猶太全民。
The passage hints, as I think, at the apostolic magnanimity, on account of which they despised the whole populace of the Jews in the same manner.
1:2862
Οὕτως μακάριος Στέφανος ἐβόα ·
蒙福的司提反便如此呼喊:
Thus the blessed Stephen cried out:
1:2863
Σκληροτράχηλοι καὶ ἀπε ρίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς, οὕτω τὸ ἱερὸν ζεῦγος τῶν ἀποστόλων Πέτρος καὶ Ἰωάννης ἔλεγον·
「你們這硬著頸項、心與耳未受割禮的人,常時抗拒聖靈;你們的列祖怎樣,你們也怎樣。」照樣,那對聖潔的使徒彼得和約翰說:
'You stiff-necked and uncircumcised in heart and ears, you do always resist the Holy Spirit; as your fathers did, so do you.' In like manner the sacred pair of apostles, Peter and John, said:
1:2864
Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἀνθρώποις. Ἅγιος θεὸς κατοικῶν ἐν ὑψηλοῖς
「順從神,不順從人,是應當的。」「那住在高處的神是聖潔的。」
'We must obey God rather than men.' 'Holy is God who dwells in the high places.'
1:2865
Ὑψηλοὺς τοὺς μεταρσίους λέγει τὴν διάνοιαν·
他所說的「高處」,乃是指那些心思高超的人;
By 'high places' he means those lofty in mind;
1:2866
τούτους γὰρ οἰκητήριον ἀπειργάσατο θεῖον
因為他將這些人造成了神聖的居所。
for these he made into a divine dwelling-place.
1:2867
ἐν ὑμῖν; Ἔχεται τοίνυν τῆς ἀκολουθίας προφητικὸς λόγος·
……在你們裡面嗎?因此先知的話緊扣著這一連貫的脈絡;
...in you? The prophetic word therefore holds fast to the sequence;
1:2868
ὑποδείξας γὰρ τοὺς ἱεροὺς ἀποστόλους, οἰκητήριον αὐτοὺς καλεῖ τοῦ τῶν ὅλων θεοῦ
因為他既指出那些聖潔的使徒,就稱他們為萬有之神的居所。
for having pointed out the holy apostles, he calls them the dwelling-place of the God of all things.
1:2869
Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης
「錫安充滿了公平和公義。」
'Zion was filled with judgement and righteousness.'
1:2870
Τὰς κατὰ τὴν οἰκουμένην ἐκκλησίας Σιὼν καλεῖ, ὡς πολλάκις προαπε δείξαμεν
他稱那遍及全地的眾教會為「錫安」,正如我們先前多次所指明的。
The churches throughout the whole world he calls 'Zion,' as we have often shown before.
1:2871
Εἰ δὲ καὶ τὴν Ἱερουσαλήμ τις ἐνταῦθα σημαίνεσθαι βούλεται, ἔχει καὶ οὕτως προφητεία τὸ ἀληθές·
但若有人願意此處所指的是耶路撒冷,這預言在這意義上也是真確的;
But if one wishes Jerusalem to be signified here as well, the prophecy holds true in this sense also;
1:2872
πολλαὶ γὰρ ἐν αὐτῇ μυ ριά δες ἐπίστευσαν·
因為在她其中,有數萬人信了;
for within her many tens of thousands believed;
1:2873
καὶ μάρτυς μέγας Ἰάκωβος ταύτας ὑποδεικνὺς καὶ λέγων·
偉大的雅各也作見證,指出這些人說:
and the great James is a witness, pointing to these very multitudes when he says:
1:2874
Θεωρεῖς ἀδελφέ, πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰουδαίων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν. Οὗ δὴ χάριν καὶ προφητικὸς ἐπήγαγε λόγος·
「弟兄啊,你看猶太人中信主的有多少萬,並且都為律法熱心。」正因如此,先知的話語接著說:
'You see, brother, how many tens of thousands there are of the Jews who have believed, and they are all zealous for the law.' It is for this very reason that the prophetic word added:
1:2875
Τουτέστι τῇ καινῇ διαθήκῃ·
這就是說,在新約裡;
That is, in the new covenant;
1:2876
τοῦτο γὰρ οἱ Τρεῖς Ἑρμηνευταὶ δεδηλώκασιν
因為這正是三位譯者所闡明的。
for this is what the Three Translators have made plain.
1:2877
μὲν γὰρ Θεοδοτίων ἔφη<·
因為狄奧多提翁說:
For Theodotion said:
1:2878
Καὶ ἔσται πίστις καιρός σου, δὲ Σύμμαχος>·
「信必成為你的時候」;而西馬庫斯說:
'And faith shall be your season'; while Symmachus said:
1:2879
Καὶ ἔσται πίστις τοῦ καιροῦ σου, δὲ Ἀκύλας
「信必屬乎你的時候」;而亞居拉說:
'And faith shall be of your season'; while Aquila said:
1:2880
Καὶ ἔσται πίστις οἱ καιροί σου. Τὰς δὲ τρεῖς ἑρμηνείας παρέθηκα, ἵνα τῆς διανοίας δείξω τὴν συμφωνίαν·
「信必成為你的眾時候。」我列出這三種譯法,是要顯明其意義的一致;
'And faith shall be your seasons.' I have set down the three renderings in order to show the harmony of the meaning;
1:2881
καὶ οἱ Ἑβδομήκοντα τοιγαροῦν νόμον τὴν καινὴν ἐκάλεσαν διαθήκην, ἣν οἱ Λοιποὶ πίστιν ὠνόμασαν
因此七十士譯本把新約稱為「律法」,其餘的譯者則稱之為「信」。
and so the Seventy called the new covenant 'law,' which the Others named 'faith.'
1:2882
Ἐν θησαυροῖς σωτηρία ἡμῶν
「我們的救恩在寶庫中。」
'In treasuries is our salvation.'
1:2883
Ἐν ἐλπίσι γὰρ τοῖς ἁγίοις ἀπόκειται τὰ ἀγαθά
因為那些美善之物是憑著盼望為聖徒存留的;
For the good things are laid up for the saints in hope;
1:2884
ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς·
但所見的盼望不是盼望;
but hope that is seen is not hope;
1:2885
γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχό μεθα, καὶ πάλιν·
「因為人所看見的,何必再盼望呢?但我們若盼望那所不見的,就必忍耐等候。」又說:
'for who hopes for what he sees? But if we hope for what we do not see, we wait for it with patience.' And again:
1:2886
ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ
「我們的生命與基督一同藏在神裡面。」
'Our life is hidden with Christ in God.'
1:2887
Ἐκεῖ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς κύριον·
「那裡有智慧、知識,並向主而發的敬虔;」
'There is wisdom and knowledge and godliness toward the Lord;'
1:2888
οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης
這些就是公義的寶藏。
these are the treasures of righteousness.
1:2889
Οἱ γὰρ ταῦτα μεμαθηκό τες τῶν μελλόντων ἀπολαύσουσιν ἀγαθῶν
因為那些學得這些事的人,必享受將來的美福。
For those who have learned these things shall enjoy the good things to come.
1:2890
Σοφίαν δὲ καὶ ἐπιστήμην καὶ εὐσέβειαν καλεῖ τὴν τοῦ δεσπότου διδ ασκαλίαν·
他以智慧、知識和敬虔來稱呼主的教訓;
By wisdom and knowledge and godliness he calls the teaching of the Master;
1:2891
καὶ γὰρ θεῖος ἀπόστολός φησιν·
因為那屬神的使徒也說:
for indeed the divine Apostle says:
1:2892
Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ | | ἁγιασμὸς καὶ ἀπολύτρωσις. Ἰδοὺ δὴ ἐν τῷ φόβῳ ὑμῶν αὐτοὶ φοβηθήσονται·
「智慧是從神賜給我們的,還有公義、聖潔和救贖。」「看哪,因你們的懼怕,他們自己也必懼怕;」
'Wisdom was given to us from God, and righteousness and sanctification and redemption.' 'Behold indeed, in your fear they themselves shall be afraid;'
1:2893
οὓς ἐφοβεῖσθε, φοβηθήσονται ἀφ' ὑμῶν
你們從前所懼怕的人,如今必因你們而懼怕。
those whom you feared shall be made to fear because of you.
1:2894
Καὶ τῆσδε τῆς προφη τείας θεωροῦμεν τὸ τέλος·
這預言的應驗我們也親眼看見;
And of this prophecy too we behold the fulfillment;
1:2895
καὶ γὰρ Ἰουδαίων καὶ Ἑλλήνων οἱ πάλαι τὰς ἐκκλησίας διώκοντες ταύτας δεδίασι καὶ πεφρίκασιν·
因為從前那些逼迫眾教會的猶太人和希臘人,如今卻在教會面前畏懼戰慄;
for those of the Jews and Greeks who of old persecuted the churches now dread and shudder before them;
1:2896
καὶ οἱ πάλαι δὲ τοῖς ἀνθρώποις φοβεροὶ δαίμονες νῦν τῆς εὐσεβείας τοὺς τροφίμους δειμαίνουσιν
那些從前使人畏懼的鬼魔,如今卻在敬虔所養育的人面前戰兢。
and the demons who of old were terrible to men now tremble before the nurslings of true religion.
1:2897
Ἄγγελοι ἀποσταλήσονται ἀξιοῦντες εἰρήνην, πικρῶς κλαίον τες·
「必有使者奉差前來求和,痛哭哀號;」
'Angels shall be sent asking for peace, weeping bitterly;'
1:2898
ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί
因為他們的道路必成為荒涼。
for their ways shall be made desolate.
1:2899
ἐκ βάθρων γὰρ ἀνέσπασε τὰ τῶν δαιμόνων τεμένη
因為他將鬼魔的廟宇從根基上拆毀。
For he tore up from their foundations the sanctuaries of the demons.
1:2900
Καὶ αὐτοὶ δὲ οἱ πάλαι θεοποιούμενοι δαίμονες παρὰ τὰς τῶν ἁγίων μαρτύρων μαστιγούμενοι θήκας πικρῶς ὀλοφύρονται
而這些從前被奉為神明的鬼魔,如今在眾聖徒殉道者的墳墓旁受鞭打,痛苦地哀嚎。
And these very demons, once made into gods, being scourged beside the tombs of the holy martyrs, lament bitterly.
1:2901
Οὕτω καὶ αὐτὸν ἐνανθρωπήσ αντα τὸν θεὸν λόγον ἱκέτευον λέγοντες·
他們照樣懇求那已成為人的神之道,說:
So too they besought God the Word himself when he had become man, saying:
1:2902
Τί ἡμῖν καὶ σοὶ Ἰησοῦ υἱὲ τοῦ θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. Πέπαυται φόβος τῶν ἐθνῶν, καὶ πρὸς τούτους διαθήκη αἴρεται, καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους
「神的兒子耶穌,我們與你有甚麼相干?時候還沒有到,你就上這裡來叫我們受苦嗎?求你准我們進入那群豬裡去。」列國的懼怕已止息,與這些人所立的約也被除去,他們必不再被算為人。
'What have we to do with you, Jesus, Son of God? Have you come here before the time to torment us? Permit us to depart into the herd of swine.' The fear of the nations has ceased, and the covenant with these is taken away, and they shall no longer be reckoned as men.
1:2903
Τοῦτο πάλιν οἱ Τρεῖς οὕτως ἡρμήνευσαν·
這話三位譯者又如此翻譯:
This again the Three rendered thus:
1:2904
Ἐπαύσατο διοδεύων τρίβον, διεσκέδασε διαθήκην, ἀπώσατο πόλεις, οὐκ ἐλογίσατο ἀνθρώπους. Ἐπειδὴ γὰρ εἶπεν ἀνατετράφθαι τὰς ἐπιβλαβεῖς ἀτραπούς, ἐπέμεινε διδάσκων ὡς ἀπέστησαν τῶν τρίβων ἐκείνων οἱ πάλαι διοδεύοντες καὶ τὴν πρὸς τὰ εἴδωλα διαθήκην ἐσκέδασαν
「他已止步不再行走那路,他拆散了約,他丟棄了諸城,不將人算為人。」因為他既說那些有害的小徑已被傾覆,便接著教導說:從前行走那些路的人已離棄了那些道路,並拆散了與偶像所立的約。
'He has ceased passing along the path, he has scattered the covenant, he has cast off the cities, he has not reckoned men.' For since he had said that the harmful paths were overturned, he went on to teach that those who of old traveled them departed from those roads and scattered the covenant with the idols.
1:2905
Καὶ οἱ Ἑβδομήκοντα δὲ ταὐτὸ τοῦτο σημαίνουσιν, ὅτι ἐπαύσατο μάταιος τῶν ἐθνῶν φόβος, τοὺς δὲ τῇ πλάνῃ προστετηκότας οὐδὲ τοῖς ἀνθρώποις συναριθμοῦσιν
七十士譯本也表明同樣的意思,就是列國那虛妄的懼怕已止息,而那些固執於迷惑的人,他們甚至不算在人之列。
And the Seventy signify this same thing, that the vain fear of the nations has ceased, and those who clung fast to error they do not even number among men.
1:2906
Ἐπένθησεν γῆ, οἱ τὰ γήινα φρονοῦντες
「地悲哀了」——就是那些思念地上之事的人。
'The earth mourned'—those who are minded on earthly things.
1:2907
Ἠσχύνθη Λίβανος, τῶν εἰδώλων τυραννίς
「利巴嫩蒙羞了」——就是偶像的暴政。
'Lebanon was put to shame'—the tyranny of the idols.
1:2908
Τ ῶν ὑπὸ νόμον τὴν ἀκαρπίαν διὰ τούτων ᾐνίξατο·
他藉這些話暗指那些在律法之下者的不結果子;
By these things he hinted at the barrenness of those under the law;
1:2909
τῆς γὰρ αὐτῶν χώρας Ἀσηρών
因為亞舍嫩屬於他們的地方。
for Asheron belongs to their country.
1:2910
Φανερὰ ἔσται Γαλιλαία καὶ Κάρμηλος
「加利利和迦密必顯明出來。」
'Galilee and Carmel shall be made manifest.'
1:2911
Κάρμηλον πολλάκις τὴν ἔρημον προσηγό ρευσε, τοῦτο αὐτῇ τὸ ὄνομα τεθεικὼς μετὰ τὴν < τῶν> πραγμάτων μεταβολήν
他常把曠野稱為「迦密」,是在情勢轉變之後給了它這名字。
He often called the wilderness 'Carmel,' having given it this name after the change of circumstances.
1:2912
Τῇ δὲ Γαλιλαίᾳ καὶ ἤδη προείρηκε τὰ ἀγαθά·
至於加利利,他早已預先宣告了那美好之事;
And to Galilee he had already foretold the good things;
1:2913
Γαλιλαία γὰρ τῶν ἐθνῶν, λαὸς καθή μενος ἐν σκότει, εἶδε φῶς μέγα. Τί δὲ οὕτω περιφανὲς ἐγένετο καὶ περίβλεπτον; οἱ ἐκ τῆς Γαλιλαίας ἀπόστολοι
因為「外邦人的加利利,坐在黑暗裡的百姓看見了大光。」那顯赫而受人矚目的是甚麼呢?就是那些出自加利利的使徒。
for 'Galilee of the nations, the people that sat in darkness saw a great light.' And what became so conspicuous and renowned? The apostles from Galilee.
1:2914
Νῦν ἀναστήσομαι, λέγει κύριος, νῦν δοξασθήσομαι, νῦν ὑψωθήσομαι, νῦν ὄψεσθε, νῦν αἰσθήσεσθε
「耶和華說:現在我要興起,現在我要得榮耀,現在我要被高舉,現在你們要看見,現在你們要覺察。」
'Now I will arise, says the Lord; now I will be glorified, now I will be exalted, now you shall see, now you shall perceive.'
1:2915
γὰρ ὑπὸ τῶν πλείστων ἀγνοούμενος διὰ τῶν εὐαγγελικῶν θαυμάτων γνωσθήσομαι, καὶ τῆς πλάνης ἀπαλλαγέντες οἱ ἄνθρωποι ἐπιγνώσονταί με τῶν ὅλων τὸν ποιητήν
因為我這位為多數人所不認識的,必藉著福音的神蹟被人認識,而世人得脫離迷惑之後,必認出我就是萬有的創造主。
For I who was unknown to the majority shall be made known through the evangelical wonders, and men, being delivered from error, shall recognize me as the Maker of all things.
1:2916
Ματαία ἔσται ὕβρις τοῦ πνεύματος ὑμῶν
「你們心靈的狂傲必歸於徒然。」
'The insolence of your spirit shall be in vain.'
1:2917
Πρὸς Ἰουδαίους λέγει τοὺς καὶ σταυρώσαντας καὶ τῇ ἀπιστίᾳ προσμείναντας
他是對那些既把他釘十字架又持守不信的猶太人說的。
He speaks to the Jews who both crucified him and persisted in unbelief.
1:2918
Πῦρ ὑμᾶς κατέδεται, τὸ αἰώνιόν τε καὶ ἄσβεστον
「火必吞滅你們」——就是那永遠不滅的火。
'Fire shall devour you'—the eternal and unquenchable fire.
1:2919
Καὶ ἔσται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρῷ ἐρριμμένη καὶ κατακεκαυμένη, οἱ τὸ σωτήριον μὴ δεξάμενοι κήρυγμα
「列國必被焚燒,像田間被丟棄且燒盡的荊棘」——就是那些不接受救恩之宣講的人。
'And the nations shall be burned up like a thorn cast out in a field and consumed'—those who did not receive the saving proclamation.
1:2920
Ἀκούσονται οἱ πόρρωθεν ἐποίησα, γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου
「遠處的人必聽見我所行的事;近處的人必認識我的大能。」
'Those who are far off shall hear what I have done; those who are near shall know my strength.'
1:2921
Ἀκριβεστέραν γὰρ ἔχουσι τὴν γνῶσιν οἱ ἐν νόμῳ κυρίου μελετῶντες ἡμέρας καὶ νυκτός, καὶ οἱ πόρρωθεν δὲ θαυμάσουσιν ἀκούοντες τὸ τῆς οἰκο νομίας μυστήριον
因為那些晝夜思想主律法的人有更確切的知識;而遠處的人聽見這救恩籌劃的奧祕,也必希奇。
For those who meditate on the law of the Lord day and night have the more accurate knowledge; and those far off shall marvel when they hear the mystery of the dispensation.
1:2922
Ἀπέστησαν οἱ ἐν Σιὼν ἄνομοι, τρόμος λήψεται τοὺς ἀσεβεῖς
「錫安中不法的人已離去;戰兢必抓住那些不敬虔的人。」
'The lawless in Zion have departed; trembling shall seize the ungodly.'
1:2923
Οὐ πάντας ἔφη ἀποστήσεσθαι τοὺς ἐν Σιὼν ἀλλὰ τοὺς ἀνόμους·
他並沒有說錫安中所有人都要離去,乃是說那些不法的人;
He did not say that all in Zion would depart, but the lawless;
1:2924
οὐδὲ πάντας ἔφη δέξεσθαι τὴν τοῦ δέους ὑπερ βολὴν ἀλλὰ τοὺς ἀσεβείᾳ συζῶντας
他也沒有說所有人都要承受那極度的懼怕,乃是說那些與不敬虔同活的人。
nor did he say that all would receive the excess of dread, but those who live with ungodliness.
1:2925
Εἶτα προαγορεύει τῆς γεέννης τὴν φλόγα·
接著他預言地獄的火焰;
Then he foretells the flame of Gehenna;
1:2926
Πορευόμενος ἐν δικαιοσύνῃ, τουτέστι τὴν θείαν ὁδεύων ὁδόν
「那行在公義中的」——就是那行走在神聖之道上的人。
'He who walks in righteousness'—that is, who journeys along the divine road.
1:2927
Λαλῶν εὐθέα ἐν ὁδῷ, ἐκεῖνα κηρύττων παρὰ τῆς ἀληθείας μεμάθηκεν
「在路上說正直的話」——就是傳講他從真理所學得的那些事。
'Speaking what is upright in the way'—proclaiming those things which he has learned from the truth.
1:2928
Οὕτως αὐτῶν δείξας τὴν περὶ τὰ κρείττω τῆς διανοίας σπουδήν, δεί κνυσι καὶ τὸ περὶ τἀναντία μῖσος·
他既如此顯明他們的心志對美善之事的熱切,也顯明他們對相反之事的憎惡;
Having thus shown their zeal of mind for the better things, he shows also their hatred of the contrary;
1:2929
Μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα τοῦ μὴ ἀκούειν κρίσιν αἵματος ἀδίκου καὶ καμμύων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἵνα μὴ ἴδῃ ἀδικίαν
「憎恨不法和不義,並且擺脫雙手不受賄賂,塞住耳朵不聽流無辜之血的判決,閉上眼睛不看不義的事。」
'Hating lawlessness and injustice, and shaking his hands free from bribes, stopping his ears that he may not hear the judgment of unjust blood, and closing his eyes that he may not see injustice.'
1:2930
Πάντων τῶν αἰσθητηρίων τοῦ σώματος τὸν κόσμον ὑπέδειξεν·
他陳明了身體一切感官的良好秩序;
He has set forth the good order of all the bodily senses;
1:2931
τὸ στόμα λαλοῦν τὴν τῶν δογμάτων εὐθύτητα, τὰς χεῖρας δωροδοκίας ἀπεχομένας, τὰ ὦτα τοῖς ἀδίκοις λόγ οις τὰς εἰσό δους ἀποτειχίζοντα, τοὺς ὀφθαλμοὺς τοῖς ἐκ φύσεως κεχρημένους καλύμμασι καὶ περιορᾶν οὐ κ ἀνεχομένους τὰ παρανόμως γινόμενα
口說出教義的正直,手不受賄賂,耳把入口築牆堵住不聽不義的言語,眼運用天然所賜的遮蔽,不容自己看那些不法所行的事。
the mouth speaking the uprightness of the doctrines, the hands abstaining from taking bribes, the ears walling off the entrances against unjust words, the eyes using the coverings given by nature and not enduring to look upon the things done unlawfully.
1:2932
| | Οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς·
「這人必住在堅固磐石的高洞裡;」
'This man shall dwell in a high cave of a strong rock;'
1:2933
ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὐτοῦ πιστόν
「必有糧食賜給他,他的水也必可靠。」
'bread shall be given to him, and his water shall be sure.'
1:2934
Ἔχει γὰρ τὸ ἀσάλευτον ἐπὶ τῆς πέτρας ἐρηρεισμένος
因為他有那不可搖動的,穩固地立在磐石上。
For he has that which is unshaken, being firmly established upon the rock.
1:2935
Περιττὸς δὲ αὐτῷ καὶ πλοῦτος·
財富對他而言是多餘的;
And riches are to him superfluous;
1:2936
μόνων γὰρ τῶν ἀναγκαίων μεταλαγχάνει·
因為他只取用那必需之物;
for he partakes only of what is necessary;
1:2937
Ἀρχὴ γὰρ ζωῆς ἀνθρώποις κατὰ τὸν σοφὸν ἄρτος καὶ ὕδωρ. Τὸ δὲ τούτων ὕδωρ καὶ πιστὸν ὀνομάζει, καὶ οἶμαι τὸ μυστικὸν διὰ τούτου σημαίνεσθαι
因為照那智者所言,「人生命的開端」乃是「糧食與水」。而他也稱他們的水為「可靠的」,我認為藉此所表明的乃是那奧祕之事。
for 'the beginning of life for men,' according to the wise man, is 'bread and water.' And their water he also calls 'sure,' and I think that by this the mystical is signified.
1:2938
Εἶτα δείκνυσι τῆς ἀρετῆς τοὺς καρπούς·
接著他顯明美德的果子;
Then he shows the fruits of virtue;
1:2939
Βασιλέα μετὰ δόξης ὄψεσθε
「你們必看見一位帶著榮耀的君王。」
'You shall see a King with glory.'
1:2940
Τὸν ἐπουράνιον λέγει ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἐπὶ τοῦ θρόνου τῆς δόξης καθήμενον κατὰ τὴν αὐτὴν τοῦ κυρίου φωνήν
他所指的是那位屬天者,照著主自己的話,駕著天上的雲降臨,並坐在榮耀的寶座上。
He means the heavenly One, coming upon the clouds of heaven and sitting upon the throne of glory, according to the Lord's own words.
1:2941
Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν
「你們的眼睛必觀看遠方的地。」
'And your eyes shall behold the land from afar.'
1:2942
Οὐ σκοποῦσι γὰρ κατὰ τὸν θεῖον ἀπόστολον τὰ βλεπόμενα ἀλλὰ τὰ μὴ βλεπόμενα·
因為照著神聖的使徒所說,他們不顧念所見的,乃顧念所不見的;
For, according to the divine Apostle, they do not consider the things that are seen but the things that are not seen;
1:2943
τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια
因為所見的是暫時的,所不見的乃是永遠的。
for the things that are seen are temporal, but the things that are not seen are eternal.
1:2944
Καὶ ψυχὴ ὑμῶν μελετήσει φόβον
「你們的心必默想敬畏。」
'And your soul shall meditate upon fear.'
1:2945
γὰρ τοῦ θεοῦ φόβος τῆς ἀρετῆς συνεργὸς καὶ τῶν ἀγαθῶν χορηγός
因為敬畏神乃是德行的助手,也是諸般美善的供應者。
For the fear of God is the helper of virtue and the bestower of good things.
1:2946
Ποῦ εἰσιν οἱ γραμματικοί; Ποῦ εἰσιν οἱ σύμβουλοι; Ποῦ ἐστιν ἀριθμῶν τοὺς ἀναστρεφομένους, μικρὸν καὶ μέγαν λαόν; Οὕτω καὶ θεῖος ἀπόστολος δείξας τὴν σωματικὴν τῶν κηρύκων ἀσθένειαν ἐπήγαγεν·
「文士在哪裡?謀士在哪裡?那數點受撫養之人的、無論小民大民的在哪裡?」神聖的使徒也照樣顯明了傳道者在身體上的軟弱之後,接著說:
'Where are the scribes? Where are the counsellors? Where is he that numbered those who are brought up, a small and a great people?' In like manner the divine Apostle too, having shown the bodily weakness of the heralds, added:
1:2947
Τούτοις ἐπήγαγεν προφήτης·
先知在這些話上又接著說:
To these words the prophet added:
1:2948
Ὡς οὐ συνεβουλεύσαντο οὐδὲ ᾔδει βαθύφωνον ὥστε μὴ ἀκοῦσαι
「他們沒有商議,那口音低沉之人的言語也無人聽得懂,以致聽不明白。」
'That they took no counsel, neither did he know a people of deep speech, so that one could not hear.'
1:2949
Τοῦτο δὲ οἱ Τρεῖς οὕτως ἡρμήνευσαν·
至於這節,三位譯者這樣解釋:
And this the Three interpreted thus:
1:2950
Οὐκ ὄψει λαὸν βαθὺν χείλεσιν ὥστε μὴ ἀκοῦσαι διάλεκτον γλώσσης. Ἀντὶ τοῦ·
「你必不見嘴唇低沉的民,以致聽不懂他們舌頭的言語。」意思就是說:
'You shall not see a people deep of lips, so that you cannot hear the speech of their tongue.' That is to say:
1:2951
ὁμόγλωττοί σού εἰσιν οἱ κήρυκες τῆς ἀληθείας, Ἑβραῖοι τὸ γένος, ἐν τῇ Γαλιλαίᾳ τραφέντες, τὴν αὐτήν σοι γλῶτταν ἔχοντες, ἀλλ' ἑκὼν οὐκ ἐπαΐεις τῶν λεγομένων
真理的傳道者與你同一種舌頭,本是希伯來種族,在加利利長大,與你操同一種言語;然而你卻甘心不肯留意所說的話。
the heralds of the truth are of the same tongue as you, Hebrews by race, reared in Galilee, having the very same language as you; yet of your own will you do not attend to what is spoken.
1:2952
Τοῦτο γὰρ δεδήλωκε διὰ τῶν ἑξῆς·
因為他藉著下文顯明了這一點:
For this he has made plain through what follows:
1:2953
Λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστι τῷ ἀκούοντι σύνεσις
「一個被藐視的民,聽的人也毫無悟性。」
'A people that has been made vile, and there is no understanding in him that hears.'
1:2954
Τῆς θείας γὰρ γνώσεως ἑκόντες σφᾶς αὐτοὺς ἀπεστέρησαν, οὗ δὴ χάριν καὶ ἀπερρίφησαν καὶ εὐκαταφρόνητοι πᾶσιν ἀνθρώποις ἐγένοντο
因為他們甘心奪去自己對神聖知識的份,正因如此他們被丟棄,也在眾人眼中成了可鄙的。
For of their own will they deprived themselves of the divine knowledge, on account of which indeed they were cast off and became despised in the sight of all men.
1:2955
Οὕτω δείξας προφητικὸς λόγος καὶ τῆς ληθ είας τοὺς κήρυκας διαλάμποντας καὶ τοὺς ἀντιτείνοντας ἐν αἰσχύνῃ, τῶν εὐσεβῶν πάλιν ὀνο μάζει τὸ σύστημα καὶ τὴν Σιὼν αὐτοῖς καὶ τὴν Ἱερουσαλὴμ ἀπεικάζει·
先知的話既如此顯明了真理的傳道者放光,也顯明了那些抵擋之人的羞愧之後,便再次題到虔誠者的群體,把錫安和耶路撒冷比作他們,說:
Having thus shown by the prophetic word both the heralds of the truth shining forth and those who resist in shame, he again names the company of the pious, and likens Zion and Jerusalem to them, saying:
1:2956
Ἰδοὺ Σιὼν πόλις τὸ σωτήριον ἡμῶν·
「看哪,錫安,就是那城,是我們的拯救;」
'Behold Zion, the city, our salvation;'
1:2957
ὀφθαλμοί σου ὄψονται, Ἱερουσαλὴμ πόλις πλουσία
「你的眼睛必看見耶路撒冷,一座富足的城。」
'your eyes shall see, Jerusalem, a wealthy city.'
1:2958
Ὥσπερ τοὺς Ἰουδαίους ἐξἈβραὰμ τὸ γένος κατάγοντας, τὴν κείνου δὲ ζηλῶσαι πίστιν οὐκ ἐθελήσαντας ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὠνόμασεν, οὕτω τὴν ἐξ ἐθνῶν ἐκκλησίαν τὰ πνευματικὰ δεξαμένην χαρίσματα Ἱερουσαλὴμ καὶ Σιὼν προσαγορεύει
正如他把那些從亞伯拉罕承接血統、卻不肯效法他信心的猶太人稱作「所多瑪的官長」和「蛾摩拉的百姓」,照樣他也把那從外邦招聚、領受了屬靈恩賜的教會稱作耶路撒冷和錫安。
Just as he named the Jews, who trace their descent from Abraham but were unwilling to emulate his faith, 'rulers of Sodom' and 'people of Gomorrah,' so he addresses the Church gathered from the nations, which received the spiritual gifts, as Jerusalem and Zion.
1:2959
Καὶ γὰρ ἐν τοῖς πρόσθεν ἡρμηνευμένοις καὶ τὴν ἔρημον καὶ τὸν Λίβανον ὠνόμασε Κάρμηλον, αὐτὸν δὲ τὸν Κάρ μηλ ον δρυμὸν προσηγόρευσεν
因為在前面所解釋的話中,他曾把曠野和利巴嫩稱作「迦密」,又把迦密本身稱作「樹林」。
For indeed in what was interpreted earlier he called both the wilderness and Lebanon 'Carmel,' and Carmel itself he named a 'forest.'
1:2960
Πλουσίαν δὲ ὀνομάζει τοῦ θεοῦ τὴν ἐκκλησίαν τὸν πνευματικὸν αὐτῆς πλοῦτον ἐπιδεικνύς
他稱神的教會為「富足的」,是指明她屬靈的財富。
And he calls the Church of God 'wealthy,' pointing to her spiritual riches.
1:2961
Μαρτυρεῖ δὲ τῇ προφητείᾳ ἀπόστολος οὕτω λέγων·
使徒也這樣為這預言作見證,說:
And the Apostle bears witness to the prophecy, speaking thus:
1:2962
Ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει. Σκηναὶ αἳ οὐ μὴ σαλευθῶσιν, οὐδὲ μὴ κινηθῶσιν οἱ πάτταλοι τῆς σκηνῆς αὐτῆς εἰς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῇ
「因為你們在他裡面凡事富足,口才知識都全備。」「這些帳棚永不動搖,其帳棚的橛子永不挪移,直到永遠,其繩索也總不折斷。」
'That in everything you were enriched in him, in all utterance and all knowledge.' 'Tents that shall not be shaken, neither shall the stakes of her tent be moved for ever, nor shall her cords be broken.'
1:2963
Καὶ ἐντεῦθεν δῆλον ὡς οὐδαμῶς ἁρμόττει τῇ παλαιᾷ Ἱερουσαλὴμ τὰ τῆσδε τῆς προφητείας ῥητά·
由此可見,這預言的話絕不適用於舊耶路撒冷;
And from this it is plain that the words of this prophecy in no way suit the old Jerusalem;
1:2964
ἐκείνη γὰρ ἐσαλεύθη καὶ κατελύθη καὶ ἐρημίαν ἐδέξατο παντελῆ, δὲ νέατουτέστιν αἱ κα τὰ τὴν οἰκουμένην τοῦ θεοῦ σκηναὶτὸ ἀσάλευτον ἔχουσι κατὰ τὴν τοῦ κυρίου φωνήν·
因為那城被震動、被拆毀,且遭受了徹底的荒涼,但新的城——就是遍滿全地神的帳棚——照著主的話,卻擁有那不能震動的:
for that city was shaken and destroyed and received utter desolation, but the new — that is, the tents of God throughout the whole world — possesses that which cannot be shaken, according to the word of the Lord:
1:2965
Ἐπὶ ταύτῃ γὰρ τῇ πέτρᾳ φησὶν οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πασσάλους δὲ τῆς σκηνῆς ἡγοῦμαι καλεῖσθαι τοὺς θείους ἀποστόλους, τοὺς νικηφόρους μάρτυρας
因為主說:「我要把我的教會建造在這磐石上,陰間的門不能勝過她。」我認為那帳棚的橛子所稱的,乃是神聖的使徒和得勝的殉道者。
For 'upon this rock,' he says, 'I will build my Church, and the gates of Hades shall not prevail against her.' And by the stakes of the tent I judge the divine Apostles, the victorious martyrs, to be called.
1:2966
Καθάπερ γὰρ τῶν σκηνῶν οἱ πάσσαλοι ἐν τῇ γῇ κεκρυμμένοι τὴν στάσιν ταῖς σκηναῖς πραγματεύονται, οὕτως ἐκεῖνοι δεξάμενοι τοῦ βίου τὸ πέρας καὶ ἐν τῇ γῇ κεκρυμμένα τὰ σώματα ἔχοντες τὰς θείας ὑπερείδουσιν ἐκκλησίας·
因為正如帳棚的橛子隱藏在地裡,使帳棚得以站立,照樣那些人領受了生命的終結、身體藏在地裡,卻扶持著神聖的眾教會;
For just as the stakes of tents, hidden in the earth, secure the standing of the tents, so those men, having received the end of life and having their bodies hidden in the earth, uphold the divine churches;
1:2967
σχοινίοις δὲ ἔοικεν ἐκ τῶν πασσάλων μέχρι τῶν σκηνῶν διήκουσι τὰ σωτήρια ἐκείνων παιδεύματα, δι' ὧν ἀκίνητος μένει τῶν εὐσεβεῖν προαιρουμένων πίστις
至於繩索,則好比那些人拯救人的教訓,從橛子一直伸展到帳棚,藉此那些立志敬虔而活之人的信心得以堅立不搖。
and to cords are likened the saving teachings of those men, which extend from the stakes to the tents, through which the faith of those who choose to live piously remains unshaken.
1:2968
Ἐν τῷ ὀνόματι κυρίου καὶ τὰ θαύματα ἐγένετο καὶ τὸ σωτήριον ἐπιτελεῖται βάπτισμα καὶ μυστικὴ τροφὴ μετα βάλλεται·
奉主的名,神蹟成就了,拯救人的洗禮得以施行,那奧祕的食物也被變化;
In the name of the Lord both the wonders were wrought, and the saving baptism is accomplished, and the mystical food is transformed;
1:2969
διὰ τούτου τοῦ ὀνόματος τοὺς οἰκοδομουμένους τῷ θεῷ ναοὺς ἁγιάζομεν
藉著這名,我們使那為神所建造的殿成聖。
through this name we sanctify the temples that are built for God.
1:2970
Ἐν ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι
「其中有江河與寬闊廣大的水渠。」
'In which are rivers and channels, broad and spacious.'
1:2971
Ποταμοὶ μὲν οἱ πρῶτοι τῆς ἀληθείας κήρυκες, διώρυγες δὲ οἱ ἐκείνων μαθηταὶ καὶ διάδοχοι ἐξ αὐτῶν μὲν ἕλκοντες τὰ σωτήρια δογμάτων ῥεῖθρα, ἄρδοντες δὲ τὸν θεῖον παράδεισον
江河乃是真理最初的傳道者,水渠乃是他們的門徒和承繼者,他們從那些人汲取拯救的教義之水流,澆灌那神聖的樂園。
The rivers are the first heralds of the truth, and the channels are their disciples and successors, who draw from them the saving streams of the doctrines, and water the divine paradise.
1:2972
Οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον
「你必不從這路經過,划槳的船也必不從其中經過。」
'You shall not go this way, neither shall a rowing ship go through it.'
1:2973
γὰρ θεός μου μέγας ἐστίν·
「因為我的神是大的。」
'For my God is great.'
1:2974
Τοῦτο <ὁ> Ἀκύλας οὕτως ἡρμήνευ σεν·
這節亞居拉這樣解釋:
This Aquila interpreted thus:
1:2975
Οὐ μὴ πορευθῇ ἐν αὐτῷ ναῦς κώπης, καὶ τριήρης ὑπερμεγέθης οὐ διαβήσεται αὐτό. | | Ἀντὶ τοῦ·
「必沒有划槳的船經過其中,極大的三層槳戰船也必不渡過它。」意思就是說:
'No ship of oars shall pass through it, nor shall an exceedingly great trireme cross it.' That is to say:
1:2976
κρείττων ἐστὶ τῶν πολεμίων, οὐδεμίαν ἔχει πάροδον διὰ τόνδε τὸν ποταμὸν τριήρης πολεμική·
她比她的仇敵更強,戰爭的兵船在這江河中並無通行之路;
she is mightier than her enemies, and a warship of war has no passage through this river;
1:2977
μέγας γάρ ἐστι τῶν ἐκκλησιῶν θεὸς καὶ παρορᾶν αὐτὰς οὐκ ἀνέχεται
因為眾教會的神是大的,他不容她們被忽視。
for the God of the churches is great, and he does not suffer them to be overlooked.
1:2978
Τοῦτο γὰρ καὶ διὰ τῶν ἐπιφερομένων δεδήλωκεν·
他藉著所附加的話,也將這一點顯明了:
For this too he has made plain through what is added:
1:2979
Κύριος κριτὴς ἡμῶν, κύριος ἄρχων ἡμῶν, κύριος βασιλεὺς ἡμῶν, κύριος σωτὴρ ἡμῶν αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς
「耶和華是我們的審判者,耶和華是我們的統治者,耶和華是我們的君王,耶和華是我們的救主;他必親自來拯救我們。」
'The Lord is our judge, the Lord is our ruler, the Lord is our king, the Lord is our saviour; he himself shall come and save us.'
1:2980
Πάντα πόρον ἀγαθὸν δι' αὐτοῦ κεκομίσμεθα
凡一切美善的通路,我們都是藉著他得著的。
Every good passage we have obtained through him.
1:2981
Τούτου δὴ χάριν καὶ τὴν ἡγεμονίαν αὐτοῦ καὶ τὴν βασιλείαν μεθ' ἡδονῆς ἀσπαζόμεθα
因此我們也歡歡喜喜地接受他的治理和他的國度。
For this reason we also embrace his rule and his kingdom with gladness.
1:2982
Αὐτὸς γὰρ ἡμῖν χορηγὸς σωτηρίας
因為他自己就是那把救恩賜給我們的。
For he himself is the bestower of salvation to us.
1:2983
Οὕτω τῆς ἐκκλησίας τὸ βέβαιον δείξας τῆς Ἰουδαίων πληθύος τὴν ἀπιστίαν ἐλέγχει·
他既如此顯明了教會的堅固,便揭發猶太群眾的不信:
Having thus shown the steadfastness of the Church, he convicts the unbelief of the multitude of the Jews:
1:2984
Ἐρράγη τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσαν
「你的繩索斷了,因為它們沒有力量。」
'Your cords are broken, for they had no strength.'
1:2985
Περὶ τῆς ἐκκλησίας ἔφη ὅτι εἰς τὸν αἰῶνα οὐ μὴ κινηθῶσιν οἱ πάσσαλοι τῆς σκηνῆς αὐτῆς, οὐδὲ τὰ σχοινία αὐτῆς οὐ μὴ διαρραγῇ·
論到教會,他曾說她帳棚的橛子直到永遠總不挪移,她的繩索也總不折斷;
Concerning the Church he said that for ever the stakes of her tent shall not be moved, nor shall her cords be broken;
1:2986
ἐνταῦθα δὲ λέγει ταῦτα διαρραγῆναι
但在這裡他卻說這些都斷了;
but here he says that these are broken;
1:2987
οὐ γὰρ ἔσχε τῆς πίστεως τὴν ἰσχύν
因為她沒有信心的力量。
for she had not the strength of faith.
1:2988
Ἐναντία τοίνυν ταῦτα ἐκείνοις, καὶ δῆλον ὡς περὶ ἄλλων μὲν ἐκεῖνα προείρηται, περὶ ἑτέρων δὲ ταῦτα προλέγει οὕτως
所以這些話與那些話相反,可見那些話是論到某些人所預言的,這些話卻是論到另一些人所預言的,如此說:
These things, then, are the opposite of those, and it is plain that those were foretold concerning some, and these are foretold concerning others, thus:
1:2989
ἱστός σου ἔκλινεν, οὐ χαλάσει τὰ ἱστία σου, οὐκ ἀρεῖ σημεῖον, ἕως ἂν παραδοθῇς εἰς προνομήν
「你的桅杆歪斜了,不能張起你的帆,不能升起旗號,直等到你被交出成為擄物。」
'Your mast is bent, it shall not slacken your sails, it shall not raise a signal, until you are delivered up for spoil.'
1:2990
Πλὴν τέως ἀνέχομαι καὶ παρ' αὐτὴν τοῦ σταυροῦ τὴν μανίαν οὐκ ἐπάγω τὴν τιμωρίαν·
「然而我暫且容忍,甚至在十字架那樣的狂妄之際,我也不施行刑罰;」
'Nevertheless for a while I forbear, and even at the very madness of the cross I do not bring on the punishment;'
1:2991
ἀλλ' ὅμως οὐδὲ αὕτη σε μακροθυμία πείσει δέξασθαι τὸ σημεῖον τῆς σωτηρίας, ἕως ἂν τῇ Ῥωμαίων δουλείᾳ παραδοθῇς
「但即便如此,連這樣的恆久忍耐也不能勸服你接受救恩的記號,直等到你被交在羅馬人的奴役之下。」
'but nonetheless not even this long-suffering will persuade you to receive the sign of salvation, until you are delivered up to the servitude of the Romans.'
1:2992
Τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσι καὶ οὐ μὴ εἴπωσιν·
「那時許多瘸腿的必奪取擄物,他們也必不說:」
'Then many lame shall take spoil, and they shall not say:'
1:2993
Κοπιᾷ λαὸς ἐνοικῶν ἐν αὐτῇ
「住在其中的百姓困乏了。」
'The people that dwells therein is weary.'
1:2994
Ἀφέθη γὰρ αὐτοῖς ἁμαρτία
「因為他們的罪已蒙赦免。」
'For their sin has been forgiven them.'
1:2995
ἐκάλεσε διὰ τὴν ἀσέβειαν ἣν εἶχον, ἡνίκα ταύτην ἐπολιόρκουν·
他這樣稱呼,是因著他們圍攻她時所懷的不敬虔;
He so called it on account of the impiety which they had when they were besieging her;
1:2996
τούτοις δὲ λέγει καὶ τὴν ἁμαρτίαν ἀφεθῆναι τὸν θεῖον ἐμπρήσασι νεών, ἐπειδὴ τῆς θείας οὗτος ἐγυμνοῦτο χάριτος
至於這些人,他說連那焚燒神聖殿宇之人的罪也蒙赦免,因為那民已被剝奪了神聖的恩典。
and to these he says that even the sin is forgiven to those who burned down the divine temple, since that people was stripped of the divine grace.
1:2997
Ἐντεῦθεν εἰς ἑτέραν ὑπόθεσιν προφητικὸς με ταβέβηκε λόγος καὶ προλέγει τά τε τῇ Ἰουδαίᾳ ἐσόμενα λυπηρά, ἁρμόττει δὲ προφητεία καὶ τοῖς κατὰ τὸν τῆς συντελείας ἐσομένοις καιρόν
先知的話從此轉入另一主題,預言那將臨到猶太地的苦難之事,這預言也適用於那在末世成全之時將要發生的事。
From here the prophetic word has passed over to another subject, and foretells both the grievous things that shall come upon Judaea, and the prophecy also fits those things that shall come to pass at the time of the consummation.
1:2998
Προσαγάγετε ἔθνη καὶ ἀκούσατε, ἄρ χοντες προσέχετε·
「列國啊,你們近前來聽;官長啊,你們留心聽;」
'Draw near, you nations, and hear; you rulers, give heed;'
1:2999
ἀκουσάτω γῆ καὶ οἱ ἐν αὐτῇ, οἰκουμένη καὶ λαὸς ἐν αὐτῇ
「願地和其中所充滿的都聽,願世界和其中的百姓都聽。」
'let the earth hear, and those in it, the world and the people that is in it.'
1:3000
Ταῦτα καὶ περὶ τῆς συντελείας ἐν τοῖς ἱεροῖς εὐα γγελίοις δεσπότης προείρηκεν·
論到末世成全,主在神聖的福音書中也預先說了這些事:
These things too, concerning the consummation, the Master foretold in the sacred Gospels:
1:3001
Ἐγερθήσεται ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν καὶ ἔσονται σεισμοὶ καὶ λοιμοί. Ταῦτα καὶ προφητικὸς ἐδίδαξε λόγος
「民要攻打民,國要攻打國,並且必有地震和瘟疫。」這些事先知的話也曾教導過。
'Nation shall rise against nation, and kingdom against kingdom, and there shall be earthquakes and pestilences.' These things too the prophetic word taught.
1:3002
Καὶ προστέθεικεν ὅτι καὶ τραυματιῶν γῆ καὶ νεκρῶν πληρωθή σεται καὶ δυσοσμία αὐτῶν τὸν ἀέρα κεράσει καὶ τὸ αἷμα τὴν γῆν καταβρέξει
他又補充說,地必充滿受傷的和死了的人,他們的臭氣必污染空氣,血必浸透大地。
And he has added that the earth shall be filled with the wounded and the dead, and their stench shall infect the air, and the blood shall soak the earth.
1:3003
Ἐπήγαγε δὲ ὅτι καὶ τακήσονται αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ εἰλιχθήσεται ὡς βιβλίον οὐρανός, καὶ πάντα τὰ ἄστρα τοῦ οὐρανοῦ πεσεῖται ὡς πίπτει φύλλα ἀπὸ ἀμπέλου καὶ ὡς ἐκρεῖ φύλλα ἀπὸ συκῆς
他又接著說,諸天的萬象都要銷化,天要像書卷被捲起來,天上的萬星都要墜落,如葉子從葡萄樹上落下,又如葉子從無花果樹上凋零。
And he has added further that the powers of the heavens shall be dissolved, and the heaven shall be rolled up like a scroll, and all the stars of heaven shall fall as leaves fall from a vine, and as leaves drop from a fig tree.
1:3004
Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς·
「它們都要滅亡,你卻要長存;」
'They shall perish, but you shall abide;'
1:3005
καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται·
「它們都要像衣服漸漸舊了,你要像卷起外袍一樣把它們卷起來,它們就都改變了;」
'and they all shall wax old like a garment, and like a mantle you shall roll them up, and they shall be changed;'
1:3006
σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Καὶ περὶ τοῦ ἡλίου καὶ τῆς σελήνης ἔφη·
「惟有你永不改變,你的年數也沒有窮盡。」他論到日頭和月亮又說:
'but you are the same, and your years shall not fail.' And concerning the sun and the moon he said:
1:3007
Τότε σκοτισθήςεται ἥλιος, καὶ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ἐμεθύσθη μάχαιρά μου ἐν τῷ οὐρανῷ·
「那時日頭要變黑,月亮也不放光。我的刀在天上已經喝足了;」
'Then shall the sun be darkened, and the moon shall not give her light. My sword has been made drunk in heaven;'
1:3008
ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως
「看哪,它必臨到以東,帶著審判臨到那當滅亡的民。」
'behold, it shall come down upon Idumaea, and upon the people of destruction with judgement.'
1:3009
Οὐρανὸν οἶμαι τροπικῶς ἐνταῦθα τὴν Ἱερουσαλὴμ ὀνομάζεσθαι
我認為這裡所稱的「天」,是比喻地指著耶路撒冷說的。
By 'heaven' I think that Jerusalem is here named figuratively.
1:3010
Ὥσπερ γὰρ οὐρανὸς οἰκητήριον ὑπείληπται τοῦ θεοῦ, οὕτω καὶ ἐν Ἱεροσολύμοις νεώς
因為正如天被認作是神的居所,照樣那在耶路撒冷的殿也是如此。
For just as the heaven is understood to be the dwelling-place of God, so also is the temple in Jerusalem.
1:3011
Ἐπειδὴ τοίνυν Ἰδουμαῖοι ἐφήσθησαν τῇ τῶν Ἰουδαίωνπληγῇ καὶ τῇ τῶν Βαβυλωνίων νίκῃ, προλέγει τὰ ἐσόμενα αὐτοῖς ἀλγεινά
因此,既然以東人為猶太人所受的打擊、為巴比倫人的得勝而歡欣,先知便預言那將要臨到他們身上的種種苦難。
Since, therefore, the Idumeans rejoiced over the blow dealt to the Jews and over the victory of the Babylonians, he foretells the grievous things that are to come upon them.
1:3012
Μνήσθητι κύριε τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων·
「主啊,求祢記念以東人在耶路撒冷遭難的日子,他們曾說:」
'Remember, O Lord, the sons of Edom in the day of Jerusalem, who said:'
1:3013
Ἐκκενοῦτε ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς·
「拆毀吧,拆毀吧,直到根基!」
'Lay it bare, lay it bare, even to the foundations thereof.'
1:3014
μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος ταύρων καὶ ἀμνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν
「主的刀滿了血,因脂油而肥潤,是牛羊之血、公山羊和公綿羊之脂油。」
'The sword of the Lord is filled with blood, it is made fat with fatness, with the blood of bulls and lambs, and with the fat of he-goats and rams.'
1:3015
Ταύρους καὶ τράγους καὶ κριοὺς τοὺς ἄρχοντας καλεῖ, ἀμνοὺς δὲ τοὺς ὑπηκόους·
他以牛、公山羊和公綿羊指那些統治者,以羊羔指那些受轄治的百姓。
By bulls and he-goats and rams he means the rulers, but by lambs the subjects.
1:3016
μάχαιραν δὲ θεοῦ τοὺς πολεμίους
他以神的刀指那些仇敵。
And by the sword of God he means the enemies.
1:3017
ἐνεπλήσθη ἀπὸ αἵματος καὶ ἐπαχύνθη ἀπὸ στέατος, τῶν ἀνῃρημένων τὸ πλῆθος δηλοῖ
「刀滿了血,因脂油而肥潤」——這是表明被殺者之眾多。
'It was filled with blood and made fat with fatness'—this indicates the multitude of those slain.
1:3018
Εἶτα θυσίαν κυρίου καλεῖ τὴν ἐκείνων σφαγὴν ὡς δικαίαν οὖσαν καὶ κατὰ θείαν ψῆφον γεγενημένην
接著他稱那些人的被殺為主的祭物,因為這是公義的,且是按著神的裁決而成就的。
Then he calls the slaughter of those men a sacrifice of the Lord, inasmuch as it was just and came to pass according to the divine decree.
1:3019
Ἁδροὺς δὲ πάλιν τοὺς εὐπόρους προσαγορεύει, καὶ ἐκ τοῦ αἵματος καὶ ἐκ τοῦ | | στέα τος τούτων λέγει τὴν γῆν ἐμπλησθή σεσθαι·
他又以「肥壯者」稱那些富足之人,並說那地要被他們的血和脂油充滿。
Again, by the 'well-fed' he designates the wealthy, and he says that the land will be filled both with their blood and with their fat.
1:3020
οὐδενὸς γὰρ τὰ σώματα κατακρύπτοντος τοῦ δυσώδους ἰχῶρος ἐνεπίπλατο πᾶσα τῆς γῆς ἐκείνη<ς> ἐπιφάνεια
因為既無人掩埋屍體,那地的全面便被那惡臭的膿血所充滿。
For since no one buried the bodies, the whole surface of that land was filled with the foul-smelling gore.
1:3021
Ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀντα ποδόσεως τῇ κρίσει Σιών
「因為這是主審判的日子,是為錫安伸冤而報應的年份。」
'For it is a day of the Lord's judgment, and a year of recompense for the judgment of Zion.'
1:3022
Καὶ στραφήσονται αἱ φάραγγες αὐτῆς εἰς πίσσαν καὶ γῆ αὐτῆς εἰς θεῖον, καὶ ἔσται γῆ αὐτῆς ὡς πίσσα καιομένη νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον
「她的溪谷要變為石漆,她的塵土要變為硫磺,她的地要成為燃燒的石漆,晝夜不息,永不熄滅。」
'And her valleys shall be turned into pitch, and her land into brimstone, and her land shall be as pitch burning night and day, and it shall never be quenched throughout all time.'
1:3023
Θεῖον πάλιν καὶ πῦρ τὴν τιμωρίαν ἐκάλεσε καὶ τὴν ἐκ ταύτης ἐσομένην ἐρημίαν·
他又以硫磺和火為名,指那刑罰以及由此而來的荒涼。
Again by brimstone and fire he named the punishment and the desolation that would result from it.
1:3024
καὶ γὰρ ἐπὶ τὰ Σόδομα ἔβρεξέ φησι κύριος πῦρ καὶ θεῖον. Τὸ δέ·
因為他說,主曾將火與硫磺降在所多瑪之上。至於那句:」
For indeed, he says, the Lord rained fire and brimstone upon Sodom. And the phrase:
1:3025
οὐ σβεσθή σεται εἰς τὸν αἰῶνα χρόνον, τὴν ἐρημίαν δηλοῖ·
「永不熄滅」——這是表明那荒涼。
'it shall never be quenched throughout all time' indicates the desolation.
1:3026
καὶ γὰρ μέχρι καὶ τήμερον τὰ πλεῖστα τῆς Ἰδουμαίας μεμένηκεν ἔρημα
因為直到今日,以東大部分地方仍舊荒涼。
For indeed even to this very day most of Idumea has remained desolate.
1:3027
Ἰδουμαία δέ ἐστιν τοῦ < Ἠ>σαῦ χώρα·
以東乃是以掃的地方。
Now Idumea is the country of Esau.
1:3028
φασὶ δὲ τὴν Πέτραν ταύτης εἶναι μητρόπολιν
人說彼特拉是這地的都會。
And they say that Petra is its metropolis.
1:3029
Καὶ ἀναβήσεται καπνὸς αὐτῆς ἄνω, καὶ ἀπὸ γενεᾶς εἰς γενεὰν ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν, καὶ οὐκ ἔσται παραπορευόμενος δι' αὐτῆς
「她的煙要往上升騰,從世代到世代成為荒場,直到長久,無人從其中經過。」
'And its smoke shall go up on high, and from generation to generation it shall be laid waste, even for a long time, and none shall pass through it.'
1:3030
Ἔδειξε τὰ μὲν αὐτοῖς παντε λῶς καὶ εἰς τὸν αἰῶνα ἠρημωμένα, τὰ δὲ ἐπὶ πλεῖστον ἀοίκητα μένοντα
他指明其中有些地方是完全且永遠荒廢的,另有些則長久無人居住。
He showed that some parts of it were utterly and forever laid waste, while others remained uninhabited for a very long time.
1:3031
Καὶ μαρτυρεῖ τὰ ὁρώμενα τῇ προφητείᾳ·
如今所見之景象也為這預言作見證。
And the things now seen bear witness to the prophecy.
1:3032
ἐνίων μὲν γὰρ κωμῶν καὶ πόλεων οὐδὲ τὰ ἴχνη ὁρᾶται, τὰ δέ γε οἰκούμενα ὀλιγοστοὺς οἰκήτορας ἔχει
因為有些村莊和城邑連遺跡都看不見,而那些有人居住的,居民也極其稀少。
For of some villages and cities not even the traces are to be seen, while those that are inhabited have very few dwellers.
1:3033
Καὶ κατοικήσει ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι, καὶ ἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ
「有飛鳥和刺蝟必住在其中,鷺鷥和烏鴉也必住在其中。」
'And birds and hedgehogs shall dwell in it, and ibises and ravens shall dwell in it.'
1:3034
Τοῖς ἐρημοτέροις ἐμφιλοχωρεῖ ταῦτα χωρίοις
這些生物喜愛棲居於較為荒涼之地。
These creatures delight to make their haunts in the more desolate places.
1:3035
Καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου
「必有荒涼的量地繩子拉在其上。」
'And upon it shall be cast a measuring line of desolate surveying.'
1:3036
Οἱ δὲ Ἄλλοι Ἑρμηνευταὶ οὕτω τοῦτο τεθείκασιν·
然而其他的譯者是這樣譯的:」
But the Other Translators have rendered this thus:
1:3037
Καὶ ἐκταθήσεται ἐπ' αὐτὴν μέτρον γεωμέτρου καὶ λίθοι συγχύσεως. Τὸ μέτρον σημαίνει τῆς τιμωρίας τὸ δίκαιον·
「必有測量者的準繩和混亂的石頭拉在其上。」那量度是表明刑罰的公義。
'And upon it shall be stretched a surveyor's measure and stones of confusion.' The measure signifies the justice of the punishment.
1:3038
μέτρῳ γάρ φησι μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. δὲ σύγχυσις τῶν λίθων δηλοῖ τῶν οἰκοδομῶν τὴν κατάλυσιν
他說:「你們用甚麼量器量給人,也必用甚麼量器量給你們。」那石頭的混亂則表明房屋的拆毀。
'For with what measure you measure,' he says, 'it shall be measured to you again.' And the confusion of the stones indicates the demolition of the buildings.
1:3039
Καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ
「必有野驢怪物住在其中。」
'And donkey-centaurs shall dwell in it.'
1:3040
Καὶ ἤδη προειρήκαμεν ὡς τῇ συνηθείᾳ τῶν ἀνθρώπων προφητικὸς λόγος κέχρηται καὶ ἀπὸ τῶν παρὰ ἀνθρώποις πολιτευομένων ὀνομάτων προσαγορεύει τοὺς δαίμονας·
我們先前已經說過,先知的話語乃是採用人間慣常的說法,且以人間通行的名稱來稱呼那些鬼魔。
And we have already said before that the prophetic word uses the common usage of men, and names the demons by names current among men.
1:3041
Τοῦτο εὑρίσκομεν καὶ ἐπὶ τῶν ἀστέρων ποιοῦσαν τὴν θείαν γραφήν·
我們也發現神聖的經文在論及眾星時亦如此行。
We find the divine Scripture doing this also in the case of the stars.
1:3042
καὶ κα λεῖ τὸν μὲν Ὠρίωνα, τὴν δὲ Πλειάδα καὶ τὸν μὲν Ἀρκτοῦρον, τὸν δὲ Ἕσπερον, οὐκαὐτὴ τὰς προσηγορίας ἐπ ιθεῖσα ἀλλὰ ταῖς τῶν ἀνθρώπων ὀνομασίαις ἀκολουθοῦσα εἰς δήλωσιν τῶν λεγομένων
它稱一星為獵戶座,一星為昴星團,一星為大角星,一星為長庚星——並非它自己安上這些稱呼,乃是隨從人間所起的名,好使所論之事得以明白。
It calls one Orion, another the Pleiad, one Arcturus, another Hesperus—not itself imposing these appellations, but following the names given by men, for the elucidation of what is said.
1:3043
Εἶτα διδάσκει καὶ τῶν β ασιλέων καὶ τῶν ἀρχόντων τὸν ὄλεθρον καὶ ὅτι ἀκάνθινα ξύλα αἱ πόλεις βλαστήσουσι διὰ τὴν πολλὴν τῶν οἰκητόρων
接著他又教導那些君王和首領的滅亡,並說那些城邑因居民稀少的緣故要長出多刺的樹木。
Then he teaches also the destruction of the kings and rulers, and that the cities shall put forth thorny trees on account of the great scarcity of inhabitants.
1:3044
Καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθῶν, καὶ συναντήσεται δαιμόνια < ὀνοκενταύροις, καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον·
「那裡必成為海怪的居所、鴕鳥的院子,鬼魔要與野驢怪物相遇,彼此呼喚。」
'And it shall be a dwelling of sirens and a court of ostriches, and demons shall meet with donkey-centaurs, and they shall cry one to another.'
1:3045
ἐκεῖ ἀναπαύσονται> ὀνοκένταυροι, εὗρον γὰρ ἑαυτοῖς ἀνά παυσιν·
「野驢怪物必在那裡安歇,因為牠們為自己尋得了安息之處。」
'There donkey-centaurs shall take their rest, for they have found for themselves a place of repose.'
1:3046
ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν γῆ τὰ παιδία αὐτῆς μετὰ ἀςφαλείας
「刺蝟必在那裡作窩,那地也必安穩地保全牠的幼雛。」
'There the hedgehog has made its nest, and the earth has kept its young ones safe in security.'
1:3047
Οὕτω γάρ φησι στερηθήσεται τῶν ἐνοικούντων, ὡς ἀδεῶς τοὺς ἐχίνους τεκεῖν καὶ τὰ γεννώμενα ἀσφαλείας τυχεῖν καὶ τοὺς εἰς πολλὰς ἰδέας μετασχηματιζομένους δαίμονας σχολῆς ἀπολαύοντας ἀλλή λοις προσδιαλέγεσθαι
他說,那地必如此喪盡居民,以致刺蝟得以無懼地生育,其所生的也得著安全,而那些變化成種種形狀的鬼魔,安逸清閒,彼此交談。
For thus, he says, it shall be so bereft of inhabitants that the hedgehogs shall breed without fear and their offspring shall enjoy safety, and the demons who transform themselves into many shapes, enjoying leisure, shall converse one with another.
1:3048
Ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων·
「鹿群必在那裡相遇,彼此對面。」
'There the deer met and beheld one another's faces.'
1:3049
ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν, ὅτι κύριος ἐνετείλατο αὐτοῖς καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς
「牠們按數目經過,其中沒有一個失落,這一個不尋找那一個,因為主曾吩咐牠們,祂的靈也將牠們聚集。」
'They passed by in number, and not one of them perished, one did not seek another, for the Lord commanded them and his Spirit gathered them together.'
1:3050
Καὶ αὐτὸς ἐπιβαλεῖ αὐταῖς κλήρους, καὶ χεὶρ αὐτοῦ διεμέρισεν αὐτοὺς βόσκεσθαι εἰς τὸν αἰῶνα χρόνον κληρονομῆσαι αὐτὴν γενεαῖς γενεῶν, καὶ ἀναπαύσονται ἐπ' αὐτῆς
「祂必為牠們拈鬮,祂的手也將牠們分定,使牠們永遠得以牧放,世世代代承受那地為業,並在其上安歇。」
'And he himself shall cast lots for them, and his hand has divided them out to graze forever throughout all time, to inherit it for generations of generations, and they shall rest upon it.'
1:3051
Καὶ ταῦτα ὁμοίως τὴν ἐρημίαν τῶν οἰκητόρων δηλοῖ·
這些話同樣是表明那地已無居民的荒涼。
And these things likewise indicate the desolation from inhabitants.
1:3052
ἀδεῶς γὰρ τὰ ἄγρια νέμεται ζῷα τῶν θηρευόντων οὐκ ὄντων
因為野獸得以無懼地覓食,既無獵者追捕。
For the wild beasts pasture without fear, since there are none to hunt them.
1:3053
Τοῦτο δὲ καὶ προφητικὸς δεδήλωκε λόγος·
先知的話語也已將此表明:」
And the prophetic word has made this plain also:
1:3054
καὶ μία αὐτῶν οὐκ ἀπώλετο καὶ ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησεν·
「其中沒有一個失落,這一個不尋找那一個。」
'and not one of them perished, and one did not seek another.'
1:3055
δέδωκε γὰρ αὐταῖς φησιν κύριος τὴν ἄδειαν τῆς νο μῆς καταψηφισάμενος τῆς χώρας ἐκείνης ἐρημίαν ἀνθρώπων
他說:「因為主已賜給牠們自由牧放之地」,因祂已裁定那地必無人居住。
'For the Lord,' he says, 'has given them the freedom of pasture,' having decreed for that country a desolation of men.
1:3056
Ταῦτα ἐκείνοις προαγορεύσας με ταφέρει τὸν λόγον εἰς τὴν πάλαι ἔρημον, εἶτα Κάρμηλον καὶ Σιὼν καὶ Ἱερουσαλὴμ ὀνομασθεῖσαν, καί φησιν·
先知向那些人預言了這些事之後,便將話語轉向那從前荒涼、後來被稱為迦密、錫安和耶路撒冷之地,說:」
Having foretold these things to those people, he transfers his discourse to what was formerly desolate, and then named Carmel and Zion and Jerusalem, and says:
1:3057
Εὐφράνθητι ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον
「乾渴的曠野啊,你要歡欣;曠野要快樂,如百合花開放。」
'Rejoice, O thirsting wilderness; let the wilderness exult and blossom as a lily.'
1:3058
Ταύτῃ εὐφραίνεσθαι παρεγγυᾷ καὶ τοῦ κρίνου μιμεῖσθαι τὸ ἄνθος
他勸勉那地要歡欣,並要效法百合花的開放。
He exhorts it to rejoice and to imitate the flower of the lily.
1:3059
Αἰνίττεται δὲ τοῦ κρίνου τὸ ἄνθος τὴν ὑπὸ τοῦ παναγίου πνεύματος προςγινομένην διὰ τοῦ βαπτίσματος καθαρότητα
他以百合花的開放暗指那藉著洗禮、由至聖之聖靈所賜的潔淨。
And by the flower of the lily he hints at the purity that comes through baptism, wrought by the all-holy Spirit.
1:3060
Καὶ ἐξανθήσει καὶ ὑλοχαρήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου, καὶ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ τιμὴ τοῦ Καρμήλου
「約但河的曠野要開花,繁茂青翠,並且快樂,利巴嫩的榮耀賜給了它,迦密的尊榮也歸與它。」
'And the desert places of the Jordan shall blossom and abound with vegetation and exult, and the glory of Lebanon has been given to it, and the honor of Carmel.'
1:3061
Ἀνθοῦσαν δείκνυσι τὴν ἔρημον καὶ τοῖς Ἰορδανείοις ἀρδομένην ῥείθροις·
他指明那曠野要開花,且被約但河的水流所澆灌。
He shows the wilderness blossoming and watered by the streams of the Jordan.
1:3062
ἐκεῖνα | | γὰρ τὰ ῥεῖθρα πρῶτα ἐδέξαντο τὴν τοῦ ἁγίου πνεύματος χάριν, καὶ δι' ἐκείνων τὸ πανάγιον μηνύεται βάπτισμα
因為那些水流首先領受了聖靈的恩典,那至聖的洗禮也藉著它們得以表明。
For those streams first received the grace of the Holy Spirit, and through them the all-holy baptism is signified.
1:3063
Λέγει δὲ μεταβεβηκέναι εἰς τὴν ἔρημον τὴν τοῦ Λιβάνου τιμὴν καὶ τοῦ Καρμήλου τὴν δόξαν
他又說,利巴嫩的尊榮與迦密的榮耀已轉移到那曠野。
And he says that the honor of Lebanon and the glory of Carmel have passed over into the wilderness.
1:3064
Κάρμηλον δὲ ὡς πολλάκις εἰρήκαμεν τὴν Ἰουδαίαν καλεῖ·
正如我們屢次所說,他以迦密稱猶大地。
By Carmel, as we have often said, he calls Judea.
1:3065
αὕτη γὰρ ἐπεπλήρωτο τῶν προφητικῶν πάλαι καρπ ῶν
因為那地從前充滿了先知所結的果子。
For it of old was filled with the prophetic fruits.
1:3066
Λίβανον δὲ τὴν Ἱερουσαλὴμ πολλάκις θεία προσαγορεύει γραφή·
神聖的經文也常以利巴嫩稱耶路撒冷。
And by Lebanon the divine Scripture often designates Jerusalem.
1:3067
εἰς τὸν Λίβανον καὶ ἔλαβε τὰ ἁπαλὰ τῆς κέδρου καὶ τῆς κυπαρίσσου. Εἶτα ἑρμηνεύων διδάσκει Λίβανον μὲν εἶναι τὴν Ἱερουσαλήμ, ἀετὸν δὲ τὸν Βαβυλώνιον, ἁπαλὰ δὲ τῆς κέδρου τὸ σπέρμα τῆς βασιλείας
「到利巴嫩去,取了香柏樹和松樹的嫩枝。」隨後他加以解釋,教導說利巴嫩就是耶路撒冷,那鷹就是巴比倫人,香柏樹的嫩枝就是王室的後裔。
'to Lebanon, and it took the tender shoots of the cedar and of the cypress.' Then, interpreting, he teaches that Lebanon is Jerusalem, the eagle is the Babylonian, and the tender shoots of the cedar are the seed of the kingdom.
1:3068
Καὶ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ
「我的百姓必看見主的榮耀和神的至高。」
'And my people shall see the glory of the Lord and the majesty of God.'
1:3069
Καὶ κατὰ τὸν παρόντα βίον ὁρῶσιν οἱ πεπιστευκότες τοῦ κυρίου τὴν δόξαν καὶ φανερωτέραν ταύτην ἐν τῇ δευτέρᾳ θεάσονται παρουσίᾳ
在今生,那些已經相信的人便得以看見主的榮耀,並要在祂第二次降臨時更加明顯地瞻仰它。
And even in the present life those who have believed behold the glory of the Lord, and they shall gaze upon it more manifestly at the second coming.
1:3070
Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα
「你們發軟的手、無力的膝,要剛強起來。」
'Be strong, you slackened hands and enfeebled knees.'
1:3071
Παρακαλέσατε, εἴπατε τοῖς ὀλιγοψύχοις τῇ διανοίᾳ·
「你們要彼此安慰,對那些心中膽怯的人說:」
'Comfort one another; say to the fainthearted in mind:'
1:3072
Τοὺς ἡττηθέντας πάλαι καὶ τῷ διαβόλῳ δεδουλευκότας θεῖος ἀναρρώννυσι λόγος καὶ παρεγγυᾷ τὴν ἐκείνου τυραννίδα μὴ δεδιέναι
神聖的話語使那從前戰敗、曾作魔鬼奴僕的人重新振作,並勸勉他們不要懼怕魔鬼的暴虐。
The divine word restores those who of old were defeated and had become slaves to the devil, and exhorts them not to fear his tyranny.
1:3073
Ἰδοὺ θεὸς ἡμῶν κρίςιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει
「看哪,我們的神施行審判,並且必要施行報應。」
'Behold, our God renders judgment, and he will render it.'
1:3074
Καὶ ἐπειδὴ φοβερὰ ἦν τῆς κρίσεως ἀπειλή, ὑποδείκνυσι τὸν ταύτης καρπόν
既然審判的威嚇是可畏的,他便指明這審判的果效。
And since the threat of judgment was fearful, he points out its fruit.
1:3075
Αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς
「祂必親自來拯救我們。」
'He himself shall come and save us.'
1:3076
γὰρ προτέρα τοῦ σωτῆρος ἡμῶν ἐπιφάνεια τὴν σωτηρίαν τοῖς ἀνθρώποις προσήνεγκεν
因為我們救主先前的顯現,已將救恩帶給世人。
For the former manifestation of our Savior brought salvation to men.
1:3077
Οὐ γὰρ ἀπέστειλεν θεὸς τὸν υἱὸν αὐτοῦ, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ κόσμος δι' αὐτοῦ. Τῇ κρίσει τοίνυν κατὰ τῶν πολεμούντων ἡμῖν δαιμόνων ἐχρήσατο, ἡμᾶς δὲ οἴκτου καὶ φιλανθρωπίας ἠξίωσεν
「因為神差祂的兒子降世,不是要審判世界,乃是要叫世界因祂得救。」祂用審判對付那與我們爭戰的鬼魔,卻以憐恤和慈愛看待我們。
'For God did not send his Son to judge the world, but that the world through him might be saved.' Judgment, then, he employed against the demons who war against us, but us he deemed worthy of compassion and lovingkindness.
1:3078
Εἶτα ἐπιδείκνυσι τὰ τῆς θείας παρουσίας σημεῖα·
接著他顯明那神聖降臨的兆頭:」
Then he displays the signs of the divine coming:
1:3079
Τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσεται·
「那時,瞎子的眼必睜開,聾子的耳必聽見。」
'Then the eyes of the blind shall be opened, and the ears of the deaf shall hear.'
1:3080
Τότε ἁλεῖται ὡς ἔλαφος χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων
「那時,瘸子必跳躍像鹿,結巴人的舌頭也必說話清楚。」
'Then the lame shall leap as a deer, and the tongue of the stammerers shall be clear.'
1:3081
Ταύτην καὶ τοῖς σώμασιν σωτὴρ τὴν θεραπείαν προσήνεγκε καὶ ταῖς ψυχαῖς προσφέρει διηνεκῶς καὶ τὴν οἰκουμένην τυφλώττουσαν ἀναβλέψαι πεποίηκε καὶ χωλεύ ουσαν δραμεῖν πρὸς αὐτὸν παρεσκεύασε καὶ τῶν θείων λογίων ἀκούειν οὐκ ἀνεχομένην τοῖς θείοις λογίοις προστρέ χειν ἀνέπεισε καὶ ψελλιζομέ νην καὶ εἰς πολλὰ τὴν θείαν προσηγορίαν μερίζουσαν ἀρτιλαλεῖν ἐξεπαίδευσε καὶ τρανὰ καὶ ἀντίθ ροα θεὸν ὑμνεῖν παρεσκεύασεν
救主也將這同樣的醫治施行於身體,並不斷地將它施予靈魂;祂使瞎眼的世界重見光明,使瘸腿的能奔向祂,說服那本不肯聽從神聖聖言的人前來歸附神聖的聖言,又教導那口齒不清、將神聖的稱號分裂為眾多的人清楚言語,並使她以清晰而和諧的聲音頌讚神。
This same healing the Saviour applied to bodies also, and He offers it perpetually to souls; He caused the blind world to see again, and enabled the lame to run to Him; He persuaded her who could not endure to hear the divine oracles to hasten to the divine oracles; He taught her who lisped and divided the divine appellation into many to speak plainly, and He made her to hymn God with clear and harmonious voice.
1:3082
Ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ
「因為在曠野有水湧出,在乾渴之地有溪谷。」
For water has burst forth in the wilderness, and a ravine in a thirsting land.
1:3083
Τῆς γὰρ διδασκα λίας τὸ κήρυγμα τὴν οἰκουμένην ἐπλήρωσεν
因為這教訓的宣講充滿了普世。
For the proclamation of the teaching filled the whole world.
1:3084
Καὶ ἔσται ἄνυδρος εἰς ἕλη, καὶ εἰς τὴν διψῶσαν γῆν πηγὴ ὕδατος ἔσται
「無水之地要變為沼澤,乾渴之地必有水泉。」
And the waterless place shall become marshes, and in the thirsting land there shall be a spring of water.
1:3085
Τὸ πλῆθος τῆς ἀρδείας λόγος δεδή λωκεν
這話語顯明了灌溉的豐盛。
The abundance of the irrigation the word has made manifest.
1:3086
Καὶ κύριος δὲ ἐν τοῖς θείοις εὐαγγελίοις ἔφη·
主也在神聖的福音書中說道:
And the Lord too said in the divine Gospels:
1:3087
πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ἐκεῖ ἔσται εὐφροσύνη ὀρνέων, οὐ κοράκων καὶ τῶν ἄλλων σαρκοβόρων ἀλλὰ τῶν ὑπόπτερον ἐχόντων διάνοιαν καὶ μετάρσιον φρόνημα κεκτημένων
「信我的人,就如經上所說,從他腹中要流出活水的江河。」在那裡必有飛鳥的喜樂——不是烏鴉和其他食肉之類的飛鳥,而是那些擁有如翅膀般的心智、懷有高翔思念的飛鳥。
He who believes in Me, as the Scripture said, out of his belly shall flow rivers of living water. There shall be the gladness of birds — not of ravens and the other flesh-eating kinds, but of those that possess a winged intellect and have acquired an uplifted mind.
1:3088
Ξένον τοῦτο καὶ παρά δοξον ἐν ἀνύδρῳ γῇ φαινόμενον·
這在無水之地出現的事,實在奇異而不可思議;
This is a strange and paradoxical thing to appear in a waterless land;
1:3089
ταῦτα δὲ εἰς ἀπόδειξιν τοῦ πλήθους τῶν ὑδάτων τέθεικεν
他陳述這些,是為要證明水的豐盛。
and he set these things down as a demonstration of the abundance of the waters.
1:3090
Καλάμ ους δὲ καὶ ἕλη καλεῖ τοὺς τὴν πίστιν μὲν ἔχοντας καὶ ταύτην τεθηλότας, τοῖς δὲ τῆς ἀρετῆς οὐ κομῶντας καρποῖς
他以蘆葦和沼澤稱那些確實擁有信心並在其中茂盛,卻不因美德的果子而繁茂的人。
By reeds and marshes he calls those who indeed possess the faith and have flourished in it, but do not luxuriate in the fruits of virtue.
1:3091
Ἔχει δὲ καὶ τούτους τῆς ἐκκλησίας σύλλογος
教會的聚集也包含這樣的人。
The assembly of the Church contains these also.
1:3092
Καὶ ἐκεῖ ἔσται ὁδὸς καθαρά, καὶ ὁδὸς ἁγία κληθήσεται·
「在那裡必有一條潔淨的道路,要稱為聖潔的道路;」
And there shall be there a clean way, and it shall be called a holy way;
1:3093
καὶ οὐ μὴ παρέλθῃ ἐκεῖ ἀκάθαρτος, οὐδὲ ἔσται ἐκεῖ ὁδὸς ἀκάθαρτος
「不潔之物必不從那裡經過,那裡也必沒有不潔的道路。」
and no unclean thing shall pass through there, nor shall there be an unclean way there.
1:3094
Ἀκαθάρτους καλεῖ τοὺς τῶν εἰδώλων θερα πευτάς·
他稱那些事奉偶像的人為不潔之人;
He calls unclean those who serve idols;
1:3095
τούτων φησὶν θεῖος ἀπήλλακται σύλλογος
他說,這神聖的聚集已從這些人中被分別出來。
from these, he says, the divine assembly has been set free.
1:3096
Οἱ δὲ διεσπαρμένοι πορεύσονται δι' αὐτῆς, οὐ μὴ πλανη θῶσιν
「但那被分散的人必經過它,斷不至於迷路。」
But the scattered ones shall walk through it, and shall by no means go astray.
1:3097
Ἡγοῦμαι διεσπαρμένους τοὺς ἱεροὺς ἀποστόλους ἐπὶ τοῦ παρόντος κληθῆναι·
我認為,這裡所稱的「被分散的人」乃是指聖使徒;
I consider that by the scattered ones the holy apostles are here called;
1:3098
τούτους γὰρ κατὰ πᾶσαν τὴν οἰκουμένην διέσπειρεν ὥστε τὰ σωτήρια διαπορθμεῦσαι κηρύγματα, ἀλλ' ὅμως καὶ διασπ αρέντες ἀπλα νῶς ὥδευ σαν·
因為祂將這些人分散到普世各處,好將救恩的宣講傳遍各地,然而他們雖被分散,卻毫不迷失地行路;
for these He scattered throughout the whole world so as to convey the saving proclamations abroad, yet nevertheless, though scattered, they journeyed without straying;
1:3099
εἶχον γὰρ ποδηγὸν τὴν χάριν τοῦ πνεύματος
因為他們有聖靈的恩典作他們的嚮導。
for they had as their guide the grace of the Spirit.
1:3100
Καὶ οὐκ ἔσται ἐκεῖ λέων, οὐδὲ τῶν θηρίων τῶν πονηρῶν οὐ μὴ ἀναβῇ εἰς αὐτὴν οὐδὲ μὴ εὑρεθῇ ἐκεῖ
「在那裡必沒有獅子,凶惡的野獸也不上那裡去,在那裡也遇不見牠們。」
And there shall be no lion there, nor shall any of the wicked beasts go up upon it, nor shall it be found there.
1:3101
Λέοντα γὰρ τὸν διάβολον ὡς οἶμαι καλεῖ·
因為我認為,他以「獅子」稱那魔鬼;
For by the lion, as I think, he calls the devil;
1:3102
γὰρ ἀντίδικος ὑμῶν φησι διάβολος ὡς λέων ἕστηκε προσδεχόμενος τίνα ὑμῶν καταπίῃ. Θηρία δὲ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας δαίμονας, ὧν ἀπηλλάχθαι τῆς ἐκκλησίας τὸν σύλλογον θεία πρόρρησις ἔφη
因他說:「你們的仇敵魔鬼,如同獅子站立著,等候要吞吃你們中間的人。」他又以「野獸」指那些在魔鬼手下供役的鬼魔,神聖的預言宣告教會的聚集已從這些鬼魔中被釋放出來。
for your adversary, he says, the devil, stands like a lion waiting for whom of you he may devour. And by wild beasts he means the demons that serve under him, from whom the divine prediction declared the assembly of the Church has been set free.
1:3103
Ἀλλὰ πορεύσονται ἐν αὐτῇ | | λελυτρωμένοι καὶ συνηγμένοι ὑπὸ κυρίου·
「但那蒙救贖、被主聚集的人必行在其中;」
But they shall walk in it, having been ransomed and gathered by the Lord;
1:3104
καὶ ἀποστρα φήσονται καὶ ἥξουσιν εἰς Σιὼν μετ' εὐφροσύνης καὶ ἀγαλ λιάματος
「他們要歸回,歡歡喜喜、快快樂樂地來到錫安。」
and they shall return and come to Zion with gladness and exultation.
1:3105
Σιὼν τὴν ἐπουράνιον λέγει·
他所說的「錫安」,是指那屬天的錫安;
By Zion he means the heavenly one;
1:3106
ἔφη εὐφραινομένους καὶ χαίροντας
他說他們必歡喜快樂。
he said they would be glad and rejoicing.
1:3107
Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν
「永遠的喜樂必臨到他們的頭上。」
And everlasting gladness shall be upon their head.
1:3108
Τέλος γὰρ οὐκ ἔχει τὰ προσδοκώμενα ἀγαθά
因為所盼望的美善之事並無窮盡。
For the good things that are awaited have no end.
1:3109
Ἐπὶ γὰρ τῆς κεφαλῆς αὐτῶν αἴνεσις καὶ ἀγαλλίασις, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός
「因為在他們的頭上必有讚美和歡騰;疼痛、憂愁和歎息都已逃遁。」
For upon their head shall be praise and exultation; pain and sorrow and groaning have fled away.
1:3110
Ἄλυπος γὰρ βίος ἐκεῖνος, φροντίδων ἀπηλ λαγμένος, ζάλην οὐδεμίαν δεχόμενος, ἀλλ' ἑορτὴν ἔχων διηνεκῆ καὶ πανήγυριν
因為那生命是無憂無愁的,脫離了掛慮,不受任何風暴的侵襲,卻有永不止息的節慶和歡聚。
For that life is free from sorrow, released from cares, receiving no tempest, but having a perpetual feast and festal assembly.
← 上一段下一段 →
1