📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 以賽亞書註釋

西奧多勒

以賽亞書註釋 第 1 章 第 14/24 段

希臘文原文.261 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:3337–1:3597(全章共 6051 節)

← 上一段下一段 →
1:3337
ἀκολου θῆσαν δὲ τὸ πολλῷ μεῖζον ἐκείνου καὶ παραδοξότερον, τὸ κατὰ τὸν ἥλιόν φημι, μειζόνως τοὺς Βαβυλωνίους ἐξέπληξεν
而隨之而來、遠比先前那奇事更為重大、更為奇異的事——我是指關於太陽的神蹟——更加使巴比倫人驚駭。
And that which followed, far greater than that former marvel and more astonishing—I mean the miracle concerning the sun—struck the Babylonians the more amazingly.
1:3338
Συ νῆ καν γὰρ < ὅτι> τοσαύτας μυριάδας δίχα χειρὸς ἀνθρωπίνης διὰ τὸν εὐσεβῆ βασιλέα παραπέμψας θανάτῳ διὰ τοῦτον πάντως καὶ τοῦτο τὸ θαῦμα πεποίηκεν
因為他們明白,那位不藉人手、為了敬虔之王將那許多萬人交付死亡的主,也必是為了這王的緣故行了這奇事。
For they understood that He who, without human hand, had for the sake of the godly king delivered over so many myriads to death, had assuredly for this same reason wrought this wonder also.
1:3339
Καὶ πολλοῦ ἀξίαν τὴν τοῦ θεοῦ φιλανθρωπίαν καὶ συμμαχίαν ἐνόμισαν, ὃς οὐ δεῖται ὅπλων παραττόμενος ἀλλ' ἀοράτως καταλύει τοὺς ἐπιόντας
他們就深深看重神的慈愛與同盟,因為他爭戰時不需要兵器,卻能無形地消滅來攻擊他的人。
And they esteemed as of great worth the loving-kindness and alliance of God, who needs no weapons when He does battle, but invisibly destroys those who come against Him.
1:3340
Ἔπειτα ἡμ ᾶς προφήτης διδάσκει ὡς ἥσθη μὲν ἐπ' αὐτοῖς Ἐζεκίας, ἔδειξε δὲ αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ·
接著先知教導我們,希西家因他們的到來而歡喜,就把香料庫、金銀、沒藥、香料,以及他一切珍寶器皿的庫房,並他寶庫中所有的一切,都指給他們看;
Then the prophet teaches us that Hezekiah was gladdened at their coming, and showed them the house of the nechotha, and of the silver and the gold, and of the myrrh and the incense, and all the storehouses of the vessels of his treasure, and all things whatsoever were in his treasuries;
1:3341
καὶ οὐκ ἦν οὐθὲν οὐκ ἔδειξεν αὐτοῖς Ἐζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἐν πάσῃ τῇ ἐξουσίᾳ αὐτοῦ
凡在他家中和他全部權下的一切,希西家沒有一樣不指給他們看的。
and there was nothing which Hezekiah did not show them in his house and in all his dominion.
1:3342
Τὸν δὲ οἶκον τοῦ νεχωθὰ τὸν οἶκον τῶν ἀρωμάτων Σύμμαχος εἴρηκε, τὴν δὲ στακτὴν ἡδύσματα προσηγόρευσεν·
西馬庫將「香料庫」譯作「香品之屋」,又將「沒藥」稱作「馨香之物」;
Symmachus rendered the house of the nechotha as the house of the spices, and called the stakte (myrrh) sweet perfumes;
1:3343
ἡγοῦμαι δὲ τὴν στακτὴν τὸ βάλσαμον εἶναι
我認為那沒藥就是香脂。
and I hold the stakte to be balsam.
1:3344
Γάζαν δὲ καλεῖ τὸν θησαυρόν
他所說的「珍寶」(gaza)是指寶庫。
And by 'gaza' (treasure) he means the treasury.
1:3345
δὲ τῶν ὅλων θεὸς τούτων γεγενημένων ἠχ<θ>έσθη·
但這些事既已發生,那萬有的神就不喜悅;
But the God of all was displeased at these things when they had come to pass;
1:3346
οὐ γὰρ ἐπὶ τούτοις ἔδει μέγα φρονῆσαι τὸν εὐσεβῆ βασιλέα οὐδὲ ταῦτα τοῖς ἀφιγμένοις ἐπιδεῖξαι ἀλλὰ τοῦ θεοῦ διδάξαι τὴν δύναμιν καὶ κηρύξαι τὰ μέγιστα θαύματα καὶ πρὸς τὴν ἀλήθειαν ποδηγῆσαι καὶ πρόφασιν διδασ καλίας τὴν πρεσβείαν ποιήσασθαι
因為這敬虔的王不當因這些事自高,也不當把它們指給來訪的人看,倒當教導他們認識神的能力,宣揚他至大的奇事,引領他們歸向真理,使這次的使節之來成為施教的機會。
for the godly king ought not to have been proud over these things, nor to have displayed them to those who had come, but rather to have taught the power of God, and proclaimed His mightiest wonders, and led them to the truth, and made the embassy an occasion for instruction.
1:3347
Ἐγὼ τούτων αἴτιος, γὰρ πρὸ βραχέος ὑπ' αὐτῶν πολεμούμενος καὶ φόρον αὐτοῖς ὑπισχνούμενος νῦν παρ' αὐτῶν δέχῃ δῶρα καὶ φόρον καὶ φίλος γενέσθαι παρακαλεῖ
這一切都是我所成就的;因為那不久之前還受他們攻擊、還向他們許諾納貢的人,如今卻從他們手中領受禮物和貢賦,並且被懇求作他們的朋友。
I am the cause of these things; for he who but a little before was warred upon by them and promised them tribute, now receivest from them gifts and tribute, and is entreated to become their friend.
1:3348
ἐκ γῆς πόρρωθεν ἥκασι πρός με, ἐκ Βαβυλῶνος, πάλιν προφήτης ἤρετο·
他們是從遠方之地、從巴比倫來到我這裡的;先知又問道:
They have come to me from a land afar off, from Babylon; again the prophet asked:
1:3349
Τί εἶδον ἐν τῷ οἴκῳ σου; Ἐκείνου δὲ εἰρηκότος πάντα αὐτοὺς καὶ τὰ δῆλα καὶ τὰ κεκρυμμένα ἰδεῖν, εἶπεν προφήτης·
他們在你家裡看見了甚麼?希西家回答說,他們看見了一切,無論是顯露的還是隱藏的;先知便說:
What have they seen in thy house? And when he had said that they had seen all things, both the manifest and the hidden, the prophet said:
1:3350
Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ λήψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ μὴ καταλειφθῇ·
看哪,日子將到,凡你家裡所有的,並你列祖直到今日所積蓄的,都要被擄到巴比倫去,一樣也不留下;
Behold, the days are coming, when they shall take all that is in thy house, and all that thy fathers have gathered until this day shall be carried away to Babylon, and nothing at all shall be left behind;
1:3351
εἶπε δὲ θεὸς ὅτι καὶ ἀπὸ τῶν τέκνων σου τῶν ἐξερχομένων ἀπό σου ὧν γεννήσεις λήψονται καὶ ποιήσουσι σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων
神又說,就是從你所生、由你而出的兒子中,他們也要擄去,使他們在巴比倫王的宮裡作太監。
and God said that even of thy sons who shall come forth from thee, whom thou shalt beget, they shall take and make them eunuchs in the house of the king of the Babylonians.
1:3352
μεταβατικὴν γὰρ ἔχει τὴν φύσιν καὶ νῦν μὲν τοῦτον νῦν δὲ ἐκεῖνον λαμπρύνει
因為它(際遇)本性易變,時而使這人顯赫,時而使那人顯赫。
For it (fortune) has a shifting nature, and now makes this man illustrious, now that one.
1:3353
Ἐπειδὴ τοίνυν ταῦτα ὑπέδειξας καὶ οὐ τὴν ἐμὴν προμήθειάν τε καὶ κηδεμονίαν, εὖ ἴσθι ὡς ταῦτα ὑπὸ τὴν ἐκείνων γενήσεται δεσποτείαν·
既然你所炫示的是這些財物,而非我的眷顧與看護,你要確知,這些必要落入他們的權下;
Since, then, thou hast displayed these things, and not My forethought and providential care, know well that these things shall come under their dominion;
1:3354
πρὸς δὲ τούτοις καὶ ἐκ τῶν σῶν ἀπογόνων ἀπαχθήσονται δορυάλωτοι καὶ τῷ Βαβυλωνίων δουλεύσουσι βασιλεῖ
不但如此,就連你自己的後裔中,也有人要被擄去作戰俘,服事巴比倫王。
and besides these, even of thine own descendants some shall be carried away as captives of war and shall serve the king of the Babylonians.
1:3355
Σπάδοντας δὲ τοὺς εὐνούχους λέγει
他所說的「spadontas」是指太監。
And by 'spadontas' he means the eunuchs.
1:3356
Καὶ εἶπεν Ἐζεκίας πρὸς Ἡσαΐαν·
希西家對以賽亞說:
And Hezekiah said to Isaiah:
1:3357
Ἀγαθὸς λόγοςκυρίου ὃν ἐλάληςεν·
耶和華所說的話是好的;
Good is the word of the Lord which He has spoken;
1:3358
γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου
但願在我有生之年有平安和公義。
let there now be peace and righteousness in my days.
1:3359
Πάντα φησὶ τὰ ὑπὸ τοῦ θεοῦ τῶν ὅλων εἰρη μένα ἀγαθά τε καὶ ὀνησιφόρα·
他說,凡那萬有的神所說的,都是美善且有益的;
All things, he says, that have been spoken by the God of all are good and profitable;
1:3360
ἔχω γὰρ θυμηδίαν ἀρκοῦσαν ὡς τα
因為我已有足夠的喜樂,既然……
for I have gladness enough, seeing that...
1:3361
διὸ αἰτῶ εἰρήνης τυχεῖν παρὰ πᾶσάν μου τὴν ζωήν, οὐ μόνον δὲ εἰρήνης ἀλ λὰ καὶ δικαιοσύνης·
因此我求在我一生之中都得享平安,且不僅是平安,還有公義;
Therefore I ask to obtain peace throughout the whole of my life, and not peace only but righteousness as well;
1:3362
ἀνωφελὴς γὰρ εἰρήνη δικαιοσύνης κεχωρισμένη
因為與公義分離的平安是毫無益處的。
for peace separated from righteousness is of no benefit.
1:3363
Ἐπαινετὸς μὲν οὖν βασιλεὺς τὴν δικαιοσύνην μετὰ τῆς εἰρήνης αἰτήσας, οὐ βασιλικὴ δὲ ὅμως αἴτησις·
這王求平安又求公義,固然值得稱讚;然而這祈求卻不合乎君王的身分;
The king is indeed to be praised for asking righteousness together with peace; yet the petition was not a kingly one;
1:3364
τὸν γὰρ τῶν ὑπηκόων κηδεμόνα πᾶσαν ἐκείνων προσήκει ποιεῖσθαι κηδεμονίαν·
因為身為臣民的保護者,理應為他們付出一切的照顧;
for the guardian of his subjects ought to exercise every care on their behalf;
1:3365
ἔδει τοίνυν αὐτὸν καὶ ὑπὲρ τῶν ἐγγόνων, φ' ὧν ἔμελλεν ἔσεσθαι ἐκεῖνα τὰ σκυθρωπά, προσενεγκεῖν ἱκετείαν τῷ φιλανθρώπῳ δεσπότῃ
所以他也應當為他的後裔向那仁慈的主獻上懇求,因為那些禍患將要臨到他們身上。
he ought therefore to have offered supplication to the benevolent Master also on behalf of his descendants, upon whom those calamities were to come.
1:3366
Ἡμᾶς < δὲ> προσήκει μήτε ἐπὶ πλούτῳ μήτε ἐπὶ ῥώμῃ μήτε ἐπ' ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων μέγα φρονεῖν ἀλλὰ καὶ πλοῦτον ἔχοντα καὶ σοφίαν καὶ δύναμιν τῷ θεῷ μόνῳ θαρρεῖν τῷ καὶ τούτων δοτῆρι καὶ τὴν παρ' αὐ τοῦ προσμέ νειν ῥοπήν·
但我們理應不因財富、不因體力、也不因任何屬人的事物而自高,反倒即使擁有財富、智慧與能力,仍單單信靠神——祂正是這一切的賜予者——並等候祂所施的扶助;
But it befits us to take pride neither in wealth nor in strength nor in any other human thing, but even while possessing wealth and wisdom and power, to place our confidence in God alone, who is the giver of these things also, and to await the inclination of His favour;
1:3367
πρέπει δόξα καὶ μεγαλοπρέπεια εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願榮耀與威嚴歸與祂,直到世世代代。
to whom belong glory and majesty unto the ages of ages.
1:3368
ΤΟΜΟΣ ΙΒʹ Παρακαλεῖτε παρακαλεῖτε τὸν λαόν μου, λέγει θεός
第十二卷。「你們要安慰、安慰我的百姓」,神如此說。
VOLUME XII. 'Comfort, comfort my people,' says God.
1:3369
Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ
「祭司啊,你們要向耶路撒冷的心說話。」
'O priests, speak to the heart of Jerusalem.'
1:3370
Προηγόρευσεν ἐν τοῖς ἔμπροσθεν ἡρμηνευμένοις τὴν ὑπὸ τῶν Βαβυλωνίων ἐσομένην αἰχμαλωσίαν
在前面所解釋的經文中,他預言了將要由巴比倫人所施行的擄掠。
In the passages interpreted above he foretold the captivity that was to come at the hands of the Babylonians.
1:3371
δὲ βασιλεὺς Ἐζεκίας οὐ προσήνεγκεν ἱκετηρίαν τῷ δεσπότῃ θεῷ οὐδὲ ἠν τι βόλ ησ ε λυθῆναι τὴν ἀπειλὴν ἀλλὰ τῆς οἰκείας σωτηρίας ἐφρόντισε μόνης εἰρηκώς·
但希西家王卻沒有向主神獻上懇求,也不願那威嚇得以解除,反倒只顧念自己的安全,說:
But King Hezekiah offered no supplication to the Master God, nor did he desire that the threat be undone, but took thought for his own preservation alone, saying:
1:3372
Γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου. Τούτου δὴ χάριν τῶν ὅλων θεὸς τὸν βασιλέα καταλιπὼν τοῖς ερεῦσι παρακελεύεται παραμυθεῖσθαι τὴν Ἱερουσαλὴμ ὡς ἤδη τῆς ἀπειληθείσης τιμωρίας καταλα β ούσης
「願在我的年日中有平安和公義。」正因如此,萬有的神撇下這王,吩咐眾祭司去安慰耶路撒冷,彷彿那所威嚇的刑罰已經臨到了她。
'Let there indeed be peace and righteousness in my days.' For this reason the God of all, leaving the king aside, charges the priests to console Jerusalem, as though the threatened punishment had already overtaken it.
1:3373
Παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ταπεί νωσις αὐτῆς
「你們要安慰她,因為她所受的卑微已經滿足了。」
'Comfort her, for her humiliation is fulfilled.'
1:3374
Πέρας καλὸ ν ἔλαβε τὰ τῆς ἀπειλῆς
那威嚇之事已得了美好的結局。
The matter of the threat has received a good end.
1:3375
Λέλυται αὐτῆς ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς
「她的罪已得赦免,因為她為自己的諸罪,從主的手中加倍受了報應。」
'Her sin is loosed, for she has received from the Lord's hand double for her sins.'
1:3376
Ἄξιον ἐνταῦθα θαυμάσαι τὴν τοῦ δεσπότου φιλανθρωπίαν·
在此我們理當驚歎主對人類的慈愛;
Here it is fitting to marvel at the Master's love for mankind;
1:3377
ἀγαθὸς γὰρ ὢν καὶ ἀγαθότητος ἄβυσσος καὶ σφόδρα ἐλάττονα τῆς ἁμαρτίας τιμωρίαν ἐπάγων τὴν σμικρὰν τιμωρίαν διὰ πολλὴν φιλανθρωπίαν διπλασίονα τῆς ἁμαρτίας καλεῖ
因為祂本為良善,且是良善的深淵,所加於他們的刑罰遠比他們的罪為輕,卻因祂極大的慈愛,稱那微小的刑罰為罪的加倍。
for, being good and an abyss of goodness, and bringing upon them a punishment far less than their sin, He calls that small punishment—out of His great love for mankind—double the sin.
1:3378
Ὅτι δὲ τῆς ἁμαρτίας σφόδρα ἐλάττων ἦν τιμωρία, μάρτυς αὐτὸς προφήτης βοῶν·
至於那刑罰遠比罪為輕,這同一位先知作見證,高聲說:
That the punishment was far less than the sin, the same prophet is witness, crying aloud:
1:3379
Ἐν θλίψει μικρᾷ παιδεία σου ἡμῖν. Ἀλλ' ὅμως ἐλέῳ πλείστῳ τὸ δίκαιον κεραννύς, ἣν οἱ τιμωρούμενοι σμικρὰν ἐκάλουν παιδείαν διπλασίονα ὠνόμασεν κριτής
「你的管教臨到我們,不過是小小的患難。」然而審判者以極大的憐憫調和公義,將那受罰之人所稱為微小的管教,稱之為加倍。
'In small affliction was Thy chastening to us.' Yet nonetheless, tempering justice with abundant mercy, that which those who were punished called a small chastening, the Judge named double.
1:3380
Εἶτα διδάσκει τοὺς παρακαλοῦντας τῆς ψυχαγωγίας τὸν τρόπον·
接著祂教導那些要施行安慰的人,當如何撫慰:
Then He teaches those who are to comfort her the manner of the consolation:
1:3381
Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
「有一個人在曠野呼喊的聲音:」
'A voice of one crying in the wilderness:'
1:3382
Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε διὰ τῆς ἀβάτου τὰς τρίβους τοῦ θεοῦ ἡμῶν
「你們當預備主的道,在無路可行之地為我們的神修直祂的路徑。」
'Prepare the way of the Lord, make straight through the trackless place the paths of our God.'
1:3383
κακῶν < ἡ> τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἐνανθρώπησις
……乃是神我們救主的道成肉身,是脫離諸惡的拯救。
...the Incarnation of God our Saviour, the deliverance from evils.
1:3384
Ταύτης δὲ κῆρυξ ἐγένετο πρῶτος θεσπέσιος Ἰωάννης βαπτιστής
最先為此作宣告的,乃是那被神感動的施洗約翰。
The first herald of this was the divinely-inspired John the Baptist.
1:3385
Τὰ κα τ ' αὐτὸν τοίνυν προφητικὸς προαγορεύει λόγος·
所以這先知的話,預先宣告了關乎他的事:
The prophetic word therefore foretells the things concerning him:
1:3386
τοῦτο γὰρ ἡμᾶς καὶ οἱ τρεῖς μακάριοι ἐδίδαξαν εὐα γγελισταί, δὲ θειότατος Μᾶρκος καὶ προοίμιον τοῦτο τῆς συγγραφῆς ἐποιήσατο
因為那三位有福的福音書作者也如此教導了我們,而至為神聖的馬可更以此作為他著作的開端。
for this the three blessed Evangelists also taught us, and the most divine Mark even made this the opening of his writing.
1:3387
Καὶ αὐτὸς δέ γε θεσπέσιος Ἰωάννης ἐρωτηθεὶς ὑπὸ τῶν Φαρισαίων, εἰ αὐτὸς εἴη Χριστός, ἔφη·
那被神感動的約翰自己,當法利賽人問他是否就是基督時,他說:
And the divinely-inspired John himself, when asked by the Pharisees whether he were the Christ, said:
1:3388
Ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ·
「我是那在曠野呼喊者的聲音:」
'I am a voice of one crying in the wilderness:'
1:3389
Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, καθὼς εἶπεν Ἡσαΐας προφήτης·
「你們當預備主的道,正如先知以賽亞所說的;」
'Prepare the way of the Lord, as Isaiah the prophet said;'
1:3390
οὔκ εἰμι θεὸς λόγος ἀλλὰ φωνή, ἐγὼ γὰρ κηρύττω τὸν ἐνανθρωπήσαντα θεὸν λόγον
「我不是神——道,而是聲音;因為我所傳揚的,乃是那道成肉身的神——道。」
'I am not God the Word, but a voice; for I proclaim the God-Word who became man.'
1:3391
Ἄβατον δὲ καλεῖ τὰ ἔθνη τὸ προφητικὸν ἴχνος οὐδέπω δεξάμενα
他稱列邦為「無路可行之地」,因為它們尚未領受先知的足跡。
He calls the nations 'trackless,' as not yet having received the prophetic footstep.
1:3392
Πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται·
「一切山谷都要填滿,一切大山小岡都要削平;」
'Every ravine shall be filled, and every mountain and hill shall be brought low;'
1:3393
καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ αἱ τραχεῖαι εἰς πεδία
「一切彎曲之處都要變為正直,崎嶇之地都要成為平原。」
'and all the crooked places shall become straight, and the rough places into plains.'
1:3394
Τὴν εὐκολίαν τοῦ κηρύγματος διὰ τούτων ἐδήλωσεν·
他藉這些話顯明了這宣道的容易;
By these words he made plain the ease of the proclamation;
1:3395
διὰ ταύτην γὰρ ἐν ὀλίγῳ χρόνῳ πᾶσαν τοῦτο τὴν οἰκουμένην ἐπλήρωσεν
因為藉此,這宣道在短時間內就充滿了全世界。
for by reason of this it filled the whole inhabited world in a short time.
1:3396
Φάραγγας δὲ πληρουμένας καὶ ὄρη καὶ βουνοὺς ταπεινουμένους κατὰ μὲν τὸ ῥητὸν νοητέον τὴν λείαν ὁδὸν καὶ δυσκολίας ἀπηλ λαγμένην, κατὰ δὲ διάνοιαν φάραγγες μέν εἰσιν αἱ τῶν ἀπίστων ψυχαὶ εἰς βάθος που κείμεναι καὶ μετάρσιον οὐκ ἔχουσαι φρόνημα, ὄρη δὲ καὶ βουνοὶ οἱ ἐν τοῖς ὄρεσι καὶ τοῖς βουνοῖς θεραπευόμενοι δαίμονες ὧν τὴν πλάνην τοῦ σωτῆρος ἡμῶν ἔσβεσεν ἐνανθρώπησις
至於山谷被填滿、大山小岡被削平,按字面意思,我們當理解為那平坦、脫離艱難的道路;但按屬靈的含義,山谷乃是不信之人的靈魂,深陷於卑下之處,毫無高尚的心志;大山小岡則是那些在山岡上受人供奉的鬼魔,牠們的迷惑已被我們救主的道成肉身所撲滅。
The ravines being filled and the mountains and hills being brought low we are, according to the literal sense, to understand as the smooth road, freed from difficulty; but according to the deeper meaning, the ravines are the souls of the unbelieving, lying somewhere in the depths and possessing no lofty understanding, while the mountains and hills are the demons served upon the mountains and hills, whose deception the Incarnation of our Saviour extinguished.
1:3397
Οὐκ ἂν δέ τις ἁμάρτοι καὶ περὶ Ἰουδαίων τοῦτο εἰρῆσθαι φήσας·
若有人說這話也是指著猶太人說的,也不算錯;
Nor would one err in saying that this was spoken also concerning the Jews;
1:3398
περι φανεῖς γὰρ ὄντες καὶ περίβλεπτοι πάλαι διὰ τὴν θείαν | | κηδεμονίαν ἧς ἀπήλαυον, νῦν ἐταπεινώθησαν ἔρημοι ταύτης γενόμενοι
因為他們從前因所蒙的神聖眷顧而顯赫、受人矚目,如今卻被削低了,因為他們已喪失了那眷顧。
for having been of old conspicuous and admired on account of the divine care they enjoyed, they have now been brought low, having become bereft of it.
1:3399
Τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἑξῆς·
因為下文的話也顯明了這一點:
For this too the following words make plain:
1:3400
Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ
「凡有血氣的都要看見神的救恩。」
'And all flesh shall see the salvation of God.'
1:3401
Καὶ βεβαίωσις τῶν εἰρημ ένων ·
以下便是對所說之話的確證:
And here is the confirmation of what has been said:
1:3402
Ἀψευδὴς γάρ φησιν ταῦτα φθεγξάμενος
經上說:「因為說這話的乃是不說謊的那一位。」
'For He who uttered these things is without falsehood,' it says.
1:3403
Ἐγὼ δὲ λίαν ἄγαμαι τοὺς οἰομένους ταῦτα περὶ τῆς ἀπὸ Βαβυλῶνος ἐπανόδου τὸν προφήτην θεσπίσαι·
然而我對那些以為先知是指著從巴比倫歸回而說這些話的人,實在深感詫異;
But I am utterly astonished at those who suppose that the prophet prophesied these things concerning the return from Babylon;
1:3404
ἔδει γὰρ αὐτοὺς συνιδεῖν ὅτι σ αφ ῶς προφητικὸς προηγόρευσε λόγος πᾶσιν ἀνθρώποις δῆλον ἔσεσθαι τοῦ θεοῦ τὸ σωτήριον, ἐκείνη δὲ ἀνάκλησις οὐ πᾶσιν ἐγένετο δήλη, δὲ σωτήριος σταυρὸς καὶ τὰ δεσποτικὰ πάθη καὶ αὐτὰς ἔφθασε τὰς τῆς οἰκουμένης ἐσχατιάς
因為他們本應看出,這先知的話清楚地預言了神的救恩將要向所有人顯明,而那次的召回卻並未向所有人顯明;惟有那救贖的十字架和主的受難,甚至傳到了全世界的地極。
for they ought to have discerned that the prophetic word clearly foretold that God's salvation would be manifest to all men, whereas that recall was not made manifest to all; but the saving Cross and the Master's Passion reached even the very ends of the inhabited world.
1:3405
Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·
「凡有血氣的盡都如草,人的一切榮美盡都如草上的花;」
'All flesh is grass, and all the glory of man as the flower of grass;'
1:3406
ἐξηράνθη χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὅτι πνεῦμα κυρίου ἔπνευσεν εἰς αὐτόν·
「草必枯乾,花必凋謝,因為主的氣吹在其上;」
'the grass has withered, and the flower has fallen away, because the Spirit of the Lord blew upon it;'
1:3407
ἀληθῶς ὅμοιος χόρτῳ λαός·
「這百姓誠然像草;」
'truly the people is like grass;'
1:3408
ἐξηράνθη χόρτος, καὶ ἐξέπεσε τὸ ἄνθος
「草已枯乾,花已凋謝。」
'the grass has withered, and the flower has fallen away.'
1:3409
Τῶν ἐθνῶν ἁπάντων προθεσπίσας τὴν σωτηρίαν προμηνύει καὶ τῶν Ἰουδαίων τὴν ἀκαρπίαν
他既預言了萬國的救恩,也預告了猶太人的不結果子。
Having foretold the salvation of all the nations, he foretells also the barrenness of the Jews.
1:3410
Φύσει μὲν γάρ φησι χόρτῳ ἔοικε τῶν ἀνθρώπων τὸ γένος, ἄνθει δὲ χόρτου ἐπιγινομένη δόξα καὶ δυναστεία
因為他說,人類的族類按本性乃像草,而後來所得的榮耀與權勢則像草上的花。
For by nature, he says, the race of men resembles grass, while the glory and dominion that come upon it resemble the flower of grass.
1:3411
Καὶ καθάπερ τοῦ χόρτου ξηραινομένου τὸ ἄνθος ἐκρεῖ, οὕτω τοῦ θανάτου τοῖς ἀνθρώποις ἐπιόντος καὶ δυναστεία καὶ περιφάνεια σβέννυται
正如草枯乾時,花便凋落,照樣,當死亡臨到人身上時,他們的權勢與尊榮也都消滅了。
And just as, when the grass withers, the flower falls away, so, when death comes upon men, both their dominion and their splendour are quenched.
1:3412
Ἀληθέ στερον μέντοι ταῦτα ἁρμόττει τῷ χρηματίσαντι πάλαι λαῷ, ὃς ἐξηράνθη μὲν οὐκ ἔχων τὴν νοτίδα τῆς πίστεως, τὴν ἐπανθοῦσαν δὲ ἀπώλεσε χάριν
然而這些話更真切地適用於那從前被稱為神子民的百姓,他們因沒有信心的滋潤而枯乾,並喪失了那曾在他們身上綻放的恩典。
Yet more truly do these things fit the people that was of old called by that name, which withered, not having the moisture of faith, and lost the grace that had flowered upon it.
1:3413
Καὶ ἵνα μή τις ὑπολάβῃ ἀγνοίᾳ τὸν τῶν ὅλων θεὸν τοῦτον ἐκλέξασθαι τὸν λαόν, ἐπήγαγεν·
為免有人以為萬有的神是出於無知而揀選了這百姓,他接著說:
And lest anyone suppose that the God of all chose this people in ignorance, he added:
1:3414
Τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα
「惟有主的話存到永遠。」
'But the word of the Lord abides for ever.'
1:3415
Ἄνωθέν φησι ταῦτα καὶ προέγνω καὶ προηγόρευσεν, ἀλλ' ὅμως καὶ ταύτην αὐτῶν τὴν ἀπείθειαν εἰδὼς ἐπιβαίνει προτ ρέπων εἰς σωτηρίαν·
他說,神從起初就預先知道,也預先宣告了這些事;然而,儘管祂也知道他們這樣的悖逆,祂仍然臨近,勸勉他們歸向救恩;
From above, he says, He both foreknew and foretold these things; yet, though He knew this their disobedience as well, He draws near, urging them toward salvation;
1:3416
ᾔδει γὰρ τοὺς ἐν αὐτοῖς τὸ σωτήριον κήρυγμα δεξαμένους
因為祂知道他們當中有些人必要領受這救恩的宣道。
for He knew those among them who would receive the saving proclamation.
1:3417
Ἐπ' ὄρους ὑψηλοῦ ἀνάβηθι εὐαγγελιζόμενος τὴν Σιών, ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε μὴ φοβεῖσθε
「你這向錫安報好信息的,要登上高山;你這向耶路撒冷報好信息的,要極力揚聲;要揚聲,不要懼怕。」
'Go up upon a high mountain, you who bring good tidings to Zion; lift up your voice with strength, you who bring good tidings to Jerusalem; lift it up, fear not.'
1:3418
Τὸν ἀποστολικὸν ἐνταῦθα χορὸν προφητικὸς διεγείρει λόγος
在此,這先知的話喚起了使徒的行列。
Here the prophetic word rouses the apostolic choir.
1:3419
Οὗ δὴ χάριν ἑνικῶς σχηματίσας τὴν παρακέλευσιν εἰς τὸν πληθυντικὸν μεταβέβηκε καί φησιν·
正因如此,他先以單數形式發出勸勉,隨後轉為複數,說:
For which reason, having framed the exhortation in the singular, he passes over to the plural and says:
1:3420
Οὕτως αὐτοῖς < καὶ> δεσπότης ἔλεγε Χριστός·
主基督也照樣對他們說:
Thus also the Master Christ said to them:
1:3421
αὐτοὺς τῆς εἱρκτῆς ἀπαλλάξας παρ ηγγύησε μετὰ παρρησίας λαλεῖν τὰ ῥήματα τῆς ζωῆς
祂使他們脫離了牢獄,吩咐他們放膽傳講生命的道。
having freed them from the prison, He charged them to speak the words of life with boldness.
1:3422
Ὅρος δὲ καλεῖ τῆς θεογνωσίας τὸ ὕψος
祂稱認識神的崇高為「山」。
And He calls the height of the knowledge of God a 'mountain.'
1:3423
Εἶπον ταῖς πόλεσιν Ἰούδα·
「你要對猶大的城邑說:」
'Say to the cities of Judah:'
1:3424
Ἰδοὺ θεὸς ὑμῶν, ἰδοὺ κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ βραχίων αὐτοῦ μετὰ κυρείας·
「看哪,你們的神!看哪,主帶著大能來到,祂的膀臂帶著權柄;」
'Behold your God! Behold, the Lord comes with strength, and His arm with dominion;'
1:3425
ἰδοὺ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἑκάστου ἐναντίον αὐτοῦ
「看哪,祂的賞賜在祂那裏,各人的工作都在祂面前。」
'behold, His reward is with Him, and each one's work is before Him.'
1:3426
Ταῦτα τὴν δευτέραν τοῦ σωτῆρος ἡμῶν παρουσίαν μηνύει·
這些話所指的乃是我們救主的第二次降臨;
These things signify the second coming of our Saviour;
1:3427
τότε γὰρ καὶ τὸν μισθὸν τοῖς ἐργά ταις παρέξει καὶ ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
因為到那時,祂必將工價賜給作工的人,並照各人的行為報應各人;
for then He will both give the wage to the labourers and render to each according to his works;
1:3428
τότε γὰρ τὸ ἔργον ἑκάστου φανερὸν γενήσεται κατὰ τὴν τοῦ ἀποστόλου φωνήν·
因為到那時,各人的工作都要顯露出來,正如使徒所說的:
for then each one's work will become manifest, according to the word of the Apostle:
1:3429
Ἡμέρα γάρ φησι δηλώσει, ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Τοῦτο καὶ τοῖς ἱεροῖς ἀποστόλοις κύριος ποιεῖν παρηγγύησεν·
他說:「因為那日子要將它顯明,因為它要在火中顯露出來,這火要試驗各人的工程是何等的。」主也吩咐眾聖使徒如此行:
'For the Day,' he says, 'shall declare it, because it is revealed in fire, and the fire shall test what sort each one's work is.' This too the Lord charged the holy Apostles to do:
1:3430
Πορεύεσθε γὰρ ἔφη πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακώβ
因為祂說:「你們要往以色列家迷失的羊那裏去。」
For, He said, 'Go to the lost sheep of the house of Jacob.'
1:3431
Πορευόμενοι δὲ λέγετε ὅτι ἤγγικεν βασιλεία τῶν οὐρανῶν. Ἔστι τοίνυν ἰδεῖν οὕτω συ μβαίνοντα τοῖς εὐαγγελικοῖς λόγοις τὰ κατὰ τὸν προφήτην θεσπίσματα
你們前行時要宣告說:天國近了。因此我們可以看見,先知的預言竟如此與福音的話語相符。
And as you go, proclaim that the kingdom of heaven has drawn near. It is possible, then, to see the prophet's oracles thus corresponding to the words of the Gospel.
1:3432
Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν τῷ κόλπῳ αὐτοῦ βαστάσει καὶ τὰς ἐν γαστρὶ ἐχούσας παρακαλεῖ
他必像牧人牧養自己的羊群,用膀臂聚集羊羔抱在懷中,並安慰那懷胎的母羊。
As a shepherd he will tend his flock, and with his arm he will gather the lambs, and in his bosom he will carry them, and he will comfort those that are with child.
1:3433
Καὶ τούτων τὸ πέρας ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἀκ ριβῶς ἀληθῶς τε μάθωμεν
讓我們在神聖的福音書中,準確而真實地認識這些話的應驗。
And let us learn the fulfilment of these things exactly and truly in the sacred Gospels.
1:3434
Πρῶτον μὲν γὰρ αὐτὸς κύριος ἔφη·
因為首先,主自己說道:
For first of all the Lord himself said:
1:3435
Ἐγώ εἰμι ποιμὴν καλὸς καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Συνήγαγε | | δὲ καὶ τῷ βραχίονι ἄρνας·
我是好牧人;我認識我的羊,我的羊也認識我,我為羊捨命。他也用膀臂聚集羊羔,
I am the good shepherd, and I know my own and am known by my own, and I lay down my life for the sheep. And he also gathered the lambs with his arm,
1:3436
τῇ τῆς διδασκαλίας δυνάμει
藉著他教訓的能力。
by the power of his teaching.
1:3437
Νῦν γὰρ τοῖς ἁλιεῦσιν ἔλεγεν·
因為那時他對漁夫們說:
For now he said to the fishermen:
1:3438
ἄλλοτε δὴ καὶ πόρνης γυναικὸς παρὰ τοὺς πόδας ὀλοφυρομένης ἠνέσχετο·
又有一次,他甚至容忍一個妓女在他腳前哀哭;
and at another time he even endured a harlot woman lamenting at his feet;
1:3439
παρεκάλεσε δὲ καὶ τὰς κυούσας ὥσπερ σωτηρίᾳ τικτούσας·
他也安慰那懷胎的婦人,彷彿使她們藉救恩而生產;
and he comforted the women with child, as though bringing them to birth unto salvation;
1:3440
μανθάνουσαι γὰρ τὴν τοῦ θανάτου κατάλυσιν καὶ τῆς ἀναστάσεως τὴν ἐλπίδα, ἱκανὴν εἶχον τῶν ὠδίνων παραμυθίαν τῶν κηρυττομένων τὴν προσδοκίαν
因為她們既認識了死亡的敗壞與復活的盼望,便在對所傳之事的期待中,得著足以安慰產難之苦的慰藉。
for learning of the destruction of death and the hope of the resurrection, they had in the expectation of what was proclaimed a sufficient consolation for their pangs.
1:3441
Καὶ ἔτι δὲ κυοφορούμενος ὑπὸ τῆς ἁγίας παρθένου κυοφοροῦσαν τὴν Ἐλισάβετ εὐφροσύνης ἐνέπλησεν
甚至當他還被聖童貞女懷在腹中時,就使同樣懷胎的以利沙伯滿心歡喜。
And even while still being carried in the womb by the holy Virgin, he filled Elizabeth, who was herself with child, with gladness.
1:3442
Εἶτα διδάσκει τοῦ ἐνανθρωπήσαντος θεοῦ λόγου τὴν σοφίαν, τὴν ἐπιστήμην, τὴν δύναμιν καὶ διελέγχει τῶν εἰδώλων τὸ μάταιον·
接著他教導那成為人的神之道的智慧、知識與能力,並駁斥偶像的虛妄:
Then he teaches the wisdom, the knowledge, and the power of God the Word who became man, and he refutes the vanity of the idols:
1:3443
Τίς ἐμέτρησε τῇ χειρὶ αὐτοῦ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; Τὸ μὲν θεῖον ἀσώματόν τε καὶ ἀσχημάτιστον καὶ ἁπλοῦν καὶ ἀσύνθετον·
誰曾用手心量諸水,用手虎口量蒼天,又用手掌握盡全地呢?神性本是無形體、無形狀、單純而不組合的;
Who has measured the water with his hand, and the heaven with a span, and all the earth with his fist? The divine is indeed incorporeal and without form, simple and uncompounded;
1:3444
ἐπειδὴ δὲ ἀνθρώπους ὄντας οὐ δυνατὸν ἄλλως ἀπὸ τῶν ἀνθρωπείων τὰ θεῖα καταμαθεῖν, διδάσκει ἡμᾶς προφητικὸς λόγος ὡς αὐτὸς μὲν τῶν ὅλων θεὸς ἀπερίληπτός τε καὶ ἀπερίγραφος, πᾶσαν δὲ τὴν κτίσιν ἐν χειρὶ περιέχειτῆς χειρὸς δηλονότι ἐνεργείας τινὸς νοουμένης–, ὡς πᾶσαν μὲν τῶν ὑδάτων τὴν φύσιν μέτρον ἔχειν κοτύλης, τὰ δὲ τῶν οὐρανῶν κύτη τῇ σπιθαμῇ περιέχε σθαι, τὴν δὲ γῆν ἅπασαν μηδὲν διαφέρειν σμικροτάτης τινὸς ὕλης ὑπὸ τῶν πέντε τῆς χειρὸς συνεχομένης δακτύλων
但既然我們身為人,除了藉著人間之事,便無法領會神聖之事,所以先知的話語教導我們:萬有的神自己是不可測度、不可界限的,卻將一切受造之物握在手中——這「手」自然當理解為某種作為——以致諸水的全部本質不過如一杯之量,諸天的穹蒼被握於一虎口之內,全地與被五指握住的一點極微之物毫無分別。
but since it is impossible for us, being men, to comprehend divine things otherwise than from human things, the prophetic word teaches us that the God of all is himself incomprehensible and uncircumscribed, yet holds all creation in his hand — the 'hand' being of course understood as a certain operation — so that the whole nature of the waters has the measure of a cup, the vaults of the heavens are contained within a span, and the whole earth differs in nothing from some tiny bit of matter held together by the five fingers of the hand.
1:3445
Τί ἔστησε τὰ ὅρια σταθμῷ καὶ τὰς νάπας ζυγῷ; Ἀντὶ τοῦ·
誰用秤量山嶺,用天平稱幽谷呢?這等於說:
Who has set the mountains by weight and the wooded valleys in a balance? This is equivalent to saying:
1:3446
πάντα αὐτῷ δυνατά, πάντα αὐτῷ μετρητά, καὶ ἕκαστον τῆς δημιουργίας εἶδος πρός τι γεγένηται χρήσιμον, οὐδὲν γὰρ ἀργὸν οὐδὲ περιττὸν εἰς τὸ εἶναι παρήχθη
凡事在他都能,凡事在他都可測度,受造的每一類都是為某種用途而造的;因為沒有一樣是無用或多餘而被帶到存在中的。
all things are possible to him, all things measurable to him, and each kind of created thing has come into being useful for some purpose; for nothing idle or superfluous was brought into existence.
1:3447
Τίς ἔγνω νοῦν κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο ὃς συμβιβάσει αὐτόν; τίς ἔδειξεν αὐτῷ κρίσιν; ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Ἅπαντες ἄνθρωποι διδασκαλίας δεόμεθα
誰曾知道主的心意?誰曾作他的謀士去指教他呢?誰曾指示他公義?誰又將悟性之道指示他呢?我們眾人都需要受教。
Who has known the mind of the Lord, and who has become his counsellor to instruct him? Or who has shown him judgement? Or who has shown him the way of understanding? All of us men have need of instruction.
1:3448
Κἂν γὰρ ἄγαν τις σοφός, ἀνατίθεται τὸ πρακτέον ἑτέρῳ·
因為即使一個人極其有智慧,他仍要把當作之事交託給別人;
For even if someone is exceedingly wise, he refers what is to be done to another;
1:3449
δὲ τῶν ὅλων θεὸς σοφίας ἐστὶν ἄβυσσος καὶ συνέσεως πέλαγος
然而萬有的神乃是智慧的深淵、悟性的汪洋。
but the God of all is an abyss of wisdom and an ocean of understanding.
1:3450
Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς <σ>ίαλος λογισθήσονται·
萬國在他眼中不過如桶中的一滴水,如天平上微轉之量,並要被算為如唾沫;
If all the nations were reckoned as a drop from a bucket and as the tipping of a balance, and shall be reckoned as spittle;
1:3451
δὲ Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐχ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη εἰς οὐθέν εἰσι καὶ εἰς οὐθὲν ἐλογίσθησαν αὐτῷ
利巴嫩的樹木不夠當柴燒,其中的走獸也不夠作燔祭;萬國在他面前算為虛無,被他視為毫無。
and Lebanon is not sufficient for a burnt offering, and all the four-footed beasts are not sufficient for a whole burnt offering, and all the nations are as nothing and were reckoned by him as nothing.
1:3452
Τίνι ὡμοιώσατε κύριον τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Καὶ νομο θετῶν τῶν ὅλων θεὸς παρεκελεύσατο λέγων·
你們將主比作誰?用什麼形象與他相比呢?萬有的神在頒佈律法時也吩咐說:
To whom have you likened the Lord, or with what likeness have you likened him? And in giving the law the God of all commanded, saying:
1:3453
Οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, ὅτι ἐγὼ κύριος θεός σου, τουτέστιν·
你不可為自己造偶像,也不可造上天、下地或地底水中任何物的形象,因為我是耶和華你的神——意思就是:
You shall not make for yourself an idol, nor any likeness of anything that is in heaven above, or that is in the earth beneath, or that is in the waters under the earth; for I am the Lord your God — that is to say:
1:3454
θείας δυνάμεως τὸ ἄπειρον δεῖξαι, μὴ δυνάμενος δὲ ἄλλως τοὺς ἀνθρώπους διδά ξαι ἀπὸ τῆς κτίσεως δείκνυσι τὴν ὑπερβολήν·
他要顯明神性大能的無限;而既不能用別的方法教導人,便從受造之物顯明其無可比擬的宏大。
he wishes to show the boundlessness of the divine power; and being unable to teach men otherwise, he demonstrates its surpassing greatness from the creation.
1:3455
ὅπερ γάρ ἐστί φησι σταγὼν πρὸς κάδον καὶ οπὴ ζυγοῦ καὶ σίαλος, τοῦτο πᾶσα τῶν ἀνθρώπων φύσις πρὸς τὴν ἄρρητον ἐκείνην καὶ ἀπεριό ριστον δύναμιν
他說,一滴水之於一桶水、天平上微轉之量、以及唾沫是何等微小,人類全體的本性之於那不可言喻、無可限量的大能也是如此。
For what a drop is to a bucket, and the tipping of a balance, and spittle — this, he says, is what the whole nature of men is in relation to that ineffable and unbounded power.
1:3456
Εἶτα διδάσκει ὡς ἅπαντα τῶν τετραπόδων τὰ γένη σμικρά τινα καὶ οὐκ ἀρκοῦντα πρὸς θ υσίαν τῇ θείᾳ μεγαλειότητι, ἅπαντα δὲ τοῦ Λιβάνου τὰ ξύλα οὐχ ἱκανὰ πληρῶσαι τὸ ἐπι καιόμεν ον πῦρ
接著他教導說:一切走獸的種類都太微小,不足以獻祭於神聖的尊威;利巴嫩所有的木柴,也不足以供養那燃起的火。
Then he teaches that all the kinds of four-footed beasts are but small and insufficient for sacrifice to the divine majesty, and that all the wood of Lebanon is not enough to feed the kindled fire.
1:3457
Ποίαν τοίνυν εἰκόνα τοῦ τοιούτου κατασκευάσαι δυνήσεσθε; Μὴ εἰκόνα ἐποίησε τέκτων; χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτὸν ὁμοιώματι κατεσκεύασεν αὐτόν; Τὸν οὕτως ἄπειρον, τὸν οὕτως ἀπεριόριστον ποία τέχνη δύναται μιμήσασθαι; Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ, πῶς στήσει αὐτὸ εἰκόνα καὶ ἵνα μὴ σαλεύηται
那麼,你們能為這樣的一位塑造什麼形象呢?豈不是匠人造了一個像麼?金匠豈不是熔化金子,包裹其上,或塑成一個形象麼?何等的技藝能摹仿這位如此無限、如此無可界限的神呢?因為匠人揀選不朽壞的木頭,並巧妙地思量如何把它立為偶像,使它不致搖動。
What image, then, will you be able to fashion of such a One? Has not a craftsman made an image? Or has not a goldsmith, having melted gold, overlaid it with gold or fashioned it into a likeness? What art can imitate one so infinite, so unbounded? For the craftsman chooses wood that does not rot and wisely considers how he shall set it up as an image and how it shall not be shaken.
1:3458
Ἐπὶ μὲν τοῦ θεοῦ τῶν ὅλων ἔφη οὕτως ·
論到萬有的神,他這樣說道:
Concerning the God of all he spoke thus:
1:3459
Λίβανος οὐχ ἱκανὸς εἰς καῦσιν, ἐνταῦθα δὲ τῶν εἰδώλων κωμῳδῶν τὴν ἀσθένειαν ἀποφαίνει ξύλου τὸν τεχνίτην δεόμενον εἰς τὴν τοῦ καλουμένου θεοῦ διαμόρφωσιν
「利巴嫩不夠當柴燒」;但在此他嘲笑偶像的軟弱,指出那工匠竟需要木頭來塑造這所謂的神。
'Lebanon is not sufficient for a burnt offering'; but here, mocking the weakness of the idols, he shows the craftsman in need of wood for the shaping of the so-called god.
1:3460
Οὐ μόνον δέ φησιν | | ἐξ ἐράνου λαμβάνει καὶ τὴν οὐσίαν καὶ τὸ εἶδος, ἀλλὰ καὶ πολλῆς δεῖται τ έχνης, ἵνα τύχῃ ὁμοιώ σεως καὶ ἀκίνητον μείνῃ
他說,這偶像不僅從人集資的捐獻中取得它的材料與形狀,更需要極多的技藝,才能達成某種摹肖,並保持不動搖。
And not only, he says, does it receive both its substance and its form from a collection of contributions, but it also requires much art in order to attain to a likeness and to remain immovable.
1:3461
Οὐ γνώσεσθε; Οὐκ ἀκούσεσθε; Οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; Οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Οὐκ ἄνωθέν φησιν ὑμᾶς ἐδίδαξα τῶν εἰδώλων τὸ ἀσθενές ; Οὐκ ἔγνωτε τίς θεμελιώσας τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς; Τοῦτο γὰρ ἐπήγαγεν·
你們豈不知道嗎?豈不曾聽見嗎?從起初豈沒有人告訴你們嗎?地的根基你們豈不明白嗎?他說:我豈不從上頭教導過你們偶像的軟弱嗎?那把地立在穩固根基上的是誰,你們豈不明白嗎?因為他接著說:
Will you not know? Will you not hear? Was it not declared to you from the beginning? Have you not understood the foundations of the earth? Did I not, he says, teach you from above the weakness of the idols? Have you not understood who it is that founded the earth upon its firm establishment? For this is what he added:
1:3462
κατέχων τὸν γῦρον τῆς γῆς καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας
他是那坐在地的大圈之上的,地上的居民好像蝗蟲。
It is he who holds the circle of the earth, and its inhabitants are as locusts.
1:3463
Αὐτός φησιν αὐτὴν παρήγαγεν, αὐτὸς κατέχει καὶ κυβερνᾷ
他說,是他自己使地存在,是他自己托住並治理它。
He himself, he says, brought it into being; he himself upholds and governs it.
1:3464
Καὶ ἀκρίδων οὐδὲν διενηνόχασιν οἱ ἄνθρωποι τῇ θείᾳ δυνάμει παραβαλλόμενοι
人若與神聖的大能相比,實與蝗蟲毫無分別。
And men, when compared to the divine power, differ in nothing from locusts.
1:3465
Εἶτα διδάσκει ὡς οὐ μόνον τῆς γῆς ἐστι ποιητὴς ἀλλὰ καὶ τῶν οὐρανῶν δημιουργός·
接著他教導說:他不僅是地的創造者,也是諸天的創造者:
Then he teaches that he is not only the maker of the earth but also the creator of the heavens:
1:3466
στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν καὶ διατείνας αὐτὸν ὡς σκηνὴν κατοικεῖν
他是那把天鋪張如穹蒼、展開如帳幕使人居住的。
It is he who set up the heaven as a vault and stretched it out as a tent to dwell in.
1:3467
Ἐπειδὴ γὰρ ἐδάφει μὲν ἔοικεν γῆ, μιμεῖται δὲ καμαροειδῆ καὶ θολοειδῆ ὄροφον οὐρανός, εἰκότως σκηνῇ αὐτὸν ἀπείκασεν
因為地既像地面,而天則像那拱形圓頂的屋頂,所以他恰當地把它比作帳幕。
For since the earth resembles a floor, and the heaven imitates an arched and domed roof, he fittingly likened it to a tent.
1:3468
Καὶ οὕτως ἡμῖν ὑποδείξας δημιουργὸν τὸν τῶν ὅλων θεὸν προφητικὸς λόγος ὑποδείκνυσιν ἡμῖν αὐτοῦ καὶ τὴν ἄρρητον πρόνοιαν·
先知的話語既如此向我們顯明萬有的神為創造者,也向我們顯明他那不可言喻的護理:
And having thus shown us the God of all as creator, the prophetic word also shows us his ineffable providence:
1:3469
διδοὺς ἄρχοντα<ς> εἰς οὐδὲν ἄρχειν
他是那使掌權者歸於虛無、無所治理的。
It is he who appoints rulers to rule over nothing.
1:3470
Οὕτω γὰρ καὶ τὸν Σενναχηρὶμ καὶ τὸν Ναβουχοδονόσορ καὶ μυρίους ἑτέρους κατέλυσεν
因為他就是這樣傾覆了西拿基立、尼布甲尼撒和無數其他的人。
For thus he brought down Sennacherib and Nebuchadnezzar and countless others.
1:3471
Τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν
他也使地成為虛無。
And he made the earth as nothing.
1:3472
Οὐδὲ γὰρ τοῖς δημιουργήμασιν δύναμις μεμέτρη ται τοῦ ποιητοῦ ἀλλὰ τῇ βουλήσει μόνῃ·
因為造物主的能力不是以他的作為來衡量,乃是單以他的意旨來衡量;
For the power of the Maker is not measured by his works, but by his will alone;
1:3473
Πάντα γάρ φησιν ὅσα ἠθέλησεν κύριος ἐποίησεν, οὐχ ὅσα ἴσχυσεν ἀλλ' ὅσα ἠθέλησεν·
因為經上說:耶和華所喜悅的一切,他都行了——不是照他所能行的,乃是照他所喜悅的;
for all things, he says, that the Lord willed he did — not as much as he was able, but as much as he willed;
1:3474
ἠδύνατο μὲν γὰρ πολλαπλάσια, πεποίηκε δὲ καλῶς ἔχειν ἔκρινεν
因為他本能造出多倍之物,卻只造了他判斷為美善的。
for he was able to do many times more, but he made only what he judged to be good.
1:3475
Οὐ γὰρ μὴ σπείρωσιν οὐδὲ μὴ φυτεύσωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ῥίζα αὐτῶν·
他們不撒種,不栽植,他們的根也不紮於地中;
For they shall not sow, nor shall they plant, nor shall their root be rooted in the earth;
1:3476
ἔπνευσεν ἐπ' αὐτοὺς ἄνεμος καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς
風一吹在他們身上,他們就枯乾,暴風要把他們捲去如同碎稭。
a wind blew upon them and they withered, and a tempest shall take them away like stubble.
1:3477
Περὶ τῶν ἀρχόντων ταῦτα ἔφη τῶν δυσσεβῶν οὓς τῆς δυναστείας ἐγύμνωσεν
他說這話是論到那些不敬虔的掌權者,就是他剝奪其權勢的人。
This he said concerning the impious rulers whom he stripped of their dominion.
1:3478
Νῦν οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; εἶπεν ἅγιος
那聖者說:如今你們將我比作誰,叫我與他同等呢?
Now then, to whom have you likened me, that I should be exalted? said the Holy One.
1:3479
Τὸν ταῦτα πεποιηκότα, τὸν ταῦτα διηνεκῶς ἐνεργοῦντα τίνι ἀπεικάζετε; Ποῖον ἄξιον προσφέρετε σέβας; Ἀνα βλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε·
那造了這些、又不斷施行這些作為的,你們把他比作誰呢?你們獻上什麼相稱的敬拜呢?你們要向上舉目觀看:
To whom do you liken the One who has made these things, who continually works these things? What worthy worship do you offer? Lift up your eyes on high and see:
1:3480
Τίς κατέδειξε ταῦτα πάντα; Βλέπετε γάρ φησι τὸν ἥλιον, τὴν σελήνην, τὴν τῶν ἀστέρων χορείαν, τὰς τοῦ ἔτους τροπάς, τὰς τῶν ὡρῶν μεταβολάς, τὰς ἰσομέτρους νυκτὸς καὶ ἡμέρας διαδοχάς
誰顯明了這一切呢?他說,你們看那太陽、月亮、眾星的運轉、年歲的循環、四季的更替,以及晝夜均等的交替。
Who has revealed all these things? For behold, he says, the sun, the moon, the dance of the stars, the turnings of the year, the changes of the seasons, the equal alternations of night and day.
1:3481
ἐκφέρων κατὰ ἀριθμὸν τὸν κόσμον αὐτοῦ
他是那按數目領出他所安排之世界的。
It is he who brings forth his ordered world by number.
1:3482
Κόσμον δὲ καλεῖ τὴν τῆς κτίσεως διακόσμησιν
他所說的「世界」,是指受造之物有序的安排。
By 'world' he calls the orderly arrangement of creation.
1:3483
Πάντας ἐπ' ὀνόματι καλέσει
他必按名呼喚它們眾多。
He will call them all by name.
1:3484
Οὐδέν φησιν ἀγνοεῖ ἀλλὰ πάντα σαφῶς ἐπίσταται·
他說,神一無所不知,乃是清楚地知道萬事;
He is ignorant of nothing, he says, but knows all things clearly;
1:3485
αὐτὸς γὰρ ἑκάστῳ καὶ τὰ ὀνόματα τέθεικεν
因為他自己甚至為每一樣定了名字。
for he himself has assigned to each thing even its name.
1:3486
Ἀπὸ πολλῆς δόξης καὶ ἐν κράτει ἰσχύος οὐδέν σε ἔλαθεν
因你有極大的榮耀,並你力量的權能,沒有一樣能瞞過你。
By reason of his great glory and in the might of his strength, nothing has escaped you.
1:3487
Πάντα ἰσχύει, πάντα δύναται, οὐδὲν ἀγνοεῖ τῶν γιγνομένων καὶ αὐτοὺς ἐπί σταται τῶν ἀνθρώπων τοὺς λογισμούς
他凡事都有能力,凡事都能作成,所發生的一切他無不知曉,甚至連人心裡的思念他也知道。
He is mighty in all things, he is able in all things, he is ignorant of nothing that comes to pass, and he knows even the reasonings of men themselves.
1:3488
Μὴ γὰρ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἱερουσαλήμ·
雅各啊,你不要說;耶路撒冷啊,你為何這樣說:
For do not say, O Jacob, and why do you speak thus, O Jerusalem:
1:3489
Ἀπεκρύβη ὁδός μου ἀπὸ τοῦ θεοῦ μου, κρίσις μου παρῆλθεν; Μὴ νόμιζέ φησιν ἀγνοεῖν με τῶν ὑμετέρων ψυχῶν τὰ βουλεύματα μηδὲ οἴου λανθάνειν τὰ πονηρὰ λογιζόμενος
「我的道路向我的神隱藏了,我的案件從我神那裡越過了」?他說,不要以為我不知道你們心中的謀算,也不要以為你們謀劃惡事竟能瞞過我。
My way is hidden from my God, my judgement has passed him by? Do not suppose, he says, that I am ignorant of the counsels of your souls, nor imagine, when you devise wicked things, that you escape notice.
1:3490
Ἐντεῦθεν δῆλον ὡς κ αὶ τούτων αὐτῶν ἐποιήσατο τῆς πολυθεΐας κατηγορίαν
由此可見,他也正是藉此對這些人提出了拜多神之罪的控告。
From this it is clear that he also made against these very people his indictment of polytheism.
1:3491
Καὶ νῦν οὐκ ἔγνως; Εἰ μὴ ἤκουσας; Ταῦτα οἱ Τρεῖς σαφέστερον ἡρμήνευσαν·
如今你豈不曾知道嗎?豈不曾聽見嗎?這幾句話,那三位譯者譯得更為清楚:
And now have you not known? Have you not heard? These things the Three rendered more clearly:
1:3492
Μὴ οὐκ ἔγνως οὐκ ἤκουσας; δὲ Ἀκύλας·
「你豈不曾知道或聽見嗎?」亞居拉譯作:
'Have you not known or heard?' And Aquila:
1:3493
Μήτι οὐκ ἔγνως οὐκ ἤκουσας; δὲ Θεοδοτίων·
「你豈非確曾知道或聽見嗎?」提阿多田譯作:
'Have you not indeed known or heard?' And Theodotion:
1:3494
Οὐκ ἔγνως οὐκ ἤκου σας; Οὐδεμίαν φησὶν πο λογίαν ἔχεις·
「你豈不曾知道或聽見嗎?」他說:你毫無可辯之詞;
'Have you not known or heard?' He says: You have no excuse whatever;
1:3495
διὰ πάντων γάρ σε τῶν προφητῶν καὶ μυρίων θαυμάτων τὴν ἐμὴν ἐδίδαξα δύν αμιν
因為我藉著眾先知並無數的神蹟,將我的大能教導了你。
for through all the prophets and through countless wonders I taught you my power.
1:3496
Εἶτα ἀναμιμνῄσκει ὧν πολλάκις ἐδίδαξεν·
接著他提醒他們那些他曾多次教導的事:
Then he reminds them of the things he had often taught:
1:3497
Τοῦτο καὶ μακάριος ἔφη Μω υσῆς·
有福的摩西也曾說過這話:
This too the blessed Moses said:
1:3498
Σὺ δὲ κύριε εἰς τὸν αἰῶνα μένεις καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν, καὶ πάλιν·
惟你耶和華永遠長存,你可記念的名存到萬代。又說:
But you, O Lord, abide for ever, and your memorial is unto generation and generation. And again:
1:3499
Σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Θεὸς κατασκευάσας τὰ ἄκρα τῆς γῆς
惟有你永不改變,你的年數也沒有窮盡。神就是那創造地極的。
But you are the same, and your years shall not fail. God who fashioned the ends of the earth.
1:3500
Καὶ τοῦτο μακάριος ἐδίδαξε Μωυσῆς·
有福的摩西也曾教導這話:
This too the blessed Moses taught:
1:3501
θεμελιῶν τὴν γῆν καὶ τὴν ἀσφάλειαν αὐτῆς. Οὐ πεινάσει οὐδὲ κοπιάσει
「那奠定大地根基、使其穩固的主。祂必不飢餓,也不疲乏。」
'He who lays the foundation of the earth and its security. He shall neither hunger nor grow weary.'
1:3502
Μὴ | | φάγομαι κρέα ταύρων αἷμα τράγων πίομαι; Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ
「我豈吃公牛的肉、喝山羊的血呢?」而且「祂的智慧無法測度。」
'Shall I eat the flesh of bulls or drink the blood of goats?' And 'there is no searching out of His understanding.'
1:3503
Τοῦτο καὶ θαυμασία Ἄννα ἔφη·
這也正是那可敬的哈拿所說的:
This is also what the admirable Hannah said:
1:3504
Κύριος πτωχίζει καὶ πλουτίζει, ταπεινοῖ καὶ ἀνυψοῖ καὶ τὰ ἑξῆς
「耶和華使人貧窮,也使人富足;使人卑微,也使人高升」,以及其後所說的話。
'The Lord makes poor and makes rich, He brings low and He lifts up,' and what follows.
1:3505
Πεινάσουσι γὰρ νεώτεροι καὶ κοπιάσουσι νεανίσκοι καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται·
「因為少年人必飢餓,青年人必疲乏,蒙揀選的也必軟弱無力;」
'For youths shall hunger and young men shall grow weary, and chosen ones shall be without strength;'
1:3506
οἱ δὲ ὑπομένοντες τὸν θεὸν ἀλλάξουσιν ἰσχύν, πτεροφυήσουσιν ὡς ἀετοί, δραμοῦνται καὶ οὐ κοπιάσουσι, βαδιοῦνται καὶ οὐ πεινάσουσιν
「但那等候神的必重新得力;他們必如鷹展翅上騰;他們奔跑卻不困倦,行走卻不飢餓。」
'but those who wait upon God shall renew their strength; they shall put forth feathers like eagles; they shall run and not grow weary; they shall walk and not hunger.'
1:3507
Ταῦτα δὲ καὶ ἐπὶ τῶν Ἰουδαίων καὶ ἐπὶ τῶν θείων ἀποστόλων ἐγένετο
這些事既在猶太人身上應驗,也在眾位屬神的使徒身上應驗。
These things came to pass both concerning the Jews and concerning the divine apostles.
1:3508
Ὅσοι μὲν γὰρ ἠπίστησαν, λιμῷ καὶ λοιμῷ καὶ πολέμῳ καὶ ἀνδραποδισμῷ παρεδόθησαν·
凡不信的人,都被交在饑荒、瘟疫、戰爭與被擄為奴之中;
For as many as disbelieved were given over to famine and pestilence and war and enslavement;
1:3509
οἱ δὲ πεπιστευ κότες τῷ παναγίῳ νεουργηθέντες πνεύματι τὴν ὀξυτάτην τῶν ἀετῶν μιμησάμενοι πτῆσιν εἰς ἅπασαν ἔδραμον τὴν οἰκουμένην ὡς ἐν ἀλλοτρίοις ἀγωνιζόμενοι σώμασιν
但那些信的人,藉著至聖的聖靈得以更新,效法鷹最迅捷的飛翔,奔向普天下,彷彿在別人的身體裡爭戰一般。
but those who believed, made new by the all-holy Spirit, imitating the swiftest flight of the eagles, ran into all the inhabited world, contending as if in bodies not their own.
1:3510
Οὕτω τῶν ἀποστόλων ὑποδείξας τὸν δρόμον ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις προαγορεύει τὴν σωτηρίαν·
他既如此顯明了使徒的路程,便向普天下的眾教會預告救恩:
Having thus shown forth the course of the apostles, he foretells salvation to the churches throughout the inhabited world:
1:3511
Ἐγκαινίζεσθε πρός με νῆσοι·
「眾海島啊,你們當向我更新;」
'Be renewed unto Me, O islands;'
1:3512
οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν
「因為君王必重新得力。」
'for the rulers shall renew their strength.'
1:3513
Νήσους τὰς ἐκκλησίας καλεῖ ὡς τὰ τῶν διωκόντων κύματα δεχομένας καὶ ἐπὶ τῆς πέτρας ἐρηρεισμένας, ἄρχοντας δὲ προσαγορεύει τῆς ἀληθείας τοὺς κήρυκας ἑτέρους ἀνθ' ἑτέρων μετὰ τὴν κλῆσιν γεγενημένους·
他稱眾教會為海島,因為它們承受逼迫者的波濤,卻穩立在磐石上;他又稱真理的傳道者為君王,這些人在蒙召之後便取代了先前的人;
He calls the churches islands, inasmuch as they receive the waves of their persecutors yet are firmly set upon the rock; and he names the heralds of the truth rulers, who after the calling came to be in place of others;
1:3514
οὐκέτι γὰρ ἰχθύας ἀπὸ λίμνης μιᾶς ἀλλ' ἀνθρώπους ἀπὸ πάσης τῆς οἰκουμένης ἐθήρευον
因為他們不再從一個湖裡打魚,而是從普天下捕獲人。
for they no longer caught fish from a single lake, but human beings from all the inhabited world.
1:3515
Τοῖς αὐτοῖς παρακελεύεται σύμφωνον προσφέρειν διδασκαλίαν καὶ τὴν ἐσομένην κρίσιν ἅπασι προμηνύειν
他勸勉這些人要傳講彼此和諧一致的教訓,並向眾人預先宣告那將要來的審判。
He exhorts these same men to bring forward teaching that is in harmony, and to proclaim beforehand to all the judgment that is to come.
1:3516
Τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην; Ἐκάλεσαν αὐτὸν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσονται, καὶ δώσει ἐναντίον ἐθνῶν καὶ βασιλεῖς ἐκστήσει καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τέκνα αὐτῶν καὶ διώξεται αὐτούς, καὶ διελεύσεται ἐν εἰρήνῃ ὁδὸς τῶν ποδῶν αὐτοῦ, οὐχ ἥξει
「誰從東方興起了公義?祂召它到自己腳前,它們就必前行;祂必將它交在列國面前,使君王驚惶,並將他們的刀劍拋在地上,使他們的子孫如被吹散的碎稭;他必追趕他們,他腳步的道路必在平安中經過,也必不臨到。」
'Who raised up righteousness from the east? He called it to his feet, and they shall go; and He shall give it before the nations, and shall astonish kings, and shall cast their swords upon the ground, and their children shall be as driven stubble; and he shall pursue them, and the way of his feet shall pass through in peace, it shall not come.'
1:3517
Περὶ ταύτης τῆς δικαιοσύνης καὶ μακάριος ἔφη Παῦλος·
論到這公義,蒙福的保羅也說:
Concerning this righteousness the blessed Paul also said:
1:3518
Ἐδόθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις. Ταύτης τῆς δικαιοσύνης ἀνατειλάσης καὶ τὴν οἰκουμένην περιδραμούσης ἐξέστησαν μὲν βασιλεῖς, ἡττήθησαν δὲ τύραννοι, πᾶν δὲ εἶδος τιμωρίας ἠλέγχθη, καὶ τοὺς διώκοντας οἱ διωκόμενοι νενικήκασι καὶ ὡς ἄκρας εἰρήνης ἀπολαύοντες τὸν προκείμενον ἐξήνυσαν δρόμον
「神使我們得著智慧,又得著公義、成聖與救贖。」當這公義升起、遍行普天下時,君王驚惶,暴君戰敗,各樣的刑罰都被駁倒,受逼迫的人勝過了逼迫他們的人,並且彷彿享受著至高的平安,跑盡了擺在他們面前的路程。
'Wisdom was given to us from God, both righteousness and sanctification and redemption.' When this righteousness had risen and coursed through the inhabited world, kings were astonished, tyrants were overcome, every kind of torment was refuted, and the persecuted conquered their persecutors, and as if enjoying the utmost peace they completed the course set before them.
1:3519
οὐχ ἥξει, παρὰ μὲν τοῖς Ἑβδομήκοντα οὐ κεῖται, ὡς δὲ παρὰ τοῖς Ἄλλοις κείμενον προσετέθη μετὰ ἀστερίσκου
「也必不臨到」——這句話在七十士譯本中並沒有,乃是照其他譯本所載,加上星號補入的。
'It shall not come'—this does not stand in the Seventy, but, as standing in the Others, it was added with an asterisk.
1:3520
οἱ γὰρ δυσσεβεῖς οὐδὲ προσέχειν ἐβούλοντο τοῖς θείοις κηρύγμασιν
因為那些不敬虔的人連留心聽屬神的宣講都不肯。
For the impious were unwilling even to give heed to the divine proclamations.
1:3521
Τίς ἐνήργησε καὶ ἐποίησε ταῦτα; Ἐκάλεσεν αὐτὴν καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς, τουτέστι τὴν δικαιοσύ νην
「誰行了、成就了這些事?那呼召它的,從起初的世代就已呼召了它」——這就是說公義。
'Who has wrought and done these things? He who calls it has called it from the generations of the beginning'—that is, righteousness.
1:3522
Ἄνωθέν φησι τὰ περὶ αὐτῆς προηγόρευσεν
他說,從遠古以來,祂就已預告了關乎它的事。
From of old, he says, He foretold the things concerning it.
1:3523
ταῦτα καὶ διὰ τῶν ἄλλων προφητῶν προηγό ρευσεν
這些事祂也藉著其他先知預告了。
These things He also foretold through the other prophets.
1:3524
Ἐγὼ θεὸς πρῶτος καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι
「我是神,是首先的,直到將要來的事,我仍是。」
'I am God, the first, and unto the things that are coming I am.'
1:3525
Οὐκ ἄλλος φησὶ τὴν παλαιὰν ἔδωκε διαθήκην καὶ ἄλλος νομοθετεῖ τὴν καινήν·
並非一位賜下舊約、另一位設立新約的律法;神性乃是獨一的,永遠如一、始終不變。
It is not one who gave the old covenant and another who legislates the new; the divine nature is one, ever the same and in the same manner.
1:3526
μία ἐστὶν θεία φύσις, ἀεὶ ὡσαύτως καὶ κατὰ ταὐτὰ ἔχουσα
神性乃是獨一的,永遠如一、始終不變。
The divine nature is one, ever the same and disposed in the same manner.
1:3527
Εἶδον ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἐξέστησαν
「我看見列國就懼怕,地極也都驚惶。」
'I saw the nations and they were afraid; the ends of the earth were astonished.'
1:3528
Καὶ μαρτυρεῖ τῶν πραγμάτων πεῖρα·
事情的經歷也為此作證;
And the experience of events bears witness;
1:3529
καταλιπόντες γὰρ τὴν πλάνην οἱ ἄνθρωποι μετέμαθον τὴν ἀλήθειαν
因為人們離棄了謬妄,轉而學了真理。
for men, forsaking error, learned instead the truth.
1:3530
Ἤγγισαν καὶ ἦλθον ἅμα, κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ τῷ ἀδελφῷ
「他們一同挨近前來,各人都定意幫助自己的鄰舍和弟兄。」
'They drew near and came together, each judging to help his neighbor and his brother.'
1:3531
Οἱ γὰρ πάλαι πλανώμενοι τοῦ τῆς θεογνωσίας φωτὸς ἀπολαύσαντες οὐκ ἀνέχονται κρύπτειν τὴν αἴγλην ἀλλὰ πάντας εἰς κοινωνίαν καλοῦσιν
因為那些從前迷失的人,既享受了認識神的光,就不忍將這光輝隱藏,反而呼召眾人進入相通。
For those who of old were wandering, having enjoyed the light of the knowledge of God, do not endure to hide the radiance, but call all men into fellowship.
1:3532
Καὶ ἐρεῖ, τουτέστιν τοῦ γνόφου τῆς ἀγνοίας ἀπαλλα γείς·
「他必說」——就是那從無知的幽暗中被釋放出來的人:
'And he shall say'—that is, the one who has been delivered from the darkness of ignorance:
1:3533
Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων ςφῦραν ἅμα ἐλαύνων ποτὲ μὲν ἐρεῖ·
「木匠得了力量,鐵匠一面用錘打,一面同時鍛鍊,有時卻說:」
'The craftsman prevailed, and the smith striking with the hammer, driving it at once, will sometimes say:'
1:3534
Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ | | ἐν ἥλοις, θήσουσιν αὐτό, καὶ οὐ κινηθήσεται
「這接合甚好;他們用釘子把它們釘牢,將它安置,使它不致動搖。」
'It is a good joint; they have strengthened them with nails; they will set it up, and it shall not be moved.'
1:3535
Ταῦτά φησιν ἐροῦσιν οἱ τῇ ἀληθείᾳ προσεληλυθότες τοῖς ἔτι κατεχομένοις τῇ πλάνῃ τῇ τῶν εἰδώλων τὴν τούτων δεικνύντες ἀσθένειαν·
他說,那些已歸向真理的人,必對那仍被偶像謬妄轄制的人說這些話,指明這些偶像的無能;
These things, he says, those who have come over to the truth will say to those still held fast in the error of the idols, showing the weakness of these things;
1:3536
οὔτε γὰρ βαδίσαι δύνανται οὔτε στῆναι μὴ τοῖς ἥλοις δεσμούμενα
因為它們若不用釘子綁住,既不能行走,也不能站立。
for they can neither walk nor stand unless bound with nails.
1:3537
σύμβλημα καλόν ἐστιν, οἱ Τρεῖς οὕτω τεθείκασιν·
「這接合甚好」——三位譯者是這樣翻譯的。
'It is a good joint'—thus the Three have rendered it.
1:3538
Σὺ δὲ Ἰσραὴλ παῖς μου, Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα, οὗ ἀντελαβόμην ἀπ' ἄκρου τῆς γῆς καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπόν σοι·
「至於你,我的僕人以色列,我所揀選的雅各,我所愛的亞伯拉罕的後裔,我從地極抓住你,從地的守望之處呼召你,對你說:」
'But you, Israel My servant, Jacob whom I have chosen, seed of Abraham whom I loved, whom I laid hold of from the end of the earth, and from its watchtowers I called you and said to you:'
1:3539
Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε·
「你是我的僕人;我揀選了你,並不丟棄你;」
'You are My servant; I have chosen you and have not forsaken you;'
1:3540
μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι·
「不要懼怕,因為我與你同在;」
'fear not, for I am with you;'
1:3541
μὴ πλανῶ, ἐγὼ γάρ εἰμι θεός σου ἐνισχύσας σε καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ μου τῇ δικαίᾳ
「不要迷惑,因為我是你的神,是那加給你力量的;我幫助了你,用我公義的右手扶持你。」
'do not be led astray, for I am your God who strengthened you; and I helped you and made you secure by My righteous right hand.'
1:3542
Τῷ Ἰσραὴλ ποτὲ μὲν εὐφημίας ὑφαίνει ποτὲ δὲ κατηγορίας προσάπτει οὐκ ἐναντία ποιῶν ἀλλὰ κατάλληλα δρῶν·
對以色列,他有時編織讚美,有時加以責備,並非行相反的事,而是行合宜的事;
For Israel he sometimes weaves praises and sometimes attaches accusations, doing not contrary things but things that are fitting;
1:3543
ἐκ γὰρ τοῦ Ἰσραὴλ οἱ πεπιστευκότες καὶ ἐκ τοῦ Ἰσραὴλ οἱ ἐσταυρωκότες·
因為信的人出於以色列,釘十字架的人也出於以色列;
for from Israel came those who believed, and from Israel those who crucified;
1:3544
εἰκότως τοίνυν τοὺς μὲν ἐπαινεῖ τῶν δὲ κατηγορεῖ
所以他讚美這一等人、責備那一等人,乃是合理的。
reasonably, therefore, he praises the one and accuses the other.
1:3545
Ἐνταῦθα μέντοι καὶ τῶν παλαιῶν ἀνέμνησεν αὐτοὺς <ἐπαγγελιῶν> καὶ εὐεργεσιῶν καὶ ὡς ἐξήγαγε μὲν ἐκ γῆς Χαλδαίων τὸν πατριάρχην, ἅπαν δὲ τὸ γένος τῆς Αἰγυπτίων ἠλευθέρωσε δυναστείας καὶ παντοδαπῆς προνοίας ἠξίωσεν
此外,在這裡他還提醒他們古時的應許與恩惠,以及祂如何把先祖從迦勒底人之地領出來,又如何把整個民族從埃及人的權勢下釋放出來,賜給他們各樣的眷顧。
Here, moreover, he also reminded them of the ancient promises and benefactions, and how He led forth the patriarch from the land of the Chaldeans, and freed the whole race from the dominion of the Egyptians and counted them worthy of every kind of providence.
1:3546
Ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου, ζητήσεις αὐτοὺς καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ·
「看哪,一切敵對你的人都必蒙羞抱愧,因為他們必如同不存在的;一切與你為敵的人都必滅亡。你尋找那些橫暴待你的人,卻尋不見;」
'Behold, all who oppose you shall be ashamed and confounded, for they shall be as those who are not; and all your adversaries shall perish. You shall seek them and shall not find the men who acted insolently against you;'
1:3547
ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε
「因為他們必如同不存在的,那與你爭戰的人也必歸於無有。」
'for they shall be as those who are not, and those who war against you shall not be.'
1:3548
Εἶτα τῆς νίκης τὴν αἰτίαν διδάσκει·
然後他教導人得勝的緣由:
Then he teaches the cause of the victory:
1:3549
Ὅτι ἐγὼ θεός σου, κρατῶν τῆς δεξιᾶς σου, λέγων σοι·
「因為我是你的神,是握住你右手的,是對你說:」
'Because I am your God, who holds your right hand, who says to you:'
1:3550
Μὴ φοβοῦ, ἐγὼ ἐβοήθησά σοι
「不要懼怕,我已幫助了你。」
'Fear not, I have helped you.'
1:3551
Ταῦτα τυπικῶς μὲ ν καὶ ἐπὶ τῶν Βαβυλωνίων ἐγένετο
這些事甚至在巴比倫人身上也以預表的方式應驗了。
These things came to pass in a typical way even concerning the Babylonians.
1:3552
Καταλύσας γὰρ τὴν ἐκείνων ἀρχὴν τῶν ὅλων θεὸς καὶ τούτους τῆς πικρᾶς δουλείας ἐλευθερώσας εἰς τὴν πατρῴαν ἐπανήγαγε γῆν·
因為萬有的神既推翻了他們的權勢,又把這些人從苦毒的奴役中釋放出來,領他們回到祖先之地;
For the God of all, having overthrown their dominion and freed these from bitter servitude, brought them back to their ancestral land;
1:3553
κυρίως μέντοι καὶ ἀληθῶς ἁρμόττει τοῖς ἁγίοις ἀποστόλοις καὶ τοῖς νικηφόροις μάρτυ σιν·
然而這話真正、確切地適用於眾聖使徒和得勝的殉道者;
yet properly and truly it fits the holy apostles and the victorious martyrs;
1:3554
οἱ γὰρ τούτους πολεμήσαντες ἐν αἰσχύνῃ γεγένηνται, καὶ φροῦδοι νῦν καὶ ἀφανεῖς οἱ διώξαντες, περίβλεπτοι δὲ καὶ περιφανεῖς τῆς ἀληθείας οἱ πρόμαχοι
因為那些攻擊他們的人都蒙了羞辱,逼迫他們的人如今消逝無蹤、隱沒無名,而真理的捍衛者卻聲名顯赫、光耀奪目。
for those who warred against them have come to shame, and their persecutors are now vanished and obscure, while the champions of the truth are renowned and illustrious.
1:3555
Μὴ φοβοῦ σκώληξ Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ, ἐγὼ ἐβοήθησά σοι, λέγει θεὸς λυτρούμενός σε, ἅγιος τοῦ Ἰσραήλ
「雅各蟲啊,以色列這微小的民哪,不要懼怕;我已幫助了你,這是救贖你的神、以色列的聖者說的。」
'Fear not, O worm Jacob, O little Israel; I have helped you, says God who redeems you, the Holy One of Israel.'
1:3556
Καὶ ταῦτα μάλιστα δηλοῖ, ὡς τοῖς εἰς τὸν κύριον πεπιστευκόσιν προφητικὸς ἁρμόττει λόγος
這些話尤其顯明,這先知的話乃是適用於那些信靠主的人。
And these things especially make clear that the prophetic word fits those who have believed in the Lord.
1:3557
Ὀλίγον τοῦ Ἰσραὴλ ἐπίστευσε μέρος, τὸ δέ γε πλεῖστον ἠπίστησεν
以色列只有一小部分信了,其餘的大部分卻不信。
A small part of Israel believed, but the greatest part disbelieved.
1:3558
Οὕτω καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν, καὶ πάλιν·
「照樣,在如今這時候,也有照著恩典的揀選所留的餘數。」又說:
'So also at the present time there has come to be a remnant according to the election of grace,' and again:
1:3559
ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν, καὶ πάλιν προφήτης·
「蒙揀選的人得著了,其餘的就成了頑梗。」先知又說:
'The election obtained it, but the rest were hardened,' and again the prophet says:
1:3560
Ἐὰν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθή σεται. Μάλα δὲ ἁρμόττει καὶ τὸ τοῦ σκώληκος ὄνομα·
「以色列子孫的數目雖多如海沙,得救的不過是剩下的餘數。」而「蟲」這名稱也極其貼切;
'Though the number of the sons of Israel be as the sand of the sea, the remnant shall be saved.' And the name of the worm fits exceedingly well;
1:3561
πρ ῶτον μὲν διὰ τὴν ὁρωμένην εὐτέλειανκαὶ γὰρ θεῖος ἀπόστολος ταύτην βουληθεὶς ἐπι δεῖξαι ἔφη·
首先,是因著那外表所見的卑微——因為那屬神的使徒也想要顯明這一點,就說:
first, on account of the apparent lowliness—for the divine apostle too, wishing to display this, said:
1:3562
Ἐξε λέξατο θεὸς τὰ μωρὰ τοῦ κόσμου, ἵνα καταισχύνῃ τοὺς σοφούς, καὶ τὰ ἀσθενῆ τοῦ κόσμου καὶ τὰ ἐξουθενημένα καὶ τὰ μὴ ὄντα, ἵνα τὰ ὄντα καταργήσῃ. Τὴν γὰρ ὑπερβολὴν παραδηλῶσαι θελήσας καὶ μηδὲν εὑρὼν ἐοικός, μὴ ὄντα ἐκάλεσεν, ἀντὶ τοῦ·
「神揀選了世上愚拙的,為要叫智慧的羞愧;又揀選了世上軟弱的、被人藐視的,以及那無有的,為要廢掉那已有的。」因為他想要表明這超乎尋常的程度,卻找不到相稱的說法,就稱他們為「無有的」,意思等於是說:
'God chose the foolish things of the world, that He might put to shame the wise, and the weak things of the world and the despised and the things that are not, that He might bring to nothing the things that are.' For wishing to indicate the surpassing degree, and finding nothing comparable, he called them 'things that are not,' as if to say:
1:3563
ἐν αντίον τῶν ἄλλων οὐδέν εἰσιν οὗτοι–, καλεῖ δὲ αὐτοὺς καὶ δι' ἕτερον σκώληκα·
「與別人相比,這些人算不得甚麼」——他這樣稱呼他們,也是因著蟲的另一個特性:
'Compared with the others, these are nothing'—and he calls them so also on account of another feature of the worm:
1:3564
ἰσχὺν ἐν βραχεῖ καταναλίσκει χρόνῳ, οὕτω καὶ τῆς ἀληθείας οἱ ἀθληταὶ κρυπτόμενοι καὶ λανθάνοντες τὴν τῶν εἰδώλων κατέλυσαν πλά νην
牠在短時間內就將堅實之物蛀蝕殆盡;照樣,真理的鬥士雖隱藏不為人知,卻推翻了偶像的謬妄。
it consumes strength in a short time; so also the athletes of the truth, hidden and unnoticed, overthrew the error of the idols.
1:3565
Ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνοὺς καὶ ὡς χοῦν θήσεις καὶ λικμήσεις, καὶ ἄνεμος λήψεται αὐτούς, καὶ καταιγὶς αὐτοὺς διασπερεῖ·
「看哪,我使你成為打糧的新車輪,形如鋸齒;你要打碎眾山,磨碎岡陵如同塵土,把它們簸揚出去,風要颳起它們,暴風要把它們吹散;」
'Behold, I have made you as new threshing wheels of a wagon, saw-shaped, and you shall thresh mountains and grind small the hills and make them as dust and winnow them, and a wind shall take them and a tempest shall scatter them abroad;'
1:3566
σὺ δὲ εὐφρανθήσῃ ἐν κυρίῳ ἐν τοῖς ἁγίοις Ἰσραήλ
「你卻要因耶和華、因以色列的聖者歡喜。」
'but you shall rejoice in the Lord, in the holy ones of Israel.'
1:3567
Ἐπειδὴ σκώληκα αὐτοὺς προσηγόρευσε διὰ τὴν ὁρωμένην εὐτέλειαν, ἐκ διαμέτρου νῦν ἔδειξε τὴν κεκρυμμένην ἰσχύν·
他既因著那外表所見的卑微稱他們為蟲,如今卻反過來顯明他們所隱藏的力量;
Since he had addressed them as a worm on account of the apparent lowliness, he now, on the contrary, displayed their hidden strength;
1:3568
καθάπερ γὰρ πριονοειδὴς ἅμαξα λεπτύνει τὸ δράγμα, | | οὕτω καὶ ὑμεῖς ἅπασαν τὴν κατέχουσαν πλάνην τὴν καὶ τὸ ὕψος τῶν ὀρῶν καὶ τῶν βουνῶν μιμουμένην καὶ λεπτυνεῖτε καὶ λικμήσετε καὶ οἷόν τινι καταιγίδι διασκεδάσαντες παραδώσετε λήθῃ εὐφραινό μενοι καὶ γανύμενοι διὰ τὸ πλῆθος τῶν σῳζομένων
因為正如那形如鋸齒的車輪磨碎禾捆,照樣你們也要磨碎並簸揚一切轄制人的謬妄——就是那效法眾山高聳的謬妄;你們把它如同用暴風吹散,交付遺忘,並要因得救之人的眾多而歡喜快樂。
for just as the saw-shaped wagon grinds small the sheaf, so also you shall grind small and winnow away all the error that holds sway, which imitates the height of the mountains and the hills, and having scattered it as with a tempest, you shall consign it to oblivion, rejoicing and exulting on account of the multitude of those being saved.
1:3569
Καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ ἐνδεεῖς
「貧窮困乏的人也必歡欣快樂。」
'And the poor and needy shall exult.'
1:3570
Τοὺς ἐξ ἐθνῶν λέγει πεπιστευκότας·
他指的是那些從外邦人中信主的人。
He means those from the nations who have believed.
1:3571
οὗτοι γὰρ ἦσαν πτωχοὶ τὸν προφητικὸν οὐ δεξάμενοι πλοῦτον
因為這些人是貧窮的,未曾領受先知所賜的財富。
For these were the poor, who had not received the prophetic wealth.
1:3572
Ζητήσουσιν ὕδωρ καὶ οὐκ ἔσται·
「他們尋求水,卻沒有水。」
'They shall seek water, and there shall be none.'
1:3573
γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξήρανται
「他們的舌頭因乾渴而枯乾了。」
'Their tongue is parched with thirst.'
1:3574
Ταῦτα πρὸ τῆς κλήσεως ἐπεπόνθεισαν ἐν ἐνδείᾳ διάγοντες καὶ δίψει πολλῷ πιεζόμενοι
這些事乃是他們在蒙召之前所受的,他們在窮乏中度日,並被極大的乾渴所困逼。
These things they had suffered before their calling, passing their days in destitution and pressed hard by great thirst.
1:3575
Ἐγὼ κύριος θεός σου, ἐγὼ ἐπ ακούσομαι αὐτῶν θεὸς Ἰσραὴλ καὶ <οὐκ> ἐγκαταλείψω αὐτούς
「我是耶和華你的神;我這以色列的神必應允他們,並不撇棄他們。」
'I am the Lord your God; I, the God of Israel, will hearken unto them, and will not forsake them.'
1:3576
Εἰ γὰρ καὶ τοῦ Ἰσραὴλ χρηματίζω θεός, ἀλλὰ πάντων εἰμὶ θεός·
因為我雖被稱為以色列的神,卻也是萬有的神。
For though I am named the God of Israel, yet am I the God of all.
1:3577
οὗ δὴ χάριν ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς
因此我也要在諸山上開江河,在平原之中開泉源。
Wherefore also I will open rivers upon the mountains and springs in the midst of the plains.
1:3578
Τοὺς τὸ τῆς διδασκαλίας χάρισμα πεπιστευμένους οὕτω καλεῖ·
凡受託傳授教訓恩賜的人,祂便如此稱呼他們;
Those who have been entrusted with the gift of teaching He thus calls;
1:3579
καὶ γὰρ ἐν τοῖς ἱεροῖς εὐαγγελίοις ἔφη·
因為在聖福音書中祂也曾說:
for in the holy Gospels also He said:
1:3580
πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Ποιήσω τὴν ἔρημον εἰς ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς
「信我的人,就如經上所說,從他腹中要流出活水的江河來。」「我要使曠野變為水池,使乾渴之地變為水道。」
'He that believeth in Me, as the Scripture hath said, out of his belly shall flow rivers of living water.' 'I will make the wilderness into pools of water, and the thirsty land into channels of water.'
1:3581
Ἔρημον προσαγορεύει τὰ ἔθνη·
祂以「曠野」指稱外邦人;
By 'wilderness' He designates the Gentiles;
1:3582
τούτοις δὲ καὶ ἐν τοῖς ἔμπροσθεν ταῦτα ἐπηγγείλατο
在前面的經文中,祂也已向這些人應許了這些事。
and to these He had promised these same things in the passages before as well.
1:3583
Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον καὶ μυρσίνην καὶ κυπά ρισσον καὶ λεύκην, θήσω ἐν τῇ Ἄραβα βράθυ, δαὰρ καὶ θαασοὺρ ἅμα
「我要在無水之地栽種香柏樹、黃楊樹、番石榴樹、松樹和白楊樹;我要在亞拉巴栽種刺柏、達珥和塔阿蘇珥一同生長。」
'I will set in the waterless land the cedar and the box tree and the myrtle and the cypress and the poplar; I will set in the Arabah the juniper, the daar and the thaasour together.'
1:3584
Ταῦτα τὰ ἀνερμήνευτα ὀνόματα οὕτως Σύμμαχος ἡρμήνευσεν·
這些未經解釋的名稱,西馬庫斯便如此翻譯。
These untranslated names Symmachus thus rendered.
1:3585
Ἵνα ἴδωσι καὶ γνῶσι καὶ ἐννοηθῶσι καὶ ἐπί στωνται ἅμα ὅτι χεὶρ κυρίου ἐποίησε ταῦτα καὶ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν αὐτά
「好叫他們看見、知道、思想、明白,一同曉得這是耶和華的手所作的,是以色列的聖者所顯明的。」
'That they may see and know and consider and understand together that the hand of the Lord hath done these things, and the Holy One of Israel hath shewn them forth.'
1:3586
Τὸ δὲ παράδοξον τῶν γιγνο μένων τὸν τούτων αἴτιον ἐπιδείξει
所成就之事的奇妙,必顯明這些事的成因。
And the marvel of the things coming to pass shall point to the Author of them.
1:3587
Οὕτω δείξας τὴν τῆς ἐρήμου μεταβολὴν πάλιν ἐλέγχει τὴν τῶν εἰδώλων ἀσθένειαν·
祂如此顯明了曠野的變化之後,又再責備偶像的軟弱無能。
Having thus shewn the transformation of the wilderness, He again convicts the weakness of the idols.
1:3588
Ἐγγίζει κρίσις ὑμῶν, λέγει κύριος θεός·
「主耶和華說:你們的審判臨近了;」
'Your judgment draweth near, saith the Lord God;'
1:3589
ἠγγίκασιν αἱ βουλαὶ ὑμῶν, λέγει βασιλεὺς Ἰακώβ·
「雅各的王說:你們的謀算臨近了;」
'your counsels have drawn near, saith the King of Jacob;'
1:3590
ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν συμβήσεται, τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν καὶ γνωσόμεθα τί τὰ ἔσχατα·
「讓他們近前來,把將要臨到的事向你們宣告,或把先前的事告訴我們是甚麼,好叫我們留心思想,得知末後的結局;」
'let them draw near and declare to you what shall come to pass, or tell what the former things were, and we will set our mind and know what the latter things are;'
1:3591
καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν, ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπ' ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε
「把將要來的事告訴我們,把末後將臨的事向我們宣告,我們就知道你們是神。」
'and tell us the things that are coming, declare to us the things that shall come at the last, and we shall know that ye are gods.'
1:3592
ἐγγίζει κρίσις ὑμῶν, οὕτως Σύμμαχος ἡρμήνευσεν·
「你們的審判臨近了」——西馬庫斯如此翻譯:
'Your judgment draweth near'—thus Symmachus rendered it:
1:3593
Προσα γάγετε τὴν κρίσιν ὑμῶν, εἶπε κύριος·
「主說:把你們的案件呈上來;」
'Bring forward your case, said the Lord;'
1:3594
ἐγγίσατε ἰσχυρὰ ὑμῶν, εἶπεν βασιλεὺς Ἰακώβ. Γίνεσθέ φησιν ἐμοῦ καὶ τῶν εἰδώλων κριταί, φέρετε εἰς μέσον τὰ ἰσχυρὰ κατὰ τὸν Θεοδοτίωνα τὰ κραταιώματα ὑμῶν, τουτέστι τὰ εἴδωλα·
「雅各的王說:帶著你們的強者近前來。」祂說:你們要在我與偶像之間作審判官;把那些強者,或照提阿多田所譯,把你們的堅固之物,就是偶像,帶到中間來;
'draw near with your mighty ones, said the King of Jacob.' Become, He says, judges between Me and the idols; bring into the midst the mighty ones, or, according to Theodotion, your strongholds, that is, the idols;
1:3595
προμηνυσάτωσαν τὰ ἐσόμενα, διδαξάτωσαν τὰ ἐξ ἀρχῆς γεγενημένα·
讓他們預先告知將要發生的事,讓他們指教從起初所發生的事;
let them foretell the things that shall be, let them teach the things that came about from the beginning;
1:3596
ἐγὼ γὰρ ἀμφότερα ποιῶν διετέλεσα·
因為這兩樣我一直都在行。
for I have continually done both.
1:3597
διὰ γὰ ρ Μωυσέως τοῦ θεράποντός μου καὶ τὰ πρὸ τῆς τῶν ἀνθρώπων δημιουργίας γεγενημένα ἐδίδαξα, τὰ δὲ σόμενα καὶ δι' ἐκείνου καὶ διὰ τῶν ἄλλων ἐδήλωσα προφητῶν
因為我藉著我的僕人摩西,甚至將人類受造以前所發生的事都教導了,而那將要發生的事,我也藉著他並藉著其餘的眾先知顯明了。
For through Moses My servant I taught even the things that came to pass before the creation of mankind, while the things that shall be I made known both through him and through the other prophets.
← 上一段下一段 →
1