← 回書卷目次 · 希臘教父 › 以賽亞書註釋
以賽亞書註釋 第 1 章 第 19/24 段 希臘文原文.285 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:4707–1:4991(全章共 6051 節)
← 上一段 第 1/24 段 第 2/24 段 第 3/24 段 第 4/24 段 第 5/24 段 第 6/24 段 第 7/24 段 第 8/24 段 第 9/24 段 第 10/24 段 第 11/24 段 第 12/24 段 第 13/24 段 第 14/24 段 第 15/24 段 第 16/24 段 第 17/24 段 第 18/24 段 第 19/24 段 第 20/24 段 第 21/24 段 第 22/24 段 第 23/24 段 第 24/24 段 下一段 → ℹ️ 本語料沒有逐節的詞法標註 。原形主要取自同語言其他書卷的逐詞標註 (不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯 ,直接譯自本頁的原文 (非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:4707⧉ ⤴︎
Ἱκανὴ τῆς δημιουργίας ἡ μνήμη δεῖξαι τῆς ἐνεργείας τὴν δύναμιν , ἧς μεταδώσειν αὐτοῖς ἐπηγγείλατο·
單單記念這創造的工,就足以顯明那作為的能力,而他已應許將這能力分賜給他們。
Sufficient is the remembrance of the creation to show the power of that working, of which he promised to impart to them.
1:4708⧉ ⤴︎
χεῖρα γὰρ τὴν ἐνέργειαν κέκληκεν
因為他以「手」來稱呼他的作為。
For by "hand" he has called his working.
1:4709⧉ ⤴︎
Ἐξεγείρου ἐξεγείρου ἐξανάστηθι Ἱερουσαλὴμ ἡ πιοῦσα ἐκ χειρὸς κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ·
耶路撒冷啊,醒起,醒起,站起來!你這從耶和華手中喝了他忿怒之杯的,
Awake, awake, arise, O Jerusalem, you who drank from the hand of the Lord the cup of his wrath;
1:4710⧉ ⤴︎
τὸ γὰρ ποτήριον τῆς πτώσεως , τὸ κόνδυ τοῦ θυμοῦ μου ἐξέπιες καὶ ἐξεκένωσας , καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὧν ἔτεκες , καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας
因為你喝盡了那傾覆之杯,就是我忿怒的爵,你已喝乾了它;在你所生的一切兒女中,沒有一個安慰你的;在你所養育的眾子中,沒有一個攙扶你手的。
for the cup of downfall, the goblet of my wrath, you drank and drained, and there was none to comfort you of all the children whom you bore, and there was none to take hold of your hand of all the sons whom you brought up.
1:4711⧉ ⤴︎
Ποτήριον τὴν τιμωρίαν καλεῖ·
他以「杯」來指那刑罰;
By "cup" he means the punishment;
1:4712⧉ ⤴︎
καρωτικὴ γὰρ καὶ αὐτὴ καθάπερ ἡ μέθη
因為這刑罰也像醉酒一樣使人昏迷。
for it too is stupefying, just like drunkenness.
1:4713⧉ ⤴︎
Ὅτι ποτήριον ἐν χειρὶ κυρίου οἴνου ἀκράτου , πλῆρες κεράσματος·
因為耶和華手中有杯,其中的酒是純的,滿了攙雜之物;
For there is a cup in the hand of the Lord of unmixed wine, full of mixture;
1:4714⧉ ⤴︎
καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο –ποτὲ γὰρ τούτους κολάζει ποτὲ δὲ ἐκείνους –, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη·
他從這杯倒到那杯——因為他有時刑罰這些人,有時刑罰那些人——只是杯中的渣滓卻沒有倒盡;
and he poured out from this to that—for at one time he chastises these, at another those—yet its dregs were not emptied out;
1:4715⧉ ⤴︎
πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς . Μέμνηται ταῦτα καὶ ὁ θεῖος Ἱερεμίας·
地上一切的罪人都要喝。神聖的耶利米也提到這些事;
all the sinners of the earth shall drink. The divine Jeremiah also makes mention of these things;
1:4716⧉ ⤴︎
Εἶπε γάρ φησι κύριος ὁ θεὸς πρός με·
他說,因為主耶和華對我說:
For the Lord God, he says, said to me:
1:4717⧉ ⤴︎
λάβε τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου τούτου ἐκ χειρός μου καὶ ποτιεῖς αὐτὸ σύμπαντα τὰ ἔθνη , πρὸς ἃ ἐγὼ ἐξαποστελῶ σε πρὸς αὐτά , καὶ πίονται καὶ ἐξεμοῦνται καὶ ἐκμανήσονται . Καὶ διδάσκων τί προσαγορεύει ποτή ριον , ἐπήγαγεν·
你從我手中拿這杯純酒,去給我差你所往的萬國喝,他們喝了就要嘔吐狂亂。他為要說明所謂的「杯」是什麼,就接著說:
Take this cup of unmixed wine from my hand, and you shall give it to drink to all the nations to which I send you, and they shall drink and vomit and go mad. And teaching what he calls the "cup," he added:
1:4718⧉ ⤴︎
Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα καὶ τοὺς βασιλεῖς αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς τοῦ θεῖναι αὐτὴν εἰς ἐρήμωσιν καὶ εἰς ἄβατον καὶ εἰς συριγμὸν καὶ εἰς κατάραν κατὰ τὴν ἡμέραν ταύτην καὶ τὰ ἑξῆς
耶路撒冷和猶大的城邑,並其中的君王首領,使這地荒涼、令人驚駭、嗤笑、咒詛,正如今日一樣,以及以下所說的。
Jerusalem and the cities of Judah and its kings and its princes, to make it a desolation and a waste and a hissing and a curse, as at this day, and what follows.
1:4719⧉ ⤴︎
Κἀνταῦθα τοίνυν ὁ θεὸς διὰ τοῦ προφήτου φησίν·
所以在這裡,神也藉先知說:
And here too, then, God through the prophet says:
1:4720⧉ ⤴︎
Τὸ ποτήριον τῆς πτώςεως ἐξέπιες καὶ ἐξεκένωσας , τουτέστι·
那傾覆之杯,你已喝盡喝乾了,意思就是:
The cup of downfall you drank and drained, that is:
1:4721⧉ ⤴︎
Μεγίστην τιμωρίαν ὑπέμεινας καὶ οὐδὲν ὤνησάν σε οὐ βασιλ εῖς , οὐ στρατηγοί , οὐ τῆς στρατιᾶς τὸ πλῆθος , οἷς διετέλεις θαρροῦσα
你受了極大的刑罰,卻無一樣能幫助你——無論是列王、將帥、還是你素來所倚靠的大軍,都無濟於事。
You endured the greatest punishment, and nothing profited you—not kings, not generals, not the multitude of the army in which you continually put your trust.
1:4722⧉ ⤴︎
οἱ μὲν γὰρ γενναίως ἐπίασιν , οἱ δὲ ἀνάνδρως φεύγουσιν
因為有些人英勇上陣,有些人卻膽怯逃跑。
For some advance nobly, but others flee like cowards.
1:4723⧉ ⤴︎
Πάλιν δύο εἰσήγαγε , καὶ τὸ πεσεῖν καὶ τὸ συντριβῆναι
他再次引入兩件事:跌倒與遭壓碎。
Again he introduced two things: both the falling and the being crushed.
1:4724⧉ ⤴︎
Ἔστι γὰρ ὅτε καταπίπτει μέν τις , οὐ πλήττεται δέ
因為有時一個人雖然跌倒,卻未受重擊。
For there are times when one falls down, but is not struck.
1:4725⧉ ⤴︎
οἱ μὲν γὰρ ἔξωθεν ἐπολιόρκουν , τῶν δὲ πολεμίων χαλεπώτερος ἦν ὁ λιμὸς ἔνδοθεν αὐτοὺς διαφθείρων
因為仇敵從外面圍困他們,但那從內裡毀滅他們的饑荒,卻比仇敵更為兇猛。
For the enemy besieged them from without, but harsher than the enemy was the famine destroying them from within.
1:4726⧉ ⤴︎
Τίς σε παρακαλέσει; Οἱ υἱοί σου οἱ ἀπορούμενοι οἱ καθεύδοντες ἐπ' ἄκρου πάσης ἐξόδου ὡς σεῦτλον ἡμίεφθον; Ἔδειξεν αὐτῶν διὰ μὲν τοῦ ὕπνου τὸ ῥᾴθυμον διὰ δὲ τοῦ λαχάνου τὸ ἄνανδρον
誰能安慰你呢?是你那些束手無策的兒子嗎?他們像半熟的甜菜一樣,躺臥在各街的口睡覺。他藉著睡覺顯明他們的怠惰,藉著蔬菜顯明他們的軟弱無力。
Who shall comfort you? Your sons who are helpless, who sleep at the head of every street like a half-cooked beet? Through the sleep he showed their sloth, and through the vegetable their unmanliness.
1:4727⧉ ⤴︎
Τῶν δὲ προειρημένων τὰ ἐπαγόμενα χαλεπώτ ερα ·
但接下來所說的,比前面所提的更為嚴酷:
But the things that follow are harsher than those already mentioned:
1:4728⧉ ⤴︎
Οἱ πλήρε<ι>ς θυμοῦ κυρίου , ἐκλελυμένοι διὰ κυρίου τοῦ θεοῦ σου
他們滿受耶和華的忿怒,因耶和華你的神而軟弱無力。
Those who are full of the wrath of the Lord, enfeebled by the Lord your God.
1:4729⧉ ⤴︎
χαλεπωτέρα γὰρ τῆς ἀσεβείας ἡ μέθη
因為醉酒比不敬虔更為兇險。
For drunkenness is harsher than impiety.
1:4730⧉ ⤴︎
Οὕτως λέγει κύριος ὁ θεός σου ὁ κρίνων τὸν λαὸν αὐτοῦ
審判自己百姓的耶和華你的神如此說:
Thus says the Lord your God who judges his people:
1:4731⧉ ⤴︎
Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως , τὸ κόνδυ τοῦ θυμοῦ μου , καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό
看哪,我已從你手中接過那傾覆之杯,就是我忿怒的爵,你必不再喝它了。
Behold, I have taken out of your hand the cup of downfall, the goblet of my wrath, and you shall not add to drink it again.
1:4732⧉ ⤴︎
Τὴν τῶν Βαβυλωνίων καθαίρεσιν προδηλοῖ
他預先指明巴比倫人必被傾覆。
He foretells the overthrow of the Babylonians.
1:4733⧉ ⤴︎
Ἐπειδὴ γὰρ τετράκις αὐτοῖς ἐπῆλθεν ὁ Ναβουχοδονόσορ –πρῶτον μὲν ἐν τῷ τρίτῳ ἔτει Ἰωακὶμ τοῦ υἱοῦ Ἰωσίου , δεύτερον δὲ ἐν τῷ ἑνδεκάτῳ τοῦ αὐτοῦ βασιλέως , τρίτον δὲ ἐπὶ Ἰεχονίου τοῦ υἱοῦ Ἰωακίμ , τὸ δὲ τέταρτον ἐπὶ Σεδεκίου –, ἐπαγγέλλεται μηκέτι προσοίσειν αὐτοῖς διὰ τῶν Βαβυλω νίων τὸ τῆς τιμωρίας ποτήριον
因為尼布甲尼撒曾四次來攻擊他們——第一次在約西亞的兒子約雅敬第三年,第二次在同一王的第十一年,第三次在約雅敬的兒子耶哥尼雅在位時,第四次在西底家在位時——所以他應許不再藉巴比倫人將刑罰之杯加在他們身上。
For since Nebuchadnezzar came upon them four times—first in the third year of Jehoiakim the son of Josiah, second in the eleventh year of the same king, third in the reign of Jechoniah the son of Jehoiakim, and the fourth in the reign of Zedekiah—he promises no longer to bring upon them the cup of punishment by means of the Babylonians.
1:4734⧉ ⤴︎
Ὅτι γὰρ διὰ τούτων ἔπιον καὶ τὸ τελευταῖον διὰ Ῥωμαίων , ἡνίκα καὶ παντελῶς τῆς θείας ἐγυμνώθησαν κηδεμ ονίας , καὶ αἱ ἱστορίαι διδάσκουσι καὶ τὰ πράγματα μαρτυρεῖ
至於他們藉著這些人喝了此杯,最終又藉著羅馬人喝了,那時他們也完全被剝奪了神的眷顧——這事既有歷史記載為證,事實本身也作見證。
For that they drank through these, and finally through the Romans, when they were also entirely stripped of the divine care, both the histories teach and the facts bear witness.
1:4735⧉ ⤴︎
Οὐ προσθήσῃ πιεῖν αὐτό , διὰ τῶν Βαβ υλωνίων λέγει
「你必不再喝它了」這話是就巴比倫人而說的。
"You shall not add to drink it": he says this with reference to the Babylonians.
1:4736⧉ ⤴︎
Καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε καὶ τῶν ταπεινωσάντων σε
我要將這杯遞在那些欺壓你、使你受辱之人的手中。
And I will put it into the hands of those who wronged you and those who humbled you.
1:4737⧉ ⤴︎
Καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο . Κἀνταῦθα·
「他從這杯倒到那杯」。在這裡也是如此:
"And he poured out from this to that." And here too:
1:4738⧉ ⤴︎
Οὐκέτι σὺ πίῃ ἀλλ' ἐκεῖνοι·
你必不再喝了,乃是他們要喝;
No longer shall you drink, but they;
1:4739⧉ ⤴︎
σὺ μὲν γὰρ ἐπανήξεις , ἡ δὲ ἐκείνων καταλυθήσεται βασιλεία
因為你必歸回,他們的國卻要被傾覆。
for you shall return, but their kingdom shall be dissolved.
1:4740⧉ ⤴︎
| | Οἳ εἶπον τῇ ψυχῇ σου·
他們曾對你的性命說:
Who said to your soul:
1:4741⧉ ⤴︎
καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μετάφρενά σου ἔξω τοῖς παραπορευομένοις
你使你的背與地一般平,任憑路過的人踐踏。
and you laid your back level with the ground, outside for those passing by.
1:4742⧉ ⤴︎
Καὶ τὸν ἐκεί νων ἔδειξε τῦφον καὶ τὴν ταύτης ταλαιπωρίαν
他顯明了他們的驕傲,以及她的悲慘。
And he showed both their arrogance and her wretchedness.
1:4743⧉ ⤴︎
Εἰ γὰρ τὴν ἐμήν φησιν ἐκάλεσας συμμαχίαν , κρείττων ἂν ἐγένου τῶν πολεμούντων·
他說,你若曾求告我與你聯盟,你就必勝過那些攻擊你的人;
For if, he says, you had called upon my alliance, you would have become mightier than those who warred against you;
1:4744⧉ ⤴︎
ἐπειδὴ δὲ τοῦτο δρᾶσαι οὐκ ἠβουλήθης , ἄχρις αὐτῆς ἐταπεινώθης τῆς γῆς
只因你不肯這樣行,就被降卑,直到塵土。
but since you were unwilling to do this, you were humbled down to the very ground.
1:4745⧉ ⤴︎
Ἐξεγείρου ἐξεγείρου Σιών , ἔνδυσαι τὴν ἰσχύν σου Σιών , καὶ σὺ ἔνδυσαι τὴν δόξαν σου Ἱερουσαλὴμ ἡ πόλις ἡ ἁγία , οὐκέτι προστεθήσεται διελθεῖν διὰ σοῦ ἀπερίτμητος καὶ ἀκάθαρτος
錫安哪,醒起,醒起,穿上你的力量!錫安哪,聖城耶路撒冷啊,你要穿上你的華美衣服!未受割禮和不潔淨的人必不再從你中間經過。
Awake, awake, O Sion, put on your strength, O Sion, and you, put on your glory, O Jerusalem, the holy city; no longer shall there pass through you the uncircumcised and the unclean.
1:4746⧉ ⤴︎
Ἱερουσαλὴμ τὴν κάτω πόλιν καλεῖ , Σιὼν δὲ τὴν ἄνω·
他以「耶路撒冷」稱呼下城,以「錫安」稱呼上城;
By "Jerusalem" he calls the lower city, and by "Sion" the upper;
1:4747⧉ ⤴︎
εἰς μίαν δὲ πόλιν ἐτέλουν ἀμφότεραι
然而兩者合起來構成一座城。
but both together made up one city.
1:4748⧉ ⤴︎
Ἀμφο τέραις τοιγαροῦν τὴν ἀνανέωσιν ἐπαγγέλλεται καί , ἐπειδὴ τῶν οἰκητόρων αἰχμαλώτων γεγενημένων ἀδεῶς δι' αὐτῆς τὰ ἀλλόφυλα ἔθνη διῄει , τὴν τούτων ἀπαλλαγὴν ὑπισχ ν εῖται
所以他向這兩者都應許復興;並且,因為當居民被擄之後,外邦列國無所懼怕地從城中經過,他應許將這些人除去。
To both, therefore, he promises the renewal; and since, when the inhabitants had become captives, the foreign nations passed through it without fear, he pledges their removal.
1:4749⧉ ⤴︎
Ἐκτίναξαι τὸν χοῦν καὶ ἀνάστηθι καὶ κάθισον Ἱερουσαλήμ
耶路撒冷啊,抖下塵土,起來坐下吧。
Shake off the dust and arise; sit down, O Jerusalem.
1:4750⧉ ⤴︎
Ἢ ὡς καταλελυμένῃ ταῦτα παρεγγυᾷ ἢ ὡς πενθούσῃ καὶ χοῦν καταπεπασμένῃ τὴν κεφαλήν
他或是吩咐這已被傾覆的城如此行,或是吩咐這哀慟、頭蒙塵土的城如此行。
Either he gives these instructions to her as one dissolved, or as one mourning and with her head covered with dust.
1:4751⧉ ⤴︎
Ἔκλυσον τὸν δεσμὸν τοῦ τραχήλου σου ἡ αἰχμάλωτος θυγάτηρ Σιών
被擄的錫安女子啊,解開你頸項上的鎖鏈吧。
Loose the bond of your neck, O captive daughter of Sion.
1:4752⧉ ⤴︎
Τῶν δορυ αλώτων ἴδια τὰ δεσμά
鎖鏈是那些被刀劍擄去之人所特有的。
Bonds are proper to those taken captive by the spear.
1:4753⧉ ⤴︎
Τὴν ἐλευθερίαν τοίνυν διὰ τῆς τῶν δεσμῶν ἀπαλλαγῆς προδεδήλωκεν
因此,他藉著解開鎖鏈,預先指明了他們的自由。
By the loosing of the bonds, therefore, he has foreshown their liberty.
1:4754⧉ ⤴︎
Ταῖς γὰρ ἁμ αρτίαις αὐτῶν ἐπρά θησαν , τῇ δὲ τοῦ θεοῦ φιλανθρωπίᾳ τῆς λύσεως ἔτυχον
因為他們是因自己的罪被賣了,卻因神的慈愛得著釋放。
For by their own sins they were sold, but by the loving-kindness of God they obtained their release.
1:4755⧉ ⤴︎
Ἀσσυρίους δὲ βίᾳ ἀνδραποδίσαντες αὐτὸν ἀπήγαγον
亞述人用強暴將他擄為奴,把他帶走了。
And the Assyrians, having enslaved him by force, led him away.
1:4756⧉ ⤴︎
Καὶ νῦν τί ὧδέ ἐστε; Τῇ ἐρωτήσει σχηματίζει τὸν λόγον τοῦ γεγενημένου δεικνὺς τὸ παράδοξον·
如今你們在這裡做什麼呢?他藉著發問來組織這番話,顯明所發生之事的奇異:
And now what are you doing here? By the question he shapes the discourse, showing the paradox of what had happened:
1:4757⧉ ⤴︎
Οὐκ εἰς Αἴγυπτόν φησιν ἀπεληλύθειτε; Πῶς οὖν ἐπανήκατε; Τάδε λέγει κύριος·
他說,你們豈不是已經下到埃及去了嗎?怎麼又回來了呢?耶和華如此說:
Had you not, he says, gone away into Egypt? How then did you return? Thus says the Lord:
1:4758⧉ ⤴︎
Ὅτι ἐλήφθη ὁ λαός μου δωρεάν , θαυμάζετε καὶ ὀλολύζετε
因為我的百姓被無故擄去,你們當希奇哀號。
Because my people was taken for nothing, marvel and wail.
1:4759⧉ ⤴︎
Ἐκπλήττεσθέ φησιν ὀλοφυρό μενοι τὴν αἰχμαλωσίαν , ὅτι ἐμὸς λαὸς χρηματίζοντες ὑπεμείνατε ταῦτα
他說,你們當為那被擄之事哀哭驚駭,因為你們雖被稱為我的百姓,卻仍受了這些苦。
Be astonished, he says, lamenting the captivity, that though you were called my people, you endured these things.
1:4760⧉ ⤴︎
Ἀλλὰ μὴ θαυμάζετε , σκοπήσατε δὲ ὡς δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν
但你們不要希奇,倒要思想:我的名怎樣因你們的緣故,時常在列國中被褻瀆。
But do not marvel; rather consider how because of you my name is continually blasphemed among the nations.
1:4761⧉ ⤴︎
Οὐχ οὕτως ἀνιαρὸν τὸ ὑμᾶς ἐνδίκως ταῦτα παθεῖν ὡς τὸ ἐμὲ δι' ὑμᾶς βλασφημεῖσθαι καὶ νομίζειν τὰ ἔθνη διὰ τὴν ἐμὴν ἀσθένειαν ὑμᾶς ταῦτα ὑπομεμενηκέναι
你們公義地受這些苦,並不像我因你們而遭褻瀆那樣叫人痛心,也不像列國以為你們是因我的軟弱才承受了這些苦難那樣使我難堪。
It is not so grievous that you should justly suffer these things as that I should be blasphemed on your account, and that the nations should suppose that you have endured these sufferings because of My weakness.
1:4762⧉ ⤴︎
Ἡμέραν καλεῖ τὴν τῆς ἀνακλήσεως
他所稱的「日子」,是指召回歸來的日子。
By 'day' he means the day of the recall.
1:4763⧉ ⤴︎
Τεύξεσθέ φησι ταύτης οὐ διὰ τὴν ὑμετέραν ἀξίαν ἀλλὰ διὰ τὴν τῶν ἐθνῶν βλασφημίαν
他說,你們必得著這事,不是因你們配得,而是因列國的褻瀆。
You shall obtain this, he says, not because of your worthiness, but because of the blasphemy of the nations.
1:4764⧉ ⤴︎
Ἐκείνοις γὰρ δεῖξαι βουλόμενος τὴν ἐμὴν δύναμιν τῆς δουλείας ὑμᾶς ἐλευθερώσω
因為我願向他們顯明我的能力,就要救你們脫離奴役。
For desiring to display My power to them, I shall set you free from bondage.
1:4765⧉ ⤴︎
Αὐτίκα δὲ τοῦτο ποιήσω καὶ ἐπιθήσω τῷ λόγῳ τὸ πέρας
我必立刻成就這事,並為此事定下結局。
And I shall do this at once, and set the final term upon the matter.
1:4766⧉ ⤴︎
Ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης , εὐαγγελιζομένου ἀγαθά
那報好信、傳平安佳音、傳美善好信之人的腳蹤,在山上何等佳美。
How beautiful upon the mountains are the feet of him who brings good tidings, who proclaims a report of peace, who brings good tidings of good things.
1:4767⧉ ⤴︎
Τοῦτο τυπικῶς μὲν ἐδέξατο πέρας , ἡνίκα τοῖς τὴν Ἱερουσαλὴμ κατοικοῦσιν ἀπηγγέλθη τῶν αἰχμαλώτων ἡ ἄφεσις·
當被擄之人得釋放的消息傳給住在耶路撒冷的人時,這話便得了預表性的應驗;
This received a typical fulfilment when the release of the captives was announced to those dwelling in Jerusalem;
1:4768⧉ ⤴︎
ἀληθῶς δὲ καὶ κυρίως ἁρμόττει τοῖς ἱεροῖς ἀποστόλοις ἡ προφητεία·
但這預言真正並確切地乃是應在聖使徒身上;
but truly and properly the prophecy fits the holy apostles;
1:4769⧉ ⤴︎
τούτων γὰρ ὡραῖοι οἱ πόδες , οὓς αἱ δεσποτικαὶ χεῖρες ἀπένιψάν τε καὶ ἔρρωσαν ὥστε πᾶσαν τὴν οἰκουμένην διαδραμεῖν καὶ τῆς θείας εἰρήνης διαπορθμεῦσαι τὰ εὐαγγέλια καὶ μηνῦσαι τῶν ἐπηγγελμένων ἀγαθῶν τὴν ἀπόλαυσιν
因為他們的腳蹤佳美,就是主的手所洗淨、所堅固的腳,使他們能跑遍全地,傳揚神聖平安的福音,並宣告所應許美善之物的享受。
for beautiful are the feet of those whom the Master's hands washed and strengthened, so that they might run through the whole inhabited world and carry across the good tidings of the divine peace and make known the enjoyment of the promised good things.
1:4770⧉ ⤴︎
Ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου λέγων τῇ Σιών·
因為我要使你的救恩被人聽見,對錫安說:
For I will make your salvation to be heard, saying to Zion:
1:4771⧉ ⤴︎
Καὶ ταῦτα ὡσαύτως τοῖς ἱεροῖς μᾶλλον ἀποστόλοις ἁρμόττει·
這些話同樣更是應在聖使徒身上;
And these words likewise fit rather the holy apostles;
1:4772⧉ ⤴︎
δι' ἐκείνων γὰρ ἡ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνεκηρύχθη βασιλεία
因為藉著他們,神我們救主的國度得以宣揚。
for through them the kingdom of God our Saviour was proclaimed.
1:4773⧉ ⤴︎
Πρὸ γὰρ ἐκείνων οὐδὲ ἡ αἰσθητὴ Σιὼν ἠθέλησεν ὑπὸ τοῦ θεοῦ βασιλεύεσθαι
因為在他們之先,連那有形的錫安也不肯被神所治理。
For before them, not even the perceptible Zion was willing to be ruled by God.
1:4774⧉ ⤴︎
Φωνὴ τῶν φυλασσόντων σε ὑψώθη , καὶ τῇ φωνῇ ἅμα εὐφρανθήσονται , ὅτι ὀφθαλμοῖς πρὸς ὀφθαλμοὺς ὄψονται , ἡνίκα ἂν ἐλεήσῃ κύριος τὴν Σιών
看守你之人的聲音揚起,他們必一同因這聲音歡呼,因為當主憐憫錫安的時候,他們必親眼相見。
The voice of those who guard you is lifted up, and with that voice they shall rejoice together, for eye to eye they shall see, when the Lord shows mercy to Zion.
1:4775⧉ ⤴︎
Οἱ αὐτοὶ καὶ κηρύττουσι καὶ φυλάττουσι καὶ προξενοῦσι τὴν εὐφροσύνην·
同樣是這些人既宣講,又看守,並促成這喜樂;
The very same men both proclaim, and keep watch, and procure the joy;
1:4776⧉ ⤴︎
αὐτόπται γὰρ ἐγένοντο τοῦ σωτῆρος , ἡνίκα ἐνανθρωπήσας τῇ Σιὼν ἐπεφάνη
因為當救主成了人向錫安顯現的時候,他們作了親眼見證的人。
for they became eyewitnesses of the Saviour, when, having become man, He appeared to Zion.
1:4777⧉ ⤴︎
Ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ , καὶ πάλιν·
「他榮美的華麗從錫安而出」,又說:
'Out of Zion is the comeliness of His beauty', and again:
1:4778⧉ ⤴︎
Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών . Ῥηξάτω εὐφροσύνην ἅμα τὰ ἔρημα Ἱερουσαλήμ , ὅτι ἠλέησε κύριος τὸν λαὸν | | αὐτοῦ καὶ ἐλυτρώσατο τὴν Ἱερουσαλήμ
「主必從錫安向你發出能力的杖。」願耶路撒冷荒涼之處一同發出歡呼,因為主憐憫了他的百姓,救贖了耶路撒冷。
'The Lord shall send forth to you a rod of power out of Zion.' Let the desolate places of Jerusalem break forth together into joy, for the Lord has shown mercy to His people and has redeemed Jerusalem.
1:4779⧉ ⤴︎
Πάλιν τοῖς ἐρήμοις τῆς Ἱερουσαλὴμ τόπ οις ὑ πισχνεῖται εὐ φρο σύ νην , ἅπερ ἐν τοῖς πρόσθεν πρὸς ταῖς δυσμαῖς εἴρηκε διακεῖσθαι , ἃ καὶ τῷ παραδ είσῳ τοῦ θεοῦ παραβάλλεσθαι ἔφη
他再次向耶路撒冷荒涼之處應許歡樂,就是他在前面所說位於西邊的地方,也是他所說可與神的樂園相比的地方。
Again He promises joy to the desolate places of Jerusalem, which in the foregoing He said lay toward the west, and which He also said were to be compared to the paradise of God.
1:4780⧉ ⤴︎
Πῶς δὲ ἔσται ταῦτα , διδάσκει·
至於這些事將如何成就,他也加以教導:
And how these things shall come to pass, He teaches:
1:4781⧉ ⤴︎
Ἀποκαλύψει κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν , καὶ ὄψεται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἡμῶν
主必在萬國眼前顯露他神聖的膀臂,地的四極都必看見從我們神而來的救恩。
The Lord shall reveal His holy arm before all the nations, and all the ends of the earth shall see the salvation that comes from our God.
1:4782⧉ ⤴︎
Ἀπόστητε ἀπόστητε ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ἅπτεσθε , ἐξέλθετε ἐκ μέσου αὐτῆς
你們離開,離開,從那裡出來,不要沾不潔淨的物;要從她中間出來。
Depart, depart, go out from there, and touch no unclean thing; go out from the midst of her.
1:4783⧉ ⤴︎
Τοῖς πεπιστευκόσιν ὁ προφητικὸς διακελεύεται λόγος χωρισθῆναι τῶν ἀπίστων
先知的話吩咐那些已信之人與不信的人分別。
The prophetic word commands those who have believed to separate themselves from the unbelievers.
1:4784⧉ ⤴︎
Ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη κυρίου
你們扛抬主器皿的人哪,要分別為聖。
Be set apart, you who bear the vessels of the Lord.
1:4785⧉ ⤴︎
Σκεύη καλεῖ τοὺς τῆς ἐκλογῆς ἠξιωμένους
他所稱的「器皿」,是指那些蒙揀選為配得的人。
By 'vessels' he means those who have been deemed worthy of the election.
1:4786⧉ ⤴︎
Οὕτω καὶ τὸν μακάριον ὠνόμασε Παῦλον·
他也照樣稱呼那有福的保羅:
Thus also he named the blessed Paul:
1:4787⧉ ⤴︎
Πορεύου , ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων υἱῶν τε Ἰσραήλ . Καὶ αὐτὸς δὲ ὁ θεῖος ἀπόστολος οὕτω φησίν·
「你去吧,這人是我所揀選的器皿,要在列國、君王和以色列子民面前擔當我的名。」那神聖的使徒自己也照樣說:
'Go, for this man is to Me a chosen vessel, to bear My name before nations and kings and the sons of Israel.' And the divine apostle himself likewise says:
1:4788⧉ ⤴︎
Ἐὰν οὖν τις ἐκκαθάρῃ ἑαυτὸν ἀπὸ τῶν τοιούτων , ἔσται σκεῦος εἰς τιμήν , ἡγιασμένον καὶ εὔχρηστον τῷ δεσπότῃ , εἰς πᾶν ἔργον ἀγαθὸν ἡτοιμασμένον
「人若自潔,脫離這些事,就必作貴重的器皿,成為聖潔,合乎主用,預備行各樣的善事。」
'If then anyone cleanses himself from these things, he shall be a vessel unto honour, sanctified and useful to the Master, prepared for every good work.'
1:4789⧉ ⤴︎
Ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε οὐδὲ φυγῇ πορεύ σεσθε·
因為你們出來必不至慌亂,也不至奔逃而行;
For you shall not go out in tumult, nor journey in flight;
1:4790⧉ ⤴︎
πορεύσεται γὰρ πρότερον ὑμῶν κύριος καὶ ὁ ἐπισυνάγων ὑμᾶς θεὸς Ἰσραήλ
因為主必在你們前頭行,聚集你們的以色列的神也必如此。
for the Lord shall go before you, and the God of Israel who gathers you together.
1:4791⧉ ⤴︎
Ἡνίκα ἔμελλον ἐπιστρατεύειν Ῥωμαῖοι τῇ Ἱερουσαλήμ , ἅπαντες οἱ τὸ κήρυγμα δεξάμενοι εἰς ἑτέρας ἐξεδήμησαν πόλεις·
當羅馬人將要攻打耶路撒冷的時候,凡領受了福音宣講的人都遷往別的城去;
When the Romans were about to make war upon Jerusalem, all who had received the preaching removed to other cities;
1:4792⧉ ⤴︎
Καὶ αὐτὸς δὲ αὐτοῖς ὁ κύριος τοῦτο δρᾶσαι παρεκελεύσ ατο ·
主自己也曾吩咐他們這樣行:
and the Lord Himself had commanded them to do this:
1:4793⧉ ⤴︎
Ὅταν γάρ φησιν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλήμ , γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς , καὶ πάλιν·
他說:「你們看見耶路撒冷被軍隊圍困的時候,就可知道她成為荒場的日子近了」;又說:
'For when', He says, 'you see Jerusalem surrounded by armies, know that its desolation has drawn near'; and again:
1:4794⧉ ⤴︎
Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη , ὁ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας αὐτοῦ
「那時,在猶太的應當逃到山上;在房頂上的,不要下來拿家裡的東西。」
'Then let those in Judea flee to the mountains; let him who is on the housetop not go down to take anything out of his house.'
1:4795⧉ ⤴︎
Ταῦτα τοίνυν προεγνωκότες ἀνεχώρησαν καὶ τῶν τῆς πολιορκίας ἀπηλλάγησαν συμφορῶν , αὐτοῦ τοῦ σωτῆρος ἡγουμένου καὶ πρὸς τὰ ἔθνη ποδηγοῦντος καὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν συνάγοντος
所以他們既預先知道這些事,就退去,得免於圍城的災禍,那是救主親自引領他們,帶他們往列國去,並從列國中招聚教會。
Having therefore foreknown these things, they withdrew and were delivered from the calamities of the siege, the Saviour Himself leading them and guiding them toward the nations and gathering the Church from among the nations.
1:4796⧉ ⤴︎
Ταῦτα τοίνυν καὶ ἡμεῖς μεμαθηκότες φύγ ωμεν τὴν ἀπιστίαν , τῇ δὲ πίστει προσμείνωμεν καὶ τὰς θείας φυλάξωμεν ἐντολὰς καὶ τὴν ἀπλανῆ πορείαν ὁδεύσωμεν ἡγεμόνα τῆς ὁδοῦ τὸν κύριον ἔχοντες Ἰησοῦν , μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ παναγίῳ πνεύματ ι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
所以我們既也學了這些事,就當逃避不信,持守信心,遵守神聖的誡命,行走那不偏差的道路,以主耶穌為我們路上的引領者;願榮耀藉著他歸與父,並歸與至聖的靈,從今直到永永遠遠。
Having therefore learned these things ourselves also, let us flee unbelief and abide in the faith, and keep the divine commandments, and travel the unerring path, having the Lord Jesus as our guide upon the way; with whom to the Father be glory, together with the all-holy Spirit, now and ever and unto the ages of ages.
1:4797⧉ ⤴︎
ΤΟΜΟΣ ΙΖʹ Ἰδοὺ ςυνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα
第十七卷。看哪,我的僕人必通達,並要被高舉、得榮耀、被高抬至極。
VOLUME 17. Behold, My servant shall understand, and shall be exalted and glorified and lifted up exceedingly.
1:4798⧉ ⤴︎
Τὸ δεσποτικὸν λοιπὸν ἀκριβέστερον προλέγει πάθος
他如今更確切地預言主的受難。
He now foretells the Master's passion more precisely.
1:4799⧉ ⤴︎
Κατὰ τάξιν δὲ ἅπαντα ἔδειξε τὰ ἀνθρώπινα·
他按著次序陳明了一切屬人的事:
And in due order he set forth all the human attributes:
1:4800⧉ ⤴︎
τὴν σοφίαν , τὴν θαυματουργίαν , τὸ παρὰ πάντων σέβας
就是智慧、行神蹟的能力、眾人所獻的敬仰。
the wisdom, the working of miracles, the reverence rendered by all.
1:4801⧉ ⤴︎
Συνήσει ὁ παῖς μου , ἔοικε τῷ εὐαγγελικῷ ἐκείνῳ ῥητῷ·
「我的僕人必通達」與福音書中那句話相似:
'My servant shall understand' resembles that saying in the Gospel:
1:4802⧉ ⤴︎
Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ καὶ σοφίᾳ , τὸ δέ·
「耶穌的身量和智慧都漸漸增長」;至於那句:
'And Jesus increased in stature and in wisdom'; and the words,
1:4803⧉ ⤴︎
Ὑψωθήσεται καὶ δοξασθήσεται καὶ μετεωρισθήσεται σφόδρα , σημαίνει τὴν ἐπὶ τοῖς θαύμασιν ἔκ στασιν τῶν θεωμένων·
「他要被高舉、得榮耀、被高抬至極」,是指那些觀看神蹟之人所生的驚奇;
'He shall be exalted and glorified and lifted up exceedingly', signifies the astonishment of those who beheld the miracles;
1:4804⧉ ⤴︎
ποτὲ μὲν γὰρ αὐτὸν καὶ βασιλέα ἠβουλήθη<σαν> ποιῆσαι κατὰ τὴν εὐαγγελ ικὴν ἱ στορίαν , ποτὲ δὲ ἐβόων·
因為按福音的記載,他們有時甚至要立他為王,有時卻喊叫說:
for at one time, according to the Gospel history, they even wished to make Him a king, and at another they cried out:
1:4805⧉ ⤴︎
Ὃν τρόπον ἐκστήσονται πολλοὶ ἐπὶ σέ , οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου καὶ ἡ δόξα σου ἀπὸ υἱῶν τῶν ἀνθρώπων
許多人怎樣因你而驚駭,你的容貌在人中間也照樣要失去尊榮,你的榮耀在世人之中也是如此。
As many shall be astonished at You, so shall Your form be inglorious among men, and Your glory among the sons of men.
1:4806⧉ ⤴︎
Σταυρῷ προσηλώθη , ἀκάνθας αὐτοῦ τῇ κεφαλῇ περιέθεσαν , καλάμῳ τύπτοντες ἔλεγον·
他被釘在十字架上;他們把荊棘戴在他頭上;用葦子打他,說:
He was nailed to a cross; they set thorns about His head; striking Him with a reed they said:
1:4807⧉ ⤴︎
Προφήτευσον ἡμῖν Χριστέ , τίς ἐστιν ὁ παίσας σε . Εἶτα μετὰ τὴν ἀτιμίαν ἐκείνην τῆς οἰκουμένης προλέγει τὴν ἔκστασιν ·
「基督啊,你給我們說預言吧,打你的是誰?」在那羞辱之後,他預言普世的驚奇:
'Prophesy to us, O Christ, who is it that struck You?' Then after that dishonour he foretells the astonishment of the inhabited world:
1:4808⧉ ⤴︎
Οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ
許多國民也要因他而希奇。
So shall many nations marvel at Him.
1:4809⧉ ⤴︎
Οὐ γὰρ πάντες ἐπίστευσαν , οἱ δὲ πεπιστευκότες | | ὑπε ρηγάσθησαν τὸ τῆς εὐσεβείας μυστήριον
因為不是眾人都信了,但那些已信的人,卻極其希奇這敬虔的奧祕。
For not all believed, but those who had believed were exceedingly amazed at the mystery of godliness.
1:4810⧉ ⤴︎
Καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν
君王也要因他閉口。
And kings shall shut their mouth.
1:4811⧉ ⤴︎
Οἱ πάλαι διώκοντες καὶ βλασφη μεῖν τολμῶντες ἐναργῶς θεωροῦντες αὐτοῦ τὴν δύναμιν ἀποστήσουσι τῆς λοιδορίας τὴν γλῶτταν
那些從前逼迫、膽敢褻瀆的人,既清楚看見他的能力,就必約束舌頭,不再辱罵。
Those who of old persecuted and dared to blaspheme, beholding His power plainly, shall restrain their tongue from reviling.
1:4812⧉ ⤴︎
Ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται , καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν
因為那未曾得著關於他信息的人必要看見,那未曾聽見的人也必明白。
For they to whom it was not announced concerning Him shall see, and they who have not heard shall understand.
1:4813⧉ ⤴︎
Οἱ γὰρ τὰς προφητικὰς οὐ δεξάμενοι προρρήσεις ἀλλὰ τοῖς εἰδώλοις δουλεύοντες ὄψονται διὰ τῶν κηρύκων τῆς ἀληθείας τοῦ κηρυττομένου τὸ κράτος καὶ γνώσονται αὐτοῦ τὴν δύναμιν
因為那些不接受先知預言、反倒事奉偶像的人,必藉著真理的傳報者看見所傳之主的權能,並認識他的大能。
For those who did not receive the prophetic predictions but served idols shall, through the heralds of the truth, see the might of Him who is proclaimed, and shall come to know His power.
1:4814⧉ ⤴︎
Οὕτω ταῦτα περὶ τῶν ἐθνῶν προθεσπίσας καὶ τὴν Ἰουδαίων ἀπιστίαν προλέγει·
他既這樣論到列國預言了這些事,也預言了猶太人的不信:
Having thus prophesied these things concerning the nations, he also foretells the unbelief of the Jews:
1:4815⧉ ⤴︎
Κύριε τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; Τὰ ἔθνη φησὶ μηδὲν περὶ αὐτοῦ παρ' ἡμῶν τῶν προφητῶν προακούσαντα ἐδέξατο προθύμως τὸ κήρυγμα , οὗτοι δὲ καὶ ἀκηκοότες παρ' ἡμῶν πολλάκις καὶ πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότες ἐπέμειναν ἀπιστοῦντες καὶ ἀντιλέγοντες
「主啊,我們所傳的有誰信呢?主的膀臂向誰顯露呢?」他說,列國雖然未曾從我們眾先知那裡預先聽見關於他的事,卻甘心領受了福音的宣講;但這些人雖然屢次從我們聽見,又親身經歷過他的能力,仍舊持續不信、頂撞。
'Lord, who has believed our report? And to whom has the arm of the Lord been revealed?' The nations, he says, though they had heard nothing beforehand concerning Him from us the prophets, readily received the preaching; but these, though they had often heard from us and had experience of His power, persisted in unbelief and contradiction.
1:4816⧉ ⤴︎
Ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ , τουτέστι τοῦ λαοῦ τούτου τοῦ νῦν ἀντιλέγοντος
「我們在他面前宣告」,就是在這如今頂撞的百姓面前。
'We announced before Him', that is, before this people who now contradict.
1:4817⧉ ⤴︎
Τί δαὶ ἀνηγγείλατε; Ὡς παιδίον , ὡς ῥίζα ἐν γῇ διψώσῃ
你們宣告了甚麼呢?「如同嬰孩,如同乾旱之地的一條根。」
And what did you announce? 'As a little child, as a root in a thirsty land.'
1:4818⧉ ⤴︎
ὡς ῥίζα ἀπὸ γῆς ἀβάτου . Προείπαμέν φησι τὴν ἐκ παρθένου γέννησιν·
「如同無人踐踏之地上的一條根。」他說,我們預言了由童貞女而生的降生;
'As a root out of untrodden ground.' We foretold, he says, the birth from the Virgin;
1:4819⧉ ⤴︎
αὐτὴν γὰρ ἄβατον καὶ διψῶσαν προσηγόρευσεν ὡς ἴχνος ἀνδρὸς καὶ γαμικὸν ὑετὸν οὐδαμῶς δεξαμένην
因為他稱她為「無人踐踏的」和「乾渴的」,正因她絕不接受男子的足跡,也不接受婚配之雨。
for he called her 'untrodden' and 'thirsting' as one who in no way received the track of a man or the marital rain.
1:4820⧉ ⤴︎
Καὶ τοῦτο δὲ ἀνηγγείλαμεν ὡς οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα , τουτέστι παρὰ τὸν τοῦ πάθους καιρόν·
我們也宣告了這事,就是「他無佳形,也無榮美」,這是指受難的時候而言;
And this too we announced, that 'He has no form nor glory', that is, at the time of the passion;
1:4821⧉ ⤴︎
πολλὴ γὰρ ἦν ἡ ἀτιμία καὶ ἡ ὕβρις
因為那時的羞辱與凌辱極大。
for great was the dishonour and the insolent abuse.
1:4822⧉ ⤴︎
Καὶ εἴδομεν αὐτόν , καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος , ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον , ἐκλεῖπον τὸ εἶδος αὐτοῦ παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων
我們看見他,他並無佳形美容;他的容貌毫無尊榮,比世人更加衰殘。
And we saw Him, and He had no form nor beauty; but His form was without honour, failing beyond the sons of men.
1:4823⧉ ⤴︎
Μεγίστη τοῦ παναγίου πνεύματος ἡ ἐνέργεια·
至聖之靈的運行極其偉大;
Very great is the working of the all-holy Spirit;
1:4824⧉ ⤴︎
τὰ γὰρ μετὰ πολλὰς γενόμενα γενεὰς οὕτω τοῖς ἁγίοις προφήταις προέδειξεν ὡς μὴ λέγειν ἐκείνους·
因為那要在許多世代之後才發生的事,他向聖先知們預先顯明得如此清楚,以致他們說話彷彿事情已然成就。
for the things that came to pass after many generations He so plainly showed beforehand to the holy prophets, that they spoke as though they had already occurred.
1:4825⧉ ⤴︎
Εἶτα διδάσκει τῆς ἀτιμίας καὶ ἀδοξίας τὰ εἴδη·
然後他教導那羞辱與屈辱的種種形式:
Then he teaches the forms of the dishonour and the ignominy:
1:4826⧉ ⤴︎
Ἔδειξε τὴν φύσιν τὴν δεξαμένην τὸ πάθος·
他指明了那承受受難的本性;
He showed the nature that received the passion;
1:4827⧉ ⤴︎
τὸ σῶμα γὰρ τῷ σταυρῷ προσηλώθη , ἡ δὲ θεότης ᾠκειοῦτο τὸ πάθος
因為身體被釘在十字架上,而神性卻認同了這受難。
for the body was nailed to the cross, while the Godhead made the passion its own.
1:4828⧉ ⤴︎
Καὶ εἰδὼς φέρειν μαλακίαν
又曉得擔當軟弱。
And knowing how to bear infirmity.
1:4829⧉ ⤴︎
Καὶ τοῦτο κατὰ τὸ ἀνθρώπινον εἴρηται·
這話也是按著屬人的本性而說的:
This too is said according to the human nature:
1:4830⧉ ⤴︎
Ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ , ἠτιμάσθη καὶ οὐκ ἐλο γίσθη
「因他的臉被轉離,他被藐視,不被人看重。」
'Because His face is turned away, He was dishonoured and was of no account.'
1:4831⧉ ⤴︎
Τοῦτο οἱ Τ ρεῖς οὕτως ἡρμήνευσαν·
這一句,三位譯者如此翻譯:
This the Three interpreted thus:
1:4832⧉ ⤴︎
Καὶ ὡς ἀποκρυβὴ προσώπου ἀπ' αὐτοῦ , ἐξουδενωμένος καὶ οὐκ ἐλογί σ θη αὐτό<ς> . Τουτέστιν·
「他好像有人掩面不看的一位,被藐視,無人尊重。」意思就是:
'And as one whose face is hidden from him, he was despised and was of no account.' That is to say:
1:4833⧉ ⤴︎
ἀπέκρυψε τὴν θείαν ἐνέργειαν , γνώμῃ τὸ πάθος δεξάμενος καὶ τοὺς ἐσταυρωκό τας οὐκ ἀμυνόμενος·
祂隱藏了那神性的作為,甘心情願地承受苦難,並不報復那些將祂釘十字架的人;
he concealed the divine energy, having accepted the passion by his own will and not warding off those who crucified him;
1:4834⧉ ⤴︎
καὶ γὰρ σταυρούμενος ἔλεγεν·
因為當祂被釘十字架時,祂還說:
for indeed while being crucified he said:
1:4835⧉ ⤴︎
Οὗτος τὰς μαλακίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται
「祂擔當我們的軟弱,為我們忍受痛苦。」
'This one bears our infirmities and suffers pain for us.'
1:4836⧉ ⤴︎
Ὄντως τὰς νόσους ἡμῶν αὐτὸς ἀνέλαβε καὶ τοὺς πόνους ἡμῶν ὑπέμεινεν . Ἡμῶν γὰρ ὑπὲρ ὧν ἡμάρτομεν ὀφειλόντων θάνατον καὶ διὰ τοῦτο ταύτην δεξαμένων τὴν ψῆφον , αὐτὸς τὸν ὑπὲρ ἡμῶν κατεδέξατο θάνατον·
「祂誠然擔負我們的疾病,忍受我們的憂患。」因為我們既為所犯的罪當受死亡,也因此領受了那判決,祂卻替我們甘願承受了死亡;
'Truly he himself took up our sicknesses and endured our sufferings.' For whereas we, for the sins we had committed, were owing death and had for this reason received that sentence, he himself accepted death on our behalf;
1:4837⧉ ⤴︎
καὶ ἡμῶν ὑποκειμένων ταῖς κατάραις διὰ τὴν τοῦ νόμου παράβασιν αὐτὸς ὑπὲρ ἡμῶν ἐγένετο κατάρα
我們既因違背律法而伏在咒詛之下,祂卻替我們成了咒詛。
and whereas we were subject to the curses on account of transgression of the Law, he himself became a curse on our behalf.
1:4838⧉ ⤴︎
Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου . Καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ ὑπὸ θεοῦ καὶ ἐν κακώσει
「凡掛在木頭上的都是被咒詛的。」「我們卻以為祂受了痛苦,是被神擊打苦待了。」
'Cursed is everyone who hangs upon a tree.' 'And we accounted him to be in suffering and under a stroke from God and in affliction.'
1:4839⧉ ⤴︎
Τοῦ λαοῦ τὴν ἄγνοιαν ὁ προφήτης ᾠκειώσατο καί φησιν ὑπειληφέναι αὐτὸν οἰκείων ἕνεκα ταῦτα πάσχειν ἁμαρτημάτων
先知將百姓的無知歸於自己,說他們以為祂是為自己的罪孽才受這些苦。
The prophet has taken upon himself the ignorance of the people and says that they supposed him to suffer these things on account of his own sins.
1:4840⧉ ⤴︎
Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας καὶ μεμαλά κισται διὰ τὰς ἁμαρτίας ἡμῶν
「哪知祂為我們的過犯受害,為我們的罪孽被壓傷。」
'But he was wounded for our iniquities and was bruised for our sins.'
1:4841⧉ ⤴︎
Ἡμεῖς ὑπεκείμεθα τιμωρίαις ἡμαρτηκότες , αὐτὸς δὲ καθαρὸς ὢν ἁμαρτημάτων ὑπὲρ ἡμῶν τὰς τιμωρίας ὑπέμεινεν·
我們既犯了罪,理當受刑罰,祂本是無罪的,卻替我們忍受了刑罰。
We, having sinned, were subject to punishments, but he, being pure of sins, endured the punishments on our behalf.
1:4842⧉ ⤴︎
Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν
「因祂受的刑罰,我們得平安。」
'The chastisement of our peace was upon him.'
1:4843⧉ ⤴︎
Ἡμαρτηκότες ἐξεπολεμήθημεν τῷ θεῷ , ἔδει δὲ ἡμᾶς παιδευθέντας οὕτω τυχεῖν τῆς εἰρήνης , ἀλλ' αὐτὸς εἰς ἑαυτὸν τὴν παιδείαν δεξάμενος τῆς εἰρήνης ἡμᾶς ἠξίωσεν
我們既犯了罪,就與神為敵;本該由我們如此受管教才得平安,然而祂卻將那管教承擔在自己身上,使我們得以配享平安。
Having sinned, we were made enemies with God, and it was necessary for us, being thus chastised, to obtain peace; but he, taking the chastisement upon himself, counted us worthy of peace.
1:4844⧉ ⤴︎
Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν
「因祂受的鞭傷,我們得醫治。」
'By his stripe we were healed.'
1:4845⧉ ⤴︎
Καινὸς καὶ παράδοξος ἰατρείας τρόπος·
這是一種新奇而奇妙的醫治方式:
A new and paradoxical manner of healing:
1:4846⧉ ⤴︎
ὁ ἰατρὸς ἐδέξατο τὴν τομήν , καὶ ὁ ἄρρωστος ἔτυχε τῆς ἰάσεως
醫生自己受了刀割,病人卻得了痊愈。
the physician received the incision, and the sick one obtained the cure.
1:4847⧉ ⤴︎
Πάντες ὡς πρόβατα ἐπλανήθημεν , ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη
「我們都如羊走迷;各人偏行己路。」
'All we like sheep have gone astray; man has wandered in his own way.'
1:4848⧉ ⤴︎
Οὔτε γὰρ ἴσα πάντων τὰ πλημμελήματα , οὐδὲ εἷς τῆς ἀσεβείας | | ὁ τρόπος·
因為眾人的過犯並不相同,不敬虔的方式也不只一種;
For neither are the transgressions of all equal, nor is there one manner of impiety;
1:4849⧉ ⤴︎
ἄλλα γὰρ τὰ Αἰγυπτίων εἴδωλα καὶ ἄλλα τὰ Φοινίκων καὶ τὰ Ἑλλήνων ἕτερα καὶ ἄλλα τὰ Σκυθῶν
埃及人的偶像是一樣,腓尼基人的又是另一樣,希臘人的不同,西古提人的又別是一樣。
for the idols of the Egyptians are one thing, and those of the Phoenicians another, and those of the Greeks different, and those of the Scythians yet others.
1:4850⧉ ⤴︎
Ἀλλ' ὅμως , εἰ καὶ διάφοροι τῆς πλάνης οἱ τρόποι , πάντες ὁμοίως τὸν ὄντα θεὸν κατα λελοιπότες ἐῴκειμεν πλανωμένοις προβάτοις καὶ προκειμένοις λύκοις
然而,雖然迷誤的方式各有不同,眾人卻同樣地離棄了那真實存在的神,就如同走迷、暴露在狼群面前的羊。
But nevertheless, even though the modes of error are diverse, all alike, having forsaken the God who truly is, resembled straying sheep exposed to wolves.
1:4851⧉ ⤴︎
Καὶ κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν
「耶和華使祂為我們的罪受害。」
'And the Lord delivered him up for our sins.'
1:4852⧉ ⤴︎
Ὑπὲρ παντός φησι προσηνέχθη τοῦ τῶν ἀνθρώπων γένους
他說,祂是為全人類獻上的。
He says he was offered up on behalf of the whole race of mankind.
1:4853⧉ ⤴︎
Καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ
「祂雖受苦待,卻不開口。」
'And he, because he was ill-treated, opens not his mouth.'
1:4854⧉ ⤴︎
Τοῦτο καὶ ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει·
這一點聖福音書的記載也如此教導;
This the narrative of the holy Gospels also teaches;
1:4855⧉ ⤴︎
πρὸ γὰρ τοῦ πάθους νύκτωρ καὶ μεθ' ἡμέραν διαλεγόμενος καὶ τὴν ὀνησιφόρον διδασκαλίαν προσφέρων κατὰ τὸν τοῦ πάθους ἐσίγησε καιρόν
因為在受難之前,祂晝夜講論,傳授那有益的教訓,及至受難之時,祂卻默然不語。
for before the passion, discoursing night and day and offering his profitable teaching, he kept silence at the time of the passion.
1:4856⧉ ⤴︎
Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη·
「祂像羊被牽到宰殺之地;」
'He was led as a sheep to the slaughter;
1:4857⧉ ⤴︎
καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος , οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ ἐν τῇ ταπεινώσει
「又像羊羔在剪毛的人手下無聲,祂在受屈辱之時也是這樣不開口。」
and as a lamb is dumb before the one who shears it, so he opens not his mouth in his humiliation.'
1:4858⧉ ⤴︎
Σαφῶς ἔδειξεν ὅτι κατὰ τὸν τοῦ πάθους ἐ σίγησε καιρόν·
他清楚地表明,祂是在受難之時默然無聲;
He plainly showed that he kept silence at the time of the passion;
1:4859⧉ ⤴︎
ἐν γὰρ τῇ ταπεινώσει ἐῴκει προβάτῳ κειρομένῳ καὶ σφαττομένῳ μετὰ σιγῆς
因為在受屈辱之中,祂就像一隻默然被剪毛、被宰殺的羊。
for in his humiliation he resembled a sheep being shorn and slaughtered in silence.
1:4860⧉ ⤴︎
καὶ τὸ παθητὸν τῆς ἀνθρωπότητος καὶ τὸ ἀπαθὲς τῆς θεότητος·
並且也顯明了人性的可受苦與神性的不受苦;
and [he showed] both the passibility of the humanity and the impassibility of the divinity;
1:4861⧉ ⤴︎
οὐ γὰρ μό νον σφαγὴν ἀλλὰ καὶ κουρὰν τὸ πάθος ἐκάλεσεν·
因為他不僅把那苦難稱為宰殺,也稱之為剪毛;
for he called the passion not only a slaughter but also a shearing;
1:4862⧉ ⤴︎
ἡ μὲν γὰρ ἀνθρωπότης ἐσφάττετο , ἡ δὲ θεότης ἐδόκει πως ἀποκείρεσθαι τὸν τῆς ἀνθρωπότητος πόκον οὐ χωριζομένη ταύτης οὐδὲ κατὰ τὸν τοῦ πάθους καιρὸν οὔτε μὴν αὐτὴ δεχομένη τὸ πάθος
因為人性正在被宰殺,而神性則彷彿被剪去了人性的羊毛,卻既不與人性分離——即或在受難之時也是如此——也不親自承受那苦難。
for the humanity was being slaughtered, while the divinity seemed in some way to be shorn of the fleece of the humanity, not being separated from it even at the time of the passion, nor indeed itself receiving the passion.
1:4863⧉ ⤴︎
Καὶ ἀπὸ κριτηρίου ἐλήφθη , οὕτω δὲ καὶ οἱ Ἄλλοι
「祂受了審判被奪去。」其他譯者也是如此翻譯。
'And he was taken from judgment' — and so also the Others [render it].
1:4864⧉ ⤴︎
Τὸ γὰρ παράνομον τῶν Ἰουδαίων κριτήριον ταύτην ἐξήνεγκε κατ' αὐτοῦ τὴν ψῆφον
因為猶太人那不法的公堂,對祂發出了這判決。
For the lawless tribunal of the Jews pronounced this sentence against him.
1:4865⧉ ⤴︎
Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀπερινόητος γὰρ ἡ θεία φύσις
「至於祂的世代,誰能述說呢?」因為那神性是不可測度的。
'His generation who shall declare?' For the divine nature is incomprehensible.
1:4866⧉ ⤴︎
Ἐπειδὴ γὰρ πολλὰ εἶπεν ἀνθρώπεια , ἀναγκαίως ὑπέδειξε καὶ τὴν θείαν μεγαλοπρέπειαν
因為他既說了許多關乎人性的事,就必然也暗示了那神性的尊榮偉大。
For since he had said many things concerning [his] human nature, he necessarily also intimated the divine majesty.
1:4867⧉ ⤴︎
Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ
「因為祂的生命從地上被奪去。」
'Because his life is taken away from the earth.'
1:4868⧉ ⤴︎
Οὐ γὰρ μεμένηκεν ἐπὶ τοῦ τάφου , ἀλλὰ καὶ ἀνέστη καὶ εἰς οὐρανοὺς ἀνελήφθη
因為祂並未停留在墳墓裏,乃是既復活了,又被接升入諸天。
For he did not remain in the tomb, but both rose again and was taken up into the heavens.
1:4869⧉ ⤴︎
Ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον
「祂因我百姓的罪過而受死。」
'From the iniquities of my people he came to death.'
1:4870⧉ ⤴︎
Ὁ χρη ματίζων μου λαὸς ταῦτα κατ' αὐτοῦ τετόλμηκε συνήθως παρανομῶν
「那稱為我百姓的,照他們的常態行不法之事,竟敢如此對待祂。」
'The people that is called mine dared these things against him, transgressing according to their custom.'
1:4871⧉ ⤴︎
Εἶτα προλέγει τὰ τούτοις αὖ συμβησόμενα·
接著他預言那將要臨到這些人的事:
Then he foretells the things that will in turn befall these people:
1:4872⧉ ⤴︎
Καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ
「我要使惡人代替祂的墳墓,使財主代替祂的死亡。」
'And I will give the wicked in return for his burial and the rich in return for his death.'
1:4873⧉ ⤴︎
Τὸ δώσω οἱ Τρεῖς δώσει ἔφασαν·
至於「我要使」,三位譯者作「祂要使」;
For 'I will give' the Three said 'he will give';
1:4874⧉ ⤴︎
αὐτὸς γὰρ ὁ ταῦτα παθὼν τῷ Ῥωμαϊκῷ αὐτοὺς παραδώσει πολέμῳ
因為那親受這些苦難的主,必將他們交在羅馬的戰爭之下。
for he himself who suffered these things will deliver them over to the Roman war.
1:4875⧉ ⤴︎
Πλουσίους δὲ τοὺς Φαρισαίους καὶ γραμματέας καὶ ἀρχιερέας ἐκάλεσεν , ὡσαύτως δὲ καὶ πονηρούς·
他把法利賽人、文士和祭司長稱為「財主」,同樣也稱之為「惡人」;
And he called the Pharisees and scribes and chief priests 'the rich,' and likewise also 'the wicked';
1:4876⧉ ⤴︎
οὗτοι γὰρ τὰ πάντων ἐσφετερίζον
因為這些人侵吞了眾人的財物。
for these appropriated to themselves the goods of all.
1:4877⧉ ⤴︎
Καὶ τοῦτο διδάσκων ὁ κύριος ἔλεγεν·
主教訓這事時說:
And teaching this, the Lord said:
1:4878⧉ ⤴︎
Οὐαὶ ὑμῖν γραμματεῖς καὶ Φαρισαῖοι ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν . Ὅτι ἀνομίαν οὐκ ἐποίησεν οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ
「你們這假冒為善的文士和法利賽人有禍了!因為你們侵吞寡婦的家產。」「祂並沒有行過強暴,口中也沒有詭詐。」
'Woe to you scribes and Pharisees, because you devour the houses of widows.' 'Because he committed no iniquity, nor was any deceit in his mouth.'
1:4879⧉ ⤴︎
Οὔτε γὰρ δι' ἔργων οὔτε διὰ λόγων ἐξήμαρτεν , ἀλλ' ἀκηλίδωτον καὶ ἁμαρτημάτων ἐλευθέραν καὶ τὴν ἀνθρωπείαν διεφύλαξε φύσιν , οἱ δὲ ὡς παράνομον τῷ ξύλῳ προσήλωσ αν
因為祂無論在行為上或言語上都沒有犯罪,反而保守了那人性無瑕、脫離罪孽;他們卻把祂當作犯法的釘在木頭上。
For neither by deeds nor by words did he sin, but he preserved his human nature unstained and free from sins; yet they nailed him to the tree as a transgressor.
1:4880⧉ ⤴︎
Καὶ κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς , τουτέ στιν ἀθῷον δεῖξαι καὶ μὴ ὑποκείμενον θανάτῳ
「耶和華願意將祂從那擊打中潔淨」,就是要顯明祂無辜,並非當受死亡的。
'And the Lord wills to cleanse him from the stroke,' that is, to show him guiltless and not liable to death.
1:4881⧉ ⤴︎
Οὕτω καὶ ὁ μακάριος ἔφη Πέτρος·
蒙福的彼得也如此說:
So also the blessed Peter said:
1:4882⧉ ⤴︎
Τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ θεὸς λύσας τὰς ὠδῖνας τοῦ θανάτου , καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ . Οὕτω τοῦ λαοῦ τὴν παρανομίαν προαγορ εύσας τὴν περὶ μετανοίας αὐτοῖς προσφέρει παραίνεσιν –προεώρα γὰρ τοὺς ἐξ αὐτῶν μετὰ τ αῦτα πιστεύοντας·
「神卻將這位耶穌復活了,解除了死亡的痛苦,因為祂原不能被死亡拘禁。」他既如此預言了百姓的不法,就向他們發出關乎悔改的勸勉——因為他預見了他們中間日後要信主的人;
'This Jesus God raised up, having loosed the pangs of death, because it was not possible for him to be held fast by it.' Thus, having foretold the lawlessness of the people, he offers them the exhortation concerning repentance — for he foresaw those of them who would afterward believe;
1:4883⧉ ⤴︎
ἐκ τούτων γὰρ ἦν καὶ ὁ θειότατος Παῦλος , ἐκ τούτων οἱ τρισχίλιοι καὶ αἱ πολλαὶ μ υριά δες –καί φησιν·
因為那至為神聖的保羅也是出於這些人,那三千人和許多的萬人也是出於這些人——他又說:
for of these was also the most divine Paul, of these the three thousand and the many myriads — and he says:
1:4884⧉ ⤴︎
Ἐὰν δῶτε περὶ ἁμαρτίας , ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον
「你們若為罪獻上祭物,你們的心就必看見長壽的後裔。」
'If you give an offering for sin, your soul shall see a long-lived seed.'
1:4885⧉ ⤴︎
Ἐὰν ὁμολογή σητε τὴν ἀσέβειαν καὶ τὴν σωτηρίαν αἰτήσητε , τεύξεσθε τῆς αἰωνίου ζωῆς·
「你們若承認自己的不敬虔,並求告救恩,就必得著永生。」
'If you confess your impiety and ask for salvation, you shall obtain eternal life.'
1:4886⧉ ⤴︎
Καὶ βούλεται κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ , δεῖξαι αὐτῷ φῶς καὶ πλάσαι τῇ συνέσει , δικαιῶσαι δίκαιον εὖ δουλεύοντα πολλοῖς
「耶和華願意藉著祂的手,除去祂心靈的勞苦,使祂得見亮光,並以智慧塑造祂,稱那善於服事眾人的義者為義。」
'And the Lord wills by his hand to take away from the travail of his soul, to show him light and to form him with understanding, to justify the righteous one who serves many well.'
1:4887⧉ ⤴︎
Τὴν λύσιν ἔδ ειξε τοῦ θανάτου δι' αὐτοῦ τοῦ κυρίου γεγενημένην·
他表明死亡的解除是藉著主親自成就的;
He showed the dissolution of death to have come about through the Lord himself;
1:4888⧉ ⤴︎
ἐν γὰρ χειρὶ αὐτοῦ , τουτέστι τοῦ πεπονθότος , καὶ τοῦ θανάτου τὸν πόνον ἔλυσε καὶ τὸ τῆς ἀναστάσεως ὑπέδειξε φῶς καὶ οἱονεὶ πλάσιν νέαν διέπλασεν ἄφθαρτον καὶ ἀθ άνα τον καὶ ἐδικαίωσεν οὐχ ἁμαρτωλὸν ὄντα ἀλλὰ δίκαιον τουτέστιν ἀθῷον ὄντα ἁμαρτημάτων
因為「藉著祂的手」,就是那受苦者的手,祂既解除了死亡的勞苦,又顯明了復活的亮光,並彷彿重新塑造了那不朽壞、不死亡的[身體],稱那本非罪人乃是義者、就是無辜脫離罪孽者為義。
for 'by his hand,' that is, of the one who suffered, he both loosed the travail of death and revealed the light of the resurrection, and as it were formed [him] anew, incorruptible and immortal, and justified [him] who was not a sinner but righteous, that is, guiltless and free of sins.
1:4889⧉ ⤴︎
εὖ δουλεύοντα πολλοῖς , τῷ εὐαγγελικῷ συμβαίνει ῥητῷ·
「善於服事眾人」與那福音的話語相符:
'who serves many well' agrees with the evangelical saying:
1:4890⧉ ⤴︎
Καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει
「祂要親自擔當他們的罪孽。」
'And he himself shall bear up their sins.'
1:4891⧉ ⤴︎
Ὁ δὲ Ἀκύλας ἀντὶ τοῦ ἀνοίσει βαστάσει τέθεικεν , ὁ δὲ Θεοδοτίων ὑπήνεγκεν
亞居拉用「祂要背負」代替「祂要擔當」,狄奧多田則用「祂承受了」。
Aquila put 'he shall carry' in place of 'he shall bear up,' and Theodotion 'he underwent.'
1:4892⧉ ⤴︎
Αὐτὸς γὰρ ἦν κατὰ τὸν θεσπέσιον Ἰωάννην ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου
因為照那受神默示的約翰所說,祂正是神的羔羊,除去世人罪孽的。
For he himself was, according to the divine John, the Lamb of God who takes away the sin of the world.
1:4893⧉ ⤴︎
Αἴτησαι παρ' ἐμοῦ , καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς . Καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα
「你求我,我就將列國賜你為基業,將地極賜你為產業。祂要分擄那強盛者的擄物。」
'Ask of me, and I will give you the nations for your inheritance and the ends of the earth for your possession. And he shall divide the spoils of the strong.'
1:4894⧉ ⤴︎
Ἰσχυροὺς καλεῖ τοὺς δαίμονας , σκῦλα δὲ τοὺς ἀνθρώπους
祂把眾鬼魔稱為「強盛者」,把人稱為「擄物」。
He calls the demons 'the strong,' and 'the spoils' human beings.
1:4895⧉ ⤴︎
Σκῦλα δὲ καλεῖται τῶν ἀνῃρημένων τὰ ὅπλα
「擄物」乃是被殺者兵器的稱謂。
And 'spoils' is the name given to the weapons of those who have been slain.
1:4896⧉ ⤴︎
Ὅπλα δὲ τῶν δαιμόνων πάλαι ἦσαν οἱ ἄνθρωποι·
人在從前原是鬼魔的兵器;
And human beings were of old the weapons of the demons;
1:4897⧉ ⤴︎
διὰ γὰρ τῶν ἡμετέρων ἡμῖν ἐπολέμουν μελῶν
因為牠們是藉著我們自己的肢體向我們爭戰的。
for it was through our own members that they made war upon us.
1:4898⧉ ⤴︎
Ἀλλὰ τούτους καταλύσας ὁ δεσπότης Χριστὸς τὰ τούτων σκῦλα τοῖς ἀποστόλοις διένειμε , τοὺς μὲν Ῥωμαίων , τοὺς δὲ Αἰγυπτίων , τοὺς δὲ Ἰνδῶν διδασκάλους χειροτονήσας
然而主基督既消滅了牠們,就把牠們的擄物分給眾使徒,設立有些人作羅馬人的教師,有些人作埃及人的教師,有些人作印度人的教師。
But having dissolved these, the Master Christ distributed their spoils to the apostles, ordaining some as teachers of the Romans, some of the Egyptians, some of the Indians.
1:4899⧉ ⤴︎
Ἀνθ' ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ
「因為祂的性命被交付於死。」
'Because his soul was delivered up to death.'
1:4900⧉ ⤴︎
Ἡ γὰρ νομιζομένη τοῦ πάθους ἀτιμία αὕτη τὸ παρὰ πάντων αὐτῶν προσοίσει σέβας
因為那被人視為苦難之羞辱的,正是要為祂帶來眾人敬拜的。
For this reputed dishonor of the passion is that which will bring him the reverence of them all.
1:4901⧉ ⤴︎
Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη
祂被列在罪犯之中。
And he was numbered among the transgressors.
1:4902⧉ ⤴︎
Οὐ γὰρ μόνον τὴν τοῖς παρανόμοις ἀπονενεμημένην ὑπέμεινε τιμω ρίαν ἀλλὰ καὶ μετὰ λῃστῶν ἐσταυρώθη
因為祂不僅承受了分派給不法之徒的刑罰,更與強盜同釘十字架。
For he not only endured the punishment allotted to lawbreakers, but was even crucified together with robbers.
1:4903⧉ ⤴︎
Τοῦτο δὲ καὶ ὁ εὐαγγελιστὴς τέθεικεν·
這一點福音書作者也記載了下來;
This too the Evangelist has recorded;
1:4904⧉ ⤴︎
εἰρηκὼς γὰρ ὅτι συνεσταύρωσαν αὐτῷ δύο λῃστάς , ἔφη πληρωθῆναι τὴν γραφὴν τὴν λέγουσαν·
因為他敘述了他們把兩個強盜與祂同釘十字架之後,便說這應驗了那說如此話的經文:
for having said that they crucified two robbers together with him, he declared that the Scripture was fulfilled which says:
1:4905⧉ ⤴︎
Καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη . Καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε καὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη
祂被列在罪犯之中。祂擔當了許多人的罪,又因他們的不義被交付。
And he was numbered among the transgressors. And he bore the sins of many, and was delivered up because of their iniquities.
1:4906⧉ ⤴︎
Αὐτὸς δὲ ἁ μα ρτίας πολλῶν ἀνέλαβε καὶ τοῖς ἀθετοῦσιν ἀντέστη , οὕτω δὲ καὶ οἱ Λοιποί
然而祂親自擔負了許多人的罪,並抵擋那些棄絕祂的人;其餘的譯者也是如此翻譯。
But he himself took up the sins of many and withstood those who rejected him; and so likewise the other translators render it.
1:4907⧉ ⤴︎
Ἐκεῖνοι μέν φησι τοῖς ἀν όμοις αὐτὸν συνέζευξαν λῃσταῖς , αὐτὸς δὲ τὰς ἁπάντων ἁμαρτίας εἰς ἑαυτὸν ἀναλαβὼν τὸ πάθος ὑπέμεινε , τοῖς ἀθετήσασιν ἀνθιστάμενος δαίμοσιν
他說,那些人把祂與不法的強盜同軛相繫;但祂卻將眾人的罪都擔在自己身上,忍受了受難,抵擋那些棄絕祂的鬼魔。
Those men, he says, yoked him together with lawless robbers; but he, taking upon himself the sins of all, endured the Passion, withstanding the demons who had rejected him.
1:4908⧉ ⤴︎
Οὕτω προθεσπίσας τὸ πάθος , τῆς ἐκκλησίας τῆς πάλαι στείρας τὴν πολυπαιδίαν προλέγει·
祂如此預言了受難之後,便預告那從前不育的教會將要多子多孫:
Having thus foretold the Passion, he predicts the abundant offspring of the Church that of old was barren:
1:4909⧉ ⤴︎
Εὐφράνθητι στεῖρα , ἡ οὐ τίκτουσα
不生育、不懷胎的啊,你要歡喜。
Rejoice, O barren one who does not bear.
1:4910⧉ ⤴︎
Οὐ γὰρ ἔτικτεν εὐσέβειαν πάλαι , τῇ δὲ τῶν εἰδώλων δουλείᾳ προσήδρευεν
因為她從前並不生出敬虔,反倒沉迷於事奉偶像的奴役之中。
For of old she did not bring forth godliness, but sat attending upon the slavery of idols.
1:4911⧉ ⤴︎
Εἶτα ὡς ἐπὶ γυναικὸς δυστο κούσης·
接著,如同對一個難產的婦人所說的:
Then, as of a woman in hard labour:
1:4912⧉ ⤴︎
Ῥῆξον καὶ βόησον καὶ τέρπου ἡ οὐκ ὠδίνουσα
你這不曾陣痛的啊,要放聲呼喊、歡騰喜樂。
Break forth and cry aloud, and rejoice, you who do not travail.
1:4913⧉ ⤴︎
Τέθεικε δὲ τὸ μὲν ῥῆξον ἐπὶ τῆς βιαίας γεννήσεως , ὡσαύτως δὲ καὶ τὸ βόησον·
祂用「放聲」一詞指那猛烈的生產,同樣地也用「呼喊」一詞;
He has set the phrase 'break forth' with reference to a violent bringing-forth, and likewise also 'cry aloud';
1:4914⧉ ⤴︎
παρακελεύεσθαι ταῖς δυστοκούσαις καὶ βιάζεσθαι καὶ βοᾶν
因為向難產的婦人囑咐要用力並要呼喊,乃是常有的事。
for it is customary to urge women in hard labour both to bear down forcefully and to cry out.
1:4915⧉ ⤴︎
Τὸ δὲ τέρπου ἐπὶ τῆς παρ' ἐλπίδα δωρηθείσης πολυπαιδίας
至於「喜樂」,則指那出人意料所賜下的眾多兒女。
But 'rejoice' refers to the abundance of children granted beyond all hope.
1:4916⧉ ⤴︎
Ἐναντίον δέ πως εἶναι δοκεῖ τὸ ῥῆξον τῷ τέρπου , ἀμφότερα δὲ ὅμως συνέβη·
「放聲」一詞似乎在某種意義上與「喜樂」相反,然而兩者卻同時發生;
The phrase 'break forth' seems somehow contrary to 'rejoice'; yet both came to pass together;
1:4917⧉ ⤴︎
καὶ γὰρ παρ' ἐλπίδα γεγέννηκεν·
因為她確實出乎一切預料地生了孩子;
for indeed she has given birth beyond all expectation;
1:4918⧉ ⤴︎
τοιαῦται γὰρ τοῦ παναγίου πνεύματος αἱ ὠδῖνες
因為至聖之靈的產難正是如此。
for such are the birth-pangs of the all-holy Spirit.
1:4919⧉ ⤴︎
Ὅτι πολλὰ <τὰ> τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα
因為孤獨無依者的兒女,比有丈夫者的兒女更多。
For many are the children of the desolate one, more than of her who has a husband.
1:4920⧉ ⤴︎
Ἔρημος ἦν πάλαι ἡ ἐξ ἐθνῶν ἐκκλησία·
那從外邦人而來的教會從前是荒涼的;
Desolate of old was the Church from among the nations;
1:4921⧉ ⤴︎
διὸ καὶ ἐν τοῖς πρόσθεν αὐτῇ ἐλέγετο·
所以在前文中也曾對她說:
wherefore also in what went before it was said to her:
1:4922⧉ ⤴︎
Εὐφράνθητι ἔρημος διψῶσα , καὶ πάλιν·
乾渴的曠野啊,你要歡喜;又說:
Rejoice, O thirsty desert; and again:
1:4923⧉ ⤴︎
Ἔσται ἡ ἔρημος ὡς ὁ Χερμέλ , καὶ αὖθις·
曠野必變為如迦密;再者:
The desert shall become as Carmel; and once more:
1:4924⧉ ⤴︎
Ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ . Τὸν δὲ ἄνδρα εἶχεν ἡ Ἰουδαίων πληθύς
因為有水在曠野迸發,有溪流在乾渴之地湧出。而那丈夫則屬於猶太人的群眾。
For water has burst forth in the desert, and a torrent in a thirsty land. But the multitude of the Jews had the husband.
1:4925⧉ ⤴︎
Σαφέστερον δὲ τὰ περὶ τοῦδε τοῦ γάμου διδάσκει ὁ προφήτης Ἰεζεκιήλ·
先知以西結更清楚地教導有關這婚姻的事;
The prophet Ezekiel teaches more clearly the things concerning this marriage;
1:4926⧉ ⤴︎
δι' ἐκ είνου γὰρ ὁ τῶν ὅλων θεὸς πρὸς τὸν πρότερον λαὸν ὡς πρὸς γυναῖκα διαλεγόμενος ἔφη·
因為萬有的神藉著他,如同對妻子說話一般,向那從前的百姓說:
for through him the God of all, speaking to the former people as to a wife, said:
1:4927⧉ ⤴︎
Καὶ εἶδόν σε πεφυρμένην ἐν τῷ αἵματί σου καὶ εἶπά σοι·
我見你在血中翻滾,就對你說:
And I saw you defiled in your blood, and I said to you:
1:4928⧉ ⤴︎
Ἐν τῷ αἵματί σου ζωή , πληθύνου
你在你的血中仍有生命,你要繁盛增多。
In your blood is life; be multiplied.
1:4929⧉ ⤴︎
Καὶ ἦσθα γυμνὴ καὶ ἀσχημονοῦσα , καὶ περιέβαλα τὰς πτέρυγάς μου ἐπὶ σὲ καὶ συνεκάλυψα τὴν ἀσχημοσύνην σου καὶ εἶδόν σε , καὶ ἰδοὺ καιρός σου καὶ καιρὸς καταλυόντων , καὶ εἰσῆλθον πρὸς σὲ ἐν διαθήκῃ μου , καὶ ἐγένου μοι καὶ ἐγέννησάς μοι υἱοὺς καὶ θυγατέρας
你當時赤身露體、羞恥難堪,我便將我的翅膀展開遮蓋你,掩蓋你的羞恥;我看見你,看哪,正是你的時候,是婚配的時候;於是我與你立約,你就歸屬於我,為我生了兒女。
And you were naked and unseemly, and I spread my wings over you and covered your unseemliness; and I saw you, and behold, it was your time, the time of those about to be married; and I entered into a covenant with you, and you became mine, and you bore me sons and daughters.
1:4930⧉ ⤴︎
Καὶ διὰ πάντων δὲ τῶν προφητῶν τοῦτο ἡμᾶς διδά σκει ὁ τῶν ὅλων θεός , ὡς ὑπερβαλλούσῃ φιλανθρωπίᾳ χρώμενος οὐ μόνον δεσπότην ἑαυτὸν καὶ πατέρα
萬有的神藉著眾先知教導我們這事,就是祂出於超越的仁愛,不僅稱自己為主宰、為父,
And through all the prophets the God of all teaches us this, that out of surpassing love for mankind he calls himself not only Master and Father,
1:4931⧉ ⤴︎
ἀλλὰ καὶ ἄνδρα καὶ νυμφίον ἑαυτὸν ἀποκαλεῖ
更稱自己為丈夫、為新郎。
but even names himself husband and bridegroom.
1:4932⧉ ⤴︎
Αὕτη μέντοι ἡ προφητεία | | δι δάσκει ὡς τῆς ἐρήμου τὰ τέκνα πολλαπλάσια τῆς ἐχούσης τὸν ἄνδρα
因此,這預言教導說,那孤獨者的兒女比有丈夫者的兒女多許多倍。
This prophecy, then, teaches that the children of the desolate one are many times more than those of her who has the husband.
1:4933⧉ ⤴︎
Πλάτυνον τὸν τόπον τῆς σκηνῆς σου καὶ τὰς δέρρεις τῶν αὐλαιῶν σου πῆξον , μὴ φείσῃ , μάκρυνον τὰ σχοινίσματά σου καὶ τοὺς πασσάλους κατίσχυ σον·
要擴張你帳幕之地,穩固你幔子的簾布,不要愛惜,放長你的繩索,堅固你的橛子;
Enlarge the place of your tent, and fix firm the curtains of your coverings; do not spare; lengthen your cords and make strong your stakes;
1:4934⧉ ⤴︎
ἔτι εἰς τὰ δεξιὰ καὶ εἰς τὰ ἀριστερὰ ἐκπέτασον , καὶ τὸ σπέρμα σου ἔθνη κληρονομήσει , καὶ πόλεις ἠρημωμένας κατοικιεῖς
要向左右更加開展,你的後裔必得列國為業,你要居住那些荒涼的城邑。
spread out yet further to the right and to the left, and your seed shall inherit the nations, and you shall inhabit desolate cities.
1:4935⧉ ⤴︎
Τούτων τοίνυν ἐπὶ τοῦ παρόντος τῶν ὀνομάτων ἐμνήσθη δεικνὺς ὡς αὐτὸς κἀκεῖνα καὶ ταῦτα πεποίηκεν
祂在此提及這些名稱,是要顯明那從前的事和如今的事都是祂所成就的。
Now at the present he has made mention of these names, showing that it is he who has made both those former things and these present ones.
1:4936⧉ ⤴︎
Παρακελεύεται δὲ τῇ στείρᾳ τῶν εὐκτηρίων οἴκων τὴν οἰκουμένην ἐμπλῆσαι καὶ εἰς τὰ ἀριστερὰ καὶ εἰς τὰ δεξιά , τουτέστιν εἰς τὰ νότια καὶ εἰς τὰ βόρεια , τοῦτο δρᾶσαι
祂囑咐那不育者,要用祈禱的殿宇充滿全地,並且要向左也向右,就是向南也向北,都如此行。
He exhorts the barren one to fill the whole world with houses of prayer, and to do this both to the left and to the right, that is, both to the south and to the north.
1:4937⧉ ⤴︎
Πασσάλους δὲ οὐκ ἄν τις ἁμάρτοι τοὺς ἁγίους προφήτας καὶ ἀποστόλους καὶ μάρτυρας ὀνομάζων·
至於橛子,若有人稱之為聖先知、使徒與殉道者,也不算錯;
As for the stakes, one would not err in naming the holy prophets and apostles and martyrs;
1:4938⧉ ⤴︎
οὗτοι γὰρ ἐν τῇ γῇ κεκρυμμένοι καθάπερ οἱ πάσσαλοι κατέχουσι τὴν τῆς ἐκκλησίας σκηνὴν οἷόν τισι σχοινίοις τῇ διδασκαλίᾳ ταύτῃ προσηρμοσμένοι
因為這些人如同橛子隱藏在地裡,藉著這教導如同繩索一般繫於其上,穩固地支撐著教會的帳幕。
for these, hidden in the earth like stakes, hold fast the tent of the Church, fastened to it by this teaching as by certain cords.
1:4939⧉ ⤴︎
Οὕτω γὰρ ὁ μακάριος ἔφη Παῦλος·
因為蒙福的保羅曾如此說:
For thus the blessed Paul said:
1:4940⧉ ⤴︎
Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ> τῶν ἀποστόλων καὶ προφητῶν , ὄντος ἀκρογωνιαίου αὐτοῦ Ἰησοῦ Χριστοῦ . Ἐκληρονόμησε δὲ τὰ ἔθνη τῆς ἐκκλησίας τὸ σπέρμα·
被建造在使徒和先知的根基上,基督耶穌自己為房角石。教會的後裔已承受了列國為業;
Built upon the foundation of the apostles and prophets, Jesus Christ himself being the chief cornerstone. And the seed of the Church has inherited the nations;
1:4941⧉ ⤴︎
οἱ γὰρ ταύτης τρόφιμοι τὴν πνευματικὴν τῶν ἐθνῶν ἡγεμονίαν ἐδέξαντο καὶ τὰς ὑπὸ τῆς ἀσεβείας διαφθαρείσας πόλεις τοῖς τῆς εὐσεβείας ἀνῳκοδόμησαν δόγμασιν
因為在她懷中養育的人領受了對列國的屬靈治理,並用敬虔的道理重建了那些被不敬虔所毀壞的城邑。
for those nurtured by her have received the spiritual leadership of the nations, and have rebuilt with the doctrines of godliness the cities corrupted by impiety.
1:4942⧉ ⤴︎
Μὴ φοβοῦ ὅτι κατῃσχύνθης , μηδὲ ἐντραπῇς ὅτι ὠνειδίσθης
你不要因曾蒙羞而懼怕,也不要因曾受辱罵而慚愧。
Do not fear because you were put to shame, nor be abashed because you were reproached.
1:4943⧉ ⤴︎
Ὠνείδιζον Ἰουδαῖοι πάλαι τοῖς ἔθνεσι τὴν ἀσέβειαν ὡς ἡ Φενάννα τῇ Ἄννῃ τὴν ἀτεκνίαν
從前猶太人以外邦人的不敬虔羞辱他們,正如毗尼拿以哈拿的不育羞辱她一樣。
The Jews of old reproached the nations with their impiety, as Peninnah reproached Hannah with her childlessness.
1:4944⧉ ⤴︎
Ὑπισχνεῖται τοίνυν ὁ προφητικὸς λόγος αὐτῇ τὴν τοῦ ὀνείδους ἀπαλλαγήν
因此先知的話應許她必脫離這羞辱。
The prophetic word therefore promises her deliverance from the reproach.
1:4945⧉ ⤴︎
Ὅτι αἰσχύνην αἰώνιον ἐπιλήσῃ καὶ ὄνειδος τῆς χηρείας σου οὐ μὴ μνησθήσῃ ἔτι
因為你必忘記你永久的羞辱,也不再記念你寡居的羞恥。
For you shall forget your everlasting shame, and shall no more remember the reproach of your widowhood.
1:4946⧉ ⤴︎
Καὶ τὴν αἰτίαν τούτων διδάσκει σαφέστερον·
祂更清楚地教導這些事的緣由:
And he teaches the cause of these things more plainly:
1:4947⧉ ⤴︎
Ὅτι κύριος ὁ ποιῶν σε <κύριος> Σαβαὼθ ὄνομα αὐτῷ , καὶ ὁ ῥυσάμενός σε αὐτὸς θεὸς Ἰσραὴλ πάσῃ τῇ γῇ κληθήσεται
因為造你的是主,祂的名為萬軍之主;救贖你的是以色列的神,祂必稱為全地的神。
For the Lord who made you, the Lord of Sabaoth is his name; and he who redeemed you, he is the God of Israel, and shall be called the God of all the earth.
1:4948⧉ ⤴︎
Τοῦτον γὰρ ἡμεῖς οἱ εἰς αὐτὸν ἠλπικότες καὶ πεπιστευκότες καὶ θεὸν Ἰσραὴλ καὶ θεὸν Ἀβραὰμ ὀνομάζομ εν καὶ τῆς ἐκείνων γενέσθαι μερίδος ἀντιβολοῦμεν
因為我們這些盼望並信靠祂的人,正稱祂為以色列的神,又稱祂為亞伯拉罕的神,並懇切祈求得以列入他們的份中。
For it is he whom we, who have hoped and believed in him, name both the God of Israel and the God of Abraham, and we earnestly pray to become of their portion.
1:4949⧉ ⤴︎
Οὗτός φησιν ὁ τοῦ Ἰσραὴλ θεὸς ἔσται σου νυμ φίος καὶ τῆς χηρείας καὶ τῆς ἀτεκνίας τὰ ὀνείδη παύσει·
祂說,這位以色列的神必作你的新郎,並要止息你寡居與不育的羞辱:
This God of Israel, he says, shall be your bridegroom, and shall put an end to the reproaches of your widowhood and childlessness:
1:4950⧉ ⤴︎
Οὐχ ὡς γυναῖκα ἐγκαταλελειμμένην καὶ ὀλιγόψυχον κέκληκέ σε ὁ κύριος , ὡς γυναῖκα ἐκ νεότητος μεμισημένην; Τοῦτο κατ' ἐρώτησιν ἀναγνωστέον
主豈不是召你如同被撇棄、灰心喪膽的婦人,如同自幼被憎惡的妻子嗎?此句應作問句來讀。
The Lord has not called you as a woman forsaken and faint-hearted, as a wife hated from her youth. This is to be read as a question.
1:4951⧉ ⤴︎
Οὐκ ἐῴκεις φησὶ γυναικὶ διά τινας παρανομίας ἐκβεβλημένῃ καὶ διηνεκῶς ὀδυνωμένῃ καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς μεμισημένῃ; Κατὰ ταύτην δὲ τὴν διάνοιαν καὶ οἱ Λοιποὶ ἡρμήνευσαν·
他說,你豈不曾像一個因某些過犯而被逐出、不斷憂傷、從起初便被憎惡的婦人嗎?其餘的譯者也照著同樣的意思翻譯;
You did not resemble, he says, a woman cast out for certain transgressions, and grieving perpetually, and hated from above and from the beginning? And according to this same sense the other translators too have rendered it;
1:4952⧉ ⤴︎
ὁ μὲν γὰρ Ἀκύλας καὶ ὁ Θεοδοτίων οὕτως ἔφασαν·
因為亞居拉和狄奧多田如此說:
for Aquila and Theodotion spoke thus:
1:4953⧉ ⤴︎
πνεύματι ἐκάλεσέ < σε> κύριος , ὁ δὲ Σύμμαχος οὕτως·
主用靈召了你;而敘瑪庫則如此說:
In spirit the Lord has called you; but Symmachus thus:
1:4954⧉ ⤴︎
Ὡς γὰρ γυναῖκα ἐγκαταλελειμ μένην καὶ κατώδυνον πνεύματι ἐκάλεσέ < σε> κύριος καὶ γυναῖκα νεότητος ὅταν ἀποστῇ . Ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπέστη τοῦ θεοῦ τῶν ἀνθρώπων ἡ φύσις , ἀλλ' ὅμως αὐτὴν πάλιν ἀνεκαλέσατο·
因為主召你如同一個被撇棄、內心深深憂傷的婦人,又如同少年時被休的妻子。人的本性從起初、從最初便離棄了神,然而祂卻又將它召回;
For as a woman forsaken and deeply grieved in spirit the Lord has called you, and as a wife of youth when she is put away. From above and from the beginning the nature of men departed from God, yet nevertheless he called it back again;
1:4955⧉ ⤴︎
τοῦτο γὰρ καὶ ὁ προφητικὸς ἔφη λόγος ·
因為這事先知的話也曾宣告過:
for this too the prophetic word declared:
1:4956⧉ ⤴︎
Χρόνον μικρὸν κατέλιπόν σε καὶ μετ' ἐλέου μεγάλου ἐλεήσω σε , ἐν θυμῷ μικρῷ ἀπέ στρεψα τὸ πρόσωπόν μου ἀπὸ σοῦ καὶ ἐν ἐλέῳ αἰωνίῳ ἐλεήσω σε
我離棄你不過片時,卻要以大憐憫憐恤你;我在小小的忿怒中向你掩面片時,卻要以永遠的慈愛憐恤你。
For a little while I forsook you, but with great mercy will I have mercy on you; in a little wrath I turned my face away from you, but with everlasting mercy will I have mercy on you.
1:4957⧉ ⤴︎
Μικρὸν ἔφη τὸν τῆς ἐγκαταλείψεως χρόνον , τοῖς ἀπεί ροις αἰῶσι τοῦτον παραμετρῶν
祂稱那被撇棄的時候為「片時」,是以無盡的萬世來衡量之。
He called the time of the forsaking 'little,' measuring it against the boundless ages.
1:4958⧉ ⤴︎
Εἶπεν ὁ ῥυσάμενός σε κύριος·
救贖你的主曾說:
The Lord who redeemed you has said:
1:4959⧉ ⤴︎
Ἀπὸ ὕδατος τοῦ ἐπὶ Νῶε τοῦτό μοί ἐστιν·
這事對我如同挪亞時候的水一樣;
This is to me as the water at the time of Noah;
1:4960⧉ ⤴︎
καθότι ὤμοσα αὐτῇ ἐν τῷ καιρῷ ἐκείνῳ τῇ γῇ μὴ θυμωθήσεσθαι ἔτι ἐπ' αὐτῇ μηδὲ ἀπειλῇ μου τὰ ὅρια αὐτῆς μεταστῆσαι , οὐδὲ οἱ βουνοὶ αὐτῆς μετακινηθήσονται , οὕτως οὐδὲ τὸ παρ' ἐμοῦ σοι ἔλεος ἐκλείψει , οὐδὲ ἡ διαθήκη μου οὐ μὴ μεταστῇ
正如我在那時向她、向大地起誓,說我必不再向她發怒,也不藉我的恐嚇挪移她的疆界,她的山岡也必不動搖,照樣,我向你所發的憐憫也必不止息,我的約也決不更改。
for as I swore to her at that time, to the earth, that I would no more be wroth with her, nor by my threat remove her borders, nor shall her hills be moved, so neither shall the mercy that comes from me toward you fail, nor shall my covenant in any way be removed.
1:4961⧉ ⤴︎
Ἀναμνή σθητί φησι τῶν γεγενημένων μοι συνθηκ ῶν πρὸς τὸν Νῶε καὶ βλέπε τούτων τὸ ἀληθές·
祂說,你要記念我與挪亞所立的約,並看這約的真實可靠;
Remember, he says, the covenants that were made by me with Noah, and behold their truth;
1:4962⧉ ⤴︎
ἐπαγγειλάμενος γὰρ μηκέτι τοιαύτῃ πανωλε θρίᾳ παρα δώσειν τὴν γῆν , ἅπερ ὑπεσχόμην πεπλήρωκα
因為我曾應許不再將大地交付那樣全然的毀滅,如今我已成就了我所應許的。
for having promised no longer to deliver the earth over to such utter destruction, I have fulfilled what I promised.
1:4963⧉ ⤴︎
Ἔχουσα τοίνυν ἐνέχυρον τὴν προτέραν διαθή κην πίστευσον ὡς καὶ σὺ διηνεκῶς τῆς ἐμῆς φιλανθρωπίας ἀπολαύσῃ , καὶ βεβαίαν σοι τὴν εἰρ ήνην φυλάξω καὶ οὐκέτι τοῦτο διαλύσω τὸ συνοικέσιον
所以,你既有那從前的約作為憑據,就當相信你也必永遠得享我對人的仁愛,我必為你堅守平安,也不再拆散這婚配的結合。
Having therefore as a pledge the former covenant, believe that you too shall perpetually enjoy my love for mankind, and I will keep peace secure for you, and will no longer dissolve this wedded union.
1:4964⧉ ⤴︎
Εἶπε γὰρ κύριος ἵλεώς σοι·
因為主既向你施恩,便說:
For the Lord has said, being gracious to you:
1:4965⧉ ⤴︎
Ταπεινὴ | | καὶ ἀκατά στατος οὐ παρεκλήθης
你這卑微不安、未曾得安慰的。
You who were lowly and unsettled, and were not comforted.
1:4966⧉ ⤴︎
Εἶπεν ὁ οἰκτείρων σε κύριος·
憐恤你的主曾說:
The Lord who has compassion on you has said:
1:4967⧉ ⤴︎
εἶδον γάρ σε πεπλανη μένην καὶ τῇδε κἀκεῖσε καθάπερ ὑπό τινων καταιγίδων τῶν τῆς ἀπάτης πνευμάτων †περικειμένην καὶ ἀκατάστατον ἔχουσαν τὴν γνώμην
因為我見你四處漂泊,如同被那些欺哄之靈的狂風暴雨所圍困,心思動盪不安。
for I saw you wandering here and there, as though beset by certain tempests of the spirits of deceit, and having your mind unsettled.
1:4968⧉ ⤴︎
Ἰδοὺ ἐγὼ ἑτοιμάζω σοι ἄνθρακα τὸν λίθον σου καὶ τὰ θεμέλιά σου σάπφειρον καὶ θήσω τὰς ἐπάλξεις σου ἴασπιν καὶ τὰς πύλας σου λίθους κρυστάλλου καὶ τὸν περίβολόν σου λίθους ἐκλεκτούς
看哪,我要以紅寶石為你砌石,以藍寶石為你立根基,又以碧玉造你的城垛,以水晶石造你的城門,以美石造你的圍牆。
Behold, I am preparing carbuncle for your stone, and sapphire for your foundations, and I will make your battlements of jasper, and your gates of crystal stones, and your enclosure of choice stones.
1:4969⧉ ⤴︎
Τὸ εὐσεβὲς πολίτευμα πόλιν καλεῖ
祂稱那敬虔的邦國為城;
He calls the godly commonwealth a city;
1:4970⧉ ⤴︎
οὗ δὴ χάριν καὶ ἅπ αντας λίθους ὀνομάζει τιμίους , εἰ καὶ διάφορον ἔχουσι τὴν ἰδέαν
為此緣故,祂稱所有的石頭都為寶石,儘管它們的樣式各不相同。
and for this reason he names all the stones precious, even though they differ in appearance.
1:4971⧉ ⤴︎
Ἄνθρακα δὲ ὑποληπτέον τὸν περὶ τὸν θεὸν διάπυρον ἔρωτα·
紅寶石當理解為那朝向神的火熱之愛;
By the carbuncle we must understand the fiery love directed toward God;
1:4972⧉ ⤴︎
σάπφειρον δὲ τὸν τὴν ἀρετὴν κατακρύπτοντα , βαθεῖα γὰρ ἡ τοῦ σαπ φείρ ου χροιά·
藍寶石則指那將美德隱藏起來的,因為藍寶石的色澤深邃;
by the sapphire, that which keeps virtue hidden, for the hue of the sapphire is deep;
1:4973⧉ ⤴︎
ἴασπιν δέ , ἢ καρχηδόνιον κατὰ τὸν Σύμμαχον , τὸ λαμπρὸν τῆς θαυματουργίας ὀνο μά ζεσθαι νομίζω
至於碧玉,或按西馬庫斯的譯法稱作紅玉,我認為是指行神蹟的光輝;因為初入門者需要清晰的教導。
and the jasper — or, according to Symmachus, the carbuncle — I take to signify the splendour of the working of wonders; for those being instructed need clear teaching.
1:4974⧉ ⤴︎
σαφοῦς γὰρ τοῖς εἰσαγομένοις διδασκα λί ας δεῖ
因為那些初被引導入門的人,需要明確的教誨。
For clear teaching is needed for those who are being introduced to the faith.
1:4975⧉ ⤴︎
Ταῦτα μὲν οὖν περὶ τῶν τῆς ἐκκλησίας ἡγεμόνων ἔφη , οὓς καὶ θεμέλια καὶ ἐπάλ ξεις καὶ πύλας ὠνόμασεν·
如此,他這番話乃是論及教會的領袖,他還稱他們為根基、城垛與城門;
These things, then, he said concerning the rulers of the Church, whom he also named foundations and battlements and gates;
1:4976⧉ ⤴︎
καὶ ὁ λοιπὸς δὲ τῶν πιστῶν ὅμιλος ἐκλεκτὸς προσηγορεύθη , ἅπαντα γάρ σού φησι τὸν περίβολον ἐκ πολυτίμων καὶ ἐκλεκτῶν δομήσομαι λίθων
而其餘眾信徒的群體則被稱為蒙揀選的,因他說:「我要用寶貴精選的石頭建造你四圍的牆垣。」
and the remaining company of the faithful was called chosen, for he says, 'I will build your whole enclosure of precious and choice stones.'
1:4977⧉ ⤴︎
Εἶτα τὸ τροπικὸν καταλιπὼν σχῆ μα ἐπὶ τὸ σαφέστερον τὸν λόγον μετήνεγκεν·
接著,他撇下比喻的形式,將話語轉入更明白的意義;
Then, leaving aside the figurative form, he transferred his discourse to a plainer meaning;
1:4978⧉ ⤴︎
καὶ πάντας τοὺς υἱούς σου διδακτοὺς θεοῦ , καὶ ἐν πολλῇ εἰρήνῃ τὰ τέκνα σου , καὶ ἐν δικαιοσύνῃ οἰκοδομηθήσῃ
「你的眾子都要受神的教訓,你的兒女必大享平安,你必因公義得堅立。」
'and all your sons shall be taught of God, and your children shall be in great peace, and you shall be built up in righteousness.'
1:4979⧉ ⤴︎
Ἔδειξας <...> λίθους τὰ τῆς ἀρετῆς εἴδη τροπικῶς προσηγόρευσεν
「你已顯明……」——他以比喻的方式將美德的各樣樣式稱為「石頭」。
'You have shown...' — he figuratively called the forms of virtue 'stones.'
1:4980⧉ ⤴︎
Εἰρήν ην δὲ ἐνταῦθα τὴν πρὸς θεὸν ὑπισχνεῖται
而在此以「平安」,他所應許的乃是與神和好的平安。
And here by 'peace' he promises the peace that is toward God.
1:4981⧉ ⤴︎
Ταύτης τῆς οἰκοδομίας καὶ ὁ μακάριος μέμνηται Παῦλος , λέγ ει δὲ οὕτως·
論到這建造,蒙福的保羅也曾提及,他如此說:
Of this building the blessed Paul too makes mention, and he speaks thus:
1:4982⧉ ⤴︎
Ἐγὼ ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα , ἄλλος ἐποικοδομεῖ , ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ
「我照神所給我的恩,好像一個聰明的工頭,立好了根基,有別人在上面建造,只是各人要謹慎怎樣在上面建造。」
'I, as a wise master builder, have laid a foundation, and another builds upon it; but let each one take heed how he builds upon it.'
1:4983⧉ ⤴︎
Θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον ὅς ἐστιν Ἰησοῦς Χριστός
「因為那已經立好的根基就是耶穌基督,此外沒有人能立別的根基。」
'For no one can lay another foundation than that which is laid, which is Jesus Christ.'
1:4984⧉ ⤴︎
Εἰ δέ τι ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον , χρυσὸν ἄργυρον λίθους τιμίους ξύλα χόρτον καλάμην , ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται . Ἄπεχε ἀπὸ ἀδίκου , καὶ οὐ φοβηθήσῃ , καὶ τρόμος οὐκ ἐγγιεῖ σοι
「若有人用金、銀、寶石、草木、禾稭在這根基上建造,各人的工程必然顯露。你要遠離不義,就不至懼怕,戰兢也不臨近你。」
'And if anyone builds upon this foundation gold, silver, precious stones, wood, hay, straw, each one's work shall be made manifest. Keep far from unrighteousness, and you shall not be afraid, and trembling shall not come near you.'
1:4985⧉ ⤴︎
Ταύτης ἀπο λαύσασα τῆς εὐεργεσίας μὴ γένῃ περὶ τὸν εὐεργέτην ἀχάριστος·
既然享受了這樣的恩惠,就不可對施恩者忘恩負義;
Having enjoyed this beneficence, do not become ungrateful toward your Benefactor;
1:4986⧉ ⤴︎
οὕτω γὰρ κρείττων ἔσῃ τῶν πολεμούντων
因為你若如此行,就必勝過那些攻擊你的人。
for in this way you shall be stronger than those who wage war against you.
1:4987⧉ ⤴︎
Ἰδοὺ προσήλυτοι προσελεύσονται δι' ἐμὲ καὶ παροική σουσί σοι καὶ ἐπὶ σὲ καταφεύξονται
「看哪,必有歸化者因我而歸向你,與你同住,並要投奔於你。」
'Behold, proselytes shall come to you through me, and shall sojourn with you, and shall take refuge in you.'
1:4988⧉ ⤴︎
Προσηλύτους καλεῖ τοὺς καθ' ἑκάστην ὡς ἔπος εἰπεῖν ἡμέραν ἐκ τῶν ἐθνῶν ἀγρευομένους καὶ τῷ θείῳ προσιόντας βαπτίσματι
他所稱的「歸化者」,是指那些幾乎可說是天天從外邦人中被獲得、前來領受神聖洗禮的人。
He calls 'proselytes' those who, one might say, are daily caught from among the nations and come to the divine baptism.
1:4989⧉ ⤴︎
Καὶ ταύτης τοίνυν τῆς προφητείας ὁρῶμεν τὸ τέλος
如此,我們也親眼看見這預言的應驗。
And so we behold the fulfilment of this prophecy also.
1:4990⧉ ⤴︎
Ἰδοὺ ἐγὼ κτίζω σε οὐχ ὡς χαλκεὺς φυσῶν ἐν πυρὶ ἄνθρακας καὶ ἐκφέρων σκεῦος εἰς ἔργον
「看哪,我造你,並不像銅匠在火中吹旺炭火、製作器皿以成工作。」
'Behold, I create you, not as a coppersmith blowing coals in the fire and bringing forth a vessel for a work.'
1:4991⧉ ⤴︎
Τὸ ἄπονον καὶ λίαν εὐπετὲς τῆς δημιουργίας δεδήλωκεν·
他藉此顯明這創造之工的毫不費力與極其輕易;
He has shown the effortlessness and exceeding ease of the creating;
← 上一段 第 1/24 段 第 2/24 段 第 3/24 段 第 4/24 段 第 5/24 段 第 6/24 段 第 7/24 段 第 8/24 段 第 9/24 段 第 10/24 段 第 11/24 段 第 12/24 段 第 13/24 段 第 14/24 段 第 15/24 段 第 16/24 段 第 17/24 段 第 18/24 段 第 19/24 段 第 20/24 段 第 21/24 段 第 22/24 段 第 23/24 段 第 24/24 段 下一段 →
新的原文誦讀上線時通知我 每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。
訂閱