← 回書卷目次 · 希臘教父 › 以賽亞書註釋
以賽亞書註釋 第 1 章 第 22/24 段 希臘文原文.261 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:5480–1:5740(全章共 6051 節)
← 上一段 第 1/24 段 第 2/24 段 第 3/24 段 第 4/24 段 第 5/24 段 第 6/24 段 第 7/24 段 第 8/24 段 第 9/24 段 第 10/24 段 第 11/24 段 第 12/24 段 第 13/24 段 第 14/24 段 第 15/24 段 第 16/24 段 第 17/24 段 第 18/24 段 第 19/24 段 第 20/24 段 第 21/24 段 第 22/24 段 第 23/24 段 第 24/24 段 下一段 → ℹ️ 本語料沒有逐節的詞法標註 。原形主要取自同語言其他書卷的逐詞標註 (不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯 ,直接譯自本頁的原文 (非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:5480⧉ ⤴︎
Ὡς ἐν τύπῳ δὲ εὕροι τις ἂν καὶ ἐν τῇ τοῦ θεοῦ ἐκκλησίᾳ ταῦτα·
然而人也可以像在預表中一樣,在神的教會裡看見這些事;
But one may find these things, as in a type, also in the Church of God;
1:5481⧉ ⤴︎
τῆς γὰρ τῶν εἰδώλων ἀπήλλακται πλάνης , τὸν δὲ τῶν ὅλων θεὸν διηνεκῶς ἀνυμνεῖ , προμηθοῦνται δὲ τῶν ἀδικουμένων οἱ ταύτης ἡγεμόνες ὡς οἷόν τε
因為她已從偶像的迷惑中得了釋放,並且不斷頌讚萬有的神;她的領袖們也盡其所能地為那些受屈的人設想。
for she has been delivered from the error of idols, and continually praises the God of all, and her leaders, so far as is possible, take forethought for those who suffer wrong.
1:5482⧉ ⤴︎
Ἀλλὰ κληθήσεται σωτήριον τὰ τείχη ςου καὶ αἱ πύλαι σου γλύμματα
「你的城牆必稱為拯救,你的城門必稱為雕刻之工。」
'But your walls shall be called salvation, and your gates carvings.'
1:5483⧉ ⤴︎
Τὸ γλύμμα ὁ μὲν Ἀκύλας ὕμνησιν ἡρμήνευσεν , ὁ δὲ Θεοδοτίων καύχημα , ὁ δὲ Σύμμαχος αἴνεσιν
「雕刻」一詞,亞居拉譯為「頌歌」,狄奧多提翁譯為「誇耀」,而西馬庫則譯為「讚美」。
The word 'carving' Aquila rendered as 'hymning,' Theodotion as 'boasting,' and Symmachus as 'praise.'
1:5484⧉ ⤴︎
Οἱ γὰρ πνευματικοὶ τῆς ἐκκλησίας περίβολοι τοῖς πεπιστευκόσι σωτηρί αν πο ρίζουσιν , αἰνέσεως δὲ καὶ ὕμνων αἱ ταύτης πύλαι πεπλήρωνται
因為教會屬靈的圍牆為那些信了的人供應救恩,而她的城門則充滿了讚美與頌歌。
For the spiritual enclosures of the Church furnish salvation to those who have believed, and her gates are filled with praise and hymns.
1:5485⧉ ⤴︎
Καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας , οὐδὲ ἀνατολὴ σελήνης φωτίσει σοι τὴν νύκτα·
「白晝,太陽必不再作你的光;夜間,月亮升起也不照亮你;」
'And the sun shall no longer be your light by day, nor shall the rising of the moon give light to you by night;'
1:5486⧉ ⤴︎
γάρ σοι ὁ θεὸς φῶς αἰώνιον καὶ ὁ θεὸς δόξα σου
「因為神要作你永遠的光,神也要作你的榮耀。」
'for God shall be to you an everlasting light, and God your glory.'
1:5487⧉ ⤴︎
Οὐ γὰρ δύσεταί σοι ὁ ἥλιος , καὶ ἡ σελήνη οὐκ ἐκλείψει·
「你的太陽必不再落下,你的月亮也不虧缺;」
'For your sun shall not set, and your moon shall not wane;'
1:5488⧉ ⤴︎
ἔσται γάρ σοι κύριος φῶς | | αἰώνιον
「因為耶和華必作你永遠的光。」
'for the Lord shall be to you an everlasting light.'
1:5489⧉ ⤴︎
Καὶ τοῦτο ἀκριβῶς ὁ μέλλων ἔχει βίος·
這一點,來世的生命確實完全具備;
And this the life to come possesses in exactness;
1:5490⧉ ⤴︎
ἐκεῖνος γὰρ οὔτε σελήνης οὔτε ἡλίου χρῄζει·
因為那生命既不需要月亮,也不需要太陽;
for that life needs neither moon nor sun;
1:5491⧉ ⤴︎
αὐτὸ γὰρ ἔχει τοῦ θεοῦ τὸ ἄρρητον φῶς
因為它擁有神那不可言喻的光。
for it has the very ineffable light of God.
1:5492⧉ ⤴︎
Τούτου δὲ ὡς ἐν τύπῳ καὶ νῦν οἱ πιστεύοντες ἀπολαύουσιν·
關於這一點,就如在預表中一樣,那些信的人如今也已得享受了;
And of this, as in a type, even now those who believe have enjoyment;
1:5493⧉ ⤴︎
ὑπὸ γὰρ τούτου φωτιζόμενοι τὴν ἀπλανῆ πορείαν ὁδεύουσιν
因為他們被這光光照,便走上那不致偏差的路程。
for being enlightened by it, they travel the unerring journey.
1:5494⧉ ⤴︎
Καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ σπέρματός σου
「你後裔的日子必得成全。」
'And the days of your seed shall be fulfilled.'
1:5495⧉ ⤴︎
Καὶ ὁ λαός σου πᾶς <δίκαιος> δι' αἰῶνος , καὶ κληρονο μήσουσι τὴν γῆν
「你的百姓都必永遠為義,並要承受那地。」
'And all your people shall be righteous forever, and they shall inherit the land.'
1:5496⧉ ⤴︎
Καὶ ταῦτα περὶ τοῦ μέλλοντος προηγό ρευσε βίου·
這些事,他也是預先論到來世的生命而說的;
And these things too he foretold concerning the life to come;
1:5497⧉ ⤴︎
ἐκεῖνος γὰρ ἔχει τῆς γνώμης τὸ ἄτρεπτον , ἐκεῖνος τῇ αἰωνίῳ δικαιοσύνῃ κεκόσμηται , ἐκεῖνος ἁμαρτίας ἐλεύθερος , ἐκεῖνος οὐκ ἔχει ἄωρον οὐδὲ πρεσβύτην ἀλλὰ ζωὴν ἀτελεύτητον , ἐν ἐκείνῳ κληρονομοῦσι τὴν γῆν τῶν ζώντων οἱ ἄξιοι
因為那生命有著不可改變的意向,那生命以永恆的公義為裝飾,那生命脫離了罪,那生命裡既沒有夭折的,也沒有年老的,唯有無盡的生命;在那生命中,配得的人承受活人之地。
for that life has an unchangeable disposition, that life is adorned with eternal righteousness, that life is free from sin, that life has neither the untimely dead nor the aged, but life without end; in that life the worthy inherit the land of the living.
1:5498⧉ ⤴︎
Ἔσται γάρ φησιν ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή . Φυλάσσων τὸ βλάστημα τῆς φυτείας μου , ἔργον χειρῶν μου εἰς δόξαν
他說:「看哪,天必更新,地也必更新。我要保守我所栽種的嫩枝,就是我手所作的工,使它得榮耀。」
'For behold,' he says, 'the heaven shall be new and the earth new. Keeping the shoot of my planting, the work of my hands, unto glory.'
1:5499⧉ ⤴︎
Βλαστὸς τῆς φυτείας μου ἔργον χειρῶν μου εἰς τὸ ἐνδοξασθῆναι , ὁ δὲ Θεοδοτίων οὕτως·
「我所栽種的嫩枝,我手所作的工,好使我得榮耀」;而狄奧多提翁如此譯:「
'The shoot of my planting, the work of my hands, that I may be glorified'; and Theodotion thus:
1:5500⧉ ⤴︎
Βλαστὸς τῆς φυτείας αὐτοῦ τὰ ἔργα τῶν χειρῶν δοξάσει . Καὶ διὰ τούτων τοίνυν καὶ διὰ τῶν Ἑβδομήκοντα αἴτιον τῶν εἰρημένων κ αὶ οἱονεὶ φυτουργὸν εὑρίσκομεν τὸν τῶν ὅλων θεόν·
他所栽種的嫩枝——他手所作的工必得榮耀。」因此,藉著這些譯本,也藉著七十士譯本,我們發現萬有的神乃是這些所說之事的根源,可說是那栽種者;
'The shoot of his planting—the works of his hands shall glorify.' And so through these versions, as also through the Seventy, we find the God of all to be the cause of what has been said and, as it were, the gardener;
1:5501⧉ ⤴︎
αὐτὸς γὰρ αὐτοῦ τὴν ἐκκλησίαν ἐφύτευσεν , αὐτὸς δι αφυλάττει βλαστήσασαν καὶ τὴν ἐντεῦθεν προσγινομένην δέχεται δόξαν
因為是祂親自栽種了祂的教會,是祂親自保守這已然發芽長大的教會,並且領受從其中所生發的榮耀。
for he himself planted his Church, he himself preserves it now that it has sprung up, and he receives the glory that arises therefrom.
1:5502⧉ ⤴︎
Ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα·
「至小的族要成為千族,最微小的要成為強大的國;」
'The least shall become thousands, and the smallest a great nation;'
1:5503⧉ ⤴︎
ἐγὼ κύριος κατὰ καιρὸν συνάξω αὐτούς
「我耶和華必按時聚集他們。」
'I the Lord will gather them in due season.'
1:5504⧉ ⤴︎
Ταῦτα καὶ ἐν τοῖς ἱεροῖς εὐαγ γελίοις ἔφη·
這些事,祂在神聖的福音書中也曾說過;
These things he also said in the sacred Gospels;
1:5505⧉ ⤴︎
Ἀποστελεῖ γὰρ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἀπ' ἄκρων οὐρανῶν ἕως τῶν ἄκρων αὐτῶν . Τότε καὶ τὰς ἐν τοῖς οὐρανοῖς ἀποδώσει μονὰς πρὸς τὴν ἀξίαν ἑκάστῳ , τότε τῶν εἰς συμμορίας καὶ βίους ἡγήσονται διαιρουμένων οἱ τούτων πρωτεύοντες
「因為祂要差遣祂的使者,將祂的選民從天這邊到天那邊都聚集了來。」那時,祂也要按各人的價值,將天上的住處分給每一個人;那時,那些居首的人要率領那些被分為各團隊、各生活型態的人。
'For he will send forth his angels, and they will gather his elect from the ends of the heavens to their ends.' Then he will also assign the mansions in the heavens to each according to his worth; then those who are foremost will lead those divided into companies and modes of life.
1:5506⧉ ⤴︎
Οὕτω ταῦτα συμπεράνας πάλιν εἰς τὸν δεσπότην Χριστὸν μεταφέρει τὴν πρόρρησιν , ὃς κατὰ τὸν παρόντα βίον ταῦτα τῇ ἐκκλησίᾳ δεδώρηται καὶ τ ὴν μέλλουσαν πολιτείαν ὑπέσχετο
他如此結束了這些論題之後,又將這預言轉移到主基督身上;祂在今生已將這些恩賜賜給教會,並應許了那將要來的國度生活。
Having thus concluded these matters, he again transfers the prediction to the Master Christ, who in the present life has bestowed these things upon the Church and has promised the polity that is to come.
1:5507⧉ ⤴︎
Πνεῦμα κυρίου ἐπ' ἐμέ , οὗ εἵνεκεν ἔχρισέ με κύριος
「主的靈在我身上,因為主膏了我。」
'The Spirit of the Lord is upon me, because of which the Lord has anointed me.'
1:5508⧉ ⤴︎
Οὐ δεόμεθα πολλῶν ἀποδείξεων ταύτην ἑρμηνεύοντες τὴν προφητείαν·
在解釋這預言時,我們不需要許多的憑證;
We do not need many proofs in interpreting this prophecy;
1:5509⧉ ⤴︎
αὐτὸς γὰρ ἡμῖν ταύτην σαφῆ πεποίηκεν ὁ δεσπότης
因為主自己已經把它向我們講明了。
for the Master himself has made it clear to us.
1:5510⧉ ⤴︎
Εἰς γὰρ τὴν συναγωγὴν εἰσελθὼν καὶ τόδε τὸ βιβλίον λαβών , εἶτα ἀναπτύξας καὶ τήνδε τὴν προφητείαν ἀναγνοὺς ἔφη πρὸς τοὺς ἀκούοντας·
因為祂進了會堂,拿起這卷書,展開來,讀了這段預言,就對那些聽見的人說:「
For entering into the synagogue and taking this book, then unrolling it and reading this prophecy, he said to those who heard:
1:5511⧉ ⤴︎
Σήμερον ἐπληρώθη ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν καὶ ἔδειξεν ἄντικρυς ἑαυτὸν διὰ τοῦ προφήτου περὶ αὐτοῦ ταῦτα φθεγξάμενον
今天這經文應驗在你們耳中了。」祂就明明地顯示,這些藉先知所說的話正是論到祂自己的。
'Today this scripture has been fulfilled in your ears,' and he plainly showed that it was concerning himself that these things had been uttered through the prophet.
1:5512⧉ ⤴︎
Ἐχρίσθη δὲ τῷ παναγίῳ πνεύματι οὐχ ὡς θεὸς ἀλλ' ὡς ἄνθρωπος
然而祂受至聖之靈的膏抹,不是以神的身分,而是以人的身分。
But he was anointed with the all-holy Spirit not as God, but as man.
1:5513⧉ ⤴︎
Καὶ ἤδη δὲ ἐν τοῖς ἔμπροσθεν τοῦτο πολ λάκις ἐδείξαμεν
這一點,我們在前面已多次證明過了。
And this we have already shown many times in what has gone before.
1:5514⧉ ⤴︎
Εὕραμεν δὲ ἐν τῷδε τῷ βιβλίῳ κείμενον·
我們也發現在這同一卷書中寫著:「
And we have found written in this very book:
1:5515⧉ ⤴︎
Ἰακὼβ ὁ παῖς μου ἀντιλήψομαι αὐτοῦ , Ἰσραὴλ ὁ ἐκλεκτός μου προσεδέξατο αὐτὸν ἡ ψυχή μου·
我的僕人雅各,我必扶持他;我所揀選的以色列,我的心悅納他;」
'Jacob my servant, I will take hold of him; Israel my chosen one, my soul has accepted him;'
1:5516⧉ ⤴︎
θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν , κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει , καὶ πάλιν·
「我要將我的靈賜給他,他必將公理傳給列邦。」又說:「
'I will put my Spirit upon him, he shall bring forth judgment to the nations,' and again:
1:5517⧉ ⤴︎
Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί , καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται
從耶西的根必發出一條枝子,從根上必生出一朵花。」
'A rod shall come forth from the root of Jesse, and a flower shall come up from the root.'
1:5518⧉ ⤴︎
Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ , πνεῦμα σοφίας καὶ συνέσεως , πνεῦμα βουλῆς καὶ ἰσχύος , πνεῦμα γνώσεως καὶ εὐσεβείας , πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν . Αὐτὸς τοίνυν ἐνταῦθά φησιν·
「神的靈必安歇在他身上,就是智慧和聰明的靈、謀略和能力的靈、知識和敬虔的靈;敬畏神的靈必充滿他。」因此,祂在這裡親自說:「
'And the Spirit of God shall rest upon him, the spirit of wisdom and understanding, the spirit of counsel and might, the spirit of knowledge and godliness; the spirit of the fear of God shall fill him.' He therefore says here in his own person:
1:5519⧉ ⤴︎
Πνεῦμα κυρίου ἐπ' ἐμέ , οὗ εἵνεκεν ἔχρισέ με κύριος
主的靈在我身上,因為主膏了我。」
'The Spirit of the Lord is upon me, because of which the Lord has anointed me.'
1:5520⧉ ⤴︎
Καὶ τὰς αἰτίας λέγει τῆς χρίσεως·
祂也述說了這膏抹的緣由;
And he states the reasons for the anointing;
1:5521⧉ ⤴︎
Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με
「祂差遣我去向貧窮的人傳福音。」
'He has sent me to preach good news to the poor.'
1:5522⧉ ⤴︎
Εἰς ἐσχάτην γὰρ πτωχείαν ἐξέ πεσε τῶν ἀνθρώπων ἡ φύσις , διαφερόντως δὲ τὰ ἔθνη τοῖς εἰδώλοις δουλεύοντα
因為人的本性已跌入至極的貧窮,尤其是那些服事偶像的列邦。
For into the utmost poverty had human nature fallen, and especially the nations, which were in bondage to idols.
1:5523⧉ ⤴︎
Ἰάσασθαι τοὺς συντετριμμένους τῇ καρδίᾳ , κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλε ψιν
「醫治那些傷心的人,向被擄的宣告得釋放,向瞎眼的宣告得看見。」
'To heal those who are broken in heart, to proclaim release to captives and recovery of sight to the blind.'
1:5524⧉ ⤴︎
Ταῦτα πάντα τοὺς ἀνθρώπους καλεῖ·
祂用這一切的名稱來稱呼世人;
By all these names he calls men;
1:5525⧉ ⤴︎
πτωχοὺς μὲν ὡς τὸν οὐράνιον ἀπολέσαντας πλοῦτον , συντετριμμένους δὲ τὴν καρδίαν ὡς τὸ λογικὸν διαφθείραντας , τυφλοὺς δὲ ὡς θεὸν ἀγνοήσαντας καὶ τῇ κτίσει λατρεύσαντας , αἰχμαλώτους δὲ ὡς πρὸς τὸν τύραννον αὐτομολήσαντας καὶ τῆς προτέρας ἐκπεσόντας ἐλευθερίας
稱他們為貧窮的,因他們失去了屬天的財富;稱他們為傷心的,因他們敗壞了理性;稱他們為瞎眼的,因他們不認識神,反倒事奉受造之物;稱他們為被擄的,因他們投降於那暴君,並從先前的自由中墮落。
the poor, as having lost their heavenly wealth; broken in heart, as having corrupted their reason; blind, as having been ignorant of God and having served the creation; captives, as having deserted to the tyrant and having fallen from their former freedom.
1:5526⧉ ⤴︎
Καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταπο δόσεως τῷ θεῷ ἡμῶν
「宣告耶和華悅納人的禧年,以及我們神報應的日子。」
'To proclaim the acceptable year of the Lord and a day of recompense for our God.'
1:5527⧉ ⤴︎
Οὐ γὰρ μόνον ἡμῖν τὴν τῶν ἁμαρτη μάτων ἄφεσιν ἐδωρήσατο καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἀπήλλαξε καὶ τὸ θεῖον ὑπέδειξε φῶς , ἀλλὰ καὶ τὴν μέλλουσαν ἐπηγγείλατο βιοτὴν καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν
因為祂不僅賜給我們罪的赦免,救我們脫離魔鬼的暴政,並向我們顯明那神聖的光,還應許了將要來的生命,並警戒那公義的審判。
For not only did he grant us the forgiveness of sins, and free us from the tyranny of the devil, and show us the divine light, but he also promised the life to come and threatened the just judgment.
1:5528⧉ ⤴︎
Ἐνιαυτὸν γὰρ | | δεκτὸν τὴν προτέραν αὐτοῦ παρουσίαν οἶμαι χρηματίζεσθαι , ἡμέραν δὲ ἀνταποδόσεως τῆς κρίσεως τὴν ἡμέραν
因為我認為,「悅納人的禧年」所指的是祂的第一次降臨,而「報應的日子」所指的則是審判的日子。
For I think that by 'the acceptable year' his first coming is designated, and by 'the day of recompense' the day of judgment.
1:5529⧉ ⤴︎
Τῇ γὰρ ἐλπίδι τῆς ἀναστάσεως ἐκέρασε τοῦ θανάτου τὴν ἀθυμίαν
因為祂藉著復活的盼望,緩和了死亡所帶來的沮喪。
For by the hope of the resurrection he tempered the despondency of death.
1:5530⧉ ⤴︎
ἄλειμμα εὐφροσύνης , ὁ Θεοδοτίων καὶ ὁ Σύμμαχος ἔλεον ἀγαλλιάσεως ἡρμήνευσαν
「喜樂的油」——狄奧多提翁和西馬庫則譯為「歡騰的油」。
'Oil of gladness'—Theodotion and Symmachus rendered it 'oil of exultation.'
1:5531⧉ ⤴︎
Αἰνίττεται δὲ τὸ μυστικὸν χρῖσμα , οὗ ἀξιούμενοι τὴν εὐφροσύνην δεχόμεθα καὶ τῆς δόξης τὴν ἀμπεχόνην·
他暗指那奧祕的膏抹,我們既蒙恩得配得這膏抹,便領受喜樂,也領受榮耀的外袍;因為那「披戴之物」當理解為華服。
He hints at the mystical anointing, being counted worthy of which we receive gladness and the mantle of glory; for the 'garment' must be understood as a robe.
1:5532⧉ ⤴︎
τὴν γὰρ καταστολὴν στολὴν νοητέον
因為那「垂衣(katastolē)」當理解為長袍(stolē)。
For the 'lowering-garment' (katastole) must be understood as a robe (stole).
1:5533⧉ ⤴︎
Οὕτω γὰρ καὶ ὁ Θεοδοτίων·
因為提阿多田也是這樣(作):
For thus also Theodotion:
1:5534⧉ ⤴︎
ἀντὶ πνεύματος ἀκη δίας , οἱ Τρεῖς ἀντὶ πνεύματος ἀμαυροῦ τεθείκασ ιν
「灰心(憂鬱)的靈」一語,那三位譯者作「昏暗的靈」。
In place of 'a spirit of despondency,' the Three have set 'in place of a spirit of gloom.'
1:5535⧉ ⤴︎
Ἐξελάσας γὰρ ἀφ' ἡμῶν τὸ ἀμαυρὸν καὶ σκυθρωπὸν τῆς ἀκηδίας πνεῦμα , τῆς δόξης ἡ μῖν τὴν περιβολὴν τέθεικεν
因為祂既從我們身上驅逐了那憂鬱陰沉、令人灰心的靈,就把榮耀的披風加在我們身上。
For having driven away from us the dark and sullen spirit of despondency, He has placed upon us the wrapping of glory.
1:5536⧉ ⤴︎
Ἐθρηνῴδουν δὲ διαφερόντως οἱ τὴν Σιὼν οἰκοῦντες ἅγιοι τὴν τῶν οἰκητόρων αὐτῆς ὁρῶντες ἀσέβειαν
住在錫安的眾聖徒,看見居民的不敬虔,就格外哀哭。
Now the saints who dwelt in Zion lamented exceedingly as they beheld the impiety of her inhabitants.
1:5537⧉ ⤴︎
Ἐκ τούτων ὁ μέγας ἐκεῖνος Συμεὼν ὁ καὶ χρηματισθεὶς τοῦ μὴ ἰδεῖν θάνατον , ἕως ἂν ἴδῃ τὸν χριστὸν κυρίου , ἐκ τούτων ἡ προφῆτις Ἄννα καὶ ἕτερ οι ἦσαν πολλοὶ τὴν μὲν Ἰουδαίων παρανομίαν θρηνοῦντες τὴν δὲ τοῦ θεοῦ σωτηρίαν προσ μένοντες·
在這些人中,有那偉大的西面,他曾得神的默示,說他若不看見主的基督,必不死;在這些人中,還有女先知亞拿以及其他許多人,他們一面為猶太人的不法哀慟,一面等候神的救恩。
Among these was that great Symeon, to whom it had been divinely revealed that he should not see death until he had seen the Christ of the Lord; among these were the prophetess Anna and many others besides, who mourned the lawlessness of the Jews and awaited the salvation of God.
1:5538⧉ ⤴︎
τού τοις ἔλυσε τὸ πένθος ἐπιφανείς
祂藉著顯現,為這些人解除了哀傷。
For these He dissolved their mourning by His manifestation.
1:5539⧉ ⤴︎
Τουτέστιν οὗτοι οἱ ἐκ τῆς Σιὼν ἐκλεγόμενοι , οἱ δυοκαίδεκα , οἱ ἑβδομήκοντα , οἱ ἑκατὸν εἴκοσι , οἱ πεντα κόσιοι , οἱ τρισχίλιοι , αἱ πολλαὶ μυριάδες
這就是說,這些是從錫安蒙揀選的人:那十二使徒、那七十人、那一百二十人、那五百人、那三千人,以及那許多萬人。
That is to say, these are they who are chosen out of Zion: the Twelve, the Seventy, the hundred and twenty, the five hundred, the three thousand, the many myriads.
1:5540⧉ ⤴︎
Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον . Οἱ δὲ Τρεῖς ἀντὶ τοῦ·
「這是尋求主之人的世代。」但那三位譯者,代替這句話,作:
'This is the generation of them that seek the Lord.' But the Three, in place of this, have put:
1:5541⧉ ⤴︎
γενεαὶ δικαιοσύνης , ἰσχυροὶ τῆς δικαιοσύνης , φυτὸν κυρίου εἰς τὸ δοξασθῆ ναι τεθείκασιν
「義的世代、義的勇士、耶和華栽種的、為要得榮耀」——他們如此譯定。
'generations of righteousness, mighty ones of righteousness, the planting of the Lord unto glory,' they have set down.
1:5542⧉ ⤴︎
Οἷον γάρ τινες ἄριστοι τῆς εὐσεβείας στρατηγοὶ τὴν οἰκουμένην περινο στήσαντες κατέλυσαν τὴν ἀσέβειαν καὶ πρῶτοι γενόμενοι τοῦ κυρίου φυτὰ τὴν ἔρημον κα τε φύτευσαν
因為他們正如敬虔的傑出將帥,走遍普天下,推翻了不敬虔,並且首先成為主所栽種的,便栽種了那曠野。
For like certain excellent generals of piety, having traversed the whole inhabited world, they overthrew impiety, and having become the first plantings of the Lord, they planted the desert.
1:5543⧉ ⤴︎
Καὶ οἰκοδομήσουσιν ἐρήμους αἰωνίας , ἐξερημωμένας πρότερον ἐξαναστήσουσι καὶ ἀνακαινιοῦσι πόλεις ἐρήμους , ἐξερημωμένας ἀπὸ γενεᾶς καὶ γενεᾶς
「他們必重建久已荒涼之地,先前所毀壞的必再興起,並且更新那從世世代代以來荒涼的城邑。」
'And they shall build up the ancient wastes; they shall raise up what was formerly made desolate, and shall renew the desolate cities, that had been made waste from generation to generation.'
1:5544⧉ ⤴︎
Ἡμεῖς δὲ δείκνυμεν τὰς ὑπὸ τῆς δυσσεβείας διαφθαρείσας πόλεις ὑπὸ τῶν ἱερῶν ἀποστόλων καὶ τῶν τὸ ἐκείνων κήρυγμα διαδεξαμένων εὐσεβῶς ἀνοικοδομηθείσας τε καὶ νεουργηθείσας
我們也指出那些因不敬虔而毀壞的城邑,如何被神聖的使徒以及承接他們宣道之人虔誠地重建、更新。
And we point to the cities that were ruined by impiety, and were piously rebuilt and made new by the holy apostles and by those who received their preaching in succession.
1:5545⧉ ⤴︎
Καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοὶ ὑμῶν
「外邦人必來牧放你的羊群,異族人必作你們的耕地者和修理葡萄園的。」
'And strangers shall come shepherding your flocks, and foreigners shall be your plowmen and vinedressers.'
1:5546⧉ ⤴︎
Ἐξ ἀλλοφύλων γὰρ ἐθνῶν οἱ τῆς ἐκκλησίας διδάσκαλοι , οὓς καὶ ποιμένας καὶ ἀροτῆρας καὶ ἀμπελουργοὺς ὠνόμασεν
因為教會的教師是出自異族的列邦,祂稱他們為牧人、耕者和修理葡萄園的。
For the teachers of the Church came from foreign nations, whom He named shepherds and plowmen and vinedressers.
1:5547⧉ ⤴︎
Ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε , λειτουργοὶ θεοῦ ἡμῶν ῥηθήσεται ὑμῖν
「你們卻要稱為耶和華的祭司,人必稱你們為我們神的僕役。」
'But you shall be called priests of the Lord; ministers of our God shall it be said of you.'
1:5548⧉ ⤴︎
Τὸ δὲ ἀποστολικὸν ὄνομα ἐξαίρετον οἱ τρισμακάριοι ἔσχον ἐκεῖνοι·
然而「使徒」這尊名,是那三倍蒙福的人所獨有的殊榮。
But the apostolic name those thrice-blessed men possessed as their peculiar distinction.
1:5549⧉ ⤴︎
εἰ γὰρ καὶ τὸ ἐκείνων οὗτοι διεδέξαντο ἔργον , ἀλλ' οὖν τὴν ἐκείνων προσηγορίαν οὐδεὶς ἁρπάσαι τολμᾷ
因為即使後來這些人承接了他們的工作,卻沒有人敢僭奪他們的稱號。
For even though these latter succeeded to their work, yet no one dares to seize their appellation.
1:5550⧉ ⤴︎
Ἰσχὺν ἐθνῶν κατέδεσθε καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε
「你們要吃列國的財力,因他們的財富誇耀(受人稱奇)。」
'You shall eat the strength of nations, and in their wealth you shall be admired.'
1:5551⧉ ⤴︎
Τὴν γὰρ κρατοῦσαν ἀσέβειαν καταλύσαντες τὸν πνευματικὸν αὐτοῖς χορη γήσατε πλοῦτον θαυμαζόμενοι παρὰ πάντων ἐπὶ τῇ ξένῃ μεταβολῇ
因為你們既推翻了盛行的不敬虔,就把屬靈的財富供給他們,眾人都因這奇異的轉變而稱奇於你們。
For having overthrown the prevailing impiety, you supplied them with spiritual wealth, being marvelled at by all on account of the strange transformation.
1:5552⧉ ⤴︎
Ἀντὶ τῆς αἰσχύνης αὐτῶν τῆς διπλῆς καὶ ἀντὶ τῆς ἐντροπῆς ἀγαλλιάσεται ἡ μερὶς αὐτῶν
「他們必得加倍的好處,代替所受的雙倍羞恥;他們的分必歡騰,代替所受的凌辱。」
'Instead of their double shame, and instead of their confusion, their portion shall rejoice.'
1:5553⧉ ⤴︎
Πρὸς τοὺς ἱεροὺς ἀποστόλους ταῦτα λέγει ·
祂是向神聖的使徒說這些話:
It is to the holy apostles that He says these things:
1:5554⧉ ⤴︎
Μὴ δυσχεράνητε διωκόμενοι καὶ στρεβλούμενοι καὶ ὀνείδη παρὰ πάντων δεχόμενοι καὶ μυρία θανάτου ὑπομένοντες εἴδη·
你們雖受逼迫、受酷刑、遭眾人辱罵、忍受千般死法,也不要沮喪;
Be not distressed, though you are persecuted and racked and receive reproaches from all and endure ten thousand forms of death;
1:5555⧉ ⤴︎
διὰ γὰρ τῶν ὑμετέρων παθημάτων τεύξεται τῆς σωτηρίας τὰ ἔ θνη καὶ τῆς τῶν εὐφραινομένων μερίδος γενήσεται
因為藉著你們的苦難,列國必得救恩,並要成為那歡樂之人的分中之一。
for through your sufferings the nations shall obtain salvation and shall become part of the portion of those who rejoice.
1:5556⧉ ⤴︎
Καὶ δεικνὺς τῆς κληρονομίας τὸν τρόπον ἐπήγαγεν·
祂為顯明那產業的樣式,就接著說:
And showing the manner of the inheritance, He added:
1:5557⧉ ⤴︎
Καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλῆς αὐτῶν
「永遠的喜樂必歸在他們的頭上。」
'And everlasting gladness shall be over their head.'
1:5558⧉ ⤴︎
Ἀπαλλαγήσε ται γὰρ ἡ γῆ τῆς προτέρας ἀρᾶς καὶ ἔσται καινή , ἣν περίκειται νῦν ἀποδυομένη | | φθοράν
因為大地必從先前的咒詛中得釋放,成為新的,如今正脫去環繞它的敗壞。
For the earth shall be set free from its former curse and shall become new, being now stripped of the corruption that surrounds it.
1:5559⧉ ⤴︎
Οὕτω γὰρ καὶ ὁ θεῖος ἀπόστολος ἔφη·
因為那神聖的使徒也是這樣說:
For thus also the divine apostle said:
1:5560⧉ ⤴︎
Ἐγὼ γάρ εἰμι κύριος ὁ ἀγαπῶν δικαιοσύνην καὶ μισῶν ἁρπάγματα ἐξ ἀδικίας καὶ δώσω τὸν μόχθον αὐτῶν δικαίοις <καὶ διαθήκην αἰώνιον διαθήσομαι αὐτοῖς>
「因為我是耶和華,喜愛公義,恨惡因不義而來的搶奪;我要把他們的勞碌賜給義人,也要與他們立永約。」
'For I am the Lord who loves righteousness and hates robberies of iniquity; and I will give their labor to the righteous, and I will make with them an everlasting covenant.'
1:5561⧉ ⤴︎
αὐτῶν δικαίοις ,> οὕτως οἱ Τρεῖς ἡρμήνευσαν·
「賜給義人」——那三位譯者是這樣翻譯的:
'to the righteous'—thus the Three have interpreted it:
1:5562⧉ ⤴︎
καὶ δώσω τὴν ἐργασίαν αὐτῶν ἐν ἀληθείᾳ·
「我要憑信實賜下他們的工作(報酬)」;
'and I will give their work in truth';
1:5563⧉ ⤴︎
ἀποδώσω γὰρ αὐτοῖς τὸν μισθὸν πληρῶν μου τὴν ὑπόσχεσιν
因為我必償還他們的賞賜,成就我的應許。
for I will render to them their reward, fulfilling my promise.
1:5564⧉ ⤴︎
Καὶ γνωσθήσεται ἐν τοῖς ἔθνεσι τὸ σπέρμα αὐτῶν καὶ τὰ ἔγγονα αὐτῶν ἐν μέσῳ τῶν λαῶν
「他們的後裔必在列國中為人所認識,他們的子孫必在萬民中間為人所知。」
'And their seed shall be known among the nations, and their offspring in the midst of the peoples.'
1:5565⧉ ⤴︎
Τῶν ἱερῶν ἀποστόλων σπέρμα καλεῖ καὶ ἔγγονα τοὺς τὸ ἐκείνων κήρυγμα διαδεξαμένους
祂稱那承接使徒宣道之人為使徒的「後裔」和「子孫」。
He calls 'seed' and 'offspring' of the holy apostles those who received their preaching in succession.
1:5566⧉ ⤴︎
Πᾶς ὁ ὁρῶν αὐτοὺς ἐπιγνώσεται αὐτούς , ὅτι οὗτοί εἰσι σπέρμα εὐλογημένον ὑπὸ τοῦ θεοῦ
「凡看見他們的必認出他們,知道這些是蒙神賜福的後裔。」
'All that see them shall recognize them, that these are a seed blessed by God.'
1:5567⧉ ⤴︎
Καὶ εὐφροσύνῃ εὐφρανθήσονται ἐπὶ τῷ κυρίῳ
「他們必因耶和華歡喜快樂。」
'And with gladness they shall be glad in the Lord.'
1:5568⧉ ⤴︎
Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται κατὰ τὴν τοῦ κυρίου διδασκαλίαν
因為按著主的教訓,樹憑果子就可認出來。
For by its fruit the tree is known, according to the teaching of the Lord.
1:5569⧉ ⤴︎
Ὅπως δέ εἰσιν ἐπίσημοι τοῦ σωτῆρος ἡμῶν οἱ θεράποντες , αὐτὰ μαρτυρεῖ τὰ πράγματα·
至於我們救主的僕人如何顯赫,事實本身便作見證;
And how illustrious are the servants of our Savior, the very facts bear witness;
1:5570⧉ ⤴︎
ὁρῶμεν γὰρ τοὺς τὰς μεγίστας πεπιστευμένους ἀρχὰς διηνεκῶς πρὸς τούτους συντρέχοντας καὶ σὺν θερμῇ προθυμίᾳ τὴν παρὰ τούτων εὐλογίαν κομιζομένους
因為我們看見那些被託付最高權位的人,不斷奔向他們,並以火熱的殷勤從他們那裡領受祝福。
for we see those entrusted with the greatest offices of authority continually running to them, and with fervent eagerness carrying off the blessing from them.
1:5571⧉ ⤴︎
Οὕτω ταῦτα προθεσπίσας μεταβάλλει τοῦ λόγου τὸ σχῆ μα καὶ ἐκ προσώπου τῆς ἐκκλησίας πρὸς τὸν εὐεργέτην βοᾷ·
他既如此預言了這些事,就變換言語的形式,代表教會向那施恩者呼喊:
Having thus foretold these things, he changes the form of his discourse, and in the person of the Church he cries out to the Benefactor:
1:5572⧉ ⤴︎
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ κυρίῳ·
「願我的心因耶和華歡騰;」
'Let my soul exult in the Lord;'
1:5573⧉ ⤴︎
ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης περιέβαλέ με
「因為祂給我穿上救恩的衣服,用喜樂的袍子披在我身上。」
'for he has clothed me with a garment of salvation and wrapped me in a tunic of gladness.'
1:5574⧉ ⤴︎
Ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης τοῦ παναγίου βαπτίσματος τὴν χάριν καλεῖ·
祂以「救恩的衣服」和「喜樂的袍子」稱那至聖洗禮的恩典;
By 'garment of salvation' and 'tunic of gladness' he calls the grace of the all-holy baptism;
1:5575⧉ ⤴︎
Ὡς νυμφίῳ περιέθηκέ μοι μίτραν καὶ ὡς νύμφην κατε κόσμησέ με κόςμῳ
「祂又像新郎一般給我戴上冠冕,又像新婦一般用妝飾使我華美。」
'As on a bridegroom he has placed a mitre on me, and as a bride he has adorned me with ornament.'
1:5576⧉ ⤴︎
Νύμφην μὲν ἑαυτὴν καλεῖ ὡς τῷ νυμφίῳ συνεζευγμένη , νυμφίον δὲ ὡς τὸν νυμφίον ἐνδεδυ μένη
她稱自己為「新婦」,因與新郎聯合;又稱自己為「新郎」,因披戴了新郎。
She calls herself 'bride' as being joined to the Bridegroom, and 'bridegroom' as having put on the Bridegroom.
1:5577⧉ ⤴︎
Τὴν δὲ μίτραν στέφανον οἱ Τρεῖς Ἑρμηνευταὶ προσηγόρευσαν
那「頭巾(冠帽)」,三位譯者稱之為「冠冕」。
And the 'mitre' the Three Interpreters named a 'crown.'
1:5578⧉ ⤴︎
Καὶ ὡς γῆ αὔξουσα τὸ κάλλος καὶ ἄνθος αὐτῆς καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἐκφύει , οὕτως ἀνατελεῖ κύριος δικαιοσύνην καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν
「地怎樣使其華美與花朵生長,園子怎樣使所種的發芽,主也必照樣使公義和歡樂在萬國面前發生。」
'And as earth that makes its beauty and its flower to grow, and as a garden that makes its seeds to spring up, so shall the Lord make righteousness and exultation to spring up before all the nations.'
1:5579⧉ ⤴︎
Ἔδειξε πᾶσαν τὴν οἰκουμένην ἕνα δικαιοσύνης γεγενημένην παράδεισον
祂顯明整個普天下都成了一座公義的樂園。
He showed the whole inhabited world become one paradise of righteousness.
1:5580⧉ ⤴︎
Ταῦτα αὐτὸς λοιπὸν ὁ νυμφίος φησίν·
此後這些話乃是新郎自己所說:
These things thereafter the Bridegroom himself says:
1:5581⧉ ⤴︎
Καὶ ὄψεται τὰ ἔθνη τὴν δικαιοσύνην σου καὶ βασιλεῖς τὴν δόξαν σου
「列國必見你的公義,君王必見你的榮耀。」
'And the nations shall see your righteousness, and kings your glory.'
1:5582⧉ ⤴︎
Σοῦ , τῆς ἀγαλλομένης ἐπὶ τῇ σωτηρίῳ περιβολῇ , τῆς ἀρεστῆς μου νύμφης ἣν παντοδαπῷ κατεκόσμησα κόσμῳ
你的榮耀——就是你這因救恩的衣袍而歡騰的,我所喜悅的新婦,我用各樣妝飾裝點的。
Your glory—yours, who exult in the vesture of salvation, my well-pleasing bride whom I have adorned with every kind of ornament.
1:5583⧉ ⤴︎
Καὶ καλέσει σε τὸ ὄνομά σου τὸ καινὸν ὃ ὁ κύριος ὀνομάσει αὐτό
「他們要用你的新名稱呼你,就是耶和華親口所定的名。」
'And they shall call you by your new name, which the Lord shall name it.'
1:5584⧉ ⤴︎
Εἰπάτωσαν Ἰουδαῖοι , ποῖον ἐσχήκασι καινὸν ὄνομα·
讓猶太人說一說,他們得了什麼新名?
Let the Jews say, what new name have they received?
1:5585⧉ ⤴︎
μέχρι γὰρ τοῦ παρόντος Ἰουδαῖοι καλοῦνται
因為直到如今,他們仍被稱為猶太人。
For up to the present they are called Jews.
1:5586⧉ ⤴︎
Οἱ δὲ τῷ κυρίῳ πεπιστευκότες τὴν καινὴν προσηγορίαν ἐδέξαντο , οὐκ ἐξ Ἀβραὰμ ἢ Ἰσραὴλ ἢ Ἰούδα καλούμενοι ἀλλ' ἐξ αὐτοῦ προσαγορευόμενοι τοῦ δεσπότου Χριστοῦ·
然而那些信主的人領受了新的稱號,不是從亞伯拉罕、以色列或猶大得名,乃是從主基督自己得稱;
But those who have believed in the Lord received the new appellation, being named not from Abraham or Israel or Judah, but being called from the Master Christ himself;
1:5587⧉ ⤴︎
Χριστιανοὶ γὰρ παρὰ πάντων καλοῦνται ἅτε δὴ διὰ τοῦ παναγίου βαπτίσματος τὸν Χριστὸν ἐνδυσάμενοι
因為他們被眾人稱為基督徒,正因他們藉著至聖的洗禮披戴了基督。
for they are called Christians by all, inasmuch as through the all-holy baptism they have put on Christ.
1:5588⧉ ⤴︎
Καὶ ἔσῃ στέφανος κάλλους ἐν χειρὶ κυρίου καὶ διάδημα βασιλείας ἐν χειρὶ κυρίου θεοῦ σου καὶ οὐκέτι κληθήσῃ Ἐγκαταλελειμμένη , καὶ ἡ γῆ σου οὐκέτι κληθήσεται Ἔρημος
「你必在耶和華手中作華美的冠冕,在你神的手中作國度的冕旒;你必不再稱為被撇棄的,你的地也不再稱為荒涼的。」
'And you shall be a crown of beauty in the hand of the Lord, and a diadem of the kingdom in the hand of the Lord your God; and you shall no more be called Forsaken, and your land shall no more be called Desolate.'
1:5589⧉ ⤴︎
Πολλάκις ἔρημον τὰ ἔθνη ὁ προφητικὸς προση γό ρευσε λόγος·
先知的話多次稱列國為「曠野」;
Often the prophetic word called the nations 'desert';
1:5590⧉ ⤴︎
καὶ ἐπὶ πλεῖστον δὲ ἐγκατελείφθησαν χρόνον οὔτε προφήτην οὔτε νομοθέτην θεῖον δεχόμενοι
他們也曾被撇棄極長的時間,既沒有先知,也沒有神所差的立法者。
and for a very long time they were forsaken, receiving neither prophet nor divine lawgiver.
1:5591⧉ ⤴︎
Ἀλλ' ὅμως αὐτοῖς καὶ καινὸν δέδωκεν ὄνομα καὶ διάδημα βασιλείας αὐτοὺς | | καὶ στέφανον νυμφικὸν ὀνομάζει·
然而祂仍賜給他們新名,稱他們為國度的冕旒和新婦的冠冕;
But nevertheless He gave them a new name also, and calls them a diadem of the kingdom and a bridal crown;
1:5592⧉ ⤴︎
καὶ γὰρ νύμφην αὐτοὺς προσηγόρευσε καὶ βασιλείαν οὐρανῶν αὐτοῖς ἐπηγγείλατο
因為祂實在稱他們為新婦,又應許把天國賜給他們。
for indeed He named them a bride and promised them the kingdom of heaven.
1:5593⧉ ⤴︎
Σοὶ γὰρ κληθήσεται Θέλημα – ἐμὸν καὶ τῇ γῇ σου Οἰκουμένη , ὅτι εὐδοκήσει κύριος ἐν σοί , καὶ ἡ γῆ σου συνοικισθήσεται
「因為你必稱為『我所喜悅的』,你的地必稱為『有居民的』,因為耶和華喜悅你,你的地也必有人居住。」
'For you shall be called My Delight, and your land Inhabited, because the Lord will take pleasure in you, and your land shall be inhabited.'
1:5594⧉ ⤴︎
Εὐδοκίαν αὐτὴν καὶ ἐν τῷ Ἄισματι Ἀισμάτων καλεῖ
在《雅歌》裡祂也稱她為「喜悅」。
'Delight' he also calls her in the Song of Songs.
1:5595⧉ ⤴︎
Εὐδο κία<ν> δὲ καλεῖ τὸ ἀγαθὸν θέλημα
祂所說的「喜悅」,是指那美好的旨意(良善的美意)。
And by 'delight' he means the good will (the good pleasure).
1:5596⧉ ⤴︎
Οὕτως καὶ ὁ θεῖος ἀπόστολος·
那神聖的使徒也是這樣說:
So also the divine apostle:
1:5597⧉ ⤴︎
κατὰ τὴν εὐδοκίαν τοῦ θελήματος αὐτοῦ
「照著祂旨意的美意。」
'according to the good pleasure of his will.'
1:5598⧉ ⤴︎
Καὶ ὡς συνοικῶν νεανίσκος παρθένῳ οὕτως κατοικήσουσιν οἱ υἱοί σου·
「少年人怎樣與童女同住,你的眾子也必照樣住在你裡面;」
'And as a young man dwelling with a virgin, so shall your sons dwell in you;'
1:5599⧉ ⤴︎
νυμφίος ἐπὶ νύμφῃ , οὕτως εὐφρανθήςεται κύριος ἐπὶ σοί
「新郎怎樣因新婦歡喜,主也必照樣因你歡喜。」
'as a bridegroom over a bride, so shall the Lord rejoice over you.'
1:5600⧉ ⤴︎
Ἐπειδὴ τῆς νύμφης ἐμνημόνευσεν , ἀναγκαίως καὶ τῆς παρθένου τέθεικε τὴν εἰκόνα , ἵνα δείξῃ τοῦ γάμου τὸ διάφορον
既然他提到了新婦,就必然也擺上童女的形象,為要顯明這婚姻的特別之處。
Since he had made mention of the bride, he necessarily set down also the image of the virgin, in order to show the distinctiveness of the marriage.
1:5601⧉ ⤴︎
Καὶ ἐπὶ τῶν τειχῶν σου , Ἱερουσαλήμ , κατέστησα φύλακας ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα , οἳ διὰ τέλους οὐ σιωπήσουσι μιμνῃσκόμενοι κυρίου
耶路撒冷啊,我在你的城牆上設立了守望者,晝夜不絕,他們自始至終不緘默,常常記念主。
And upon your walls, O Jerusalem, I have set watchmen all the day and all the night, who to the end shall not be silent, making mention of the Lord.
1:5602⧉ ⤴︎
Ἱερουσαλὴμ πάλιν αὐτὴν ὀνομάζει τὴν νύμφην , φύλακας δὲ καλεῖ τοὺς κατὰ πόλιν καὶ κώμην τῶν εὐσεβῶν λαῶν ἡγουμένους , οἵτινες νύκτωρ καὶ μεθ' ἡμέραν τὸν θεὸν ἀνυμνοῦντες τὴν θείαν φυλάττουσι πόλιν
他再次以「耶路撒冷」稱呼那新婦,而以「守望者」稱那遍及各城各鄉、統領虔敬子民的人;他們晝夜歌頌讚美神,看守這神聖的城。
Once again he names the bride herself Jerusalem, and by 'watchmen' he calls the leaders of the devout peoples throughout every city and village, who by night and by day praise God in song and guard the divine city.
1:5603⧉ ⤴︎
Εἰ δὲ καὶ ἀγγέλους τούτους ὑπολάβοι τις εἶναι , οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας
但若有人認為這些也是天使,他也不至於偏離真理。
But if one should suppose these to be angels also, he would not stray from the truth.
1:5604⧉ ⤴︎
Παρεμβαλεῖ γάρ φησιν ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύσεται αὐτούς . Οὐκ ἔστι γὰρ ὅμοιος ὑμῖν
因為經上說:「耶和華的使者在敬畏他的人四圍安營,搭救他們。」因為沒有一位像你們一樣。
For it says, The angel of the Lord shall encamp round about them that fear him, and shall deliver them. For there is none like unto you.
1:5605⧉ ⤴︎
Οὐδένα γὰρ ἄλλον φησὶ τοιο ῦτον εὑρήσετε δίκαιον , ἅγιον , ἀληθῶς θεόν , ἐπιμελῶς ὑμῶν προμηθούμενον
因為經上說:你們再找不到另一位這樣公義、聖潔、真正是神、如此殷勤看顧你們的。
For, it says, you shall find no other one so righteous, so holy, truly God, so carefully providing for you.
1:5606⧉ ⤴︎
Οὕτω καὶ ὁ μακάριος ἔφη Μωυσῆς·
蒙福的摩西也如此說:
So too the blessed Moses said:
1:5607⧉ ⤴︎
Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς κύριε καὶ οὐκ ἔστι κατὰ τὰ ἔργα σου . Οὕτω καὶ ὁ θεῖος Ἱερε μίας ·
「主啊,眾神之中沒有可比你的,你的作為也無可比擬。」神聖的耶利米也如此說:
There is none like unto you among the gods, O Lord, and there is none according to your works. So too the divine Jeremiah said:
1:5608⧉ ⤴︎
Πόθεν ὅμοιός σοι κύριε; Πόθεν ὅμοιός σοι βασιλεῦ τῶν ἐθνῶν; Ἐὰν διορθώσῃ καὶ ποιήσῃ Ἱερουσαλὴμ ἀγαυρίαμα ἐπὶ τῆς γῆς , καύχημα ἐν τῇ γῇ
「主啊,哪裏有可比你的呢?列國的王啊,哪裏有可比你的呢?」倘若你使耶路撒冷得以匡正、得以成全,她必在地上成為歡騰,在地上成為誇耀。
Whence should there be any like unto you, O Lord? Whence any like unto you, O King of the nations? If you set right and make Jerusalem, she shall be an exultation upon the earth, a boast in the land.
1:5609⧉ ⤴︎
Τοῦτο δὲ μαθήσῃ τῆς προτέρας ἀγνοίας ἀπαλλα γ εῖσα καὶ τοὺς αἰχμαλωτεύσαντάς σε δαίμονας ἀνδρείως καταγωνισαμένη
這事你必明白,就是當你脫離了先前的無知,並且英勇地戰勝那擄掠你的眾鬼魔之後。
This you shall learn, once you have been freed from your former ignorance and have manfully vanquished the demons that led you captive.
1:5610⧉ ⤴︎
Ὤμοσε κύριος κατὰ τῆς δόξης αὐτοῦ καὶ κατὰ τῆς ἰσχύος τοῦ βραχίονος αὐτοῦ , εἰ ἔτι δώσει τὸν σῖτόν σου καὶ τὰ βρώματά σου τοῖς ἐχθροῖς σου καὶ εἰ ἔτι πίονται υἱοὶ ἀλλότριοι τὸν οἶνόν σου ἐφ' ᾧ ἐμόχθησας , ἀλλ' οἱ ςυναγα γόντες φάγονται αὐτὸν καὶ αἰνέσουσι τὸν κύριον καὶ οἱ συναγαγόντες πίονται αὐτὸν ἐν ταῖς ἐπαύλεσί μου ταῖς ἁγίαις
主指著自己的榮耀、指著自己膀臂的力量起誓說:我必不再將你的五穀和你的食物給你的仇敵,外邦人的子孫也必不再喝你勞碌得來的酒;惟有那收聚的必吃用,並讚美主,那收聚的也必在我聖潔的院宇中喝這酒。
The Lord has sworn by his glory and by the strength of his arm: I will no longer give your grain and your foods to your enemies, and the sons of strangers shall no longer drink your wine for which you toiled; but those who gathered it shall eat it and shall praise the Lord, and those who gathered it shall drink it in my holy courts.
1:5611⧉ ⤴︎
Σοῦ γὰρ γενναίως ἀγωνιζομένης ἐγὼ στρατηγήσω καί , ἐπειδὴ οὐδένα ἄλλον ἔχω μείζονα καθ' ὃν ὀμνύναι δεῖ , κατὰ τῆς οἰκείας δόξης καὶ κατὰ τῆς οἰκείας δυνάμεως ὄμνυμι , ὡς σοὶ τοὺς σοὺς φυλάξω καρποὺς καὶ οὐ συγχωρήσω τούτους ἁρπαγῆναι συνήθως , ἀλλὰ σὺ τῶν πόνων ἀπολαύσῃ τῶν σῶν
因為當你英勇爭戰時,我要作你的元帥;既然我沒有更大的可以指著起誓,我便指著自己的榮耀、指著自己的能力起誓:我必為你保守你的果實,不容它們照舊被搶奪,惟有你自己要享受你勞碌所得的。
For while you contend nobly, I will be your general; and since I have no other greater by whom I ought to swear, I swear by my own glory and by my own power, that I will guard your fruits for you and will not permit them to be plundered as before, but you yourself shall enjoy the reward of your labors.
1:5612⧉ ⤴︎
Σῖτον δὲ καὶ οἶνον καὶ βρώματα τροπικῶς τοὺς τῆς δικαιοσύνης νοητέον καρπούς
至於「五穀」、「酒」和「食物」,應當按象徵的意思,理解為公義的果實。
By 'grain' and 'wine' and 'foods' one must understand figuratively the fruits of righteousness.
1:5613⧉ ⤴︎
Πορεύεσθε , περιέλθετε διὰ τῶν πυλῶν μου , σκευάσατε τὴν ὁδὸν καὶ ὁδοποιήσατε τῷ λαῷ μου καὶ τοὺς λίθους ἐκ τῆς ὁδοῦ ῥίψατε
你們要前去,經過我的門,修備道路,為我的百姓築路,並將路上的石頭挪去。
Go, pass through my gates, prepare the way and make a road for my people, and cast the stones out of the way.
1:5614⧉ ⤴︎
Καὶ ταῦτα νομίζουσιν Ἰουδαῖοι τὴν αὐτῶν προλέγειν ἐπάνοδον , ἀλλ' οὐκ ἐᾷ νοεῖν οὕτω τὰ ἑξῆς
猶太人以為這些話是預言他們自己的歸回,然而下文卻不容人如此理解。
And the Jews suppose that these words foretell their own return; but what follows does not permit them to understand it so.
1:5615⧉ ⤴︎
Ἐξάρατε σύσσημον εἰς τὰ ἔθνη·
要向列國高舉旌旗:
Lift up a signal to the nations:
1:5616⧉ ⤴︎
Ἰδοὺ γὰρ κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς
因為看哪,主已使人聽見,直到地極。
For behold, the Lord has made it to be heard unto the end of the earth.
1:5617⧉ ⤴︎
Ἀκουστὸν δὲ ἕως ἐσχάτου τῆς γῆς πεποίηκεν ὁ θεὸς οὐ τὸ οἰκοδόμημα τῆς Ἱερουσαλὴμ ἀλλὰ τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς τοῦ δεσπότου ἀνάληψιν καὶ τοῦ πνεύματος τοῦ ἁγίου τὴν ἐπιφοίτησιν καὶ τῶν μελ λόντων ἀγαθῶν τὴν ἐλπίδα
神使人聽見直到地極的,並不是耶路撒冷的建造,而是十字架、受難、復活、主升到諸天之上、聖靈的降臨,以及那將來美善之事的盼望。
Now God has made to be heard unto the end of the earth, not the building of Jerusalem, but the Cross and the Passion and the Resurrection and the Master's ascension into the heavens, and the coming of the Holy Spirit, and the hope of the good things to come.
1:5618⧉ ⤴︎
Τούτοις εὐτρεπισθῆναι κελεύει τοῖς κήρυξι τὴν ὁδὸν καὶ ὁμαλὴν ταύτην καὶ λείαν γενέσθαι τῆς δυσκολίας ἀναιρουμένης
他吩咐傳令的人用這些事修備道路,使它平坦光滑,除去一切崎嶇險阻。
He commands the heralds to prepare the way with these things, and to make it level and smooth, with all difficulty removed.
1:5619⧉ ⤴︎
Λίθους γὰρ καλεῖ τὰ κωλύματα
因為他以「石頭」稱那些攔阻。
For by 'stones' he calls the obstacles.
1:5620⧉ ⤴︎
Οὕτω καὶ ἐν τοῖς πρόσθεν ὁ προφητικὸς ἔφη λόγος·
先前的經文中,先知的話也如此說:
So too in the preceding passages the prophetic word said:
1:5621⧉ ⤴︎
Ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς πεδία . Εἶτα τῆς ὁδοῦ σκευασθείσης κελεύει τοῖς κήρυξιν εἰπεῖν τῇ θυγατρὶ Σιών , τουτέστι τῇ κατὰ τὴν οἰκουμένην ἐκκλησίᾳ·
「一切彎曲的必成為平直,崎嶇之地必成為平原。」然後,道路既已修備,他就吩咐傳令的人對錫安的女子,也就是遍滿普世的教會,說:
All the crooked things shall become straight, and the rough ground shall become plains. Then, the way having been prepared, he commands the heralds to say to the daughter of Sion, that is, to the Church throughout the whole inhabited world:
1:5622⧉ ⤴︎
Ἰδοὺ ὁ σωτήρ σου παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ' αὐτοῦ καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ καὶ καλέσει αὐτὸν λαὸν ἅγιον λελυτρωμένον ὑπὸ κυρίου
看哪,你的救主已經來到,賞賜與他同在,他的工作行在他面前;他要稱它為聖潔的子民,是蒙主救贖的。
Behold, your Savior has come, having his reward with him, and his work before his face; and he shall call it a holy people, redeemed by the Lord.
1:5623⧉ ⤴︎
Ἰδοὺ κύριος μετὰ | | ἰσχύος ἔρχεται , ἐνταῦθα δὲ ἐκ προσώπου τῶν ἀποστόλων·
「看哪,主帶著能力來臨」——但在此處,是從眾使徒的口中說的:
Behold, the Lord comes with strength — here, however, from the person of the apostles:
1:5624⧉ ⤴︎
Ἰδοὺ ὁ σωτήρ σου παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθόν
看哪,你的救主已經來到,帶著他自己的賞賜。
Behold, your Savior has come, having his own reward.
1:5625⧉ ⤴︎
Τούτου δὲ τοῦ μισθοῦ καὶ ἄνω ἐμνήσθη καὶ τοῦ ἔργου ὁμοίως , καὶ οὐ χρὴ ταυ το λογίᾳ κεχρῆσθαι
這賞賜他在上文已經提過,那工作也是如此;不當因此指責他為重複贅言。
This reward he mentioned also above, and the work likewise; and one ought not to charge him with tautology.
1:5626⧉ ⤴︎
Σὺ δὲ κληθήσῃ ἐπιζη τουμένη πόλις καὶ οὐκ ἐγκαταλελειμμένη
你必被稱為蒙人尋訪的城,不再是被撇棄的。
But you shall be called a city sought after, and not forsaken.
1:5627⧉ ⤴︎
Πάλαι γὰρ ἐγκα τε λέλειπτο·
因為她從前曾被撇棄;
For of old she had been forsaken;
1:5628⧉ ⤴︎
οὔτε γὰρ Μωυσέα τὸν μέγαν οὔτε ἄλλον τινὰ ἐδέξατο τῶν προφητῶν οἰκιστήν
因為她既未曾接納偉大的摩西,也未曾接納眾先知中的任何一位作她的建立者。
for she received neither Moses the great, nor any other of the prophets, as her founder.
1:5629⧉ ⤴︎
[ ̓Ε ντεῦθεν ἡμᾶς ἡ προφητεία διδάσκει τοῦ πολέμου τὸν τρόπον , ὃν ὑπὲρ ἡμῶν ὁ δεσπότης ἀ ναδεξ άμενος καὶ νενίκηκε καὶ κατέλυσε τὸν πολέμιον καὶ συνέτριψε τὸν τῆς δουλείας ζυγόν
從此處起,這預言教導我們那場戰爭的方式,就是主為我們所承擔的戰爭;他既得了勝,又消滅了仇敵,並且折斷了奴役的軛。
From this point the prophecy teaches us the manner of the war which the Master undertook on our behalf, and both conquered and dissolved the enemy, and shattered the yoke of bondage.
1:5630⧉ ⤴︎
λόγον εἰς ἐρώτησιν ὁ προφήτης·
先知將這話語化為一個提問;
The prophet puts the words in the form of a question;
1:5631⧉ ⤴︎
μηνύει δὲ ὡς οἶμαι τὴν εἰς οὐρανοὺς ἄνοδον τοῦ δεσπότου
我以為,他所指明的乃是主升入諸天。
and he indicates, as I think, the ascent of the Master into the heavens.
1:5632⧉ ⤴︎
Καὶ τὸ ψαλμικὸν μεμίμηται σχῆμα·
他也仿效了詩篇的體例;
And he has imitated the manner of the psalm;
1:5633⧉ ⤴︎
καὶ γὰρ ἐκεῖ ὁμοίως ἐρωτῶσί τινες·
因為在那裏也照樣有人發問:
for there too, in like manner, certain ones ask:
1:5634⧉ ⤴︎
Τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; οὐκ ἐπειδὴ ἠγνόουν αἱ ἐπουράνιαι δυνάμεις τὸν ἀνιόντα , ἀλλὰ διὰ τῆς ἐρωτήσεως καὶ ἀποκρίσεως ἡμᾶς ἀκριβέστερον ἐκδιδάσκουσαι τοῦ ἀναληφ θέντος τὴν φύσιν
「這榮耀的王是誰呢?」——這並非因為天上的權能不認識那位上升者,而是要藉著問答更確切地教導我們,關於那被接上升者的本性。
Who is this King of glory? — not because the heavenly powers were ignorant of him who was ascending, but that through the question and answer they might more precisely instruct us concerning the nature of him who was taken up.
1:5635⧉ ⤴︎
Οὕτω καὶ ἐνταῦθα πυνθάνονταί τινες·
在此處也照樣有人詢問:
So too here certain ones inquire:
1:5636⧉ ⤴︎
Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδώμ; Ἐδὼμ δὲ τὴνἐρυθρὰν ὀνομάζουσι γῆν , Βοσὸρ δὲ τὴν σάρκα·
「這從以東而來的是誰呢?」以東乃是他們對那紅色之地的稱呼,波斯拉則是指肉體;
Who is this that comes from Edom? Now Edom they name the red land, and Bosor the flesh;
1:5637⧉ ⤴︎
θαυμάζουσι δὲ ὅτι ἐν γηίνῃ καὶ σαρκίνῃ στολῇ ἄρρητον τοῦ περιβε βλη μένου τὸ κάλλος καὶ τοσοῦτον ὡς βιάζεσθαι τοὺς ὁρῶντας εἰς ἔρωτα
他們驚奇,那身披地上肉身之袍者的美麗竟是難以言喻的,並且如此之大,以致強逼那些觀看的人生出愛慕。
and they marvel that, in an earthly and fleshly robe, the beauty of him who is clothed is ineffable, and so great as to constrain those who behold him unto love.
1:5638⧉ ⤴︎
Ὡραῖος γάρ φησι κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων . Ὅτι Ἐδὼμ τὸ πυρρὸν ἑρμηνεύεται , ἄ ντικρυς τῆς νύμφης ἐν τῷ Ἄισματι τῶν Ἀισμάτων βοώσης
因為經上說:「你比世人更美。」而以東可解作「紅潤」,那新婦在雅歌中也公然宣告,呼喊說:
For it says, You are fair in beauty beyond the sons of men. And that Edom is interpreted 'ruddy,' the bride openly proclaims in the Song of Songs, crying out:
1:5639⧉ ⤴︎
Ὁ ἀδελφιδός μου πυρρὸς καὶ λευκός
「我的良人紅潤而白皙」;
My beloved is ruddy and white;
1:5640⧉ ⤴︎
διὸ λευκὸν μὲν καλεῖ τὸ ἀπρόσιτον τῆς θεότητος φῶς , πυρρὸν δὲ τὸ ἀνθρώπειον εἶδος
所以她以「白皙」稱那不能靠近的神性之光,以「紅潤」稱那人性的形象。
wherefore by 'white' she calls the unapproachable light of the Godhead, and by 'ruddy' the human form.
1:5641⧉ ⤴︎
Τοῖς θαυμάζουσιν αὐτοῦ τὸ κάλλος ταύτην δέδωκε τὴν ἀπό κρισιν·
對那些驚嘆他美麗的人,他作出了這樣的回答:
To those who marvel at his beauty he gave this answer:
1:5642⧉ ⤴︎
Ἐγώ φησι διδάξω ὑμᾶς τῆς δικαίως γεγενημένης σωτηρίας τὸν τρόπον
他說:我要教導你們,那按公義所成就之救恩的方式。
I, it says, will teach you the manner of the salvation that has been righteously wrought.
1:5643⧉ ⤴︎
Ἵνα τί σου ἐρυθρὰ τὰ ἱμάτια καὶ τὰ ἐνδύματά σου ὡς πάτημα τοῦ ληνοῦ; Πλήρης καταπεπατημένης
你的衣服為何是紅的呢?你的裝束為何像踹滿了葡萄的酒醡的人呢?
Why are your garments red, and your raiment as one that treads the winepress full of what has been trodden down?
1:5644⧉ ⤴︎
Στολὴν αὐτοῦ καὶ ἱμάτιον τὴν ἀνθρω πότητα προσαγορεύει·
他以他的袍子和衣服指稱那人性;
By his robe and garment he designates the manhood;
1:5645⧉ ⤴︎
ἀπὸ δὲ τῆς πλευρᾶς αὐτοῦ ἐξῆλθεν αἷμα καὶ ὕδωρ κατὰ τὴν τοῦ εὐαγγελιστοῦ μαρτυρίαν
照福音書作者的見證,從他的肋旁流出了血和水。
and from his side there came forth blood and water, according to the testimony of the evangelist.
1:5646⧉ ⤴︎
Ληνὸν δὲ ὀνομάζει τὴν τῶν πολεμίων κατάλυσιν·
他以「酒醡」稱那仇敵的毀滅;
By 'winepress' he names the destruction of the enemies;
1:5647⧉ ⤴︎
καθάπερ γὰρ ἐν ταῖς ληνοῖς ἅπαντες οἱ βότρυες ἀποθλίβονται , οὕτω καὶ τὸν διάβολον καὶ πᾶσαν αὐτοῦ τὴν φάλαγγα παντελῶς ὁ δεσπότης κατέλυσεν
因為正如在酒醡中一切葡萄都被壓出汁來,照樣,主也徹底毀滅了魔鬼和他一切的軍陣。
for just as in the winepresses all the clusters are pressed out, so too the Master utterly destroyed the devil and all his phalanx.
1:5648⧉ ⤴︎
Ληνὸν ἐπάτησα μονώτατος , καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ·
我獨自踹了酒醡,列國中並無一人與我同在;
I have trodden the winepress all alone, and of the nations there is not a man with me;
1:5649⧉ ⤴︎
καὶ κατεπάτησα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ κατέθλασα αὐτοὺς ἐν τῇ ὀργῇ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς γῆν
我在忿怒中將他們踐踏,在烈怒中將他們粉碎,並使他們的血流到地上。
and I trampled them down in my wrath and crushed them in my anger, and I brought their blood down to the earth.
1:5650⧉ ⤴︎
Καὶ κατερ ράνθαι λέγει τὰ ἱμάτια τῷ κατανικήματι τῶν ἐχθρῶν
他說他的衣服因勝過仇敵而濺滿了血。
And he says that his garments were bespattered by the vanquishing of the enemies.
1:5651⧉ ⤴︎
Ἡμέρα γὰρ ἀνταποδόσεως ἦλθεν αὐτοῖς καὶ ἐνιαυτὸς λυτρώσεως πάρεστιν
因為報應的日子已臨到他們,救贖的年頭也已來到。
For a day of recompense has come upon them, and a year of redemption is at hand.
1:5652⧉ ⤴︎
Καιρὸς γάρ ἐστι καὶ τούτους δοῦναι ὧν ἐτόλμησαν δίκας καὶ τοὺς ἀδίκως αὐτοῖς δεδουλευκότας ἐλευθερίας τυχεῖν
因為時候到了,一面要叫這些人為所膽敢妄行的付出代價,一面要叫那些不義地被他們奴役的人得著自由。
For it is the time both for these to pay the penalty for what they dared, and for those who unjustly served them as slaves to obtain freedom.
1:5653⧉ ⤴︎
Καὶ ἐπέβλεψα , καὶ οὐκ ἦν ὁ βοηθῶν·
我觀看,卻無人幫助;
And I looked, and there was none to help;
1:5654⧉ ⤴︎
καὶ προσενόησα , καὶ οὐθεὶς ἀντελαμβάνετο·
我留心察看,卻無人扶持;
and I gave heed, and there was none to uphold;
1:5655⧉ ⤴︎
καὶ ἐρρύσατό με ὁ βραχίων μου
於是我自己的膀臂拯救了我。
and my own arm delivered me.
1:5656⧉ ⤴︎
Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη·
神聖的使徒也如此說:
This the divine Apostle also said:
1:5657⧉ ⤴︎
Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ . Οὕτω καὶ ἐνταῦθα ὁ κύριος ἔφη ὅτι οὐδεὶς ἦν ὁ βοηθῶν καὶ οὐδεὶς ἀντελαμβάνετο –οὐ γὰρ εἶχε συνερ γοῦσαν τὴν τῶν ἀνθρώπων δικαιοσύνην –, ἤρκεσε δὲ ὁ ἐμὸς βραχίων τοῦ καταλῦ σαι τοὺς πολεμίους
「因為世人都犯了罪,虧缺了神的榮耀。」在此處,主也照樣說沒有人幫助、沒有人扶持——因為他沒有人的義作同工——惟有我的膀臂足以毀滅仇敵。
For all have sinned and come short of the glory of God. So too here the Lord said that there was none to help and none to uphold — for he had not the righteousness of men as a fellow-worker — but my arm sufficed to destroy the enemies.
1:5658⧉ ⤴︎
Βραχίονα δὲ καλεῖ τῆς δικαιοσύνης τὴν δύναμιν·
他以「膀臂」稱那公義的能力;
By 'arm' he calls the power of righteousness;
1:5659⧉ ⤴︎
ἀκηλίδωτον γὰρ καὶ ἁμ αρτίας ἐλευθέραν διεφύλαξε καὶ ἣν ἀνέλαβε φύσιν
因為連他所取的本性,他也保守其毫無玷污、免於罪惡。
for even the nature which he assumed he kept unstained and free from sin.
1:5660⧉ ⤴︎
Καὶ ὁ θυμός μου αὐτὸς ὑπέστη , καὶ κατεπάτησα αὐτοὺς ἐν τῇ ὀργῇ μου καὶ ἐμέθυσα αὐτοὺς ἐν τῷ θυμῷ μου καὶ κατήγαγον τὸ αἷμα αὐτῶν εἰς τὴν γῆν
我的忿怒親自臨到他們,我在烈怒中將他們踐踏,在忿怒中使他們沉醉,並使他們的血流到地上。
And my wrath itself came upon them, and I trampled them down in my anger, and I made them drunk in my wrath, and I brought their blood down to the earth.
1:5661⧉ ⤴︎
Ἀντὶ τοῦ αἵματος οἱ Τρεῖς Ἑρμηνευταὶ τὸ νεῖκος τεθείκασιν
至於「血」,那三位翻譯者卻置換為「爭鬥」。
In place of 'blood' the Three Interpreters have put 'strife.'
1:5662⧉ ⤴︎
καὶ οἷόν τινι κάρῳ τῇ συμφορᾷ κατε χόμενοι ἀκίνητοι κεῖνται ὑπὸ τῶν δορυαλώτων πατούμενοι
他們彷彿被那災禍如昏睡般攫住,一動不動地躺臥,被那些擄掠者所踐踏。
and, as if held fast by the calamity as by a stupor, they lie motionless, trodden underfoot by their captives.
1:5663⧉ ⤴︎
Ταύτης τοίνυν τῆς εὐεργεσίας ἀπολα ύσαντες καὶ τῆς πικρᾶς ἐκείνης ἀπαλλαγέντες δουλείας τὸν τούτων αἴτιον | | ἀνυμνήσωμεν
因此,我們既享受了這樣的恩惠,又脫離了那苦毒的奴役,就讓我們歌頌那成就這些事的主。
Having therefore enjoyed this benefaction and been freed from that bitter bondage, let us praise in song the Author of these things.
1:5664⧉ ⤴︎
Αὐτὸς γὰρ τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος πόλεμον ἡμῖν ἔ δωκ ε τῆς νίκης καὶ τῆς εἰ ρήνης τὸ δῶρον , ὧν εἰς τὸ τέλος ἀπολαύοιμεν χάριτι τοῦ νενικηκότος , μεθ' οὗ τῷ πατρὶ ἡ δόξα σὺν τῷ πανα γίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
因為他親自為我們承擔了戰爭,將得勝與平安的恩賜賜給我們;願我們藉著那得勝者的恩典,得以享受這些直到永遠;願榮耀藉著他歸與父,並與至聖的靈,從今直到永永遠遠。
For he himself, having undertaken the war on our behalf, gave us the gift of victory and of peace; may we enjoy these unto the end, by the grace of him who conquered, with whom to the Father be glory, together with the all-holy Spirit, now and ever and unto the ages of ages.
1:5665⧉ ⤴︎
ΤΟΜΟΣ Κʹ Τὸν ἔλεον κυρίου ἐμνήσθην , τὰς ἀρετὰς ἀναμνήσω , τὴν αἴνεσιν κυρίου ἐπὶ πᾶσιν οἷς ἡμῖν ἀνταποδίδωσιν
第二十卷。我記念主的憐憫,我要追念他的美德,就是主為他向我們所施行的一切而受的頌讚。
VOLUME 20. I made mention of the mercy of the Lord; I will call to remembrance his virtues, the praise of the Lord for all that he has rendered to us.
1:5666⧉ ⤴︎
Τὴν ἄφατον τοῦ δεςπότου προθεσπίσας φιλανθρωπίαν καὶ τὴν διὰ τῆς ἐνανθρωπήσεως γεγενημένην σωτηρίαν προαγορεύσας μάλα εἰκότως ἐπήγαγεν·
他既預先宣告了主那難以言喻的慈愛,又預先傳報了藉著道成肉身所成就的救恩,就極其合宜地接著說:
Having foretold the unspeakable loving-kindness of the Master and proclaimed beforehand the salvation wrought through the Incarnation, very fittingly he added:
1:5667⧉ ⤴︎
τὸν ἔλεον κυρίου ἐμνήσθην
我記念主的憐憫。
I made mention of the mercy of the Lord.
1:5668⧉ ⤴︎
Ἐλέου γὰρ καὶ φιλανθρωπίας ἡ τῆς ἐνανθρωπήσεως χάρις
因為道成肉身的恩典乃是出於憐憫與慈愛。
For the grace of the Incarnation is of mercy and of loving-kindness.
1:5669⧉ ⤴︎
Τὰς μέντοι ἀρετὰς ὁ μὲν Ἀκύλας ὑμνήσεις , ὁ δὲ Θεοδοτίων καὶ ὁ Σύμμαχος αἰνέσεις ἡρμήνευσαν·
至於「美德」一詞,亞居拉譯作「你要歌頌」,而狄奧多田和西馬庫則譯作「你要讚美」。
As for 'the virtues,' Aquila rendered it 'you shall hymn,' while Theodotion and Symmachus rendered it 'you shall praise.'
1:5670⧉ ⤴︎
Ἀκριβέστερον μέντοι οἱ Ἑβδομήκοντα τὸ ἀνταποδίδωσι τεθείκασιν·
然而七十士譯本卻更為精確地譯作「他施行報答」。
The Seventy, however, have more accurately put 'he renders.'
1:5671⧉ ⤴︎
ἐπειδὴ γὰρ τιμωρίαν ὠφείλομεν , σωτηρίαν δὲ ἀντὶ τιμωρίας ἐλάβομεν , εἰκότως τὸ ἀνταποδίδωσι τεθείκασιν ἀντὶ τοῦ·
因為我們本應受刑罰,卻領受了救恩以代刑罰,所以他們恰當地用了「他報答」一詞,意思是:
For since we owed punishment, yet received salvation in place of punishment, they have fittingly set down the word 'he recompenses' in the sense of:
1:5672⧉ ⤴︎
τοῖς ἐναντίοις ἡμᾶς ἀμείβεται ἀντὶ κακῶν διδοὺς ἀγαθά
他以相反的待遇回報我們,以善報惡。
he requites us with the opposite, giving good things in exchange for evils.
1:5673⧉ ⤴︎
Ταύτην γὰρ τὴν διάνοιαν καὶ ὁ Ἀκύλας τέθεικεν
阿奎拉也表達了同樣的意思。
For Aquila too has rendered this same sense.
1:5674⧉ ⤴︎
Κύριος κριτὴς δίκαιος τῷ οἴκῳ Ἰσραήλ , ἐπάγει ἡμῖν κατὰ τὸν ἔλεον αὐτοῦ καὶ κατὰ τὸ πλῆθος τῆς δικαιοσύνης αὐτοῦ
主是以色列家公義的審判者;他照著他的憐憫、照著他豐盛的公義待我們。
The Lord is a righteous judge to the house of Israel; he brings upon us according to his mercy and according to the abundance of his righteousness.
1:5675⧉ ⤴︎
Οὐ μόνῃ τῇ δικαιοσύνῃ κεχρημένος δικάζει , ἀλλ' ἐλέῳ κιρνᾷ τὸ δίκαιον , μᾶ λλον δέ·
他審判時並非單用公義,而是以憐憫調和公義;或更確切地說:
He does not give judgment employing righteousness alone, but tempers what is just with mercy; or rather:
1:5676⧉ ⤴︎
νικᾷ ἡ φιλανθρωπία τὸ δίκαιον
他的仁慈勝過公義。
his loving-kindness prevails over what is just.
1:5677⧉ ⤴︎
Οὐχὶ ὁ λαός μού ἐστι τέκνα μου καὶ οὐ μὴ ἀθετήσουσιν; Καὶ ἐγένετο αὐτοῖς εἰς σωτηρίαν ἐκ πάσης θλίψεως
他們豈不是我的百姓、我的兒女、必不行詭詐嗎?這就使他們從各樣患難中得了拯救。
Are they not my people, my children, and they will not deal treacherously? And it came to them for salvation out of every affliction.
1:5678⧉ ⤴︎
Ἐχρήσατο δὲ φιλανθρωπίᾳ εἰς τὸν νέον ἀποβλέψας λαόν , ὃν καὶ τῆς υἱοθεσ ίας ἠξίωσεν·
他施行仁慈,眷顧那新的百姓,甚至使他們得著兒子的名分;
He exercised his loving-kindness by looking upon the new people, whom he also deemed worthy of adoption as sons;
1:5679⧉ ⤴︎
οἷς μαρτυρεῖ καὶ τὸ ἑδραῖον τῆς πίστεως·
他們信心的堅定也為他們作見證;
to whom the steadfastness of their faith also bears witness;
1:5680⧉ ⤴︎
Οὐ πρέσβυς οὐδὲ ἄγγελος ἀλλ' αὐτὸς ὁ κύριος ἔσωσεν αὐτοὺς διὰ τὸ ἀγαπᾶν αὐτοὺς καὶ φείδεσθαι αὐτῶν , αὐτὸς ἐλυτρώσατο αὐτοὺς καὶ ἀνέλαβεν αὐτοὺς καὶ ὕψωσεν αὐτοὺς πάσας τὰς ἡμέρας τοῦ αἰῶνος
拯救他們的並非長者,也非天使,乃是主自己,因為他愛他們、憐惜他們;他親自救贖他們、扶持他們、高舉他們,直到永遠的日子。
It was neither an elder nor an angel, but the Lord himself who saved them, because he loved them and spared them; he himself redeemed them, and took them up, and exalted them all the days of the age.
1:5681⧉ ⤴︎
Οὐ πρέσβυς οὐδὲ ἄγγελος , ὁ Θεοδοτίων Οὐ πολιορκητὴς οὐδὲ ἄγγελος ἔφη
「並非長者,也非天使」:狄奧多提翁譯作「並非圍攻者,也非天使」。
'Neither an elder nor an angel': Theodotion said, 'Neither a besieger nor an angel.'
1:5682⧉ ⤴︎
Οὐδενὶ γὰρ ἄλλῳ τὸν ὑπὲρ ἡμῶν ἐνεχείρισε πόλεμον ἀλλ' αὐτὸς ἐπολέμησεν , αὐτὸς ἠρίστευσεν , αὐτὸς κατέλυσε τοῦ τυράννου τὸ κράτος
因為他沒有把為我們爭戰之事交託給別人,乃是他親自爭戰、親自奮勇、親自摧毀了那暴君的權勢。
For he committed the war on our behalf to no other, but he himself waged it, he himself fought valiantly, he himself broke the might of the tyrant.
1:5683⧉ ⤴︎
Αὐτοὶ δὲ ἠπείθησαν καὶ παρώξυναν τὸ πνεῦμα τὸ ἅγιον αὐτοῦ , καὶ ἐστράφη αὐτοῖς εἰς ἔχθραν , αὐτὸς κύριος ἐπολέμησεν αὐτούς
他們卻悖逆,惹動了他的聖靈,聖靈就轉為與他們為敵;主自己攻擊他們。
But they were disobedient and provoked his Holy Spirit, and it was turned to enmity against them; the Lord himself made war upon them.
1:5684⧉ ⤴︎
Αὐτὸς μὲν τῇ ἀρρήτῳ χρώμενος ἀγαθότητι πάντα ὑπὲρ τῆς αὐτῶν ἐπραγματεύσατο σωτη ρίας·
他確實以他那無法言喻的良善,為他們的救恩成就了一切;
He indeed, employing his unutterable goodness, did all things for their salvation;
1:5685⧉ ⤴︎
οἱ δὲ πονηρίᾳ συζῶντες , τουτέστιν Ἰουδαῖοι , καὶ ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτοντες , ᾗ φησιν ὁ θεσπέσιος Στέφανος –ἐντεῦθεν δὲ κἀκεῖνος τὴν κατηγορίαν ὕφηνεν –οὐκ ἐδέξαντο τὴν σωτηρίαν ἀλλὰ τῆς εἰρήνης τὴν ἀφορμὴν πολέμου πρόφασιν ἐποιήσαντο·
但他們是活在邪惡中的人,就是猶太人,總是抗拒聖靈,正如那受神感的司提反所說(他也正是由此編織了他的控訴),他們不接受救恩,反倒把和平的機會當作發動戰爭的藉口;
but they, living in wickedness—that is, the Jews—and ever resisting the Holy Spirit, as the divinely inspired Stephen says (and from this he too wove his accusation), did not receive salvation, but made the occasion of peace a pretext for war;
1:5686⧉ ⤴︎
οὗ δὴ χάριν τῆς ἀχαριστίας αὐτοὺς εἰσεπράξατο δίκας
為此緣故,他向他們追討了他們忘恩負義的罪罰。
for which reason he exacted from them the penalties of their ingratitude.
1:5687⧉ ⤴︎
Καὶ ἐμνήσθη ἡμερῶν αἰωνίων , Μωσῆ καὶ λαοῦ αὐτοῦ
他就想起古時的日子、想起摩西和他的百姓。
And he remembered the days of old, Moses and his people.
1:5688⧉ ⤴︎
Ἐμνήσθη δὲ καὶ τῶν πάλαι γεγενημένων ἐπὶ Μωυσέως τοῦ νομοθέτου·
他也記念從前在律法頒布者摩西的時代所成就的事;
He also called to mind the things that had been done long ago in the time of Moses the lawgiver;
1:5689⧉ ⤴︎
καὶ γὰρ οἱ ἐπ' ἐκείνου δυσσεβοῦντες καὶ παρανομοῦντες ἐν τῇ ἐρήμῳ καταναλώθησαν
因為那時行不敬虔、犯律法的人,都在曠野中被滅絕了。
for indeed those who in his time acted impiously and lawlessly were consumed in the wilderness.
1:5690⧉ ⤴︎
Ποῦ ἐστιν ὁ ἀναγαγὼν ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων αὐτοῦ; Ποῦ ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον , ὁ ἀναγα γὼν τῇ δεξιᾷ τὸν Μωυσῆν; Ὁ δὲ Ἀκύλας οὕτως·
那將他羊群的牧人從地上領上來的在哪裡呢?那將聖靈放在他們中間、用右手引領摩西上來的在哪裡呢?阿奎拉則如此譯道:
Where is he who brought up out of the land the shepherd of his sheep? Where is he who put among them the Holy Spirit, who led Moses up by his right hand? But Aquila renders it thus:
1:5691⧉ ⤴︎
Ποῦ ὁ ἀναβιβάσας αὐτοὺς ἀπὸ θαλάσσης σὺν νομεῦσι ποιμνίου αὐτοῦ; Καὶ ὁ Σύμμαχος δὲ καὶ ὁ Θεοδοτίων ἀπὸ θαλάττης ἀντὶ τῆς γῆς τεθείκασιν·
那將他們與他羊群的牧人一同從海裡領上來的在哪裡呢?西馬庫斯和狄奧多提翁也都用「從海裡」而非「從地上」;
Where is he who brought them up out of the sea with the shepherds of his flock? And both Symmachus and Theodotion have put 'out of the sea' instead of 'out of the land';
1:5692⧉ ⤴︎
οὕτω δὲ καὶ παρὰ τοῖς Ἑβδομήκοντα εὗρον κείμενον ἐν τῷ Ἑξαπλῷ
我在《六文合參》中也發現七十士譯本是如此記載的。
and thus too I found it set down among the Seventy in the Hexapla.
1:5693⧉ ⤴︎
Μέμνηται δὲ ὁ προφητικὸς λόγος τῆς διὰ θαλάττης γεγεν η μένης πορείας·
先知的話論及了那藉著海所發生的行程;
The prophetic word makes mention of the journey that took place through the sea;
1:5694⧉ ⤴︎
προορῶν γὰρ αὐτοὺς τῆς θείας κηδεμονίας ἐρήμους γεγενημένους καὶ κατὰ τὴν ἡ μῖν γ εγε νη μέ νην πρόρρησιν διασπασθέντα μὲν τοῦ ἀμπελῶνος τὸν φραγμόν , καταλυθέντα δὲ τὸν τοῖχ ον , αὐτὸν δὲ ὑπὸ πάντων πατού μενον , τῶν παλαιῶν ἐκείνων ἀναμιμνῄσκεται , ὅτε διῃρέθη μὲν τὸ πέλαγος , ἐγένετο δὲ αὐτοῖς ἱππήλατον πεδίον ὁ τῆς θαλάττης πυθμήν , εἶδον δὲ τοὺς πολεμίους ἅπαντ ας ὑποβρυχίους γεγενημένους , ἀπήλαυον δὲ καὶ προφητικῆς χάριτος , δι' ἐκείνων τοῦ παν αγίου πνεύματος τὰ ἐσόμενα προδηλοῦντος
因為他預見他們將要喪失神的看顧,並且照著我們先前所作的預言,葡萄園的籬笆將被拆毀、牆垣將被拆倒、葡萄園本身將被眾人踐踏,於是他記念那古時的事——那時海被分開,海底成了他們騎馬可行的平原,他們看見所有仇敵都沉沒在水裡,他們也享受了先知的恩典,因為至聖的靈藉著他們預先顯明將來的事。
for foreseeing that they would become bereft of the divine care, and, in accordance with the prediction we made, that the hedge of the vineyard would be torn away, the wall broken down, and the vineyard itself trodden underfoot by all, he calls to mind those ancient things—when the sea was divided, the bottom of the sea became for them a plain fit for horsemen, they saw all their enemies plunged beneath the waves, and they enjoyed also prophetic grace, the all-holy Spirit foreshowing through them the things to come.
1:5695⧉ ⤴︎
Ὁ μέντοι θεῖος ἀπόστολος τοῦτο εἰς τὸν δεσπότην Χριστὸν οὐχ ὡς ἀληθῶς | | ἔλαβ εν ἀλλ' ὡς τυπικῶς ἐπὶ τὴν ἀλήθειαν μετήνεγκεν·
然而,那位神聖的使徒並非按字面把這事歸於主基督,而是以預表的方式將它轉移到真理之上;
The divine Apostle, however, took this not as referring literally to the Master Christ, but transferred it typologically to the truth;
1:5696⧉ ⤴︎
καθάπερ <γὰρ> τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων διωκ όντων διέβη τὴν θάλατταν ὁ λαὸς ἡγουμένου τοῦ Μωυσέως , οὕτως τοῦ διαβόλου καὶ τῶν δαιμόνων πολεμούντων συνέτριψε μὲν ὁ δεσπότης Χριστὸς τοῦ θανάτου τὰς πύλας καὶ πρῶτος ταύτας διῆλθεν , ἐξάγει δὲ καὶ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν
因為正如當法老和埃及人追趕時,百姓在摩西的帶領下過了海,照樣,當魔鬼和眾鬼爭戰時,主基督摧毀了死亡的門,並且首先通過了這些門,也把全人類的本性領了出來。
for just as, when Pharaoh and the Egyptians were pursuing, the people crossed the sea under the leadership of Moses, so, when the devil and the demons were waging war, the Master Christ shattered the gates of death and was the first to pass through them, and he leads out also the whole nature of mankind.
1:5697⧉ ⤴︎
Τούτου δὴ χάριν ὁ θεῖος ἀπόστολος ταῦτα τίθησιν ἐπὶ τοῦ δεσπότου Χριστοῦ τὰ ῥητὰ καί φησιν·
為此緣故,那位神聖的使徒把這些話應用在主基督身上,說:
For this reason the divine Apostle applies these sayings to the Master Christ and says:
1:5698⧉ ⤴︎
Ὁ ἀναγαγὼν ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν . Τούτου ἐστὶν ὁ Μωυσῆς ὑπουργός τε καὶ τύπος·
那將群羊的大牧人從死裡(地上)領上來的。摩西乃是這位大牧人的僕役與預表;
He who brought up from the earth the great shepherd of the sheep. Of this one Moses is both minister and type;
1:5699⧉ ⤴︎
οὗτος γὰρ ὁ ἀληθινὸς ποιμὴν ὁ τὴν ψυχὴν αὐτοῦ τεθεικὼς ὑπὲρ τῶν προ βάτων
因為他是那真牧人,為羊捨命的。
for he is the true shepherd, who laid down his life for the sheep.
1:5700⧉ ⤴︎
Ἐρυθρᾷ Θαλάττῃ γεγενημένων ἀναμιμνῄσκει·
他記念那在紅海所發生的事;
He calls to mind the things that took place at the Red Sea;
1:5701⧉ ⤴︎
Ὁ βραχίων τῆς δόξης αὐτοῦ κατίσχυσεν ὕδωρ ἀπὸ προσώπου αὐτοῦ ποιῆσαι ἐν αὐτῷ ὄνομα αἰώνιον
他榮耀的膀臂得勝了,使水從他面前分開,好在其中為他成就永遠的名。
The arm of his glory prevailed to make water from before his face, to make in it an everlasting name.
1:5702⧉ ⤴︎
Τῇ γὰρ ἐνεργείᾳ τοῦ θείου προστάγματος διῃρέθη τὸ πέλαγος καὶ ἐγένετο αὐτοῖς τὸ ὕδωρ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων
因為藉著神命令的運行,大海被分開,水就在他們的左右成了牆垣。
For by the working of the divine command the sea was divided, and the water became for them a wall on the right and a wall on the left.
1:5703⧉ ⤴︎
ἔστη καὶ ἡ ῥοώδης φύσις ἐμιμεῖτο τειχῶν οἰκοδομίαν
那流動的元素竟然停住,彷彿築起了牆垣一般。
The fluid element stood still and imitated the building of walls.
1:5704⧉ ⤴︎
Ἤγαγεν αὐτοὺς δι' ἀβύσσου ὡς ἵππον δι' ἐρήμου καὶ ὡς κτήνη διὰ πεδίου , καὶ οὐκ ἐκοπίασαν
他領他們經過深淵,如馬經過曠野,如牲畜經過平原,他們並不困乏。
He led them through the abyss like a horse through the wilderness, and like cattle through a plain, and they did not grow weary.
1:5705⧉ ⤴︎
Ἐν ταῖς ἐρήμοις εὐπετ ῶς ὁ ἵππος δύναται τρέχειν·
在曠野中,馬能夠輕快地奔跑;
In the wildernesses a horse is able to run with ease;
1:5706⧉ ⤴︎
οὐ γὰρ ἔστιν αἱμασιῶν καὶ δένδρων κωλύματα
因為那裡沒有石牆和樹木的阻礙。
for there are no obstacles of stone fences and trees.
1:5707⧉ ⤴︎
Καὶ τὰ κτήνη δὲ ὡσαύ τως μετὰ πολλῆς μὲν δυσκολίας τὰ ὄρη διαβαίνει , εὐπετῶς δὲ μάλα τὰ πεδία διέρχεται
牲畜也是如此,翻越山嶺甚為艱難,卻極易穿越平原。
And cattle likewise cross the mountains with much difficulty, but pass over the plains very easily.
1:5708⧉ ⤴︎
Τὴν πολλὴν τοίνυν τῆς διαβάσεως διὰ τούτων δεδήλωκεν εὐκολίαν , ὑποδείκνυσι δὲ καὶ τῶν γεγενημένων τὸ αἴ τιον·
因此,他藉著這些話顯明了過海的極大順暢,並指明了所成之事的緣由:
By these words, then, he has shown the great ease of the crossing, and he indicates also the cause of what took place:
1:5709⧉ ⤴︎
Κατέβη πνεῦμα παρὰ κυρίου καὶ ὡδήγησεν αὐτούς·
有靈從主那裡降下,引導了他們;
A spirit came down from the Lord and guided them;
1:5710⧉ ⤴︎
οὕτως ἤγαγες τὸν λαόν σου τοῦ ποιῆσαι σεαυτῷ ὄνομα δόξης
你就這樣引領你的百姓,為自己成就榮耀的名。
thus you led your people to make for yourself a name of glory.
1:5711⧉ ⤴︎
Ἡ θεία γὰρ αὐτοὺς ἐποδήγησε χάρις , καὶ δῆλος ἐγένετο πᾶσι τοῦ Ἰσραὴλ ὁ θεός
因為神的恩典引導了他們,以色列的神也向眾人顯明了。
For the divine grace guided them, and the God of Israel became manifest to all.
1:5712⧉ ⤴︎
Ἐντεῦθεν πρὸς αὐτὸν τὸν θεὸν ὁ προφήτης μεταφέρει τὸν λόγον ὑπὲρ τοῦ λαοῦ τὴν ἱκετείαν προσφέρων·
從此處起,先知把話語轉向神自己,為百姓獻上懇求:
From here the prophet turns his discourse to God himself, offering supplication on behalf of the people:
1:5713⧉ ⤴︎
Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ κύριε καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης
主啊,求你從天上垂顧,從你聖潔榮耀的居所觀看。
Look down from heaven, O Lord, and behold from your holy house and your glory.
1:5714⧉ ⤴︎
Ὁρῶν τὸν λαὸν τῆς προτέρας κηδεμονίας ἐστερη μένον καὶ τὸν ναὸν τῆς θείας χάριτος γενόμενον ἔρημον , ἱλεούμενος αὐτὸν λέγει·
他看見百姓喪失了從前的看顧,聖殿也成了神恩典所離棄的荒場,就懇求他施憐憫,說:
Seeing the people deprived of their former care and the temple become desolate of the divine grace, he says, imploring him to be merciful:
1:5715⧉ ⤴︎
Ἐπίστρεψον ἐκ τοῦ οὐρανοῦ κύριε , ἄνω θεν γὰρ ἐποπτεύειν δύνασαι τὰ ἡμέτερα·
主啊,求你從天上回轉,因為你能從高處鑒察我們的景況;
Turn back from heaven, O Lord, for from on high you are able to watch over our affairs;
1:5716⧉ ⤴︎
πλήρωσον πάλιν τὸν ναὸν τῆς χάριτός σου
求你再一次以你的恩典充滿聖殿。
fill again the temple with your grace.
1:5717⧉ ⤴︎
Ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστι τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου , ὅτε ἀνέσχου ἡμῶν·
你的熱心和你的能力在哪裡呢?你豐盛的憐憫和慈愛在哪裡呢?就是你從前寬容我們的時候。
Where is your zeal and your strength? Where is the abundance of your mercy and your compassions, when you bore with us?
1:5718⧉ ⤴︎
Μακροθυμῶν ἡμῖν ἀεὶ δέσποτα διετέλεις , ἔφερες τὴν ἡμετέραν παρανομίαν , ζήλῳ κατὰ τῶν πολεμίων ἐκέχρησο καὶ τὴν ἄμαχόν σου δύναμιν δήλην ἐποίεις
主啊,你一直向我們恆久忍耐,你擔當我們的不法,你以熱心對付我們的仇敵,並顯明你那無敵的大能。
You continued ever to be long-suffering toward us, O Master; you bore with our lawlessness, you employed zeal against our enemies, and you made manifest your invincible power.
1:5719⧉ ⤴︎
Σὺ γὰρ ἡμῶν πατὴρ εἶ , ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς , ἀλλὰ σὺ κύριε πατὴρ ἡμῶν , ῥῦσαι ἡμᾶς , ἀπ' ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστιν
因為你是我們的父,亞伯拉罕雖然不認識我們,以色列也不承認我們,但主啊,你是我們的父;求你救贖我們;從起初你的名就在我們身上。
For you are our Father, for Abraham did not know us and Israel did not acknowledge us, but you, O Lord, are our Father; deliver us; from the beginning your name is upon us.
1:5720⧉ ⤴︎
Οὐδεὶς ἡμᾶς ἐκείνων τῶν παλαιῶν προγόνων ἐπίσταται·
那些古時的先祖沒有一位認識我們;
None of those ancient forefathers knows us;
1:5721⧉ ⤴︎
διὸ σὲ μόνον καὶ δεσπότην καὶ πατέρα καλοῦμεν·
因此我們只稱你為主、為父;
therefore we call you alone both Master and Father;
1:5722⧉ ⤴︎
σὸς γὰρ λαὸς ἐχρηματίσαμεν ἄνωθεν
因為從古以來我們就被稱為你的子民。
for from of old we were named your people.
1:5723⧉ ⤴︎
Τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου , ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἡ πολλή σου μακροθυμία ταύτην ἡμῖν εἰργάσατο τὴν ἀναίδειαν·
主啊,你為何使我們偏離你的道路,硬了我們的心,以致我們不敬畏你呢?你極大的忍耐在我們裡面造成了這放肆;
Why, O Lord, have you led us astray from your way, hardened our hearts so that we do not fear you? Your great long-suffering has wrought in us this shamelessness;
1:5724⧉ ⤴︎
ἐπειδὴ γὰρ παρανομοῦντας οὐκ ἠνείχου κολάζειν , ἐπεμείναμεν παρανομοῦντες καὶ τῶν σῶν νόμων καταφρονοῦντες
因為你不肯在我們犯法時懲罰我們,我們就一直犯法,藐視你的律法。
for since you did not deign to punish us as we transgressed, we persisted in transgressing and in despising your laws.
1:5725⧉ ⤴︎
Τοιοῦτόν ἐστι καὶ τὸ τῷ μακαρίῳ Μωυσῇ εἰρημένον·
對那蒙福的摩西所說的話也是如此:
Such also is that which was said to the blessed Moses:
1:5726⧉ ⤴︎
Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ . Ἀνεξικα κ ί ᾳ γὰρ πολλῇ καὶ μακροθυμίᾳ χρησάμενος βατράχοις αὐτὸν καὶ σκνιψὶ καὶ μυίαις κατ' ἀρχὰς ἐ μασ τίγωσεν , ὁ δὲ ὑπέλαβε τὸν θεὸν μὴ δύνασθαι μείζοσιν αὐτὸν ὑποβάλλειν τιμ ωρίαις
「我卻要使法老的心剛硬。」因為神以極大的容忍和忍耐,起初只用青蛙、蚋、蒼蠅鞭打他,法老卻以為神不能使他遭受更大的刑罰。
But I will harden the heart of Pharaoh. For employing much forbearance and long-suffering, he scourged him at the first with frogs and gnats and flies, but Pharaoh supposed that God was not able to subject him to greater punishments.
1:5727⧉ ⤴︎
Ὅτε δὲ τὰ πρωτότοκα τῶν Αἰγυπτίων ὁ ὀλοθρεύων διέφθειρε καὶ καθί κετο αὐτοῦ τῆς σκληρᾶς καὶ ἀντιτύπου καρδίας ἡ τῆς ὀδύνης αἴσθησις , τότε εἴξας ἀπέλυσε τὸν λαόν
但當那滅命者擊殺了埃及人的長子,痛苦的知覺觸及了他那剛硬頑梗的心時,他才屈服,釋放了百姓。
But when the destroyer smote the firstborn of the Egyptians and the perception of pain reached his hard and obstinate heart, then, yielding, he released the people.
1:5728⧉ ⤴︎
Ἐπειδὴ δὲ τῇ συ νήθει μακροθυμίᾳ καὶ φιλανθρωπίᾳ χρώμενος σμικρὰς αὐτῷ παιδείας προσήνεγκεν , ἀντέτεινεν ὀνει δίζων
但因為神以他慣常的忍耐和仁慈,只給他施加了輕微的管教,法老就抗拒並辱罵。
But since, employing his customary long-suffering and loving-kindness, he brought upon him only small chastisements, Pharaoh resisted and reviled.
1:5729⧉ ⤴︎
Οὗ δὴ χάριν εἶπεν ὁ τῶν ὅλων θεός·
為此緣故,萬有的神說:
For which reason the God of all said:
1:5730⧉ ⤴︎
Ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν Φαραώ , τουτέστιν ἀνεξικακῶν καὶ μακροθυ μῶν
「我卻要使法老的心剛硬」——就是說,藉著容忍和忍耐。
But I will harden the heart of Pharaoh—that is, by being forbearing and long-suffering.
1:5731⧉ ⤴︎
Καὶ γὰρ ἡμεῖς τοῖς συνεχῶς ἁμαρτάνουσιν οἰκέταις εἰώθαμεν λέγειν·
因為我們對那些屢屢犯錯的僕人也慣常這樣說:
For indeed we too are accustomed to say to servants who sin continually:
1:5732⧉ ⤴︎
Εἰ ἐξ ἀρχῆς ἐπαι δεύθης , οὐκ ἂν ἦσθα τοιοῦτος
「你若從起初就受管教,就不至於變成這樣了。」
If you had been disciplined from the beginning, you would not have been such as this.
1:5733⧉ ⤴︎
Οὕτω καὶ ὁ προφήτης ἐκ προσώπου τοῦ λαοῦ τὸν | | δεσπότην ἀντιβολῶν ἔλεγεν·
先知也照樣代表百姓,向主懇求說:
So too the prophet, in the person of the people, entreating the Master, said:
1:5734⧉ ⤴︎
Τί ἐπλάνησας ἡμᾶς κύριε ἀπὸ τῆς ὁδοῦ σου , ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; Ἐπὶ πλεῖστόν φησιν ἐμακροθύμησας , ὁρῶν ἀδεῶς παρανομοῦντας οὐκ ἐπαίδευσας·
主啊,你為何使我們偏離你的道路,硬了我們的心,以致我們不敬畏你呢?他說:你極其忍耐,看見我們無所懼怕地犯法,卻不管教我們;
Why, O Lord, have you led us astray from your way, hardened our hearts so that we do not fear you? You were long-suffering to the utmost, he says; seeing us transgress fearlessly, you did not discipline us;
1:5735⧉ ⤴︎
ἐντεῦθεν ἀντίτυπον καρδίαν ἐσχήκαμεν , διὰ τοῦτο τὴν εὐθεῖαν ὁδὸν κατελίπομεν
因此我們才有了頑梗的心,也為此離棄了正直的道路。
hence we came to have an obstinate heart, and for this reason we forsook the straight way.
1:5736⧉ ⤴︎
Ἐπίστρεψον διὰ τοὺς δούλους σου , διὰ τὰς φυλὰς τῆς κληρονομίας σου , ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου
求你為你僕人的緣故、為你產業各支派的緣故回轉,使我們可以承受你聖山的一小部分。
Turn back for the sake of your servants, for the sake of the tribes of your inheritance, that we may inherit a little of your holy mountain.
1:5737⧉ ⤴︎
Ἀναμνήσθητι τῶν ἡμετέρων προγόνων , οἳ σοὶ θεράποντες ἐχρημάτισαν , ἀναμνήσθητι τῶν ἡμετέρων φυλῶν ἃς ἐν τῇ ἐρήμῳ διέκρινας , ἃς σὸν ὠνόμα σας κλῆρον , καὶ μὴ παντελῶς ἡμᾶς ἐξελάσῃς τῶν ἁγίων σου περιβόλων
求你記念我們的先祖,他們曾被稱為你的僕人;求你記念我們的支派,就是你在曠野中分別出來、稱為你產業的,不要把我們從你聖潔的院宇中完全趕逐出去。
Remember our forefathers, who were called your servants; remember our tribes, which you set apart in the wilderness, which you named your inheritance, and do not utterly drive us out from your holy precincts.
1:5738⧉ ⤴︎
Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου
我們的仇敵踐踏了你的聖所。
Our adversaries have trodden down your sanctuary.
1:5739⧉ ⤴︎
τοῖς ἱερεῦσι βατὰ ἔρημα ἐγένετο καὶ ὑπὸ τῶν δυσσεβῶν πολεμίων κατεπατήθη
那些聖潔之地對祭司而言竟如曠野般可任意踐踏,被那不敬虔的仇敵踏在腳下。
the holy places became passable to the priests as wilderness and were trodden down by the impious enemies.
1:5740⧉ ⤴︎
Ἐγενόμεθα ὡς τὸ ἀπ' ἀρχῆς ὅτε οὐκ ἦρξας ἡμῶν , οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς
我們成了起初的樣子,那時你未曾治理我們,你的名也未曾稱在我們身上。
We have become as we were at the beginning, when you did not rule over us, nor was your name called upon us.
← 上一段 第 1/24 段 第 2/24 段 第 3/24 段 第 4/24 段 第 5/24 段 第 6/24 段 第 7/24 段 第 8/24 段 第 9/24 段 第 10/24 段 第 11/24 段 第 12/24 段 第 13/24 段 第 14/24 段 第 15/24 段 第 16/24 段 第 17/24 段 第 18/24 段 第 19/24 段 第 20/24 段 第 21/24 段 第 22/24 段 第 23/24 段 第 24/24 段 下一段 →
新的原文誦讀上線時通知我 每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。
訂閱