← 回書卷目次 · 希臘教父 › 耶利米書註釋
西奧多勒
耶利米書註釋 第 1 章
希臘文原文.3453 節.部分字詞可點開查義
1:1
Ἐγὼ μὲν ᾤμην τὴν Ἱερεμίου τοῦ θείου προφη τείαν ἑρμηνείας μὴ δεῖσθαι
就我而言,我原以為神聖耶利米的預言並不需要解釋。
For my part, I supposed that the prophecy of the divine Jeremiah stood in no need of interpretation.
1:2
Ἐπειδὴ δὲ πολλοί με τῶν σπουδαίων ἐπήγγειλαν καὶ ταύτην ἑρμηνεῦσαι τὴν βίβλον, φήσαντες ἀγνοεῖν τοὺς πλείστους τὴν τῆς προφητείας διάνοιαν·
但既然許多熱心之人囑咐我也要解釋這卷書,說大多數人並不明白這預言的旨意,
But since many of the zealous have charged me to interpret this book also, saying that the greater part of readers are ignorant of the prophecy's meaning,
1:3
τὴν θείαν χάριν γενέσθαι συνεργὸν ἱκετεύσας, πειράσομαι πληρῶσαι τὸ κελευ σθέν
我便懇求神聖的恩典與我同工,努力完成所受的託付。
having implored the divine grace to be my fellow-worker, I shall attempt to fulfil what has been enjoined.
1:4
Συντομίας δὲ ὡς ἔνι μάλιστα φροντιῶ·
我必竭力力求簡明;
I shall take care to be as concise as possible;
1:5
καὶ τῶν μὲν σαφεστέρων παράφρασιν ἐν κεφαλαίῳ ποιήσο μαι·
對於較為明白的段落,我要作扼要的釋義,
and of the clearer passages I shall make a paraphrase in summary,
1:6
τὰ δέ γε ἐπεξεργασίας δεόμενα ἀναπτύξαι σπου δάσω
至於那些需要詳加闡述的,我則勤力展開解明。
while those requiring fuller treatment I shall be diligent to expound.
1:7
Πρῶτον μέντοι τῆς προφητείας τὴν ὑπόθεσιν φράσω
然而首先,我要陳明這預言的主題。
First of all, however, I shall state the subject-matter of the prophecy.
1:8
Ἰωσίας ὁ βασιλεὺς πατέρα μὲν ἔσχε δυσσεβῆ τὸν Ἀμὼς, καὶ προπάτορα τὸν Μανασσῆ, τῆς τοῦ πα τρὸς δυσσεβείας γεγενημένον διδάσκαλον αὐτὸς δὲ τὴν ἐναντίαν ἐκείνοις ὁδεύσας, τῆς τῶν εὐσεβῶν μερίδος ἐγένετο·
約西亞王的父親是不敬虔的亞們,祖父是瑪拿西,正是那將不敬虔傳給他父親的師傅;然而他自己卻走上與他們相反的道路,歸入敬虔者的行列。
King Josiah had for his father the impious Amos, and for his grandfather Manasseh, who had become the teacher of his father's impiety; but he himself, walking the opposite path to theirs, became a member of the company of the godly.
1:9
ἔσχε δὲ παῖδας, τὴν μὲν τοῦ πα τρὸς οὐ ζηλώσαντας ἀρετὴν, τὴν δὲ τῶν προγόνων μιμησαμένους ἀσέβειαν
他有幾個兒子,卻不效法父親的美德,反倒效法祖先的不敬虔。
He had sons who did not emulate their father's virtue, but imitated the impiety of their forefathers.
1:10
Ταῦτα τοίνυν προειδὼς ὁ τῶν ὅλων Θεὸς, ἐν τῷ τρισκαιδεκάτῳ ἔτει τῆς Ἰω σίου βασιλείας προχειρίζεται τὸν προφήτην, καὶ προαγορεῦσαι κελεύει τὰς ἐσομένας τῇ τε πόλει καὶ τῷ λαῷ συμφοράς
因此,萬有的神既預見這些事,就在約西亞在位第十三年設立這位先知,吩咐他預告那將臨到這城與這民的災禍。
Foreseeing these things, therefore, the God of all in the thirteenth year of Josiah's reign appointed the prophet, and commanded him to foretell the calamities that were to come upon the city and the people.
1:11
Ταῦτα δὲ προθεσπίζων διετέλε σεν, οὐ μόνον τὸν ὑπόλοιπον τοῦ Ἰωσίου χρόνον, ἀλλὰ καὶ ἐπὶ Ἰωάχαζ, ὃς υἱὸς ὢν τοῦ Ἰωσίου τὴν βασιλείαν διεδέξατο, καὶ ἐπὶ Ἰωακεὶμ, ὃς τούτου μὲν ἦν ἀδελφὸς, τοῦ δὲ Ἰωσίου υἱός·
他持續預言這些事,不僅在約西亞其餘的年日,也在約哈斯的日子——他是約西亞的兒子,繼承了王位——並在約雅敬的日子,此人乃是約哈斯的兄弟、約西亞的兒子;
He continued to prophesy these things not only for the remaining time of Josiah, but also under Jehoahaz, who being Josiah's son succeeded to the kingdom, and under Jehoiakim, who was this man's brother and Josiah's son;
1:12
καὶ μέντοι καὶ ἐπὶ Ἰεχονίου, ὃς τοῦ μὲν Ἰωακεὶμ υἱὸς ὑπῆρχεν, ἔγγονος δὲ τοῦ Ἰωσίου·
確實也在耶哥尼雅的日子,此人是約雅敬的兒子、約西亞的孫子;
and indeed also under Jeconiah, who was Jehoiakim's son and Josiah's grandson;
1:13
ὡσαύτως δὲ καὶ ἐπὶ Σεδε. κίου, ὃς καὶ αὐτὸς ἔσχε τὸν Ἰωσίαν πατέρα·
同樣也在西底家的日子,此人自己也是以約西亞為父的;
and likewise under Zedekiah, who also himself had Josiah for his father;
1:14
ὡς εἶναι πάντα τῆς προφητείας τὸν χρόνον δύο καὶ τεσ σαράκοντα ἐτῶν, ὀλίγων μηνῶν δέοντα
如此,這預言的全部時期共計四十二年,只差幾個月。
so that the whole time of the prophecy was two and forty years, lacking a few months.
1:15
Προαγορεύει δὲ καὶ τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην πολιορκίαν, καὶ τὸν ἐπισκήψαντα λιμὸν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἀνάστασιν, καὶ τὸν ἐμπρησμὸν τοῦ θείου νεὼ, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν
他也預告那由巴比倫人所施行的圍困、臨到他們的饑荒、耶路撒冷的傾覆、聖殿的焚燒,以及百姓被擄為奴。
He foretells also the siege that came about at the hands of the Babylonians, and the famine that fell upon them, and the overthrow of Jerusalem, and the burning of the divine temple, and the enslavement of the people.
1:16
Προθεσπίζει δὲ καὶ τῶν αἰχμαλώτων ἐπάνοδον, καὶ τῶν Βαβυλωνίων τὸν ὄλεθρον, καὶ μέντοι καὶ ἄλλων ἐθνῶν παμπόλλων τὰς παντοδαπὰς τιμωρίας·
他也預言被擄之人的歸回、巴比倫人的滅亡,並且還有其他極多列國各樣的刑罰。
He prophesies also the return of the captives, and the destruction of the Babylonians, and moreover the manifold punishments of very many other nations as well.
1:17
Τὸ ῥῆμα τοῦ Θεοῦ, ὃ ἐγένετο ἐπὶ Ἱερεμίαν, τὸν τοῦ Χελκίου, ἐκ τῶν ἱερέων, ὃς κατῴκει ἐν Ἀναθώθ
「神的話臨到希勒家的兒子耶利米,他是亞拿突的祭司之一。」
'The word of God which came to Jeremiah the son of Hilkiah, of the priests, who dwelt in Anathoth.'
1:18
καὶ τὴν μὲν ἐκ τοῦ γένους εἵλκυσε·
他的出身得自他的家系,
His descent he drew from his lineage,
1:19
τὴν δὲ ἐκ τῆς ἄνωθεν ἔλαβε δωρεᾶς
然而那恩賜卻是他從上頭的恩賜所領受的。
but the gift he received from the grace above.
1:20
Λέγει δὲ καὶ τὸν χρόνον τῆς προφητείας
他也說明了這預言的時期。
He states also the time of the prophecy.
1:21
Ἐν ταῖς ἡμέραις γὰρ, φησὶν, Ἰωσίου υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα, ἔτους τρισκαιδεκάτου ἐν τῇ βασιλείᾳ αὐτοῦ
他說:「在猶大王亞們的兒子約西亞的日子,就是他在位第十三年。」
'For in the days,' he says, 'of Josiah son of Amos king of Judah, in the thirteenth year of his reign.'
1:22
Μέμνηται δὲ καὶ τῶν ἑξῆς βεβασιλευκότων, μέχρι τῆς ἐσχάτης πολιορκίας
他也提到其後作王的諸君,直到末次的圍困。
He makes mention also of those who reigned thereafter, down to the final siege.
1:23
Εἶτα καὶ τὰ εἰρημένα παρὰ τοῦ Θεοῦ τῶν ὅλων δι δάσκει
接著他也教導萬有之神所說的話。
Then he teaches also the things spoken by the God of all.
1:24
Καὶ ἐγένετο λόγος Κυρίου πρός με, λέ γων·
「耶和華的話臨到我,說:」
'And the word of the Lord came to me, saying:'
1:25
Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε·
「我未將你造在腹中,我已曉得你;」
'Before I formed you in the belly I knew you;'
1:26
καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε
「你未出母胎,我已將你分別為聖。」
'and before you came forth out of the womb I sanctified you.'
1:27
προὔλαβε γὰρ ταύτην ἡ γνῶσις
因為這知識乃是先於此事的。
For this knowledge went before it.
1:28
Ἔγνω γὰρ, καὶ τότε ἡγίασεν
因為祂先知道,然後才將他分別為聖。
For He knew, and then He sanctified.
1:29
Ἐπειδὴ γινώσκει πάντα πρὶν γενέσεως αὐτῶν
因為祂在萬事發生之前便已知曉。
Since He knows all things before their coming to be.
1:30
Τὸ δὲ ἡγίασα, ἀντὶ τοῦ ἀφώρισα τέθεικεν Εἶτα λέγει καὶ τὴν χρείαν, δι' ἣν αὐτὸν ἐξελέξατο
「我將你分別為聖」這話,在此乃是「我使你分別出來」的意思。接著祂也說明揀選他的用處。
The word 'I sanctified' He has here set down in the sense of 'I set apart.' Then He states also the use for which He chose him.
1:31
Προφήτην εἰς ἔθνη τέθει κά σε. Οὐ γὰρ μόνον τὰ Ἰουδαίων, ἀλλὰ καὶ τὰ τῶν ἄλλων ἐθνῶν προθεσπίζει
「我已立你作列國的先知。」因為他不僅預言猶太人的事,也預言其他列國的事。
'I have appointed you a prophet unto the nations.' For not only the affairs of the Jews, but also those of the other nations, does he foretell.
1:32
Ἐπ. έγνω τὸν προσδιαλεγόμενον ὁ προφήτης·
先知認出了那與他對話者;
The prophet recognized the One conversing with him;
1:33
οὗ δὴ χά ριν αὐτὸν ἀπὸ τῆς κυριωτέρας ὀνομάζει προσηγορίας
因此他便以那更為尊崇的稱號來稱呼祂。
for which reason he names Him by the more authoritative title.
1:34
Ἐγώ εἰμι ὁ ὤν. Μιμεῖται καὶ τὴν Μωσέως εὐ λάβειαν, οὐκ ἀξιόχρεων εἰς προφητείαν εἶναι λέγων τὴν νεότητα
「我是那自有永有的。」他也效法摩西的敬畏,說自己的年幼不配作先知。
'I am He who is.' He imitates also the reverence of Moses, saying that his youth was not fit for prophecy.
1:35
Ἐξελαύνει δὲ αὐτοῦ καὶ τὸ δέος
然而祂也將他的懼怕從他心中驅除。
But He drives out from him also his fear.
1:36
Μὴ φοβηθῇς γὰρ, φησὶν, ἀπὸ προσώπου αὐτῶν·
祂說:「不要懼怕他們的面,」
'For be not afraid,' He says, 'of their presence;'
1:37
μηδὲ πτοηθῇς ἐναντίον αὐτῶν
「也不要在他們面前驚惶。」
'nor be dismayed before them.'
1:38
Εἶτα καὶ τοῦ θάρσους τὴν αἰτίαν διδάσκει·
接著祂也教導那勇氣的緣由。
Then He teaches also the ground of the courage.
1:39
Μαθητεῦσαι γὰρ αὐτοὺς πάντα τὰ ἔθνη κελεύσας, καὶ προειδὼς, ὡς Θεὸς, ὡς λογι σμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις αὐτῶν, πῶς οἷόν τε ἕνδεκα ἄνδρας πένητας καὶ εὐγλωττίας ἐστερη μένους πᾶσαν τὴν οἰκουμένην μεταβαλεῖν·
因為祂既吩咐他們使萬國作門徒,又身為神預知人心中如何生出各樣的思慮,那十一個貧窮、毫無口才的人怎能扭轉整個天下呢?
For having commanded them to make disciples of all the nations, and foreknowing, as God, how the reasonings arise in their hearts, how was it possible for eleven poor men, destitute of eloquence, to transform the whole inhabited world?
1:40
ἔλυσε τὴν ἀμφιβολίαν, καὶ τὸ δέος ἐξέβαλεν, εἰρηκώς·
祂便解開這疑惑,除去這懼怕,說:
He resolved the doubt and cast out the fear, saying:
1:41
Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Τοῦτο καὶ ἐνταῦθα τῷ προ φήτῃ ἔφη, ὅτι Μετὰ σοῦ ἐγώ εἰμι τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος. Βεβαιοῖ δὲ τὸν λόγον τὸ ἔργον
「看哪,我天天與你們同在,直到世界的末了。」這同一件事,祂在此也對先知說:「我與你同在,要拯救你,這是耶和華說的。」而那作為便印證了這話。
'And lo, I am with you all the days, until the consummation of the age.' This same thing He also said here to the prophet, that 'I am with you to deliver you, says the Lord.' And the deed confirms the word.
1:42
Ἐξέτεινε γὰρ τὴν χεῖρα αὐτοῦ, φησὶ, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπε Κύριος πρός με·
他說:「祂伸手按我的口,耶和華對我說:」
'For He stretched forth His hand,' he says, 'and touched my mouth, and the Lord said to me:'
1:43
Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου
「看哪,我已將我的話放在你口中。」
'Behold, I have put my words into your mouth.'
1:44
Ἰδοὺ καθ έστακά σε σήμερον ἐπὶ ἔθνη καὶ βασιλείας, ἐκριζοῦν, καὶ κατασκάπτειν, καὶ ἀπολλύειν, καὶ καταλύειν, καὶ ἀνοικοδομεῖν, καὶ καταφυ τεύειν
「看哪,我今日立你在列國列邦之上,為要施行拔出、拆毀、毀壞、傾覆、建立、栽植。」
'Behold, I have this day set you over the nations and over the kingdoms, to root out, and to pull down, and to destroy, and to overthrow, and to build up, and to plant.'
1:45
Προεθέσπισε γὰρ οὐ μόνον τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων, ἀλλὰ καὶ τὴν ὑπὸ Κύρου παρασχεθεῖ σαν ἐλευθερίαν·
因為他不僅預言了猶太人被擄,也預言了古列所要賜下的釋放。
For he foretold not only the captivity of the Jews, but also the freedom that would be granted by Cyrus.
1:46
Οὗ δὴ χάριν τὸ μὲν ἐκριζοῦν καὶ καταλύειν ἐπὶ τῶν λυπηρῶν τέθεικε·
因此,「拔出」與「傾覆」祂乃是用來指那些患難之事,
For which reason 'to root out' and 'to overthrow' He has set down for the grievous things,
1:47
τὸ δὲ οἰκοδομεῖν καὶ καταφυτεύειν ἐπὶ τῶν ἐναντίων
而「建立」與「栽植」則指那些相反的事。
while 'to build up' and 'to plant' for their opposites.
1:48
Μετὰ ταῦτα δείκνυσιν αὐτῷ ῥάβδον καρυΐνην, ἢ, κατὰ τὸν Σύρον καὶ τὸν Ἑβραῖον, ἀμυγδαλίνην
此後祂給他看一根胡桃木的杖,或按敘利亞譯本與希伯來文,乃是杏樹的杖。
After this He shows him a rod of walnut, or, according to the Syrian and the Hebrew, of almond.
1:49
Οὕτω γὰρ καὶ οὗτος κἀκεῖνος τὴν ῥάβδον ὠνόμασαν·
因為這譯本與那譯本都是如此稱呼這杖;
For thus both the one and the other named the rod;
1:50
Καλῶς ἑώρακας, διότι ἐγρήγορα ἐγὼ ἐπὶ τοὺς λόγους μου τοῦ ποιῆσαι αὐτούς
「你看得不錯,因為我要警醒守候我的話,好成就它。」
'You have seen well, for I am watchful over my words to perform them.'
1:51
Ἐγρήγορ σιν δὲ τὴν ἐπὶ τιμωρίᾳ διανάστασιν, καὶ τὴν μακροθυμίαν ὕπνον καλεῖ
祂用「警醒」來稱呼那為施行刑罰而興起的行動,用「睡覺」來稱呼那長久的忍耐。
By 'watchfulness' He calls the rousing up unto punishment, and by 'sleep' He calls long-suffering.
1:52
Ἐξεγέρθητι, ἱνατί ὑπνοῖς, Κύριε; καὶ πάλιν·
「主啊,求你醒起,為何睡覺呢?」又說:
'Awake, why do You sleep, O Lord?' And again:
1:53
Καὶ ἐξηγέρθη, ὡς ὁ ὑπνῶν, Κύριος. Ἡ δὲ ἀμυγδαλίνη ῥάβδος τὸ ταχὺ τῆς τιμωρίας αἰνίττεται·
「於是主像睡醒的人一般起來。」而那杏樹的杖則暗示刑罰的迅速;
'And the Lord awaked as one that sleeps.' And the almond rod hints at the swiftness of the punishment;
1:54
πρὸ γὰρ τῶν ἄλλων δένδρων τοῦτο τὸ δένδρον ἀνθεῖ
因為這樹先於別的樹開花。
for before the other trees this tree comes into flower.
1:55
Κατὰ δὲ τοὺς Ἐβδομήκοντα, οὕτω νοητέον·
但按七十士譯本,則當如此理解:
But according to the Seventy, it is to be understood thus:
1:56
Ὁ τῆςκαρύας καρπὸς πικρὸν μὲν ἔχει καὶ τραχὺ τὸ κά λυμμα·
胡桃的果子確有苦澀而粗硬的外殼;
The fruit of the walnut has indeed a bitter and rough husk;
1:57
τὸ δὲ ἐδώδιμον ὑπὸ τοῦτο κεκρυμμένον
而可食之物卻藏在其下。
but the edible part is hidden beneath it.
1:58
Οὕτω καὶ ἡ παιδεία ἀνιαρὰ μὲν ἔχει καὶ ἀλγεινὰ τὰ φαι νόμενα·
管教也是如此,其外顯的乃是令人愁苦、痛楚之事;
So too instruction has things grievous and painful in its outward appearance;
1:59
ὀνησιφόρα δὲ τὰ μετὰ ταῦτα
然而隨後而來的卻是有益的。
but the things that follow are profitable.
1:60
Εἶτα δεί κνυσιν αὐτῷ καὶ λέβητα ὑποκαιόμενον, καὶ τὸ πρόσωπον, αὐτοῦ ἀπὸ προσώπου βοῤῥᾶ· καλεῖ δὲ λέβητα μὲν τὴν Ἱερουσαλήμ·
接著祂也給他看一個下面燒著火的鍋,鍋的面向著北方;祂稱耶路撒冷為鍋,
Then He shows him also a caldron heated from beneath, and its face from the face of the north; and He calls Jerusalem a caldron,
1:61
πῦρ δὲ, τὸν Βα βυλώνιον, ἀπὸ βοῤῥᾶ γὰρ αὐτὸν ὀνομάζει·
又用「火」指巴比倫人,因祂稱他為「從北方而來的」;
and by 'fire' the Babylonian, for He names him 'from the north;'
1:62
βόῤῥα θεν γὰρ τῆς Ἱερουσαλὴμ ἡ Βαβυλὼν διάκειται·
因為巴比倫位於耶路撒冷的北方;
for Babylon lies to the north of Jerusalem;
1:63
λέ βητα δὲ τὴν Ἱερουσαλὴμ καὶ ὁ θεσπέσιος Ἰεζεκιὴλ ὀνομάζει·
那受神默示的以西結也同樣稱耶路撒冷為鍋,
and the divinely-inspired Ezekiel likewise names Jerusalem a caldron,
1:64
καὶ κρέα τοὺς ἐνοικοῦντας
並稱其中的居民為「肉」。
and its inhabitants 'flesh.'
1:65
Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ συγκαλῶ πάσας τὰς βασιλείας τῶν βασιλέων τῆς γῆς ἀπὸ βοῤῥᾶ, λέγει Κύριος·
祂說:「看哪,我要召聚地上列邦諸王的一切國度從北方而來,這是耶和華說的;」
'For behold,' He says, 'I call together all the kingdoms of the kings of the earth from the north, says the Lord;'
1:66
καὶ ἥξουσι, καὶ θήσουσιν ἕκαστος τὸν θρόνον αὑτοῦ ἐπὶ τὰ πρόθυρα τῶν θυρῶν Ἱερουσαλὴμ, καὶ ἐπὶ πάντα τὰ τείχη αὐτῆς, καὶ ἐπὶ πάσας τὰς πόλεις Ἰούδα
「他們必來到,各人安設自己的座位在耶路撒冷城門的入口,又攻擊她一切的城牆,並攻擊猶大的一切城邑。」
'and they shall come, and each shall set his throne at the entrances of the gates of Jerusalem, and against all her walls, and against all the cities of Judah.'
1:67
Καὶ δεικνὺς τῶν γινομένων τὸ δίκαιον, ἐπιφέρει·
祂為顯明所發生之事的公義,便接著說:
And showing the justice of what came to pass, He adds:
1:68
Καὶ λαλήσω μετὰ κρίσεώς μου πρὸς αὐτοὺς περὶ πάσης τῆς κακίας αὐτῶν, ὡς ἐγκατέλιπόν με, καὶ ἔθυσαν θεοῖς ἀλλοτρίοις, καὶ προσεκύνη σαν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν
「我要因他們一切的惡向他們宣告我的判斷,就是他們離棄了我,向別神獻祭,敬拜自己手所造的。」
'And I will utter my judgments against them concerning all their wickedness, in that they forsook me, and sacrificed to strange gods, and worshipped the works of their own hands.'
1:69
Τί δὲ τῆς ἀσε βείας ταύτης ἀνοητότερον; Τί δὲ τῆς τιμωρίας δι καιότερον; Οἱ μὲν γὰρ, τὸν οἰκεῖον ποιητὴν καταλι πόντες, τὰ οἰκεῖα ἐθεοποίουν ποιήματα
還有甚麼比這不敬虔更愚昧的呢?還有甚麼比這刑罰更公義的呢?因為他們離棄了自己的造物主,反倒將自己所造之物奉為神明。
But what is more senseless than this impiety? And what more just than this punishment? For they, forsaking their own Maker, deified their own things made.
1:70
Ὁ δὲ, μα κροθυμήσας ἐπὶ πλεῖστον, τῆς οἰκείας αὐτοὺς ἐγύ μνωσε χάριτος
然而祂雖對他們極其長久地忍耐,終究還是剝去了他們所享有的祂自己的恩典。
But He, having borne long with them for a very great while, stripped them of His own grace.
1:71
Ταύτης δὲ γυμνωθέντες, ἀνοσίοις ἀνδράσιν ἐδούλευσαν
然而他們既被剝奪了這恩典,便淪為不虔之人的奴僕。
But stripped of this, they became slaves to unholy men.
1:72
Κελεύει δὲ τὴν ὀσφὺν περι ζώσασθαι, τουτέστιν, εὐζώνως καὶ ἀνδρείως διακο σμῆσαι·
祂吩咐他束腰,意即要他束緊腰帶、以剛毅英勇的姿態整裝待命。
He commands him to gird up his loins, that is, to array himself in a well-girt and manly fashion.
1:73
καὶ τῶν ἤδη γεγενημένων ὑποσχέσεων ἀνα μιμνήσκων, ἐκβάλλει τὸ δέος
並藉著提醒那些早已作出的應許,除去他心中的懼怕。
And by calling to mind the promises already made, He casts out his fear.
1:74
Λέγει δὲ αὐτὸν ἀποφῆναι καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ, καὶ ὀχυρωτάτῃ παραπλήσιον πόλει, καὶ ἄμαχον κατα στῆσαι, οὐ μόνον τοῖς ἱερεῦσι τῶν Ἰουδαίων, καὶ τοῖς ἄρχουσιν, ἀλλὰ καὶ αὐτοῖς τοῖς βασιλεῦσι, καὶ παντὶ τῷ πλήθει τῶν ὑπηκόων
祂宣告要使他如同鐵柱、銅牆,又如堅固無比的城邑,使他不可攻破——不僅在猶太人的祭司和官長面前如此,甚至在諸王本身以及一切臣民的眾多百姓面前也是如此。
He declares that He will make him like an iron pillar, a brazen wall, and a most strongly fortified city, and render him invincible—not only against the priests of the Jews and the rulers, but even against the kings themselves and the whole multitude of their subjects.
1:75
Ἐπαγγέλλεται δὲ αὐτῷ οὐκ εἰρήνην καὶ ἡσυχίαν, ἀλλ' ἀγῶνας καὶ νίκην
祂應許給他的並非平安與安逸,而是爭戰與得勝。
He promises him not peace and repose, but struggles and victory.
1:76
Πολεμήσουσι γάρ σοι, φησὶ, καὶ οὐ μὴ δύ νωνται πρός σε·
祂說:因為他們要攻擊你,卻不能勝過你;
For they shall fight against you, He says, but they shall not prevail against you;
1:77
διότι ἐγὼ μετὰ σοῦ εἰμι, τοῦ ἐξαιρεῖσθαί σε, λέγει Κύριος
因為我與你同在,要拯救你,這是耶和華說的。
because I am with you, to deliver you, says the Lord.
1:78
Ταύτην καὶ πρὸς τὴν Ἐκκλησίαν ἐποιήσατο τὴν ὑπόσχεσιν·
祂也向教會作了同樣的應許;
This same promise He made also to the Church;
1:79
πρὸς γὰρ δὴ τὸν θειότατον ἔφη Πέτρον·
因為祂曾對至為神聖的彼得說:
for to the most divine Peter He said:
1:80
Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ εἶπεν, Οὐ πολεμήσου σιν·
「我要把我的教會建造在這磐石上,陰間的門不能勝過她。」祂並沒有說:「他們不會爭戰」;
Upon this rock I will build my Church, and the gates of Hades shall not prevail against it. He did not say, 'They shall not make war';
1:81
ἀλλὰ, Πολεμοῦντες οὐ κατισχύσουσι. Τὴν γὰρ δὴ νίκην οἱ ἀνταγωνισταὶ πραγματεύονται
而是說:「他們雖爭戰,卻不能得勝。」因為那得勝,正是對敵者為她成就的。
but rather, 'Though they war, they shall not prevail.' For it is the adversaries who procure the victory.
1:82
Μετὰ ταῦτα κελεύεται εἰπεῖν τοῖς οἰκοῦσι τὴν Ἱερουσαλήμ·
此後他奉命對住在耶路撒冷的人說:
After this he is commanded to say to those who dwell in Jerusalem:
1:83
Ἐμνήσθην σοι ἐλέους νεότητός σου, καὶ ἀγάπης τελειώσεώς σου·
我記念你幼年時的恩慈,和你新婚時的愛情;
I remembered toward you the mercy of your youth, and the love of your espousals;
1:84
ἐν τῷ ἐξακολουθῆσαί σε τῷ ἁγίῳ Ἰσραὴλ ἐν τῇ ἐρήμῳ, ἐν γῇ μὴ σπαρείσῃ, λέγει Κύριος
就是你在曠野、在未曾耕種之地跟隨以色列聖者的時候,這是耶和華說的。
in your following after the Holy One of Israel in the wilderness, in a land that was not sown, says the Lord.
1:85
Νεό τητα τῆς Ἰουδαίας τῆς κλήσεως τὴν ἀρχὴν προσηγό ρευσε·
他以「幼年」指稱猶太蒙召的起初;
By 'youth' he designated the beginning of the calling of Judea;
1:86
τηνικαῦτα γὰρ αὐτοὶ μὲν ἐν Αἰγύπτῳ ταλαι πωρούμενοι κατεστέναξαν·
因為那時他們自己在埃及受苦,發出哀哭嘆息;
for at that time they themselves, being oppressed in Egypt, groaned aloud;
1:87
αὐτὸς δὲ ᾤκτειρε, καὶ Μωσῇ διακόνῳ χρησάμενος, ἠλευθέρωσε·
而祂卻施憐憫,用摩西作祂的僕役,釋放了他們;
but He had compassion, and using Moses as His minister, set them free;
1:88
τὸ δὲ ἀγάπης τελειώσεώς σου κατ' εἰρωνείαν τέθεικεν·
至於「你新婚時的愛情」這句話,祂是帶著反諷之意說的;
and the phrase 'the love of your espousals' He set down in irony;
1:89
οὐδέποτε γὰρ Ἰουδαῖοι περὶ τὸν εὐεργέτην τελείαν ἔσχον ἀγάπην
因為猶太人對他們的施恩者從未有過完全的愛。
for the Jews never had perfect love toward their Benefactor.
1:90
Ἠγάπησαν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ στόματι αὑτῶν, καὶ τῇ γλώσσῃ αὑτῶν ἐψεύσαντο αὐτῷ·
經上說:他們用口愛祂,用舌向祂說謊;
For they loved Him, he says, with their mouth, and with their tongue they lied to Him;
1:91
ἡ δὲ καρδία αὐτῶν οὐκ ἦν εὐθεῖα μετ' αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ. γʹ
他們的心向祂不正,也不忠於祂的約。
but their heart was not right with Him, neither were they faithful in His covenant.
1:92
Ἀντὶ τοῦ, Ἄνθέν σε τῶν ἄλλων ἐθνῶν προέκρινα, καὶ ἐμὸς λαὸς ἐχρημάτισας
這話的意思就是:「我從那時起揀選你過於別的列國,你被稱為我的子民。」
Which is as much as to say, 'From thence I chose you before the other nations, and you were designated my people.'
1:93
Οὕτω καὶ ὁ μακάριος ἔφη Μωσῆς·
有福的摩西也如此說:
So too the blessed Moses said:
1:94
Καὶ ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. – Ἀπαρχὴ γεννημάτων αὐτοῦ. Πρὸ γὰρ τῶν ἄλλων ἁπάντων αὐτὸν ἐξελέξατο
耶和華的份就是祂的百姓雅各,祂產業的籤就是以色列。——祂出產的初熟果子。因為祂在萬民之先揀選了他。
And the Lord's portion became His people Jacob, the lot of His inheritance Israel. — The firstfruits of His produce. For before all others He chose him.
1:95
Οὗ δὴ χάριν καὶ τῷ Φαραὼ ἔφη·
因此祂也對法老說:
For which reason also He said to Pharaoh:
1:96
Υἱὸς πρωτότοκός μου Ἰσραήλ· καὶ δι' ἑτέρου δὲ προφήτου φησὶν οὕτως·
以色列是我的長子;祂又藉另一位先知這樣說:
Israel is my firstborn son; and through another prophet He speaks thus:
1:97
Ὡς σταφυλὴν ἐν ἐρήμῳ εὗρον τὸν Ἰσραὴλ, καὶ ὡς καρπὸν σύκου πρώϊμον εὗρον πατέρας αὐτῶν. – Πάντες οἱ ἐσθίοντες αὐτὸν πλημμελήσουσι, κακὰ ἐπάξω ἐπ' αὐτοὺς, λέ γει Κύριος. Οὐδὲ γὰρ ὡς τῷ Θεῷ διακονοῦντες ἐπο λέμουν οἱ πολεμοῦντες τῷ Ἰσραήλ·
我遇見以色列,如在曠野遇見葡萄;我看見他們的列祖,如看見無花果樹上初熟的果子。——凡吞吃他的必陷於罪,我必使災禍臨到他們,這是耶和華說的。因為那些攻擊以色列的人,並非以事奉神的心去爭戰;
As a grape-cluster in the wilderness I found Israel, and as an early fig upon the fig tree I found their fathers. — All that devour him shall offend; I will bring evils upon them, says the Lord. For those who warred against Israel did not war as though ministering to God;
1:98
ἀλλ' ὡς αὐτοῦ τοῦ Θεοῦ περιγενήσεσθαι δυνάμενοι
而是自以為能勝過神本身。
but as though able to prevail over God Himself.
1:99
Οὕτω καὶ Σε ναχηρεὶμ ἔλεγε·
西拿基立也這樣說:
So too Sennacherib said:
1:100
Μή σε ἀπατάτω ὁ Θεός σου, ἐν ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, λέγων ὅτι Ῥύσεται Κύριος τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου. Τούτου δὴ χάριν καὶ αὐτοῖς ἀπειλεῖ τιμωρίαν
不要讓你所倚靠的神欺哄你,說耶和華必救耶路撒冷脫離我的手。正因如此,祂也向他們發出刑罰的威嚇。
Let not your God, in whom you trust, deceive you, saying that the Lord will deliver Jerusalem out of my hand. For this very reason He threatens punishment upon them also.
1:101
καὶ Θεὸς ὢν πανάγιος, ἀνθρώποις παρανόμοις λέγει·
祂身為至聖的神,卻對不法之人說:
And being God all-holy, He says to lawless men:
1:102
Τί ἐξ ήμαρτον; Τί ἠδίκησα; Εἴπατε, ἐλέγξατε
我在何處犯了罪?我行了甚麼不義?你們說出來,指證我吧。
Wherein have I sinned? What wrong have I done? Speak, convict me.
1:103
Τί ἔχοντες ἐγκαλεῖν οἱ πατέρες ὑμῶν ἐμὲ μὲν τὸν εὐεργέτην ἐγκατέλιπον, τοῖς δὲ χειροποιήτοις εἰδώλοις ἐδού λευσαν; Καὶ μὴν ἐγὼ τῆς Αἰγυπτίων δουλείας ἀπήλ λαξα·
「你們的列祖有甚麼可控告我的,竟離棄我這施恩者,去事奉人手所造的偶像呢?我明明領他們脫離了埃及人的奴役;
'What ground of accusation had your fathers, that they forsook me their Benefactor, and served idols made by hands? And yet I delivered them from the bondage of the Egyptians;
1:104
καὶ δι' ἀβάτου μὲν ὡδήγησα γῆς, ἐν ἐρήμῳ δὲ ἀνύδρῳ ἀφθόνων ὑδάτων ῥεῖθρον ἐδωρησάμην, εἰς δὲ τὴν ἐπηγγελμένην εἰσήγαγον γῆν, παντοδαπῶν οὖσαν μητέρα καρπῶν
我引導他們經過無路可行之地,在無水的曠野賜給他們豐沛水源的江河,又領他們進入所應許之地,那地乃是各樣果實的母親;
and I led them through a trackless land, and in a waterless wilderness I bestowed upon them a stream of abundant waters, and I brought them into the promised land, mother of fruits of every kind;
1:105
ἀλλ' οὐδὲ τούτων ἀπολαύσαντες τὸν εὐεργέτην ἐπέγνωτε·
然而你們縱使享受了這一切,仍不認識你們的施恩者;
yet, not even after enjoying these things did you acknowledge your Benefactor;
1:106
ἀλλὰ τὴν τῶν πατέρων ἐμιμήσασθε βδελυρίαν
反倒效法你們列祖的可憎之行。」
but you imitated the abomination of your fathers.'
1:107
Εἶτα κατὰ διαίρεσιν ἑκάστου τάγματος τὴν κατηγορίαν εἰσφέρει
接著,祂按著各等次逐一劃分,提出祂的控訴。
Then, dividing them by each rank, He brings forward His accusation.
1:108
Ποῦ ἐστι Κύριος; Τοῦτο πάντων ἀνοσιώτατον·
「耶和華在哪裡呢?」這乃是萬事中最為不虔的:
'Where is the Lord?' This is the most unholy thing of all:
1:109
τὸ τοὺς ποδηγοὺς ἀρχηγοὺς γενέσθαι τῆς πλάνης
就是那些本當作嚮導的人,反倒成了謬妄的帶頭者。
that those who should have been guides became the leaders in error.
1:110
Καὶ οἱ ἀντεχόμενοι τοῦ νόμου οὐκ ἠπίσταντό με. Τῶν γραμματέων καὶ διδασκάλων ἐνταῦθα κατηγορεῖ, ὡς ἑρμηνευόντων μὲν τὸν νόμον, πρώτων δὲ τοῦτον παραβαινόντων
那些持守律法的也不認識我。這裡祂控告文士和教師,說他們雖然講解律法,自己卻是首先違犯律法的人。
And they that hold to the law knew me not. Here He accuses the scribes and teachers, as being those who expound the law, yet are the first to transgress it.
1:111
Καὶ οἱ ποιμένες ἠσέβουν εἰς ἐμέ. Τοὺς βασιλέας οὕτως ὠνόμασε
牧人也得罪了我。祂如此稱呼諸王。
And the shepherds acted impiously against me. Thus He named the kings.
1:112
Καὶ οἱ προφῆται προεφήτευον ἐν τῷ Βάαλ. Προφήτας τοὺς ψευδοπροφήτας καλεῖ, ὥσπερ αὖ καὶ θεοὺς τοὺς οὐκ ὄντας θεούς
先知也藉巴力說預言。祂稱那些假先知為「先知」,正如祂稱那些本非神的為「神」一樣。
And the prophets prophesied by Baal. He calls the false prophets 'prophets,' just as He calls those that are no gods 'gods.'
1:113
Καὶ ὀπίσω τοῦ ἀνωφελοῦς ἐπορεύθησαν
他們隨從那無益之物。
And they went after that which is unprofitable.
1:114
Ἔδειξε τὴν τῆς παραπληξίας ὑπερβολήν·
祂顯明了他們瘋狂到了極點;
He showed the excess of their madness;
1:115
καταλιπόντες γὰρ τὸν τῶν παντοδαπῶν ἀγαθῶν χορηγὸν, τοῖς ἐπιζημίοις εἰδώλοις ἐλάτρευον
因為他們既離棄了那賜下各樣美善之物的主,反倒事奉那害人的偶像。
for having forsaken the Giver of all manner of good things, they served the pernicious idols.
1:116
καὶ πρὸς τοὺς υἱοὺς τῶν υἱῶν κριθήσομαι
我要與你們子孫的後代相爭辯。
And I will contend with the sons of your sons.
1:117
Κρινῶ ὑμᾶς καὶ τοὺς ὑμετέρους ἀπογόνους·
並非說「我要審判你們和你們的後裔」;
'I will judge you and your descendants';
1:118
ἀλλὰ, Κριθήσομαι καὶ πρὸς ὑμᾶς, καὶ πρὸς ἐκείνους·
而是說:「我要與你們相爭,也要與他們相爭」;
but rather, 'I will contend both with you and with them';
1:119
καλεῖ δὲ Χεττιεὶμ μὲν τὴν Κύπρον, καὶ τὰς περὶ αὐτὴν νήσους, καὶ δι' αὐτῶν τὰ ἑσπέρια μέρη·
祂以「基提」稱塞浦路斯和其周圍的海島,並藉此指西方之地;
and by 'Chettim' He calls Cyprus and the islands round about it, and through these the western regions;
1:120
Κηδὰρ δὲ, τοὺς τὴν πρὸς ἥλιον ἀνίσχοντα ἔρημον οἰκοῦντας·
又以「基達」稱那些住在向著日出之處曠野的人;
and by 'Kedar,' those who dwell in the wilderness toward the rising sun;
1:121
διὰ δὲ τού. των, τὰ ἑῷα μέρη αἰνίττεται·
祂藉這些暗指東方之地;
and through these He hints at the eastern regions;
1:122
καὶ διδάσκει ὡς ἐκεῖ νοι μὲν τοῖς πατρῴοις ἠκολούθησαν ἔθεσι, καὶ οὒς ἐδιδάχθησαν σέβειν θεούς·
祂又教導說:那些外邦人乃是隨從他們列祖的習俗,敬拜他們所受教去尊崇的神明;
and He teaches that those peoples followed the customs of their fathers, and the gods they had been taught to reverence;
1:123
οὗτοι δὲ τὸν ὄντως Θεὸν ἠρνήθησαν
而這些人卻否認了那位真神。
but these people denied the true God.
1:124
οὐκ ἐπειδὴ λογικὰ τὰ στοιχεῖα·
這並非因為那些元素是有理性的;
not because the elements are endowed with reason;
1:125
ἀλλ' ὅτι ταῦτα, ὡς περιεκτικὰ τῆς κτίσεως, εἰς μαρτυρίαν μακάριος ἐκάλεσε Μωσῆς
而是因為這些之物,既涵蓋了整個受造界,有福的摩西便召它們作見證。
but because these things, as embracing the whole creation, the blessed Moses called to witness.
1:126
Πρόσεχε γὰρ, ἔφη, οὐρανὲ, καὶ λαλήσω·
因為他說:諸天哪,側耳而聽,我要說話;
For he said: Give ear, O heaven, and I will speak;
1:127
καὶ ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. γʹ
願大地聆聽我口中的言語。
and let the earth hear the words from my mouth.
1:128
Ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου·
因為我的百姓行了兩件惡事:
For my people have committed two evil things:
1:129
ἐμὲ μὲν ἐγκατέλιπον πηγὴν ὕδατος ζωῆς, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συσχεῖν
他們離棄我這生命活水的泉源,為自己鑿出破裂不能存水的池子。
they have forsaken me, the fountain of the water of life, and have hewn out for themselves broken cisterns, that can hold no water.
1:130
Λάκκους συν τετριμμένους τὰ εἴδωλα προσηγόρευσεν
祂以「破裂的池子」指稱那些偶像。
By 'broken cisterns' He designated the idols.
1:131
Ὁ γὰρ λάκ κος χειροποίητος μέν ἐστιν, ἀναβλύζον δὲ ὕδωρ οὐκ ἔχει·
因為池子是人手所造的,本身並無湧流的活水;
For the cistern is made by hands, and has no water welling up of itself;
1:132
τὸ δὲ ἐκ νεφῶν τικτόμενον, καὶ ἔνθεν κἀκεῖθεν συναθροι ζόμενον δέχεται·
它所盛的乃是雲霧所生、從四面匯集而來的水;
but it receives that which is born of the clouds and gathered from this side and that;
1:133
εἰ δὲ καὶ διεῤῥωγὼς ᾖ καὶ συντετριμ μένος, παραυτίκα τὸ ἐξ οὐρανοῦ συνειλεγμένον ἀπόλ λυσι·
若是它裂開破損了,便立刻失去那從天上匯集來的水。
and if it be cracked and broken, it at once loses what has been collected from heaven.
1:134
Τοιαύτη τῶν εἰδώλων ἡ φύσις
偶像的性質正是如此。
Such is the nature of the idols.
1:135
Ἐρανίζεται μὲν γὰρ τὴν ὑπόστασιν ἐξ ὕλης καὶ τέχνης·
因為它的實質乃是從物料和工藝中拼湊借來的;
For it borrows its substance from matter and craftsmanship;
1:136
ὃ δὲ παρὰ τού των κομίζεται κάλλος, ἀφαιρεῖται ὁ χρόνος·
而它從這些所得的美麗,時間又將之奪去;
and the beauty it derives from these, time takes away;
1:137
ὁ δὲ ἀλη θῶς Θεὸς, ζωῆς ἀεννάου πηγή
唯有那位真神,才是永流不息之生命的泉源。
but the true God is the fountain of ever-flowing life.
1:138
Ὅτι, φησὶ, τῆς Αἰγυπτίων ἠλευθερώθη δουλείας, ἅπαντες ἔγνωσαν·
祂說:「以色列脫離了埃及人的奴役,這是眾人都知道的;
'That Israel was freed from the bondage of the Egyptians,' He says, 'all men knew;
1:139
ὅτι δὲ καὶ καθ' ἑαυτὸν ἐπολιτεύετο τῆς ἐμῆς ἀπο λαύων προνοίας, δῆλον ἦν ἅπασι
他享有我的眷佑,得以作為一個獨立的國度而生活,這也是眾人都明白的。」
and that he lived as a distinct polity, enjoying my providence, was plain to all.'
1:140
Περιφανὴς γὰρ ἦν καὶ περίβλεπτος
因為他曾是顯赫的、備受矚目的。
For he was conspicuous and greatly regarded.
1:141
Τί τοίνυν τῆς αἰχμαλωσίας τὸ αἴ τιον; Τί δή ποτε τοῖς ἐπιοῦσιν αὐτῷ βασιλεῦσιν ἐγένετο πρόχειρος; Λέοντας γὰρ τοὺς βασιλέας ὠνό μασε
那麼,被擄的原因是什麼呢?他們為何竟輕易落入前來攻擊他們的列王之手?因為他把那些王稱作「獅子」。
What then was the cause of the captivity? Why did they become an easy prey to the kings who came against them? For he called the kings 'lions.'
1:142
Ταῦτα δὲ οὐ μόνον ὑπὸ Ἀσσυρίων πεπόνθατε·
而你們遭受這些事,並非只出於亞述人之手。
And these things you have suffered not only at the hands of the Assyrians.
1:143
Υἱοὶ Μέμφεως καὶ Τάφνας ἔγνωσάν σε, καὶ κατέπαιξάν σου
「挪弗和答比匿的人也認識了你,並且戲弄了你。」
'The sons of Memphis and of Tahpanhes have known you and mocked you.'
1:144
Οἱ τὰ πολυθρύλλητα ἐκεῖνα σοῦ χάριν ὑπομείναντες·
他們就是那些曾為你的緣故忍受那些眾所傳誦之苦難的人,
They who once endured those far-famed sufferings for your sake,
1:145
οὓς τὸ τελευταῖον τῷ θαλατ τίῳ βυθῷ παραδέδωκα
就是我最終交付於海洋深淵的那些人。
whom in the end I delivered over to the depth of the sea.
1:146
Εἶτα τῆς ἀσθενείας τὴν αἰτίαν διδάσκει·
接著,他指明他們軟弱的緣由:
Then he teaches the cause of their weakness:
1:147
Οὐχὶ ταῦτα ἐποίησέ σοι τὸ καταλιπεῖν σε ἐμέ; λέγει Κύριος ὁ Θεός σου
「你離棄我,豈不是這事給你招來這一切嗎?這是耶和華你的神說的。」
'Has not your forsaking of me done these things to you? says the Lord your God.'
1:148
Ἔπειτα καὶ σημαίνει τὴν ἀρχὴν τῆς ἀποστασίας
接著,他也指出他們背道的起始。
Then he also indicates the beginning of their apostasy.
1:149
Ἐν τῷ καιρῷ ἄγοντός σε ἐν τῇ ἐρήμῳ. Εὐθὺς γὰρ Αἰγυπτίων ἀπαλλα γεὶς, ἐμὲ μὲν ἐγκατέλιπες, τὸν δὲ μόσχον ἐθεο ποίησας
「在我領你行過曠野的時候。」因為你一脫離埃及人,就立刻離棄了我,反倒把牛犢當作神來敬拜。
'In the time when I led you in the wilderness.' For as soon as you were delivered from the Egyptians, you forsook me and deified the calf.
1:150
Καὶ νῦν τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου, τοῦ πιεῖν ὕδωρ Γηῶν; Καὶ τί σοι καὶ τῇ ὁδῷ Ἀσ συρίων, τοῦ πιεῖν ὕδωρ ποταμῶν; Ἡνίκα ὑπὸ Σύρων ἐπολεμοῦντο, τοὺς Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν·
「如今你為何在通往埃及的路上,去喝基訓的水呢?你為何在通往亞述的路上,去喝大河的水呢?」當他們被敘利亞人攻打時,便召亞述人前來結盟;
'And now what have you to do with the way of Egypt, to drink the water of Gihon? And what have you to do with the way of the Assyrians, to drink the water of the rivers?' When they were warred upon by the Syrians, they called the Assyrians into alliance;
1:151
ὅτε δὲ Ἀσσύριοι αὐτοῖς ἐπεστράτευσαν, πρὸς Αἰγυπτίους κατέφυγον·
但當亞述人出兵攻打他們時,他們又逃奔埃及人求庇護。
but when the Assyrians made war against them, they fled for refuge to the Egyptians.
1:152
Γηῶν γὰρ τὸν Νεῖλον καλεῖ
因為他以「基訓」來稱呼尼羅河。
For by 'Gihon' he means the Nile.
1:153
Παιδεύσει σε ἡ ἀποστασία σου, καὶ ἡ κα κία σου ἐλέγξει σε·
「你的背道要懲治你,你的惡行要責備你;」
'Your apostasy shall chastise you, and your wickedness shall reprove you;'
1:154
καὶ γνῶθι, καὶ ἴδε, ὅτι πι κρὸν καὶ πονηρόν σοι τὸ καταλιπεῖν σὲ ἐμὲ, λέ γει Κύριος ὁ Θεός σου
「你要知道並看見,你離棄我乃是又苦又惡的事,這是耶和華你的神說的。」
'and know and see that it is a bitter and evil thing for you to have forsaken me, says the Lord your God.'
1:155
Καὶ οὐκ εὐδόκησα ἐπὶ σοὶ, λέγει Κύριος ὁ Θεός σου
「我也不喜悅你,這是耶和華你的神說的。」
'And I have taken no pleasure in you, says the Lord your God.'
1:156
Ἐμὲ, φησὶν, εἰς συμμαχίαν οὐκ ἐκάλεσας, ἀλλ' ἐκείνους
他說:「你沒有召我來結盟,反倒召了那些外人。」
'Me,' he says, 'you did not call into alliance, but those others.'
1:157
Τοιοῦτό τι πεπόνθασι καὶ οἱ τὸν Σω τῆρα σταυρώσαντες·
那些把救主釘十字架的人也遭受了類似的事;
Something of this sort those also suffered who crucified the Saviour;
1:158
ἀρνηθέντες γὰρ αὐτὸν, ἔλεγον μὴ ἔχειν βασιλέα εἰ μὴ Καίσαρα, οὗ δὴ χάριν αὐτοὺς Καίσαρι παραδέδωκεν
因為他們既否認了他,便說除了凱撒之外他們沒有王,正因如此,他把他們交在了凱撒的手中。
for having denied him, they said that they had no king but Caesar, and for that very reason he handed them over to Caesar.
1:159
Ὅτι ἀπ' αἰῶνος συνέτριψας τὸν ζυγόν σου, καὶ διέῤῥηξας τοὺς δεσμούς σου, καὶ εἶπας·
「因為你自古以來就折斷了你的軛,掙開了你的繩索,並且說:」
'For of old you have broken your yoke and burst your bonds, and you said:'
1:160
Ἀρχαιότροπα δέ σου τὰ ἐπιτηδεύ ματα·
你的行徑乃是舊有的積習;
Your practices are of the old fashion;
1:161
ἄνωθεν γὰρ συνέτριψας τὸν τοῦ νόμου ζυγὸν, καὶ τοῖς τῶν παρανόμων ἐθνῶν ἠκολούθησας ἔθεσι
因為你自古就折斷了律法的軛,隨從了那些不法之民的風俗。
for from of old you broke the yoke of the law and followed the customs of the lawless nations.
1:162
Καὶ τοὺς βωμοὺς καὶ τὰ ἄλση τῆς κατὰ νόμον πολι τείας προὐτίμησας
你竟看重那些邱壇和木偶,過於那按著律法而立的體制。
And you preferred the altars and the sacred groves to the polity according to the law.
1:163
Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρπο φόρον, πᾶσαν ἀληθινήν
「我卻栽了你,作結果子的葡萄樹,全然是真的。」
'But I planted you as a fruitful vine, wholly true.'
1:164
Οὐχ ἁπλῶς δὲ τὸ πᾶ σαν προστέθεικεν·
他加上「全然」一詞並非無故;
And not without purpose has he added the word 'wholly';
1:165
ἀλλ' ἐπειδὴ ἦσαν ἐν αὐτοῖς εὐσεβεῖς ἄνδρες, οἵ τε θεῖοι προφῆται, καὶ οἱ τούτοις ἑπόμενοι·
乃因在他們中間曾有敬虔之人,就是那些神聖的先知,以及跟隨他們的人;
but since there were among them godly men, both the divine prophets and those who followed them;
1:166
ἀντὶ τοῦ, Πάντας ὑμᾶς ἐβουλόμην εἶναι τοιούτους, πάντων γὰρ ἴσως ἐπεμελήθην
這意思彷彿是說:我曾願你們眾人都作這樣的人,因為我對你們眾人都一樣看顧。
it is as if to say: I wished you all to be such, for I cared equally for you all.
1:167
Πῶς ἐστράφης μοι εἰς πικρίαν ἡ ἄμπελος ἡ ἀλλο τρία; Εἰ διέμεινεν ἀληθινὴ, οὐκ ἂν ἦν ἀλλο τρία·
「你這外邦的葡萄樹啊,怎麼向我變成了苦的呢?」它若存留為真葡萄樹,就不會是外邦的;
'How are you turned into bitterness to me, you strange vine?' If it had remained true, it would not have been strange;
1:168
ἐπειδὴ δὲ εἰς πικρίαν μετεβλήθη, οὐκέτι ἀληθινὴ, ἀλλ' ἀλλοτρία καλεῖται
但既然它變成了苦的,就不再稱為真的,反倒稱為外邦的了。
but since it was changed into bitterness, it is no longer called true, but strange.
1:169
Οὕτω καὶ ὁ μέγας ἔφη Μωσῆς·
偉大的摩西也曾這樣說:
So also the great Moses said:
1:170
Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας·
「因為他們的葡萄樹是所多瑪的葡萄樹,他們的枝子出於蛾摩拉;」
'For their vine is of the vine of Sodom, and their branch of Gomorrah;'
1:171
Ἀλλ' ἐπειδὴ τὴν θείαν ἐξύβρισαν φυτουργίαν, καὶ εἰς πικρίαν ἐστρά φησαν, καὶ ἀντὶ σταφυλῆς ἀκάνθας ἐβλάστησαν, ὁ ἐξ. αὐτῶν κατὰ σάρκα Χριστὸς ἄμπελον αὐτὸν ἀληθι νὴν ὀνομάζει, λέγων·
但既然他們褻慢了神的栽種之工,變成了苦的,並且不結葡萄反倒長出荊棘,那按著肉體出於他們的基督便稱自己為真葡萄樹,說:
But since they outraged the divine husbandry and were turned into bitterness, and instead of grapes brought forth thorns, Christ, who according to the flesh is from them, calls himself the true vine, saying:
1:172
Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀλη θινή· τοὺς δὲ εἰς αὐτὸν πεπιστευκότας κλήματα προσηγόρευσεν
「我是真葡萄樹」;他又把那些信入他的人稱為枝子。
'I am the true vine;' and those who have believed in him he called the branches.
1:173
Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀδικίαις σου ἐναντίον μου, λέγει Κύριος
「你雖用鹼、多用肥皂洗滌自己,你的罪孽在我面前仍然玷污了你,這是耶和華說的。」
'Though you wash yourself with nitre and heap up much soap for yourself, you are stained in your iniquities before me, says the Lord.'
1:174
Πόαν τὰ ἀπὸ γῆς φυόμενα ῥύμματα ὀνομάζει·
他以「肥皂」來指那些從地上生長出來的潔淨之物;
By 'soap' he means the cleansing agents that grow from the earth;
1:175
καὶ διδάσκει τρο πικῶς διὰ τούτων, ὡς τὰ κατὰ νόμον περιῤῥαντήρια ἀπαλλαγὴν ἁμαρτημάτων οὐ πραγματεύεται·
藉此他以喻意的方式教導:律法所規定的潔淨灑洗,並不能成就罪的赦免;
and by these he teaches figuratively that the sprinklings prescribed by the law do not effect release from sins;
1:176
ἀλλ' εἰλικρινὴς μεταμέλεια, καὶ πονηρίας ἀπαλλαγή
唯有真誠的悔改,以及離棄邪惡,才能成就這事。
but sincere repentance and a turning away from wickedness do.
1:177
Μετὰ ταῦτα τὴν ἀναίδειαν αὐτῆς ἐξελέγχει
在此之後,他揭露她的無恥。
After this he exposes her shamelessness.
1:178
Οὐκ ἐμιάνθην, καὶ ὀπίσω τῆς Βάαλ οὐκ ἐπορεύθην; Εἶτα τὸ προφανὲς τῆς ἀσε βείας δείκνυσιν·
「我沒有被玷污,也沒有隨從巴力去,不是嗎?」接著他顯明她不敬虔之明目張膽:
'I am not defiled, and I have not gone after Baal, have I?' Then he shows the openness of her impiety:
1:179
Ἴδε τὰς ὁδούς σου ἐν τῷ πολυ ανδρίῳ, καὶ γνῶθι τί ἐποίησας. Πολυάνδριον καλεῖ τὸ τῶν μνημάτων χωρίον
「你看看自己在墳場中的行徑,就知道你所做的了。」他以「墳場」指那葬有墳墓之地。
'See your ways in the burial-place, and know what you have done.' By 'burial-place' he means the region of the tombs.
1:180
Ἐν ἐκείνῳ δὲ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας τοῖς εἰδώλοις κατέκαιον
因為他們在那地方把自己的兒女焚燒獻給偶像。
For in that place they burned their sons and daughters to the idols.
1:181
Ὀψὲ φωνῇ αὐτῆς ὠλόλυζε. Τὸ ὀψὲ ἀντὶ τοῦ βρα δέως τέθεικε·
「她遲遲才發聲哀號。」他以「遲」來表達「遲緩」之意;
'Late did she wail with her voice.' He has put 'late' for 'tardily';
1:182
μετὰ τὴν πεῖραν, φησὶ, τῶν ἀλγεινῶν, τῆς παρανομίας αἴσθησιν ἔλαβε
他說:她在經歷了那些痛苦之後,才對自己的不法有所醒悟。
after the experience of her sorrows, he says, she gained a perception of her lawlessness.
1:183
Τοῦτο καὶ μετὰ ταῦτα ὁ προφήτης φησὶ, τὰς δέκα φυλὰς ὀδυρομένας ὑποδεικνὺς, καὶ λεγούσας·
先知在其後也說了這事,顯明那十支派在哀哭,說:
This too the prophet says afterward, showing the ten tribes lamenting and saying:
1:184
Ὕστερον αἰχμαλωσίας μετενόησα. κδʹ
「被擄之後,我才悔改了。」二十四。
'After the captivity I repented.' 24.
1:185
Τὰς ὁδοὺς αὑτῆς ἐπλάτυνεν ἐφ' ὕδατα ἐρήμου
「她把自己的道路擴展到曠野的水那裡去了。」
'She widened her ways over the waters of the wilderness.'
1:186
Ὕδατα δὲ ἐρήμου τὰ εἴδωλα προσ ηγόρευσεν, ὡς ἐρημοποιὰ, καὶ πανωλεθρίας πρόξενα
他以「曠野的水」稱呼那些偶像,因為它們使人荒涼,並招致徹底的毀滅。
By 'waters of the wilderness' he named the idols, as things that make desolate and are the cause of utter destruction.
1:187
ψευδοπροφῆται προλέγειν προσεποιοῦντο
那些假先知假裝要預言。
the false prophets pretended to foretell.
1:188
Τὸ γὰρ ἐπνευματοφο ρεῖτο περὶ τῶν ψευδοπροφητῶν τέθεικε
因為他把「受靈感動」這句話用在了那些假先知身上。
For the phrase 'was inspired' he has applied to the false prophets.
1:189
Παρεδό θη τίς ἐπιστρέψει αὐτήν; Θεοῦ γὰρ παραδεδω κότος, τίς ἐπαρκέσει; Οὕτω καὶ διὰ τοῦ μεγάλου Μωσέως φησί·
「她已被交付了,誰能使她回轉呢?」因為神既已交付了她,還有誰能相助呢?他藉著偉大的摩西也這樣說:
'She was given over; who shall turn her back?' For since God has given her over, who will avail? So also through the great Moses he says:
1:190
Πάντες οἱ ζητοῦντες αὐτὴν, οὐ κοπιάσουσιν·
「凡尋索她的都不至勞乏;」
'All who seek her shall not grow weary;'
1:191
ἐν τῇ ταπεινώσει αὐτῆς εὑρήσουσιν αὐτήν. Εὐχείρωτοι γὰρ ἐγένοντο, τὴν ἀσέβειαν ἀσπασάμενοι
「他們必在她卑微的時候尋見她。」因為他們既擁抱了不敬虔,便成了易於被制伏的。
'in her humiliation they shall find her.' For they became easy to subdue, having embraced impiety.
1:192
Μετὰ ταῦτα διδάσκει, ὅτι πολλάκις. συμβουλευθεῖσα τῆς βλαβερᾶς ἀποστῆναι πορείας, ἐθρασύνετο ἄντικρυς, τὴν ἀποστασίαν ὁμολογοῦσα
在此之後,他教導說:她雖屢次被勸離開那有害的行程,卻公然放肆抗拒,直言承認自己的背道。
After this he teaches that, though often counselled to depart from her harmful course, she brazenly resisted to his face, openly confessing her apostasy.
1:193
Ἀλλὰ διὰ τοῦτο αἰσχύνῃ αὐτοὺς, φησὶ, περιβαλῶ πάν τας ὁμοῦ, καὶ βασιλέας, καὶ ἄρχοντας, καὶ ἱερέας, καὶ τοὺς τὰ ψευδῆ προφητεύοντας·
他說:「正因如此,我要使他們眾人一同蒙羞——包括君王、首領、祭司,以及那些說假預言的人;」
'But for this reason,' he says, 'I will clothe them all together with shame—both kings and rulers and priests and those who prophesy lies;'
1:194
καὶ ἀπεικασθή σονται κλέπτῃ ἐπ' αὐτοφώρῳ ἁλόντι, καὶ σφόδρα ἐρυθριῶντι
「他們必像那當場被擒的賊,滿面通紅。」
'and they shall be likened to a thief caught in the very act, and blushing deeply.'
1:195
Τοὺς μὲν γὰρ ἐκ ξύλου καὶ λίθου κατα σκευαζομένους θεοὺς, πατέρας ὠνόμαζον καὶ γεν νήτορας·
因為他們把那些用木頭和石頭製成的神明稱為父親和生育者;
For the gods fashioned out of wood and stone they called fathers and begetters;
1:196
ἐμοὶ δὲ τὰ νῶτα ἔδωκαν, καὶ ὡς ἐχθρὸν ἀπεστράφησαν
「他們卻以背向我,並且像躲避仇敵一樣轉臉離開了我。」
'but to me they gave their backs, and turned away from me as from an enemy.'
1:197
Καὶ ἐν τῷ καιρῷ τῶν κακῶν αὑτῶν ἐροῦσιν·
「在他們遭災的時候,他們卻要說:」
'And in the time of their calamities they shall say:'
1:198
Ἀνάστα, καὶ σῶσον ἡμᾶς. Τοῦτο μάλιστα ἀναιδείας ἐσχάτης, τὸ ἀπολαύοντας μὲν τῶν ἀγαθῶν ἀχαριστίαν νοσεῖν·
「求你起來拯救我們。」這尤其是無恥之極——就是在享受美物之時,卻病於忘恩負義,
'Arise and save us.' This especially is of the utmost shamelessness—that while enjoying good things they are sick with ingratitude,
1:199
σπανίζοντας δὲ, τούτων αἰτεῖν τὴν μετάληψιν
而一旦缺乏,卻又求分享這些美物。
but when in want, they ask to partake of these things.
1:200
Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεων ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν διόδων Ἱερουσαλὴμ ἔθυον τῇ Βάαλ
「猶大啊,你神明的數目與你城邑的數目相等,他們向巴力獻祭的祭壇也與耶路撒冷街道的數目相等。」
'For according to the number of your cities were your gods, O Judah, and according to the number of the streets of Jerusalem they sacrificed to Baal.'
1:201
Οὕτω δείξας τὴν τῶν οὐκ ὄντων θεῶν τιμὴν, καὶ τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, πράως τοῖς ἀχαρίστοις ἐπιτιμᾷ·
他既如此顯明那些虛無之神所受的尊崇、其數目之眾,以及其軟弱無能,便溫和地責備那些忘恩之人:
Having thus shown the honour paid to gods that are not, and their multitude and their weakness, he gently rebukes the ungrateful ones:
1:202
Ἱνατί λαλεῖτε πρός με; Πάντες ὑμεῖς ἠσεβήσατε, καὶ πάντες ὑμεῖς ἠνομήσατε εἰς ἐμὲ, λέγει Κύριος
「你們為何與我爭辯呢?你們眾人都行了不敬虔的事,你們眾人都違背了我,這是耶和華說的。」
'Why do you speak against me? You have all been impious, and you have all transgressed against me, says the Lord.'
1:203
Ἀναμιμνήσκει καὶ τῶν ἐπενε χθεισῶν αὐτοῖς παιδειῶν
他也提醒他們回想那臨到他們的懲治。
He also reminds them of the chastisements brought upon them.
1:204
Μάτην ἐπάταξα τὰ τέκνα ὑμῶν·
「我責打你們的兒女乃是徒然的;」
'In vain have I smitten your children;'
1:205
Οὔτε εὐεργετούμενοι τὸν εὐεργέ την ἐπέγνωτε, οὔτε παιδευόμενοι τῆς ἀσεβείας ἀπ έστητε
你們既受了恩惠卻不認識那施恩者,又受了管教卻不離棄不敬虔。
Neither when benefited did you acknowledge your Benefactor, nor when chastened did you turn away from impiety.
1:206
Ἐγὼ δὲ καὶ τοὺς αἰτίους τῆς πλάνης σφαγῇ παραδέδωκα
「我甚至把那些致使人迷惑的罪魁交付於刀劍。」
'And I even delivered over to slaughter those responsible for the error.'
1:207
Μὴ ἔρημος ἐγενόμην τῷ οἴκῳ Ἰακὼβ, ἢ γῆ κεχερσωμένη, διότι εἶπεν ὁ λαός μου·
「我豈向雅各家成了曠野,或成了荒蕪之地嗎,以致我的百姓竟說:」
'Have I become a wilderness to the house of Jacob, or a barren land, that my people has said:'
1:208
Οὐ κυριευθησόμεθα, καὶ οὐχ ἥξομεν πρός σε; Εἰ ρωνικῶς ταῦτα λέγει
「我們必不受轄制,也不再到你這裡來?」他說這些話乃是帶著反諷之意。
'We shall not be lorded over, and we will not come to you?' He says these things ironically.
1:209
Ἆρα, φησὶ, μὴ τοῖς εἰδώλοις εἰμὶ παραπλήσιος; ἆρα μὴ ὁμοίως ἐκείνοις οὐδένα αὐτοῖς καρπὸν ἀγαθὸν προσενήνοχα, καὶ διὰ τοῦτο τὴν ἐμὴν δουλείαν ἀπέδρασαν; Μεταβαίνει δὲ καὶ ἐφ' ἑτέραν εἰκόνα, καὶ λέγει, πᾶσαν μὲν νύμ φην τοῦ κόσμου πεφροντικέναι, πᾶσαν δὲ παρθένον τῆς στηθοδεσμίδος ἐπιμελεῖσθαι·
他說:「難道我像那些偶像嗎?難道我像它們一樣,沒有給他們結出任何美好的果子,以致他們因此逃離了對我的事奉嗎?」他又轉到另一個比喻,說他曾眷顧世上每一位新婦,也曾照管每一位處女的束胸帶;
'Am I, then,' he says, 'like the idols? Have I, like them, brought forth for them no good fruit, and is it for this reason that they have run away from serving me?' And he passes over to another image, and says that he has cared for every bride of the world and taken thought for every maiden's breast-band;
1:210
τὸν δὲ κληθέντα. λαὸν, κατολιγωρῆσαι τοῦ κηδεμόνος
然而那蒙召的百姓卻輕忽了那看顧他們的主。
but the people that had been called neglected their guardian.
1:211
Εἶτα πάλιν εἰ ρωνικῶς λγʹ
接著他又以反諷的口吻(第三十三節):
Then again, ironically (verse 33):
1:212
Τί ἔτι καλὸν ἐπιτηδεύσεις ἐν ταῖς ὁδοῖς σου, τοῦ ζητῆσαι ἀγάπησιν; Τί ἕτερον, φησὶ, τοῖς προειρημένοις προσθεῖναι βούλῃ, ὡς τὸ ἐμὸν περὶ σὲ πραγματεύσασθαι φίλτρον·
「你還要在你的道路上籌謀什麼善事,好尋求愛呢?」祂說:你還想在前面所說的事上添加什麼別的,彷彿要博得我對你的鍾愛麼?
'What good thing wilt thou yet devise in thy ways, that thou mayest seek love?' What further, He says, dost thou wish to add to the things already spoken, as though to procure My affection toward thee?
1:213
Οὐχ οὕτως. Οὐδὲν τούτων εἰς ἀγάπην κινεῖ, ἀλλὰ τοὐναντίον μῖσος ἐρ γάζεται·
並非如此。這些事沒有一樣能感動我去愛,反倒生出恨惡。
Not so. None of these things moves Me to love; on the contrary, it works hatred.
1:214
οὐ γὰρ μόνον εἰς ἀσέβειαν ἐξώκειλας, ἀλλὰ καὶ μιαιφονίαν ἐτόλμησας
因為你不僅擱淺於不敬虔之中,還膽敢流人的血。
For thou hast not only run aground upon impiety, but hast also dared bloodshed.
1:215
Ἐν γὰρ ταῖς χερσί σου, φησὶν, εὑ ρέθη αἵματα ψυχῶν ἀθώων
祂說:「因為在你手上找到了無辜之人的血。」
'For in thy hands,' He says, 'was found the blood of innocent souls.'
1:216
Καὶ ἔθυσαν τοὺς υἱοὺς αὑτῶν τοῖς δαιμονίοις, καὶ ἐξέχεαν αἷμα ἀθῶον, αἷμα υἱῶν αὑτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναὰν, καὶ ἐφονοκτονήθη ἡ γῆ ἐν τοῖς αἵμασι
「他們把自己的兒子獻祭給鬼魔,流無辜之血,就是自己兒女的血,是獻祭給迦南的雕刻偶像的;那地就因流血而遭殺戮的玷污。」
'And they sacrificed their sons to the demons, and shed innocent blood, the blood of their own sons and daughters, whom they sacrificed to the graven images of Canaan; and the land was defiled with murder in the blood.'
1:217
Οὐκ ἐν διορύγμασιν εὗρον αὐτοὺς, ἀλλ' ἐπὶ πάσῃ δρυΐ. Οὐ γὰρ ὥσπερ οἱ τοιχωρύχοι λάθρα τοῦτο δρῶσιν, οὕτω καὶ οὗτοι λαν θάνειν ἐπειρῶντο παρανομοῦντες, ἀλλὰ πᾶς βουνὸς, καὶ πᾶν ἄλσος ἐδέξατο τὴν τούτων ἀσέβειαν·
「我發現他們不是在挖穿的牆洞裡,乃是在各棵橡樹之下。」因為他們並不像穿牆盜賊暗中行事那樣,試圖在犯法時不被察覺;反倒是每座山岡、每片樹叢都接納了他們的不敬虔。
'Not in the diggings did I find them, but on every oak.' For not as the burglars do this in secret, so did these too attempt to escape notice while transgressing; rather, every hill and every grove received their impiety.
1:218
ἀναιδεῖς δὲ ὄντες, καὶ βδελυροὶ, καὶ τὰ προφανῶς γινόμενα ἐξηρνοῦντο
他們既是厚顏無恥又可憎的,甚至連公然所行的事也加以否認。
And being shameless and abominable, they even denied the things done openly.
1:219
ἀλλὰ ἀπο στραφήτω ὁ θυμὸς αὐτοῦ ἀπ' ἐμοῦ
「但願祂的怒氣從我身上轉離。」
'But let His anger be turned away from me.'
1:220
Ἰδοὺ ἐγὼ κρίνομαι πρὸς σὲ ἐν τῷ σε λέγειν·
「看哪,我要因你所說的與你相爭辯,」
'Behold, I enter into judgment with thee for thy saying,'
1:221
Ὅτι κατεφρόνησαι σφόδρα τοῦ δευτε ρῶσαι τὰς ὁδούς σου
「因為你極其藐視,一再重蹈你的道路。」
'Because thou hast greatly despised the repeating of thy ways.'
1:222
Κατάλληλος γὰρ ἡ ἀναί δεια τῇ παρανομίᾳ·
因為這無恥正與那不法相稱。
For the shamelessness matches the lawlessness.
1:223
τούτου καὶ ἕτερον, ὅτι Ὥσπερ Ἀσσυρίους εἰς συμμαχίαν καλέσαντες, οὐδὲν ἐκ τῆς ἐπικουρίας ἀπώνασθε, οὕτω καὶ νῦν Αἰ γυπτίοις προσπεφευγότες, οὐδεμιᾶς ἐκεῖθεν ὠφε λείας ἀπολαύσεσθε
還有另一點,就是說:「正如你們召請亞述人結盟時,從那援助得不到任何好處,如今你們投奔埃及人,也照樣從那裡享不到絲毫的益處。」
And there is this further point too, namely: 'Just as when ye called the Assyrians into alliance ye gained nothing from that aid, so now too, having fled for refuge to the Egyptians, ye shall enjoy no benefit from thence.'
1:224
Τοῦτο γὰρ διὰ τῶν ἐπιφερομέ νων δηλοῖ
因為祂藉著隨後的話把這事說明了。
For this He makes clear through what follows.
1:225
Καὶ ἀπ' Αἰγύπτου καταισχυνθήσῃ, καθὼς κατ. ῃσχύνθης ἀπὸ Ἀσσούρ
「你必因埃及蒙羞,正如你因亞述蒙羞一樣。」
'And thou shalt be put to shame by Egypt, even as thou wast put to shame by Assur.'
1:226
( λζʹ) Ὅτι καὶ ἐντεῦθεν ἐξ- ελεύσῃ, καὶ αἱ χεῖρές σου ἐπὶ τῆς κεφαλῆς σου·
(第三十七節)「因為你也必從那裡出來,兩手抱著頭;」
(verse 37) 'For from thence also shalt thou go forth, and thy hands upon thy head;'
1:227
Ἴδιον τῶν θρηνουσῶν τὸ τὰς χεῖρας συμπεπλεγμένας ἐπιτιθέναι τῇ κεφαλῇ
把交疊的雙手放在頭上,這是哀哭婦人所特有的舉動。
It is characteristic of women who mourn to place their clasped hands upon their head.
1:228
Τὸ δὲ αἴτιον τῶν κακῶν, Ὅτι ἀπώσατο Κύριος τὴν ἐλπίδα σου, καὶ οὐκ εὐο δωθήσῃ ἐπ' αὐτῇ. Εἰ γὰρ εἰς τὸν Θεὸν ἤλπισας, ἐτρύγησας ἂν ὥριμον τὸν τῆς ἐλπίδος καρπόν·
而諸禍的緣由是:「因為耶和華棄絕了你所倚靠的,你在其上必不亨通。」因為你若倚靠神,就必採收那盼望成熟的果子;
And the cause of the evils is: 'Because the Lord hath rejected thy hope, and thou shalt not prosper in it.' For hadst thou set thy hope in God, thou wouldst have gathered the ripe fruit of hope;
1:229
ἐπειδὴ δὲ ἀνθρώποις ἐθάῤῥησας, διήμαρτες τῆς ἐλπίδος
但你既信賴世人,就在盼望上落了空。
but since thou didst put thy confidence in men, thou didst fail of thy hope.
1:230
Μετὰ ταῦτα δὲ γινώσκει, ὡς πᾶσα μὲν γυνὴ τοῦ ἀνδρὸς ἀφισταμένη, καὶ ἑτέρῳ συναπτομένη, πρὸς τὸν ἄνδρα τὸν πρότερον ἐπανελθεῖν οὐ δυνήσεται, τοῦ νό μου τοῦτο κωλύοντος·
在這之後,祂教導說:凡離開丈夫、與別人結合的婦人,都不能歸回從前的丈夫,因為律法禁止此事;
After these things He teaches that every woman who departs from her husband and joins herself to another cannot return to her former husband, since the law forbids this;
1:231
ἐμὲ δὲ σὺ τὸν κατὰ νόμον σοι συν αφθέντα καταλιποῦσα, συνήφθης δαίμοσιν ἀνοσίοις·
「但你卻離棄了照律法與你結合的我,反倒與不聖潔的鬼魔結合了;」
'but thou, having forsaken Me who was lawfully joined to thee, wast joined to unholy demons;'
1:232
εἶτα, πάλιν αἴσθησιν δεξαμένη τῆς βλάβης πρὸς ἐμὲ ἐπανῄεις, ἐγὼ δὲ οὐκ ἀπωθούμην
後來你又察覺了所受的損害,就轉回到我這裡來,而我並沒有把你推開。
then again, having perceived the harm, thou wast returning to Me, and I was not thrusting thee away.
1:233
Εἰ δὲ νομίζεις ἁπλῶς με ταῦτα λέγειν, βʹ
「但你若以為我是隨口說這些話,」(第二段)
'But if thou thinkest that I say these things at random,' (part 2)
1:234
Ἆρον εἰς εὐθεῖαν τοὺς ὀφθαλμούς σου, καὶ ἴδε ποῦ οὐχὶ ἐξεφύρθης
「你舉目向前直看,看你在何處沒有被玷污。」
'Lift up thine eyes straight before thee, and see where thou wast not defiled.'
1:235
Τοῦτο γὰρ καὶ διὰ τοῦ Ἐζεκιήλ φησι πρὸς αὐτὴν, Καὶ εὗρόν σε πεφυρμένην ἐν τῷ αἵματί σου· οὕτω δὲ καὶ ὁ Σύρος ἡρμήνευσε
因為祂藉著以西結也對她說:「我發現你在你的血中被玷污了;」敘利亞譯本也是這樣翻譯的。
For this He says to her through Ezekiel also: 'And I found thee defiled in thy blood;' and thus too the Syriac rendered it.
1:236
Λέγει δὲ ἐν τοῖς ἑξῆς, ὅτι Οὐ μόνον παραγινομένους ἐδέχου, ἀλλὰ καὶ ἐξῄεις ἐπιζητοῦσα·
祂在隨後的話中說:「你不僅接納那些前來的人,還親自出去尋找他們;」
And He says in what follows that: 'Not only didst thou receive those who came, but thou also wentest forth seeking them;'
1:237
καὶ ταῖς κορώναις πα ραπλησίως προσήδρευες ταῖς ὁδοῖς, τὴν ἐκείνων προσ μένουσα παρουσίαν, καὶ τὴν γῆν μιασμάτων ἐνέπλη σας, πολλοῖς ποιμέσιν ἀνθ' ἑνὸς χρησαμένη
「你像烏鴉一樣蹲坐在道路旁,等候他們前來,你用許多牧人代替一位牧人,使那地充滿了污穢。」
'and like crows thou didst sit beside the ways, awaiting their coming, and thou didst fill the land with pollutions, employing many shepherds in place of one.'
1:238
Ποιμένας γὰρ πολλοὺς τὰ εἴδωλα προσηγόρευσεν ὥσπερ γὰρ θεοὶ ἐκαλοῦντο τὴν θείαν προσηγορίαν συλήσαντες οἱ τοῦ ψεύδους πατέρες οὕτω καὶ ποιμένες ὠνομά σθησαν τὸ τοῦ ἀληθινοῦ ποιμένος λῃστεύσαντες ὄνομα
因為祂把偶像稱作「許多牧人」;正如那些謊言之父盜取了神聖的稱號而被稱為神明,照樣他們也竊取了真牧人的名而被稱作牧人。
For He called the idols 'many shepherds'; for just as those fathers of falsehood were called gods, having plundered the divine appellation, so also were they named shepherds, having stolen the name of the true Shepherd.
1:239
Ὄψις πόρνης ἐγένετό σοι, ἀπηναισχύντησας πρὸς πάντας. Καθάπερ γὰρ αἱ τὴν ὥραν ἀπεμπολοῦσαι τῶν μετώπων ἀποξύουσι τὴν αἰδῶ, καὶ πᾶσιν ὁμοίως προσφέρονται·
「你有妓女的臉面,向眾人厚顏無恥。」因為正如那些出賣姿色的人,從額上刮盡了羞恥,向眾人一概獻媚;
'Thou hadst the look of a harlot, thou wast shameless toward all.' For just as those who sell their beauty scrape all modesty from their brows and offer themselves alike to all;
1:240
οὕτω σὺ πρὸς οὐδένα τὴν εὔνοιαν δι εφύλαξας, ἀλλὰ τρυγῶσα μὲν παρ' ἐμοῦ τῶν ἀγαθῶν τὴν φορὰν, τοῖς εἰδώλοις ἐδούλευες
你也照樣對誰都不存善意,反倒一面從我這裡收取美物的豐盛,一面卻作偶像的奴僕。
so didst thou preserve goodwill toward none, but while reaping from Me the bounty of good things, thou wast enslaved to the idols.
1:241
Περιπίπτουσα δὲ συμφοραῖς, καὶ τῆς ἐκείνων ἀσθενείας αἰσθανομένη, τὴν ἐμὴν ἐξῄτεις βοήθειαν
然而當你陷入災難、察覺那些偶像的軟弱時,你便來求我的幫助。
But when falling into misfortunes and perceiving the weakness of those idols, thou wouldst seek My help.
1:242
Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με
「求你作我遮護的神,作我救我的避難之所。」
'Be Thou to me a protecting God, and a house of refuge to save me.'
1:243
Μὴ διαμενεῖ εἰς τὸν αἰῶνα; Ἀντὶ τοῦ, Τὸ ψεῦδός σου, καὶ τῶν ῥημάτων ἡ χλευασία
「這豈能長存到永遠麼?」意思是:你的虛謊,以及你言語的嘲弄。
'Will it remain for ever?' Meaning: thy falsehood, and the mockery of thy words.
1:244
Ἦ δια φυλαχθήσεται εἰς νῖκος; Ἦ νομίζεις διὰ τούτων περιγενέσθαι καὶ νικᾷν; Εἶτα εἰρωνικῶς·
「這豈能保存得勝麼?」你豈以為藉這些能占上風、能得勝麼?接著又以反諷說:
'Or shall it be preserved unto victory?' Or dost thou think by these means to prevail and to conquer? Then ironically:
1:245
Ἰδοὺ ἐλάλησας καὶ ἐποίησας τὰ πονηρὰ ταῦτα, καὶ ἠδυνή θης. Ἀντὶ τοῦ, Νόμισον κεχλευακέναι, καὶ δια πεφευγέναι τοιαῦτα παρανομῆσαι τολμήσασα
「看哪,你既說了又行了這些惡事,竟然得逞了。」意思是:你就當作自己譏誚了、又逃脫了罷,你竟膽敢如此犯法。
'Behold, thou hast spoken and done these evil things, and thou hast prevailed.' Meaning: Reckon that thou hast mocked and hast escaped, having dared to transgress in such ways.
1:246
Μετὰ δὲ ταῦτά φησι τὸν Θεὸν πρὸς αὐτὸν εἰρηκέναι ἐν ταῖς ἡμέραις Ἰωσίου τοῦ βασιλέως·
在這些話之後,祂說神在約西亞王的日子曾對他說:
And after these things He says that God spoke to him in the days of Josiah the king:
1:247
Εἶδες ἃ ἐποίησέ μοι ἡ κατοικία τοῦ Ἰσραήλ; Ἐπειδὴ ἀπῆσαν ἐκεῖνοι ( ἐδούλευον γὰρ ἐν Βαβυλῶνι), τὸν προφήτην διδάσκει τῆς τιμωρίας τὸ δίκαιον
「你看見以色列家向我所行的了麼?」因為那些人已不在了(他們正在巴比倫為奴),祂便向先知教導這刑罰的公義。
'Hast thou seen what the habitation of Israel did to Me?' Since those were absent (for they were in servitude in Babylon), He teaches the prophet the justice of the punishment.
1:248
Ἐπορεύθη ἐπὶ πᾶν ὄρος ὑψηλὸν, καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους, καὶ ἐπόρνευσεν ἐκεῖ. Ἔπειτα τὴν οἰκείαν ἀγαθότητα καὶ μακροθυμίαν δείκνυσιν
「她上到各高山,又到各青翠樹下,在那裡行淫。」接著祂顯明自己的良善與寬容。
'She went upon every high mountain, and under every shady tree, and there played the harlot.' Then He shows His own goodness and long-suffering.
1:249
Καὶ εἶπον μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα, Πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψεν
「她行了這一切之後,我說:你歸向我罷;她卻不歸回。」
'And I said after she had done all these things, Return unto Me; and she returned not.'
1:250
Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα
所以她是心甘情願地把毀滅招到自己身上,她既從起初就未曾擁抱那合乎律法的生活,在犯了不敬虔之後又不肯回轉。
Willingly, therefore, she drew destruction upon herself, having neither from the beginning embraced the polity according to the law, nor after the impiety been willing to turn back.
1:251
Ἐντεῦθεν αὔξει τῆς Ἰούδα φυλῆς τὴν κατηγορίαν
從此他加重了對猶大支派的控告。
From this point He heightens the accusation against the tribe of Judah.
1:252
εἶδε τὴν ἀσυνθεσίαν αὐτῆς ἡ ἀσύν θετος Ἰούδα ἡ ἀδελφὴ αὐτῆς, καὶ εἶδε διότι περὶ πάντων ὧν κατελήφθη ἐν οἷς ἐμοιχᾶτο ἡ κατοικία τοῦ Ἰσραὴλ, καὶ ἐξαπέστειλα αὐτὴν, καὶ ἔδωκα αὐτῇ βιβλίον ἀποστασίου εἰς τὰς χεῖ ρας αὐτῆς
「她那不忠的姊妹猶大看見她的不忠,也看見我因以色列家在其中行姦淫、被拿住的一切事,就把她休了,並把休書交在她手中。」
'Her faithless sister Judah saw her faithlessness, and saw that, for all the things in which the habitation of Israel was caught committing adultery, I sent her away and gave her a bill of divorcement into her hands.'
1:253
Καὶ οὐκ ἐφοβήθη ἡ ἀσύνθετος Ἰούδα, ἡ ἀδελφὴ αὐτῆς, καὶ ἐπορεύθη, καὶ ἐπόρνευσε καὶ αὐτή
「她那不忠的姊妹猶大卻不懼怕,也去行淫。」
'And her faithless sister Judah feared not, but went and played the harlot herself also.'
1:254
Θεασαμένη, φησὶ, καὶ τὴν πονηρίαν τῆς ἀδελφῆς αὐτῆς, καὶ τὴν διὰ ταύτης ἐπενεχθεῖσαν αὐτῇ τιμωρίαν, οὐκ ἔφυγε τῆς πονηρίας τὴν μίμη σιν·
祂說:她既看見了姊妹的邪惡,以及因此臨到姊妹的刑罰,卻沒有逃避對那邪惡的效法;
Having beheld, He says, both the wickedness of her sister and the punishment brought upon her because of it, she did not flee the imitation of that wickedness;
1:255
ἀλλὰ τοῖς ἐκείνης ἠκολούθησεν ἴχνεσιν
反倒踏著她的腳蹤而行。
but followed in those footsteps of hers.
1:256
Καὶ ἐγένετο ἡ πορνεία αὐτῆς εἰς οὐθέν
「她的淫行竟看為算不得什麼。」
'And her harlotry became as nothing.'
1:257
Οὐδὲν γὰρ, φησὶ, παράνομον ποιεῖν ὑπελάμβανε·
祂說:因為她以為自己並沒有行什麼不法的事;
For she supposed, He says, that she was doing nothing unlawful;
1:258
πορνείαν δὲ τὴν εἰδωλολατρείαν καλεῖ·
祂所稱的「淫行」乃是指拜偶像;
and by 'harlotry' He calls idolatry;
1:259
καταλιπόντες γὰρ τὸν Θεὸν, ὃς νυμφίος αὐτῶν ὠνομάζετο, τοῖς εἰδώλοις ἐλάτρευον
因為他們離棄了那被稱為他們新郎的神,去事奉偶像。
for having forsaken God, who was named their bridegroom, they served the idols.
1:260
Καὶ ἐφονοκτόνει τὴν γῆν, θύουσα τὰ τέκνα τοῖς δαίμοσι·
她把兒女獻祭給鬼魔,用殺戮玷污那地;
And she defiled the land with murder, sacrificing her children to the demons;
1:261
καὶ ἐμοίχευσε τὸν λίθον καὶ τὸ ξύλον. Σαφῆ τὴν τῆς πορνείας κατηγορίαν εἰργάσατο
她又與石頭和木頭行姦淫。祂把那淫行的控告說得清清楚楚。
and she committed adultery with the stone and the wood. He rendered plain the accusation of harlotry.
1:262
Εἶτα διὰ πλειόνων διδάσκει, ὅτι οὐκ ἐβδελύξατο τῆς ἀδελφῆς τὴν ἀσέβειαν, τὴν πανωλεθρίαν θεασαμένη·
接著祂藉更多的話教導說:她雖看見了那徹底的毀滅,卻沒有憎惡姊妹的不敬虔;
Then through more words He teaches that she did not abominate her sister's impiety, though she had beheld the utter destruction;
1:263
καὶ ὅτι μᾶλλον ἔχουσί τινα συγγνώμην αἱ δέκα φυλαὶ, ἤπερ ἡ τοῦ Ἰούδα φυλὴ, ἐπειδὴ τὰς συμφορὰς ἐκείνων ἑωρακυῖα, τὰ αἴτια τῶν συμφορῶν διετέλεσε δρῶσα·
並且十支派比猶大支派倒還有幾分可原諒之處,因為猶大既看見了那些支派的災難,卻仍持續行那招致災難的緣由;
and that the ten tribes have some more excuse than the tribe of Judah, since Judah, having seen the misfortunes of those, persisted in doing the very causes of the misfortunes;
1:264
οὗ δὴ χάριν ἐκείνοις προθεσπίσαι ὁ προφήτης παρακελεύεται
為此緣故,先知奉命向那些人發預言。
for which reason the prophet is bidden to prophesy to those others.
1:265
Πορεύου γὰρ, φησὶ, καὶ ἀνάγνωθι τοὺς λό γους τούτους πρὸς βοῤῥᾶν, καὶ ἐρεῖς, Ἐπιστρά φηθι πρός με, ἡ κατοικία τοῦ Ἰσραὴλ, λέγει Κύριος
祂說:「你去,向北方宣讀這些話,說:以色列家啊,你歸向我罷,這是耶和華說的。」
'For go,' He says, 'and read these words toward the north, and say, Return unto Me, O habitation of Israel, saith the Lord.'
1:266
Καὶ οὐ στηριῶ τὸ πρόσωπόν μου ἐφ' ὑμᾶς, ὅτι ἐλεήμων εἰμὶ, λέγει Κύριος, καὶ οὐ μη νιῶ ὑμῖν εἰς τὸν αἰῶνα
「我必不向你們變臉,因為我是有憐憫的,這是耶和華說的,我也必不永遠向你們發怒。」
'And I will not set My face against you, for I am merciful, saith the Lord, and I will not be wroth with you for ever.'
1:267
μετὰ γὰρ τὴν πολλὴν παρανομίαν μόνην ἐπιζητεῖ μεταμέλειαν·
因為在那極大的過犯之後,祂所尋求的唯有悔改;
for after the great transgression He seeks only repentance;
1:268
διδάσκει δὲ καὶ ταύτης τὸν τρόπον
祂也教導這悔改的方式。
and He teaches also the manner of this.
1:269
Πλὴν γνῶθι τὴν ἀδικίαν σου, ὅτι εἰς Κύ ριον τὸν Θεόν σου ἠσέβησας
「只要承認你的罪孽,就是你干犯了耶和華你的神。」
'Only acknowledge thine iniquity, that thou hast transgressed against the Lord thy God.'
1:270
Ἀρχὴ γὰρ ὑγείας αἴσθησις ἀῤῥωστίας
因為健康的起頭乃是對疾病的知覺。
For the beginning of health is the perception of sickness.
1:271
Καὶ, Ἐξέχεας τὰς ὁδούς σου εἰς ἀλλοτρίους. Τὸν Θεὸν, καὶ Κύριον, καὶ ποιη τὴν, καὶ εὐεργέτην καταλιποῦσα, ἀλλοτρίοις συν ήφθης·
又說:「你把你的道路傾灑給外人。」你既離棄了那位是神、是主、是造物主、是施恩者的,就與外人結合;
And, 'Thou hast poured out thy ways to strangers.' Having forsaken God and Lord and Maker and Benefactor, thou wast joined to strangers;
1:272
τίνες δὲ οὗτοι; Ὑποκάτω παντὸς ξύλου ἀλσώδους. Ἔδειξε τῆς πλάνης τὸ ἀκερδές·
這些是誰呢?就是「各青翠樹下」的。祂顯明了那迷誤的無益;
and who are these? 'Under every shady tree.' He showed the unprofitableness of the error;
1:273
ἄκαρπα γὰρ τὰ θεοποιηθέντα φυτά
因為那些被奉為神明的樹木是不結果子的。
for the plants that were made into gods are fruitless.
1:274
Τῆς δὲ φωνῆς μου οὐχ ὑπήκουσας, λέγει Κύριος. Νομοθετῶν γὰρ εἶπεν, Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. ιδʹ
「你卻不聽從我的聲音,這是耶和華說的。」因為祂在頒布律法時說:「除我以外,你不可有別的神。」(第十四節)
'But My voice thou didst not obey, saith the Lord.' For in giving the law He said, 'There shall be to thee no other gods besides Me.' (verse 14)
1:275
Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει Κύ ριος
「你們這些背道的兒女啊,回轉罷,這是耶和華說的。」
'Return, ye backsliding sons, saith the Lord.'
1:276
Καὶ ἀποστάντας υἱοὺς ὀνομάζει, διὰ τὴν ἄῤῥητον αὐτοῦ ἀγαθότητα
祂稱那些背道的人為「兒女」,是因祂那難以言喻的良善。
And He names the apostate ones 'sons,' because of His unspeakable goodness.
1:277
Καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως, καὶ δύο ἐκ πατριᾶς, καὶ εἰσάξω ὑμᾶς εἰς Σιών
「我必將你們從一城取一人,從一族取兩人,領你們到錫安。」
'And I will take you, one out of a city, and two out of a family, and will bring you into Zion.'
1:278
( ιεʹ.) Καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπι στήμης
(第十五節)「我必將合我心意的牧者賜給你們,他們必以知識牧養你們。」
(verse 15) 'And I will give you shepherds after My own heart, and they shall shepherd you, feeding you with knowledge.'
1:279
Ταῦτα τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ ἐγένετο
這些事在所羅巴伯身上是按預表應驗的。
These things came to pass typically in the case of Zerubbabel.
1:280
Ἐπανῆλθον γὰρ ἐπὶ Κύρου τοῦ Πέρσου, ποιμένας ἔχοντες τὸν Ζοροβάβελ τὸν τοῦ Σαλαθιὴλ, καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν·
因為他們在波斯王居魯士的時候歸回,有撒拉鐵的兒子所羅巴伯、以及約薩答的兒子大祭司耶書亞作他們的牧者;
For they returned under Cyrus the Persian, having as shepherds Zerubbabel the son of Salathiel, and Jesus the son of Josedek the high priest;
1:281
εὐσέβεια δὲ καὶ εὐνομία ἀμφοτέρους ἐκόσμει
敬虔與良好的秩序使他們二者皆得裝飾。
And piety together with good order adorned them both.
1:282
Κατὰ μέντοι τὴν ἀλήθειαν, μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν ἡ προφητεία τέλος ἐδέξατο
然而,按著真理而言,這預言乃是在我們的神與救主道成肉身之後,才得著應驗。
In truth, however, it was after the incarnation of our God and Saviour that this prophecy received its fulfilment.
1:283
καὶ κατέστησεν αὐτοὺς ποιμένας κατὰ τὴν καρδίαν αὑτοῦ, τοὺς ἱεροὺς ἀπο στόλους
祂又照著自己的心意,立他們作牧人,就是那些神聖的使徒。
And He appointed them shepherds according to His own heart—the holy Apostles.
1:284
Σί μων Ἰωνᾶ, φιλεῖς με; Ποίμαινε τὰ πρόβατά μου. Καὶ ὅτι ταύτην ἔχει τὴν διάνοιαν ἡ προφητεία, τὰ ἑξῆς μαρτυρεῖ
「約拿的兒子西門,你愛我嗎?你餵養我的羊。」這預言正是這個含意,接下來的話便可作證。
'Simon son of Jonah, do you love Me? Feed My sheep.' And that the prophecy has this meaning, what follows bears witness.
1:285
Ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἐν τῷ καιρῷ ἐκείνῳ, καλέσουσι τὴν Ἱερουσαλὴμ θρό νον Κυρίου, καὶ συναχθήσεται εἰς αὐτὴν πάντα τὰ ἔθνη τῷ ὀνόματι Κυρίου εἰς Ἱερουσαλήμ·
當那些日子、那時候,人必稱耶路撒冷為耶和華的寶座;萬國必為耶和華的名聚集到耶路撒冷。
In those days and at that time they shall call Jerusalem the throne of the Lord, and all the nations shall be gathered together unto it in the name of the Lord, unto Jerusalem;
1:286
καὶ οὐ πορεύσονται ἔτι ὀπίσω τῶν ἐνθυμημάτων. τῆς καρδίας αὑτῶν τῆς πονηρᾶς
他們也不再隨從自己那惡心中的意念而行。
and they shall no longer walk after the imaginations of their evil heart.
1:287
Τοῦτο δὲ μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκ ἐγένετο·
但這事在從巴比倫歸回之後並未成就;
But this did not come to pass after the return from Babylon;
1:288
οὐ γὰρ κατέλιπε τὴν ἀσέβειαν τηνικαῦτα τὰ ἔθνη
因為那時列國並未離棄他們的不敬虔。
for at that time the nations did not forsake their impiety.
1:289
Μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐνανθρώπησιν, διεπόρ θμευσαν μὲν εἰς ἅπασαν τὴν οἰκουμένην οἱ θεῖοι ἀπό στολοι τὸ σωτήριον κήρυγμα·
在我們的神與救主道成肉身之後,那些神聖的使徒將救恩的信息傳遍了普天下;
After the incarnation of our God and Saviour, the divine Apostles carried the message of salvation across the whole inhabited world;
1:290
Ἱερουσαλὴμ συντρέχουσιν ἅπαντες
眾人都一同奔向耶路撒冷。
to Jerusalem all men run together.
1:291
Εἶτα διδάσκει ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον οὐκ έτι πάλιν αἱ φυλαὶ δίχα διαιρεθήσονται, ἀλλὰ κατὰ τὸ αὐτὸ ἐπανήξουσι, καὶ τὴν πατρῴαν καθέξουσι γῆν
接著他教導說,從巴比倫歸回之後,眾支派必不再分裂為二,乃要一同歸回,得著他們祖先的地。
Then he teaches that after the return from Babylon the tribes shall no longer be divided asunder, but shall return in one body and possess their ancestral land.
1:292
Εἶτα ὁ προφήτης ἐπὶ ταῖς χρησταῖς ἐπαγγε λίαις ἡσθείς φησι·
然後先知因這些美好的應許而歡喜,說:
Then the prophet, delighting in these gracious promises, says:
1:293
Καὶ ἐγὼ εἶπον, Γένοιτο, Κύριε
我就說:「主啊,願如此成就。」
And I said, So be it, O Lord.
1:294
Ταῦτα ἐν μέσῳ εἰρηκὼς ὁ προφήτης, συμπεραίνει τὴν θείαν ἐπαγγελίαν
先知在其間說了這些話之後,便將神的應許作了總結。
Having said these things in between, the prophet brings the divine promise to its conclusion.
1:295
Ὅτι τάξω σε εἰς τέκνα. Πάλιν γὰρ, φησὶ, ἐμοὶ χρηματίσετε παῖδες
因為說:「我要使你列在兒女之中」;祂又說,你們要再被稱為我的兒女。
For 'I will set you among children'; for again, He says, you shall be called My children.
1:296
Καὶ δώσω σοι γῆν ἐκλεκτὴν, κληρονομίαν ὀνομαστὴν, Θεοῦ παν τοκράτορος ἐθνῶν. Τὴν γῆν τῆς ἐπαγγελίας οὕτως ἐκάλεσεν
「我要賜給你美好之地,就是萬國之全能神所稱美的產業。」祂如此稱呼那應許之地。
And I will give you a choice land, a renowned inheritance of God the Almighty of the nations. Thus did He name the land of promise.
1:297
Ἐθνῶν δὲ αὐτὸν Θεὸν ὠνόμασε παντοκράτορα, διδάσκων ὅτι πάντων ἐστὶ Θεὸς, καὶ πάντων δημιουργὸς, καὶ ὅτι καὶ τὰ ἔθνη τῆς θεογνω σίας ἀπολαύσονται, καὶ μεταβήσεται εἰς ἐκεῖνα ἡ χάρις τοῦ Πνεύματος
祂又稱祂為列國全能的神,教導人說祂是萬有的神,是萬物的創造者,並且列國也必得享認識神的福分,聖靈的恩典也必臨到他們。
And He named Him the Almighty God of the nations, teaching that He is the God of all and the Maker of all, and that the nations too shall enjoy the knowledge of God, and that the grace of the Spirit shall pass over unto them.
1:298
Μετὰ ταῦτα συμβουλεύει ἣν ἔχουσι παῖδες περὶ πατρὸς φιλοστοργίαν κτήσα σθαι, καὶ τῆς θείας ἀπολαῦσαι κηδεμονίας
此後祂勸勉他們,要對父存著兒女所有的那種摯愛之情,並要得享神的看顧。
After this He counsels them to acquire toward their Father the tender affection that children have, and to enjoy the divine care.
1:299
Εἶτα αἰτιᾶται, ὅτι γυναῖκα μοιχεύτριαν εἰς τὸν ἄνδρα παρανομοῦσαν ἐζήλωσαν, οὐ μόνον αἱ δέκα φυλαὶ, ἀλλὰ καὶ ἡ τοῦ Ἰούδα φυλὴ, καὶ τὰς πρὸς τὸν νυμφίον συνθήκας παρέβησαν·
接著祂控告說,他們如同行淫的婦人,對丈夫犯了不法之事——不僅是那十個支派,連猶大支派也是如此——並且背棄了他們與新郎所立的盟約;
Then He brings the charge that, like a wife committing adultery and transgressing against her husband, they had played the harlot—not only the ten tribes, but also the tribe of Judah—and had broken their covenant with the Bridegroom;
1:300
προλέγει δὲ καὶ τῶν δέκα φυλῶν τὴν μεταμέλειαν·
祂也預言那十個支派要悔改;
and He foretells also the repentance of the ten tribes;
1:301
αἴσθησιν γὰρ αὐταῖς τῆς παρανομίας ἡ τῆς αἰχμαλωσίας ἐνέθηκε συμφορά
因為被擄的災禍在他們裡面生出對自己不法之事的覺悟。
for the calamity of captivity had implanted in them an awareness of their transgression.
1:302
Φωνὴ γὰρ, φησὶν, ἐκ χειλέων ἠκούσθη κλαυθμοῦ καὶ δεήσεως υἱῶν Ἰσραὴλ, ὅτι ἠδί κησαν ἐν ταῖς ὁδοῖς αὐτῶν, ἐπελάθοντο Θεοῦ ἁγίου αὐτῶν
祂說:「有聲音從嘴唇發出,就是以色列人哭泣懇求的聲音,因為他們在自己的道路上行了惡事,忘記了他們聖潔的神。」
For 'A voice,' He says, 'was heard from the lips, weeping and supplication of the children of Israel, because they did wrong in their ways, they forgot their holy God.'
1:303
Θεασάμενος δὲ τὴν μεταμέλειαν, ἐπιμεῖναι ταύτῃ προτρέπει, καί φησιν·
祂見了他們的悔改,就勸勉他們持守此心,並說:
And having beheld their repentance, He exhorts them to persevere in it, and says:
1:304
Ἐπιστράφητε, υἱοὶ ἐπιστρέφοντες, καὶ ἐγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν
「你們這背道的兒女啊,回轉吧,我就醫治你們的創傷。」
Return, you backsliding children, and I will heal your afflictions.
1:305
Οὐ μόνον δὲ ὑπισχνεῖται τὴν ἴασιν, ἀλλὰ καὶ ποίοις χρήσασθαι δεῖ λόγοις διδάσκει, μονονουχὶ λέγων·
祂不僅應許醫治,更教導他們當用怎樣的言語,幾乎是說:
And He not only promises healing, but also teaches with what words they ought to make use, all but saying:
1:306
Ἰδοὺ δοῦλοι ἡμεῖς ἐσόμεθά σοι, ὅτι σὺ Κύριος ὁ Θεὸς ἡμῶν εἶ. Ἀρνούμεθα τὴν πλάνην, βδελυσ σόμεθα τὴν τῶν δαιμόνων δουλείαν·
「看哪,我們必作你的僕人,因為你是耶和華我們的神。我們棄絕迷惑,憎惡對眾鬼魔的奴役;」
Behold, we will be servants to You, for You are the Lord our God. We renounce our error, we abhor the servitude of the demons;
1:307
σὲ μόνον ἴσμεν καὶ Κύριον καὶ Θεόν
「惟有你,我們認你為主、為神。」
You alone do we know as both Lord and God.
1:308
Ὄντως ψεῦδος ἦσαν οἱ βουνοὶ, καὶ ἡ. δύναμις τῶν ὀρέων
那些山岡實在是虛謊的,眾山的能力也是如此。
Truly the hills were a lie, and the power of the mountains.
1:309
Πλὴν διὰ Κυρίου Θεοῦ ἡμῶν ἡ σωτηρία τῷ οἴκῳ Ἰσραήλ
唯有藉著耶和華我們的神,才有救恩歸給以色列家。
Nevertheless, through the Lord our God is salvation for the house of Israel.
1:310
τὰ δὲ ἄλση καὶ οἱ βουνοὶ, ἐπιζήμια καὶ ὀλέθρια
至於那些樹叢與山岡,乃是有害而致人於死的。
but the groves and the hills are hurtful and ruinous.
1:311
Ἡ δὲ αἰσχύνη κατηνάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν, καιόν των τὰ πρόβατα αὑτῶν, τοὺς υἱοὺς αὑτῶν, καὶ τὰς θυγατέρας αὑτῶν
羞恥從我們列祖幼年以來,就吞滅了他們勞碌所得的——他們的羊群、他們的兒子和女兒,都被他們焚燒了。
But shame has devoured the labours of our fathers from their youth—their sheep, their sons, and their daughters, as they burned them.
1:312
Ἔδειξε καὶ ἧς προσ έφερον τοῖς εἰδώλοις τιμῆς τὴν ὑπερβολήν·
祂也顯明他們向偶像所獻之尊崇的過度;
He showed also the excess of the honour they offered to the idols;
1:313
πρὸς γὰρ βουσὶ καὶ προβάτοις, καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέ ρας κατέκαιον·
因為除了牛羊之外,他們竟連自己的兒女也一同焚燒了;
for besides oxen and sheep, they burned up even their sons and daughters;
1:314
καὶ ὅτι οὐ μόνον οὐδὲ ἐκεῖθεν ἐδρέποντο κέρδος, ἀλλὰ πρὸς τῇ τῶν ψυχῶν ἀπωλείᾳ καὶ τὴν αἰσχύνην ἐτρύγων·
並且他們不但從那裡得不著益處,反倒在他們靈魂沉淪之外,又收取了羞恥;
and that they not only reaped no gain from thence, but along with the perdition of their souls they harvested shame as well;
1:315
τοῦτο γὰρ διὰ τῶν ἐπ αγομένων φησί·
祂藉著接下來的話說出這事:
for this He says by what follows:
1:316
Ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν·
「我們躺臥在自己的羞恥中,我們的恥辱遮蓋了我們;」
We lay down in our shame, and our dishonour covered us;
1:317
διότι ἐναν τίον τοῦ Θεοῦ ἡμῶν ἡμάρτομεν ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν, ἀπὸ νεότητος ἡμῶν, καὶ ἕως τῆς ἡμέρας ταύτης, καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν
「因為我們得罪了我們的神,我們和我們的列祖,從我們幼年直到今日,都沒有聽從耶和華我們神的話。」
because before our God we have sinned, we and our fathers, from our youth even unto this day, and we have not hearkened to the voice of the Lord our God.
1:318
Καὶ ὁ θεῖος Ἀπόστολος τῆς ἁμαρτίας καρπὸν τὴν αἰσχύνην εἶναί φησι·
那神聖的使徒也說,罪的果子就是羞恥:
And the divine Apostle says that the fruit of sin is shame:
1:319
Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; ΚΕΦΑΛ
「那麼,你們現今所看為羞恥的事,當日有甚麼果子呢?」(章)
What fruit, then, did you have at that time in the things of which you are now ashamed? CHAPTER.
1:320
Οὕτω διδάξας αὐτοὺς δεηθῆναι, ὑπισχνεῖται καὶ αὐτοῖς ἀπόλαυσιν ἀγαθῶν, εἰ λάβοιεν λήθην τῶν εἰ δώλων ( αὐτὰ γὰρ καλεῖ βδελύγματα), καὶ εἰς τὸν ὄντα Θεὸν μεταθεῖεν τὸ σέβας·
祂如此教導他們懇求之後,也應許他們得享美福,只要他們忘卻那些偶像(因為祂稱這些為可憎之物),並將他們的敬拜歸向那位真神;
Having thus taught them to make supplication, He promises them also the enjoyment of good things, if they should take on forgetfulness of the idols (for these He calls abominations), and should transfer their reverence to the true God;
1:321
ὡς καὶ τοὺς ὅρκους μηκέτι κατ' εἰδώλων, ἀλλὰ κατ' αὐτοῦ ποιεῖσθαι, ἀληθεύοντας καὶ οὐ ψευδομένους
以致他們起誓不再指著偶像,乃是指著祂,說誠實話而不虛謊。
so as to make their oaths no longer by the idols, but by Him, speaking truth and not lying.
1:322
Ἐὰν ὀμόσῃς, Ζῇ Κύριος, μετὰ ἀληθείας, ἐν κρίσει καὶ ἐν δικαιοσύνῃ
你若憑誠實、公平、公義起誓說:「我指著永生的耶和華」,
If you swear, 'As the Lord lives,' in truth, in judgement, and in righteousness.
1:323
Ἐν δὲ τοῖς ἱεροῖς Εὐαγγελίοις τὰ τούτων νενομοθέτηκε τελειότερα·
但在神聖的福音書中,祂所立的律法比這些更為完全:
But in the sacred Gospels He laid down as law things more perfect than these:
1:324
Ἐῤῥέθη γὰρ, φησὶ, τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκή σεις, ἀποδώσεις δὲ Κυρίῳ τοὺς ὅρκους σου
祂說:「有話對古人說:『你不可背誓,所起的誓總要向主謹守。』」
For 'It was said,' He says, 'to them of old, You shall not swear falsely, but shall perform to the Lord your oaths.'
1:325
Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Ἰουδαίοις δὲ, ὡς ἀσθε νῶς διακειμένοις, παρακελεύεται κατ' αὐτοῦ ὀμνύναι, ἵνα τῇ τοῦ ὅρκου συνηθείᾳ αὐτὸν μόνον προσκυνεῖν διδαχθῶσιν·
「只是我告訴你們,甚麼誓都不可起。」然而對猶太人,因他們軟弱的光景,祂囑咐他們指著祂起誓,好叫他們藉著起誓的習慣,被教導唯獨敬拜祂;
But I say to you, Do not swear at all. To the Jews, however, as being weakly disposed, He enjoins swearing by Him, so that through the custom of the oath they might be taught to worship Him alone;
1:326
ὡς εὐλογήσουσιν ἐν αὐτῷ ἔθνη, καὶ ἐν αὐτῷ αἰνέσουσι τῷ Θεῷ ἐν Ἱερουσαλήμ·
以致列國要在祂裡面為自己祝福,並在祂裡面於耶路撒冷讚美神;
so that the nations shall bless themselves in Him, and in Him shall praise God in Jerusalem;
1:327
τούτων γὰρ εὐσεβούντων, πολλοὶ τῶν πλησιοχώρων μετεμάνθανον τὴν εὐσέβειαν
因為當這些人敬虔的時候,許多鄰近的民也就重新學習敬虔。
for when these were pious, many of the neighbouring peoples came to learn piety anew.
1:328
Ἐντεῦθεν ἀπὸ τοῦ Ἰσραὴλ ἐπὶ τὸν Ἰούδα μεταφέρειτὸν λόγον, καί φησι·
從這裡祂把話題從以色列轉到猶大,說:
From here He transfers the discourse from Israel to Judah, and says:
1:329
Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπεί ρητε ἐπ' ἀκάνθαις
「你們要為自己開墾荒地,不要撒種在荊棘中。」
Break up for yourselves fallow ground, and do not sow among thorns.
1:330
Γεωργήσατε, φησὶ, τὰς ὑμετέ ρας ψυχάς·
祂說,要耕耘你們自己的心靈;
Till, He says, your own souls;
1:331
πρόῤῥιζον ἀνασπάσατε τῶν εἰδώλων τὴν μνήμην
要連根拔除對偶像的記念。
tear up by the very root the memory of the idols.
1:332
Εἶτα διδάσκει ὁποία τοῦ Θεοῦ ἡ περιτομή
然後祂教導人,神所要的割禮是怎樣的。
Then He teaches what manner of thing is the circumcision of God.
1:333
Καὶ περιτέμνεσθε. τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. Σαφῶς ἐδίδαξεν ὡς ἡ φαινομένη περιτομὴ τύπος τῆς κεκρυμμένης, καὶ ὅτι τῆς ἔνδον οὔσης περιττὴ ἡ τοῦ σώματος
「猶大人和耶路撒冷的居民哪,你們要將心中的污穢除掉,行割禮。」祂明明地教導,那看得見的割禮乃是那隱藏之割禮的預表,並且既有了內在的割禮,肉身的割禮便是多餘的。
And be circumcised in the foreskin of your heart, you men of Judah and you inhabitants of Jerusalem. Plainly He taught that the visible circumcision is a type of the hidden one, and that, the inward one being present, the bodily one is superfluous.
1:334
Ἐντεῦθεν ὁρμώμενος ὁ θεῖος Ἀπόστολος Ῥωμαίοιςγέγραφεν·
那神聖的使徒以此為起點,寫信給羅馬人說:
Taking his start from here, the divine Apostle wrote to the Romans:
1:335
Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ, ἐν σαρκὶ, περιτομὴ, ἀλλ' ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύ ματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ. Ἤκουσε γὰρ τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος·
「因為外面作猶太人的,不是真猶太人;外面肉身的割禮,也不是真割禮。惟有裡面作的,才是真猶太人;真割禮也是心裡的,在乎靈,不在乎儀文;這人的稱讚不是從人來的,乃是從神來的。」因為他曾聽見神藉先知說:
For he is not a Jew who is one outwardly, neither is that circumcision which is outward, in the flesh; but he is a Jew who is one inwardly, and circumcision is of the heart, in the spirit, not in the letter, whose praise is not from men but from God. For he had heard God saying through the prophet:
1:336
Περιτμήθητε τῷ Θεῷ ὑμῶν, καὶ περιτέμνεσθε τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν, ἄνδρες Ἰούδα, καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ·
「猶大人和耶路撒冷的居民哪,你們要歸向你們的神受割禮,將心中的污穢除掉;」
Be circumcised to your God, and circumcise the foreskin of your heart, you men of Judah and you inhabitants of Jerusalem;
1:337
μήποτε ἐξέλθῃ ὡς πῦρ ὁ θυμός μου, καὶ ἐκκαυθήσε ται, καὶ οὐκ ἔσται ὁ σβέσων ἀπὸ προσώπου πονηρίας ἐπιτηδευμάτων ὑμῶν. Ὑμεῖς γὰρ μόνοι δύνασθε σβέσαι μεταμελούμενοι·
「恐怕我的忿怒因你們所行的惡,如火發出,焚燒起來,無人能以熄滅。」因為唯有你們藉著悔改,才能將它熄滅;
lest My wrath go forth like fire and be kindled, and there be none to quench it, because of the wickedness of your practices. For you alone are able to quench it by repenting;
1:338
ὑμῶν δὲ μεταμελείᾳ μὴ κεχρημένων, οὐδεὶς ἱκανὸς ἀπαλλάξαι τῆς τιμωρίας
但你們若不施行悔改,就沒有人能救你們脫離那刑罰。
but if you make no use of repentance, no one is sufficient to deliver you from the punishment.
1:339
Σπεύσατε, μὴ στῆτε, ὅτι κακὰ ἐγὼ ἐπάγω ἀπὸ βοῤῥᾶ, καὶ συντριβὴν μεγάλην
「你們要趕緊,不要停留,因為我要使災禍與大毀滅從北方而來。」
Make haste, do not stand still, for I am bringing evils from the north, and great destruction.
1:340
Λέγει δὲ ταῦτα παραβολικώτερον·
祂說這些話乃是較為比喻性的;
He says these things rather in a figurative manner;
1:341
καὶ καλεῖ λέοντα τὸν Να βουχοδονόσορ, μάνδραν δὲ τὴν Βαβυλῶνα·
祂稱尼布甲尼撒為獅子,稱巴比倫為獅穴;
and He calls Nebuchadnezzar a lion, and Babylon a lair;
1:342
ἐκεῖθεν δὲ τοῦτον ὁρμῶντα, καὶ τὰς πόλεις ἐμπρῆσαι, καὶ τὰς χώρας δῃῶσαι
並說這獅子從那裡出發,既焚燒了城邑,又蹂躪了各地。
and He says that this one, setting out from thence, both burned the cities and laid waste the lands.
1:343
Τούτου δὴ χάριν, περιζώσασθε σάκκους, καὶ κόπτεσθε, καὶ ὀλολύξατε, ὅτι οὐκ ἀπεστράφη ὁ θυμὸς τῆς ὀργῆς Κυρίου ἀφ' ὑμῶν
因此,你們當腰束麻布,痛哭哀號,因為耶和華烈怒的忿恨尚未從你們身上轉離。
For this reason, therefore, gird yourselves with sackcloth, and lament, and howl, because the fury of the Lord's anger has not turned away from you.
1:344
Προλέγει δὲ καὶ τὴν τοῦ βασιλέως δειλίαν, τοῦ τε Ἰωακεὶμ, καὶ τοῦ Ἰεχωνίου μετ' ἐκεῖνον, καὶ τελευταίου τοῦ Σεδεκίου
祂也預言了君王的怯懦——約雅敬的、以及在他之後的耶哥尼雅的,最後還有西底家的。
He foretells also the cowardice of the king—both of Jehoiakim, and of Jeconiah after him, and, last of all, of Zedekiah.
1:345
Προλέγει καὶ τῶν ἀρχόντων καὶ ἱερέων τὸ δέος
祂也預言了眾首領和祭司的恐懼。
He foretells also the dread of the rulers and the priests.
1:346
Ἆρά γε ἀπατῶν ἠπάτησας τὸν λαὸν τοῦ Θεοῦ καὶ τὴν Ἱερουσαλὴμ, λέγων, Εἰρήνη ἔσται, καὶ ἰδοὺ ἥψατο ἡ μάχαιρα ἕως τῶν ψυχῶν αὐ τῶν; Ταῦτα οὐκ ἀληθῶς ὁ προφήτης ἔφη, ἀλλ' ἐπειδὴ οἱ ψευδοπροφῆται εἰρήνην ὑπισχνοῦντο, τὸν Θεὸν ταύτην ἐπαγγέλλεσθαι λέγοντες, τὴν ἐκείνων ἐλέγχων ψευδολογίαν, τούτοις τοῖς λόγοις ἐχρήσατο ιαʹ
難道你真的完全欺哄了神的這百姓和耶路撒冷,說「必有平安」,看哪,刀劍卻臨到他們的性命嗎?先知並非把這些當作真實的話說出,乃是因那些假先知應許平安,說神宣告如此,先知為駁斥他們的謊言,才使用了這些話。(十一)
Have you then indeed utterly deceived this people of God and Jerusalem, saying, 'There shall be peace,' and behold the sword has reached even to their souls? The prophet did not say these things as being true, but since the false prophets were promising peace, saying that God was announcing it, in refuting their lying speech he made use of these words. (11)
1:347
Ἐν τῷ καιρῷ ἐκείνῳ ἐροῦσι τῷ λαῷ τούτῳ, καὶ τῇ Ἱερουσαλὴμ, ὡς πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ, ὁδὸς τῆς θυγατρὸς τοῦ λαοῦ μου οὐκ εἰς καθαρὸν, οὐδὲ εἰς ἅγιον
那時,必有話對這百姓和耶路撒冷說:如同曠野中一陣迷惑的風,我民之女的道路既不歸於潔淨,也不歸於聖潔。
At that time it shall be said to this people and to Jerusalem: As a wind of wandering in the wilderness, the way of the daughter of my people is not toward what is clean, nor toward what is holy.
1:348
Πνεῦμα πληρώσεως ἀπὸ τούτων ἥξει μοι
必有一陣充盈之風,因這些而臨到我。
A wind of fulfilment shall come to me from these.
1:349
ἀφ' ὧν ἦλθέ μοι τὰ παρόντα κακά
就是現今這些災禍臨到我所從出之處。
from whom the present evils have come upon me.
1:350
Νῦν δὲ ἐγὼ λαλήσω κρίματά μου πρὸς αὐτούς. Τουτέστιν, Ἃς δικαίως αὐτοῖς ἐπάξω συμφοράς
「但如今我要向他們宣告我的審判。」意思就是:我要按公義降在他們身上的災禍。
But now I will speak My judgements against them. That is, the calamities which I shall justly bring upon them.
1:351
Καὶ καταλέγει ταύτας, νεφέλῃ μὲν ἀπεικάζων καὶ καταιγίδι τὰ ἅρματα, ἀετοῖς δὲ τὴν τῶν ἵππων ὀξύτητα
他一一列舉這些,把戰車比作雲和暴風,把馬的迅捷比作鷹。
And he enumerates these, likening the chariots to a cloud and a whirlwind, and the swiftness of the horses to eagles.
1:352
Προλέγει καὶ τὸν ἐσόμενον θρῆνον·
他也預先宣告那將要臨到的哀哭:
He also foretells the lamentation that is to come:
1:353
Οὐαὶ ἡμῖν, ὅτι ταλαιπωροῦμεν. Καὶ μετὰ ταῦτα συμβουλεύει τῇ μεταμελείᾳ τὴν σω τηρίαν καρπώσασθαι
「我們有禍了,因為我們遭了苦難。」在這些話之後,他勸勉他們藉著悔改而得著救恩。
'Woe to us, for we are wretched!' And after these things he counsels them to reap salvation through repentance.
1:354
Ἀπόπλυνε γὰρ, φησὶ, ἀπὸ κακίας τὴν καρ δίαν σου, Ἱερουσαλὴμ, ἵνα σωθῇς·
他說:「耶路撒冷啊,你當洗淨你心中的邪惡,使你可以得救;」
'For wash your heart from wickedness, O Jerusalem,' he says, 'that you may be saved;'
1:355
ἕως πότε ὑπάρχουσιν ἐν σοὶ διαλογισμοὶ πονηροί σου; Ἡ γὰρ τῶν λογισμῶν πονηρία τούτων σοι τῶν κακῶν γεγένηται πρόξενος
「你的惡念存在你裡面要到幾時呢?」因為這些惡念的邪惡,正是你這些禍患的起因。
'how long shall your evil thoughts lodge within you?' For the wickedness of these reasonings became for you the author of these evils.
1:356
αὕτη ἦν τῆς Ἰσραηλίτιδος γῆς, καὶ μαρτυρεῖ τῶν Βασιλειῶν ἡ ἱστορία·
這地屬於以色列地,列王紀的歷史也為此作證;
This was of the land of Israel, and the history of the Kingdoms bears witness to it;
1:357
ἀπὸ βοῤῥᾶ δὲ καὶ αὐτὴ, καὶ τὸ ὄρος τὸ Ἐφραῒμ τῆς Ἱερουσαλὴμ διάκειται·
它也位於北方,以法蓮山也位於耶路撒冷的北方;
and it too lies to the north, and Mount Ephraim is situated to the north of Jerusalem;
1:358
ἐκεῖθεν δὲ ὁ Βαβυλώνιος ἐποιήσατο τὴν πορείαν
巴比倫人就是從那裡進軍的。
and from there the Babylonian made his march.
1:359
Καὶ μάρτυς οὗτός τε ὁ προφήτης, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη·
這位先知和列王紀下(列王記第四卷)都為此作證;
And a witness of this is both this prophet and the fourth book of the Kingdoms;
1:360
λέγουσι δὲ ὡς τοὺς αἰχμαλώτους εἰς Ῥε βλαθὰ τῆς Ἐμὰθ ἀπήγαγον οἱ τοῦ Ναβουχοδονό σορ
因為他們記載尼布甲尼撒的人把被擄的人帶到哈馬的利比拉去了。
for they say that the men of Nebuchadnezzar led the captives away to Riblah of Hamath.
1:361
Κώμη δέ ἐστιν ἡ Ῥεβλαθὰ τῆς νῦν καλουμέ νης Ἐμέσης·
利比拉乃是今日所稱為以米撒(Emesa)之地的一個村莊;
Now Riblah is a village of what is now called Emesa;
1:362
ὡς εἶναι δῆλον, ὅτι Ἐμὰθ τὴν μεγάλην τὴν Ἔμεσαν λέγει·
由此可見,他所說的「大哈馬」乃是指以米撒;
so that it is clear that by 'the great Hamath' he means Emesa;
1:363
τὴν δὲ ἄλλην Ἐμὰθ, τὴν Ἐπιφάνειαν·
而另一個哈馬,則是伊皮法尼亞(Epiphania);
and the other Hamath, Epiphania;
1:364
οὕτω γὰρ καὶ μέχρι τοῦ παρόντος τῇ ἐπιχωρίῳ καλεῖται φωνῇ
因為直到如今,當地的語言仍是這樣稱呼它。
for so even up to the present it is called in the local tongue.
1:365
Ἐπειδὴ τοίνυν ἐκεῖθεν τρέχοντες τὰ λυπηρὰ προσεμένοντο·
既然如此,他們從那裡奔馳而來,等候著他們的乃是悲慘之事:
Since therefore, running from that place, they awaited grievous things:
1:366
Ἰδοὺ συστροφαὶ ἔρχονται ἐκ γῆς μα κρόθεν, καὶ ἔδωκαν ἐπὶ τὰς πόλεις Ἰούδα φωνὴν αὐτῶν
「看哪,成群結隊的人從遠方之地而來,他們向猶大的城邑發出他們的聲音。」
'Behold, throngs come from a land far off, and they have raised their voice against the cities of Judah.'
1:367
Ὡς φυλάσσοντες ἀγρὸν ἐγένοντο ἐπ' αὐ τὴν κυκλόθεν
「他們四面圍住她,好像看守田地的人一樣。」
'Like keepers of a field they were round about her.'
1:368
Καθάπερ γὰρ, φησὶ, οἱ τὰ σπέρματα ἢ τὰς ἀμπέλους φυλάσσοντες, ἀκριβῶς. ταῦτα φυλάττουσι, καὶ τοὺς ὁδίτας δι' αὐτῶν παρ ιέναι κωλύουσιν·
他說:「正如那些看守種子或葡萄園的人,謹慎地守護這些,並且阻止行路的人從其中經過,」
'For just as,' he says, 'those who guard the seeds or the vineyards keep them carefully, and prevent travellers from passing through them,'
1:369
οὕτως οὗτοι τὴν Ἱερουσαλὴμ πο λιορκήσουσι, καὶ οὐδένα διαφυγεῖν συγχωρήσουσι
「這些人也照樣要圍困耶路撒冷,不容一人逃脫。」
'so these shall besiege Jerusalem, and shall permit no one to escape.'
1:370
Ταῦτα δὲ πείσῃ, φησὶν, Ὅτι ἐμοῦ ἠμέλησας, λέγει Κύριος. ιηʹ
他說:「你要遭受這些事,因為你藐視了我,這是耶和華說的。」(十八)
'And these things you shall suffer,' he says, 'because you neglected me, says the Lord.' (18)
1:371
Αἱ ὁδοί σου καὶ τὰ ἐπιτηδεύματά σου ἐποίησάν σοι ταῦτα·
「你的行徑和你的作為給你招來了這些事;」
'Your ways and your doings have brought these things upon you;'
1:372
αὕτη ἡ κακία σου, ὅτι πι κρὰ, ὅτι ἥψατο ἕως τῆς καρδίας σου
「這就是你的邪惡,因為它是苦的,因為它已觸及你的心。」
'this is your wickedness, for it is bitter, for it has touched even to your heart.'
1:373
Ἄξια ὧν ἐτόλμησας ὑπομενεῖς, καὶ θερίσεις ἃ ἔσπαρκας
「你將承受與你所妄為相稱的事,你要收割你所種的。」
'Things worthy of what you dared you shall endure, and you shall reap what you have sown.'
1:374
Ταῦτα προειπὼν ὁ προφήτης ὑπὲρ ἐκείνων ὀδυνᾶται, καὶ ἀποδύρεται, καὶ λέγει τὴν κοιλίαν ἠλγηκέναι, καὶ τὰ τῆς καρδίας αἰσθητήρια·
先知預言了這些事之後,便為他們憂傷、哀哭,說他的肚腹疼痛,連他心中的知覺也疼痛;
Having foretold these things, the prophet grieves on their behalf, and laments, and says that his belly is in pain, and the senses of his heart;
1:375
καὶ μιμεῖται μητέρα σπαρασσομένην ἐπὶ τέκνων ὀλέθρῳ
他效法一位為兒女的毀滅而心如刀割的母親。
and he imitates a mother torn with anguish over the destruction of her children.
1:376
Μαιμάσσει γὰρ, φησὶν, ἡ ψυχή μου, σπα ράσσεται ἡ καρδία μου, οὐ σιωπήσομαι·
他說:「我的心煩亂,我的心腸絞痛,我不能靜默;」
'For my soul is in a tumult,' he says, 'my heart is torn, I will not keep silence;'
1:377
ὅτι φωνὴν σάλπιγγος ἤκουσεν ἡ ψυχή μου, κραυ γὴν πολέμου
「因為我的心聽見了號角的聲音,聽見了戰爭的吶喊。」
'because my soul has heard the sound of a trumpet, the cry of war.'
1:378
Καὶ ταλαιπωρίαν, καὶ συντριμ μὸν ἐπικαλεῖται
他也發出對苦難和毀滅的呼喊。
And he invokes misery and destruction.
1:379
Ταῦτα γὰρ ἡ σάλπιγξ σημαί νει, ταῦτα προδηλοῖ τὰ κακά·
因為號角所表示的就是這些,所預示的就是這些禍患;
For these things the trumpet signifies, these evils it foreshows;
1:380
λέγει δὲ καὶ τὴν γῆν ταλαιπωρῆσαι, καὶ τὴν σκηνὴν διαῤῥαγῆναι, καὶ τὰς δέῤῥεις διασπασθῆναι·
他又說,地遭了苦難,帳棚被撕裂,幔子被扯破;
and he says that the land is made wretched, and the tent torn asunder, and the tent-curtains rent apart;
1:381
διὰ δὲ τούτων τῆς πόλεως αἰνίττεται τὴν κατάλυσιν
藉著這些,他暗指那城的傾覆。
and through these things he hints at the overthrow of the city.
1:382
Ἐξηγεῖται καὶ τῶν φευ γόντων τὸ πλῆθος, καὶ ἐκ προσώπου τοῦ Θεοῦ φησι·
他也描述那逃亡之人的眾多,並以神的口吻說:
He describes also the multitude of those fleeing, and speaking in the person of God he says:
1:383
Καὶ ἵνα μὴ νομισθῶσιν ἄξιοι εἶναι συγγνώμης ὡς ἄφρονες, εὐθὺς ἐπήγαγεν·
為了免得他們被視為因愚昧而可蒙寬恕,他隨即補充說:
And lest they be thought worthy of pardon as being foolish, he immediately added:
1:384
Σοφοί εἰσι τοῦ κακο ποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν. Τοῦτο γὰρ δὴ τὸ παγχάλεπον, ὅτι εἰς οὐδὲν ἐχρήσαντο τῇ φρονήσει, καθάπερ οἱ μέθυσοι τῷ οἴνῳ, καὶ τῷ σι δήρῳ οἱ ἀνδροφόνοι
「他們有智慧行惡,卻不曉得行善。」這實在是最為可悲的,就是他們絲毫不用他們的智慧去行善,正如醉漢濫用美酒,兇手濫用刀劍一般。
'They are wise to do evil, but to do good they have not known.' For this indeed is the most grievous thing, that they employed their intelligence for nothing good, just as drunkards use wine, and murderers the sword.
1:385
Ἐπέβλεψα εἰς τὴν γῆν, καὶ ἰδοὺ οὐ δέν·
「我觀看地,看哪,地上空無一物;」
'I looked upon the earth, and behold, there was nothing;'
1:386
καὶ εἰς τὸν οὐρανὸν, καὶ οὐκ ἦν τὰ φῶτα αὐτοῦ
「我仰觀天,天上也沒有它的光。」
'and toward heaven, and its lights were not there.'
1:387
Εἶδον τὰ ὄρη, καὶ ἰδοὺ ἦν τρέμοντα·
「我看見諸山,看哪,它們都在震動;」
'I saw the mountains, and behold, they were trembling;'
1:388
καὶ πάντας τοὺς βουνοὺς ταρασσομένους
「一切的岡陵也都搖撼。」
'and all the hills in commotion.'
1:389
Ἐπ έβλεψα, καὶ ἰδοὺ οὐχ ὑπῆρχεν ἄνθρωπος, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ ἐπτοεῖτο
「我觀看,看哪,並無一人,天空的一切飛鳥也都驚惶飛去。」
'I looked, and behold, there was no man, and all the birds of heaven were terrified.'
1:390
Ταῦτα πάσχειν εἰώθασιν οἱ συμφοραῖς περιπίπτοντες·
遭遇災禍的人常會有這樣的感受;
These things those who fall into calamities are wont to suffer;
1:391
οὔτε γὰρ τὸ φῶς αὐτοῖς φῶς εἶναι δοκεῖ, οὔτε ἡ ἡμέρα ἡμέρα, οὔτε τὰ ἡδέα ἡδέα
因為在他們看來,光不再像光,白日不再像白日,令人愉悅之事也不再令人愉悅。
for neither does the light seem to them to be light, nor the day to be day, nor pleasant things to be pleasant.
1:392
Πάντα εἰς τοὐναντίον αὐτοῖς μεταβέβληται
對他們而言,一切都變成了相反的樣子。
All things are changed for them into the contrary.
1:393
Εἶδον, καὶ ἰδοὺ ὁ Κάρμηλος ἔρημος, καὶ. πᾶσαι αἱ πόλεις ἐμπεπρησμέναι πυρὶ ἀπὸ προσ ώπου Κυρίου, καὶ ἀπὸ προσώπου τῆς ὀργῆς αὐτοῦ ἠφανίσθησαν
「我觀看,看哪,迦密成了曠野,一切城邑也都被火焚燒;它們在耶和華面前、在他烈怒面前都被毀滅了。」
'I saw, and behold, Carmel was a desert, and all the cities were burned with fire; from before the face of the Lord and from before the face of his wrath they were destroyed.'
1:394
Εἰκὸς μὲν καὶ αὐτὸν δῃωθῆ ναι τὸν Κάρμηλον, ἐν τῇ τῶν πολεμίων ἐφόδῳ·
在仇敵入侵之時,迦密本身很可能也遭到了蹂躪;
It is likely that Carmel itself was laid waste in the incursion of the enemies;
1:395
ἐγὼ δὲ οἶμαι Κάρμηλον ἐνταῦθα τροπικῶς τὴν Ἱερουσαλὴμ ὀνομάζεσθαι, διὰ τὸ πλῆθος τῶν ἐνοικούντων
但我認為,此處的迦密乃是象徵性地用來指耶路撒冷,因為住在她其中的人眾多。
but I think that here Carmel is figuratively named for Jerusalem, on account of the multitude of those dwelling in her.
1:396
συντέλειαν δὲ οὐ μὴ ποιήσω
「我卻不將她全然滅絕。」
'yet I will not make a full end.'
1:397
Πᾶσαν τὴν γῆν τὴν Παλαιστίνην λέγει·
他所指的是全巴勒斯坦地;
He means all the land of Palestine;
1:398
ὑπισχνεῖται δὲ τὴν ἀνάκλησιν
他並應許要召回他們。
and he promises the recall.
1:399
Ἐπὶ τούτοις πενθείτω ἡ γῆ, συσκοτα σάτω ὁ οὐρανὸς ἄνωθεν, διότι ἐλάλησα
「為這些事,願地悲哀,願上天昏暗,因為我已經說了。」
'For these things let the earth mourn, let the heaven above grow dark, because I have spoken.'
1:400
Συν ᾴδει γὰρ ἡ κτίσις τῷ Ποιητῇ
因為受造之物與造它的主同聲相和。
For the creation sings in unison with its Maker.
1:401
Παρατέταγμαι, καὶ οὐ μετανοήσω. Τὸ, Οὐ μετανοήσω, ἀνθρωπίνως τέθεικεν·
「我已擺陣,並且我必不後悔。」「我必不後悔」這句話乃是按著人的說法而寫的;
'I have set myself in array, and I will not repent.' The phrase 'I will not repent' he has set down after the human manner;
1:402
ἀντὶ τοῦ, Ἐδοκίμασα τιμωρήσασθαι
意思就是:「我已決意施行懲罰。」
meaning, 'I have determined to exact punishment.'
1:403
Ὥρμησα, καὶ οὐκ ἀποστρέψω ἀπ' αὐτῆς, τουτέστι, τῆς ὁρμῆς
「我已動身,並且我必不從它轉回」,就是說,不從那攻擊轉回。
'I have set out, and I will not turn back from it,' that is, from the assault.
1:404
τοξο τῶν εἰς φυγὴν ἐτρέποντο πάντες, καὶ οἱ μὲν εἰς τὰ ὄρη, οἱ δὲ εἰς τὰ ἄλση θαῤῥεῖν ἐπειράθησαν·
弓箭手都轉身逃跑,有的逃到山上求安穩,有的逃到樹林裡;
the archers all turned to flight, and some sought safety in the mountains, others in the groves;
1:405
πολ λοὶ δὲ καὶ τὰς πόλεις καταλιπόντες, τὰς τῶν ὀρῶν κατέλαβον κορυφάς
還有許多人離棄城邑,登上了山頂。
and many, leaving the cities, took hold of the summits of the mountains.
1:406
Εἶτα πρὸς τὴν Ἱερουσαλήμ·
隨後,他轉向耶路撒冷說:
Then, turning to Jerusalem:
1:407
Καὶ σὺ, ἡ ταλαίπωρος, τί ποιήσεις; Ἀντὶ τοῦ, Ποῦ φεύξῃ; ποῖον καταλήψῃ τόπον; Ἐὰν περιβάλῃ κόκκινον, καὶ κοσμήσῃ κόσμῳ χρυσῷ·
「你這遭難的啊,你要怎麼辦呢?」意思就是:「你要逃往何處?你要奪取哪個地方?縱然你身穿朱紅衣服,佩戴黃金的妝飾;」
'And you, O wretched one, what will you do?' Meaning, 'Where will you flee? What place will you seize? Though you clothe yourself in scarlet, and adorn yourself with ornaments of gold;'
1:408
καὶ ἐὰν χρίσῃ στίβῃ τοὺς ὀφθαλμούς σου, εἰς μά την ἐγένετο ὁ ὡραϊσμός σου·
「縱然你用銻粉塗抹你的眼睛,你的妝飾也是枉然;」
'and though you paint your eyes with antimony, in vain has your adorning been;'
1:409
ἀπώσαντό σε οἱ ἐρασταί σου·
「你的情人都棄絕了你;」
'your lovers have thrust you away;'
1:410
τὴν ψυχήν σου ζητοῦσιν. Εἰώθεισαν ἐν ταῖς τῶν δαιμόνων ἑορταῖς καλλωπίζεσθαι·
「他們尋索你的性命。」他們慣於在鬼魔的節慶中盛裝打扮;
'they seek your life.' They were accustomed to deck themselves out in the festivals of the demons;
1:411
ἐκείνου αὐ τοὺς ἀναμιμνήσκει τοῦ κόσμου, καὶ διδάσκει ὡς ἀκερδῆ πάντα ἐκεῖνα καὶ ἐπιζήμια
他提醒他們那種妝飾,並教導他們,那一切都是無益且有害的。
of that adorning he reminds them, and teaches that all those things are unprofitable and hurtful.
1:412
Οὐδεμιᾶς γὰρ παρὰ τῶν δαιμόνων ἀπελαύσαντο συμμαχίας, μᾶλ λον δὲ τούτων αὐτοῖς τῶν κακῶν γεγένηνται πρόξενοι
因為他們從鬼魔那裡得不到任何援助,反倒是這些鬼魔成了他們諸般禍患的起因。
For they enjoyed no alliance from the demons, but rather these very demons became for them the authors of their evils.
1:413
Ὅτι φωνὴν ὡς ὠδινούσης ἤκουσα·
「因為我聽見有聲音,好像臨產婦人的聲音;」
'For I have heard a voice as of a woman in travail;'
1:414
τοὺς στεναγμούς σου, ὡς πρωτοτοκούσης
「你的呻吟,好像頭胎產婦的呻吟。」
'your groanings, as of one bringing forth her first-born.'
1:415
Παρέστησε διὰ τῆς εἰκόνος τῆς ὀδύνης τὸ μέτρον
他藉著這個比喻,表明了那痛苦的程度。
Through the image he has set forth the measure of the anguish.
1:416
Οἴ μοι, ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις. Νό μον θεῖον πληροῖ, Κλαίειν μετὰ κλαιόντων, καὶ τοῖς τιμωρουμένοις συνοδυνώμενος
「我有禍了,因為我的心為那被殺的人發昏。」他成全了那神聖的律法,就是「與哀哭的人同哭」,與那受懲罰的人一同傷痛。
'Woe is me, for my soul faints over those who are slain.' He fulfils the divine law, to 'weep with those who weep,' suffering together with those who are punished.
1:417
Ἡμεῖς δὲ ἐνταῦθα διαναπαύσαντες, παρακαλοῦμεν τοὺς ἐντευξομένους τῇ βίβλῳ, φυγεῖν μὲν τὴν τῶν δαιμόνων ἀπάτην, διὰ πάντων δὲ τὸν Θεὸν θεραπεῦσαι
但我們在此稍作歇息,勸勉那些將要讀這書的人,要逃避鬼魔的欺騙,並在凡事上事奉神。
But we, resting here, exhort those who shall read this book to flee the deceit of the demons, and in all things to serve God.
1:418
Οὕτω γὰρ δυ νησόμεθα, καὶ κατὰ τὸν παρόντα βίον τῆς παρ' αὐτοῦ προνοίας ἀπολαῦσαι, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν·
因為我們如此行,就既能在今生享受他的眷顧,又能得著那將來的美好之福;
For thus shall we be able both in this present life to enjoy his providence, and to attain the good things that are to come;
1:419
χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ παναγίῳ Πνεύματι δόξα, τιμὴ, καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
這都是藉著我們主耶穌基督的恩典和慈愛;願榮耀、尊貴、權能歸與他,並歸與父,連同至聖的聖靈,從今直到永遠,世世無盡。
by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father together with the all-holy Spirit be glory, honour, and dominion, now and ever, and unto the ages of ages.
1:420
Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, καὶ ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε ἐν ταῖς πλα τείαις αὐτῆς, ἐὰν εὕρητε ἄνδρα ἐν αὐτῇ·
「你們在耶路撒冷的街道上跑來跑去,觀看查考,在她的寬闊處尋找,看能否在其中找到一個人;」
'Run to and fro through the streets of Jerusalem, and look, and know, and seek in her broad places, if you can find a man in her;'
1:421
ἐὰν εὑρεθῇ τις ποιῶν κρῖμα, καὶ ζητῶν τὴν πίστιν·
「倘若能找到一個秉行公義、尋求信實的人」——
'If there be found anyone who executes judgment and seeks faithfulness'—
1:422
καὶ ἵλεως ἔσομαι αὐτῇ, λέγει Κύριος
「我就赦免她,這是耶和華說的。」
'then I will be merciful unto her, saith the Lord.'
1:423
οἱ μὲν γὰρ ὁμοθυμαδὸν εἰς παρα νομίαν·
因為他們同心合意地行了不法之事;
For they of one accord had turned to lawlessness;
1:424
ὁ δὲ καὶ δι' ἑνὸς κατὰ νόμον πολιτευομένου συγγνώμην ἅπασιν ἐπαγγέλλεται·
然而祂卻應許,只要有一個人按律法而行,便要赦免眾人。
yet for the sake of even one man living according to the Law He promises pardon to all.
1:425
τὸ μέντοι, Ἴδετε, καὶ γνῶτε, καὶ ζητήσατε, ἀντὶ τοῦ, Μετὰ πάσης ἀκριβείας ἐρευνήσατε
至於「你們去察看,去知道,去尋找」這話,乃是說「你們要極其精確地細查」。
As for the words, 'See, and know, and seek,' they stand in place of, 'Search with all exactness.'
1:426
Ζῇ Κύριος, λέγουσιν, ὅμως δὲ ἐπὶ ψεύ δεσιν ὀμνύουσιν
他們說「我指着永生的耶和華起誓」,卻是憑虛謊起誓。
'As the Lord liveth,' they say, and yet they swear falsely.
1:427
Οὐδὲ γὰρ ἐν τοῖς πρόσθεν εἰρη μένοις μεταθεῖναι τὸν ὅρκον εἰς αὐτὸν ἁπλῶς παρηγγύησεν, ἀλλὰ μετὰ ἀληθείας ὀμόσαι
因為即使在前面所說的話中,祂並非單單吩咐他們把起誓歸向祂,而是要憑真理起誓。
For even in what was said before He did not simply enjoin them to transfer the oath unto Himself, but to swear in truth.
1:428
Καὶ οἱ ὀφθαλμοί σου εἰς πίστιν
「你的眼目乃在信實上。」
'And Thine eyes are upon faithfulness.'
1:429
Τουτέστι, Μαρτυρεῖς οἷς λέγω
這就是說:「你為我所說的話作見證。」
That is to say: 'Thou dost bear witness to what I speak.'
1:430
Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν·
「你責打了他們,他們卻不覺得疼痛;
'Thou hast scourged them, and they felt no pain;
1:431
συνετέλεσας αὐ τοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παιδείαν. Τὸ μὲν πρότερον τὴν σύμμετρον παιδείαν δηλοῖ·
你毀滅了他們,他們仍不肯領受管教。」前者所指的是適度的管教;
Thou hast utterly consumed them, and they would not receive correction.' The former expression signifies the measured chastisement;
1:432
τὸ δὲ, συν ετέλεσας, τὴν ἐπιτεταμένην·
而「你毀滅了」這詞所指的乃是加重的管教;
but the word 'Thou hast utterly consumed' signifies the intensified chastisement;
1:433
ἀλλ' ὅμως οὐδὲν αὐ τοὺς ὤνησε διὰ τὴν ἀτεράμονα γνώμην·
然而因着他們頑梗的心意,這一切都於他們無益;
yet nothing profited them, because of their stubborn disposition;
1:434
τοῦτο γὰρ ἐν τοῖς ἑξῆς λέγει·
祂在下文便說明此事:
for this He states in what follows:
1:435
Ἐστερέωσαν τὸ πρόσωπον αὑ τῶν ὑπὲρ πέτραν, καὶ οὐκ ἠθέλησαν ἐπιστραφῆναι. Τὴν ἀναίδειαν αὐτῶν, καὶ ἀπείθειαν διὰ τούτων δηλοῖ
「他們使自己的臉硬過磐石,不肯回轉。」祂藉這些話顯明他們的無恥與悖逆。
'They made their faces harder than a rock, and would not turn back.' By these words He shows their shamelessness and disobedience.
1:436
Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἠδυνήθησαν, καὶ οὐκ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ αὑτῶν
「或者他們是貧窮的,故此不能明白,不曉得耶和華的道,也不知道他們神的公義。」
'Perhaps they are poor, and therefore they were not able, and knew not the way of the Lord, nor the judgment of their God.'
1:437
Πορεύσομαι πρὸς τοὺς ἁδροὺς, καὶ λαλήσω αὐτοῖς·
「我要去見那些顯要的人,向他們說話;
'I will go to the great ones, and will speak to them;
1:438
ὅτι αὐτοὶ ἔγνωσαν ὁδὸν Κυρίου, καὶ κρίσιν Θεοῦ
因為這些人曉得耶和華的道,也知道神的公義。」
for these have known the way of the Lord, and the judgment of God.'
1:439
Ἁδροὺς ἐκάλεσε τοὺς ἱερέας καὶ τοὺς νομοδιδασκάλους·
祂以「顯要的人」稱那些祭司與律法教師;
By 'the great ones' He named the priests and the teachers of the Law;
1:440
πτωχοὺς δὲ τοὺς ἄλλους, ὡς τῆς θείας γνώσεως τὸν πλοῦτον οὐ κεκτημένους·
又以「貧窮的人」稱其餘的眾人,因他們未曾獲得屬神知識的豐富;
and by 'the poor,' the rest, as those who had not acquired the riches of the divine knowledge;
1:441
ἀμφοτέρων μέντοι παρανομίαν κατ ηγορεῖ·
然而祂控告這兩者都行了不法。
yet He accuses both of lawlessness.
1:442
Καὶ ἰδοὺ ὁμοθυμαδὸν συνέτριψαν ζυγὸν, διέῤῥηξαν δεσμούς. Ταῦτα οὐχ ἁπλῶς εἴρηκεν ὁ προφήτης·
「看哪,他們同心合意地折斷了軛,掙脫了繩索。」先知說這些話並非無故;
'And behold, of one accord they have broken the yoke, they have burst the bonds.' These things the prophet did not utter without cause;
1:443
συντρίψαντας τὸν τοῦ νόμου ζυγόν
他所指的是那些折斷律法之軛的人。
he means those who had broken the yoke of the Law.
1:444
Λέοντα τὸν Ναβουχοδονόσορ καλεῖ, λύκον δὲ, ὡς οἶμαι, Ναβουζαρδᾶν τὸν ἀρχιμάγειρον·
他稱尼布甲尼撒為獅子;我想,那侍衛長尼布撒拉旦被稱為狼;
He calls Nebuchadnezzar a lion, and, as I think, Nebuzaradan the chief captain of the guard a wolf;
1:445
ὃς ὕστε ρον ἀποσταλεὶς, καὶ τὴν πόλιν ἐνέπρησε, καὶ τὸν θεῖον νεὼν καὶ τοὺς ὑπολειφθέντας ἐξηνδραπόδισε·
他後來受差遣而來,焚燒了城,將神聖的殿與所剩下的人擄掠為奴;
who, being sent later, both burned the city and led away captive the divine temple and those who were left behind;
1:446
πάρδαλιν δὲ ἡγοῦμαι Ἀντίοχον καλεῖσθαι τὸν Ἐπιφανῆ·
而以「豹」為名的,我認為是指那綽號伊皮法尼的安提阿古;
and I suppose that by 'leopard' Antiochus called Epiphanes is meant;
1:447
ὑπὸ τούτων, φησὶν, ἁπάντων ἐθηρεύθης διὰ τὴν περὶ τὰ εἴδωλα πλάνην
祂說:「因你在偶像上所行的迷惑,你便被這一切所獵取。」
'by all these,' He says, 'wast thou hunted, because of the error concerning idols.'
1:448
Ποίᾳ τούτων ἵλεως γένωμαί σοι; Λέγει δὲ καὶ τῆς παρανομίας τὰ εἴδη
「我因這其中的哪一樣赦免你呢?」祂又述說那些不法的種類。
'For which of these shall I be merciful to thee?' And He tells also the kinds of the lawlessness.
1:449
Οὐ γὰρ μόνον, φη σὶν, ὑμεῖς, καὶ οἱ ὑμέτεροι παῖδες ὄμνυνται κατὰ τῶν οὐκ ὄντων θεῶν, ἀλλὰ καὶ τοὺς ἄλλους ὁρκίζετε·
祂說:「不但你們和你們的兒女指着那些不存在的神起誓,你們還使別人起誓;
'For not only,' He says, 'do ye and your children swear by gods that are not, but ye also cause others to swear;
1:450
ἐγὼ δὲ ὑμῖν ἀφθονίαν ἀγαθῶν ἐδωρούμην
我卻賜給你們豐盛的美物。」
yet I bestowed on you an abundance of good things.'
1:451
Τοῦτο γὰρ λέγει, Καὶ ἐχόρτασα αὐτούς. Πρὸς δὲ τούτοις καὶ ἀλλοτρίους διορύττετε γάμους, ὡς τὴν λαγνείαν ὑμῶν ἵπποις θηλυμανέσιν ἀπεικάζεσθαι
祂以「我使他們得飽足」這話正是此意。除此以外,你們還侵犯別人的婚姻,以致你們的淫慾好比那為母馬瘋狂的公馬。
For this He means by, 'And I fed them to the full.' Besides these, ye also break into others' marriages, so that your lust is likened to horses maddened for the female.
1:452
Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος·
「我豈不因這些事施行察罰嗎?這是耶和華說的;
'Shall I not visit them for these things? saith the Lord;
1:453
ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ταῦτά με, φησὶ, παριδεῖν δυνατόν; Καὶ πῶς οἷόν τε παραφθεῖραι τοῦ δικαίου τὴν ψῆφον; Οὗ δὴ χάριν, ταύτην ἐκφέρει, καὶ κελεύει καὶ τὰ τείχη καταλῦσαι, καὶ κατασκάψαι τοὺς προμαχῶνας·
或在這樣的國民身上,我的心豈不報復嗎?」祂說:「難道我能容忍這些事嗎?公義者的判決又怎能被敗壞呢?」為此祂宣告了這判決,並吩咐拆毀城牆,剷平堡壘;
or shall not My soul be avenged on a nation such as this?' 'Is it possible,' He says, 'that I should overlook these things? And how could the verdict of the righteous Judge be corrupted?' For this cause He pronounces this sentence, and commands both to pull down the walls and to raze the battlements;
1:454
κεράννυσι δὲ τὸ δίκαιον ἀγαθότητι
然而祂以良善調和了公義。
yet He tempers the justice with goodness.
1:455
Συντέλειαν γὰρ, φησὶ, μὴ ποιήσετε·
祂說:「你們卻不可將她全然毀滅;
'For ye shall not make,' He says, 'a full end;
1:456
ὑπο λείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ Κυρίου ἐστίν
要留下她的根基,因為她是屬耶和華的。」
leave her supports, for she is the Lord's.'
1:457
Αἰνίττεται δὲ διὰ τούτων τὴν ἀνά κλησιν, καὶ τὴν δευτέραν οἰκοδομίαν
祂藉這些話暗示了那召回與第二次的建造。
By these words He hints at the recall and the second building.
1:458
Προλέγει δὲ τῶν λυπηρῶν τὴν αἰτίαν ὅτι παρανομοῦντες καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γιγνόμενοι ἐθρα σύνοντο, καὶ κρείττους ἔσεσθαι τῶν λυπηρῶν ὑπ ελάμβανον
祂又預言了那些患難的緣由:他們行不法之事,對施恩者忘恩負義,就狂傲起來,以為必能勝過那些患難。
He foretells also the cause of the calamities: that being lawless and ungrateful toward their Benefactor, they grew insolent, and supposed they would prevail over the calamities.
1:459
Οὐχ ἥξει γὰρ, φησὶν, ἐφ' ἡμᾶς κακὰ, καὶ μάχαιραν καὶ λιμὸν οὐκ ὀψόμεθα
他們說:「災禍必不臨到我們,刀劍飢荒我們也必不看見。」
'For evils shall not come upon us,' they say, 'and sword and famine we shall not see.'
1:460
Αἴτιοι γὰρ τούτων ἦσαν οἱ ψευδοπροφῆται·
因為這些事的緣由乃是那些假先知;
For the false prophets were the cause of these things;
1:461
τούτων γὰρ ἐν τοῖς ἐπαγομένοις κατηγορεῖ
祂在接下來所述的話中正控告這些人。
for He accuses these in what is brought forward next.
1:462
Οἱ προφῆται ὑμῶν ἦσαν εἰς ἄνεμον·
「你們的先知不過是風;
'Your prophets were as wind;
1:463
καὶ λόγος Κυρίου οὐχ ὑπῆρχεν αὐτοῖς
耶和華的話並不在他們裏面。」
and the word of the Lord was not in them.'
1:464
Τὸ δὲ εἰς ἄνεμον τὸ μάταιον καὶ ψευδὲς τῶν λεγομένων δη λοῖ·
「如風」這語顯明他們所說之言的虛空與虛謊;
The phrase 'as wind' shows the vanity and falsehood of what was spoken;
1:465
οὐ γὰρ τοῦ θείου μετέλαχον Πνεύματος
因為他們沒有分於那屬神的靈。
for they had no share in the divine Spirit.
1:466
Οὗ δὴ χάριν πρὸς τὸν προφήτην φησὶν, ὅτι Ὁ λόγος, ὃν διὰ τῆς σῆς φθέγγομαι γλώττης, πυρὸς αὐτοὺς δίκην κατανα λώσει·
為此祂對先知說:「我藉你的舌所發的話,必像火一般吞滅他們;
For which cause He says to the prophet, that 'The word which I utter through thy tongue shall consume them after the manner of fire;
1:467
ὑποδείκνυσι δὲ καὶ τῆς τιμωρίας τὸν τρόπον ιεʹ
祂又指明了那刑罰的方式。(十五)
and He indicates also the manner of the punishment. (15)
1:468
Ἰδοὺ ἐγὼ ἐπάγω ἐφ' ὑμᾶς ἔθνος πόῤῥωθεν, οἶκος Ἰσραὴλ, λέγει Κύριος, ἔθνος ἀρχαῖόν ἐστι
「以色列家啊,看哪,我必使一國從遠方臨到你們,這是耶和華說的,乃是一古老的國。」
'Behold, I bring upon you a nation from afar, O house of Israel, saith the Lord, an ancient nation it is.'
1:469
ἔθνος δὲ αὐτοὺς ἀρ χαῖον καλεῖ, ἐπειδήπερ ἡ τούτων βασιλεία πασῶν ἐστι πρεσβυτάτη·
祂稱他們為古老的國,因為他們的國度是眾國中最古老的;
He calls them an ancient nation, since their kingdom is the oldest of all;
1:470
Νεμβρὼθ γὰρ μετὰ τὸν κατα κλυσμὸν πρῶτος αὐτῶν ἐβασίλευσεν
因為在洪水之後,寧錄是他們中間第一個作王的。
for Nimrod was the first among them to reign after the flood.
1:471
Εἶτα λέγει καὶ τῆς φωνῆς τὸ ἀλλόγλωττον
接着祂又論到他們言語的異異。
Then He speaks also of the strangeness of their tongue.
1:472
Καὶ τὴν φαρέτραν ἀπεικάζει τάφῳ ἀνεῳγμένῳ, διὰ τὸ θανατηφόρον. τῶν βελῶν, καὶ τῆς τοξείας τὸ εὔστοχον
祂又把箭袋比作敞開的墳墓,因為箭是致命的,他們射箭又是百發百中。
And He likens the quiver to an open grave, because of the deadliness of the arrows and the sureness of aim in their archery.
1:473
Λέγει δὲ καὶ τῆς γῆς τὴν δῄωσιν, καὶ τῶν οἰκιῶν τὴν πόρθη σιν, καὶ τὴν τῶν ἀνθρώπων σφαγήν
祂又論到地土的荒蕪、房屋的劫掠與人民的殺戮。
He speaks also of the devastation of the land, the sacking of the houses, and the slaughter of men.
1:474
Προλέγει μέν τοι καὶ τὴν τῶν πολεμίων κατάλυσιν, καὶ τὴν τού των ἀνάκλησιν
然而祂也預言了仇敵的毀滅,以及這百姓的召回。
Yet He foretells also the destruction of the enemies, and the recall of these people.
1:475
Οὐ γὰρ μὴ ποιήσω, φησὶν, ὑμᾶς εἰς συν τέλειαν
祂說:「我卻不將你們全然毀滅。」
'For I will not make you,' He says, 'a full end.'
1:476
Καὶ ἐπειδὴ ἀναλγησίαν ἐνόσουν, καὶ τὰς οἰκείας οὐχ ἑώρων παρανομίας, ἀλλ' ἔλεγον·
他們既患了麻木不仁的病,看不見自己的過犯,反倒說〔如此的話〕,
And since they were sick with insensibility, and did not see their own transgressions, but said [thus],
1:477
Ἐπειδὴ, φησὶ, τὴν ἐμὴν ἠρνήθητε βασιλείαν, ἑτέροις ὑμᾶς παραδώσω δε σπόταις
祂說:「你們既然否認了我的國度,我就把你們交給別的主人。」
'Since,' He says, 'ye have denied My kingdom, I will deliver you over to other masters.'
1:478
Ταῦτα αὐτοὺς σπουδαίως ἀκοῦσαι κελεύει, καὶ μωροὺς, καὶ ἀσυνέτους καλεῖ, ἐπειδὴ τοῖς τοῦ σώ ματος αἰσθητηρίοις οὐκ εἰς δέον ἐκέχρηντο
這些事祂吩咐他們殷勤聆聽,又稱他們為愚昧無知的,因為他們沒有按當有的方式運用身體的知覺。
These things He commands them to hear diligently, and calls them foolish and senseless, since they had not used the perceptions of the body as they ought.
1:479
Ὀφθαλ μοὶ γὰρ αὐτοῖς, φησὶ, καὶ οὐ βλέπουσιν·
祂說:「他們有眼卻看不見。」
'For they have eyes,' He says, 'and see not.'
1:480
Ἡ μὲν γὰρ θάλαττα, φησὶ, φυλάττει τοὺς ὅρους·
祂說:「大海尚且守住它的界限;
'For the sea,' He says, 'keeps its bounds;
1:481
ἔθηκα δὲ αὐτῇ ὅρους, οὐκ ἀδαμάντινον τεῖχος, ἀλλὰ ψάμμον εὐτελεστάτην·
我為它所定的界限,並非金剛石的牆,乃是最微賤的沙;
and I set for it bounds, not a wall of adamant, but the most worthless sand;
1:482
ἀλλ' ὅμως κυκωμένη καὶ ταρασσομένη οὐχ ὑπερβαί νει τοὺς ὅρους, ἀλλὰ τούτοις πελάζουσα εἰς τοὐπίσω χωρεῖ·
然而它雖翻騰洶湧,仍不越過界限,反倒逼近界限之時便退回去;
yet, though churned up and troubled, it does not pass over the bounds, but drawing near to them it recedes backward;
1:483
οὗτοι δὲ λόγῳ τιμηθέντες, τὴν ἀλογίαν ἠγά πησαν
但這些人雖被賜以理性的尊榮,卻愛慕那無理性的事。」
but these men, though honored with reason, loved unreason.'
1:484
Τῷ γὰρ τούτῳ λαῷ, φησὶ, ἐγενήθη καρδία ἀνήκοος καὶ ἀπειθής
祂說:「因為這百姓生了悖逆頑抗的心。」
'For to this people,' He says, 'there came a disobedient and rebellious heart.'
1:485
Οὐ γὰρ αἰσθάνονται τῶν ὑπ' ἐμοῦ χορηγηθέντων ἀγαθῶν·
「因為他們不覺察我所賜下的美物;
'For they perceive not the good things supplied by Me;
1:486
ὑετὸν μὲν γὰρ αὐτοῖς πρώϊμον καὶ ὄψιμον διηνεκῶς παρέχω
因我不斷地把秋雨春雨都賜給他們。」
for I continually provide them with rain, both early and latter.'
1:487
Ἔπειτα δὲ καὶ τῶν ἀπὸ γῆς καρπῶν ἀπολαύουσι
此外,他們又享用地上的出產。
Then, moreover, they enjoy the fruits of the earth as well.
1:488
Τοῦτο γὰρ εἶπε, Κατὰ καιρὸν πληρώσεως προστάγματα θερισμοῦ. Οἷον γάρ τινι προστάγματι τῷ βουλή ματι κέχρηται·
祂正是此意,說:「到了成熟的定期,就有收割的定例。」因為祂以自己的旨意當作一種命令;
For this He said, 'At the appointed time of fulfillment, the ordinances of harvest.' For He uses His will as a kind of decree;
1:489
καὶ πλήρεις τοὺς ἀπὸ γῆς δωρεῖται καρπούς
祂又豐豐足足地賜下地上的出產。
and He bestows the fruits of the earth in full.
1:490
Ἀλλ' ὅμως παρανομοῦντας ὑμᾶς ὁρῶν, καὶ τούτων ἐστέρησα τῶν ἀγαθῶν
「然而我見你們行不法之事,就連這些美物也奪去了。」
'Yet nonetheless, seeing you transgressing, I have deprived you also of these good things.'
1:491
Εὑρέθησαν γὰρ ἐν τῷ λαῷ μου ἀσεβεῖς, καὶ παγίδας ἔστησαν διαφθεῖραι ἄνδρας, καὶ συνελάμβανον
「因為在我民中發現了不敬虔的人,他們設下網羅要毀滅人,並且捉拿他們。」
'For there were found among my people ungodly men, and they set snares to destroy men, and they took them captive.'
1:492
Ὡς παγὶς ἐφισταμένη πλήρης πετεινῶν, οὕτως οἱ οἶκοι αὐτῶν πλήρεις δόλου
「如同張設的網羅滿了飛鳥,他們的房屋也照樣充滿詭詐。」
'As a snare set is full of birds, so are their houses full of deceit.'
1:493
Τὰς λαθραίας αὐτῶν ἐπιβουλὰς διὰ τούτων δεδήλωκε
他藉這些話揭示了他們暗中的陰謀。
By these words he has made plain their secret plots.
1:494
Λέγει δὲ καὶ τὸν ἐκ τῆς ἀδικίας ἐγγιγνόμενον πλοῦ τον, καὶ τὴν ἐκ τοῦ πλούτου προσγιγνομένην ἀλαζο νείαν, καὶ τὸν παράνομον βίον, καὶ τὴν κατὰ τῶν ὀρφανῶν καὶ χηρῶν ἀδικίαν
他也論到那從不義而生的財富,以及那從財富而生的傲慢,還有那不法的生活,並那對孤兒寡婦所行的不義。
He speaks also of the wealth that arises from injustice, and of the arrogance that comes from wealth, and of the lawless manner of life, and of the wrong done against orphans and widows.
1:495
Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικιεῖ ἡ ψυχή μου; Ἀλλότριον, φησὶ, τῆς ἐμῆς δικαιοκρισίας, ἡ τῶν τοιούτων ὑπεροψία
「我豈不因這些事施行懲罰嗎?我的心豈不向這樣的國民報應嗎?」他說:「對這樣的事漠不關心,是與我公義的審判全然相悖的。」
'Shall I not visit them for these things? or shall not my soul be avenged on such a nation as this?' 'Foreign,' he says, 'to my righteous judgement is any disregard of such deeds.'
1:496
Ἔκστασις δὲ, καὶ φρικτὰ ἐγενήθη ἐπὶ τῆς γῆς
「地上發生了驚駭與可怕的事。」
'And astonishment and horrors have come to pass upon the land.'
1:497
Ὅταν παρ' ἐλπίδα πᾶσαν παρανόμως τι γινό μενον ἴδωμεν, ταῦτα λέγειν εἰώθαμεν·
每當我們看見出乎意料、違法而行的事,我們慣常會這樣說:
Whenever we see something done lawlessly beyond all expectation, we are accustomed to say such things:
1:498
Ἐξέστην ἐπὶ τῷδε ἔφριξα τόδε ἀκούσας
「我因這事驚愕;我聽見那事就戰慄。」
'I was astonished at this; I shuddered on hearing that.'
1:499
Εἶτα λέγει τὰ τούτων αἴτια
接著他述說這些事的緣由。
Then he tells the causes of these things.
1:500
Οἱ προφῆται ὑμῶν προφητεύουσιν ἄδικα·
「你們的先知說不義的預言,」
'Your prophets prophesy unjust things,'
1:501
Καὶ οἱ ἱερεῖς ἐπεκρότησαν ταῖς χερσὶν αὑτῶν. Συγκαταθέσεως τοῦτο σημεῖον
「祭司也拍手贊同。」這是同意的記號。
'and the priests applauded with their hands.' This is a sign of assent.
1:502
Καὶ ὁ λαός μου ἠγάπησεν οὕτως. Τὴν κακὴν ἁπάντων ὑπέδειξε συμφωνίαν
「我的百姓也喜愛這樣。」他指出了眾人邪惡的同心合意。
'And my people loved it so.' He has pointed out the evil harmony of them all.
1:503
Καὶ τί ποιήσετε μετὰ ταῦτα; Ἀντὶ τοῦ, τῆς τιμωρίας ἐπιφερο μένης·
「以後你們要怎樣行呢?」意思是說,當懲罰臨到你們的時候;
'And what will you do afterward?' That is to say, when the punishment is brought upon you;
1:504
δηλοῖ δὲ ταύτην διὰ τῶν ἑξῆς ΚΕΦΑΛ
他藉下文將此說明。章。
and he makes this plain through what follows. CHAPTER.
1:505
Παρακελεύεται γὰρ τὸν τῆς Βενιαμίτιδος φυλῆς·
因為他勸勉便雅憫支派的人;
For he exhorts the man of the tribe of Benjamin;
1:506
συνῆπτο δὲ αὕτη τῇ τοῦ Ἰούδα, σημᾶναι τῇ σάλ πιγγι, καὶ εἰς παράταξιν ἑτοίμους γενέσθαι, ὡς τῶν ἀπὸ βοῤῥᾶ πολεμίων κατὰ τῆς Ἱερουσαλὴμ ὁρμών των
這支派原與猶大支派相連——要吹起號角,預備列陣,因為從北方來的仇敵正衝向耶路撒冷。
for this tribe was joined to that of Judah — to sound the trumpet and to make themselves ready for battle-array, since the enemies from the north were rushing against Jerusalem.
1:507
Ὡραίαν γὰρ καὶ τρυφερὰν αὐτὴν καλεῖ·
因為他稱她為美麗而嬌嫩的;
For he calls her comely and delicate;
1:508
ὡραίαν μὲν, διὰ τὸ κάλλος τῶν οἰκημάτων·
說她美麗,是因她房屋的華美;
comely, on account of the beauty of her buildings;
1:509
τρυφε ρὰν δὲ, διὰ τὸ ἁβροδίαιτον τῶν ἐνοικούντων ἐν αὐ τῇ
說她嬌嫩,是因住在她中間之人的奢華生活。
delicate, on account of the luxurious living of those who dwelt in her.
1:510
Ἥξουσι ποιμένες καὶ τὰ ποίμνια αὐτῶν, καὶ πήξουσιν ἐπ' αὐτὴν σκηνὰς, καὶ ποιμανοῦ σιν ἕκαστος τῇ χειρὶ αὑτοῦ τὴν ἀγέλην αὑτοῦ
「牧人和他們的羊群必來到她那裡,在她四圍支搭帳棚,各人按自己的手牧放自己的群畜。」
'Shepherds and their flocks shall come to her, and shall pitch their tents against her round about, and shall feed, each one, with his hand his own herd.'
1:511
Ποιμένας τοὺς βασιλέας καλεῖ, τοὺς μετὰ τοῦ Να βουχοδονόσορ ἐπιστρατεύσαντας·
他所說的「牧人」是指那些與尼布甲尼撒一同出征的君王;
By 'shepherds' he means the kings who campaigned together with Nebuchadnezzar;
1:512
ἀγέλας δὲ καὶ ποίμνας, τὰς στρατιὰς τὰς ὑπὸ τούτους τελούσας·
所說的「群畜和羊群」,是指隸屬他們之下的軍隊;
and by 'herds and flocks,' the armies that served under them;
1:513
τὴν δὲ τῆς πόλεως πολιορκίαν διὰ τούτων δεδήλωκεν
他藉這些指明了那城被圍困的事。
and by these he has signified the siege of the city.
1:514
Εἶτα λέγει καὶ τὰς ἐν μεσημβρίᾳ παρατάξεις, καὶ τὰς ἑσπερινὰς ἐφόδους, καὶ τὰς νυκτερινὰς προσβο λὰς, καὶ ὡς δρυμὸν ἄκαρπον ἐκκόψαι παρακελεύεται·
接著他述說午間的攻擊、傍晚的進攻,以及夜間的突襲,並吩咐要將她砍伐如同不結果子的樹林;
Then he speaks of the assaults at noon, the evening attacks, and the night onslaughts, and he commands that she be cut down like an unfruitful forest;
1:515
ὅλη γάρ ἐστι ψευδὴς κατὰ δυναστείαν αὑτῆς·
「因為她在自己的權勢上全然虛謊;」
'for she is wholly false in her power;'
1:516
συμβαίνει δὲ ταῦτα καὶ τοῖς πρόσθεν εἰρημένοις
這些話與前面所說的相符。
and these things accord with what was said before.
1:517
Ὡς ψύχει λάκκος ὕδωρ αὑτοῦ, οὕτω ψύ χει κακίαν αὑτῆς
「如同水池使自己的水保持清涼,她也照樣使自己的邪惡常存不衰。」
'As a cistern keeps its water cool, so does she keep her wickedness cool.'
1:518
Ἔδει τὴν τῷ Θεῷ ἀνακειμένην πόλιν, καὶ τοὺς παρανομίᾳ συζῶντας ὑποδεχομένην, εὐνομίαν διδάσκειν·
那歸於神的城,並接納那些活在不法中之人的,本應教導良善的律法;
It was fitting that the city dedicated to God, and which received those who lived in lawlessness, should teach good order;
1:519
νῦν δὲ τοὐναντίον ἐγκαλεῖται, ὅτι αὕτη διδάσκαλος ἀσεβείας ἐγένετο·
但如今她卻被指控相反的事,就是她自己竟成了不敬虔的教師;
but now she is charged with the opposite, that she herself became a teacher of impiety;
1:520
καὶ καθά περ ὁ λάκκος εἰς ψυχρὰν ποιότητα μεταβάλλει τὸ ὕδωρ·
正如水池把水變為清涼的性質,
and just as the cistern changes the water into a cold quality,
1:521
οὕτως εἰς πονηρίαν αὕτη τοὺς πρὸς αὐτὴν παραγινομένους μετέβαλε·
她也照樣把那些到她這裡來的人變為邪惡;
so she changed into wickedness those who came to her;
1:522
τὴν μέντοι πόλιν, οὐ τὰς οἰκοδομὰς, ἀλλὰ τοὺς ἐνοικοῦντας καλεῖ
然而他所說的「城」,並非指房屋,乃是指居民。
yet by 'the city' he means not the buildings, but the inhabitants.
1:523
Ἀσέβεια καὶ ταλαιπωρία ἀκουσθήσεται ἐν αὐτῇ ἐπὶ προσ ώπου μου διαπαντός. Οὐδὲ τὴν ἐμὴν ἐνοίκησιν ἐδε δίεισαν, ἀλλ' ὁρῶντός μου πᾶσαν ἐτόλμων ἀσέβειαν
「不敬虔與愁苦必常在她中間被聽見,就在我面前。」「他們甚至不畏懼我的居住,反倒當我眼看之時,仍敢行各樣不敬虔的事。」
'Ungodliness and wretchedness shall be heard in her, before my face continually.' 'They did not even fear my indwelling, but even while I looked on they dared every impiety.'
1:524
Εἶτα παραίνεσιν εἰσάγει καὶ συμβουλήν
接著他發出勸誡與忠告。
Then he introduces an admonition and counsel.
1:525
Ἐν πόνῳ καὶ μάστιγι (ηʹ) παιδεύθητι, Ἱερουσαλὴμ, μήποτε ἀποστῇ ἡ ψυχή μου ἀπὸ. σοῦ, καὶ ποιήσω σε ἄβατον γῆν, ἥτις οὐ κατοικη θήσεται
「耶路撒冷啊,你當藉勞苦與鞭打受教,免得我的心與你疏遠,使你成為荒涼之地,無人居住。」
'Be instructed by toil and by the scourge, O Jerusalem, lest my soul depart from you, and I make you a desolate land, which shall not be inhabited.'
1:526
ἀπειλῶν γὰρ αὐτῇ τὰ σκυθρωπὰ, ὑπισχνεῖται μεταβαλλομένῃ τὴν τούτων ἀπαλλαγήν
因為他一面以愁苦之事威嚇她,一面應許她若回轉,便可脫離這些災禍。
for while threatening her with grievous things, he promises her deliverance from these if she repents.
1:527
τρυγητὰς μὲν καλεῖ τοὺς πολεμίους·
他所說的「摘葡萄的人」是指仇敵;
By 'grape-gatherers' he means the enemies;
1:528
ἐντέλλεται δὲ αὐτοῖς ἅπαντας αὐτοὺς συναγαγεῖν, ὡς ἀμπέλου καρπὸν, καὶ τὴν αἰτίαν διδάσκει
他吩咐他們把眾人聚集起來,如同葡萄樹的果子,並說明其緣由。
and he commands them to gather all of them together, as the fruit of a vine, and he teaches the reason.
1:529
Πρὸς τίνα λαλήσω, καὶ διαμαρτύρωμαι, καὶ ἀκούσεται; Ἰδοὺ ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν
「我可以向誰說話、發出警告,使他聽見呢?看哪,他們的耳朵未受割禮,不能聽見。」
'To whom shall I speak, and give warning, that he may hear? Behold, their ears are uncircumcised, and they cannot hear.'
1:530
Ἰδοὺ τὸ ῥῆμα Κυρίου ἐγένετο αὐτοῖς εἰς ὀνειδισμόν·
「看哪,耶和華的話向他們成了羞辱;」
'Behold, the word of the Lord has become to them a reproach;'
1:531
οὐ μὴ βουληθῶσιν αὐτὸ ἀκοῦσαι
「他們斷不肯聽從。」
'they will by no means be willing to hear it.'
1:532
Ἀπερίτμητα ὦτα καλεῖ τὰ ἀδιακρίτως πάντα δεχόμενα
他所說的「未受割禮的耳朵」,是指那不加分辨、什麼都接受的耳朵。
By 'uncircumcised ears' he means those that receive all things indiscriminately.
1:533
τὰ παρὰ τῶν ψευδοπροφητῶν προσφερό μενα τερπνὰ ὄντα ῥᾳδίως δεχόμενοι, τοῖς θείοις λόγοις προσέχειν οὐκ ἤθελον, ἀλλ' ἐκωμῴδουν καὶ δι εχλεύαζον τοὺς προφήτας
他們樂於接受假先知所獻上悅耳的話,卻不願留心神的話語,反倒嘲笑並譏誚眾先知。
Readily receiving the pleasant things offered by the false prophets, they were unwilling to attend to the divine words, but mocked and derided the prophets.
1:534
Εἶτα διδάσκει τὴν τῆς μακροθυμίας ὑπερβολήν
接著他教導祂那超乎尋常的忍耐。
Then he teaches the exceeding greatness of his long-suffering.
1:535
Τὸν θυμόν μου ἐπλήρωσα, καὶ ἐπέσχον, καὶ οὐ συνετέλεσα αὐτούς
「我已將我的忿怒充滿,卻又忍住,並未將他們滅盡。」
'I have filled up my wrath, and held it back, and did not make an end of them.'
1:536
Ἀντὶ τοῦ, Ὥρμησα κολάσαι, καὶ οἴκτου πάλιν αὐτοὺς ἠξίωσα καὶ φει δοῦς
意思是說:「我本要施行懲罰,卻又再次以憐憫與寬容待他們。」
That is to say, 'I was moved to punish them, and yet again I counted them worthy of pity and of sparing.'
1:537
Ἀπειλεῖ δὲ κοινὴν καὶ νέοις καὶ πρεσβύταις, καὶ ἀνδράσι καὶ γυναιξὶ τιμωρίαν ἐπάξειν, ἐπειδὴ κοινῇ πάντες τὴν παρανομίαν ἠγάπησαν, καὶ οἱ τῆς ἱερωσύνης ἠξιωμένοι, μετὰ τῶν τὰ ψευδῆ προαγο ρεύειν τολμώντων
他威嚇要對老少、男女施行共同的懲罰,因為眾人一同喜愛不法之事——連那些被算為配得祭司職分的人,也與那些膽敢說虛謊預言的人一樣。
He threatens to bring a common punishment upon young and old alike, upon men and women, since all in common loved lawlessness — even those deemed worthy of the priesthood, together with those who dared to foretell falsehoods.
1:538
Λέγει δὲ καὶ τὰ ὑπὸ τούτων τολ μώμενα·
他也述說這些人所膽敢行的事:
He speaks also of the things dared by these men:
1:539
Καὶ ἰῶντο τὸ σύντριμμα τοῦ λαοῦ ἐπ' ἀτιμίᾳ, ἐξουθενοῦντές με, καὶ λέγοντες·
「他們輕忽地醫治我百姓的破口,藐視我,並說:」
'And they healed the breaking of my people with contempt, despising me, and saying:'
1:540
ποῦ τοίνυν τῶν λόγων τὸ τέ λος; Ἀντὶ γὰρ τῆς εἰρήνης πανωλεθρίαν ὁρῶσι
「那麼,這些話的應驗在哪裡呢?」因為他們所見的,不是平安,乃是徹底的毀滅。
'Where, then, is the fulfilment of the words?' For instead of peace they behold utter destruction.
1:541
Καταισχυνθέντες γὰρ, φησὶν, ὡς τὰ ψευδῆ προει ρηκότες, ἐρυθριᾷν οὐκ ἀνέχονται
他說:「他們既因先前說了虛謊而蒙羞,卻不肯臉紅羞愧。」
'For being put to shame,' he says, 'as having foretold falsehoods, they refuse to blush.'
1:542
Οὐδ' ὡς καταισχυνόμενοι ᾐσχύνθησαν, καὶ τὴν ἀτιμίαν αὐτῶν οὐκ ἔγνωσαν
「他們並不像蒙羞的人那樣羞愧,也不認識自己的羞辱。」
'Neither were they ashamed as those who are put to shame, and they knew not their own dishonour.'
1:543
Ἀλλ' ὅμως τίσουσι, φησὶν, ἐν καιρῷ ὧν ἐτόλμησαν δίκας
他說:「儘管如此,他們必在所定的時候,為自己所膽敢行的事付上刑罰。」
'But nevertheless,' he says, 'they shall pay in due time the penalties for what they dared.'
1:544
Ἐν καιρῷ γὰρ ἐπισκοπῆς αὑτῶν ἀσθενήσουσιν, εἶπε Κύριος. Ἐντεῦθεν καὶ τῶν Ἰουδαίων τὴν ἀπείθειαν διδάσκει, καὶ τῶν ἐθνῶν προκηρύττει τὴν κλῆσιν
「因為在追討他們的時候,他們必衰敗,這是耶和華說的。」他由此教導猶太人的不順從,並預先宣告外邦人的蒙召。
'For in the time of their visitation they shall be brought low, says the Lord.' From this he teaches both the disobedience of the Jews, and proclaims beforehand the calling of the Gentiles.
1:545
Στῆτε ἐπὶ ταῖς ὁδοῖς, καὶ ἴδετε·
「你們當站在路上察看,」
'Stand in the ways, and see;'
1:546
ἐρωτήσατε τρίβους αἰωνίας, καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ, καὶ βαδίσατε. ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγίασμα ταῖς ψυχαῖς ὑμῶν
「訪問古道,察看哪一條是善道,便行在其中,你們的心靈就必得著聖潔。」
'ask for the ancient paths, and see which is the good way, and walk in it, and you shall find sanctification for your souls.'
1:547
Ὁδοὶ μὲν πολλαὶ, οἱ ἅγιοι προφῆται·
那眾多的道路乃是眾聖先知;
The many ways are the holy prophets;
1:548
ὁδὸς δὲ ἀληθῶς ἀγαθὴ, αὐτὸς ὁ Κύριος ἡμῶν·
但那真正善的道,乃是我們的主自己;
but the way that is truly good is our Lord Himself;
1:549
ἀκούομεν γὰρ αὐτοῦ λέγοντος·
因為我們聽見祂說:
for we hear Him saying:
1:550
Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή· ἑκάστη μέντοι τῶν προφητικῶν ὁδῶν εἰς ταύτην φέρει·
「我就是道路、真理、生命。」然而,每一條先知的道路都引向這一條;
'I am the way, and the truth, and the life.' Each of the prophetic ways, however, leads to this one;
1:551
καὶ γὰρ Μωσῆς ὁ νομοθέτης ταύ την ὑποδείκνυσι, λέγων·
因為立法者摩西也指向這一條道路,說:
for Moses the lawgiver also points to this one, saying:
1:552
Προφήτην ὑμῖν ἀνα στήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ· καὶ τὰ ἑξῆς
「耶和華你們的神必從你們弟兄中間,為你們興起一位先知,像我一樣;」以及下文所述。
'The Lord our God will raise up for you a prophet from among your brethren, like me;' and what follows.
1:553
Καὶ καθάπερ μία μὲν ὁδὸς, ἡ εἰς τὰς μεγίστας ἀπάγουσα πόλεις, ἣν βασίλειον καὶ βασιλικὴν ὀνομάζειν εἰώθαμεν, εἰς δὲ ταύτην ἀτρα ποί τινες ἀπὸ κωμῶν ἐμβάλλουσι καὶ ἀγρῶν·
又如有一條通往那些最大城邑的大道,就是我們慣稱為王道與御路的,而有些從村莊和田野而來的小徑匯入其中;
And just as there is one road that leads to the greatest cities, which we are accustomed to call the royal and the king's highway, and into this certain footpaths from villages and fields empty out;
1:554
οὕτως μία μὲν ἔστιν ἡ ὁδὸς ἡ ἀπάγουσα πρὸς Πα τέρα, ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ·
照樣,通往父那裡的道路只有一條,就是神的獨生子;
so there is one way that leads to the Father, the only-begotten Son of God;
1:555
οἷον δέ τινες ἀτραποὶ, οἱ μακάριοι προφῆται, εἰς ταύτην ἄγουσι τὴν ὁδὸν τοὺς δι' αὐτῶν ὁδεύειν προαιρουμένους
而那些蒙福的先知就像某些小徑,把那些願意藉著他們而行的人引入這道。
and like certain footpaths, the blessed prophets lead into this way those who choose to journey by means of them.
1:556
Κελεύει τοίνυν Ἰουδαίοις ὁ προφητικὸς λόγος τὰς προφητικὰς ὁδοὺς ἐρευνῆσαι, καὶ δι' αὐτῶν μαθεῖν τὴν ἀγαθὴν ὁδὸν, καὶ ἐν αὐτῇ βαδίσαι
因此,先知的話吩咐猶太人要探尋那些先知的道路,並藉著它們認識那善道,行在其中。
The prophetic word therefore bids the Jews to search out the prophetic ways, and through them to learn the good way, and to walk in it.
1:557
Ἀλλ' ἀντιλέ γουσι συνήθως, καὶ τὸ κελευσθὲν οὐ ποιοῦσιν
但他們照常頂撞,不遵行所吩咐的。
But they gainsay as usual, and do not do what is commanded.
1:558
Εἶ πον γὰρ, φησὶν, Οὐ πορευσόμεθα. Ἀλλ' ὅμως καὶ ἑτέραν αὐτοῖς προσφέρει παραίνεσιν
他說:「因為他們說:『我們不去。』」然而他仍向他們發出另一番勸誡。
'For they said,' he says, 'We will not go.' Yet nevertheless he offers them still another admonition.
1:559
Καθέστηκα ἐφ' ὑμᾶς σκοποὺς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος
「我已立守望者看顧你們;你們要聽號角的聲音。」
'I have set watchmen over you; hearken to the sound of the trumpet.'
1:560
Σκοποὺς δὲ πάλιν αὐ τοὺς προφήτας ὀνομάζει·
他又再次稱那些先知自己為「守望者」;
And again he names the prophets themselves 'watchmen';
1:561
Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ. Σάλ πιγγα δὲ καλεῖ τῶν ἀποστόλων τὸ κήρυγμα·
「我立你作以色列家守望的人。」他所說的「號角」乃是指使徒的宣講。
'I have made you a watchman for the house of Israel.' And by 'trumpet' he means the preaching of the apostles.
1:562
προ εθέσπισαν δὲ καὶ τοῦτο οἱ κληθέντες σκοποί·
那些蒙召作守望者的人也預先宣告了這事,因為他們同樣領受了神聖的宣講。
This also those who were called watchmen foretold; for they too received the divine preaching.
1:563
καὶ οὗτοι γὰρ τὸ θεῖον ἐδέξαντο κήρυγμα·
因為他們也領受了神聖的宣講。
for these too received the divine proclamation.
1:564
οὕτω καὶ οἱ θεῖοι ἀπόστολοι Βαρνάβας καὶ Παῦλος ἐποίησαν·
神聖的使徒巴拿巴和保羅也照樣行了。
Thus also did the divine apostles Barnabas and Paul.
1:565
εἴς τινα γὰρ εἰσ ελθόντες συναγωγὴν, καὶ πλεῖστα τοῖς Ἰουδαίοις δια λεχθέντες, εἶτα τὴν ἀπείθειαν αὐτῶν κατιδόντες ἔφα σαν·
他們進入某會堂,與猶太人辯論了許久,隨後見他們的悖逆,就說:
For having entered into a certain synagogue and discoursed at length with the Jews, then perceiving their disobedience, they said:
1:566
Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ·
「神的道本應先傳給你們,」
'It was necessary that the word of God should first be spoken to you;'
1:567
ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφό μεθα εἰς τὰ ἔθνη
「但你們既然棄絕這道,斷定自己不配得永生,看哪,我們就轉向外邦人。」
'but since you thrust it from you and judge yourselves unworthy of eternal life, behold, we turn to the Gentiles.'
1:568
Οὕτω γὰρ ἐντέταλκεν ἡμῖν ὁ Κύριος·
「因為主曾這樣吩咐我們:」
'For thus the Lord has commanded us:'
1:569
Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε. εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς· συμβαίνει τοίνυν τῇ προῤῥήσει ἡ ἔκ βασις·
「我已立你作外邦人的光,使你作外邦人的光,使你施行救恩,直到地極。」如此,應驗與預言相符。
'I have set you for a light of the Gentiles, that you should be a light of the Gentiles, that you should be for salvation unto the ends of the earth.' The outcome, therefore, accords with the prediction.
1:570
ἐνταῦθα μέντοι ὁ προφητικὸς λόγος τοῖς ἀπειθοῦσιν Ἰουδαίοις ἀπειλεῖ τιμωρίαν τῇ ἀντιλογίᾳ κατάλληλον·
然而在此,先知的話語向悖逆的猶太人發出與其抗拒相稱的懲罰的警告。
Here, however, the prophetic word threatens the disobedient Jews with a punishment fitting their contradiction.
1:571
ἀπαγορεύει δὲ καὶ τὴν κατὰ νόμον λατρείαν
它也禁止按律法而行的敬拜。
And it also forbids the worship according to the Law.
1:572
Ἱνατί μοι λίβανον ἐκ Σαβὰ θέρεις, καὶ κινάμωμον ἐκ γῆς μακρόθεν; Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτὰ, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν με
「你們何必從示巴帶乳香給我,從遠方運來肉桂呢?你們的燔祭我不悅納,你們的祭物我也不喜歡。」
'Why do you bring me frankincense from Sheba, and cinnamon from a far country? Your whole burnt offerings are not acceptable, and your sacrifices have not been sweet to me.'
1:573
Εἰ δὲ καὶ ἡνίκα ὁ νόμος ἐκράτει, περιττὰ ταῦτα ἐνομίσθη, μάτην μεμήνασιν Ἰου δαῖοι, μετὰ τὴν τοῦ νόμου παῦλαν τοῖς τοῦ νόμου περιττοῖς ὡς ἀναγκαίοις ἐνασχολούμενοι
但若連在律法通行之時,這些事尚被視為多餘,那麼猶太人的狂熱便是徒然的——他們在律法終止之後,仍將律法中多餘的事當作必要的來從事。
But if, even while the Law prevailed, these things were reckoned superfluous, the Jews have raged in vain, busying themselves after the cessation of the Law with the superfluities of the Law as though they were necessary.
1:574
Προλέγει δὲ πάλιν τὴν ἀσθένειαν ᾗ συνεζύγησαν, οὐ μόνον δουλεύειν ἐναντιούμενοι, ἀλλὰ καὶ μυσαροὶ πᾶσι φαινόμενοι
他又預言他們所被套上的軟弱,因為他們不僅抗拒作僕役,而且在眾人眼中顯為可憎。
Again he foretells the weakness to which they are yoked, for they not only oppose being servants but also appear abominable to all.
1:575
Ἐντεῦθεν μεταφέρει τὴν προφητείαν ἐπὶ τὸν Βαβυλώνιον, καὶ τοὺς ἐπιστρατεύσαντας σὺν αὐτῷ βασιλέας, καὶ διηγεῖται αὐτῶν τὴν ἰσχὺν, καὶ τὴν πανοπλίαν, καὶ τὸ ἀπηνὲς καὶ θηριῶδες τῆς γνώμης
此後他將預言轉向巴比倫王,以及與他一同出征的列王,並敘述他們的勢力、他們的全副武裝,以及其心意之殘暴與獸性。
From here he transfers the prophecy to the Babylonian and to the kings who campaigned together with him, and he describes their strength, their full armament, and the harsh and beastlike quality of their purpose.
1:576
Λέγει δὲ καὶ τὴν τούτων δειλίαν
他也述說這些人的怯懦。
He also tells of their cowardice.
1:577
Παρελύθησαν γὰρ, φησὶν, αἱ χεῖρες ἡμῶν, θλίψις κατέσχεν ἡμᾶς, ὠδῖνες ὡς τικτούσης
他說:「因為我們的手發軟,愁苦抓住我們,疼痛如同臨產的婦人。」
'For our hands are paralyzed,' he says, 'anguish has seized us, pangs as of a woman in travail.'
1:578
Καὶ παρακελεύεται μὴ προκύπτειν τῶν πόλεων, ὡς τῶν πολεμίων προκαθημένων
他勸誡他們不要走出城外,因為仇敵正埋伏在城前。
And he urges them not to venture out from the cities, since the enemies lie in wait before them.
1:579
Παρακελεύεται δὲ τῇ Ἱερουσαλὴμ καὶ σάκκον περιβαλέσθαι, καὶ ταῖς κεφαλαῖς κόνιν ἐπιβαλεῖν, καὶ μονογενοῦς παιδὸς μιμήσασθαι πένθος
他勸勉耶路撒冷披上麻布,把塵土撒在頭上,效法為獨生子哀哭的悲慟。
He also urges Jerusalem to gird herself with sackcloth, to cast dust upon her head, and to imitate the mourning for an only-begotten child.
1:580
Εἶτα τῷ προφήτῃ παρεγγυᾷ τὰς τούτων παρανομίας ἰδεῖν
然後他囑咐先知去察看他們的過犯。
Then he charges the prophet to look upon their transgressions.
1:581
καὶ γνώσῃ ἐν τῷ δοκιμάσαι σε τὴν ὁδὸν αὐτῶν
「你察驗他們的行徑,就必知道。」
'And you shall know when you have tested their way.'
1:582
Ἀντὶ τοῦ, Οὐ κάμνῃς περινοστῶν πόλεις πολλὰς καὶ ἀγρούς·
意思是說:你不必疲於奔波遍歷許多城邑和田野;
That is to say: You will not grow weary traveling around many cities and fields;
1:583
ἐν γὰρ τῇ Ἱερουσαλὴμ πάντες εἰσὶ συνηθροισμένοι διὰ τὸν πόλεμον
因為眾人都因戰爭聚集在耶路撒冷。
for in Jerusalem all are gathered together on account of the war.
1:584
Ἐπιδείκνυσι δὲ αὐτῷ τῆς γνώμης αὐτῶν τὸ διάστροφον
他向他顯明他們心意的乖僻。
He shows him the perversity of their purpose.
1:585
Πάντες ἀνήκοοι, πορευόμενοι σκολιῶς, ὡς χαλκὸς καὶ σίδηρος
「他們都是悖逆的,行事彎曲,如同銅鐵。」
'All are disobedient, walking crookedly, like bronze and iron.'
1:586
Πάντες διεφθαρμένοι εἰσίν
「他們全都敗壞了。」
'They are all corrupted.'
1:587
Ἀντὶ τοῦ, κίβδηλοι, οὐδὲν δόκιμον ἔχοντες
意思是說:他們是假冒的,毫無可取的真價。
That is to say: counterfeit, having nothing of approved worth.
1:588
Ἐξέλιπε φυσητὴρ ἀπὸ πυρός·
「風箱因火而衰竭;」
'The bellows has failed from the fire;'
1:589
εἰς κενὸν ἀργυροκόπος ἀργυροκοπεῖ·
「銀匠煉銀是徒然的;」
'in vain the silversmith works his silver;'
1:590
πονηρίαι αὐτῶν οὐκ ἐτάκησαν
「他們的惡並未被熔去。」
'their wickednesses have not been melted away.'
1:591
Ἀργυροκόπον καλεῖ τὸν παιδευτικὸν λόγον·
他所說的「銀匠」是指那教導人的話語;
By 'silversmith' he means the instructive word;
1:592
πῦρ δὲ καὶ μόλιβδον τὴν τιμωρίαν αὐτήν·
「火」和「鉛」則指懲罰本身;
and by 'fire' and 'lead,' the punishment itself;
1:593
φυσητῆρα δὲ, τὴν θείαν ἀπό φασιν, δι' ἧς ἡ τιμωρία προσφέρεται
「風箱」則指神聖的判決,藉此施行懲罰。
and by 'bellows,' the divine sentence, through which the punishment is applied.
1:594
Εἰώθασι δὲ καὶ οἱ τοῦ ἀργύρου τεχνῖται, τὸν ἄργυρον καθαίρειν βου λόμενοι, μόλιβδον ἐπιβάλλειν, ὥστε διὰ τούτου δα πανῆσαι τὸ κίβδηλον
銀匠們也慣於在想要精煉銀子時投入鉛,好藉此除去攙雜的雜質。
The craftsmen of silver are also accustomed, when they wish to purify the silver, to cast in lead, so that through this the base alloy may be consumed.
1:595
Ἀργύριον ἀποδεδοκιμασμένον καλέσατε αὐ τοὺς, ὅτι ἀπεδοκίμασεν αὐτοὺς Κύριος ὁ Θεός
「要稱他們為被棄的銀子,因為主神已棄絕他們。」
'Call them rejected silver, for the Lord God has rejected them.'
1:596
Οὐδεμία, φησὶ, μηχανὴ τῆς τούτων πονηρίας περιεγένετο·
他說:「沒有任何方法能勝過他們的邪惡;」
'No device,' he says, 'prevailed over their wickedness;'
1:597
ταῦτα δὲ λέγει, οὐ τῆς φύσεως κατηγορῶν, ἀλλὰ τῆς προαιρέσεως·
他說這些話,不是要控告他們的本性,而是控告他們的意志抉擇;
and he says these things not as accusing their nature, but their choice;
1:598
τῆς γὰρ φύσεως αὐτὸς ποιητὴς, οὐκ ἂν δὲ ἧς ἐποίησε κατηγόρησε·
因為他自己是他們本性的創造者,斷不會控告他所造的;
for he himself is the maker of their nature, and would not accuse that which he has made;
1:599
τῆς δὲ προαιρέσεως ἐκεῖνοι δημι ουργοί
而他們的意志抉擇,卻是他們自己所造成的。
but of their choice they themselves are the fashioners.
1:600
Μετὰ ταῦτα διδάσκει ὁ προφήτης ὡς ἐκελεύθη στῆναι μὲν ἐν ταῖς πύλαις τοῦ θείου νεὼ, πᾶσι δὲ τοῖς εἰσιοῦσι τὸν προφητικὸν λόγον προσενεγκεῖν·
在這些事之後,先知教導說,他奉命站在神殿的門口,向一切進入的人傳講先知的話語;
After these things the prophet teaches that he was commanded to stand in the gates of the divine temple and to present the prophetic word to all who entered;
1:601
εἶχε δὲ οὗτος συμβουλὴν, καὶ ὑπόσχεσιν ἀγαθῶν
這話語含有勸勉,以及美善之事的應許。
and this word contained counsel and a promise of good things.
1:602
Κατηγορεῖ δὲ καὶ τῆς ψευδοῦς προφη τείας
他也控告那虛假的預言。
He also accuses the false prophecy.
1:603
Μὴ πεποίθατε γὰρ, φησὶν, ἐφ' ἑαυτοῖς, ἢ ἐπὶ λόγοις ψευδέσιν·
他說:「不要倚靠自己,也不要倚靠虛謊的言語;」
'Do not trust,' he says, 'in yourselves, nor in lying words;'
1:604
παράπαν οὐκ ὠφε λήσουσιν ὑμᾶς λέγοντες, Ναὸς Κυρίου, ναὸς Κυρίου, ναὸς Κυρίου ἐστίν
「那些說『這是耶和華的殿,耶和華的殿,耶和華的殿』的人,對你們毫無益處。」
'they will not profit you at all who say, The temple of the Lord, the temple of the Lord, the temple of the Lord it is.'
1:605
Ἐξαπατῶντες γὰρ αὐτοὺς ἔλεγον, Πῶς δυνατόν τινα τοῦ θείου μὲν νεὼ περιγενέσθαι; Αὐτὸς δὲ αὐτοῖς παρεγγυᾷ μὴ τούτοις τοῖς λόγοις θαῤῥεῖν·
他們欺哄百姓說:怎能有人勝得過神的殿呢?但他囑咐他們不要因這些話而壯膽;
For deceiving them they used to say, How is it possible for anyone to prevail against the divine temple? But he charges them not to take courage in these words;
1:606
ἀλλ' ἀσπάσασθαι τὴν ἐπὶ τὸ κρεῖττον τοῦ βίου μεταβολὴν, καὶ κρίσεις φοβεῖσθαι, καὶ κηδεμονίας ἀξιῶσαι τοὺς ταύτης δεο μένους, καὶ παύσασθαι τῆς προτέρας μιαιφονίας, καὶ τῆς τῶν εἰδώλων θεραπείας
反倒要欣然接受生命向善的更新,敬畏審判,眷顧那些有需要的人,並止息從前的兇殺和對偶像的敬拜。
but rather to embrace the change of life toward the better, to fear the judgments, to show care for those who need it, to cease from their former bloodshed and from the service of idols.
1:607
Ταῦτα γὰρ, φησὶ, ποιοῦντες, οὐκ ἔσεσθε μέτοικοι, ἀλλ' ἐπὶ τῆς πα τρῴας μενεῖτε γῆς
他說:「你們若行這些事,就必不至被擄遷徙,而要存留在祖先的地上。」
'For doing these things,' he says, 'you shall not be exiles, but shall remain in your ancestral land.'
1:608
Τἀναντία δὲ τολμῶντες, καὶ διὰ πάσης παρανομίας ὁδεύοντες, τρυγήσετε καταλλή λους τῶν ἐπιτηδευμάτων καρπούς·
「但你們若膽敢行相反的事,行走在一切不法之中,就必收取與你們行為相稱的果子;」
'But if you dare the contrary, and travel through every lawlessness, you shall reap fruits corresponding to your practices;'
1:609
οὐ γὰρ εἰς τὴν ψευδῆ μεταμέλειαν ἀποβλέπω, ἀλλ' οὐδὲ τῶν ψευδῶν ἀνέχομαι λόγων·
「因為我不看重虛假的懊悔,也不容忍虛謊的言語;」
'for I do not look to false repentance, nor do I tolerate lying words;'
1:610
ὁρῶ γὰρ ἅπαντα τὰ γινόμενα
「因為我看見一切所發生的事。」
'for I see all things that come to pass.'
1:611
Ἰδοὺ γὰρ, φησὶν, ἐγὼ ἑώρακα, λέγει Κύριος. Οὐκ ἀνέξομαι δὲ οὐδὲ τὸν ἀφιερωμένον μοι οἶκον λῃστῶν εἶναι καταγώγιον
他說:「因為看哪,我已看見了,這是主說的。」我也絕不容忍那分別歸我的殿成為強盜的巢穴。
'For behold,' he says, 'I have seen, says the Lord.' Nor will I endure that the house consecrated to me be a lair of robbers.
1:612
Εἶτα ἀπὸ τῶν γεγενημένων πι στοῦται τὰ εἰρημένα
然後他藉著已成的事來證實所說的話。
Then from things that have already happened he confirms what has been said.
1:613
Ὅτι πορεύθητε εἰς τὸν οἶκόν μου τὸν ἐν Σιλὼμ, οὗ κατεσκήνωσα τὸ ὄνομά μου ἐκεῖ ἔμπροσθεν, καὶ ἴδετε ἃ ἐποίησα αὐτῷ ἀπὸ προσ ώπου κακίας λαοῦ μου Ἰσραήλ
「你們去到我在示羅的殿,就是我先前使我的名居住的地方,看我因我百姓以色列的惡向那殿所行的事。」
'For go to my house that was in Shiloh, where I made my name to dwell there formerly, and see what I did to it because of the wickedness of my people Israel.'
1:614
Ὁ Σιλὼμ χωρίον ἐστὶν ἐν ταῖς δέκα φυλαῖς διακείμενον·
示羅是坐落在十支派之地中的一處地方;
Shiloh is a place situated within the ten tribes;
1:615
τῶν δὲ Ἀσσυρίων ἐπιστρατευσάντων ἐκείναις, ἠφανίσθη καὶ τοῦτο
當亞述人出征攻打那些支派時,這地方也被毀滅了。
and when the Assyrians campaigned against those tribes, this place too was destroyed.
1:616
Οὗ δὴ χάριν ἐπάγει, ὅτι καὶ ὁ οἶκος τὰ αὐτὰ πείσεται καὶ αὐτοὶ τὴν τῶν ἀδελφῶν αὑτῶν δέξονται τιμωρίαν
因此他補充說,這殿也必遭受同樣的事,而他們自己也必承受他們弟兄所受的懲罰。
For which reason he adds that the house too will suffer the same things, and they themselves will receive the punishment of their brothers.
1:617
Ἀποῤῥίψω γὰρ ὑμᾶς ἀπὸ προσώπου μου, καθὼς ἀπέῤῥιψα τοὺς ἀδελφοὺς ὑμῶν, ἅπαν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ
「因為我必把你們從我面前趕走,正如我趕走你們的弟兄,就是以色列眾子的一切後裔。」
'For I will cast you away from my presence, just as I cast away your brothers, all the seed of the sons of Israel.'
1:618
Ἀπαγορεύει δὲ καὶ τῷ. προφήτῃ μηδεμίαν ὑπὲρ αὐτῶν πρεσβείαν προσενεγ κεῖν
他也禁止先知為他們獻上任何代求。
He also forbids the prophet to offer any intercession on their behalf.
1:619
Οὐ γὰρ ἀκούσομαί σου, φησί Καὶ διδά σκων, ὡς δικαίως αὐτοὺς ἀποστρέφεται, ἐπ ήγαγεν·
他說:「因為我必不聽你。」他為要教導人祂如何公義地離棄他們,就接著說:
'For I will not hear you,' he says. And teaching how justly he turns away from them, he added:
1:620
Ἦ οὐχ ὁρᾷς, τί οὗτοι ποιοῦσιν ἐν ταῖς πόλεσιν Ἰούδα, καὶ ἐν ταῖς διόδοις Ἱερουσαλήμ; Οἱ υἱοὶ αὐτῶν συλλέγουσι ξύλα, καὶ οἱ πατέρες αὐτῶν καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐ τῶν τρίβουσι στέαρ, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ·
「你豈不看見他們在猶大各城和耶路撒冷街道上所行的嗎?兒女撿柴,父親燒火,婦女摶麵,為天上的萬象作祭餅;」
'Do you not see what these do in the cities of Judah and in the streets of Jerusalem? Their sons gather wood, and their fathers kindle fire, and their women knead dough, to make cakes for the host of heaven;'
1:621
καὶ ἔσπεισαν σπονδὰς θεοῖς ἑτέροις, ἵνα παροργίσωσί με
「又向別神澆奠祭,惹我發怒。」
'and they poured out drink offerings to other gods, that they might provoke me to anger.'
1:622
Οἳ ἔνδον εἶχον ἀσταφίδας, καὶ φοίνικας, καὶ ἕτερά τινα τοιαῦτα, ταῦτα δὲ τοῖς εἰδώλοις προσέφερον
這些人家中存有葡萄乾、棗子和其他類似之物,就把這些獻給偶像。
These people had within their houses raisins, dates, and certain other such things, and these they offered to the idols.
1:623
Περὶ τούτων δὲ καὶ δι' ἑτέρου προφήτου φησί·
論到這些事,他也藉著另一位先知說:
Concerning these things he also speaks through another prophet:
1:624
Καὶ ἐφίλουν πέμματα μετὰ σταφίδων. Λέγει τοίνυν τῷ προφήτῃ, Μὴ δυσχεράνῃς, ὡς μὴ πείθων με τῇ πρεσβείᾳ
「他們喜愛葡萄乾的餅。」因此他對先知說:你不要煩惱,好像你的代求未能說服我一般。
'And they loved cakes with raisins.' He says, therefore, to the prophet: Do not be vexed, as though you were not persuading me by your intercession.
1:625
Σοῦ γὰρ ἀντιβολοῦντος ἐκεῖνοι παροξύνουσι πανδημεὶ τῆς τῶν δαιμόνων θεραπείας φροντίζοντες
「因為當你懇求時,那些人卻舉國上下地被激動,一心關注對鬼魔的敬拜。」
'For while you entreat, those people, as a whole populace, are provoked, giving heed to the service of demons.'
1:626
Ἔπειτα δείκνυσιν, ὡς αὐτὸς μὲν οὐδεμίαν ἐκ τῆς τούτων παρανομίας δέχεται βλάβην, αὐτοὶ δὲ διὰ ταύτης ἐπισπῶνται τὸν ὄλεθρον
然後他表明,他自己並不因他們的不法受任何損害,而是他們藉此為自己招來毀滅。
Then he shows that he himself receives no harm from their lawlessness, but they themselves draw destruction upon themselves through it.
1:627
Μὴ ἐμὲ παροργίζουσι, λέγει Κύριος, οὐχὶ ἑαυτοὺς, ὅπως καταισχυνθῇ τὰ πρόσωπα αὐτῶν; Λέγει δὲ καὶ τῆς αἰσχύνης τὸν τρόπον·
「他們豈是惹我發怒呢,這是主說的,豈不是惹自己,以致自己臉上蒙羞嗎?」他也述說他們蒙羞的方式;
'Is it me they provoke to anger, says the Lord, and not themselves, that their own faces may be put to shame?' He also tells the manner of their shame;
1:628
ἀπειλεῖ γὰρ, οὐ μόνον ἀνθρώπων ὄλεθρον, ἀλλὰ καὶ κτηνῶν, καὶ φυτῶν διαφθορὰν, καὶ γῆς ἐρημίαν·
因為他所威脅的不僅是人的毀滅,也包括牲畜與植物的毀壞,以及土地的荒涼;
for he threatens not only the destruction of human beings, but also the ruin of cattle and plants, and the desolation of the land;
1:629
ἀπαγορεύει δὲ καὶ τὴν κατὰ νόμον λατρείαν
他也禁止按律法而行的敬拜。
and he also forbids the worship according to the Law.
1:630
Τάδε λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ·
「萬軍之主,以色列的神如此說:」
'Thus says the Lord of hosts, the God of Israel:'
1:631
Τὰ ὁλοκαυτώματα ὑμῶν συναγά γετε μετὰ τῶν θυσιῶν ὑμῶν, καὶ φάγετε κρέα
「將你們的燔祭連同你們的祭物一同收聚起來,並且吃肉。」
'Gather together your whole burnt offerings with your sacrifices, and eat flesh.'
1:632
Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν, οὐδὲ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ ᾗ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, περὶ λόγου ὁλοκαυτωμάτων, καὶ θυσιῶν
「因為在我領你們的列祖出埃及地的那日,我並沒有向他們提說燔祭與祭物的事,也沒有為此吩咐他們;」
'For I spoke not unto your fathers, nor commanded them in the day that I brought them up out of the land of Egypt, concerning any matter of whole burnt offerings and sacrifices;'
1:633
Ἀλλ' ἢ τὸ ῥῆμα τοῦτο ἐνετειλάμην αὐτοῖς, λέγων·
「唯有這一句話我吩咐了他們,說:」
'but this word I commanded them, saying:'
1:634
Ἀκούσατε τῆς φωνῆς μου, καὶ ἔσομαι ὑμῖν εἰς Θεὸν, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς λαὸν, καὶ πορεύσεσθε ἐν πάσαις ταῖς ὁδοῖς μου, αἷς ἐντέλλομαι ὑμῖν, ὅπως ἂν εὖ ᾖ ὑμῖν
「你們要聽從我的聲音,我就作你們的神,你們也要作我的子民;你們要遵行我所吩咐你們的一切道路,使你們得福。」
'Hearken unto my voice, and I will be to you a God, and you shall be to me a people; and walk in all my ways which I command you, that it may be well with you.'
1:635
Ἐπειδὴ γὰρ ἔμαθον ἐν Αἰγύπτῳ θύειν εἰδώλοις, ἐκείνων αὐτοὺς ἀποστῆσαι βουλόμενος (διὰ πάντων γὰρ αὐτὰ ἐκβάλλει τῶν προφητῶν ἀλλὰ) τῇ τούτων ἀσθενείᾳ συγκαταβαίνων, τὸ, Φάγετε κρέα, φησὶν, ἀντὶ τοῦ, Καὶ τὰς θυσίας ἐκβάλλων, οὐ κωλύσω ὑμᾶς μεταλαμβάνειν κρεῶν
因為他們在埃及學會了向偶像獻祭,神既願使他們離棄那些惡習(因為神藉眾先知處處摒棄這些事),卻又俯就他們的軟弱,說「你們吃肉罷」,意思是說:「我雖廢除祭物,卻不禁止你們享用肉食。」
For since they had learned in Egypt to sacrifice to idols, and He wished to draw them away from those practices (for through all the prophets He casts these things out), yet condescending to their weakness, He says, 'Eat flesh,' meaning: 'Even while abolishing the sacrifices, I will not forbid you to partake of flesh.'
1:636
μεταλαβεῖν, θῦσαι καὶ ἐκχέαι τὸ αἷμα ἐπὶ τὴν γῆν, καὶ μεταλαβεῖν οὐχ ὡς ἱερείων, ἀλλ' ὡς κρεῶν κοινῶν
所謂享用,就是宰殺並把血傾倒在地上,然後吃它,不是當作祭牲,而是當作尋常的肉。
to partake — that is, to slaughter and to pour out the blood upon the ground, and to eat it not as sacrificial victims but as common flesh.
1:637
Ἱερουργεῖν γὰρ ἔξω τοῦ νενομισμένου διεκώλυσε τόπου
因為神禁止在律法所定的地方之外舉行祭祀之禮。
For He forbade the performing of sacred rites outside the appointed place.
1:638
Φάγεσθε αὐτὰ ὡς δορκάδα καὶ ἔλαφον, τουτ έστιν, ὡς ἐκεῖνα τὰ τῷ θυσιαστηρίῳ μὴ προσφερό μενα
「你們可以吃它,如同吃羚羊和鹿一般」——就是說,如同那些不獻在祭壇上之物一樣。
'You shall eat them as the gazelle and the deer' — that is, like those things which are not brought to the altar.
1:639
Ἔπειτα διηγεῖται καὶ τὴν τῶν πατέρων αὐτῶν ἀπείθειαν, ὅτι ταῦτά μου συμβουλεύοντος·
接著神又敘說他們列祖的悖逆:儘管我這樣勸誡他們,
Then He recounts also the disobedience of their fathers: that, though I gave them this counsel,
1:640
Ἐπορεύθησαν ἐν τοῖς ἐνθυμήμασι τῆς καρδίας αὑτῶν τῆς πονηρᾶς
「他們卻隨從自己惡念的心思而行。」
'They walked in the imaginations of their evil heart.'
1:641
Καὶ ἐγενήθησαν εἰς τὰ ὄπισθεν, καὶ οὐκ εἰς τὰ ἔμπροσθεν
「他們向後退,而不向前進。」
'And they went backward, and not forward.'
1:642
(κεʹ.) Ἀφ' ἧς ἡμέρας ἐξήλθοσαν οἱ πατέρες αὐτῶν ἐκ γῆς Αἰγύπτου, καὶ ἕως τῆς ἡμέρας ταύτης
(第二十五節)「自從他們的列祖出埃及地的那日,直到今日。」
(v. 25) 'From the day that their fathers went forth out of the land of Egypt, even unto this day.'
1:643
Παρεδόθησαν γὰρ διὰ τὴν οἰκείαν παρανομίαν, ποτὲ μὲν Μωαβίταις, ποτὲ δὲ Ἀμμανί ταις, ἄλλοτε Μαδιηναίοις, πολλάκις δὲ ἀλλοφύλοις
因為他們為著自己的不法之行,時而被交在摩押人手中,時而被交在亞捫人手中,有時交在米甸人手中,又屢次交在非利士人手中。
For on account of their own transgression they were delivered up — now to the Moabites, now to the Ammonites, at other times to the Midianites, and often to the Philistines.
1:644
Ἐπιδείκνυσι δὲ καὶ τὴν οἰκείαν κηδεμονίαν·
神也顯明祂自己的看顧眷愛:
And He displays also His own tender care:
1:645
οὐ γὰρ διέλιπον, φησὶ, διηνεκῶς αὐτοῖς διὰ τῶν προφητῶν διαλεγόμενος, καὶ τὰ κρείττω προτρέπων·
祂說:「我未曾間斷,總是不住地藉眾先知向他們說話,勸勉他們歸向更美之事;」
for 'I ceased not,' He says, 'continually to address them through the prophets, and to urge them toward the better;'
1:646
καὶ δι έμειναν ἀντιλέγοντες, καὶ χείρους ἐγένοντο τῶν πατέ ρων, οἳ ἐξ ἐκείνων ἀντιλέγουσι λόγοις·
然而他們仍舊頑抗頂撞,變得比他們的列祖更壞——他們正是承接了那些列祖頂撞的言語。
and yet they persisted in gainsaying, and became worse than their fathers — they who from those very fathers inherit their words of contradiction.
1:647
ἔλεγξον δὲ ὅμως αὐτοὺς διαῤῥήδην, καὶ εἰπέ·
「你仍要明明地責備他們,說:」
'Yet reprove them plainly nonetheless, and say:'
1:648
Τοῦτο τὸ ἔθνος, οἳ οὐκ ἤκουσαν τῆς φω νῆς τοῦ Θεοῦ Κυρίου αὐτῶν, οὐδὲ ἐδέξαντο παι δείαν
「這就是那不聽從耶和華他們神的聲音、也不領受管教的國民。」
'This is the nation which hearkened not to the voice of the Lord their God, neither received instruction.'
1:649
Ἔστι δὲ ἡ αἰτία τῆς ἀπειθείας, Ἐξέλιπεν ἡ πίστις, καὶ ἐξῆρται ἐκ στόματος αὐτῶν. Εἶτα θρηνῆσαι παρακελεύεται, καὶ πενθῆρες σχῆμα λαβεῖν, καὶ τὴν κεφαλὴν ἀποκεῖραι, ὡς ἀποδοκιμασθέντος τοῦ ἐκλεγέντος λαοῦ
他們悖逆的緣由乃是:「信實已經消滅,從他們口中斷絕了。」神接著吩咐他們哀哭,披上居喪的服飾,剃去頭髮,如同那蒙揀選卻已被棄絕的子民一般。
And the cause of their disobedience is this: 'Faith has failed, and is cut off from their mouth.' Then He bids them to lament, and to take on a mourner's garb, and to shave the head, as of a chosen people now rejected.
1:650
Καὶ δεικνὺς, ὡς δίκαιος ὁ θυμὸς, τὸ μέγιστον ὄνομα τῆς ἀσεβείας παραγυμνοῖ
神為要顯明祂的忿怒是公義的,就揭露出他們罪惡中最大的一項。
And, showing that His wrath is just, He lays bare the greatest instance of their impiety.
1:651
Ἔταξαν πολλοὶ γὰρ, φησὶ, τὰ βδελύγματα αὑτῶν ἐν τῷ οἴκῳ, ἐν ᾧ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτὸν, τοῦ μιάναι αὐτόν
祂說:「因為許多人將他們可憎之物設立在稱為我名下的殿中,玷污了它。」
'For many,' He says, 'have set their abominations in the house which is called by my name, to defile it.'
1:652
Τοῦτο τετόλ μηκε Μανασσῆς, ὁ τοῦ Ἐζεκίου υἱός·
這乃是希西家的兒子瑪拿西所膽敢行的;
This Manasseh, the son of Hezekiah, dared to do;
1:653
ἐζήλωσαν δὲ καὶ οἱ μετὰ ταῦτα τὴν τολμηθεῖσαν ἀσέβειαν
而後來的人也效法了那被膽敢行出的不虔之惡。
and those who came after emulated the impiety that had been so daringly committed.
1:654
Καὶ μάρτυς ὁ θεῖος Ἐζεκιὴλ, πνευματικῶς μὲν ἀπὸ Βαβυλῶνος εἰς τὴν Ἱερουσαλὴμ ἀπαχθεὶς, ἐν δὲ τῷ ναῷ τὰς τοιαύτας παρανομίας εἰρηκὼς τεθεᾶσθαι·
神聖的先知以西結可作見證,他在靈裡從巴比倫被提到耶路撒冷,宣稱他曾親眼看見殿中有這樣的不法之事;
And the divine Ezekiel is a witness, who, being carried in the spirit from Babylon to Jerusalem, declared that he beheld such transgressions within the temple;
1:655
αἰτιᾶται δὲ αὐτοὺς, ὡς καὶ τοὺς υἱοὺς καὶ τὰς θυγα τέρας ὁλοκαυτοῦντας τοῖς δαίμοσιν
他控告他們,甚至將自己的兒女當作燔祭獻給邪魔。
and he charges them with offering up even their sons and daughters as whole burnt offerings to the demons.
1:656
Τοῦτο δὲ, φησὶν, οὐκ ἐνετειλάμην αὐτοῖς, οὐδὲ διενοούμην ἐν τῇ καρδίᾳ μου. Ὁ γὰρ τὰς τῶν ἀλόγων θυσίας διὰ τὴν τούτων ἀσθένειαν γίγνεσθαι συγχωρήσας, πῶς ἂν ἠνεσχόμην περὶ τῆς τοιαύτης νομοθετῆσαι μιαι φονίας; Τὸν δὲ βωμὸν τοῦ Ταφὲθ, εἰδώλου τινὸς οὕτω καλουμένου λέγει
祂說:「這事我並沒有吩咐他們,也沒有在我心中起意。」那位為著他們的軟弱容許了獻祭無理性牲畜之事的神,怎會容忍為著這樣沾污血污的兇殺之事而立法呢?至於陀斐特的壇,祂所指的乃是一個如此稱呼的偶像。
'But this,' He says, 'I commanded them not, neither did it come into my heart.' For He who permitted the sacrifices of irrational beasts on account of their weakness — how could He have endured to legislate concerning such murderous defilement? And by the altar of Topheth He means a certain idol so called.
1:657
Ἑρμηνεύεται δὲ σύγκλεισμα, ἢ κατάβρωσις
這名字可解作「圈禁」,或「吞噬」。
It is interpreted as 'enclosure,' or 'devouring.'
1:658
Ἐν δὲ τούτῳ τῷ χωρίῳ πλῆθος αὐτῶν ἀναιρεθήσεσθαι λέγει, καὶ προτεθήσεσθαι βορὰν καὶ θοίνην οἰωνοῖς καὶ θηρίοις·
神說在這地方必有他們中間許多人被殺,並且擺列出來作飛鳥走獸的食物與筵席;
And in this place He says that a multitude of them shall be slain, and set forth as food and a feast for the birds and the wild beasts;
1:659
καὶ μέντοι καὶ τὴν. προσηγορίαν μετατεθήσεσθαι, καὶ μηκέτι φάραγγα τοῦ υἱοῦ Ἐννὼμ, ἀλλὰ φάραγγα τῶν ἀνῃρημένων κληθήσεσθαι·
而且那名字必要更改,不再稱為欣嫩子谷,乃要稱為被殺者之谷;
and moreover that the name shall be changed, and it shall no longer be called the Valley of the son of Hinnom, but the Valley of the Slain;
1:660
προλέγει δὲ, ὅτι πάσης εὐφροσύνης ἡ πόλις ἔρημος γενήσεται
神又預言那城必變為荒涼,喪盡一切歡樂。
and He foretells that the city shall be made desolate of all gladness.
1:661
Καὶ ὅτι ἐπελθόντες Βαβυλώνιοι οὐ μόνον τοὺς ζῶντας σφαγῇ παραδώσουσιν, ἀλλὰ καὶ τοῖς πάλαι τεθνεῶσιν ἱερεῦσι καὶ βασιλεῦσιν ἐμπαροινήσουσι, καὶ τοὺς τάφους ἀνορύξαντες, ἄταφα ὀστᾶ κατα λείψουσιν, ὥστε προκεῖσθαι ἡλίῳ, καὶ σελήνῃ, καὶ τοῖς ἄστρασιν
並且巴比倫人來到時,不僅要把活人交於刀劍,也要凌辱那早已死去的祭司和君王,掘開他們的墳墓,將骸骨拋棄不葬,以致暴露在日、月、眾星之下。
And that the Babylonians, when they come, shall not only deliver the living over to slaughter, but shall also outrage the priests and kings long since dead, and, digging up their tombs, shall leave their bones unburied, so as to be exposed to the sun, and the moon, and the stars.
1:662
Ὧν, φησὶ, τὴν λατρείαν ἠγάπησαν, καὶ τῆς παρὰ τούτων ἐπικουρίας οὐ τεύξονται
祂說:「他們所愛慕、所敬拜的那些神明,卻不能從它們得著幫助。」
'Whose worship,' He says, 'they loved, yet from these they shall obtain no succor.'
1:663
Ὅτι εἵλοντο, φησὶ, τὸν θάνατον, ἢ τὴν ζωήν
祂說:「因為他們揀選了死亡,過於生命。」
'Because they chose,' He says, 'death rather than life.'
1:664
Ταῦτα καὶ τὰ τούτοις ὅμοια διὰ πλειόνων εἰ πὼν, πάλιν ὀρέγει χεῖρα, μετανοεῖν παραινῶν
神既將這些以及類似的話詳加述說之後,就再次伸出手來,勸勉他們悔改。
Having spoken these things, and things like them, at greater length, He again extends His hand, exhorting them to repent.
1:665
Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, καὶ ὁ ἀπο στρέφων οὐκ ἐπιστρέφει; Εἶτα ἀπειθοῦσιν ἐπι τιμᾷ εʹ
「跌倒的豈不再起來嗎?轉去的豈不再回轉嗎?」神接著對那些悖逆的人發出斥責。(第五節)
'Does not he that falls arise, and does not he that turns away return?' Then upon the disobedient He pronounces rebuke. (v. 5)
1:666
Μετὰ ταῦτα τῆς ἀμετανοήτου γνώμης κατηγορεῖ
在這之後,神責備他們那不肯悔改的心意。
After these things He indicts their impenitent disposition.
1:667
Λέγουσι γὰρ, φησὶν, Οὐκ ἔστιν ἄνθρωπος μετανοῶν ἀπὸ τῆς κακίας αὑτοῦ, λέγων·
祂說:「因為他們說,沒有人為自己的惡行悔改,說:」
'For they say,' He declares, 'There is no man that repents of his wickedness, saying:'
1:668
τοῦτο γὰρ τὰ ἐπαγόμενα δηλοῖ
這一點由接下來的話語顯明出來。
for this the following words make plain.
1:669
Πάντες τῇ γνώμῃ αὑτῶν πορεύονται, ὡς ἵππος ὁρμῶν εἰς πόλεμον. Τὸν γὰρ θεῖον καταλιπόντες νόμον, τοῖς ἑαυτῶν ἕπον ται λογισμοῖς
「他們各人都隨自己的心意而行,如馬直闖戰場一般。」因為他們既離棄了神聖的律法,就隨從自己的思慮。
'They all go on according to their own will, as a horse rushing into battle.' For, having forsaken the divine law, they follow their own reasonings.
1:670
Κατὰ μέντοι τὴν Ἑλλάδα φωνὴν, νοη τέον ὅτι καὶ τοῦ δρόμου οὐκ ἔστι καιρὸς καὶ κόρος·
然而按希臘文的譯法看來,當明白他們奔跑之際,既沒有合宜的時機,也沒有饜足;
According to the Greek rendering, however, it must be understood that there is neither due season nor satiety in their course;
1:671
καὶ γὰρ ἵππος ὁρμῇ χρώμενος, καὶ χρεμετισμῷ, μετὰ τὸν κόπον ἱδροῖ·
因為就連馬奮力奔馳、嘶鳴之後,勞累了也會出汗;
for even a horse, using its impetus and neighing, after its exertion breaks into a sweat;
1:672
οὗτοι δὲ κόρον οὐκ ἔλαβον τῶν κακῶν
這些人卻對他們的惡行毫無饜足。
but these took no satiety of their evils.
1:673
Ταύτῃ τῇ διανοίᾳ καὶ τὰ ἑξῆς συμφωνεῖ
與這意思相合的,還有接下來的話語。
With this thought the following words also accord.
1:674
Καὶ ἡ ἀσίδα ἐν τῷ οὐρανῷ ἔγνω τὸν και ρὸν αὑτῆς·
「就是天空中的鸛鳥也知道自己的定期;」
'Even the stork in the heaven knows her appointed time;'
1:675
τρυγὼν, καὶ τέττιξ, καὶ χελιδὼν, ἀγροῦ στρουθία, ἐφύλαξαν καιροὺς εἰσόδων αὑτῶν·
「斑鳩、燕子與白鶴,田野的雀鳥,都謹守自己來去的時令;」
'the turtledove, and the swift, and the swallow, the sparrows of the field, observed the times of their coming;'
1:676
ὁ δὲ λαός μου οὐκ ἔγνω τὰ ῥήματα Κυρίου
「唯有我的百姓不曉得耶和華的典章。」
'but my people knew not the ordinances of the Lord.'
1:677
Ἀπὸ τῶν ἀλόγων τὴν κατηγορίαν ηὔξησεν·
神藉著無理性的生物加重了對他們的控訴;
From the irrational creatures He heightened the accusation;
1:678
οἶδε γὰρ, φησὶ, τὰ πετεινὰ τῶν ὡρῶν τὴν διαφοράν·
祂說,飛鳥尚且知道時令的分別;
for the birds, He says, know the difference of the seasons;
1:679
καὶ νῦν μὲν ὧδε, νῦν δὲ ἐκεῖ μεταβαίνει, φύσει τὸ χρειῶδες εὑρίσκοντα·
牠們憑著本能,時而遷往此處,時而遷往彼處,尋得所需之物;
and now they migrate hither, now thither, by nature finding what is needful;
1:680
οὗτοι δὲ, λόγου μεταλαχόντες, τοῦ νόμου τὴν ὠφέλειαν οὐ δρέπονται
這些人卻雖然分得了理性,反倒不收取律法的益處。
but these, though they have been given a share of reason, do not reap the benefit of the law.
1:681
Ἡ μέντοι ἀσίδα, ὄρνεόν ἐστι·
至於「阿西達」(鸛鳥)乃是一種飛鳥;
Now the 'asida' is a bird;
1:682
τινὲς δέ φασι τὸν ἰκτῖνον οὕτω καλεῖσθαι
但也有人說這是指鳶鷹。
though some say that the kite is so called.
1:683
Πῶς ἐρεῖτε, ὅτι Σοφοί ἐσμεν ἡμεῖς, καὶ νόμος Κυρίου ἔστι μεθ' ἡμῶν; Ἀνοίας ἐσχάτης τὸ τῆς οἰκείας παραφροσύνης αἴσθησιν μὴ λαμβάνειν, μηδὲ παρανομοῦντας εἰδέναι τὴν ἁμαρτίαν·
「你們怎能說,我們是智慧的,耶和華的律法在我們這裡呢?」不能覺察自己的顛狂錯亂,又在違犯律法之時不認識自己的罪,這乃是極度的愚昧。
'How do you say, We are wise, and the law of the Lord is with us?' It is the utmost folly not to perceive one's own derangement, nor, while transgressing the law, to recognize one's sin.
1:684
Εἰς μάτην ἐγενήθη σχοῖνος ψευδὴς Γραμματεῦσιν. Σχοῖνον καὶ σχοίνισμα τὴν κληρονομίαν πολλάκις καλεῖ·
「文士虛謊的筆,是徒然的。」神常用「量繩」與「地界」來稱那產業;
'In vain has the lying pen been to the scribes.' By 'pen' and 'measuring-line' He often calls the inheritance;
1:685
λέγει δὲ ταύτην μηδὲν ἀπὸ τῶν τοῦ νόμου γραμμάτων ὠφελεῖσθαι, διὰ τὸ ἠγαπηκέναι τὸ ψεῦδος
祂說這百姓從律法的文字上得不著益處,因為他們喜愛虛謊。
and He says that this people derives no profit from the letters of the law, because it has loved falsehood.
1:686
Τούτου χάριν, φησὶ, καταισχυνθήσονται οἱ σοφοὺς ἑαυτοὺς ὀνομάζοντες
祂說:「因這緣故,那些自稱為智慧的人必蒙羞。」
'For this cause,' He says, 'they shall be put to shame, those who name themselves wise.'
1:687
Καὶ δώσω τὰς γυναῖκας αὐτῶν ἑτέροις, καὶ τοὺς ἀγροὺς αὐτῶν τοῖς κληρονόμοις
「我必將他們的妻子給別人,將他們的田地給那要承受為業的人。」
'And I will give their wives to others, and their fields to those who shall inherit them.'
1:688
Κληρονό μους τοὺς πολεμίους ἐκάλεσεν, ὡς τῆς ἐκείνων κτή σεως δεξαμένους τὴν δεσποτείαν
神以「承受產業的人」稱那些仇敵,因為他們必要接管那百姓的產業,得著主權。
By 'inheritors' He called the enemies, as those who should receive the lordship over that people's possessions.
1:689
Τοῦτο δὲ λέγει ποιήσειν, διὰ τὴν κοινὴν πάντων παρανομίαν ἱερέων τε καὶ ψευδοπροφητῶν, οἳ τὴν εἰρήνην ἐπαγγελλό μενοι, μετανοεῖν ἐκώλυον τὸν λαόν
神說祂要如此行,是因為眾人共有的不法之行,就是祭司與假先知的罪,他們應許平安,卻攔阻百姓悔改。
And He says that He will do this because of the common transgression of all — both of the priests and of the false prophets — who, promising peace, hindered the people from repenting.
1:690
Ἀπειλεῖ δὲ αὐ τοῖς καὶ ἀκαρπίαν γῆς, καὶ δειλίαν, καὶ φυγήν
神又威嚇他們,地土必不出產、心生膽怯、以及逃亡。
And He threatens them also with barrenness of the land, and cowardice, and flight.
1:691
Ὄφεις δὲ θανατοῦντας αὐτοὺς καλεῖ τοὺς πολεμίους, οἷς οὐκ ἔστι, φησὶν, ἐπᾷσαι·
神以「使人致死的蛇」稱那些仇敵,祂說對這些蛇是無法施行咒術的;
And by 'deadly serpents' He calls the enemies, upon whom, He says, no charm can be worked;
1:692
ταῖς γὰρ ἡμετέραις οὐκ εἴκουσι παρακλήσεσιν
「因為牠們不順從我們的勸慰之言。」
'for they do not yield to our entreaties.'
1:693
Εἶτα καὶ τὴν αἰχμαλω σίαν προλέγει
神接著又預言那被擄之事。
Then He foretells also the captivity.
1:694
Ἰδοὺ φωνὴ κραυγῆς θυγατρὸς λαοῦ μου ἀπὸ γῆς μακρόθεν
「看哪,有我百姓之女從遙遠之地發出的哀號之聲。」
'Behold, the voice of the cry of the daughter of my people from a land afar off.'
1:695
Μὴ Κύριος οὐκ ἔστιν ἐν Σιὼν, ἢ βασιλεὺς αὐτῆς οὐκ ἔστιν ἐκεῖ; Πανταχοῦ, φησὶ, πάρεστιν ὁ τῶν ὅλων Θεός·
「耶和華不在錫安嗎?錫安的王不在其中嗎?」祂說,那萬有之神無處不在;
'Is not the Lord in Zion, or is not her king there?' Everywhere, He says, the God of all is present;
1:696
Τὸν μακρὸν τῆς πολιορκίας χρόνον, καὶ τὴν ἑβδομηκοντοῦτιν δουλείαν διὰ τού των δεδήλωκεν
神藉這些話語表明了那圍城的漫長時日,以及那七十年之久的奴役。
By these words He has signified the long duration of the siege, and the seventy years' bondage.
1:697
Ἡμᾶς δὲ προσήκει τὴν τούτων παιδείαν ἀφορμὴν ὠφελείας ποιήσασθαι
然而我們理當以他們所受的管教,作為得益處的憑藉。
But it behooves us to make of their chastisement an occasion of profit.
1:698
Ὅσα γὰρ προεγράφη, κατὰ τὸν θεῖον Ἀπόστολον, Εἰς ἡμετέ ραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς, καὶ τῆς παρακλήσεως τῶν Γραφῶν, τὴν ἐλπίδα ἔχωμεν· ἧς ἐπιτύχωμεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν·
因為照著那神聖使徒的話,「從前所寫的聖經都是為教訓我們寫的,叫我們因忍耐與聖經的安慰得著盼望」;願我們在我們的主基督耶穌裡得著這盼望;
For 'whatsoever things were written aforetime,' according to the divine Apostle, 'were written for our instruction, that through patience and the comfort of the Scriptures we might have hope;' which may we attain in Christ Jesus our Lord;
1:699
μεθ' οὗ τῷ Πατρὶ δόξα πρέπει, καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願榮耀與權能歸與祂並父,同著至聖的聖靈,從今直到永永遠遠。
with whom to the Father belongs glory and might, together with the all-holy Spirit, now and ever, and unto the ages of ages.
1:700
Ἐπὶ συντρίμματι θυγατρὸς λαοῦ μου συνετρίβην
「因我百姓之女的破碎,我也破碎了。」
'For the breaking of the daughter of my people am I broken.'
1:701
κατ ίσχυσάν με ὠδῖνες, ὡς τικτούσης
陣痛勝過了我,如同臨產的婦人。
Pangs have prevailed over me, as over a woman in travail.
1:702
Ὁ προφήτης ὀδύρεται καὶ τὰς τολμηθείσας ὑπὸ τοῦ λαοῦ παρα νομίας, καὶ τὰς ἐπενεχθείσας αὐτοῖς τούτων ἕνεκα. συμφορὰς διηγεῖται
先知既為百姓所膽敢犯下的種種罪行哀哭,又敘述因這些罪行而臨到他們的災禍。
The prophet laments both the transgressions boldly committed by the people and the calamities brought upon them on this account, and he recounts them.
1:703
Θυγατέρα δὲ λαοῦ τὴν πόλιν καλεῖ·
他稱那城為「百姓的女兒」,因為那城正是他們自己所建造的。
He calls the city 'the daughter of the people,' for they themselves built it.
1:704
αὐτοὶ γὰρ αὐτὴν ᾠκοδόμησαν·
因為那城乃是他們親手建立的;
for they themselves built it up;
1:705
συντριβὴν δὲ, τὴν ἐκ τῆς ἁμαρτίας πληγήν
而他所說的「毀壞」,乃是指因罪而來的擊打。
and by 'crushing' he means the blow that comes from sin.
1:706
Γαλαὰδ δὲ πόλις ἦν ἱερατική·
基列原是一座祭司的城。
Now Gilead was a priestly city.
1:707
Οὗ δὴ χάριν ὁ θεῖος προφήτης δακρύων αἰτεῖ πηγὴν ἀποχρῶσαν τῷ πάθει, ὥστε νύκτωρ καὶ μεθ' ἡμέ ραν ἀποδύρεσθαι τὰ τῶν ὁμοφύλων κακά
為此,聖潔的先知求一道足以配合他悲痛的淚泉,好使他晝夜為同胞的災禍哀哭。
For this reason the divine prophet asks for a fountain of tears sufficient for his grief, that day and night he might bewail the evils of his kinsmen.
1:708
Αἰτεῖ δὲ καὶ ἐσχατιάν τινα ἔνδον ἐν τῷ τέρματι τῆς ἐρήμου, κἀκεῖ διάγειν ἐφίεται·
他又求得曠野盡頭深處的一處偏僻棲所,並切望住在那裡,
He also asks for some remote lodging within, at the farthest edge of the wilderness, and longs to dwell there,
1:709
ὥστε μηδὲ ἀκούειν τῶν ὑπὸ τοῦ λαοῦ τολμωμένων κακῶν
為要連百姓所膽敢行的惡事都不聽見。
so as not even to hear of the evils boldly perpetrated by the people.
1:710
Ἅπαντες γὰρ, φησὶ, τοὺς ἀλλήλων διορύττουσι γάμους, καὶ σύλλογός ἐστι πᾶσαν παρανομίαν τολμῶν·
他說:因為他們眾人都彼此姦淫,玷污別人的婚姻,他們的聚集乃是一個膽敢行盡各樣不法的群體;
For all of them, he says, violate one another's marriages, and their assembly is one that ventures upon every kind of lawlessness;
1:711
τοῦτο γὰρ λέγει Σύν οδος ἀθετούντων. γʹ
因為這正是「背信者的聚集」之意。(三)
for this is what 'an assembly of the faithless' means. (3)
1:712
Καὶ ἐνέτειναν τὴν γλῶσσαν αὑτῶν ὡς τόξον
他們彎起舌頭,好像弓一樣。
And they have bent their tongue like a bow.
1:713
Ψεῦδος καὶ οὐ πίστις ἐνίσχυσεν ἐπὶ τῆς γῆς, ὅτι ἐκ κακῶν κακὰ ἐξῆλθον. Τὸ ἀμετάβλητον τῆς πονηρίας διὰ τούτων ἐδήλωσε·
地上得勢的是虛謊,而非信實,因為惡從惡中生出。他藉這些話顯明他們邪惡的不可改變;
Falsehood and not faithfulness has prevailed upon the earth, for out of evils have evils gone forth. By these words he showed the unchangeableness of their wickedness;
1:714
τὰ γὰρ κακὰ, φησὶ, κακὰ διαδέχεται·
因為他說:惡接續著惡;
for evils, he says, succeed evils;
1:715
αἰτία δὲ τούτων ἡ τῶν θείων ἀμέ λεια
而這一切的根源,乃是對屬神之事的忽略。
and the cause of these things is neglect of things divine.
1:716
Καὶ ἐμὲ οὐκ ἔγνω σαν, φησὶ Κύριος. Καὶ σαφέστερον δεικνὺς τὴν ἐμπολιτευομένην αὐτοῖς πονηρίαν, παραινεῖ μήτε φίλῳ θαῤῥῆσαι, μήτε μὴν ἀδελφῷ·
主說:他們卻不認識我。他為要更清楚地顯明那盤據在他們中間的邪惡,勸誡人不要信賴朋友,也不要信賴弟兄;
And they have not known me, says the Lord. And showing still more plainly the wickedness that governed them, he counsels them neither to trust a friend nor even a brother;
1:717
καὶ τούτων κἀ κείνων ἐξαπάτῃ καὶ δόλῳ κεχρημένων, καὶ ἀληθείας γεγυμνωμένων
因為這些人與那些人都行詭詐與奸計,全然失去了真實。
since both these and those employed deceit and treachery, and were stripped bare of truth.
1:718
Προστίθησι δὲ τῇ κατηγορίᾳ καὶ τὸν τόκον, ὡς παρὰ τὸν νόμον τολμώμενον
他又在控訴之上加上放高利貸的事,因這是違背律法而膽敢行的。
To the accusation he adds usury also, as being ventured contrary to the law.
1:719
Τόκος ἐπὶ τόκῳ, καὶ δόλος ἐπὶ δόλῳ
利上加利,詭詐加上詭詐。
Usury upon usury, and deceit upon deceit.
1:720
Καὶ πάλιν τῆς τοῦ Θεοῦ καταφρονήσεως μέ μνηται
他又再次提到他們對神的藐視。
And again he makes mention of their contempt for God.
1:721
Οὐκ ἠθέλησαν εἰδέναι με, φησὶ Κύριος
主說:他們不肯認識我。
They refused to know me, says the Lord.
1:722
Ἰδοὺ ἐγὼ πυρώσω αὐτοὺς, καὶ δοκιμῶ αὐτούς
看哪,我要用火熬煉他們,並且試驗他們。
Behold, I will smelt them in the fire, and I will test them.
1:723
Πύρω σιν ἐνταῦθα καὶ δοκιμασίαν τὸν πόλεμον κέκληκε, καὶ τὰ ἐκεῖθεν φυόμενα
他在此以「熬煉」與「試驗」來稱呼戰爭,以及由戰爭所生出的種種。
By 'smelting' and 'testing' here he has named war, and the things that spring from it.
1:724
Ὅτι ἐδοκίμασας ἡμᾶς ὁ Θεὸς, ἐπύρωσας ἡμᾶς, ὡς πυροῦται τὸ ἀργύριον. Ἀλλ' ἐκεῖνα τῶν εὐσεβῶν ἔφη τὸ τάγμα·
神啊,因為你曾試驗我們,熬煉我們,如同熬煉銀子一般。然而那些話乃是論到敬虔之人的行列所說的;
For you have tested us, O God, you have tried us in the fire as silver is tried. But those words he spoke of the company of the godly;
1:725
πυρωθέν τες γὰρ ἀνεφάνησαν δόκιμοι·
因為他們經火熬煉之後,便顯為精金般被認可的;
for having been tried in the fire they were shown to be approved;
1:726
ἐνταῦθα δὲ ἡ πύρωσις ἐλέγχει τὸ κίβδηλον
但在此處,這熬煉卻揭露出那假冒偽劣之物。
but here the smelting exposes what is counterfeit.
1:727
Εἰρηνικὰ γὰρ, φησὶ, φθέγγονται, δόλια δὲ βουλεύονται
他說:因為他們口說平安的話,心裡卻圖謀詭詐。
For, he says, they speak words of peace, but they devise treacherous things.
1:728
Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει Κύριος·
主說:我豈不因這些事懲罰他們嗎?我的心豈不向這樣的民族施行報應嗎?因為這樣一位審判者竟容如此大的邪惡不受刑罰,這乃是不合理的。
Shall I not punish them for these things? says the Lord; or on a people such as this shall not my soul take vengeance? For it were absurd that so great a judge should leave such wickedness unpunished.
1:729
ἢ ἐν λαῷ τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Ἄτοπον γὰρ τὸν τοιοῦτον κριτὴν ἀτιμώ ρητον τὴν τοσαύτην πονηρίαν καταλιπεῖν
或說:我的心豈不向這樣的民施行報應嗎?因為這樣一位審判者竟容如此大的惡不受刑罰,實在是不合理的。
or on a people such as this shall not my soul take vengeance? For it were absurd that such a judge should leave so great a wickedness unpunished.
1:730
Ἐπίσκεψιν γὰρ τὴν τιμωρίαν ἐκάλεσε·
因為他把刑罰稱作「察看」;
For he called the punishment a 'visitation';
1:731
τὸ δὲ ἡ ψυχή μου κατὰ τὸ ἀνθρώπειον τέθεικεν ἔθος·
而「我的心」這句話,乃是照著人的慣常說法而用的;
and the phrase 'my soul' he set down according to human custom;
1:732
οὐ γὰρ δὴ ἐκ σώ ματος καὶ ψυχῆς τὸ θεῖον συνῆκται·
因為神並不是由身體與魂所組成的;
for the Divine is not composed of body and soul;
1:733
ἀσύνθετον γάρ ἐστι, καὶ ἁπλοῦν, καὶ ἀνείδεον Ὡς ἀκούειν δυνάμεθα, φθέγγεται
因為神是非複合的、單純的、無形無像的。祂乃是照我們所能聽懂的方式說話。
for it is uncompounded, and simple, and without form. He speaks in such a way as we are able to hear.
1:734
Εἶτα τούτοις αὐτοῖς παρα κελεύεται, καὶ τῶν ὁδῶν καὶ ὀρῶν θρηνῆσαι τὴν ἐρημίαν
接著他吩咐這些人也要為道路與山嶺的荒涼哀哭。
Then he charges these very people to lament also the desolation of the roads and the mountains.
1:735
Οὐ γὰρ μόνον, φησὶ, τῶν ἀνθρώπων ἐστέ ρηνται, ἀλλὰ καὶ τῶν κτηνῶν, καὶ τῶν πετεινῶν
他說:因為它們不但失去了人,也失去了牲畜與飛鳥。
For not only, he says, are they bereft of men, but also of cattle and of birds.
1:736
Τοῖς γὰρ οἰκουμένοις χωρίοις ἐμφιλοχωρεῖ τὰ πε τεινά·
因為飛鳥喜歡棲居於有人居住之地;
For the birds delight to frequent inhabited places;
1:737
ἐν δὲ ταῖς ἐρήμοις καὶ τούτων ἡ σπάνις πολλή
但在曠野之中,連這些也極其稀少。
but in the wilderness there is a great scarcity even of these.
1:738
Ἀπειλεῖ δὲ καὶ τὴν αἰχμαλωσίαν, καὶ τῆς πόλεως τὴν ἐρημίαν, καὶ γενήσεσθαι αὐτὴν λέγει κατοικη τήριον δρακόντων
他又威嚇說必有被擄的事,並城邑的荒涼,且說那城要成為蛇龍的居所。
He threatens also captivity, and the desolation of the city, and says that it will become a dwelling-place of serpents.
1:739
Τὰ γὰρ τοιαῦτα θηρία παρόντων μὲν ἀνθρώπων συνεχῶς ἀναιρεῖται·
因為這樣的野獸,當有人在時便不斷被除滅;
For such wild beasts, when men are present, are continually destroyed;
1:740
ἀπόντων δὲ αὔ ξεται καὶ πλείονα γίνεται
但當人離去時,牠們便繁殖增多。
but when men are absent they multiply and become more numerous.
1:741
Τίς ἄνθρωπος ὃς σοφὸς, καὶ συνήτω ταῦτα, καὶ ὁ λόγος στόματος Κυρίου πρὸς αὐτόν; ἀναγγειλάτω ὑμῖν ἕνεκεν τίνος ἀπώλετο ἡ γῆ·
誰是智慧人,可以明白這些事呢?主口中的話臨到誰呢?叫他向你們宣告這地因何緣故毀滅,
Who is the man that is wise, that he may understand these things, and to whom is the word of the Lord's mouth, that he may declare to you for what cause the land has perished,
1:742
ἀνήφθη ὡς ἔρημος παρὰ τὸ μὴ διοδεύεσθαι αὐτήν
並且如曠野般被焚燒,以致無人經過其間?
and has been burned up like a wilderness, so that none passes through it?
1:743
Τοῖς τῆς θείας ἠξιωμένοις χάριτος ἐλέγχειν κελεύει, καὶ τῆς ἐρημίας τὰς αἰτίας διδάσκειν·
他吩咐那些蒙受了屬神恩典的人去責備人,並教導人這荒涼的緣由;
He bids those who have been counted worthy of the divine grace to reprove, and to teach the causes of the desolation;
1:744
καὶ αὐτὸς δὲ τοῦτο ποιεῖ, καὶ λέγει αὐτοῖς καταλιπεῖν μὲν τὸν ἐπὶ σωτηρίᾳ δεδομένον νόμον, τοῖς δὲ μα ταίοις χρήσασθαι λογισμοῖς, καὶ τῶν εἰδώλων προ ελέσθαι τὴν θεραπείαν
他自己也如此行,並告訴他們說:他們離棄了那為救恩所賜下的律法,反倒隨從虛妄的思慮,甘願選擇事奉偶像。
and he himself does this, and tells them that they forsook the law given for salvation, and made use of vain reasonings, and preferred the service of idols.
1:745
Τὴν πικρὰν καὶ ἀνιαρὰν ζωὴν διὰ τούτων δεδήλωκε
他藉這些話顯明了他們那苦楚而痛苦的生活。
By these words he has made plain their bitter and grievous life.
1:746
Καὶ διασκορπιῶ αὐτοὺς ἐν τοῖς ἔθνεσιν, ἐν οἷς οὐκ ἐγίνωσκον αὐτοὶ, καὶ οἱ πατέρες αὐτῶν·
我要把他們分散在列邦中,就是他們和他們列祖素不認識的邦國;
And I will scatter them among the nations, which neither they nor their fathers knew;
1:747
καὶ ἐξαποστελῶ ἐπ' αὐτοὺς τὴν μάχαιραν, ἕως οὗ ἐξαναλώσω αὐτοὺς ἐν αὐτῇ
並且我要使刀劍追趕他們,直到我用刀劍將他們滅盡。
and I will send the sword after them, until I have utterly consumed them by it.
1:748
τιμωρίας, τὴν ἐν πολέμῳ σφαγὴν, καὶ τὴν ἐν αἰχμαλωσίᾳ ζωήν·
作為他們的刑罰,就是在戰爭中被殺戮,並在被擄中度日;
as their punishment, slaughter in war, and life in captivity;
1:749
τοὺς γὰρ τὸν πόλεμον δια φυγόντας δορυαλώτους ἀπήγαγον
因為那些從戰爭中逃脫的人,都被擄去作了俘虜。
for those who escaped the war they led away as prisoners of the spear.
1:750
Ἐπαύξων δὲ αὐ τοῖς τὸ δέος, κελεύει καὶ τὰς θρηνούσας κληθῆναι, καὶ δακρύων ἀφιέναι κρουνούς
他為要加增他們的懼怕,便吩咐召那些哀哭的婦女來,並要她們湧流淚河。
And increasing their dread, he commands that the mourning women also be summoned, and that they pour forth streams of tears.
1:751
Παρεγγυᾷ δὲ καὶ ταῖς γυναιξὶν, ὡς οὐκέτι χώραν ἐχούσης τῆς εὐφρο σύνης, διδάσκειν θρηνῆσαι τὰς θυγατέρας·
他又囑咐婦女們,既然歡樂再無存留之地,就當教導她們的女兒哀哭;
He enjoins the women too, since gladness no longer has any place, to teach their daughters to lament;
1:752
ἐπάγει δὲ καὶ τῶν θρήνων τὴν αἰτίαν
他也一併指出這些哀哭的緣由。
and he brings in the cause of the lamentations as well.
1:753
Ὅτι ἀνέβη θάνατος διὰ τῶν θυρίδων ὑμῶν·
因為死亡從你們的窗戶爬上來;
For death has come up through your windows;
1:754
εἰσῆλθεν εἰς τὴν γῆν ὑμῶν, τοῦ ἐκτρίψαι νήπια ἔσωθεν, καὶ νεανίσκους ἀπὸ τῶν πλατειᾶν
進入你們的境內,要從室內剪除嬰孩,從街上剪除少年人。
it has entered into your land, to cut off the infants from within, and the young men from the streets.
1:755
Θυρίδας καλεῖ τῆς πλάνης τὰς ἐπινοίας·
他所說的「窗戶」,乃是指謬妄的種種計謀;
By 'windows' he means the devices of error;
1:756
δι' ἐκείνων γὰρ τὴν πλάνην ἐδέξαντο, καὶ τὴν διὰ ταύτης ἐπεν εχθεῖσαν πληγήν
因為他們正是藉著那些窗戶接受了謬妄,並受了因謬妄而臨到的擊打。
for through those they received the error, and the blow inflicted by it.
1:757
Οὐκ ἂν δέ τις ἁμάρτοι θυρίδας τῆς ψυχῆς ὀνομάσας τὰ τοῦ σώματος αἰσθητήρια, ὄψιν, καὶ γεῦσιν, καὶ ὄσφρησιν, καὶ ἀκοὴν, καὶ ἁφήν·
若有人將身體的官能——視覺、味覺、嗅覺、聽覺與觸覺——稱為魂的窗戶,也不算為錯;
Nor would one err in naming the bodily senses—sight, taste, smell, hearing, and touch—the windows of the soul;
1:758
διὰ τούτων γὰρ δυνατὸν, καὶ ζωὴν, καὶ θάνατον εἰσελθεῖν
因為藉著這些,生與死都能進入。
for through these it is possible for both life and death to enter.
1:759
Ὁ μὲν γὰρ σωφρόνως βλέπων καρποῦται ζωὴν, ὁ δὲ ἀκολάστως, δρέπεται θάνατον·
因為那存自制而觀看的人收穫生命,那放縱情慾而觀看的人卻採摘死亡;
For he who looks with self-control reaps life, but he who looks wantonly plucks death;
1:760
καὶ ἡ ἀληθεύ ουσα γλῶττα προξενεῖ τῆς ψυχῆς σωτηρίαν, ἡ δὲ ψευδομένη τὸν ὄλεθρον πραγματεύεται·
說真實話的舌頭為魂帶來救恩,說謊的舌頭卻招致滅亡;
and the truthful tongue procures salvation for the soul, but the lying tongue works its destruction;
1:761
καὶ τ' ἄλλα δὲ ὁμοίως καταμαθεῖν εὐπετές
至於其餘的,也同樣容易明白。
and the rest likewise it is easy to perceive.
1:762
Καὶ ἔσονται οἱ νεκροὶ τῶν ἀνθρώπων παράδειγμα ἐπὶ προσώπου τοῦ πεδίου τῆς γῆς ὑμῶν, καὶ ὡς χόρτος ὀπίσω θερίζοντος, καὶ οὐκ ἔσται ὁ συνάγων
人的屍首必倒在你們田野的地面上,作為鑑戒,如同收割者身後的禾草,無人收取。
And the corpses of men shall be as an example upon the face of the field of your land, and like grass behind the reaper, and there shall be none to gather it.
1:763
Πολλῆς ὠφελείας ἔσται πρόφασις τὰ εἰς ὑμᾶς γινόμενα·
那臨到你們身上的事,必成為許多益處的緣由;
The things that befall you will become an occasion of much profit;
1:764
τοῦτο γὰρ λέγει παράδειγμα·
因為這正是他所說「鑑戒」的意思;
for this is what he means by 'example';
1:765
τὸ δὲ, Ὡς χόρτος ὀπίσω θερίζοντος, δηλοῖ τὸ ἄφατον τῶν νεκρῶν·
而「如同收割者身後的禾草」這句話,乃是指死人之多,難以言表;
and the phrase 'like grass behind the reaper' signifies the unspeakable multitude of the dead;
1:766
ἐπειδὴ δὲ ἦσάν τινες ἐν αὐτοῖς, οἱ μὲν αὐχοῦντες ἐπὶ πλούτῳ, οἱ δὲ ἐπὶ σοφίᾳ, ἄλλοι δὲ ἐπὶ ῥώμῃ σώμα τος, παραινεῖ μὴ ἐπὶ τούτοις σεμνύνεσθαι, ἀλλ' ἐπὶ θεογνωσίᾳ, καὶ πράξει δικαίᾳ·
既然在他們中間有些人——有的以財富自誇,有的以智慧自誇,還有的以身體的力量自誇——他便勸誡他們不要以這些事自高,倒要以認識神並以公義的行為自誇;
and since there were some among them—some boasting in wealth, others in wisdom, and others in bodily strength—he counsels them not to take pride in these things, but in the knowledge of God and in righteous conduct;
1:767
ἐπειδὴ δὲ καὶ ἐπὶ τῇ περιτομῇ μέγα ἐφρόνουν, τὴν ὀφρὺν αὐτῶν κατα στέλλων, δείκνυσι καὶ ἄλλα ἔθνη πλεῖστα περιτεμνό μενα·
又因他們也因割禮而自視甚高,為要抑制他們高傲的眉宇,他便指出許多別的邦國也行割禮;
and since they also thought highly of themselves on account of circumcision, in order to humble their haughty brow he shows that many other nations too are circumcised;
1:768
προλέγει δὲ καὶ τὴν ἐσομένην αὐτῶν κλῆσιν καὶ σωτηρίαν
他也預言了他們將來的蒙召與救恩。
and he foretells also their coming calling and salvation.
1:769
Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐπισκέψομαι ἐπὶ πάντας περιτετμημένους ἀκροβυστίας αὑτῶν
主說:看哪,日子將到,我必刑罰一切受過割禮而心未受割的人。
Behold, the days are coming, says the Lord, when I will visit upon all who are circumcised in their uncircumcision.
1:770
Ἐπ' Αἴγυπτον, καὶ ἐπὶ Ἰούδαν, καὶ ἐπὶ Ἐδὼμ, καὶ ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν, καὶ ἐπὶ τοὺς υἱοὺς Μωὰβ, καὶ ἐπὶ πάν τας τοὺς περικειρομένους τὸ κατὰ πρόσωπον αὑτῶν, τοὺς κατοικοῦντας ἐν τῇ ἐρήμῳ
就是刑罰埃及、猶大、以東、亞捫人、摩押人,並一切剃去鬢邊頭髮、住在曠野的人。
Upon Egypt, and upon Judah, and upon Edom, and upon the sons of Ammon, and upon the sons of Moab, and upon all who clip the hair about their faces, who dwell in the wilderness.
1:771
Ἰδουμαῖοι μὲν ἀπὸ τοῦ Ἡσαῦ τὸ γένος κατάγοντες, κατὰ τὸν δοθέντα τῷ Ἀβραὰμ περιετέμνοντο νόμον·
以東人的血統源自以掃,他們按照賜給亞伯拉罕的律法受割禮;
The Idumeans, deriving their lineage from Esau, were circumcised according to the law given to Abraham;
1:772
Ἀμμανῖται δὲ, καὶ Μωαβῖται, ὡς γειτνιάζοντες ἐζήλωσαν τὴν συγγένειαν·
亞捫人與摩押人身為鄰族,也仿效這一親屬的習俗;
the Ammonites and the Moabites, as neighbours, emulated this kinship;
1:773
οἱ δὲ ἀπὸ τοῦ Ἰσμαὴλ καὶ τῆς Χετούρας, κατὰ τὸν προγονικὸν καὶ αὐτοὶ περιετέ μνοντο νόμον·
那些出於以實瑪利和基土拉的後裔,也照樣按照祖先的律法受割禮;
those descended from Ishmael and from Keturah likewise were circumcised according to the ancestral law;
1:774
αὐτοὺς οὖν καλεῖ περικειρομένους τὸ κατὰ πρόσωπον αὑτῶν·
因此,他稱這些人為剃去面頰周圍鬚髮的人;
these, then, he calls those who shave around the sides of their face;
1:775
εἰώθασι γὰρ τῶν παρειῶν παρατίλλειν τὰς τρίχας·
因為他們慣於拔去兩頰的毛髮。
for it was their custom to pluck out the hair of their cheeks.
1:776
Αἰγυπτίους δὲ ἡ τοῦ λαοῦ προσενοίκησις ἐδίδαξε τὴν περιτομήν·
至於埃及人,則是因以色列民寄居其中,才學會了割禮;
As for the Egyptians, the sojourning of the people among them taught them circumcision;
1:777
συνῆψε δὲ αὐτοῖς τὸν Ἰούδαν, καταστέλλων τὸν τύφον
他又把猶大與他們列在一起,為要抑制他們的驕傲。
and he joined Judah to them, restraining their arrogance.
1:778
Ἐν δέ γε τοῖς ἑξῆς μείζονα αὐτῶν ποιεῖται κατηγορίαν·
然而在接下來的話中,他對他們提出了更嚴厲的控訴;
But in what follows he lays a still greater accusation against them;
1:779
Οὐ γὰρ τῶν ἀπεριτμήτων ἐθνῶν κατηγόρησεν·
因為他所指控的並非那些未受割禮的列國,
for he did not accuse the uncircumcised nations,
1:780
ἀλλ' Ἰουδαίων τὸ μὲν σῶμα περιτεμνομένων, ἀπερίτμητον δὲ τὴν καρδίαν ἐχόντων
乃是那些身體受了割禮、內心卻未受割禮的猶太人。
but the Jews, who were circumcised in body yet had an uncircumcised heart.
1:781
κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν μὴ μανθάνετε, καὶ ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε
「不要效法列國的道路,也不要因天上的兆頭而懼怕。」
'Do not learn according to the ways of the nations, and do not be afraid of the signs of heaven.'
1:782
Ὁδοὺς ἐθνῶν τὴν παλαιὰν καλεῖ πλάνην·
他所說的「列國的道路」,指的是古時的迷惑;
By 'ways of the nations' he means the ancient error;
1:783
Κωμ ωδεῖ δὲ καὶ τὴν τῶν εἰδώλων κατασκευὴν, καὶ λέγει τὰ μὲν ἐκ ξύλου, τὰ δὲ ἐκ χρυσοῦ καὶ ἀργύρου κατ εσκευᾶσθαι καὶ δεῖσθαι σφύρας, καὶ ἥλων, καὶ τῶν ἄλλων ὀργάνων·
他又譏諷偶像的製造,說有的是用木頭造的,有的是用金銀造的,並且需要鎚子、釘子和其他各樣工具;
and he mocks the fashioning of idols, saying that some are made of wood, others of gold and silver, and that they require the hammer and nails and the other tools;
1:784
δεῖσθαι δὲ καὶ τέχνης, καὶ χειρῶν τῶν ταῦτα ἐπισταμένων·
又說它們需要技藝,以及那些通曉此道之人的雙手;
and that they need craftsmanship, and the hands of those skilled in these things;
1:785
καὶ ὅτι τὸ μὲν ἀργύριον ἐκ τῆσδε μεταλλεύεται, τὸ δὲ χρυσίον ἐκ τῆσδε
並說銀子是從這處礦場採出,金子是從那處採出。
and that the silver is mined from one place, the gold from another.
1:786
Θαρσὶς δὲ τὴν Καρχηδόνα καλεῖ·
他所說的「他施」,指的是迦太基;
By 'Tarshish' he means Carthage;
1:787
ἀμέλει καὶ νῦν οἱ φιλό πλουτοι τὸν Ἄφρον ἐπιζητοῦσι
的確,就是如今,那些貪愛財富的人仍在尋求非洲之地的財物。
indeed even now those who love wealth seek after the African.
1:788
Ταῦτα τοίνυν τοιαύ την ἔχοντα τὴν φύσιν οὐ δίκαιον εὐλαβεῖσθαι·
既然這些東西具有這樣的本質,敬畏它們就是不合理的;
These things, then, being of such a nature, it is not right to hold them in reverent fear;
1:789
ὠφε λεῖν γὰρ ἢ βλάπτειν οὐ δύνανται
因為它們既不能使人得益,也不能使人受損。
for they can neither profit nor harm.
1:790
Οὕτω καταγέλα στα δείξας ὁ προφήτης τὰ εἴδωλα, ὕμνον ὑφαίνει τῷ τῶν ὅλων Θεῷ
先知這樣顯明偶像的可笑之後,便向萬有的神編織了一首頌歌。
Having thus shown the idols to be ridiculous, the prophet weaves a hymn to the God of all.
1:791
Πόθεν ὅμοιός σοι, Κύριε; Μέγας εἶ σὺ, καὶ μέγα τὸ ὄνομά σου ἐν δυνάμει. ζʹ
「主啊,有誰能與你相比?你本為大,你的名在能力上也為大。」(七)
'Whence is any like unto Thee, O Lord? Great art Thou, and great is Thy name in might.' (7)
1:792
Τίς οὐ φοβηθήσεταί σε, βασιλεῦ τῶν ἐθνῶν; Κατέλυσεν ἐνταῦθα τῶν Ἰουδαίων τὸ φρόνημα
「列國的君王啊,誰不敬畏你呢?」在此他挫敗了猶太人的自負。
'Who shall not fear Thee, O King of the nations?' Here he laid low the presumption of the Jews.
1:793
Μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακώβ·
「主的份就是他的百姓雅各;」
'The Lord's portion is His people Jacob;'
1:794
ἀλλὰ βασιλέα τῶν ἐθνῶν ἁπάντων ὠνόμασε τὸν τῶν ὅλων Θεὸν, τὴν ἐσομένην τοῖς ἔθνεσι θεογνωσίαν προ λέγων
但他稱萬有的神為「萬國的君王」,藉此預言外邦人將要得著的認識神之恩。
but he named the God of all 'King of all the nations,' foretelling the knowledge of God that would come to the Gentiles.
1:795
Ὅτι ἐν πᾶσι τοῖς σοφοῖς τῶν ἐθνῶν, καὶ ἐν πάσαις ταῖς βασιλείαις αὐτῶν, πόθεν ὅμοιός σοι, Κύριε; Εἶτα πάλιν εἰς μέσον φέρει τῶν ἐθνῶν τοὺς θεοὺς, καὶ δείκνυσιν αὐτοὺς ἀπὸ τέχνης καὶ ὕλης τὴν ὑπόστασιν ἔχοντας
「因為在列國一切智慧人中,並在他們一切的國度裡,主啊,有誰能與你相比呢?」隨後他又把列國的神明擺在眾人面前,顯明它們的存在乃是出於人的技藝與物質。
'For among all the wise men of the nations, and in all their kingdoms, whence is any like unto Thee, O Lord?' Then again he brings forward into the midst the gods of the nations, and shows that they derive their existence from craft and matter.
1:796
Καὶ ἐπανέρχεται πάλιν εἰς τὸν τοῦ Θεοῦ ὕμνον
接著他又回到對神的頌讚。
And he returns once more to the hymn of God.
1:797
Ὁ δὲ Κύριος ἀληθινὸς Θεός ἐστι, Θεὸς ζών των, καὶ βασιλεὺς αἰώνιος
「惟有主是真神,是活人的神,是永遠的君王。」
'But the Lord is the true God, the God of the living, and the eternal King.'
1:798
ὁ δὲ Θεὸς καὶ ζωῆς χορηγὸς, καὶ ζώντων Θεὸς, καὶ αἰώνιος βασιλεύς
神既是生命的賜予者,又是活人的神,也是永遠的君王。
And God is both the Giver of life, and the God of the living, and the eternal King.
1:799
Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Εἶτα κελεύει τοῖς καλουμένοις εἰπεῖν θεοῖς·
「他垂看大地,使地震動。」然後他吩咐向那些所謂的神明說:
'Who looks upon the earth, and makes it tremble.' Then he commands them to speak to the so-called gods:
1:800
Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς, καὶ ὑπο κάτωθεν τοῦ οὐρανοῦ τούτου
「那些沒有創造天地的神明,願他們從地上並從這天以下滅亡。」
'Let the gods, who did not make the heaven and the earth, perish from the earth, and from under this heaven.'
1:801
Θεοῦ γὰρ ἴδιον, τὸ δημιουργεῖν, οὐ τὸ ὑπ' ἄλλου δημιουργεῖσθαι
因為創造乃是神所特有的,而非被別的所造。
For it is proper to God to create, not to be created by another.
1:802
Εἰ. τοίνυν κτιστὸς ὁ Υἱὸς, οὐ Θεός·
因此,倘若子是被造的,他就不是神;
If, therefore, the Son is created, He is not God;
1:803
εἰ δὲ δημιουργός ἐστι τῶν ὅλων καὶ ποιητὴς, ὄντως ἐστὶ Θεός·
但若他是萬有的創造者和成造者,那麼他就真是神;
but if He is the Creator and Maker of all things, then He is truly God;
1:804
περὶ αὐτοῦ γὰρ καὶ τὰ ἐπαγόμενα ὁ προφήτης λέγει·
因為先知接下來所說的話,也是論到他的:
for the prophet speaks the following words also concerning Him:
1:805
Κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὑ τοῦ, αὐτὸς ἀνώρθωσε τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ, καὶ ἐν τῇ φρονήσει αὑτοῦ ἐξέτεινε τὸν οὐρανόν
「主以他的能力創造大地,以他的智慧建立世界,又以他的聰明鋪張諸天。」
'The Lord who made the earth by His power, He set up the world by His wisdom, and by His understanding He stretched out the heaven.'
1:806
οὐ τὸ ὑπ' ἄλλου κατασκευάζεσθαι
而非被別的所製造。
not to be fashioned by another.
1:807
Χορηγῶν γὰρ ὑετὸν, καὶ τῶν βροντῶν τοὺς κτύπους ἀποτελεῖ, καὶ ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς
「因為他賜下雨水」,又發出雷霆的響聲,「並使雲霧從地極上騰。」
'For He provides the rain,' and produces the crashings of the thunders, 'and brings up clouds from the ends of the earth.'
1:808
Μετεωρίζει γὰρ ὡς βούλεται τὸ θαλάττιον ὕδωρ, καὶ διὰ τούτου τὰ νέφη συνίστησιν
因為他隨自己的旨意使海水上升,並藉此聚成雲彩。
For He raises up the water of the sea as He wills, and by means of it constitutes the clouds.
1:809
Ἀστραπὰς εἰς ὑετὸν ἐποίησε. Τοῦ ὑετοῦ γὰρ αὗται σημαντικαί
「他為雨水造了閃電。」因為閃電乃是雨水的預兆。
'He made lightnings for rain.' For these are signs of the rain.
1:810
Καὶ ἐξήγαγεν ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ. Θησαυροὶ αὐτοῦ τὸ βούλημα αὐτοῦ
「他從自己的府庫中領出風來。」他的府庫就是他的旨意。
'And He brought forth winds out of His treasuries.' His treasuries are His will.
1:811
Αὐτὸς γὰρ εἶπε, καὶ ἐγένετο·
因為他一發話,事就成了;
For He Himself spoke, and it came to be;
1:812
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθη σαν· καὶ, Πάντα ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν, ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ. Ὁ μὲν οὖν ἀληθινὸς Θεὸς τούτων ἁπάντων ἐστὶ δημιουργός
他一吩咐,萬物就被造成;又說:「凡主所喜悅的,他都在天上、在地上行了。」因此,那真神乃是這一切的創造者。
He commanded, and they were created; and, 'All that the Lord willed He has done, in heaven and on earth.' The true God, then, is the Creator of all these things.
1:813
Οἱ δὲ πλεῖ στοι τῶν ἀνθρώπων εἰς ἀλογίαν ἐξέπεσαν, καὶ οἱ μὲν δημιουργοῦσι θεοὺς, οἱ δὲ προσκυνοῦσι τοῖς ὑπὸ τού των γιγνομένοις
然而大多數人卻墮入了愚妄,有些人製造神明,有些人卻敬拜那些由他們所造之物。
But the greater part of mankind fell into folly, and some fashion gods, while others worship the things made by them.
1:814
Προλέγει δὲ καὶ τῆς πλάνης τὴν παῦλαν·
他又預言那迷惑的止息:
And he foretells also the ceasing of the error:
1:815
Μάταιά ἐστιν ἔργα ἐμπεπαιγμένα, τουτ έστι τὰ εἴδωλα, ἐπήγαγεν·
「它們是虛空的,是戲弄人的工作」——就是那些偶像——他又補充說:
'They are vain, works wrought in mockery' — that is, the idols — he added;
1:816
Ἐν καιρῷ ἐπισκοπῆς αὑτῶν ἀπολοῦνται
「到了追討它們的時候,它們必要滅亡。」
'in the time of their visitation they shall perish.'
1:817
Τὸ γὰρ ἀποστολικὸν κήρυγμα τὴν τούτων ἠφάνισε μνήμην παντελῶς·
因為使徒的宣講已徹底抹去了這些事物的記念;
For the apostolic preaching utterly blotted out the memory of these things;
1:818
καὶ ὁρῶμεν τῆς προφητείας τὸ τέλος
我們也親眼看見這預言的應驗。
and we behold the fulfilment of the prophecy.
1:819
Οὐκ ἔστι τοιαύτη ἡ μερὶς Ἰακώβ·
「雅各的份卻不像這些;」
'Not such is the portion of Jacob;'
1:820
ὅτι ὁ πλάσας τὰ πάντα, αὐτὸς κληρονομία αὐτοῦ, καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ
「因為那造成萬物的,他自己就是雅各的產業,以色列是他產業的權杖。」
'for He who formed all things, He Himself is his inheritance, and Israel is the rod of His inheritance.'
1:821
Κύ ριος τῶν δυνάμεων ὄνομα αὐτῷ
「萬軍之主是他的名。」
'The Lord of hosts is His name.'
1:822
Σὺ, φησὶν, οὐ ταύτην ἐδιδάχθης τὴν πλάνην·
他說:「你並沒有學到這樣的迷惑;」
'Thou,' he says, 'wast not taught this error;'
1:823
ἄνωθεν γάρ σε ἐξ ελεξάμην, καὶ διαφερόντως σε τῆς ἐμῆς κηδεμονίας ἠξίωσα
「因為我從起初就揀選了你,並格外看你配得我的眷顧。」
'for from of old I chose thee, and I counted thee worthy of My special care.'
1:824
Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς
「他從外面招聚了你的根基,就是那住在蒙揀選之人中間的。」
'He gathered from without thy substance, which dwelt among the chosen.'
1:825
Τὸν πατριάρχην ἐκ γῆς Χαλδαίων καλέσας εἰς τὴν Παλαιστίνην μετ ήγαγε, καὶ τὸ τούτου γένος εἰς τὴν Αἴγυπτον δου λεῦον ἐλευθερωθὲν ἐξήγαγε·
他從迦勒底地召出了那族長,把他遷到巴勒斯坦,又使他的後裔從埃及的奴役中得釋放,領他們出來;
Having called the patriarch out of the land of the Chaldeans, He brought him over into Palestine, and led out his race, set free from bondage, out of Egypt;
1:826
τοῦτο οὖν καὶ ὁ προ φητικὸς ἐδήλωσε λόγος·
因此,這先知的話也把這事顯明了出來:
this, then, the prophetic word also made clear:
1:827
Συνήγαγεν ἔξωθεν τὴν ὑπόστασίν σου, κατοικοῦσαν ἐν ἐκλεκτοῖς· τουτ έστιν, ἐκ τῶν ἄλλων ἐθνῶν ἐκλεξάμενός σε τὴν ἐκ λεκτὴν γῆν ἐδωρήσατό σοι
「他從外面招聚了你的根基,就是那住在蒙揀選之人中間的」——這就是說,他從別的列國中揀選了你,並把那蒙揀選之地賜給你。
'He gathered from without thy substance, which dwelt among the chosen' — that is, having chosen thee out of the other nations, He bestowed upon thee the chosen land.
1:828
Ἰδοὺ ἐγὼ σκελίζω τοὺς κατοικοῦντας τὴν γῆν ταύτην τὴν ἐν θλί ψει, καὶ ἐκθλίψω αὐτοὺς, ὅπως ἐλεγχθῶσιν
「看哪,我要在患難中絆跌住在這地的人,並要緊緊逼迫他們,使他們受責備。」
'Behold, I trip up those who dwell in this land in affliction, and I will press them hard, that they may be reproved.'
1:829
Εἰ καλῶς ἔτρεχον, κατευθύνοντο
「他們若跑得好,就必被引導走直路。」
'If they had run well, they would have been kept straight.'
1:830
Ἐπειδὴ δὲ βλα βερὸς ὁ δρόμος, ἐπισκοτίζονται, ἵνα ἐπ' ὀλεθρίᾳ τρέχοντες παύσωνται
但因他們的路程是有害的,他們就被遮蔽了眼目,好叫他們奔向滅亡的路能夠止住。
But since their course was harmful, they are darkened, that, running to their destruction, they may be made to cease.
1:831
Εὑρέθη οὐαὶ ἐπὶ συντρίμματί σου·
「在你的破碎之上尋見了災禍;」
'A woe was found upon thy brokenness;'
1:832
Σύντριμμα τὴν ἁμαρτίαν καλεῖ·
他所說的「破碎」,指的就是罪。
by 'brokenness' he means sin.
1:833
Ἠκολούθησε, φησὶ, τῇ πονη ρίᾳ σου ἡ τιμωρία, καὶ ἀλγηρὰν ἐδέξω πληγήν·
他說:「刑罰隨著你的邪惡而來,你也受了痛苦的擊打;」
'Punishment,' he says, 'followed upon thy wickedness, and thou hast received a grievous blow;'
1:834
εἶτα ἐκ προσώπου τῆς πόλεως συντίθησι θρῆνον, διδάσκων αὐτὴν ποίοις δεῖ χρήσασθαι λόγοις ὀδυρο μένην πλημμελείας·
接著,他以那城的身分編寫了一篇哀歌,教導她在為自己的過犯哀哭時當用怎樣的言辭:
then, in the person of the city, he composes a lament, teaching her what words she must use as she bewails her transgressions:
1:835
Ὄντως τοῦτο τὸ τραῦμά ἐστι, καὶ κατέλαβέ με. Ἀντὶ τοῦ, Ἡ πληγὴ τῆς ἁμαρτίας αἰτία μοι γέγονε τῶν κακῶν
「這實在是我的創傷,並且臨到了我。」意思就是:罪的擊打成了我一切災禍的緣由。
'Truly this is my wound, and it has overtaken me.' That is to say, The blow of sin has become for me the cause of my calamities.
1:836
Ἡ σκηνή σου ἐταλαιπώρησεν·
「你的帳棚變得淒涼;」
'Thy tent is made wretched;'
1:837
ὤλετο, καὶ πᾶσαι αἱ δέῤῥεις σου διεσπάρησαν
「已然毀壞,你一切的幔子也都被撕散了。」
'it has perished, and all thy tent-curtains are scattered.'
1:838
Σκηνὴν καλεῖ, οὐ μόνον τὸν θεῖον νεὼν, ἀλλὰ καὶ τὰς οἰκίας, καὶ τοὺς πύργους, καὶ τοὺς περιβόλους
他所說的「帳棚」,不僅指那神聖的殿宇,也指房屋、樓臺以及圍牆。
By 'tent' he means not only the divine temple, but also the houses, and the towers, and the enclosing walls.
1:839
Οἱ υἱοί μου καὶ πρόβατά μου ἐξῆλθον ἀπ' ἐμοῦ, καὶ οὐκ εἰσίν·
「我的兒女、我的羊群都離我而去,如今不復存在了;」
'My sons and my flocks have gone forth from me, and they are no more;'
1:840
οὐκ ἔστι τόπος τῆς σκηνῆς μου, οὐ τόπος δέῤῥεών μου
「再沒有我帳棚的地方,也沒有我幔子的地方了。」
'there is no place for my tent, no place for my tent-curtains.'
1:841
Πάντων κατὰ ταυτὸν ἔρημος ἐγενόμην
我在一切事上同時成了荒涼。
I have become desolate in all things at once.
1:842
Λέγει δὲ καὶ τῆς πονηρίας τοὺς διδασκάλους
他也論到那些教導邪惡的人。
He speaks also of the teachers of wickedness.
1:843
Ὅτι οἱ ποιμένες ἠφρονεύσαντο, καὶ τὸν Θεὸν οὐκ ἐξεζήτησαν
因為牧人行事愚昧,並不尋求神。
For the shepherds acted foolishly, and did not seek out God.
1:844
Ποιμένας καλεῖ τοὺς βασιλέας καὶ τοὺς ἱερέας·
他稱君王與祭司為「牧人」;因為前者與後者都成了迷惑的媒介。
By 'shepherds' he means the kings and the priests; for both these and those became the authors of the deception.
1:845
καὶ οὗτοι γὰρ κἀκεῖνοι τῆς πλάνης ἐγένοντο πρόξενοι
因為前者與後者都成了謬誤的引導者。
For both these and those became the procurers of the error.
1:846
καὶ λέγει, τὴν τῶν ποιμένων ἀφροσύνην αἰτίαν γενέσθαι τῆς τῶν προ βάτων πλάνης
他說牧人的愚昧成了羊群走迷的原因。
And he says that the folly of the shepherds became the cause of the wandering of the sheep.
1:847
Φωνὴ ἀκοῆς ἰδοὺ ἔρχεται, καὶ σεισμὸς μέ γας ἐκ γῆς βοῤῥᾶ, τοῦ τάξαι τὰς πόλεις Ἰούδα εἰς ἀφανισμὸν, καὶ κοίτην στρουθῶν
有風聲,看哪,來到了,並有大震動從北方之地而來,要使猶大的城邑成為荒涼,成為鴕鳥的巢穴。
The sound of a report, behold it comes, and a great commotion out of the land of the north, to make the cities of Judah a desolation, and a haunt of ostriches.
1:848
Στρουθοὺς τὰς μεγάλας λέγει τὰς Λιβύσσας, ἃς οἱ πολλοὶ στρουθοκαμήλους καλοῦσι·
他所說的「鴕鳥」是指利比亞的大鳥,多數人稱之為駱駝鳥;因為這動物也喜愛曠野。
By 'ostriches' he means the great Libyan birds, which most people call camel-birds; for this creature also loves the desert.
1:849
φιλέρημον γὰρ καὶ τοῦτο τὸ ζῶον
因為這動物也是喜愛曠野的。
For this creature also is a lover of the wilderness.
1:850
Εἶτα διδάσκει ὁ προφήτης, τίς ἄγει τὸν Ναβουχοδονόσορ
然後先知教導人,是誰引領尼布甲尼撒。
Then the prophet teaches who it is that leads Nebuchadnezzar.
1:851
Οἶδα, Κύριε, ὅτι οὐχὶ τοῦ ἀνθρώπου ἡ ὁδὸς αὐτοῦ·
耶和華啊,我知道人的道路不由自己;
I know, O Lord, that his way is not the man's own;
1:852
οὐδὲ ἀνὴρ πορεύσεται, καὶ κατ ορθώσει ὁδὸν αὐτοῦ, καὶ κατευθυνεῖ πορείαν αὐτοῦ
行路的人也不能定自己的腳步、修直自己的道路。
neither shall a man walk and direct his way and make straight his going.
1:853
εἰ δὲ καὶ ὥρμησεν, οὐκ ἂν κατώρθωσεν ἅπερ ἠθέλησε, τῆς σῆς δεξιᾶς ἡμῶν προ μηθουμένης·
即使他起意前行,若非你的右手為我們籌畫看顧,他也不能成就所願的事;
And even if he had set out, he would not have accomplished the things he wished, since your right hand takes forethought for us;
1:854
οἶδα γὰρ οἷα Σεναχηρεὶμ πέπονθεν·
因為我知道西拿基立所遭遇的是甚麼。
for I know what things Sennacherib suffered.
1:855
ἀλλ' ἱκετεύομέν σε, μηδὲ ἐκεῖνον ἡμᾶς εἰσπράξαι. δίκας τῆς ἀσεβείας·
但我們懇求你,不要藉那人向我們追討我們不敬虔的罪罰;
But we beseech you, not to exact of us the penalties for our impiety even through that man;
1:856
ἀλλ' αὐτόν σε παιδεῦσαι, καὶ πατρικὴν παιδείαν ἐπαγαγεῖν·
乃求你親自管教我們,施行父親般的教導;
but that you yourself chastise us, and bring upon us a fatherly discipline;
1:857
τοῦτο γὰρ ἐν τοῖς ἑξῆς λέγει
因為他在下文正是這樣說。
for this he says in what follows.
1:858
Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρί σει, καὶ μὴ ἐν θυμῷ·
耶和華啊,求你按公義管教我們,不要按你的忿怒;
Chastise us, O Lord, but in judgment, and not in wrath;
1:859
ἵνα μὴ ὀλίγους ποιή σῃς ἡμᾶς
免得你使我們變為稀少。
lest you make us few.
1:860
Ἔκχεον τὸν θυμόν σου ἐπὶ ἔθνη τὰ μὴ εἰδότα σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο
求你將你的忿怒傾倒在不認識你的列國,和不求告你名的萬邦。
Pour out your wrath upon the nations that have not known you, and upon the kingdoms that have not called upon your name.
1:861
Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ συνετέλεσαν αὐτὸν, καὶ τὴν νομὴν αὐτοῦ ἠρήμωσαν
因為他們吞吃了雅各,把他滅盡,使他的居所荒涼。
For they have devoured Jacob, and consumed him utterly, and laid waste his pasture.
1:862
Μετὰ ταῦτα παρακελεύεται πρὸς πάντα εἰπεῖν τὸν λαόν·
此後他吩咐先知向眾民說:
After this he charges him to say to all the people:
1:863
Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, Ἐπικατάρατος ἄνθρωπος, ὃς οὐκ ἀκούσεται τῶν λό γων τῆς διαθήκης ταύτης·
耶和華以色列的神如此說:不聽從這約之言的人,必受咒詛,
Thus says the Lord, the God of Israel: Cursed be the man who will not hear the words of this covenant,
1:864
ἧς ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν, ἐν ᾗ ἡμέρᾳ ἀνήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς
這約是我在領你們列祖出埃及地、出鐵爐的那日所吩咐他們的。
which I commanded your fathers in the day when I brought them up out of the land of Egypt, out of the iron furnace.
1:865
Τοῦτο καὶ νομοθετῶν τῷ νόμῳ προστέθεικεν·
當立法之時,他也將這話加在律法之上:
This also, when giving the law, he added to the law:
1:866
Ἐπικατάρατος πᾶς, ὃς οὐκ ἐμμένει πᾶσι τοῖς γεγραμμένοις ἐν τῷ βιβλίῳ τοῦ νόμου, τοῦ ποιῆ σαι αὐτά· ὑπισχνεῖται δὲ κἀκεῖ, καὶ πάλιν ἐνταῦθα, ὡς πάσης ἀξιώσει κηδεμονίας τοὺς τὰς θείας φυλάσ σοντας ἐντολάς
不常照律法書上所寫一切之事去行的,都必受咒詛。他在那裏也應許、在這裏又應許,要以一切的看顧眷佑那些遵守神聖誡命的人。
Cursed be everyone who does not abide in all the things written in the book of the law, to do them. And he promises there also, and again here, that he will deem worthy of all care those who keep the divine commandments.
1:867
Ἀναμιμνήσκει δὲ καὶ τῶν πρὸς τοὺς πατέρας αὐτῶν εἰρημένων, καὶ τῆς ἐκείνων ἀπει θείας
他也題醒他們,那對他們列祖所說的話,以及那些人的悖逆。
He also reminds them of the things spoken to their fathers, and of the disobedience of those men.
1:868
οὐ γὰρ ἀπετρέποντο ταύτης, ἀλλὰ διηνεκῶς αὐτὴν ὥδευον
因為他們沒有轉離這道,反倒不斷地行在其中。
For they did not turn away from this, but continually walked in it.
1:869
ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε ἀλλοφύλοις ἐδούλευσαν
他們有時服事亞捫人,有時服事摩押人,又有時服事外邦人。
Sometimes they served the Ammonites, sometimes the Moabites, and at other times foreigners.
1:870
Εὑρέθη σύνδεσμος ἐν ἀνδράσιν Ἰούδα, καὶ ἐν τοῖς κατοικοῦσιν Ἱερουσαλήμ
在猶大人和耶路撒冷的居民中,發現了同謀背叛。
A conspiracy was found among the men of Judah, and among those who dwell in Jerusalem.
1:871
Ἐπεστράφησαν ἐπὶ τὰς ἀδικίας τῶν πατέρων αὑτῶν τῶν προτέρων, οἳ οὐκ ἤθελον ἀκοῦσαι τῶν λόγων μου
他們轉去效法他們先前列祖的罪孽,那些不肯聽我話的人。
They have turned back to the iniquities of their former fathers, who were unwilling to hear my words.
1:872
Τὸ Εὑρέθη σύνδεσμος,. ἀντὶ τοῦ, συνδεδεμένοι εἰσὶ, καὶ συμπεπλεγμένοι τοῖς πατράσι, καὶ τὴν ἐκείνων πορείαν ὁδεύουσι·
「發現了同謀背叛」這話的意思是:他們與列祖聯結糾纏,行走在列祖的道路上;
The phrase 'A conspiracy was found' means that they are bound together and interwoven with their fathers, and travel in their path;
1:873
τοῦτο γὰρ καὶ διὰ τῶν ἐπαγομένων σημαίνει
因為他藉著隨後的話語也表明了這事。
for this he also signifies through the words that follow.
1:874
Καὶ ἰδοὺ αὐτοὶ βαδίζουσιν ὀπίσω θεῶν ἀλλοτρίων, τοῦ δουλεύειν αὐτοῖς. Ταῦτα δὲ δρῶσι τὴν δοθεῖσαν αὐ τοῖς παραβαίνοντες διαθήκην
看哪,他們隨從別神去事奉,這都是違背所賜給他們之約而行的。
And behold, they go after strange gods, to serve them. And these things they do, transgressing the covenant given to them.
1:875
Οὗ δὴ χάριν παντο δαπαῖς αὐτοὺς περιβαλῶ συμφοραῖς, καὶ ὀδυρομένους οὐκ ἀξιώσω φειδοῦς·
因此我要用各樣的災禍圍困他們,就是他們哀哭,我也不肯憐惜他們;
For this reason I will encompass them with all manner of calamities, and even as they lament I will not count them worthy of sparing;
1:876
οὔτε μὴν παρὰ τῶν ὑπ' αὐτῶν θεραπευομένων θεῶν ἐπικουρίας τινὸς ἀπολαύονται
他們也絕不能從自己所敬奉的神明得著任何幫助。
nor indeed shall they enjoy any succour from the gods whom they worship.
1:877
Λέγει δὲ καὶ τούτων τὸ πλῆθος
他也論到這些神明的眾多。
And he speaks also of the multitude of these gods.
1:878
Ὅτι κατὰ ἀριθμὸν τῶν πόλεών σου ἦσαν οἱ θεοί σου, Ἰούδα, καὶ κατὰ ἀριθμὸν ἐξόδων Ἱερουσαλὴμ, ἔταξαν βωμοὺς τῇ αἰσχύνῃ, θυσια στήρια τοῦ θυμιᾷν τῇ Βάαλ
猶大啊,你神明的數目與你城邑的數目相等;你們照耶路撒冷街道的數目,為那可恥之物設立祭壇,就是向巴力燒香的壇。
For according to the number of your cities were your gods, O Judah; and according to the number of the streets of Jerusalem they set up altars to shame, altars to burn incense to Baal.
1:879
Μὴ εὔχου γὰρ, φησὶ, περὶ τοῦ λαοῦ τούτου, καὶ μὴ ἀξιοῖς περὶ αὐτῶν ἐν δεήσει καὶ προσ ευχῇ·
他說,你不要為這百姓祈禱,也不要在懇求和禱告中為他們求甚麼;
Do not pray, he says, for this people, and make no request for them in supplication and prayer;
1:880
ὅτι οὐκ εἰσακούσομαί σου ἐν τῷ καιρῷ, ἐν ᾧ ἐπικαλοῦνταί με, ἐν τῷ καιρῷ τῆς κακώ σεως αὐτῶν
因為在他們遭難的時候求告我,我必不聽他們。
for I will not hearken to you in the time when they call upon me, in the time of their affliction.
1:881
Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ τὰς δεήσεις προσφέρουσι·
因為正是在受刑罰之中,他們才獻上懇求:
For it is in the very midst of their punishment that they offer up their supplications:
1:882
Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει. Ἐνταῦθα δὲ τὴν ἀνυπέρβλητον αὐτῆς ἀσέβειαν δείκνυσιν
「我們要在認罪中來到他面前。」在此他顯明他們無以復加的不敬虔。
Let us come before his face in confession. And here he shows their unsurpassable impiety.
1:883
Τί ἡ ἠγαπημένη ἐν τῷ οἴκῳ μου ἐποίησε βδέλυγμα; Ἀμφότερα τὴν ἐπίτασιν τῆς δυσσεβείας δηλοῖ, καὶ τὸ ἠγαπημένην κληθῆναι, καὶ τὸ ἔνδο θεν ἐν τῷ θείῳ νεῷ τῶν οὐκ ὄντων θεῶν τὰ ἰνδάλ ματα στῆσαι
我所親愛的,在我殿中行了可憎之事是為甚麼呢?這兩件事都表明他們不敬虔的極端:一是她被稱為所親愛的,二是他們竟在神聖的殿內,立起那些並非真神之神像。
Why has the beloved wrought abomination in my house? Both things declare the intensity of their impiety: both that she was called beloved, and that within, in the divine temple, they set up the images of gods that are not.
1:884
Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλη σας·
祭物和禮物是你不喜悅的;
Sacrifice and offering you did not desire;
1:885
σῶμα δὲ κατηρτίσω μοι. Καὶ πάλιν·
你卻為我預備了身體。又說:
but a body you prepared for me. And again:
1:886
Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις·
你若喜愛祭物,我就獻上;燔祭你並不喜悅;
For if you had desired sacrifice, I would have given it; in whole burnt offerings you will take no pleasure;
1:887
θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον·
神所要的祭乃是憂傷的靈;
a sacrifice to God is a broken spirit;
1:888
καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Καὶ ἐπειδὴ ἠγαπημένην αὐτὴν ἐκάλεσε, λέγει πάλιν καὶ τὴν ἑτέραν αὐτῆς προσ ηγορίαν
憂傷痛悔的心,神必不輕看。既然他稱她為所親愛的,他又題起她另一個稱號。
a broken and humbled heart God will not despise. And since he called her beloved, he speaks again of her other title also.
1:889
Ἐλαίαν ὡραίαν, εὔσκιον τῷ εἴδει, ἐκά λεσε Κύριος τὸ ὄνομά σου
耶和華曾稱你的名為青翠美好、佳美悅目的橄欖樹。
A fair olive tree, beautiful in appearance, the Lord called your name.
1:890
Ταύτην δὲ τὴν προσ ηγορίαν ἐπέθηκεν ἐπὶ τὴν καρπογονίαν προτρέπων
他將這稱號加在她身上,是為要勸勉她結出果子。
And he imposed this title upon her, urging her on to the bearing of fruit.
1:891
Οὕτω καὶ ἄμπελον πολλάκις ὠνόμασεν
他也照樣多次稱她為葡萄樹。
So too he often named her a vine.
1:892
Εἰς φω νὴν περιτομῆς αὐτῆς ἀνήφθη πῦρ ἐπ' αὐτήν
在她受割禮的聲音中,有火在她身上燃起。
At the sound of her circumcision a fire was kindled upon her.
1:893
Ἐπειδὴ ἐλαίαν ἐκάλεσε, καὶ καθάρσεως μέμνηται·
既然他稱她為橄欖樹,他也題到潔淨;
Since he called her an olive tree, he also makes mention of cleansing;
1:894
περιτομὴν γὰρ καλεῖ τὴν κάθαρσιν·
因為他所說的「割禮」是指潔淨。
for by 'circumcision' he means the cleansing.
1:895
οὕτω καὶ ὁ Κύ ριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί·
主在神聖的福音書中也照樣說:
So too the Lord in the sacred Gospels says:
1:896
Πᾶν κλῆμα ἐν ἐμοὶ μὴ φέρον καρπὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται. –Μεγάλη ἡ θλίψις ἐπὶ σέ·
凡屬我不結果子的枝子,就剪去,丟在火裏。──臨到你的患難是大的;
Every branch in me that does not bear fruit is cut off, and cast into the fire. – Great is the affliction upon you;
1:897
ἠχρειώθη. σαν οἱ κλάδοι αὐτῆς. Καρποὺς γὰρ ἀγαθοὺς ἐνεγ κεῖν οὐκ ἠθέλησαν·
她的枝條變為無用了。因為他們不肯結出美善的果子;
her branches have been made worthless. For they were unwilling to bring forth good fruits;
1:898
καὶ διδάσκων ὡς οὐχ ὁ Βαβυλώ νιος ἰσχυρὸς, ἀλλ' αὐτὸς αὐτῇ τὴν τιμωρίαν ἐπάγει, προστέθεικε καὶ ταῦτα·
他為要教導人,並非巴比倫人強大,乃是他自己降罰於她,便又加上這些話:
and teaching that it is not the Babylonian who is mighty, but that he himself brings the punishment upon her, he added also these words:
1:899
Καὶ Κύριος ὁ Θεὸς τῶν δυνάμεων ὁ κατα φυτεύσας σε, ἐλάλησεν ἐπὶ σὲ κακὰ, ἀντὶ τῆς κακίας οἴκου Ἰσραὴλ, καὶ οἴκου Ἰούδα·
那栽種你的萬軍之耶和華神,因以色列家和猶大家所行的惡,已經說要降禍與你;
And the Lord, the God of hosts, who planted you, has spoken evil against you, in return for the evil of the house of Israel and the house of Judah;
1:900
ὅτι ἐποίησαν ἑαυτοῖς τοῦτο, τοῦ παροργίσαι με ἐν τῷ θυμιᾷν αὐτοὺς τῇ Βάαλ
因他們自己行了這事,向巴力燒香惹我發怒。
because they did this to themselves, to provoke me by burning incense to Baal.
1:901
Αὐτὸς, φησὶν, ὁ φυ τουργός σου τοὺς κλάδους ἐξέκοψε·
他說,正是那栽種你的,親自剪除了枝子;
It is he himself, he says, your planter, who cut off the branches;
1:902
σὺ δὲ τούτων αἰτία, οὐκ ὠφελίμους, ἀλλὰ δηλητηρίους βλαστήσασα καρπούς
然而這事的緣由在你,因你所結的不是有益的,乃是有毒的果子。
but you are the cause of these things, having sprouted not useful, but poisonous fruits.
1:903
Ἐν αὐτῷ γὰρ κἀκεῖνα ἐσκιογραφήθη
因為在他裏面,那些事也如影像般預先勾畫出來。
For in him those things too were foreshadowed in outline.
1:904
Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι
耶和華啊,求你指示我,我便得知。
O Lord, make it known to me, and I shall know.
1:905
Ὅτι οὐ μόνον τὰ κατ' αὐτοῦ λέγει γεγενημένα, μαρτυ ρεῖ ἡ εὐχή·
他所說的不僅是那些加害於他的事,這禱告可以為證;
That he speaks not only of the things done against him, the prayer bears witness;
1:906
οὐκ ἀποκαλύψεως ἐδεῖτο εἰς τὸ ἰδεῖν τὰ τότε γιγνόμενα·
他並不需要啟示纔能看見當時所發生的事;
he did not need a revelation to see the things then coming to pass;
1:907
ἀποκάλυψις προδείκνυσι τὰ ἐσόμενα
啟示是預先顯明那將要發生的事。
revelation foreshows the things that are to be.
1:908
Τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. ιθʹ
那時我看見了他們的行為。(十九)
Then I saw their practices. (19)
1:909
Ἐγὼ δὲ, ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων
至於我,就像牽到宰殺之地的無辜羊羔,並不知道。
But I, like an innocent lamb led to the slaughter, did not know.
1:910
Τὸ οὐκ ἔγνων τῷ προφήτῃ ἁρμόττει, ὡς οὐ προσδοκήσαντι τὰ λυπηρά·
「我並不知道」這話正合於先知,因為他未曾料到那些愁苦的事。
The phrase 'I did not know' fits the prophet, as one who did not expect the grievous things.
1:911
Τέθεικά σε ἐν τῇ σήμερον ἡμέρᾳ, ὡς πόλιν ὀχυρὰν, καὶ ὡς στύλον σιδηροῦν, καὶ ὡς τεῖχος χαλκοῦν, ἐνόμισε μηδαμῶς πειρᾶσθαι σκυθρωποῦ
「我今日使你成為堅固城、鐵柱、銅牆」——他以為自己絕不會遭遇任何愁苦之事。
'I have set you this day as a fortified city, and as a pillar of iron, and as a wall of brass' — he supposed that he would in no way undergo any grievous thing.
1:912
Ὁ δὲ θεῖος λόγος οὐ τοῦτο ὑπέσχετο, ἀλλ' ὅτι Κρείττων ἔσῃ τῶν λυπηρῶν·
然而神聖的話語並非如此應許,乃是說:「你必勝過那些愁苦的事」;
But the divine word did not promise this, but rather that 'You shall be stronger than the grievous things';
1:913
Πολεμήσουσι γὰρ, φησὶ, πρὸς σὲ, καὶ οὐ μὴ δύνωνται πρὸς σέ·
祂說:「他們必攻擊你,卻絕不能勝過你」;
'For they shall fight against you,' He says, 'but they shall in no wise prevail against you';
1:914
Ὥσπερ γὰρ, φησὶν, ὁ ἀρ νειὸς ἀγόμενος εἰς σφαγὴν οὐκ οἶδεν ὃ πείσεται, καὶ τοῖς ἄγουσιν ἕπεται καταδεξάμενος τὸ πάθος
祂說:「正如被牽去宰殺的羔羊,不知道自己將要受什麼苦,卻順從牽牠的人,甘心承受那苦難」——
'For just as,' He says, 'a lamb led to the slaughter knows not what it is to suffer, and follows those who lead it, having accepted its passion' —
1:915
Ὅτι ἐπ' ἐμὲ ἐλογίσαντο λογισμὸν, λέγοντες·
「因為他們設計謀害我,說」——
'For they devised a device against me, saying' —
1:916
ἄρτον γὰρ τὸ ἑαυτοῦ προσηγόρευσε σῶμα·
因為祂用「餅」來稱呼自己的身體;
for by 'bread' he named his own body;
1:917
Ὁ ἄρτος γὰρ, φησὶν, ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Τοῦτον τὸν ἄρτον ξύλῳ προσήλωσαν, νομίζοντες αὐτοῦ κατασβεννύναι τὴν μνήμην
祂說:「我所要賜的餅,就是我的肉,是我為世人的生命所賜的。」他們把這餅釘在木頭上,以為能夠消滅對祂的記念。
'For the bread,' He says, 'which I will give is my flesh, which I will give for the life of the world.' This bread they nailed to the tree, supposing to extinguish the memory of him.
1:918
Σὺ δὲ, Κύριε τῶν δυνάμεων, ὁ κρίνων δί καια, δοκιμάζων νεφροὺς καὶ καρδίας, ἴδοιμι τὴν παρὰ σοῦ ἐκδίκησιν ἐν αὐτοῖς·
「主萬軍之耶和華啊,你按公義審判,察驗人的肺腑心腸,願我見你在他們身上施行的報應」;
'But you, O Lord of hosts, who judge righteously, testing the reins and hearts, let me see your vengeance upon them';
1:919
ὅτι πρὸς σὲ. ἀνεκάλυψα τὸ δικαίωμά μου
「因為我已將我的案情向你陳明。」
'for to you have I revealed my cause.'
1:920
Νεφροὺς, ὡς πολλάκις εἰρήκαμεν, τοὺς λογισμοὺς ὀνομάζει·
「肺腑」(腎),正如我們常說的,指的是人的思念;
By 'reins,' as we have often said, he names the thoughts;
1:921
ἐπειδὴ τὸ ἐπιθυμητικὸν ἐν τοῖς νεφροῖς ὂν, ἀνακινεῖ πολλάκις τὸν λογισμόν
因為情慾之能存於腎中,常常攪動人的思念。
since the appetitive faculty, being in the reins, often stirs up the thought.
1:922
Οὐ μάτην μέντοι συνεχώρη σεν ὁ Θεὸς τὸν προφήτην πειραθῆναι τῶν λυπηρῶν·
然而神容許先知經歷愁苦之事,並非徒然;
Yet not in vain did God permit the prophet to experience grievous things;
1:923
ἀλλ' ἐπειδὴ πολλάκις ἐπεχείρησε τὰς ὑπὲρ τῶν παρα νομούντων πρεσβείας προσενεγκεῖν, πεῖσαι βουλό μενος αὐτὸν μὴ ἑαυτὸν μὲν νομίζειν φιλάνθρωπον, τὸν δὲ τῆς ἀγαθότητος θησαυρὸν ἀπηνῆ, συνεχώρησε γενέσθαι τὴν ἐπανάστασιν·
而是因為先知屢次為那些犯罪違法的人代求,神為要勸導他,使他不至於自以為滿有仁愛,卻把那良善的寶庫看作嚴酷無情,就容許這場叛亂發生;
but since he often undertook to bring forward intercessions on behalf of the transgressors, God — wishing to persuade him not to reckon himself compassionate while reckoning the treasury of goodness harsh — permitted the uprising to come about;
1:924
ὁ δὲ λίαν ἀλγήσας, κρί ναι δικαίως ἀντιβολεῖ τὸν Θεὸν, καὶ δίκας ἀπαιτῆσαι τοὺς ἀνοσίους·
先知極其憂傷,就懇求神按公義審判,向那些不虔的人追討罪責;
and he, being exceedingly grieved, beseeches God to judge righteously and to demand satisfaction from the unholy ones;
1:925
Ἀλλὰ πάλιν ὁ προφήτης, θεώμενος τῶν πονηρίᾳ συζώντων τὴν εὐπραξίαν, τούτου τὴν αἰτίαν διδαχθῆ ναι ἀντιβολεῖ
但先知再次看見那些活在邪惡中之人的亨通,便懇求神教導他其中的緣由。
But again the prophet, beholding the prosperity of those who live in wickedness, beseeches to be taught the cause of this.
1:926
πλὴν κρίματα λαλήσω πρὸς σέ
「然而我要與你談論公義的判斷。」
'Yet I will speak judgments with you.'
1:927
Οἶδα, φησὶν, ἀκριβῶς τῆς σῆς ψήφου τὸ δίκαιον·
他說:「我確實知道你判決的公義」;
'I know exactly,' he says, 'the righteousness of your verdict';
1:928
οὐκ ἄτοπον δὲ οὐδὲ ἐγὼ προσφέρειν ἡγοῦμαί σοι πεῦσιν
「但我也認為向你提出疑問並非不合宜。」
'yet I also do not think it absurd to bring a question before you.'
1:929
Τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται, εὐθήνησαν πάντες οἱ ἀθετοῦντες ἀθέτημα; βʹ
「惡人的道路為何亨通?所有行詭詐背信之人為何都興旺呢?」(二)
'Why is it that the way of the ungodly prospers? All who deal treacherously in treachery have thriven.' (2)
1:930
Ἐφύτευσας αὐτοὺς, καὶ ἐῤῥιζώθησαν·
「你栽培了他們,他們也扎了根」;
'You have planted them, and they have taken root';
1:931
ἐτεκνοποίησαν, καὶ ἐποίησαν καρπόν
「他們生兒育女,並且結了果子。」
'they have borne children, and produced fruit.'
1:932
τὴν δὲ ἄθεον γνώμην διὰ τῶν ἐπαγομένων ἐδήλωσε σημαίνων·
然而他藉著接下來的話,指明並顯露出他們無神的心志:「
But their godless disposition he made manifest by what follows, signifying it:
1:933
Ἐγγὺς εἶ σὺ τοῦ στόματος αὐτῶν, καὶ πόῤῥω ἀπὸ τῶν νεφρῶν αὐτῶν. Ἐν μόνοις, φησὶ, τοῖς λόγοις προσ ηγορίαν προσφέρουσι τὴν σήν·
「你與他們的口舌相近,卻與他們的肺腑相遠。」他說:「他們僅僅在言語上稱呼你的名」;
'You are near to their mouth, but far from their reins.' 'Only in words,' he says, 'do they bring forth your name';
1:934
ἐκ γὰρ τῶν λογισμῶν τὴν σὴν ἐξέβαλον μνήμην
「因為他們已從自己的思念中除去了對你的記念。」
'for from their thoughts they have cast out the memory of you.'
1:935
Καὶ σὺ, Κύριε, γινώσκεις με, εἶδές με, ἐδο κίμασας τὴν καρδίαν μου
「主啊,你認識我,你看見了我,你察驗了我的心。」
'And you, O Lord, know me, you have seen me, you have proved my heart.'
1:936
Οὐ γὰρ μόνον τὰ φαινόμενα οἶδας, ἀλλὰ καὶ τοὺς λανθάνοντάς μου λογισμούς
「因為你不僅知道那顯露的事,也知道我隱藏的思念。」
'For not only do you know the things that appear, but also my hidden thoughts.'
1:937
Ἄθροισον αὐτοὺς ὡς πρόβατα εἰς σφαγὴν, καὶ ἅγνισον αὐτοὺς εἰς ἡμέραν σφαγῆς αὐτῶν. Τὸ ἅγνισον, ἀντὶ τοῦ ἀφόρισον λέγει
「求你將他們拉出來,好像將宰的羊,分別他們,等候宰殺的日子。」他所說的「分別為聖」,就是「分別出來」的意思。
'Gather them as sheep for the slaughter, and sanctify them for the day of their slaughter.' By 'sanctify' he means 'set apart.'
1:938
Ἀφορίζει γὰρ ἑαυτὸν ὁ ἁγνίσασθαι βουλόμενος·
因為凡想要使自己成聖的人,就把自己分別出來;
For he who wishes to sanctify himself sets himself apart;
1:939
διὸ καὶ ὁ Σύρος εὐτρέπισον ἀντὶ τοῦ ἅγνισον τέ θεικεν
因此敘利亞譯本也用「預備」代替「分別為聖」。
wherefore also the Syrian has put 'prepare' instead of 'sanctify.'
1:940
Ἕως πότε πενθήσει ἡ γῆ, καὶ ὁ χόρτος πᾶς τοῦ ἀγροῦ ξηρανθήσεται ἀπὸ κακίας τῶν κατ οικούντων τὴν γῆν; ἠφανίσθησαν κτήνη καὶ πετεινὰ, ὅτι εἶπον, οὐκ ὄψεται ὁ Θεὸς ὁδοὺς ἡμῶν
「這地悲哀,田野的青草盡都枯乾,要到幾時呢?這都是因居民的惡行;牲畜和飛鳥盡都滅絕,因為他們說:『神必不看見我們的道路。』」
'How long shall the land mourn, and all the grass of the field wither, because of the wickedness of those who dwell in the land? Beasts and birds have been destroyed, because they said, God will not see our ways.'
1:941
ὑπολαμβάνουσι γὰρ μὴ ἐφορᾷν σε, μηδὲ βλέπειν τὰ ὑπ' αὐτῶν τολ μώμενα
因為他們以為你並不監察,也不看見他們所膽敢行的事。
for they suppose that you do not oversee, nor behold the things ventured by them.
1:942
Σοῦ οἱ πόδες τρέχουσιν εἰς κακίαν, καὶ ἐκλύσουσί σε
「你的腳奔向邪惡,它們必使你疲乏。」
'Your feet run into wickedness, and they shall weary you.'
1:943
Πῶς παρασκευάσῃ ἐφ' ἵπ ποις, καὶ ἐν γῇ εἰρήνης σὺ πέποιθας; Τοῦτο ὁ Σύρος οὕτως ἡρμήνευσε·
「你若與騎馬的比賽,怎能豫備自己呢?你在平安之地尚且倚靠,怎麼樣呢?」這句話敘利亞譯本如此解釋:「
'How will you prepare yourself against horsemen, and are you confident in a land of peace?' This the Syrian thus interpreted:
1:944
Μετὰ πεζῶν τρέχουσα ἡττήθης, καὶ πῶς ἀντιστῆναι ἱππεῦσι δυνήσῃ; ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν·
「你與步行的人賽跑,尚且困乏,怎能與騎馬的抗衡呢?」他的意思是這樣:「
'Running with footmen you have been overcome, and how will you be able to withstand horsemen?' And what he means is this:
1:945
Οἱ γειτονεύοντες πολέμιοι, Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ Ἰδουμαῖοι, καὶ ἀλλόφυλοι πεζεύοντες ἐπολέμουν·
「那些鄰近的仇敵——摩押人、亞捫人、以東人和外邦人——都是步行作戰的;
'The neighbouring enemies — Moabites, Ammonites, Idumaeans, and foreigners — waged war on foot;
1:946
πολλάκις δὲ ἡττήθης πολεμοῦσα ἐκείνοις
「然而你與他們爭戰時,卻屢次戰敗。」
'and many times you were overcome when warring against them.'
1:947
Πῶς τοίνυν δυνήσῃ, φησὶν, ἀν τιστῆναι Βαβυλωνίοις ἐφ' ἵππων παραταττομένοις; Κατὰ δὲ τὴν Ἑλληνικὴν ἑρμηνείαν οὕτω νοητέον, Ὅτι ὁ διὰ τὴν πονηρίαν σου δρόμος ἐξέλυσέ σε, καὶ τῆς ἰσχύος ἐγύμνωσε·
他說:「那麼你怎能抵擋列陣騎馬而來的巴比倫人呢?」但按希臘文的解釋則應如此理解:「因你的邪惡所奔跑的道路已使你困乏,剝奪了你的力量;
'How then will you be able,' he says, 'to withstand the Babylonians drawn up in battle upon horses?' But according to the Greek interpretation it should be understood thus: 'Because the course you ran through your wickedness has enfeebled you, and stripped you of strength;
1:948
ῥώμης δὲ καὶ ἰσχύος ἐστερημένη, πῶς δυνήσῃ ἀντιστῆναι, καὶ παρα τάξασθαι τοῖς μετὰ πλείστων ἵππων στρατεύουσιν; Ἀμφότερα δὲ τέθεικα τὰ νοήματα, τοῖς ἐντευξομέ νοις προτιθεὶς τὴν ἐπὶ τοῦ κρείττονος αἵρεσιν
「你既失去了體力和力量,怎能抵擋、並與那些帶著眾多戰馬出征的人列陣爭戰呢?」這兩種意思我都列了出來,好讓讀者揀選那更好的。
'and being deprived of vigour and strength, how will you be able to withstand and draw up in battle against those who campaign with a multitude of horses?' Both meanings I have set down, presenting to the readers the choice of the better.
1:949
Πῶς ποιήσεις ἐν φρυάγματι τοῦ Ἰορδάνου; Ὁ Σύρος οὕτως εἶπε·
「你在約但河漲溢的時候要怎樣行呢?」敘利亞譯本這樣說:「
'How will you do in the swelling of the Jordan?' The Syrian said it thus:
1:950
Πῶς περάσεις τὸν Ἰορδάνην πλημμυ ροῦντα; Τροπικῶς δὲ ποταμὸν πλημμυροῦντα τῆς στρατιᾶς τῶν πολεμίων τὸ πλῆθος ἐκάλεσεν·
「約但河氾濫的時候,你怎能渡過呢?」他以比喻的方式,把仇敵軍兵的眾多稱為氾濫的河流;
'How will you cross the Jordan when it floods?' And figuratively he called the multitude of the army of the enemies a flooding river;
1:951
ἀν έμνησε δὲ αὐτοὺς καὶ τῶν ἐπὶ Ἰησοῦ τοῦ Ναυή·
他又提醒他們嫩的兒子約書亞時代所發生的事;
and he reminded them also of the things in the days of Joshua son of Nun;
1:952
ὅτι Ἡνίκα σου ἐπεμελούμην, τὸν ποταμὸν ἐκεῖνον πλημ μυροῦντα διέβης
就是說:「當我看顧你的時候,你曾渡過那氾濫的河流。」
that 'When I cared for you, you crossed that river when it was in flood.'
1:953
Ὅτι καὶ οἶκος τοῦ πατρός σου, καὶ οὗ τοι ἠθέτησάν σε, καὶ αὐτοὶ ἐβόησαν ἐκ τῶν ὀπίσω σου·
「因為連你父的家和這些人都以詭詐待你,他們也在你身後追喊;
'For even the house of your father, and these have dealt treacherously with you, and they too have cried out after you from behind;
1:954
καὶ οὗτοι αὐτοὶ συνήχθησαν ἐπὶ σοί
「這些人竟聚集起來攻擊你。」
'and these very ones have gathered together against you.'
1:955
Πολλοὶ γὰρ, ὡς εἰκὸς, καὶ ἐκ τῶν δέκα φυλῶν, τῶν ἤδη γεγενημένων αἰχμαλώτων, συνεστρα τεύοντο τοῖς πολεμίοις
因為很可能有許多人,甚至是那十個支派中已被擄的人,也與仇敵一同出征。
For many, as is likely, even from the ten tribes, of those already made captives, were campaigning together with the enemies.
1:956
Μὴ πιστεύσῃς, ὅτι λαλοῦσι πρὸς σὲ καλά. Τοιοῦτος ἦν ὁ Ῥαψάκης, τῇ Ἑβραίων κεχρημένος φωνῇ, καὶ κατὰ τοῦ Θεοῦ βλασφημῶν·
「他們雖向你說好話,你卻不要相信。」拉伯沙基正是這樣的人,他用希伯來的話語,褻瀆神。
'Do not believe them, though they speak fair words to you.' Such was Rabshakeh, who used the Hebrew tongue and blasphemed against God.
1:957
Ἐγκαταλέλοιπα τὸν οἶκόν μου·
「我離棄了我的殿宇;
'I have forsaken my house;
1:958
ἀφῆκα τὴν κληρονομίαν μου·
「我撇下了我的產業;
'I have abandoned my inheritance;
1:959
ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς
「我將我心所愛的交在她仇敵的手中。」
'I have given the beloved of my soul into the hands of her enemies.'
1:960
Τὴν οἰκείαν δείκνυ σιν ἀγαθότητα, καὶ τὴν ἐκείνων βδελυρίαν ἐλέγχων διδάσκει·
祂顯明自己的良善,並揭露他們的可憎,教導說:
He displays his own goodness, and, exposing their abomination, teaches:
1:961
αὐτὸς μὲν γὰρ ἀγαπητικοῖς κέχρηται ῥή μασι, καὶ ψυχὴν αὑτοῦ ἠγαπημένην τὴν πολεμίαν καλεῖ·
因為祂用滿有慈愛的話語,甚至稱那與祂為敵的為祂心所愛的;
for he himself uses loving words, and calls his enemy the beloved of his soul;
1:962
ἐκείνη δὲ τὰ δυσμενῶν καὶ ἐπιβούλων ἐργά ζεται·
然而她所行的,卻是仇敵與陰謀者的作為;
but she works the deeds of foes and plotters;
1:963
Ἐγένετο ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ
「我的產業向我如林中的獅子。」
'My inheritance has become to me as a lion in the forest.'
1:964
Ἀντὶ γὰρ νύμφης θηρίον ἐγένετο, καὶ τὸν νυμφίον κατέφαγεν
因為她不但沒有作新婦,反倒成了野獸,吞吃了新郎。
For instead of a bride she became a wild beast, and devoured the bridegroom.
1:965
Ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὑτῆς. Τὴν τῆς προφητείας ἀλήθειαν διδάσκει τὰ Εὐαγγέλια·
「她發聲攻擊我。」諸福音書教導我們這預言的真確性;
'She has uttered her voice against me.' The Gospels teach the truth of this prophecy;
1:966
Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί; ἢ σπήλαιον κύκλῳ αὐτῆς; Ἐν τοῖς ἔμ προσθεν ἑρμηνευομένοις, σπήλαιον λῃστῶν τὸν ναὸν προσηγόρευσε διὰ τὴν τῶν λειτουργούντων παρα νομίαν·
「我的產業對我豈是鬣狗的洞穴嗎?或是四圍有洞穴環繞嗎?」在前面所解釋的經文中,他因那些在殿中供職之人的違法,稱聖殿為賊窩;
'Is my inheritance to me a hyena's cave? Or a cave round about her?' In the passages previously interpreted, he named the temple a den of robbers, because of the transgression of those who ministered in it;
1:967
ἐνταῦθα δὲ σπήλαιον ὑαίνης, οὐ μόνον τὴν πόλιν καλεῖ, ἀλλὰ καὶ τὰ ταύτης κύκλῳ, τουτέστι τὴν Ἰουδαίαν·
但這裡他所說的「鬣狗的洞穴」,不僅是指那城,也指城四圍的地方,就是猶太全地;
but here by 'hyena's cave' he calls not only the city, but also the regions round about it, that is to say, Judaea;
1:968
καὶ πάλιν τῆς εἰς αὐτὸν γεγενημένης παρανομίας κατηγορεῖ
他又再次控訴那向著祂所犯的違法之罪。
and again he accuses the transgression committed against him.
1:969
Ἐμοὶ γὰρ, φησὶ, ἐγένετο σπήλαιον ὑαίνης
祂說:「因為它向我成了鬣狗的洞穴。」
'For to me,' he says, 'it has become a hyena's cave.'
1:970
Εἶτα τὸν ἔσχατον αὐτῆς ὄλεθρον προθεσπίζει
接著他預告她最終的毀滅。
Then he foretells her final destruction.
1:971
Βαδίσατε, συναγάγετε ἐπ' αὐτὴν πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν φαγεῖν αὐτήν. Τῆς γὰρ οἰκουμένης Ῥωμαῖοι τὸ κράτος δεξάμενοι, καὶ τὴν στρατιὰν ἐκ διαφόρων συναγα γόντες ἐθνῶν, τοὺς μὲν κατέσφαξαν, τοὺς δὲ δορυ αλώτους ἀπήγαγον
「你們去聚集田野一切的走獸攻擊她,叫牠們來吞吃她。」因為羅馬人得了普天下的權柄,又從各邦國聚集了軍隊,把一些人殺戮,又把另一些人擄去作了戰俘。
'Go, gather against her all the beasts of the field, and let them come to devour her.' For the Romans, having received dominion over the inhabited world, and having gathered an army from various nations, slaughtered some, and led others away as prisoners of war.
1:972
Αἰτίους δὲ τῆς ἀσεβείας τοὺς τοῦ νόμου διδασκάλους γεγενῆσθαί φησιν·
他又說,那些律法的教師正是不虔之罪的緣由:
And he says that the teachers of the law were the cause of the impiety:
1:973
Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπε λῶνά μου·
「許多牧人毀壞了我的葡萄園;
'Many shepherds have destroyed my vineyard;
1:974
ἔδωκαν τὴν μερίδα τὴν ἐπιθυμητήν μου εἰς ἔρημον ἄβα τον
「他們使我所喜愛的分變為荒涼的曠野。」
'they have given the portion of my desire into a desolate wilderness.'
1:975
Ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας
「它成了毀滅的荒場。」
'It has become a ruin of destruction.'
1:976
Καὶ τοῦτο διδάσκει σαφέστερον·
這一點他更清楚地教導:
And this he teaches more clearly:
1:977
γεγε νημένα, τότε μὲν ὑπὸ τῶν πολεμίων ἔρημος αὐτῶν ἡ χώρα ἐγένετο·
在那時,他們的地在仇敵手中變為荒涼;
at that time their land became desolate at the hands of the enemies;
1:978
νῦν δὲ τῆς ἀοιδίμου μητροπόλεως αὐτῶν ἐστέρηνται παντελῶς
但如今他們已徹底失去了那馳名的京都。
but now they have been utterly deprived of their far-famed mother-city.
1:979
Ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐπὶ καρδίαν. Ἀντὶ τοῦ, λογισμοῖς εὐσε βέσιν οὐ χρῶνται
「因為無人將這事放在心上。」也就是說,他們不運用敬虔的思念。
'Because there is no man laying it to heart.' That is, they do not use godly reasonings.
1:980
Ἐπὶ πᾶσαν διεκβολὴν τῆς ἐρήμου ἦλθον ταλαιπωρήσαντες ἐν τῇ ἐρήμῳ
「行毀滅的人來到曠野中一切的路徑上,在曠野中施行殘害。」
'Upon every path of the wilderness the destroyers have come, having brought misery in the wilderness.'
1:981
Τὴν διεκβολὴν ἀτραπὸν ὁ Σύρος ἡρμήνευσε·
敘利亞譯本把「通道」譯作「小徑」。
The Syriac rendered 'the pass' as 'a footpath.'
1:982
πᾶσαν, φησὶ, τὴν ἔρη μον ἐπλήρωσαν ἀτραπῶν, ταλαιπωροῦντες, καὶ τοὺς πολεμίους ἀποδιδράσκοντες·
他說,他們使整片曠野佈滿小徑,處於悲慘之中,逃避仇敵;因為逃亡者的特點就是不走慣常的道路。
They filled, he says, the whole wilderness with footpaths, being wretched and fleeing from their enemies; for it is characteristic of fugitives not to make use of the accustomed roads.
1:983
ἴδιον γὰρ τῶν φευ γόντων μὴ κεχρῆσθαι ταῖς νενομισμέναις ὁδοῖς
因為逃亡者理當不走慣常的道路。
For it is proper to those who flee not to make use of the customary roads.
1:984
Ὅτι μάχαιρα Κυρίου καταφάγεται ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς·
「因為耶和華的刀必吞滅這地的這端直到那端;凡有血氣的都不得平安。」
For the sword of the Lord shall devour from one end of the land to the other end of the land; there is no peace for any flesh.
1:985
οὐκ ἔστιν εἰρήνη πάσῃ σαρκί. Λέγει μὲν καὶ τὰ Ἰουδαίοις συμβάντα, καὶ ἀπ' ἄκρου τῆς γῆς ἕως ἄκρου τῆς γῆς τῆς Ἰσραηλίτιδος
他既說到臨到猶太人身上的事——「從以色列地的這端直到那端」——
He speaks both of the things that befell the Jews—'from one end of the land to the other end' of the land of Israel—
1:986
Προ λέγει δὲ καὶ τὰ κατὰ διαφόρους καιροὺς ἐπενεχθέν τα τοῖς ἔθνεσι·
又預言在不同時期臨到列國身上的事,
and he foretells also the things brought upon the nations at various times,
1:987
καθ' ὧν καὶ περὶ τὸ τέλος τῆς προ φητείας προαγορεύει
他也在此預言的結尾附近論到這些國。
against whom he prophesies also near the end of the prophecy.
1:988
Ἐσπείρατε πυροὺς, καὶ ἀκάνθας θεριεῖ τε
「你們種的是麥子,收的卻是荊棘。」
You have sown wheat, and you shall reap thorns.
1:989
Παρεγγυᾷ μὴ θαῤῥεῖν τῇ τῆς γῆς εὐκαρπίᾳ,. ἀλλὰ τῇ τῆς γῆς εὐπραξίᾳ·
他吩咐他們不要倚靠地土的豐收,而要倚靠在地上的義行;
He charges them not to take confidence in the fruitfulness of the land, but in the righteous conduct of the land;
1:990
ὁ γὰρ κακίᾳ χρώμενος ἀκάνθας ἐκ ταύτης τρυγᾷ
因為行惡的人從其中收割荊棘。
for the one who practices wickedness harvests thorns from it.
1:991
Οἱ κλῆροι ὑμῶν οὐκ ὠφελήσουσιν ὑμᾶς. Κλήρους πάλιν τὴν εὐκληρίαν ἐκάλεσεν, ᾗ συμβουλεύει μὴ πεποιθέναι
「你們的份必不使你們得益。」他再次把好運稱為「份」,勸他們不要倚靠它。
Your lots shall not profit you. Again he called good fortune 'lots,' in which he counsels them not to place their trust.
1:992
Ἠσχύν θητε ἀπὸ καυχήσεως ὑμῶν, ἀπὸ ὀνειδισμοῦ ἐναν τίον τοῦ Θεοῦ. Ἃ νομίζετε σεμνύνειν ὑμᾶς, τουτέστι τὸν πλοῦτον, τὴν δυναστείαν, ταῦτα ὑμᾶς κρινομέ νους παρὰ τῷ Θεῷ αἰσχύνης ἐμπλήσει
「你們因自誇、因在神面前受羞辱而蒙羞。」你們以為使你們得榮耀的事物,就是財富和權勢,這些在神面前受審判時,必使你們滿受羞辱。
You have been put to shame because of your boasting, because of reproach before God. The things you suppose glorify you—namely, wealth and power—these, when you are judged before God, shall fill you with shame.
1:993
Ἀπολαύσαν τες γὰρ τῶν παρ' αὐτοῦ δωρεῶν τοῖς ἐναντίοις ἠμεί ψασθε
因為你們享受了從祂而來的恩賜,卻以相反的行為報答祂。
For having enjoyed the gifts from him, you have requited him with the opposite.
1:994
Τάδε λέγει Κύριος περὶ πάντων τῶν γειτό νων τῶν πονηρῶν, τῶν ποιμένων τῶν ἁπτομέ νων τῆς κληρονομίας μου, ἧς ἐμέρισα τῷ λαῷ μου Ἰσραήλ
「耶和華如此說,論到那一切惡鄰,就是那些觸犯我基業的牧人;那基業是我分給我民以色列的。」
Thus says the Lord concerning all the evil neighbors, the shepherds who touch my inheritance, which I apportioned to my people Israel.
1:995
Ἰδουμαῖοι, καὶ Μωαβῖται, καὶ Ἀμμανῖται, καὶ Ἀλλόφυλοι, ἀπεχθῶς ἀεὶ καὶ δυσμενῶς περὶ Ἰουδαίους διέκειντο·
以東人、摩押人、亞捫人和非利士人,一向對猶太人懷著仇恨與敵意;
The Idumeans, Moabites, Ammonites, and Philistines were always disposed with hatred and hostility toward the Jews;
1:996
ἐφήσθησαν τοίνυν τὰς ἐπενεχθείσας αὐτοῖς θεασάμενοι συμφοράς·
因此他們看見臨到猶太人身上的災禍,便幸災樂禍。
accordingly they rejoiced when they beheld the calamities brought upon them.
1:997
διάτοι τοῦτο προδιδάσκει αὐτοὺς τὴν ἐσομένην τῶν Ἰου δαίων ἀνάκλησιν
所以他預先告知他們猶太人將要復興。
Therefore he forewarns them of the coming restoration of the Jews.
1:998
Ποιμένας δὲ καλεῖ τοὺς ἐκείνων ἄρχοντας
他所說的「牧人」,是指這些國的首領。
By 'shepherds' he means their rulers.
1:999
Ἰδοὺ ἐγὼ ἀνασπῶ αὐτοὺς ἀπὸ τῆς γῆς αὐτῶν, καὶ τὸν οἶκον Ἰούδα ἐκβαλῶ ἐκ μέσου αὐτῶν
「看哪,我要將他們從本地拔出來,又要將猶大家從他們中間趕出。」
Behold, I will pluck them up from their land, and I will cast out the house of Judah from among them.
1:1000
(ιεʹ) Καὶ ἔσται μετὰ τὸ ἐκβαλεῖν με αὐτοὺς, ἐπι στρέψω, καὶ ἐλεήσω αὐτοὺς, καὶ κατοικιῶ αὐ τοὺς ἕκαστον εἰς τὴν κληρονομίαν αὐτοῦ, καὶ ἕκαστον εἰς τὴν γῆν αὐτοῦ
(十五)「我趕出他們以後,必再回轉憐憫他們,領他們各歸本業、各歸本地。」
(15) And it shall come to pass, after I have cast them out, I will return and have mercy on them, and I will settle them again, each in his own inheritance and each in his own land.
1:1001
Καὶ ἔσται ἐὰν διδάσκοντες διδάξωσι τὴν ὁδόν μου τὸν λαόν μου, τοῦ ὀμνύειν τῷ ὀνό ματί μου, ζῇ Κύριος, καθὼς ἐδίδαξαν τὸν λαόν μου ὀμνύειν ἐν τῇ Βάαλ, καὶ οἰκοδομηθήσον ται ἐν μέσῳ τοῦ λαοῦ μου
「將來若他們殷勤將我的道教訓我的百姓,指著我的名起誓說『我指著永生的耶和華起誓』,正如他們從前教我的百姓指著巴力起誓一樣,他們就必在我百姓中間得以建立。」
And it shall be, if they diligently teach my people my way, to swear by my name, 'As the Lord lives,' just as they taught my people to swear by Baal, then they shall be built up in the midst of my people.
1:1002
Ἐὰν δὲ μὴ ἐπι στρέψωσιν, ἐξαρῶ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ, φησὶ Κύριος
「但他們若不回轉,我就把那國拔出、徹底剪除、加以毀滅,這是耶和華說的。」
But if they do not turn back, I will utterly remove that nation with removal and destruction, says the Lord.
1:1003
Εἶπε καὶ τὴν παντελῆ τοῦ Ἰουδαίων ἔθνους ἀποβολήν
他也說到猶太民族將被徹底棄絕。
He spoke also of the complete rejection of the nation of the Jews.
1:1004
Ἐξαρῶ γὰρ τὸ ἔθνος ἐκεῖνο ἐξάρσει καὶ ἀπωλείᾳ, φησὶ Κύριος. ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ
「因為我必把那國拔出剪除、加以毀滅,這是耶和華說的。」第十三章
For I will remove that nation with removal and destruction, says the Lord. CHAPTER 13
1:1005
Μετὰ ταῦτα κελεύεται ὁ προφήτης περίζωμα λι νοῦν πριάμενος, καὶ τῇ ὀσφύϊ περιθεὶς, παρὰ τὸν Εὐφράτην ποταμὸν τοῦτο κατακρύψαι, καὶ τὸ κελευ σθὲν παραυτίκα πεπλήρωκεν
此後,先知奉命去買一條麻布腰帶,束在腰上,把它藏在幼發拉底河邊;他立刻遵行了所吩咐的。
After this the prophet is commanded to buy a linen loincloth, and having put it about his loins, to hide it away by the river Euphrates; and he immediately fulfilled the command.
1:1006
Ἡμερῶν δὲ πλείστων διελθουσῶν, προσετάχθη πάλιν κομίσαι τὸ περίζωμα·
過了許多日子,他又奉命去取那腰帶;
When very many days had passed, he was again ordered to fetch the loincloth;
1:1007
Καὶ λαβὼν ἐν ταῖς χερσὶν αὐτοῦ, εὗρε δι εφθαρμένον, καὶ εἰς πᾶσαν ἄχρηστον χρῆσιν
他伸手去取,發現腰帶已經腐爛,毫無用處了。
and taking it in his hands, he found it ruined and useless for any use.
1:1008
Οὕτω φθερῶ τὴν ὕβριν Ἰούδα, καὶ τὴν ὕβριν Ἰερουσαλὴμ, τὴν πολλὴν ταύτην ὕβριν
「我必照樣毀壞猶大的驕傲和耶路撒冷的驕傲,就是這極大的驕傲。」
Thus will I ruin the pride of Judah and the pride of Jerusalem, this great pride.
1:1009
Τὸν λαὸν τοῦτον τὸν πονηρόν·
「這惡民,」
This wicked people,
1:1010
τοὺς μὴ βου λομένους ὑπακούειν τῶν λόγων μου, καὶ πο ρευομένους ἐν τῇ εὐθύτητι τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς, καὶ πορευομένους ὀπίσω θεῶν ἀλ λοτρίων, τοῦ δουλεύειν αὐτοῖς, καὶ προσ κυνεῖν αὐτοῖς·
「就是那些不肯聽從我話的人,隨從自己惡心的頑梗而行,隨從別神去事奉敬拜;」
who are unwilling to obey my words, and walk in the crookedness of their evil heart, and go after other gods to serve them and to worship them;
1:1011
καὶ ἔσονται ὡς τὸ περίζωμα τοῦτο, ὃ οὐ χρησθήσεται ἔτι εἰς οὐθέν
「他們必像這條腰帶一樣,毫無用處了。」
and they shall become like this loincloth, which shall no longer be of use for anything.
1:1012
παρὰ δὲ τὸν Εὐφράτην ἐν τῇ τρυμαλιᾷ τῆς πέτρας προσετάχθη τὸ περίζωμα κατακρύψαι·
那腰帶奉命藏在幼發拉底河邊、磐石的裂縫中;
The loincloth was ordered to be hidden by the Euphrates, in the cleft of the rock;
1:1013
τρυμαλιὰν δὲ τῆς πέτρας τὴν Βαβυλῶνα καλεῖ·
他所說「磐石的裂縫」,是指巴比倫;
and by 'the cleft of the rock' he means Babylon;
1:1014
ἐκεῖ δὲ ὢν ἄχρηστος ἦν ὁ λαὸς, οὐκέτι λαὸς Θεοῦ χρηματίζων, οὐδὲ καθ' ἑαυτὸν πολιτευόμενος, οὐδὲ τὰς κατὰ νόμον λατρείας ἐπι τελῶν·
百姓在那裡毫無用處,不再稱為神的子民,不再自主治理,也不能舉行律法所定的敬拜;
and being there, the people were useless, no longer called God's people, nor governing themselves, nor performing the services according to the Law;
1:1015
ἀλλ' ἦν ἄχρηστος, ὡς τὸ διαφθαρὲν ἐκεῖνο περίζωμα
他們毫無用處,正如那腐爛的腰帶。
but they were useless, like that ruined loincloth.
1:1016
Καθάπερ γὰρ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον Ἰσραὴλ, καὶ πάντα τὸν οἶκον Ἰούδα, λέγει Κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν·
「腰帶怎樣緊貼人的腰,我也照樣使以色列全家和猶大全家緊貼我自己,這是耶和華說的,好叫他們作我馳名的子民、我的誇耀和榮耀;」
For just as the loincloth cleaves to a man's loins, so I made the house of Israel and all the house of Judah cleave to myself, says the Lord, that they might become for me a renowned people, a boast, and a glory;
1:1017
Τὴν ὑπερβολὴν τῆς ἀγαθό τητος διὰ τῶν εἰρημένων ἐδήλωσε, καὶ τῆς συν αφείας τὸν τρόπον ἐδίδαξε, καὶ ὅτι αὐτὸς μὲν ἠβουλήθη περιφανεῖς αὐτοὺς καὶ περιβλέπτους ἀποφῆναι, αὐ τοὶ δὲ διὰ τῆς παρανομίας ἐπεσπάσαντο τὰ ὀνείδη
他藉這些話顯明祂良善的無比豐盛,教導人這結合的方式,並指出祂本願使他們顯赫、令人矚目,他們卻因違法自招羞辱。
By these words he showed the surpassing measure of his goodness, and taught the manner of the union, and that he indeed willed to make them illustrious and admired, but they by their transgression drew upon themselves reproaches.
1:1018
Οὕτω καὶ διὰ τῶν πραγμάτων, τὴν προφητείαν ποιησάμενος, δι' ἑτέρας πάλιν εἰκόνος προλέγει τὰ συμ βησόμενα
如此,先知藉這些行動作了預言之後,又藉另一比喻預言將要發生的事。
Thus, having made the prophecy also through these deeds, he again foretells the things to come through another image.
1:1019
Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ·
「耶和華以色列的神如此說:」
Thus says the Lord, the God of Israel:
1:1020
Πᾶς ἀσκὸς πληρωθήσεται οἴνου
「各皮袋都要盛滿了酒。」
Every wineskin shall be filled with wine.
1:1021
Καὶ ἔσται, ἐὰν εἴπωσι πρὸς σὲ, Μὴ γνόντες οὐ γνωσόμεθα, ὅτι πᾶς ἀσκὸς πληρωθήσεται οἴνου; Καὶ ἐρεῖς πρὸς αὐτούς·
「他們若對你說『各皮袋豈不都要盛滿了酒麼,這我們豈不知道麼』,你就對他們說:」
And it shall be, if they say to you, 'Do we not surely know that every wineskin shall be filled with wine?' then you shall say to them:
1:1022
Καὶ τοὺς προφήτας καὶ τοὺς ἱερέας, καὶ ἅπαντα τὸν λαὸν, μεθύ σματος
「先知、祭司和眾百姓,都要被醉酒充滿。」
The prophets and the priests, and all the people, with drunkenness.
1:1023
Καὶ διδάσκων τί τὸ μέθυσμα, ἐπήγα γεν·
他為要說明這醉酒是甚麼,便接著說:
And teaching what the drunkenness is, he added:
1:1024
Καὶ διασκορπιῶ αὐτοὺς, ἄνδρα καὶ τὸν ἀδελφὸν αὐτοῦ·
「我要使他們彼此分散,人和他的弟兄,」
And I will scatter them, a man and his brother,
1:1025
καὶ τοὺς πατέρας αὐτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὸ αὐτὸ, λέγει Κύριος
「連他的父親和兒子一同分散,這是耶和華說的。」
and his fathers and his sons together, says the Lord.
1:1026
Καὶ δεικνὺς καὶ τὸ τῆς ὀργῆς ἀμετάβλητον, ἐπ ήγαγεν·
他為要顯明祂忿怒的不可挽回,便接著說:
And showing the unchangeableness of his wrath, he added:
1:1027
Οὐκ ἐπιποθήσω καὶ οὐ φείσομαι, καὶ οὐκ οἰκτειρήσω ἀπὸ διαφθορᾶς αὐτῶν, ἀντὶ τοῦ διαφθορὰν αὐτῶν. Μέθυσμα τοίνυν τὴν τιμωρίαν ἐκάλεσε·
「我必不顧惜、不憐憫、不施慈心,以致不毀滅他們」——意思是說,不阻止他們的毀滅。這樣,他把刑罰稱為「醉酒」;
I will not yearn over them, nor spare, nor have compassion, so as to withhold their destruction—that is, so as to prevent their destruction. Thus he called the punishment 'drunkenness';
1:1028
καὶ γὰρ οἱ ταῖς μεγίσταις περιπίπτοντες συμφοραῖς κεκαρωμένοις ἐοίκασι, διὰ τὴν τοῦ πά θους ὑπερβολὴν οὐδὲ θρηνεῖν δυνάμενοι
因為遭遇極大災禍的人好像昏醉的人一樣,因痛苦過度,甚至連哀哭也不能。
for those who fall into the greatest calamities resemble people stupefied, being unable, on account of the excess of their suffering, even to lament.
1:1029
Ἀκούσατε, καὶ ἐνωτίσασθε, καὶ μὴ ἐπαί ρεσθε·
「你們當聽,當側耳而聽,不要驕傲。」
Hear, and give ear, and do not be lifted up.
1:1030
Παύσασθε τῆς θρα. σύτητος, καὶ τῆς μανικῆς ἀλαζονείας·
要停止你們的放肆和瘋狂的自誇;
Cease from your insolence and your frenzied arrogance;
1:1031
ὡς παρὰ Θεοῦ δέξασθε τὰ λεγόμενα
要把所說的話當作出於神的話而領受。
receive the things spoken as from God.
1:1032
Προλάβετε, φησὶ, τὸν τῆς τιμω ρίας καιρόν
他說,要趁刑罰的時候未到之前搶先而行。
Anticipate, he says, the time of punishment.
1:1033
Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος παραινεῖ·
這也是神聖的使徒所勸勉的:
This the divine Apostle also urges:
1:1034
Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθόν. –Καὶ ἀναμενεῖτε εἰς φῶς, καὶ ἐκεῖ σκιὰ θανά του, καὶ τεθήσεσθε εἰς σκότος. Ἐν αὐτῇ γὰρ τῇ τιμωρίᾳ παρακαλοῦντες φιλανθρωπίας οὐ τεύξεσθε
「所以,我們有了機會,就當行善。」——「你們指望光明,那裡卻有死蔭,並且要陷入幽暗。」因為正當受刑之時,你們雖懇求,也得不著任何憐憫。
'So then, as we have opportunity, let us work what is good.'—And you shall wait for light, and there is the shadow of death, and you shall be placed in darkness. For in the very time of punishment, though you plead, you shall not obtain any mercy.
1:1035
Καὶ ἐὰν μὴ ἀκούσητε, κεκρυμμένως κλαύ σεται ἡ ψυχὴ ὑμῶν ἀπὸ προσώπου ὕβρεως·
「你們若不聽從,你們的心必因驕傲暗暗哭泣;」
And if you do not hear, your soul shall weep in secret because of pride;
1:1036
καὶ δακρύουσα δακρύσει, καὶ κατάξουσιν οἱ ὀφθαλ μοὶ ὑμῶν δάκρυα, ὅτι συνετρίβη τὸ ποίμνιον Κυ ρίου
「並且必痛哭流淚,你們的眼必淚流不止,因為耶和華的群羊被擄去了。」
and weeping it shall weep, and your eyes shall stream down tears, because the flock of the Lord is crushed.
1:1037
Τὸ κεκρυμμένως κλαύσεται τὴν ὑπερβολὴν αἰνίττεται τῶν κακῶν·
「暗暗哭泣」這話暗示禍患的極其嚴重;
The phrase 'shall weep in secret' hints at the excess of the evils;
1:1038
δουλεύοντες γὰρ τοῖς πολεμίοις, οὐδὲ προφανῶς δακρύσαι τολμήσετε, ἀλλὰ κρύβδην τοῦτο πράξετε
因為你們被仇敵奴役,甚至不敢公然哀哭,只能暗中如此行。
for being enslaved to your enemies, you will not even dare to weep openly, but will do this secretly.
1:1039
Παρακελεύεται δὲ καὶ τῷ βασιλεῖ, καὶ τοῖς ἄρχουσιν, ὀλοφύρεσθαι τὰς τῶν πραγμάτων με ταβολάς·
他又勸勉君王和首領為境遇的變遷哀哭;
He also exhorts the king and the rulers to lament the changes of their circumstances;
1:1040
ἀναμιμνήσκει δὲ καὶ τῶν ἤδη γεγενημένων
並且提醒他們已經發生過的事。
and he reminds them also of the things already come to pass.
1:1041
Πόλεις αἱ πρὸς νότον συνεκλείσθησαν, καὶ οὐκ ἦν ὁ ἀνοίγων
「南方的城邑都被關閉,無人開放。」
The cities toward the south were shut up, and there was none to open them.
1:1042
Ἀπῳκίσθη Ἰούδας, συνετέλεσεν ἀποικίαν τελείαν
「猶大全被擄去,被擄得極其徹底。」
Judah was carried away captive, he accomplished a complete deportation.
1:1043
Πολλὰς γὰρ τῆς Ἰουδαίας πόλεις Σεναχηρεὶμ ἐξηνδραπόδισε·
因為西拿基立擄掠了猶大許多城邑;
For Sennacherib enslaved many cities of Judea;
1:1044
ταῦτα δὲ, φησὶν, ὑπέμειναν ποινὴν τίνοντες ὧν ἐπλημμέλησαν
他說,他們忍受了這些事,是為他們所犯的過犯付上代價。
and these things, he says, they endured, paying the penalty for the wrongs they had committed.
1:1045
Κελεύει δὲ καὶ τῇ Ἱερουσαλὴμ τῶν ἐρχομένων ἀπὸ βοῤῥᾶ πολεμίων ἰδεῖν τὸ πλῆθος, καὶ ἐπιλέγει·
他又吩咐耶路撒冷觀看從北方來的仇敵的眾多,並接著說:
He also bids Jerusalem behold the multitude of the enemies coming from the north, and he adds:
1:1046
Ποῦ ἔστι τὸ ποίμνιον ὃ ἐδόθη σοι πρό βατα τῆς δόξης σου; Ἀντὶ τοῦ, τῶν οἰκητόρων τὸ πλῆθος
「賜給你的群羊,你榮耀的羊群在哪裡呢?」意思就是說,居民的眾多。
Where is the flock that was given to you, the sheep of your glory? That is, the multitude of the inhabitants.
1:1047
Τί ἐρεῖς, ὅταν ἐπισκέπτωνταί σε; Τουτέστιν οἱ πολέμιοι
「他們懲罰你的時候,你要怎麼說呢?」意思就是仇敵。
What will you say when they visit you? That is, the enemies.
1:1048
Καὶ σὺ ἐδίδαξας αὐτοὺς ἐπὶ σὲ μαθή ματα εἰς ἀρχήν σου. Πολεμούμενοι γὰρ ὑπὸ Σύρων, Ἀσσυρίους εἰς συμμαχίαν ἐκάλεσαν, δέον τοῦ Θεοῦ ζητῆσαι τὴν πρόνοιαν
「你自招其害,教導他們攻擊你、統治你的手段。」因為他們被亞蘭人攻擊,就召亞述人來結盟,本當尋求神的眷顧才是。
And you taught them, to your own hurt, lessons for your rule. For being warred upon by the Syrians, they called the Assyrians into alliance, when they ought to have sought the providence of God.
1:1049
Ὠδῖνες καθέξουσι σε, καθὰ γυναῖκα τίκτουσαν. Τὸ μέγεθος τῆς ὀδύ νης ἐδήλωσεν
「疼痛必臨到你,好像產難的婦人。」他顯明了那痛苦的巨大。
Pangs shall seize you, like a woman in labor. He showed the greatness of the anguish.
1:1050
Καὶ ἐὰν εἴπῃς ἐν τῇ καρδίᾳ σου·
「你心裡若說:」
And if you say in your heart:
1:1051
τὸ πλῆθος τῆς ἀδικίας σου ἀνεκαλύφθη τὰ ὀπίσθιά σου παραδειγματι σθῆναι τὰς πτέρνας σου
「你罪孽的眾多已被揭露,你的後身也顯露出來,使你的腳跟成為眾人的鑑戒。」
The multitude of thine iniquity is uncovered, thy hinder parts, so that thy heels may be made a public example.
1:1052
Καταισχύνει τοὺς τοῦτο ὑπομένοντας ἡ τοιαύτη γύμνωσις
這樣的赤身露體,使那些必須忍受它的人蒙羞。
Such a stripping bare covers with shame those who must endure it.
1:1053
Λέγει τοίνυν, Ὅτι ἐγυμνώθης, οὐ τὰ πλημμελήματα καὶ ταύτας σοι τὰς συμφορὰς ἀπεκύησεν; κγʹ
所以祂說:你既已被剝得赤裸——這豈不是你的過犯,為你生出了這些災禍嗎?第二十三節。
He says therefore: Was it not that thou wast stripped naked—that is, thy transgressions—that brought forth for thee these calamities also? Verse 23.
1:1054
Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὑτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα αὑτῆς, καὶ ὑμεῖς δυνή σεσθε εὖ ποιῆσαι, μεμαθηκότες κακά
「古實人若能改變他的皮膚,豹若能改變牠的斑點,你們這慣於作惡的,也就能行善了。」
'If the Ethiopian will change his skin, and the leopard her spots, then may ye also be able to do good, having learned to do evil.'
1:1055
Ἀληθὴς ἄρα ὁ λόγος, ὅτι τὸ ἔθος δευτέρα φύσις
由此可見那句話是真的:習慣是第二天性。
True, then, is the saying that habit is second nature.
1:1056
Τοῖς γὰρ φυσικοῖς τὰ γνωμικὰ τῷ μακρῷ ἔθει πάντα συν έκρινα
因為藉著長久的習慣,祂把他們出於意志的性情,與那些本性的東西相提並論。
For by long custom he compared their deliberate dispositions with those things that are natural.
1:1057
Τούτου χάριν ἀπειλεῖ φρυγάνων δίκην αὐ τοὺς διασκεδάσειν ὑπὸ λαίλαπος τῇδε κἀκεῖσε περι. φερομένων
為此緣故,祂威嚇要像碎稭一樣把他們吹散,被狂風捲來捲去,飄向四方。
For this cause He threatens to scatter them like stubble, whirled hither and thither by the tempest.
1:1058
Λέγει δὲ καὶ τῶν ἁμαρτημάτων αὐτῆς τὸ πλῆθος, ἀκολασίαν, καὶ θρασύτητα, καὶ εἰδώλων λατρείαν·
祂也提到她眾多的罪——放蕩、狂傲,以及對偶像的敬拜;
He speaks also of the multitude of her sins—licentiousness, and insolence, and the worship of idols;
1:1059
ἀπαλλοτρίωσιν γὰρ πορνείας αὐτὴν καλεῖ·
因為祂稱之為她淫亂的悖離。
for He calls it the estrangement of her fornication.
1:1060
Ἐπὶ τῶν βουνῶν, καὶ ἐν τοῖς ἀγροῖς ἑώρακα τὰ βδελύγματά σου. Εἶτα θρηνητι κῶς, Οὐαί σοι, Ἱερουσαλὴμ, ὅτι οὐκ ἐκαθαρίσθης ὀπίσω μου!
「在岡陵上、在田野間,我看見了你可憎的行為。」隨後又哀歎道:「耶路撒冷啊,你有禍了,因為你不肯潔淨自己來跟從我!」
'Upon the hills, and in the fields have I seen thine abominations.' Then in a mournful strain: 'Woe unto thee, O Jerusalem, for thou wast not cleansed to follow after Me!'
1:1061
ἕως τίνος ἔτι; Πολλὰς γὰρ παρανομίας τολμήσασα μεταμελείᾳ χρήσασθαι οὐκ ἠθέλησας·
還要到幾時呢?因為你既膽敢犯下許多不法之事,卻不肯運用悔改;
How much longer yet? For having dared to commit many transgressions, thou wast unwilling to make use of repentance;
1:1062
ἐγὼ δὲ οὐκέτι μακροθυμήσω·
所以我不再寬容忍耐了。
but I will no longer be longsuffering.
1:1063
Ἄμεινον μὲν οὖν κατὰ τοὺς θείους πολιτεύε σθαι νόμους·
因此,按照神聖的律法來安排生活乃是上策;
It is better, then, to order one's life according to the divine laws;
1:1064
ἐπειδὴ δὲ ἀνθρώπους ὄντας καὶ πταίειν εἰκὸς, κεχρῆσθαι προσήκει τοῖς τῆς μεταμελείας φαρμάκοις, καὶ διὰ τούτων τὸν κριτὴν ἱλεοῦσθαι, καὶ τῶν ἠπειλημένων κολάσεων τὴν πεῖραν διαφυγεῖν
然而我們既是人,跌倒也是難免的,就當使用悔改的良藥,藉此使審判者息怒,並得以逃脫那已被警告的刑罰。
but since we are men, and it is likely that we should stumble, it is fitting to make use of the remedies of repentance, and through these to propitiate the Judge, and to escape the experience of the punishments that have been threatened.
1:1065
Ὧν καὶ ἡμεῖς ἀπείρατοι διαμείναιμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們也靠著我們主耶穌基督的恩典與慈愛,得以不受這些刑罰所觸及;願榮耀與權能藉著祂歸與父,並與至聖的聖靈,從今直到永永遠遠。
Of which may we also remain untouched, by the grace and lovingkindness of our Lord Jesus Christ, with whom to the Father be glory and might, together with the all-holy Spirit, now and ever, and unto the ages of ages.
1:1066
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἱερεμίαν περὶ τῆς ἀβροχίας
耶和華的話臨到耶利米,論及那乾旱。
And the word of the Lord came unto Jeremiah concerning the drought.
1:1067
Παντοδαπὰς αὐτοῖς ἐπιφέρει παιδείας, ἵνα τῆς πονηρίας ἀνακόψῃ τὸν δρόμον
祂降下各樣的管教在他們身上,為要遏止他們罪惡的奔流。
He brings upon them chastisements of every kind, that He may check the course of their wickedness.
1:1068
Λέγει γὰρ ἐπιλελοιπέναι καὶ τὰς πηγὰς, καὶ τὰ φρέατα, καὶ τὰ ἐκ τῶν ὄμβρων συστήματα·
因為祂說泉源、水井,以及那由雨水匯聚的水池都已枯竭;
For He says that both the springs, and the wells, and the reservoirs formed by the rains have failed;
1:1069
ἠκολούθησε δὲ καὶ ἡ τῆς γῆς ἀκαρπία, καὶ τὰ κτήνη δὲ οὐ τὰ ἥμερα μόνον, ἀλλὰ καὶ τὰ ἄγρια, τοῦ πάθους μετέλα χεν
隨之而來的還有地土的荒蕪,牲畜——不僅是馴養的,連野生的——也同受這苦難。
and there followed also the barrenness of the earth, and the cattle—not only the tame, but also the wild—partook of the suffering.
1:1070
Ἔλαφοι γὰρ, φησὶν, ἐν ἀγρῷ ἔτεκον, καὶ ἐγκατέλιπον, ὅτι οὐκ ἦν βοτάνη
祂說:「母鹿在田野生產,卻撇棄幼子,因為沒有青草。」
'For the hinds,' He says, 'calved in the field, and forsook their young, because there was no grass.'
1:1071
Ὄνοι ἄγριοι ἔστησαν ἐπὶ νάπαις, εἵλκυσαν ἄνεμον ὡς δρά κων
「野驢站在林間的山谷上,像蛇一般張口吸風。」
'The wild asses stood upon the wooded glens, they snuffed up the wind like a dragon.'
1:1072
Τοῦτο δὲ καὶ ἄνθρωποι ποιοῦσι διψῶντες, ταῖς τῶν ἀνέμων αὔραις τὸ θερμὸν καταψύχοντες
人在乾渴時也是這樣做的,用風的涼氣來消解自身的燥熱。
And this too men do when thirsty, cooling their heat with the breezes of the winds.
1:1073
Εἶτα ὁ προφήτης ἱκετείαν προσφέρει, καὶ τῶν κοινῶν ἁμαρτημάτων ἀναμιμνήσκεται, καὶ ταύτῃ τὸν Θεὸν ἱλεοῦται
接著先知獻上懇求,題起眾人共同的罪,並藉此使神息怒。
Then the prophet offers supplication, and makes mention of the common sins, and by this propitiates God.
1:1074
Σοὶ γὰρ, φησὶν, ἡμάρτομεν. ηʹ
他說:「我們得罪了你。」第八節。
'For against Thee,' he says, 'have we sinned.' Verse 8.
1:1075
Ὑπομονὴ Ἰσραὴλ, σώζεις ἐν καιρῷ κα-κῶν
「以色列的盼望啊,你在患難的時候施行拯救。」
'O hope of Israel, Thou savest in the time of evils.'
1:1076
Παρὰ σοῦ γὰρ τὸν ἔλεον προσμένομεν ἅπαντες
因為我們眾人都在等候從你而來的憐憫。
For from Thee do we all await mercy.
1:1077
Ἱνατί ἐγενήθης ὡς πάροικος ἐπὶ τῆς γῆς, καὶ ὡς αὐτόχθων ἐκκλίνων εἰς κατάλυμα; Τὸ ὡς αὐτό χθων, ὁ Σύρος, ὡς ὁδίτης, ἡρμήνευσε
「你為何像地上寄居的,又像本地人轉入客棧投宿呢?」「像本地人」這句話,那敘利亞譯本譯作「像過路的旅人」。
'Why hast Thou become as a sojourner upon the earth, and as one native-born turning aside to a lodging?' The phrase 'as one native-born,' the Syrian rendered 'as a wayfarer.'
1:1078
Τί δή ποτε, φησὶ, παρορᾷς ἡμᾶς καὶ ἔοικας παροίκῳ κα ταφρονοῦντι τῶν οἰκημάτων, ὡς ἀλλοτρίων, ἐν οἷς οἰκεῖ, καὶ ὁδίτῃ παριόντι, καὶ τῶν κατὰ τὴν ὁδὸν οὐκ ἐπιμελουμένῳ; θʹ
他說:「你為何竟撇下我們不顧,好似一個寄居者,藐視他所暫住的房舍,如同不屬自己的一般;又好似一個過路的旅人,對沿途的事物毫不在意呢?」第九節。
'Why ever,' he says, 'dost Thou overlook us, and seem like a sojourner who despises dwellings as belonging to others, in which he lodges, and like a wayfarer passing by, who takes no care for the things along the road?' Verse 9.
1:1079
Μὴ ἔσῃ ὥσπερ ἄνθρωπος ὑπνῶν, καὶ ἀνὴρ οὐ δυνάμενος σώζειν; Οὔτε ὁ καθεύδων τῶν παρακαλούντων ἀκούει, καὶ ὁ ἀσθενείᾳ συνεζευγμέ νος ἐπαμύνειν οὐ δύναται
「求你不要像睡著的人,又像不能施救的勇士。」因為睡著的人聽不見那些呼求他的人,而被軟弱所束縛的人也無力援助。
'Be not as a man asleep, and as a man that cannot save.' For neither does the sleeper hear those who call upon him, and he who is yoked to weakness cannot come to the rescue.
1:1080
καὶ γὰρ δύνασαι, καὶ ἐγρήγορας, καὶ παν ταχοῦ πάρει, καὶ τοῖς πᾶσι παρίστασαι
但你既有能力,又常醒著,又無處不在,並且與眾人同在。
for Thou both art able, and art awake, and art everywhere present, and standest by all.
1:1081
Καὶ σὺ ἐν ἡμῖν εἶ, Κύριε, καὶ τὸ ὄνομά σου ἐπικέκληται ἐφ' ἡμᾶς·
「耶和華啊,你在我們中間,我們也稱為你名下的人;
'And Thou art in the midst of us, O Lord, and Thy name is called upon us;
1:1082
μὴ ἐπιλάθῃ ἡμῶν. Τίθησι δὲ καὶ τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἀπό κρισιν·
求你不要撇棄我們。」他也記下神所賜的回答:
forget us not.' He sets down also the answer given by God:
1:1083
Ἠγάπησαν κινεῖν πόδας αὑτῶν, καὶ οὐκ ἐφείσαντο
「他們喜愛挪移自己的腳步,並不加以節制。」
'They loved to move their feet, and spared them not.'
1:1084
Τουτέστιν εἰς τὴν τῆς πονηρίας ὁδόν·
這就是說,走向罪惡的道路;
That is, into the way of wickedness;
1:1085
τοῦτο γὰρ διδάσκει καὶ τὰ ἐπιφερόμενα
因為隨後的話語也教導這一點。
for this also the words that follow teach.
1:1086
Καὶ ὁ Θεὸς οὐκ εὐδόκησεν ἐν αὐτοῖς. Λέγει δὲ ὅτι καὶ τῶν ἀδικιῶν αὐτῶν τὴν μνήμην ποιήσεται, καὶ δίκας αὐ τοὺς ὧν ἠσέβησαν πράξεται
「神也不喜悅他們。」祂說祂要記念他們的罪孽,並要向他們追討他們所行不敬虔之事的刑罰。
'And God took no pleasure in them.' He says that He will make remembrance of their iniquities, and will exact from them penalties for the impieties they committed.
1:1087
ποιήσασθαι, καὶ φάσκει μήτε τῇ νηστείᾳ αὐτῶν προσέξειν, μήτε τὰς ὑπ' αὐτῶν προσφερομένας δέξασθαι θυσίας, ἀλλὰ λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ παραδώσειν
祂並且宣告說,祂既不理會他們的禁食,也不接納他們所獻的祭物,反要把他們交給饑荒、瘟疫與刀劍。
And He declares that He will neither give heed to their fasting, nor accept the sacrifices offered by them, but will deliver them over to famine and pestilence and slaughter.
1:1088
Τού των ἀκούσας ὁ προφήτης τῶν ψευδοπροφητῶν τὰς προῤῥήσεις προφέρει, καί φησιν ἐκείνους τὰ ἐναν τία προλέγειν, καὶ εἰρήνην αὐτοῖς ὑπισχνεῖσθαι, καὶ ἀγαθῶν ἀφθονίαν
先知聽了這些話,便提出假先知們的預言,說他們預告的恰恰相反,向他們應許平安,並各樣美物的豐足。
Having heard these things, the prophet brings forward the predictions of the false prophets, and says that they foretell the contrary, and promise them peace, and abundance of good things.
1:1089
Οὐκ ἐνετειλάμην γὰρ αὐτοῖς, φησὶ, καὶ οὐκ ἐλάλησα πρὸς αὐτοὺς, ὅτι ὁράσεις ψευδεῖς, καὶ μαντείας, καὶ οἰωνίσματα, καὶ προαιρέσεις καρδίας αὐτῶν οὗτοι προφητεύουσιν ὑμῖν. Ὁράσεις τὰ ἐνύπνια καλεῖ, οἰωνίσματα δὲ τὰς ὀρνεοσκοπίας·
祂說:「我並沒有吩咐他們,也沒有對他們說話,這些人竟向你們預言虛假的異象、占卜、觀兆,以及他們自己心中所擇的意念。」祂稱夢為「異象」,稱觀鳥占卜為「觀兆」;
'For I commanded them not,' He says, 'neither spake I unto them, that these prophesy unto you false visions, and divinations, and auguries, and the choosings of their own heart.' By 'visions' He calls dreams, and by 'auguries' the observation of birds;
1:1090
μαντείας δὲ τὰ ἐξ ἐνεργείας δαιμόνων·
又稱那些藉著鬼魔運作而成的事為「占卜」;
and by 'divinations' those things wrought by the working of demons;
1:1091
προαιρέσεις δὲ καρδίας, τὴν ἀπὸ τῶν λογισμῶν ἐξαπάτην
又稱那出於他們自己思慮的欺哄為「心中的意念」。
and by 'the choosings of the heart,' the deceit arising from their own reasonings.
1:1092
Εἶτα τούτοις αὐτοῖς ἀπειλεῖ καὶ τὴν ἐξ ἀῤῥωστίας τελευτὴν, καὶ τὴν ἐν πο λέμῳ σφαγήν
接著祂向這些人威嚇,說他們必因疾病而死,並在戰爭中被殺。
Then to these very ones He threatens both death from sickness, and slaughter in war.
1:1093
Ἐν θανάτῳ γὰρ, φησὶ, νοσερῷ ἀποθανοῦνται, καὶ ἐν ῥομφαίᾳ καὶ λιμῷ τελευ τήσουσι. Σὺν δὲ τούτοις καὶ οἱ τοῖς τούτων ἀκολου θήσαντες λόγοις
祂說:「他們必因致病之災而死,並因刀劍與饑荒而喪命。」與這些人一同的,還有那些聽從他們言語的人。
'For by a diseased death,' He says, 'shall they die, and by sword and famine shall they be brought to their end.' And along with these, also those who followed their words.
1:1094
Οὐκ ἀξιωθήσονται δὲ οὐδὲ ταφῆς, πάντων ὁμοίως τοῖς αὐτοῖς περιπιπτόντων κακοῖς
他們甚至連埋葬也不配得,眾人一樣同遭這些禍患。
And they shall not be deemed worthy even of burial, all alike falling into the same evils.
1:1095
Ἀλλὰ πάλιν ὁ φιλάνθρωπος τὰ σκυθρωπὰ προειπὼν, τοῖς τῆς μετανοίας χρήσασθαι φαρμάκοις παρεγγυᾷ
然而那愛世人的主,既預先說了這些淒慘之事,又勸勉他們使用悔改的良藥。
But again the lover of mankind, having foretold the gloomy things, exhorts them to make use of the remedies of repentance.
1:1096
Καταγάγετε γὰρ, φησὶν, ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός· διὰ τὸ μέγεθος τῶν ἐπενεχθησομένων ὑμῖν κακῶν
祂說:「你們要晝夜使眼中流淚,因為那將臨到你們身上的禍患甚大。」
'For bring down,' He says, 'tears in your eyes day and night, because of the greatness of the evils that shall be brought upon you.'
1:1097
Ἐὰν ἐξέλθω εἰς τὸ πεδίον, καὶ ἰδοὺ τραυ ματίαι ῥομφαίας·
「我若出到田野,就見那些被刀劍所殺的;
'If I go forth into the plain, then behold the slain by the sword;
1:1098
καὶ ἐὰν εἰσέλθω εἰς τὴν πόλιν, ἰδοὺ πόνος λιμοῦ
我若進入城中,就見饑荒的愁苦。」
and if I enter into the city, behold the anguish of famine.'
1:1099
Προστίθησι καὶ τούτοις καὶ τὰ τῆς αἰχμαλωσίας κακά
祂又在這些之上,加上被擄的禍患。
He adds to these also the evils of captivity.
1:1100
Τῶν γὰρ ἀνοσίων ἐκείνων προμηθούμενος ὁ Θεὸς, συνέπεμψε καὶ προφήτας οἷόν τινας παιδονόμους καὶ διδασκάλους, ἵνα μὴ παντελῶς ἐκκλίνωσιν εἰς ἀσέ βειαν
因為神眷顧那些不虔敬的人,就差遣先知同去,好像某些孩童的監護人和教師,免得他們完全偏離而陷入不敬虔。
For God, taking forethought for those unholy men, sent along also prophets, as it were certain overseers of children and teachers, that they might not utterly turn aside into impiety.
1:1101
Ταῦτα διηγησάμενος, ὁ προφήτης πρὸς τὸν Θεὸν μεταφέρει τοὺς λόγους·
先知敘述了這些事,便把話轉向神;
Having narrated these things, the prophet turns his words toward God;
1:1102
Μὴ ἀποδοκιμάζων ἀπεδοκίμασας τὸν Ἰούδαν, ἢ ἀπὸ Σιὼν ἀπέστη ἡ ψυχή σου; Ἀντὶ τοῦ, ἡ πρόνοιά σου·
「你全然棄絕了猶大嗎?或是你的心厭離了錫安嗎?」意即,你的眷顧;
'Hast Thou utterly rejected Judah? or hath Thy soul departed from Zion?' Meaning, Thy providence;
1:1103
ἀνθρωπίνως γὰρ τέθεικε τὴν ψυχὴν, εἰς σαφεστέραν ἔμφασιν τῆς προφητείας
因為他是按著人的說法用「心」這字,為要更清楚地表達這預言。
for in human fashion he has placed 'soul,' for a clearer expression of the prophecy.
1:1104
Λέγει δὲ ἀνίατον τὴν ἐπενεχθεῖσαν πλη γὴν, καὶ ἐπιφέρει λέγων οὕτως· κʹ, καʹ
他又說那所受的擊打是無法醫治的,並如此接著說:第二十、二十一節。
And he says that the blow inflicted is incurable, and adds, speaking thus: Verses 20, 21.
1:1105
Ἔγνωμεν, Κύριε, ἁμαρτίας ἡμῶν, ἀδι κίας πατέρων ἡμῶν·
「耶和華啊,我們承認自己的罪,並我們列祖的罪孽;
'We know, O Lord, our sins, the iniquities of our fathers;
1:1106
ὅτι ἡμάρτομεν ἐναντίον σου
因為我們在你面前犯了罪。」
for we have sinned before Thee.'
1:1107
καὶ μὴ εἰς ἡμᾶς ἀπίδῃς, ἀλλ' εἰς τὸ ὄνομά σου
「求你不要看我們,只要顧念你的名。」
'And look not upon us, but upon Thy name.'
1:1108
Σὸς γὰρ λαὸς χρηματίζομεν
因為我們是稱為你子民的。
For we are called Thy people.
1:1109
Μὴ ἀπολέσῃς θρόνον δόξης σου. Τὴν Ἱερουσα λὴμ οὕτως ὠνόμασε·
「求你不要毀壞你榮耀的寶座。」他這樣稱呼耶路撒冷;
'Destroy not the throne of Thy glory.' Thus he named Jerusalem;
1:1110
καὶ ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη, τοὺς ὅρκους ἀπαγορεύων, Μήτε εἰς Ἱεροσόλυμα ὀμόσῃς, ὅτι θρόνος ἐστὶ τοῦ με γάλου βασιλέως· ἐκεῖ γὰρ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο
主在神聖的福音書中禁止起誓時也說:「不可指著耶路撒冷起誓,因為那是大君王的寶座」;因為祂曾在那裡顯現自己的臨在。
and the Lord in the sacred Gospels, when forbidding oaths, said, 'Neither swear by Jerusalem, for it is the throne of the great King'; for there did He make His own manifestation.
1:1111
Ἀναμιμνήσκει δὲ καὶ τῆς πρὸς τοὺς πα τέρας γεγενημένης διαθήκης, καὶ ὅτι παρὰ τῶν εἰδώ λων οὐδεμία βοήθεια·
他又題起與列祖所立的約,並說偶像絲毫不能施予幫助;
And he calls to mind also the covenant made with the fathers, and that from the idols there is no help;
1:1112
ἀλλ' αὐτὸς τὸν ἄνωθεν φερό μενον ὑετὸν χορηγεῖ·
唯有祂親自供應那從上而降的雨;
but He Himself supplies the rain that is borne down from above;
1:1113
οὐ γὰρ ἀκυβέρνητος ἡ κτίσις·
因為受造之物並非無人掌管;
for the creation is not without a governor;
1:1114
Καὶ ὁ οὐρανὸς δώσει πλησμονὴν αὑτοῦ·
「天也必降下它的充盈。」
'And the heaven shall give its fulness.'
1:1115
οὐχὶ σὺ αὐτὸς, Κύριε, καὶ ὑπομενοῦμέν σε; ὅτι σὺ ἐποίησας σύμπαντα ταῦτα
「耶和華啊,這不正是你嗎?我們必仰望等候你;因為這一切都是你所造的。」
'Art not Thou Thyself He, O Lord? and we will wait upon Thee; for Thou hast made all these things.'
1:1116
Μὴ νόμιζε γὰρ, φησὶν, ὅτι σοῦ καταφρονῶν τὴν πρεσβείαν οὐ δέχομαι·
祂說:不要以為我藐視你,不接納你的代求;
For think not, He says, that despising thee I receive not thine embassy;
1:1117
οὐδὲ γὰρ ἐκείνοις εἶξα ἂν ἀντιβολοῦσιν, οἳ τοσαῦτα εἰργά σαντο θαύματα
因為就連那些行過許多神蹟、向我懇求的人,我也不會退讓。
for neither would I have yielded to those entreating, who wrought so many wonders.
1:1118
Τούτων μέντοι ἐμνήσθη, καὶ ὡς πρεσβυτέρων, καὶ ὡς πολλάκις αὐτὸν ὑπὲρ τοῦ λαοῦ πεπεικότων
然而祂題起這些人,既因他們是長者,又因他們曾多次為百姓向祂懇求得蒙應允;
Yet these He called to mind, both as elders, and as having often prevailed upon Him on behalf of the people;
1:1119
καὶ μέντοι καὶ Σαμουὴλ ταυτὸ τοῦτο δέδρακεν, καὶ πλεῖστον ὑετὸν ἐν ὥρᾳ θέρους κατ ήγαγεν
撒母耳也曾行過同樣的事,在夏令時節降下豐沛的雨。
and indeed Samuel too did this same thing, and brought down abundant rain in the season of summer.
1:1120
Εἶτα κελεύει τῷ προφήτῃ τὸν παρεστῶτα ἀπολῦσαι λαόν
接著祂吩咐先知打發那站在旁邊的百姓離去。
Then He bids the prophet dismiss the people that stood by.
1:1121
Ἐὰν δὲ εἴπωσι πρὸς σὲ, φησὶ, Ποῦ ἐξελευ σόμεθα; ἐρεῖς πρὸς αὐτοὺς, Τάδε λέγει Κύριος·
他說,如果他們對你說:「我們要往哪裡去呢?」你就對他們說:耶和華如此說:
But if they say to you, he says, 'Where shall we go forth?', you shall say to them: Thus says the Lord:
1:1122
Ὅσοι εἰς θάνατον, εἰς θάνατον·
定歸於死亡的,必歸死亡;
Those destined for death, to death;
1:1123
καὶ ὅσοι εἰς μά χαιραν, εἰς μάχαιραν·
定歸於刀劍的,必歸刀劍;
and those destined for the sword, to the sword;
1:1124
καὶ ὅσοι εἰς λιμὸν, εἰς λιμόν·
定歸於饑荒的,必歸饑荒;
and those destined for famine, to famine;
1:1125
καὶ ὅσοι εἰς αἰχμαλωσίαν, εἰς αἰχμαλω σίαν
定歸於擄掠的,必歸擄掠。
and those destined for captivity, to captivity.
1:1126
Ταῖς γὰρ τέσσαρσι ταύταις αὐτοὺς ὑποβαλῶ συμφοραῖς
因為我要使他們遭受這四種災禍。
For to these four calamities shall I subject them.
1:1127
Καὶ πρὸς τούτοις, οἱ τεθνεῶτες βορὰ γενήσονται θηρίων καὶ οἰωνῶν
此外,那些已死的人,必成為野獸和飛鳥的食物。
And besides these, those who have died shall become food for wild beasts and birds of prey.
1:1128
Καὶ παραδώσω αὐτοὺς εἰς ἀνάγκας πάσαις ταῖς βασιλείαις τῆς γῆς
我要把他們交付於地上萬國之中,遭受種種困苦。
And I shall hand them over to distresses among all the kingdoms of the earth.
1:1129
Προλέγει καὶ τὰ μετὰ τὴν ἐπάνοδον γενησόμενα, καὶ τὰ ἐπὶ τῶν Μακεδόνων συμβησόμενα, καὶ τὴν ὑπὸ Ῥωμαίων αὐτοῖς ἐπενε χθησομένην πανωλεθρίαν
他也預言歸回之後將要發生的事,以及在馬其頓人統治之下將臨到的事,還有羅馬人將加於他們的全然毀滅。
He foretells also the things that would come to pass after the return, and the things that would befall them under the Macedonians, and the utter destruction that would be brought upon them by the Romans.
1:1130
Τὰ μέντοι πρῶτα διὰ τὴν τοῦ Μανασσῆ τολμηθεῖσαν ἀσέβειαν συμβῆναι διδά σκει·
然而他教導說,這頭一批的事,乃是因瑪拿西所行的不敬虔之惡而臨到的;
Yet he teaches that these first things came to pass on account of the impiety perpetrated by Manasseh;
1:1131
ἀλλ' οὐκ ἄδικος ὁ κριτὴς, οὐδὲ ἀλλοτρίας εὐθύνας εἰσπράττεται, ἀλλ' ὡς κοινωνήσαντας τῆς ἀσεβείας, καὶ προθύμως τῷ πονηρῷ συνεργήσαντας βασιλεῖ, τοῖς προῤῥηθεῖσιν ὑποβάλλει κακοῖς
但這位審判者並非不義,也不追討他人的罪責;而是因他們曾分擔那不敬虔的罪,並且甘心與那惡王同謀,才使他們遭受上述的災禍。
but the Judge is not unjust, nor does he exact penalties for another's account; rather, as those who had shared in the impiety and had eagerly cooperated with the wicked king, he subjects them to the aforesaid evils.
1:1132
Τίς φείσεται ἐπὶ σοὶ, Ἱερουσαλήμ; καὶ τίς δειλιάσει ἐπὶ σοί; ἢ τίς ἀνακάμψει ἐρωτῆσαι τὰ εἰς εἰρήνην σοι; Ἀντὶ τοῦ, Πᾶσιν ἀνθρώποις δόξεις δίκαια πεπονθέναι
耶路撒冷啊,誰肯憐惜你呢?誰肯為你憂懼呢?誰肯轉來問你的安好呢?意思就是:在眾人眼中,你必顯為受了公義的報應。
Who shall spare you, O Jerusalem? and who shall be afraid for you? or who shall turn aside to ask after your welfare? That is to say: In the eyes of all men you shall seem to have suffered justly.
1:1133
Εἰώθασι γὰρ οἱ ἄνθρωποι, ὅταν τινὰ τῶν ἄκρᾳ πονηρίᾳ συζώντων ἴδωσι τιμω ρούμενον, οὐ μόνον οὐ συναλγεῖν, ἀλλὰ καὶ συν ήδεσθαι τοῖς ἠδικημένοις, ὡς τῆς ἐκείνου πονηρίας ἀπηλλαγμένοις
因為人們的習性是:每當看見一個活在極端邪惡中的人受懲罰時,不僅不與他一同傷痛,反而與那些先前受他冤屈的人一同歡喜,因為他們如今已脫離那人的邪惡。
For men are wont, whenever they see one who lives in extreme wickedness being punished, not only to feel no pain along with him, but even to rejoice together with those who had been wronged, as being now delivered from that man's wickedness.
1:1134
Σὺ ἀπεστράφης μου, λέγει Κύριος·
耶和華說:你離棄了我;
You have turned away from me, says the Lord;
1:1135
τὸ δὲ ὀπίσω πο ρεύσῃ, ἀντὶ τοῦ ταπεινωθήσῃ τέθεικεν
至於「你要向後退去」這句話,他是用來表示「你要被貶抑」的意思。
and the phrase 'you shall go backward' he has set down in the sense of 'you shall be humbled.'
1:1136
Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ διαφθερῶ σε, καὶ οὐκέτι ἀνήσω αὐτούς. Οὐκέτι γὰρ χρήσομαι τῇ προτέρᾳ μακροθυμίᾳ
我要向你伸手,毀滅你,不再寬容他們。因為我不再運用先前的忍耐了。
And I will stretch out my hand against you, and destroy you, and I will no longer spare them. For I will no longer employ my former forbearance.
1:1137
Εἶτα διδάσκων ὡς παρὰ γνώ μην κολάζειν ἀναγκάζεται, οἱονεὶ συναλγῶν λέγει·
接著,為要教導人知道他是違背己意而被迫施行懲罰,他彷彿與他們一同傷痛地說:
Then, teaching that he is compelled to chastise against his own inclination, he speaks as one grieving along with them:
1:1138
Ἐν πύλαις λαοῦ μου ἠτεκνώθησαν·
在我百姓的城門口,他們喪失了兒女;
In the gates of my people they were bereaved of children;
1:1139
ἀπώλε σα τὸν λαόν μου διὰ κακίας αὐτῶν, καὶ οὐκ ἐπεστρά φησαν. Αὐτοὶ τὸν ὄλεθρον ἐπεσπάσαντο, παύ σασθαι τῆς πονηρίας μὴ βουληθέντες
我因他們自己的惡而毀滅了我的百姓,他們卻不肯回轉。他們自招毀滅,因為他們不願停止作惡。
I destroyed my people through their own wickedness, and they did not turn back. They themselves drew down destruction upon themselves, being unwilling to cease from their wickedness.
1:1140
Λέγει δὲ διὰ τὴν τῶν ἀνδρῶν ἀναίρεσιν καὶ τὰς χήρας πληθυνθῆ ναι, καὶ πάλιν διὰ τὴν αὐτὴν αἰτίαν τὰς μητέρας στερηθῆναι τῶν παίδων
他說,因男丁被殺,寡婦增多了;同樣,因這緣故,母親們也喪失了她們的孩子。
He says that, because of the slaying of the men, the widows too were multiplied, and again for the same reason the mothers were deprived of their children.
1:1141
Ἐπήγαγον γὰρ, φησὶν, ἐπὶ τὴν μητέρα νεανίσκων ταλαιπωρίαν ἐν μεσημβρίᾳ·
他說:我使少年人的母親在正午遭遇苦難;
For I brought, he says, upon the mother of the young men misery at midday;
1:1142
ἐπέῤῥιψα ἐπ' αὐτὴν ἐξαίφνης τρόμον καὶ σπουδήν.. θʹ
我使戰兢和倉皇突然臨到她身上。(第九節)
I cast upon her suddenly trembling and haste. (9)
1:1143
Ἐκενώθη ἡ τίκτουσα ἑπτὰ, ἀπεκάκησεν ἡ ψυχὴ αὐτῆς
生過七個兒女的婦人衰弱了,她的心靈昏厥消沉。
She that bore seven is grown faint; her soul has fainted away.
1:1144
Ἐπέδυ ὁ ἥλιος αὐτῇ ἔτι μεσούσης ἡμέρας. Τοῖς γὰρ πενθοῦσι σκότος ὀνομάζεται καὶ τὸ φῶς·
太陽在她正午之時就落下了。因為對哀傷的人而言,連光明也稱為黑暗;
The sun went down upon her while it was yet midday. For to those who mourn, even the light is called darkness;
1:1145
ταῦτα καὶ τὰ τού τοις παραπλήσια εἰρηκὼς ὁ προφήτης ὀλοφύρεται καὶ θρηνεῖ·
先知說了這些話及類似的話之後,就悲歎哀哭說:
having said these things and others like them, the prophet laments and wails:
1:1146
Οἴμοι, μήτηρ, ὥς τινά με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ·
我的母親哪,我有禍了,你為何生我作一個在全地被爭訟、被論斷的人;
Woe is me, my mother, that you bore me as a man who is judged and contended with in all the earth;
1:1147
οὐκ ὠφέλησα, οὐδὲ ὠφέλησέ με οὐδείς·
我未曾使人得益,也無人使我得益;
I have not profited, nor has anyone profited me;
1:1148
ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με
在那些咒詛我的人中間,我的力量衰竭了。
my strength has failed among those who curse me.
1:1149
Τὸ ὠφέλησα ὤφλησα ὁ Σύρος ἡρμήνευσε·
敘利亞譯本把「我曾得益」翻譯為「我曾欠債」;
The Syriac rendered 'I have profited' as 'I have owed';
1:1150
λέγει τοίνυν, ὅτι Οὔτε ὤφληκα, οὔτε δεδάνεικα·
因此他說:我既未曾欠債,也未曾放債;
so then he says: I have neither owed anything, nor lent anything;
1:1151
καὶ πολ λοὺς ἐκτησάμην ἐχθροὺς, οἳ διηνεκῶς λοιδοροῦνται καὶ ἐπαρῶνται
然而我卻招來許多仇敵,他們不斷辱罵並咒詛我。
and yet I have gained many enemies, who continually revile and curse me.
1:1152
Τὰ συμβούλια γὰρ, ὡς τὰ πολλὰ, τίκτειν τὰς ἀπειθείας φιλεῖ
因為勸諫多半慣於生出悖逆。
For counsels, for the most part, are wont to give birth to disobedience.
1:1153
Κατὰ μέντοι τὴν ἑλληνικὴν ἑρμηνείαν οὕτω νοητέον, ὅτι Θρήνων εἰμὶ ἄξιος μάτην παραχθεὶς εἰς τόνδε τὸν βίον·
然而,按照希臘文譯本,當如此理解:我是配得哀歌的,因為我被徒然帶入這一生;
According to the Greek rendering, however, it is to be understood thus: I am worthy of lamentations, having been brought into this life to no purpose;
1:1154
οὔτε γὰρ ὤνησά τινα, οὔτε ὠφέλειαν παρ' ἑτέρων ἐκομι σάμην·
因為我既未曾使任何人得益,也未曾從他人領受任何益處;
for neither did I benefit anyone, nor did I receive any benefit from others;
1:1155
ἀρὰς δὲ μόνον δέχομαι παρὰ τῶν ἀκουόν των τὰς προφητείας
我從那些聽見我預言的人所領受的,惟有咒詛而已。
but I receive only curses from those who hear my prophecies.
1:1156
Γένοιτο, Κύριε, κατευθυνόντων αὐτῶν, εἰ μὴ παρέστην σοι ἐν καιρῷ τῶν κακῶν αὐτῶν, καὶ ἐν καιρῷ θλίψεως αὐτῶν, εἰς ἀγαθὰ πρὸς τὸν ἐχθρόν
主啊,願這事成就,就在他們亨通之時;我豈不曾在他們遭災之時、在他們受苦之時,站在你面前,為他們向仇敵求好處嗎?
Let it come to pass, O Lord, in their prospering, if I did not stand before you in the time of their evils, and in the time of their affliction, for good against the enemy.
1:1157
Ἄκουσον αὐτῶν, φησὶν, ἐπαρωμένων·
他說:求你聽他們如何咒詛我;
Hear them, he says, cursing me;
1:1158
πολλάκις σοι τὰς ὑπὲρ αὐτῶν ἱκετείας προσήνεγ κον
我曾多次為他們向你獻上懇求。
many times I offered up to you my supplications on their behalf.
1:1159
Εἶτα πάλιν ἐκ προσώπου τοῦ Θεοῦ·
接著,又是以神的口吻說:
Then again in the person of God:
1:1160
Εἰ γνωσθήσεται σίδηρος, καὶ περιβό λαιον χαλκοῦν
鐵豈能被認識,還有銅的遮蓋物嗎?
Shall iron be known, and a covering of bronze?
1:1161
Ἰσχύν σου, καὶ τοὺς θησαυ ρούς σου εἰς προνομὴν δώσω, ἀντάλλαγμα διὰ πάσας τὰς ἁμαρτίας σου ἐν πᾶσι τοῖς ὁρίοις σου
我要將你的力量和你的財寶交作掠物,作為你在你四境之內一切罪的償報。
Your strength and your treasures I will give for plunder, as a recompense for all your sins throughout all your borders.
1:1162
περιβο λαίοις, μὴ σιδηροῖς·
用遮蓋物,而非鐵製的;
with coverings, not with iron ones;
1:1163
πάντα γὰρ ὑμῶν τὸν πλοῦτον παραδώσω τοῖς πολεμίοις, καὶ ἔσται τοῦτο τῶν σῶν ἁμαρτημάτων ἀντίδοσις
因為我要把你們一切的財富交給仇敵,這就是你們罪愆的報應。
for all your wealth I will hand over to your foes, and this shall be the requital of your sins.
1:1164
Προστίθησι δὲ τούτοις καὶ τὴν γεγενημένην αἰχμαλωσίαν
他在這些之外,又加上已臨到他們身上的被擄之事。
And to these he adds also the captivity that had come upon them.
1:1165
Ταῦτα προειπὼν ὁ προφήτης, κίνδυνον ὑπομένει τῶν ἀκούειν οὐκ ἀνεχο μένων, ἀνελεῖν αὐτὸν πειραθέντων, καὶ παρακαλεῖ τὸν τῶν ὅλων Θεὸν, καί φησι·
先知預言了這些事之後,便從那些不肯聽的人手中遭遇危險,他們企圖殺害他;於是他呼求萬有的神,說:
Having foretold these things, the prophet endures peril from those who could not bear to listen, who attempted to kill him, and he calls upon the God of all and says:
1:1166
Μνήσθητί μου, Κύριε, καὶ ἐπίσκεψαί με, καὶ ἀθώωσόν με ἀπὸ τῶν καταδιωκόντων με
耶和華啊,求你記念我,眷顧我,救我脫離那些逼迫我的人。
Remember me, O Lord, and visit me, and acquit me of those who pursue me.
1:1167
Μὴ παραδῷς με τοῖς καταδιώκουσί με·
求你不要把我交給那些逼迫我的人;
Do not deliver me to those who pursue me;
1:1168
Μὴ εἰς μακροθυμίαν σου λάβῃς με. Ἔνια βάλῃς με ἔχει·
求你不要因你的恆忍而收取我。它含有這樣的意思:
Do not take me in your longsuffering. It bears the sense: 'you press me hard';
1:1169
τουτέστιν, ἀνεξι κάκως χρώμενος, καὶ κολάζειν τοὺς ἀδικοῦντας ἀναβαλλόμενος, τοὺς ἀδικουμένους ἡμᾶς ἀνιᾷς
就是說:你以忍耐容忍,並延遲懲罰那些行不義的人,卻使我們這些受冤屈的人憂傷。
that is: by exercising forbearance and deferring the punishment of the wrongdoers, you grieve us who are being wronged.
1:1170
Γνῶθι, εἰ ἔλαβον περὶ σοῦ ὀνειδισμόν.. ιϛʹ
求你知道,我為你的緣故受了辱罵。(第十六節)
Know that I have borne reproach for your sake. (16)
1:1171
Ὑπὸ τῶν ἀθετούντων τοὺς λόγους σου
被那些棄絕你話語的人所辱罵。
By those who reject your words.
1:1172
τοὺς σοὺς γὰρ λόγους διαπορθμεύων δυσμενὴς ἐγενόμην
因為我傳講你的話語,就成了他們所憎惡的人。
for in conveying your words I became hateful to them.
1:1173
Συντέλεσον αὐτοὺς, καὶ ἔσται ὁ λόγος σου ἐμοὶ εἰς εὐφροσύνην, καὶ εἰς χαρὰν καρδίας μου, ὅτι ἐπικέκληται τὸ ὄνομά σου ἐπ' ἐμέ. Ἐπειδὴ νομίζουσι ψευδῆ με προλέγειν, ταῖς δὲ τῶν ψευδοπροφητῶν ὑποσχέσεσιν ὡς ἀληθέσι προσέχουσι, τοὺς λόγους μου τοῖς ἔργοις βεβαίωσον, καὶ ταύτῃ με ψυχαγώγησον
求你使他們終結,你的話語就必成為我的歡喜、我心中的快樂,因為你的名已被稱在我身上。既然他們以為我所預言的是虛謊,卻把假先知的應許當作真實而聽從,求你用實事印證我的話語,藉此安慰我的心靈。
Bring them to an end, and your word shall be to me for gladness and for joy of my heart, because your name is called upon me. Since they suppose that I foretell falsely, and give heed to the promises of the false prophets as if they were true, confirm my words by the deeds, and thereby comfort my soul.
1:1174
Εἶτα λέγει, ὡς οὔτε τραπέζης αὐτοῖς, οὔτε γέλωτος ἐκοινώνησεν, ἀλλὰ τὸ θεῖον πάντων προετίμησε δέος·
接著他說,他既未與他們同席,也未與他們同歡笑,而是將對神的敬畏看得高於一切;
Then he says that he shared with them neither table nor laughter, but esteemed the fear of God above all things;
1:1175
καὶ διὰ τὴν πονηρίαν αὐτῶν, καὶ διὰ τὴν τιμωρίαν, ἀνιώμενος διετέλεσεν·
並且,無論是因他們的邪惡,還是因那將臨的懲罰,他始終持續在憂傷之中。
and both on account of their wickedness and on account of the punishment, he continued in grief.
1:1176
Ἐὰν ἀποστρέψῃς, καὶ ἀποκαταστήσω σε, πρὸ προσώπου μου στήσῃ·
你若回轉,我也必復興你,使你站立在我面前;
If you turn back, then I will also restore you; you shall stand before my face;
1:1177
καὶ ἐὰν ἐξαγάγῃς τίμιον ἀπὸ ἀναξίου, ὡς στόμα μου ἔσῃ
你若使寶貴的從卑賤的中間分別出來,你就必如同我的口。
and if you bring forth the precious from the worthless, you shall be as my mouth.
1:1178
Οὐ μικρός σοι, φησὶ, παρ' ἐμοῦ πεφύλακται μισθὸς τοῦτον ἀναδεξαμένῳ τὸν πόνον·
他說:你若擔起這勞苦,我為你所存留的賞賜必不微小;
Not small, he says, is the reward laid up for you by me, if you take up this labor;
1:1179
ἐὰν γάρ τινα τῶν πλανωμένων ἐπιστρέψῃς, πολλῆς παρ' ἐμοὶ παῤῥη σίας μεθέξεις
因為你若使那些迷失的人中有一個回轉,你就必在我面前得享大膽量。
for if you turn back any of those who go astray, you shall partake of great boldness before me.
1:1180
Τοῦτο γὰρ δηλοῖ τὸ πρὸ προσώπου μου στήσῃ. Κἄν τινα τῶν ἀνοσίων μεταβάλῃ, καὶ πείσῃς ἑλέσθαι τὰ ἐπὶ τὸ κρεῖττον, τῷ στόματί μου ἀπεικασθήσῃ·
因為這就是「你必站立在我面前」的意思。並且,你若使任何一個不虔的人改變,勸他們揀選那更美的道路,你就必被比作我的口;
For this is the meaning of 'you shall stand before my face.' And if you change any of the ungodly, and persuade them to choose the better course, you shall be likened to my mouth;
1:1181
καὶ γὰρ ἐγὼ λόγῳ τὰ μὲν ὄντα ἐποίησα, καὶ σὺ λόγῳ τοὺς τῆς κακίας ἐργάτας μετα βάλῃς εἰς ἀρετήν
因為我也是藉著話語造成了萬有,你也可以藉著話語,把那些行惡的人轉變為有德行的人。
for I too by a word made the things that are, and you too by a word may transform the workers of wickedness into virtue.
1:1182
Ὑπέσχετο δὲ αὐτῷ πάλιν τὸ ἄμαχον καὶ ἀήττητον, καὶ τῶν ἐξ ἀρχῆς γεγενημένων ἀνέμνησεν ὑποσχέσεων
他又應許他必不受攻擊、不被戰勝,並使他回想起從起初所立的應許。
And he promised him again invincibility and unconquerableness, and reminded him of the promises made from the beginning.
1:1183
Παρεγγυᾷ δὲ αὐτῷ, μὴ γῆμαι, μηδὲ παιδοποιῆ σαι, ὡς καὶ τῶν τικτόντων, καὶ τῶν τικτομένων, λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ παραδοθη σομένων
他吩咐他不可娶妻,也不可生子,因為無論是生育的還是所生的,都要被交付於饑荒、瘟疫、殺戮和奴役。
He charges him not to marry, nor to beget children, since both those who bear and those who are born would be given over to famine and pestilence, to slaughter and to slavery.
1:1184
Παρακελεύεται δὲ μήτε εὐφραινομένοις συνευφραίνεσθαι, μήτε ἀλγοῦσι συναλγῆσαι
他勸勉他,既不要與歡樂的人同歡樂,也不要與哀傷的人同哀傷。
He exhorts him neither to rejoice with those who rejoice, nor to grieve with those who grieve.
1:1185
Ἀφέστακα γὰρ, φησὶ, τὴν εἰρήνην μου ἀπὸ τοῦ λαοῦ τούτου, φησὶ Κύριος, καὶ τὸν ἔλεόν μου, καὶ τοὺς οἰκτιρμούς μου. ϛʹ
耶和華說:因為我已從這百姓身上收回了我的平安、我的憐憫和我的慈悲。(第六節)
For I have withdrawn, he says, my peace from this people, says the Lord, and my mercy, and my compassions. (6)
1:1186
Καὶ ἀποθανοῦνται μεγάλοι καὶ μικροὶ ἐν τῇ γῇ ταύτῃ
無論尊貴的或卑微的,都要死在這地。
And great and small shall die in this land.
1:1187
Λέγει δὲ ὡς οὐδὲ ταφῆς ἀξιωθήσονται, οὐδὲ θρῆνοι ἐπ' αὐτοῖς συνήθως γενήσονται, οὐδὲ ψυχαγωγίας τινὸς οἱ πενθοῦντες ἀξιωθήσονται·
他說,他們甚至不得埋葬,也無人按常例為他們舉哀,哀悼的人也得不著任何安慰;
He says that they shall not even be deemed worthy of burial, nor shall the customary laments be made over them, nor shall the mourners be deemed worthy of any consolation;
1:1188
καὶ ἀπειλεῖ παντὸς εἴδους εὐφροσύνης ἀποστέρησιν τῇ πόλει, ὡς μηδεμίαν ἐπενεχθῆναι φωνὴν, μὴ γάμων, μὴ συμποσίων, μὴ τῶν ἄλλων, ὅσα θυμήρη τοῖς ἀν θρώποις παρέχει ζωήν
他警戒這城,要奪去各樣的歡樂,以致再無一聲可聞——無論是婚宴之聲、筵席之聲,或是別的使人生歡愉的事物之聲。
and he threatens the city with the deprivation of every kind of gladness, so that not a single sound shall be raised—neither of weddings, nor of banquets, nor of the other things that make life pleasant to men.
1:1189
Πυνθανομένων δὲ, φησὶν, ἐκείνων, καὶ λεγόντων·
他說,當他們查問並說:
And when they inquire, he says, and say:
1:1190
Ἀποῤῥίψω ὑμᾶς ἀπὸ τῆς γῆς ταύτης εἰς γῆν, ἣν οὐκ ᾔδειτε ὑμεῖς, καὶ οἱ πατέρες ὑμῶν, καὶ δουλεύσετε ἐκεῖ θεοῖς ἑτέροις ἡμέρας καὶ νυκτὸς, οἳ οὐ δώσουσιν ὑμῖν ἔλεος
我必把你們從這地拋出去,到你們和你們列祖素不認識的地去;在那裡你們必晝夜事奉別神,那些神必不向你們施憐憫。
I will cast you away from this land into a land which you did not know, neither you nor your fathers, and there you shall serve other gods day and night, who shall show you no mercy.
1:1191
Ἐπειδὴ τοὺς οὐκ ὄντας φιλεῖτε θεοὺς, τῆς πατρῴας ὑμᾶς ἐκβαλῶ γῆς, καὶ παραδώσω τοῖς πολεμίοις, ἵνα σὺν ἐκείνοις τῇ πλάνῃ δουλεύητε
既然你們喜愛那些並不存在的神明,我就要把你們趕出祖先的土地,把你們交在仇敵手中,好叫你們與他們一同被那迷惑所奴役。
Since you love gods that have no existence, I will cast you out of the land of your fathers, and hand you over to your enemies, so that together with them you may be enslaved to error.
1:1192
Ὑπισχνεῖται μέντοι καὶ τὴν ἐπάνοδον·
然而祂也應許他們得以歸回。
Yet He also promises their return.
1:1193
προφέροντες τὸν Θεὸν ἀνυμνήσουσιν, οὐδὲ τῆς Αἰγυπτίων δουλείας τὴν ἀπαλλαγὴν διηγήσονται, ἀλλὰ τὴν ἀπὸ Βαβυλῶ νος ἐπάνοδον θαυμάσουσιν ἅπαντες
他們必稱頌神,歌頌讚美祂;他們不再述說脫離埃及奴役之事,眾人反倒要驚歎那從巴比倫的歸回。
In extolling God they will sing His praises, and they will no longer recount their deliverance from the bondage of the Egyptians, but all will marvel at the return from Babylon.
1:1194
Ἰδοὺ ἐγὼ ἀποστελῶ ἁλιεῖς πολλοὺς, λέγει Κύριος, καὶ ἁλιεύσουσιν αὐτούς·
主說:看哪,我要差遣許多打魚的來,他們必把他們如魚般打上來;
Behold, I will send many fishermen, says the Lord, and they shall fish for them;
1:1195
καὶ μετὰ ταῦτα ἀποστελῶ θηρευτὰς πολλοὺς, καὶ θηρεύ σουσιν αὐτοὺς ἐπάνω παντὸς βουνοῦ, καὶ ἐκ τῶν τρυμαλιῶν τῶν πετρῶν
此後我要差遣許多打獵的來,他們必在各山岡上、各磐石的裂縫中獵取他們。
and after these things I will send many hunters, and they shall hunt them upon every hill and out of the clefts of the rocks.
1:1196
Τὸ ἄφευκτον τῆς τι μωρίας διὰ τούτων δεδήλωκεν, ὅτι ἁλιεῖς καὶ θηρευ τὰς μιμούμενοι οἱ πολέμιοι πάντας αὐτοὺς σαγηνεύ σουσι, καὶ τοὺς ἐν τοῖς ὄρεσι πειρωμένους λανθάνειν ὑφ' ἑαυτοὺς ποιούμενοι
祂藉這些話表明刑罰無法逃避,就是說仇敵要效法打魚與打獵的人,用網把他們全都圍捕,連那些設法藏身於山中的人也要制伏在自己手下。
By these words He has shown that the punishment is inescapable, namely, that the enemies, imitating fishermen and hunters, will net them all as with a seine, bringing under their power even those who try to hide themselves in the mountains.
1:1197
Ὅτι οἱ ὀφθαλμοί μου ἐπὶ πάσας τὰς ὁδοὺς αὐτῶν, οὐκ ἀπεκρύβησαν ἀπὸ προσώπου μου, καὶ οὐκ ἐκρύβη τὰ ἀδικήματα αὐτῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου
因為我的眼目察看他們一切的道路;他們並不能在我面前隱藏,他們的罪孽也不能遮掩在我眼前。
For My eyes are upon all their ways; they were not hidden from My face, nor were their iniquities concealed from before My eyes.
1:1198
Πάντα ὁρῶ, οὐδέν με λανθάνει τῶν γιγνομένων
我看見萬事,凡所發生的沒有一件能逃過我的眼目。
I behold all things; nothing of what takes place escapes Me.
1:1199
Καὶ ἀνταποδώσω αὐτοῖς πρῶτον διπλᾶς τὰς ἀδικίας αὐτῶν, καὶ τὰς ἀνομίας αὐτῶν, ἐφ' αἷς ἐβεβήλωσαν τὴν γῆν μου ἐν τοῖς θνησιμαίοις τῶν βδελυγμάτων αὑτῶν
我要先按他們的罪孽和不法之事加倍報應他們,就是他們用可憎之物的屍首玷污我地的事。
And I will first recompense to them double their iniquities and their lawless deeds, wherewith they have profaned My land with the carcasses of their abominations.
1:1200
Ὡς φιλάνθρωπος διπλα σίαν ἁμαρτημάτων τὴν τιμωρίαν καλεῖ·
祂因愛世人,故將刑罰稱為罪的加倍;
As one who loves mankind, He calls the punishment double the sins;
1:1201
κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον, οὐκ ἀξίας ἔτισαν δίκας
因為按公義的衡量,他們所受的懲罰並不足以抵償他們的罪。
for according to the reckoning of what is just, they did not pay penalties worthy of their deeds.
1:1202
Θνη σιμαῖα δὲ τῶν βδελυγμάτων καλεῖ τὴν τῶν υἱῶν καὶ τῶν θυγατέρων σφαγὴν, ἣν τοῖς εἰδώλοις προσέφερον
祂所稱「可憎之物的屍首」,乃是指他們宰殺兒女獻給偶像之事。
And by 'the carcasses of the abominations' He means the slaughter of their sons and daughters, which they used to offer to the idols.
1:1203
Οὕτω τοῦ λαοῦ τὴν ἀσέβειαν δείξας, τὴν τῶν ἐθνῶν προθεσπίζει μεταβολήν
祂如此揭露了百姓的不敬虔之後,便預言列國的歸正。
Having thus exposed the impiety of the people, He foretells the conversion of the nations.
1:1204
Κύριος ἰσχύς μου, καὶ βοήθειά μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν·
主啊,你是我的力量,是我的幫助,是我在患難之日的避難所;
O Lord, my strength and my help and my refuge in the day of evils;
1:1205
πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ὠφέλεια ἐν αὐτοῖς
列國必從地極來歸向你,說:我們列祖所承受的偶像盡都虛假,其中毫無益處。
unto Thee the nations shall come from the ends of the earth, and shall say, How false were the idols our fathers acquired, and there is no profit in them.
1:1206
Οἱ τοσαύτης ἐπιμε λείας ἀξιωθέντες, καὶ νομικῆς καὶ προφητικῆς δι δασκαλίας ἀπολαύσαντες, ἀσεβοῦντες διετέλεσαν, καὶ παρανομοῦντες·
那些蒙受如此大眷顧、又得享律法與先知教訓的人,卻始終行不敬虔、犯法之事;
Those who had been deemed worthy of such great care, and had enjoyed the instruction both of the Law and of the prophets, persisted in impiety and in transgression;
1:1207
τὰ δὲ ἔθνη, ταύτης οὐκ ἀπολαύσαντα τῆς προμηθείας, μόνον δὲ τῶν ἀποστολικῶν κηρυ γμάτων ἀκούσαντα, ἔφυγε τὴν πλάνην, καὶ τῷ τῆς θεογνωσίας φωτὶ προσελήλυθε
然而列國雖未曾得享這樣的眷顧照管,僅僅聽見使徒的傳講,便逃離了迷惑,就近了認識神之真光。
but the nations, who had not enjoyed this providential care, and had merely heard the apostolic preaching, fled from error and drew near to the light of the knowledge of God.
1:1208
Καὶ τῆς προτέρας ἀναμιμνησκόμενος παροιμίας βοῶ σοι·
我想起先前的箴言,就向你呼求說:
And, calling to mind the former proverb, I cry out to Thee:
1:1209
Προλέγω, φησὶν, αὐτοῖς πρὸ πολλοῦ τὰ ἐσόμενα, καὶ προδιδάσκω αὐτοῖς τὴν ἰσχύν μου, ὅτι δι' εὐτελῶν καὶ ὀλίγων ἀνθρώπων τὴν μεταβολὴν αὐτῶν πραγματεύσομαι
祂說:我早早向他們預言將要發生的事,並預先教導他們認識我的能力,就是我要藉著卑微而少數的人成就他們的改變。
I foretell to them, He says, long beforehand the things that shall come to pass, and I teach them beforehand of My power, that through mean and few men I will accomplish their transformation.
1:1210
Οὕτω τὴν τῶν ἐθνῶν προθεσπίσας μεταβολὴν, τῆς Ἰουδαίων πάλιν ἀσεβείας κατηγορεῖ
祂如此預言了列國歸正之後,又再度控告猶太人的不敬虔。
Having thus foretold the conversion of the nations, He again arraigns the impiety of the Jews.
1:1211
Ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ, ἐν ὄνυχι ἀδαμαντίνῃ, ἐπὶ τοῦ στήθους τῆς καρ δίας αὐτῶν, καὶ ἐν τοῖς κέρασι τῶν θυσιαστηρίων αὐτῶν
猶大的罪是用鐵筆、用金鋼鑽記錄下來的,銘刻在他們心版之上,並在他們祭壇的角上。
The sin of Judah is written with a pen of iron, with an adamantine point, engraved upon the breast of their heart and upon the horns of their altars.
1:1212
Οὐδὲν τοῦ συνειδότος ἰσχυρότερον·
沒有什麼比良心更為堅強有力;
Nothing is stronger than the conscience;
1:1213
πάγια γὰρ τὰ ἐν τούτῳ πηγνύμενα γράμματα·
因為刻印在其上的字句是牢固不移的;
for the letters imprinted upon it are fixed and firm;
1:1214
κἂν γὰρ πάντες ἄνθρωποι μαρτυρήσωσιν ἀγαθὰ τῷ συνειδότι ἑαυτῶν, πονηρὰ τῶν ψευδολόγων τὸ συνειδὸς οὐκ ἀνέχεται, ἀλλὰ νύττεται, καὶ κεντεῖται, καὶ ἀδέκαστον ἐκφέρει τὴν ψῆφον
因為縱使眾人都為某人的良心作美好的見證,說謊之人的良心卻不容忍其邪惡,反倒被刺、被扎,發出不受賄賂、公正無私的判決。
for even if all men should bear good witness to their conscience, the conscience of liars does not endure their wickedness, but is pricked and stung, and delivers an incorruptible verdict.
1:1215
Τοῦτο καὶ ἐνταῦθά φησιν, ὅτι Καὶ τὰ πράγματά σου κατηγορεῖ, καὶ τὸ συνειδός σου συμ μαρτυρεῖ
祂在此也是這樣說:你的行為控告你,你的良心也一同作見證與你為敵。
This too He says here, that both your deeds accuse you, and your conscience bears witness together against you.
1:1216
Ἀναμιμνήσκει δὲ αὐτοὺς καὶ τῶν ἀλ σῶν, καὶ τῶν βωμῶν, καὶ τῆς ἐν αὐτοῖς γενομένης πλάνης, καὶ ἀπειλεῖ πάντα τὸν πλοῦτον αὐτῶν σὺν τοῖς εἰδώλοις παραδώσειν τοῖς πολεμίοις
祂又提醒他們那些樹叢與丘壇,以及他們在其中所犯的迷惑之罪,並且威嚇要把他們一切的財富連同偶像一併交在仇敵手中。
He reminds them also of the groves and the altars, and of the error committed in them, and threatens to hand over all their wealth together with their idols to the enemies.
1:1217
Προλέγει δὲ καὶ τὴν τῆς πόλεως ἐρημίαν·
祂又預言那城的荒涼;
He foretells also the desolation of the city;
1:1218
μετὰ ταῦτα ἄθλιον λέγει καὶ τρισάθλιον, καὶ ἀραῖς ὑποβάλλει τὸν τοῦ Θεοῦ μὲν ἀφιστάμενον, ἀνθρωπίνῃ δὲ δυναστείᾳ θαῤ ῥοῦντα·
此後祂稱那離棄神、卻倚靠人間權勢的人為可憐的,實在是三重可憐,並使他伏在咒詛之下;
and after this He calls wretched, indeed thrice wretched, and subjects to curses the man who departs from God but puts his confidence in human power;
1:1219
καὶ ἀπεικάζει τοῦτον ἀκάρποις τισὶ φυτοῖς καὶ εὐτελέσι, φυομένοις ἐν ταῖς ἐρημίαις καὶ μηδε μιᾶς ἐπιμελείας τυγχάνουσιν
祂又把這樣的人比作某些生在曠野、無人照管、不結果又毫無價值的植物。
and He likens such a one to certain barren and worthless plants that grow in the wilderness and receive no care.
1:1220
Ἔστι γὰρ, φησὶν, ἡ ἀγριομυρίκη, ἡ ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ὄψεται, ὅταν ἔλθῃ τὰ ἀγαθά
祂說:他必像曠野中的野檉柳,福樂來到時也看不見。
For he shall be, He says, like the wild tamarisk in the desert, and shall not see when good things come.
1:1221
Καὶ κα τασκηνώσει ἐν ἁλίμοις, ἐν γῇ ἐρήμῳ, ἐν γῇ ἁλ μυρᾷ, ἥτις οὐ κατοικιεῖται
他必住在鹹地、曠野、無人居住的鹽鹵之地。
And he shall dwell in salt places, in a wilderness, in a salt land which shall not be inhabited.
1:1222
Τὸ δὲ ἐν ἁλίμοις ὁ Σύ ρος ἐν φωλεοῖς ἡρμήνευσε·
至於「鹹地」一詞,敘利亞譯本譯作「洞穴」;
The phrase 'in salt places' the Syrian rendered as 'in dens';
1:1223
τοῦ τοιούτου κέρδους ἐδήλωσεν
他藉此顯明了這等所得的實質。
he made clear the nature of such gain.
1:1224
Ἀπεικάζει δὲ τὸν τῷ Θεῷ πεποιθότα, καὶ παραβάλ λει φυτῷ διηνεκῶς ἀρδομένῳ, καὶ μὴ βλαπτομένῳ ὑπὸ καύματος σφοδροτάτου, ἀεὶ δὲ ὥριμον φέροντι τὸν καρπόν
然而祂把倚靠神的人比作一棵不斷得澆灌的樹,不受最猛烈炎熱的傷害,卻常按時結出果子。
But He likens the one who trusts in God, and compares him to a plant that is continually watered and is not harmed by the most scorching heat, but ever bears its fruit in season.
1:1225
Ταῦτα δὲ οὐ μάτην εἶπεν, ἀλλὰ παραινῶν μὴ τῇ Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥῆσαι, ἀλλὰ διὰ τῆς τοῦ βίου μεταβολῆς τὴν θείαν ῥοπὴν ἐπισπάσασθαι
祂說這些話並非徒然,乃是為要勸勉他們不可倚靠埃及的援助,而要藉著改變生活來吸引神的眷顧。
These things He did not say in vain, but by way of exhortation, that they should not put their confidence in the aid of the Egyptians, but by the amendment of their life draw down the divine favour.
1:1226
Βαρεῖα ἡ καρδία παρὰ πάντα·
人心比萬物更為深沉;
The heart is deep above all things;
1:1227
καὶ ἄνθρωπός ἐστι, καὶ τίς γνώσεται αὐτόν; Ἐγὼ Κύριος ἐτάζων καρδίας, δοκιμάζων νεφροὺς, τοῦ δοῦναι ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτῶν
他不過是人,誰能知道他呢?我耶和華是鑒察人心、試驗肺腑的,要照各人所行的和他作為的果效報應他。
and it is a man—and who shall know him? I the Lord try the hearts and prove the reins, to give to each according to his ways and according to the fruits of his doings.
1:1228
Ἀνθρώποις μὲν, φησὶν, ἀκατάληπτα τὰ τοῦ πέλας βουλεύματα·
祂說:對世人而言,鄰舍心中的謀算是無法測透的;
To men, He says, the counsels of their neighbour are incomprehensible;
1:1229
κέκρυπται γὰρ τῆς καρδίας κινήματα·
因為心中的意念是隱藏的;
for the movements of the heart are hidden;
1:1230
ἐμοὶ δὲ τῷ ποιητῇ δῆλα καὶ ταῦτα·
然而對我這位造物主,連這些也是顯明的;
but to Me, the Maker, even these are manifest;
1:1231
οὐ γὰρ μόνοις. πράγμασιν, ἀλλὰ καὶ λογισμοῖς δικάζω, καὶ ἴσην καὶ δικαίαν ἐκφέρω τὴν ψῆφον
因為我不單憑行為審判,也憑意念審判,並且發出公平公義的判決。
for I judge not by deeds alone, but also by thoughts, and I render a verdict that is equal and just.
1:1232
Πάλιν ἐπὶ τὸν Βαβυλώνιον τὸν λόγον μετήνεγκεν
祂又把話題轉向那巴比倫人。
Again He turns His discourse to the Babylonian.
1:1233
Ἐφώνησε πέρδιξ, συνήγαγεν ἃ οὐκ ἔτεκε·
鷓鴣鳴叫,聚集牠所未曾生的;
The partridge cried out; it gathered what it did not bring forth;
1:1234
ποιῶν πλοῦτον αὑτοῦ οὐ μετὰ κρίσεως
他發財卻不憑公義。
making his wealth not with justice.
1:1235
Τῶν περδίκων οἱ θηρευταὶ τιθασσεύουσι πέρδικας, καὶ διὰ τῆς τούτων φωνῆς τοὺς ὁμογενεῖς συγκαλοῦ σιν·
獵取鷓鴣的人馴養鷓鴣,藉牠們的鳴叫招聚同類;
The hunters of partridges tame partridges, and by the call of these they summon together their own kind;
1:1236
οἱ δὲ, συντρέχοντες περιπίπτουσι τοῖς θηρά τροις
那些同類一同奔來,便落入了羅網。
and these, running together, fall into the snares.
1:1237
Τούτῳ τὸν Βαβυλώνιον ἀπείκασε, δεσπόζειν μὲν πάντων ἀνθρώπων πειρώμενον, πλοῦτον δὲ ἄδικον ἀθροίζοντα
祂把那巴比倫人比作這鳥,因他設法轄制眾人,又聚斂不義之財。
To this bird He likened the Babylonian, who tried to lord it over all men and gathered together unjust wealth.
1:1238
Προλέγει δὲ καὶ τὰ συμβησόμενα αὐτῷ σκυθρωπά
祂又預言那將臨到他身上的慘事。
He foretells also the grievous things that would befall him.
1:1239
μανίᾳ γὰρ περιέπεσε, καὶ θηριώδης ἐγένετο, καὶ ἐξελάσθη τῆς βασιλείας
因他陷入瘋狂,變得如同野獸,被逐出國度。
For he fell into madness, and became like a beast, and was driven out of the kingdom.
1:1240
Ἐστερήθη δὲ καὶ τὸν θρόνον
他也被剝奪了寶座。
And he was deprived also of his throne.
1:1241
Ὑψηλὸν ἁγίασμα ἡμῶν ἐξ ἀρχῆς·
我們的至聖所從起初就是崇高的;
A lofty sanctuary is ours from the beginning;
1:1242
Σὺ γὰρ ἡμῖν παρέξεις τῶν λυπηρῶν τὴν ἀπαλλαγήν·
因為你必賜給我們脫離憂患的拯救;
For Thou wilt grant us deliverance from our griefs;
1:1243
οἱ γὰρ καταλιπόντες σε αἰσχύνης πά σης πλησθήσονται
因為凡離棄你的人必滿受一切羞辱。
for they who forsake Thee shall be filled with all shame.
1:1244
Ἴασαί με, Κύριε, καὶ ἰαθήσομαι·
主啊,求你醫治我,我便得痊愈;
Heal me, O Lord, and I shall be healed;
1:1245
Ἐμαυτὸν ἐγὼ τῇ σῇ προνοίᾳ προσάγω, καὶ τῆς παρὰ σοῦ σωτηρίας ἱκετεύω τυχεῖν
我把自己交託於你的護理,並懇求得著從你而來的救恩。
I bring myself to Thy providence, and I supplicate to obtain the salvation that comes from Thee.
1:1246
Ἰδοὺ αὐτοὶ λέγουσι πρός με, Ποῦ ἔστιν ὁ λόγος Κυρίου; ἡκέτω
看哪,他們對我說:耶和華的話在哪裡呢?叫它應驗吧!
Behold, they themselves say to me, Where is the word of the Lord? Let it come!
1:1247
Ἐγὼ δὲ οὐκ ἐκο πίασα κατακολουθῶν ὀπίσω σου, καὶ ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα, σὺ ἐπίστασαι·
然而我並未因跟隨你而疲倦,也未曾切慕人的日子;你是知道的;
But I have not grown weary in following after Thee, and I have not desired the day of man; Thou knowest;
1:1248
τὰ ἐκπορευόμενα διὰ τῶν χειλέων μου πρὸ προσ ώπου σού ἐστιν
凡從我口中所出的話,都在你面前。
the things that go forth through my lips are before Thy face.
1:1249
Ἐπιμέμφονται τῇ βραδύτητι τῆς τιμωρίας, καὶ ψευδῆ τὴν προφητείαν νομίζουσι, σοῦ ἀναβαλλομένου τὴν τιμωρίαν·
他們埋怨刑罰遲延,因你延緩刑罰,便以那預言為虛假;
They find fault with the slowness of the punishment, and consider the prophecy false, since Thou art deferring the punishment;
1:1250
ἐγὼ δὲ, οὐδὲ ταύτην αὐτῶν τὴν ἀναλγησίαν ὁρῶν ἐβουλήθην αὐ τοὺς περιπεσεῖν τοῖς κακοῖς·
但我即便看見他們這樣的麻木不仁,仍不願他們陷入災禍;
but I, even when I saw this their insensibility, did not wish that they should fall into misfortunes;
1:1251
Ἡμέραν ἀνθρώπου οὐκ ἐπεθύμησα
我未曾切慕人的日子。
I have not desired the day of man.
1:1252
( ιζʹ.) Μὴ γένῃ μοι εἰς ἀλλοτρίωσιν, φειδόμενός μου σὺ ἐν ἡμέρᾳ πονηρᾷ
(十七章)求你不要成為我疏離的緣由,你是在患難之日眷顧我的。
(17.) Be not a cause of estrangement to me, Thou who sparest me in the evil day.
1:1253
Ἡμέραν πονηρὰν τὴν κατ' αὐτοῦ γενομένην ἐπανάστασιν καλεῖ
祂所稱「患難之日」乃是指那興起攻擊他的暴亂。
By 'the evil day' He means the insurrection that arose against him.
1:1254
Καὶ παρακαλεῖ τῆς τοῦ Θεοῦ κηδεμονίας τυχεῖν·
他懇求得著神的看顧照管;
And he entreats to obtain the care of God;
1:1255
καὶ ἐκείνους μὲν διαμαρτεῖν τῶν ἐπιχειρημάτων, καὶ καταισχυνθῆναι, αὐτὸν δὲ τῆς ἐπιβουλῆς ἀναφα νῆναι κρείττονα
並求那些人在所圖謀的事上失敗蒙羞,而他自己則顯為勝過那陰謀。
and that those men should fail in their undertakings and be put to shame, while he himself should be shown superior to the plot against him.
1:1256
Μετὰ ταῦτα κελεύεται ὁ προφήτης τὰς βασιλικὰς πύλας καταλαβεῖν, καὶ πᾶσι παρεγ γυῆσαι, καὶ βασιλεῦσι, καὶ ἰδιώταις, τὸν περὶ τοῦ Σαββάτου μὴ παραβαίνειν νόμον, ἀλλὰ τῇ ἀργίᾳ. τήνδε τὴν ἡμέραν τιμῆσαι, καὶ τῶν πατέρων μὴ ζηλῶσαι τὴν ἀπείθειαν·
此後先知奉命站在王宮的門口,囑咐眾人,無論君王或平民,都不可違背有關安息日的律法,倒要以安息尊重那日,也不可效法他們列祖的悖逆;
After these things the prophet is commanded to take his stand at the royal gates, and to charge all men, both kings and commoners, not to transgress the law concerning the Sabbath, but to honour that day with rest, and not to emulate the disobedience of their fathers;
1:1257
τούτου γὰρ γινομένου, φησὶ, τῶν τῆς εἰρήνης καρπῶν ἀπολαύσεσθε, καὶ συνδρα μοῦνται πάντοθεν οἱ τῷ Θεῷ τὰς θυσίας ἐν εἰρήνῃ προσφέροντες
祂說:若這樣行,你們必得享平安的果子,那些平安獻祭給神的人必從四方一同奔來。
for if this be done, He says, you shall enjoy the fruits of peace, and there shall run together from every side those who offer their sacrifices to God in peace.
1:1258
Ὑμῶν δὲ παραβαινόντων τῆς ἀργίας τὸν νόμον, καὶ φορτία κομιζόντων ἐν τῇ τοῦ Σαβ βάτου ἡμέρᾳ, οὐ τὰς πύλας μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν πόλιν παραδώσω πυρί
但你們若違背安息的律法,在安息日擔負重擔,我就要不僅將城門,連全城都交付於火。
But if you transgress the law of rest, and carry burdens on the day of the Sabbath, I will deliver to the fire not the gates only, but the whole city.
1:1259
Οὕτω καὶ τοῦτον συμπεράνας τὸν λόγον, παρακε λεύεται τῷ προφήτῃ εἰς τὸ τοῦ κεραμέως εἰσελθεῖν καταγώγιον
祂如此把這段話也講完之後,便吩咐先知進到窯匠的作坊去,
Having thus brought this discourse also to a close, He charges the prophet to go into the potter's workshop,
1:1260
κεραμέα σκεῦός τι διαπλάττοντα·
見窯匠正塑造某件器皿。
the potter fashioning some vessel.
1:1261
εἶτα τοῦτο διαπεσὸν καὶ συντριβὲν ἄνωθεν νεουργοῦντα
接著,當這器皿破碎散落之後,祂又從頭將它重新造作。
Then, when this vessel had fallen to pieces and been crushed, He made it new again from the very beginning.
1:1262
Καὶ ἔπεσε γὰρ, φησὶ, τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐκ τοῦ πηλοῦ, ἐν ταῖς χερσὶν αὐτοῦ, καὶ πάλιν ἐποίησεν αὐτὸ ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐναντίον αὐτοῦ τοῦ ποιῆσαι
經上說:「他親手用泥所做的器皿,在他手中壞了,他就照自己看為合宜的,另作了一個器皿。」
For it says, 'And the vessel which he himself was making out of the clay fell in his hands, and again he made it into another vessel, as it seemed good in his sight to make it.'
1:1263
Οὕτω δείξας τὸν κεραμέα τοῦ πηλοῦ τὴν ἐξουσίαν ἔχοντα, καὶ ὡς ἂν ἐθέλῃ, κατασχηματίζοντα τοῦτον, πρὸς τὸν προφήτην φησίν·
祂如此顯明窰匠對泥有權柄,隨自己的意思塑造它,便對先知說:
Having thus shown the potter as having authority over the clay, and fashioning it as he wills, He says to the prophet:
1:1264
Εἰ καθὼς ὁ κεραμεὺς, οὕτως οὐ δύναμαι τοῦ ποιῆσαι ὑμῖν, οἶκος Ἰσραήλ; φησὶ Κύριος
「以色列家啊,我豈不能照這窰匠所做的,向你們照樣行嗎?這是耶和華說的。」
'As this potter does, can I not so do to you, O house of Israel? says the Lord.'
1:1265
Ἰδοὺ ὡς πηλὸς ἐν χειρὶ τοῦ κεραμέως, οὕ τως ὑμεῖς ἐν ταῖς χερσί μου ἐστὲ, οἶκος Ἰσραήλ
「看哪,泥在窰匠手中怎樣,以色列家啊,你們在我手中也怎樣。」
'Behold, as the clay is in the hand of the potter, so are you in My hands, O house of Israel.'
1:1266
Καθάπερ γὰρ ἐκεῖνος καὶ φῦραι δύναται τὸν πηλὸν, καὶ σχηματίσαι τοῦτον, ὡς ἂν ἐθέλῃ·
因為正如那窰匠既能揉和泥土,又能隨己意塑造它,
For just as that man is able both to knead the clay and to fashion it as he wills,
1:1267
οὕτως ἐμοὶ ῥᾴδιον, καὶ τιμωρίᾳ παραδοῦναι, καὶ σωτηρίαν χαρί σασθαι, καὶ τοὺς ἐν εὐπραξίᾳ συμφοραῖς παραδοῦναι, καὶ αὖ πάλιν τοῖς ἐν δυσκληρίᾳ εὐημερίαν χαρίσα σθαι
照樣,於我也是容易的:既能交付刑罰,又能施予救恩;既能將亨通中的人交於災禍,又能將患難中的人賜以昌盛。
so it is easy for Me both to deliver to punishment and to grant salvation, both to hand over to calamities those who are in prosperity, and again to grant good fortune to those in misfortune.
1:1268
Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ βασι λείαν, τοῦ ἐξᾶραι αὐτοὺς, καὶ καθελεῖν, καὶ τοῦ ἀπολλύειν
「我論到一邦一國,說要拔出、拆毀、毀滅。」
'I will make a final decree against a nation and a kingdom, to remove them, and to pull down, and to destroy.'
1:1269
Καὶ ἂν ἐπιστραφῇ τὸ ἔθνος ἐκεῖνο ἀπὸ κακῶν αὑτῶν·
「那一邦若轉離他們的惡行,」
'And if that nation should turn away from its evils,'
1:1270
καὶ μετανοήσω ἀπὸ τῶν κακῶν, ὧν ἐλογισάμην ποιῆσαι αὐτοῖς
「我就必後悔,不將我所想要施行的災禍降與他們。」
'then I also will repent of the evils which I had devised to do to them.'
1:1271
Μὴ ἀπαγορεύσητε, φησὶ, τὴν σωτηρίαν·
祂說:「不要對救恩絕望;」
'Do not despair of salvation,' He says;
1:1272
καὶ γὰρ εἰ καταψηφίσομαι ἔθνους, καὶ ἀπειλήσω τιμωρίαν ἐσχά την, ἴδω δὲ αὐτῶν τὴν μεταμέλειαν, οὐκ ἐπάγω τὴν τιμωρίαν, ἀλλ' ὀρέγω τὸν ἔλεον
「因為即使我判定要懲罰一國,威嚇施以極刑,但我若見他們悔改,就不降那刑罰,反倒伸出憐憫。」
'for even if I pass sentence against a nation and threaten it with the utmost punishment, yet if I see their repentance, I do not bring on the punishment, but I extend mercy.'
1:1273
Κἂν πάλιν ὑπόσχωμαι ἀγαθῶν ἀφθονίαν, καταφρονήσαντες δὲ ἐκεῖνοι πονηρίαν ἀσπάσωνται, οὐ περανῶ τῶν ἀγαθῶν τὴν ὑπόσχεσιν
「反過來,我若應許豐盛的福分,他們卻藐視,反倒擁抱邪惡,我就不成就那福分的應許。」
'And again, if I promise abundance of good things, but they despise it and embrace wickedness, I will not fulfil the promise of good things.'
1:1274
Τοῦτο τοίνυν εἰδότες, φησὶ, μὴ ἀπαγορεύσητε τὰ χρηστότερα, ἀλλὰ προσενέγ κατε τὴν μετάνοιαν, καὶ τὴν σωτηρίαν καρπώσα σθε
祂說:「所以你們既知道這事,就不要對更美之事絕望,倒要獻上悔改,收取救恩。」
'Knowing this, therefore,' He says, 'do not despair of the better things, but bring forth repentance, and reap salvation.'
1:1275
Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, πλάσσω ἐφ' ὑμᾶς κακὰ, καὶ λογίζομαι ἐφ' ὑμᾶς λογισμόν·
祂說:「看哪,我正籌劃災禍攻擊你們,設下計謀對付你們;」
'For behold, I am framing evils against you,' He says, 'and I am devising a device against you;'
1:1276
ἀποστραφήτω ἕκαστος ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς, καὶ καλ. λίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν, καὶ τὰς ὁδοὺς ὑμῶν
「你們各人當回轉,離開自己的惡道,改善你們的行為和道路。」
'let each one turn away from his evil way, and make your practices and your ways better.'
1:1277
Ἀλλ' αὐτὸς μὲν φιλάνθρωπος ὢν, τοι αῦτα προσενήνοχε φάρμακα·
祂本是愛人的,便獻上這樣的良藥;
But He indeed, being loving toward mankind, offered such remedies;
1:1278
ἐκεῖνοι δὲ τοῦ ἰατροῦ τὰς ὑποθήκας οὐκ ἐδέξαντο
他們卻不肯接受這位醫者的囑咐。
yet they did not receive the physician's prescriptions.
1:1279
Ἀλλ' εἶπον, φησὶν, Ἀνδριούμεθα, ὅτι ὀπίσω τῶν ἀποστροφῶν ἡμῶν πορευσόμεθα, καὶ ἕκαστος τὰ ἀρεστὰ τῆς καρδίας αὑτοῦ ποιή σομεν
祂說:「他們卻說:『我們要剛強行事,因為我們必隨從自己所偏行的,各人隨自己頑梗的心去行。』」
'But they said,' He says, 'We will play the man, for we will walk after our own aversions, and each of us will do the things pleasing to his own heart.'
1:1280
Ἀποστροφὰς καλεῖ τὴν τῶν χειρόνων ὁδόν
祂所稱的「偏行」,是指趨向更壞之事的道路。
By 'aversions' He means the way of the worse things.
1:1281
Ἐρωτήσατε ἔθνεσι, Τίς ἤκουσε τοιαῦτα φρικτὰ σφόδρα, ἃ ἐποίησε παρθένος θυγάτηρ Ἱερουσαλήμ; Παρ θένον αὐτὴν καλεῖ, οὐχ ὡς οὐκ ἀκόλαστον, ἀλλ' ὡς ὡραϊζομένην, καὶ ἐπὶ τῷ κάλλει σεμνυνομένην
「你們可以問各國:有誰聽見童女以色列所行、如此極其可怕的事呢?」祂稱她為童女,並非因她貞潔無玷,而是因她妝飾自己、以美貌自誇。
'Ask among the nations: Who has heard such very dreadful things as the virgin daughter of Jerusalem has done?' He calls her a virgin, not as one who is undefiled, but as one adorning herself and taking pride in her beauty.
1:1282
Μὴ ἐκλείψουσιν ἀπὸ πέτρας μαστοὶ, ἢ χιὼν ἀπὸ τοῦ Λιβάνου; ἢ ἐκκλίνει ὕδωρ βι αίως ἀνέμῳ φερόμενον; Αἱ πηγαὶ, φησὶν, ἀπαύ στως ἀναβλύζουσιν, ὁ Λίβανος ἔχει τὴν χιόνα διηνε κῶς, τὸ ῥύμῃ φερόμενον ὕδωρ τετριμμένην τρίβον ὁδεύει·
「山巖的乳汁豈能斷絕,或利巴嫩的雪豈能消融?被風猛烈吹送的水豈能改道?」祂說:泉源不住湧流,利巴嫩常存其雪,順流奔湧之水沿著已磨平的舊徑而行;
'Shall the breasts fail from the rock, or snow from Lebanon? or shall the water be turned aside that is violently borne by the wind?' The springs, He says, gush forth ceaselessly, Lebanon holds its snow perpetually, and the water borne by its current travels a well-worn path;
1:1283
οὗτοι δὲ τοῦ νόμου κατέλιπον τὴν ὁδὸν, καὶ τῶν ἐμῶν ἐντολῶν οὐδεμία παρ' αὐτοῖς μνήμη·
這些人卻離棄了律法的道路,我的誡命在他們中間毫無記念;
but these people forsook the way of the law, and there is no remembrance of My commandments among them;
1:1284
Ὅτι ἐπελάθοντό μου ὁ λαός μου, εἰς κενὸν ἐθυμίασαν, καὶ ἀσθενοῦσιν ἐν ταῖς ὁδοῖς αὑ τῶν σχοινίοις αἰωνίοις, τοῦ ἐπιβῆναι τρίβον οὐκ
「因為我的百姓忘記了我,向虛無之物燒香,在自己的道路上、在那所謂永久的路徑上疲弱無力,以致不踏平坦的路徑。」
'For My people have forgotten Me, they have burned incense in vain, and they grow weak in their ways, the ancient paths, so as not to tread a beaten track.'
1:1285
Ἐπενόησαν, φη σὶν, ἀτραποὺς οὐκ ἐξ ἀρχῆς τετριμμένας, καὶ ταύ τας αἰωνίους ἀπέφηναν ὁδούς·
祂說:「他們自出心裁,走了自古未曾磨平的小徑,卻把這些宣稱為永久的道路;」
'They have contrived,' He says, 'byways not worn from of old, and these they have declared to be everlasting roads;'
1:1286
ἀντὶ τοῦ, ταύταις ἀεὶ κεχρημένοι διατελοῦσιν
意思是說,他們始終不斷地行走這些路。
meaning, they continue always to use these.
1:1287
Οὗ χάριν αὐτῶν ἐρη μίᾳ παραδώσω τὴν γῆν·
「因此我必使他們的地荒涼;」
'For which cause I will deliver their land to desolation;'
1:1288
Τοῦ τάξαι τὴν γῆν αὐτῶν εἰς ἀφανισμὸν, καὶ εἰς συρισμὸν αἰώνιον
「使他們的地成為荒廢,永遠令人嗤笑。」
'to appoint their land for annihilation, and for a perpetual hissing.'
1:1289
Ὁ συρισμὸς τὴν ἐρη μίαν τῆς πόλεως δηλοῖ·
「嗤笑」表明那城的荒涼;
The 'hissing' signifies the desolation of the city;
1:1290
οἱ γὰρ εὐπραγοῦσαν τὴν πόλιν ἰδόντες, εἶτα ἐρημωθεῖσαν θεώμενοι, συρί ζειν εἰώθασι, καὶ ταύτῃ δεικνύειν τὴν συμφο ράν
因為那些曾見城市興旺、後又見它荒廢的人,慣於發出嗤笑,藉此指明這災禍。
for those who once saw the city flourishing, and then behold it laid waste, are wont to hiss, and thereby to point out the calamity.
1:1291
Ὡς ἄνεμον καύσωνα διασπερῶ αὐτοὺς κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν
「我必如焚燒的熱風,將他們吹散在仇敵面前。」
'Like a scorching wind I will scatter them before the face of their enemies.'
1:1292
Οὐδὲ φειδοῦς, φησὶ, παρὰ τῶν δυσμενῶν ἀπολαύσουσιν·
祂說:「他們必不蒙仇敵的憐惜;」
'Neither shall they enjoy any sparing from their foes,' He says;
1:1293
ἀλλὰ μισήσουσιν αὐτοὺς, καθάπερ τις τὸν καύσωνα ἀπο στρέφεται
「反倒必恨惡他們,正如人躲避那炙熱的酷風一般。」
'but they will hate them, just as one turns away from a scorching heat.'
1:1294
Αὐχένα καὶ οὐ πρόσωπον δείξω αὐ τοῖς ἐν ἡμέρᾳ ἀπωλείας αὐτῶν. Ἴδιον γὰρ τῶν δορυαλώτων, καὶ τῶν δούλων, τὸ κύπτειν εἰς γῆν, ὡς μᾶλλον αὐτῶν τὸν αὐχένα ἢ τὸ πρόσωπον φαίνε σθαι
「當他們遭毀滅的日子,我必以背向他們,不以臉相見。」因為被擄的人和奴僕的特徵,就是俯身向地,以致人所見的是他們的頸背,而非面容。
'I will show them the neck and not the face in the day of their destruction.' For it is characteristic of captives taken by the spear and of slaves to bend down toward the ground, so that their neck rather than their face is seen.
1:1295
Καὶ ἄλλως δὲ δυνατὸν νοῆσαι·
也可以有另一種理解:
And it is also possible to understand it in another way:
1:1296
τῶν γὰρ ἀπ εστραμμένων οὐ τὸ πρόσωπον, ἀλλὰ τὸν αὐχένα ὁρῶ μεν·
因為對於轉身背向我們的人,我們所見的不是面容,而是頸背;
for of those who have turned away we see not the face, but the neck;
1:1297
δηλοῖ τοίνυν ὁ λόγος τοῦ Θεοῦ τὴν ἀποστρο φήν
所以神的話語表明的是那背離。
so the word of God signifies the turning away.
1:1298
Τὰ μὲν οὖν ἐκείνοις ἀπειληθέντα τοιαῦτα·
如此,這些便是對他們所發的威嚇;
Such, then, were the threats made against them;
1:1299
ἡμῖν δὲ γενέσθω φάρμακα τὰ ἐκείνων παθήματα·
但願他們的苦難成為我們的良藥;
but let their sufferings become remedies for us;
1:1300
ἵνα ταῖς τῶν ἄλλων τιμωρίαις σωφρονισθέντες, καὶ κατὰ τοὺς θείους πολιτευόμενοι νόμους, ἵλεων τὸν νομοθέτην ἔχοιμεν εἰς τοὺς αἰῶνας
使我們因別人所受的刑罰而知所自省,並照神聖的律法為人處世,好叫我們得那立法者永永遠遠向我們施恩。
so that, being brought to soberness by the punishments of others, and ordering our lives according to the divine laws, we may have the Lawgiver gracious to us unto the ages.
1:1301
Τρία μαρτυροῦσιν αὐτῷ τὰ μέγιστα, ἱερωσύνην, καὶ προφητείαν, καὶ σύνεσιν·
有三樣最大之事為他作見證:祭司的職分、預言的恩賜,以及智慧的悟性;
Three of the greatest things bear witness to him: priesthood, prophecy, and understanding;
1:1302
καὶ ἑκά στου χαρίσματος ἴσασι τὸ δυνατόν τε καὶ ἀψευδές
他們也知道這各樣恩賜的能力與真實無偽。
and they know the power and infallibility of each gift.
1:1303
Καὶ δέον εἴκειν τοῖς λεγομένοις, οὐ μόνον ἐκεῖνοι ἀντιλέγουσιν, ἀλλὰ καὶ θάνατον τυρεύουσι
他們本當順服他的話,然而那些人非但反駁他,甚至陰謀害他的性命。
And though they ought to yield to his words, not only do those men contradict him, but they even contrive his death.
1:1304
τὸ δὲ Πατάξωμεν αὐτὸν ἐν γλώσσῃ, ἀντὶ τοῦ Συ κοφαντίαν ὑφάνωμεν κατ' αὐτοῦ. Τούτων αἰσθό μενος ὁ προφήτης, τὸν Θεὸν ἱκετεύει γενέσθαι κρι τὴν, καὶ ἀναμιμνήσκει αὐτὸν ὧν πολλάκις ὑπὲρ αὐ τῶν προσενήνοχε πρεσβειῶν
「我們用舌頭攻擊他」這話,意思是「讓我們編織讒言誣陷他」。先知察覺這些事,便懇求神作他的審判者,並題醒神:他曾多次為他們獻上代求。
And the phrase 'Let us smite him with the tongue' means 'Let us weave a calumny against him.' Perceiving these things, the prophet entreats God to become his judge, and reminds Him of the intercessions which he had often offered on their behalf.
1:1305
Εἶτα εὐκτικῶς μὲν σχηματίζει τὸν λόγον, προλέγει δὲ τὸν ὑπὸ τοῦ λι μοῦ γενησόμενον θάνατον, καὶ τὰς ὑπὸ τῶν πολε μίων γενησομένας σφαγὰς, καὶ τὰ ἄλλα τὰ ἐν τοῖς πολέμοις γιγνόμενα
接著他以祈求的形式陳述其言,並預言將因饑荒而來的死亡、將因仇敵而來的殺戮,以及戰爭中所發生的其餘諸事。
Then he casts his speech in the form of a prayer, and foretells the death that would come from famine, and the slaughters that would come from the enemies, and the other things that happen in wars.
1:1306
Ταῦτα εἰπὼν, καὶ τὰ τούτοις παραπλήσια, κε λεύεται λαβεῖν βῖκον ὀστράκινον, καὶ ἐξελθεῖν εἰς τὸ πολυάνδριον, μετὰ τῶν ἱερέων καὶ τῶν τοῦ λαοῦ πρεσβυτέρων, καὶ ἀπειλῆσαι πάλιν τῇ πό λει τὸν ὄλεθρον, καὶ τῆς τῶν εἰδώλων ἀναμνῆσαι θεραπείας
他說了這些話和類似的話之後,就受命拿一個瓦瓶,同祭司和民間的長老出去,到平民的葬地,再次威嚇那城必遭毀滅,並題醒他們敬拜偶像之事。
Having said these things, and things similar to these, he is commanded to take an earthen jar, and to go out to the burial place of the common people, together with the priests and the elders of the people, and again to threaten the city with destruction, and to remind them of their service to the idols.
1:1307
Προεῖπε δὲ καὶ τὰ ἀπὸ τῆς πολιορκίας τεχθησόμενα κακὰ, καὶ τῶν ἀναγκαίων τὴν σπά νιν·
他又預言圍城所要帶來的災禍,以及生活必需品的缺乏;
He also foretold the evils that would be brought forth by the siege, and the scarcity of necessities;
1:1308
καὶ μετὰ ταῦτα πάντα συντρίψαι τὸν βῖκον, καὶ εἰπεῖν·
在這一切之後,還要摔碎那瓶,並說:
and after all these things, to break the jar in pieces, and to say:
1:1309
Οὕτως συντρίψω τὸν λαὸν τοῦτον, καὶ τὴν πόλιν ταύτην·
「我必照樣打碎這百姓和這城;」
'Thus will I crush this people and this city;'
1:1310
καθὼς συντρίβεται ἄγγος ὀστρά κινον, ὃ οὐ δυνήσεται ἰαθῆναι ἔτι
「就如打碎瓦器,永不能再補好一樣。」
'even as an earthen vessel is broken, which can never be mended again.'
1:1311
Ἀπειλεῖ δὲ καὶ τῇ βασιλικῇ οἰκίᾳ τὴν κατάλυσιν, καὶ πάσῃ τῇ πόλει τὴν ἐρημίαν·
他也威嚇王室必被傾覆,全城必成荒涼;
He threatens the royal house also with overthrow, and the whole city with desolation;
1:1312
ἐπειδήπερ οὐ μόνον δημοσίᾳ, ἀλλὰ καὶ ἐν αὐταῖς ταῖς οἰκίαις, σπονδὰς τοῖς εἰδώλοις καὶ θυσίας προσέφερον
因為他們不但在公開場所,甚至在自己家中,向偶像獻奠祭和祭物。
since not only in public, but even in their very houses, they were offering libations and sacrifices to the idols.
1:1313
Καὶ αὐτὸ δὲ τὸ τῶν εἰδώλων χωρίον ταφὴ τῶν ἀνῃρημένων γενήσεται
而那偶像的殿宇本身,也必成為被殺之人的葬地。
And the very precinct of the idols will become the burial place of those who are slain.
1:1314
Τοῦτον δὲ τὸν λόγον ὁ Πασχὼρ ἀκούσας, ἀρχιερεὺς δὲ οὗτος ἐτύγχανεν ὢν, οὐ μόνον ᾐκίσατο τὸν προφήτην, ἀλλὰ καὶ καθεῖρξεν
巴施戶珥聽見這話——他正是一位祭司長——非但虐待先知,還把他囚禁起來。
But Pashhur, hearing this word — and he happened to be a chief priest — not only maltreated the prophet, but also imprisoned him.
1:1315
Ἐπάταξε γὰρ, φησὶ, Πασχὼρ τὸν προφήτην Ἱερεμίαν, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸν καταρά κτην
經上說:「巴施戶珥打先知耶利米,把他下在牢獄裡。」
'For Pashhur,' it says, 'struck the prophet Jeremiah, and cast him into the dungeon.'
1:1316
Ὑπόγειον δέ τινα τόπον λέγει·
他所指的是某個地下的處所;
He means some underground place;
1:1317
πολλὰ δὲ τοιαῦτα εἶχεν οἰκήματα ὁ ὑπὸ Σολομῶντος οἰκοδο μηθεὶς νεώς
因為所羅門所建的殿有許多這樣的房間。
for the temple built by Solomon had many such chambers.
1:1318
Ἐξαγαγὼν δὲ αὐτὸν τῇ ὑστέρᾳ, ἤκουσεν αὐτοῦ πάλιν λέγοντος·
次日,他把他提出來,又聽見他說:
But having brought him out on the next day, he heard him again saying:
1:1319
Οὐχὶ Πασχὼρ Κύριος ἐκάλεσε τὸ ὄνομά σου, ἀλλ' ἢ μέτοικον κυκλόθεν. Οὐ μόνον δὲ αὐτὸν, ἀλλὰ καὶ τοὺς φίλους αὐτοῦ δορυαλώτους γενήσεσθαι λέγει, καὶ μετὰ τὴν αἰχμαλωσίαν ἀναιρεθήσεσθαι
「耶和華不再稱你的名為巴施戶珥,反倒稱為四圍驚嚇的寄居者。」他又說,不但他自己,連他的朋友也必成為刀下之擄,並且被擄之後還要被殺。
'The Lord has called your name not Pashhur, but rather Sojourner-round-about.' And he says that not only he himself, but also his friends, will become captives of the spear, and that after the captivity they will be put to death.
1:1320
Καὶ μέντοι καὶ πάντα τὸν λαὸν τῷ Ναβουχοδονόσορ ἀπειλεῖ παραδώσειν
此外他還威嚇說,神必將全體百姓交在尼布甲尼撒手中。
And moreover he threatens that He will deliver up all the people to Nebuchadnezzar.
1:1321
Ἠπάτησάς με, Κύριε, καὶ ἠπατήθην ἐκράτησάς με, καὶ ἠδυνήθης
「耶和華啊,你曾勸誘我,我也受了勸誘;你比我有力,且勝了我。」
'You have deceived me, O Lord, and I was deceived; You laid hold of me, and prevailed.'
1:1322
μὴ ἀρ κεῖν εἰς τήνδε τὴν ὑπουργίαν, καὶ ὑπέσχου κρείτ τονά με ποιήσειν τῶν πολεμούντων, καὶ τείχει χαλκῷ καὶ στύλῳ σιδηρῷ παραπλήσιον δείξειν·
「說我不足以擔當這職事,你卻應許使我剛強過那攻擊我的人,並要使我如銅牆鐵柱一般;」
'that I was not sufficient for this ministry, and You promised that You would make me stronger than those who fight against me, and would show me to be like a wall of bronze and a pillar of iron;'
1:1323
καὶ νῦν γέγονα καταγέλαστος·
「如今我卻成了被人譏笑的;」
'and now I have become a laughingstock;'
1:1324
Ἐγενό μην εἰς γέλωτα πᾶσαν ἡμέραν·
「我終日成為被人嗤笑的對象;」
'I have become a mockery all the day long;'
1:1325
διετέλεσα μυκτηρι ζόμενος. ηʹ
「我不斷地被人譏誚。」第八節。
'I have continued to be derided.' Verse 8.
1:1326
Ὅτι πικρῷ λόγῳ μου γελάσομαι, ἀθεσίαν καὶ ταλαιπωρίαν ἐπικαλέσομαι, ὅτι ἐγένετο ὁ λόγος Κυρίου ἐμοὶ εἰς ὀνειδισμὸν καὶ εἰς χλευα σμὸν πᾶσαν ἡμέραν
「因我以苦澀之言發笑,要控訴那背信與苦難,因為耶和華的話終日成了我受辱和被戲弄的緣由。」
'For with bitter word I will laugh, I will call upon faithlessness and misery, because the word of the Lord has become to me a reproach and a mockery all the day long.'
1:1327
Οὐ μὴ ὀνομάσω τὸ ὄνομα Κυρίου, καὶ οὐ μὴ λαλήσω ἐπὶ τῷ ὀνόματι αὐτοῦ
「我必不再題耶和華的名,也不再奉他的名說話。」
'I will surely not name the name of the Lord, and I will surely not speak in His name.'
1:1328
Ἀντὶ τοῦ, οὐ μὴ προφητεύσω, οὐδ' οὐ μὴ προσενέγκω τοῖς ἀπειθοῦσι τοῦ Θεοῦ τὴν πρόῤῥησιν
意思是:我必不再說預言,也決不再將神的預言傳給那些悖逆的人。
Meaning: I will surely not prophesy, nor will I surely bring the prediction of God to those who disobey.
1:1329
Καὶ ἐγέ νετο ἐν τῇ καρδίᾳ μου, ὡς πῦρ καιόμενον, καὶ φλεγόμενον, καὶ συνεχόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν. Τοῦτο καὶ ὁ θεῖος ὑπέμεινε Παῦλος ἐν ταῖς Ἀθήναις. ἡνίκα ἐσιώπα·
「他的話卻在我心裡如燒著的火,閉塞在我骨中,我四面疲乏,不能自禁。」這也是那屬神的保羅在雅典時所忍受的,當他沉默不語之時;
'And it was in my heart like a burning fire, blazing and shut up in my bones, and I am utterly spent on every side, and I cannot endure it.' This the divine Paul also endured at Athens, when he kept silent;
1:1330
Συνείχετο γὰρ, φησὶ, τὸ πνεῦμα τοῦ Παύλου θεωροῦντος κατείδωλον οὖσαν τὴν πόλιν. Τοῦτο πάσχει καὶ ὁ προφήτης·
經上說:「保羅見那城滿了偶像,他的靈在裡面就急切起來。」這也是先知所經歷的。
'For the spirit of Paul,' it says, 'was stirred within him as he beheld the city given over to idols.' This the prophet also experiences.
1:1331
ἡ γὰρ προφητικὴ χάρις συνεῖχεν αὐτὸν φθέγξασθαι μὴ βουλόμενον
因為那先知的恩典強迫他說話,儘管他並不情願。
For the prophetic grace constrained him to speak, though he was unwilling.
1:1332
Εἶτα διηγεῖται ὅπως οὐ μόνον ἐταλαιπωροῦντο αὐ τὸν καὶ ᾐκίζοντο·
接著他敘述他們不僅使他受苦、虐待他,
Then he relates how they not only afflicted and maltreated him,
1:1333
ἀλλὰ καὶ ἑτέραν ἐπιβουλὴν ἐκάτ τυον, ἐξαπατῆσαι αὐτὸν, καὶ ἀποστῆσαι πειρώμε νοι τοῦ Θεοῦ
而且還謀劃了另一個陰謀,企圖欺騙他,並試圖使他離棄神。
but also contrived yet another plot, attempting to deceive him and to draw him away from God.
1:1334
Ἐπισυστῶμεν αὐτῷ πάντες ἄνδρες φίλοι αὐτοῦ, τηρήσατε τὴν ἐπίνοιαν αὐτοῦ, εἰ ἀπατηθήσεται, καὶ δυνησόμεθα αὐτῷ, καὶ ληψόμεθα τὴν ἐκδίκησιν ἡμῶν ἐξ αὐτοῦ. Τίς ἂν ἀξίως θρηνήσειεν τῆς πονηρίας τὰς ἐπινοίας; Ὁ μέντοι προφήτης οὐχ ἑαυτῷ θαῤῥεῖ, ἀλλὰ τὴν θείαν ἐπικουρίαν ὑμνεῖ, καί φησι
「我們這些作他朋友的人,都要一同起來攻擊他;察看他的心意,看他是否會受騙,好使我們能勝過他,向他報我們的仇。」誰能為他們邪惡的詭計恰如其分地哀哭呢?然而那先知並不倚靠自己,卻歌頌神的幫助,說:
'Let us all, the men who are his friends, band together against him; watch his purpose, whether he may be deceived, so that we may prevail against him and take our vengeance upon him.' Who could lament worthily the devices of their wickedness? The prophet, however, does not put his confidence in himself, but hymns the divine assistance, and says:
1:1335
Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς ἰσχύ ων
「耶和華與我同在,好像大能的勇士。」
'The Lord is with me as a mighty warrior.'
1:1336
ᾐσχύνθησαν σφόδρα, ὅτι οὐκ ἠδυνήθησαν νοῆσαι ἀτιμίας αὑτῶν, αἳ δι' αἰῶνος οὐκ ἐπιλησθή σονται. Εἶτα αἰτεῖ πάλιν γενέσθαι κριτὴν τὸν Θεὸν, καὶ ἀπαιτῆσαι αὐτοὺς δίκας τῶν ἐπιχει ρημάτων ἀξίας·
「他們大大蒙羞,因為他們不能明白自己的羞辱,這羞辱永世不會被忘記。」然後他再次求神作審判者,向他們索取與其惡行相稱的懲罰。
'They were greatly ashamed, because they could not understand their dishonour, which shall never be forgotten throughout the age.' Then again he asks that God may become judge, and exact from them a punishment worthy of their attempts.
1:1337
ἀνιώμενος δὲ, καὶ λίαν ἀλγυνόμενος καὶ τὴν παροῦσαν δυσχεραίνων ζωὴν, πρῶτον ὑμνεῖ τὸν τῶν ὅλων Θεὸν, καὶ τηνικαῦτα ἐπαρᾶται τῇ τῶν μητρῴων ὠδίνων ἡμέρᾳ
但他心中憂傷,極其痛苦,厭煩眼前的生命,卻先歌頌萬有的神,然後才咒詛他母親生產陣痛的那一日。
But being grieved, and exceedingly pained, and vexed at his present life, he first hymns the God of all, and only then curses the day of his mother's birth-pangs.
1:1338
Ἄσατε γὰρ, φησὶ, τῷ Κυρίῳ, αἰνέσατε αὐτὸν, ὅτι ἐξείλετο ψυχὴν πένητος ἐκ χει ρὸς πονηρευομένων
「你們要向耶和華歌唱,」他說,「要讚美祂,因為祂救了窮乏人的性命脫離作惡者的手。」
'For sing,' he says, 'to the Lord, praise Him, because He has delivered the soul of the poor from the hand of evildoers.'
1:1339
Προτάττει τὸν ὕμνον, ἵνα πᾶσαν ἀφορμὴν βλασφημίας ἐκβάλῃ
他將頌讚置於前面,好除去一切褻瀆的藉口。
He sets the hymn first, that he may cast out every occasion for blasphemy.
1:1340
Ἐπικατάρατος ἡ ἡμέρα ἐν ᾗ ἐτέχθην ἐν αὐτῇ·
「願我生的那日受咒詛;」
'Cursed be the day on which I was born;'
1:1341
ἡ ἡμέρα ἐν ᾗ ἔτεκέ με ἡ μήτηρ μου
「就是我母親生我的那日。」
'the day on which my mother bore me.'
1:1342
Καὶ ἐπικατάρατος ὁ ἄνθρωπος, ὁ εὐαγ γελισάμενος τῷ πατρί μου λέγων·
「並願那向我父親報喜信的人受咒詛,他說:」
'And cursed be the man who brought the good news to my father, saying:'
1:1343
Εἰώ θασιν οἱ ἄνθρωποι, λίαν ὀδυρόμενοι, τῶν παρ ισταμένων ἐπιλαμβάνεσθαι, καὶ ταῖς χερσὶν ἀποθλί βειν·
人們習慣於在大聲哀哭時,抓住旁邊站著的人,用手緊緊掐住他們;
Men are accustomed, when they lament greatly, to lay hold of those standing by and to squeeze them with their hands;
1:1344
ἔστι δὲ ὅτε καὶ προσαράσσειν τὰς χεῖρας, τῆς ὀδύνης ἀναγκαζούσης·
有時甚至因痛苦所迫,把雙手拍打在一起;
and there are times when they even strike their hands together, compelled by their grief;
1:1345
τοῦτο πέπονθε καὶ ὁ προφή της
這也正是那先知所經歷的。
this is what the prophet also experienced.
1:1346
Ἐκ γὰρ τῆς ὑπερβαλλούσης ὀδύνης τῆς ἡμέρας ἐπελάβετο, χρήματος ἀνυποστάτου, καὶ τοῦ τῷ πατρὶ τὸν τόκον μηνύσαντος
因為出於極大的痛苦,他抓住了那一日——一件本無實體之物——以及那向他父親報告他出生的人。
For out of his surpassing grief he laid hold of the day—a thing without substance—and of the man who announced the birth to his father.
1:1347
Καὶ οὐδὲ ἴδιός τις ἦν οὗτος·
而這人並不是他的親屬;
And this man was no relative of his;
1:1348
εἰκὸς δὲ μηδὲ μηνύσαι τινά
而且很可能根本沒有人作過這樣的報信。
and it is likely that no one even made such an announcement.
1:1349
Προστίθησι δὲ, ὅτι καὶ ἄμεινον ἦν μοι ἐν τῇ μήτρᾳ τελευτῆσαι, καὶ νεκρὸν προελθεῖν, ἢ ταῖς παντοδαπαῖς ταύταις πε ριπεσεῖν συμφοραῖς
他又補充說,我若死在母腹中,一出來就是死的,倒比落在這各樣的災禍中好。
He adds that it would have been better for me to have died in the womb, and to have come forth dead, than to fall into these manifold calamities.
1:1350
Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν παρὰ Κυρίου, ὅτε ἀπέστειλε πρὸς αὐτὸν Σεδεκίας ὁ. βασιλεὺς τὸν Πασχὼρ υἱὸν Μελχίου, καὶ τὸν Σο φονίαν υἱὸν Βαασαίου τὸν ἱερέα
「西底家王打發瑪基雅的兒子巴施戶珥,和祭司瑪西雅的兒子西番雅去見耶利米的時候,從耶和華臨到耶利米的話。」
'The word that came to Jeremiah from the Lord, when King Zedekiah sent to him Pashhur the son of Melchiah, and Zephaniah the son of Baasaiah the priest.'
1:1351
ὁ δὲ κατηγορηθεὶς, Ἐμμὴρ υἱός
而那被控告的,乃是音麥的兒子。
But the one who is accused is a son of Emmer.
1:1352
Εἰδέναι μέντοι χρὴ, ὡς οὐ κατὰ τάξιν κεῖνται αἱ προφητεῖαι·
然而必須知道,這些預言並不是按次序排列的;
One must know, however, that the prophecies are not set down in order;
1:1353
ἐνταῦθα γὰρ τὰ ἐπὶ Σεδεκίου προφητεύει·
因為在此處他預言西底家時期的事件;
for here he prophesies concerning the events under Zedekiah;
1:1354
μετ' ὀλίγον δὲ, τὰ ἐπὶ Ἰωακεὶμ καὶ τοῦ Ἰεχονίου, οἳ πρὸ τοῦ Σεδεκίου ἐβασίλευσαν·
但稍後又論及約雅敬和耶哥尼雅時期的事,他們在西底家之前作王。
but a little later, the events under Jehoiakim and Jeconiah, who reigned before Zedekiah.
1:1355
παρακαλεῖ τὸν προφήτην αἰτῆσαι τοῦ Θεοῦ τὴν βοήθειαν·
他呼求那先知向神祈求祂的幫助;
He calls upon the prophet to ask of God His help;
1:1356
ὁ δὲ προφήτης θεσπίσαι κελεύεται ταῦτα·
但那先知卻被命令宣告這些話:
but the prophet is commanded to prophesy these things:
1:1357
Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ·
「耶和華以色列的神如此說:」
'Thus says the Lord, the God of Israel:'
1:1358
Ἰδοὺ ἐγὼ ἀποστρέφω τὰ ὅπλα τὰ πολεμικὰ ἐν ταῖς χερσὶν ὑμῶν, ἐν αἷς ὑμεῖς πολεμήσετε τὸν βασιλέα Βαβυλῶνος, καὶ τοὺς Χαλδαίους, τοὺς συγκεκλεικότας ὑμᾶς ἔξωθεν τοῦ τείχους·
「看哪,我要使你們手中的兵器轉回,就是你們用來與巴比倫王和迦勒底人爭戰的兵器,他們在城牆外面圍困你們;」
'Behold, I am turning back the weapons of war in your hands, with which you fight against the king of Babylon and the Chaldeans, who have shut you in from outside the wall;'
1:1359
καὶ εἰσάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύ της
「我要把他們招聚到這城中。」
'and I will bring them into the midst of this city.'
1:1360
Καὶ πολεμήσω ὑμᾶς ἐγὼ ἐν χειρὶ ἐκτετα μένῃ, καὶ ἐν βραχίονι ὑψηλῷ, μετὰ θυμοῦ καὶ ὀργῆς καὶ παροξυσμοῦ μεγάλου
「我要親自用伸出來的手和大能的膀臂,發烈怒、忿恨和大惱恨,攻擊你們。」
'And I Myself will fight against you with an outstretched hand, and with a lofty arm, in wrath and anger and great fury.'
1:1361
Ἀνόνητα, φησὶν, ὑμῖν ἔσται τὰ ὅπλα, ἐμοῦ στρατηγοῦντος τῶν πολεμίων, καὶ μετ' ἐκείνων καθ' ὑμῶν παραταττομέ νου
他說:「你們的兵器對你們毫無用處,因為我作你們仇敵的統帥,並與他們一同列陣攻擊你們。」
'Your weapons,' He says, 'will be of no profit to you, since I am the commander of your enemies, and array Myself with them against you.'
1:1362
Εἶτα λέγει, ὡς ἅπαντα παραδώσει λιμῷ καὶ θανάτῳ, καὶ αἰχμαλωσίᾳ, καὶ μετὰ τούτων αὐτὸν τὸν βασιλέα Σεδεκίαν τοῖς πεζαιτέροις καὶ δορυφόροις, καὶ τοὺς μὲν κατασφάξουσι, τοὺς δὲ δορυαλώτους ἀπάξουσι·
然後祂說,祂要把一切都交給饑荒、死亡和擄掠,並且連西底家王自己也要交在步兵和持槍的人手中;他們要殺戮一些人,把另一些人擄去。
Then He says that He will deliver up all things to famine and death and captivity, and along with these, the king Zedekiah himself to the foot-soldiers and spearmen; and some they will slaughter, and others they will lead away as prisoners of war.
1:1363
τῷ δέ γε λαῷ φάναι ταῦτα παρεγγυᾷ·
至於百姓,祂吩咐他要說這些話:
And to the people He enjoins him to say these things:
1:1364
Ἰδοὺ ἐγὼ δέδωκα πρὸ προσώπου ὑμῶν τὴν ὁδὸν τῆς ζωῆς, καὶ τὴν ὁδὸν τοῦ θανάτου
「看哪,我將生命的道路和死亡的道路擺在你們面前。」
'Behold, I have set before your face the way of life and the way of death.'
1:1365
Εἶτα διδάσκει, ὡς ὁ ἐν τῇ πόλει μένων, καὶ τοῖς πολεμίοις ἀντιτασσόμενος, ὁδεύσει τὴν ὁδὸν τοῦ θα νάτου·
然後祂教導說,那留在城中並抵擋仇敵的人,必走死亡的道路;
Then He teaches that the one who remains in the city and opposes the enemies will travel the way of death;
1:1366
ὁ δὲ πρὸς τούτους αὐτόμολος ἀπελθὼν, ζωῆς ἀπολαύσεται
但那背叛出去投奔他們的人,必得存活。
but the one who deserts and goes over to them will enjoy life.
1:1367
Ταύτην γὰρ κατὰ τῆς πόλεως ἐξενή νοχα τὴν ψῆφον, ὥστε αὐτὴν τῷ τῶν πολεμίων πα ραδοθῆναι πυρί
「因為我已定意降下這判決攻擊這城,要使它被交給仇敵的火。」
'For I have brought forth this decree against the city, so that it be given over to the fire of the enemies.'
1:1368
Καὶ ταῦτα δὲ ἀπειλήσας παραινεῖ τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσι, τοῦ δικαίου φροντίζειν, καὶ ἴσην ἐκφέρειν τοῦ δικαίου τὴν ψῆφον, καὶ τοῖς ἀδικουμένοις ἐπαμῦναι, καὶ τούτῳ τῷ τρόπῳ τὴν ἐπιφερομένην τιμωρίαν ἐπισχεῖν
祂如此警告之後,就勸勉王和眾首領要顧念公義,秉公判斷,為受屈的人伸冤,並以此方式攔阻那將臨到他們的懲罰。
And having thus threatened, He exhorts the king and the rulers to have care for justice, and to render an equal verdict of righteousness, and to defend those who are wronged, and in this manner to hold back the punishment that is coming upon them.
1:1369
Ἰδοὺ ἐγὼ πρὸς σὲ τὸν κατοικοῦντα τὴν κοιλάδα Σὸρ τὴν πεδινὴν, φησὶ Κύριος·
「看哪,住在瑣珥平原谷地的,我與你為敵,這是耶和華說的;」
'Behold, I am against you who dwell in the valley of Sor, the level plain, says the Lord;'
1:1370
Ἀντὶ τοῦ, μεταξὺ ὀρῶν κειμένην ἐν κοίλῳ τόπῳ·
意思是說,坐落在群山之間、低窪之處的城;
That is to say, one lying between mountains in a hollow place;
1:1371
οὕτω γὰρ καὶ ὁ Σύρος ἡρμήνευσε·
因為敘利亞譯本也是這樣翻譯的;
for so also the Syriac rendered it;
1:1372
λέγει δὲ τὴν Ἱε ρουσαλήμ·
他所指的乃是耶路撒冷;
and he means Jerusalem;
1:1373
ταύτην γὰρ ἔχει τὴν θέσιν·
因為它正處於這樣的位置;
for it has this situation;
1:1374
Σὸρ δὲ συν οχὴ ἑρμηνεύεται, καὶ πάλιν πέτρα·
「瑣珥」可解作「圍困」,也可解作「磐石」;
and 'Sor' is interpreted as 'enclosure,' and again as 'rock;'
1:1375
συνέχεται δὲ ὑπὸ ὀρῶν ἥδε ἡ πόλις
而這城正是被群山所環繞圍困。
and this city is enclosed by mountains.
1:1376
Τίς πατάξει ἡμᾶς; ἢ τίς ἐλεύσεται εἰς τὸ κατοικητήριον ἡμῶν; Τὴν θρασύτητα αὐτῶν, καὶ τὸ μάταιον θράσος διδά σκει
「誰能攻擊我們呢?誰能進入我們的居所呢?」祂顯明他們的狂妄,以及他們那虛妄的膽大。
'Who shall strike us? or who shall come into our dwelling-place?' He teaches their audacity, and their vain boldness.
1:1377
Εἶτα ἀπειλεῖ, πυρὶ καταφλέξειν αὐτῆς τὸν δρυ μόν
然後祂警告要用火焚燒她的樹林。
Then He threatens to burn up her forest with fire.
1:1378
Μετὰ ταῦτα κελεύει πάλιν τῷ προφήτῃ κατα λαβεῖν τὰ βασίλεια, καὶ εἰσηγήσασθαι αὐτῷ τε τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν, ὥστε δικαίως δι κάζειν, καὶ ἀδέκαστον ἐκφέρειν τὴν ψῆφον, τῶν χη ρείαν ὀδυρομένων καὶ πατέρων ἐστερημένων προμη θεῖσθαι σπουδαίως, καὶ μιαιφονίας ἀπέχεσθαι, καὶ φεύγειν τὴν προτέραν ἀσέβειαν·
此後祂再次命令那先知前往王宮,並勸誡王本人和眾首領,要他們公正審判,作出不受賄賂的判決,殷勤看顧那些哀哭守寡和喪失父親的人,遠離流人血的事,並逃避他們先前的不敬虔;
After these things He again commands the prophet to go to the palace, and to admonish both the king himself and the rulers, that they judge justly and render an incorruptible verdict, that they diligently take thought for those who bewail their widowhood and are bereft of fathers, and that they abstain from bloodshed, and flee their former impiety;
1:1379
καὶ ταῦτα ποιοῦσιν ὑπισχνεῖται εἰρήνην καὶ εὐπραξίαν καὶ τῇ βασιλείᾳ τὸ διαρκές
祂應許那些行這些事的人必得平安、亨通,並使國度得以長存。
and to those who do these things He promises peace and prosperity, and continuance to the kingdom.
1:1380
Ἐὰν δὲ μὴ ποιήσητε σὺν τοῖς λόγοις τούτοις, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἔρημον ἔσται ὁ οἶκος οὗτος
「你們若不聽從這些話,耶和華說,我指著自己起誓,這殿必變為荒場。」
'But if you will not do according to these words, I have sworn by Myself, says the Lord, that this house shall become a desolation.'
1:1381
Τὸν ὅρκον εἰς βεβαίω σιν τῶν εἰρημένων προστέθεικε·
祂加上這誓言,作為對所說之話的確據;
He has added the oath as a confirmation of what has been said;
1:1382
τὸ δὲ, Κατ' ἐμαυτοῦ ὤμοσα, δείκνυσι τὸ τοῦ ὀμόσαντος ἀνυπέρβλητον·
「我指著自己起誓」這句話顯明那起誓者無可超越的尊崇;
and the phrase 'I have sworn by Myself' shows the unsurpassable nature of the One who swore;
1:1383
καὶ γὰρ ὁ θεῖος Ἀπόστολός φησιν·
誠然那神聖的使徒也說:
for indeed the divine Apostle also says:
1:1384
Ἐπειδὴ κατ' οὐδενὸς ἄλλου μείζονος εἶχεν ὀμόσαι, εἶπε, Κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος. Προστίθησι δὲ καὶ ταῦτα τῇ ἀπειλῇ·
既然沒有比祂更大的可以指著起誓,祂就說:「耶和華說,我指著自己起誓。」祂又在這警告上加上這些話:
Since He had no other greater by whom to swear, He said, 'I have sworn by Myself, says the Lord.' And He adds these words also to the threat:
1:1385
Τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου τοῦ βασι λέως Ἰούδα·
「耶和華論到猶大王的家如此說:」
'Thus says the Lord concerning the house of the king of Judah:'
1:1386
Γαλαὰδ, σύ μοι ἀρχὴ τοῦ Λιβάνου
「基列啊,你對我乃是黎巴嫩的起頭。」
'Gilead, you are to Me the beginning of Lebanon.'
1:1387
Λίβανον τὴν Ἱερουσαλὴμ καλεῖ·
祂稱耶路撒冷為「黎巴嫩」;
He calls Jerusalem 'Lebanon;'
1:1388
Γαλαὰδ δὲ τὰ ἐν ταύτῃ βασίλεια
又稱其中的王宮為「基列」。
and 'Gilead' the palaces within it.
1:1389
Ἔστι δὲ χωρίον ἐν τῷ Λιβάνῳ οὕτω ὀνομαζόμενον·
在黎巴嫩有一處地方是如此命名的;
There is a place in Lebanon so named;
1:1390
ἔστι δὲ καὶ ἑτέρα Γαλαὰδ τῆς Ἰσραη λίτιδος γῆς·
在以色列地也另有一個基列;
and there is also another Gilead in the land of Israel;
1:1391
ἀλλ' ἡγοῦμαι νῦν τῇ ἐν τῇ Λιβάνῳ ἀπει κασθῆναι τὰ βασίλεια, διὰ τὴν ἐν αὐτοῖς τολμη θεῖσαν ἀσέβειαν·
但我認為此處王宮乃是被比作黎巴嫩那一處,因為在其中所膽敢行的不敬虔之事;
but I think that now the palaces are being likened to the one in Lebanon, on account of the impiety that was dared within them;
1:1392
οὗ χάριν καὶ ἐρημίαν αὐτοῖς παντελῆ ἀπειλεῖ
為此緣故,祂也警告要使他們完全荒涼。
for which reason He threatens them also with utter desolation.
1:1393
Ἁγιάσω γὰρ, φησὶν, ἐπὶ σὲ ὀλοθρεύοντας
祂說:「因為我要為攻擊你分別出滅命者。」
'For I will sanctify against you,' He says, 'destroyers.'
1:1394
Τὸ ἁγιάσω ἀντὶ τοῦ ἀφορίσω· τοῦτο γὰρ καὶ διὰ Ἡσαΐου λέγει, Ἡγιασμένοι εἰσὶ, καὶ ἐγὼ ἄγω αὐτοὺς, ἀντὶ τοῦ ἀφωρισμένοι· καὶ τὸν περὶ τούτου λόγον ἐν τῇ τοῦ θείου Ἡσαΐου ἑρμη νείᾳ διὰ πλειόνων τεθείκαμεν
「我要分別為聖」這詞乃是「我要分別出來」的意思;因為祂藉以賽亞也這樣說:「他們是分別為聖的,我要引領他們」,意即「被分別出來的」;關於這點,我們在解釋神聖的以賽亞書時已作了較詳盡的論述。
The word 'I will sanctify' stands for 'I will set apart;' for this He also says through Isaiah, 'They are sanctified, and I lead them,' meaning 'set apart;' and we have set forth the discourse concerning this at greater length in the commentary on the divine Isaiah.
1:1395
Ἐπεὶ τοῦ Λιβά νου ἐμνημόνευσεν, ἐπέμεινε τῇ τροπῇ·
既然祂已提到黎巴嫩,就繼續沿用這比喻;
Since He had made mention of Lebanon, He continued in the figure;
1:1396
κέδρους δὲ καλεῖ τοὺς ἄρχοντας, τοὺς ἐπὶ ῥώμῃ μέγα φρονοῦντας
祂稱那些首領為「香柏樹」,就是那些因自己的力量而自高自大的人。
and He calls the rulers 'cedars,' those who think highly of themselves on account of their strength.
1:1397
Εἶτα προλέγει τῆς πόλεως τὴν ἐρημίαν, καὶ ὅτι θαυμάσονται οἱ ὁρῶντες, καὶ πυνθανόμενοι τῶν κα κῶν τὴν αἰτίαν, μαθήσονται τῶν οἰκητόρων τὴν πονηρίαν, καὶ ὅτι δι' ἐκείνους ἡ πόλις ταύτην παρὰ τοῦ Θεοῦ τὴν ψῆφον ἐδέξατο
然後祂預言這城的荒涼,並說那些看見的人必驚訝,他們查問這災禍的緣由時,必得知居民的邪惡,並知道這城因他們的緣故而從神領受了這判決。
Then He foretells the desolation of the city, and that those who behold it will marvel, and inquiring into the cause of the evils, will learn the wickedness of the inhabitants, and that on their account the city received this verdict from God.
1:1398
Παρακελεύεται δὲ μὴ θρηνεῖν τὸν τεθνηκότα, ἀλλὰ τὸν ζῶντα, ὡς μετ οικιζόμενον, καὶ πικρᾷ δουλείᾳ παραδιδόμενον
祂又吩咐他們不要為死了的人哀哭,倒要為活著的人哀哭,因為活人要被擄去,交在苦難的奴役之中。
And He enjoins that they should not lament the one who has died, but the one who lives, as being carried off into exile and delivered over to bitter servitude.
1:1399
Τάδε λέγει Κύριος ἐπὶ Σεελὴμ, υἱὸν Ἰωσίου βασιλέως Ἰούδα, τὸν βασιλεύσαντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὑτοῦ
「耶和華論到猶大王約西亞的兒子沙龍,就是接續他父親約西亞作王的,如此說:」
'Thus says the Lord concerning Shallum, son of Josiah king of Judah, who reigned in place of Josiah his father:'
1:1400
Ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου
「他已從這地方出去了。」
'He has gone forth out of this place.'
1:1401
ἐν τῷ. τόπῳ οὗ μετῴκισαν αὐτὸν, ἐκεῖ ἀποθανεῖ ται, καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι
「在他們把他遷徙去的地方,他必死在那裡,也不再看見這地。」
'In the place to which they have deported him, there he shall die, and he shall see this land no more.'
1:1402
Σεε λὴμ, οὐχ ὥς τινες ὑπέλαβον, τὸν Ἰωακεὶμ λέγει, ἀλλὰ τὸν Ἰωάχαζ
他所說的「西勒姆」,並非如某些人所推想的指約雅敬,而是指約哈斯。
By 'Sellem' he does not mean, as some have supposed, Joakim, but Joachaz.
1:1403
Οὗτος γὰρ ἐβασίλευσεν ἀντὶ Ἰω-σίου τοῦ πατρὸς αὑτοῦ·
因為這人接續他父親約西亞作王;
For this man reigned in the stead of Josiah his father;
1:1404
τοῦτον καὶ εἰς Αἴγυπτον δο ρυάλωτον ἐπήγαγεν ὁ Φαραὼ Νεχαώ·
法老尼哥擄掠他,把他當作戰俘帶到埃及去。
and Pharaoh Nechao led him captive at the spear's point into Egypt.
1:1405
ὁ γὰρ Ἰωα κεὶμ ἐν τῇ Ἱερουσαλὴμ κατεσφάγη·
至於約雅敬,則是在耶路撒冷被殺;
For Joakim was slain in Jerusalem;
1:1406
καὶ τοῦτο ἡμᾶς αὐτὸς οὗτος ὁ προφήτης διδάσκει, καὶ τῶν Βασιλειῶν ἡ τετάρτη, καὶ ἡ τῶν Παραλειπομένων δευτέρα
這事乃是這位先知親自教導我們的,列王紀下卷(第四卷)與歷代志下卷(第二卷)也同樣教導。
and this the prophet himself teaches us, as do the fourth book of Kingdoms and the second of Chronicles.
1:1407
Ὡς ὁ οἰκοδομῶν τὸν οἶκον αὑτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὑτοῦ οὐκ ἐν κρί ματι
「那不憑公義建造自己房屋、不憑公平建造樓房的人有禍了!」
'Woe to him that builds his house not with righteousness, and his upper chambers not with judgement.'
1:1408
Οὐ τὸ οἰκοδομεῖν αἰτιᾶται, ἀλλὰ τὸ ἀδίκως οἰκοδομεῖν·
他所責備的並非建造這件事,而是不義地建造;
He does not find fault with the building itself, but with building unjustly;
1:1409
διδάσκει γὰρ τοῦτο καὶ τὰ ἑξῆς
因為接下來的話也教導了這一點。
for this too the following words teach.
1:1410
Παρ' αὐτῷ ὁ πλησίον αὐτοῦ ἐργάζεται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ. ιδʹ
「他的鄰舍白白為他做工,他卻絕不把工價給他。」(第十四節)
'With him his neighbour works for nothing, and his wage he will by no means render to him.' (verse 14)
1:1411
Ὠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον
「你為自己建造了一座勻稱的房屋。」
'You have built for yourself a well-proportioned house.'
1:1412
Τὸ σύμμετρον οὐκ ἐπὶ τοῦ μικροῦ τέθεικεν, ἀλλ' ἐπὶ τοῦ τὴν ἀναλογίαν ἔχοντος μήκους τε καὶ εὔρους καὶ ὕψους·
他用「勻稱」一詞並非指其細小,而是指其在長、寬、高上具有相稱的比例;
He has set 'well-proportioned' not with reference to smallness, but to that which has due proportion in length and breadth and height;
1:1413
ὅτι γὰρ μέγεθος τῇ οἰκίᾳ μαρ τυρεῖ, δηλοῖ τὰ ἐπαγόμενα·
至於這房屋之宏偉,下文所加的話便顯明了這點;
for that it testifies to the greatness of the house, what follows makes clear;
1:1414
Ὑπερῷα εὐρύχωρα, διεσταλμένα θυρίσι, καὶ ἐξυλωμένα ἐν κέδρῳ, καὶ κεχρισμένα ἐν μίλτῳ. ιεʹ
「寬敞的樓房,以窗戶分隔,用香柏木鑲板,用硃紅漆飾。」(第十五節)
'Spacious upper chambers, separated by windows, panelled with cedar, and painted with vermilion.' (verse 15)
1:1415
Μὴ βασιλεύσεις, ὅτι σὺ ἁμιλλᾶσαι πρὸς τὴν κέδρον; Κέδρον τὸν Ἰωσίαν ἐκάλεσεν, ἐσχηκότα τῆς βασιλείας τὸ διαρκές·
「難道你就能作王,因你與香柏樹相比嗎?」他用「香柏樹」稱呼約西亞,因約西亞的王位長久穩固;
'Shall you reign, because you vie with the cedar?' By 'cedar' he called Josiah, who had possessed a lasting kingdom;
1:1416
ἐπιμέμφεται δὲ τῷ Σεελὴμ, ὃς καὶ Ἰωάχαζ ὀνομάζεται, ὅτι τὸ μὲν ὕψος ἐμιμεῖτο τῆς κέδρου, τὸ δὲ ἄσηπτον αὐτῆς οὐκ ἐζήλωσεν, ἀλλ' ἐπὶ τῇ βασιλείᾳ κατεφρόνησε·
他責備西勒姆——他也名叫約哈斯——因他效法香柏樹的高大,卻不效慕它的不朽壞,反倒藐視了王國的職責;
and he reproaches Sellem, who is also named Joachaz, because he imitated the height of the cedar, yet did not emulate its incorruptibility, but treated the kingdom with contempt;
1:1417
καὶ διδάσκων, ὡς ὁ Θεὸς οὐ τῇ οἰκοδομίᾳ ἐπιμέμ φεται, ἀλλὰ τῇ ἀσεβείᾳ, ἐπήγαγεν·
為要教導人:神所責備的不是建築,而是不敬虔,他便接著說;
and teaching that God finds fault not with the building but with the impiety, he added;
1:1418
Ὁ πατήρ σου μὴ οὐχὶ ἔφαγε, καὶ ἔπιε, καὶ ἐποίησε κρῖμα καὶ δικαιοσύνην, τότε ἀγαθὸν ἦν αὐτῷ; ιϛʹ
「你父親豈不是也吃也喝,也施行公平公義嗎?那時他就得福。」(第十六節)
'Did not your father eat and drink, and execute judgement and righteousness? Then it was well with him.' (verse 16)
1:1419
Ἔκρινε κρίσιν ταπεινοῦ καὶ πένητος, καὶ καλῶς ἦν αὐτῷ τότε·
「他為困苦人和貧窮人伸冤,那時他就亨通;
'He judged the cause of the lowly and the poor, and then it was well with him;
1:1420
μὴ οὐ τοῦτό ἐστι τὸ εἰ δέναι με; λέγει Κύριος
這豈不就是認識我嗎?這是耶和華說的。」
is not this to know me? says the Lord.'
1:1421
Τῷ εὐαγγελικῷ τοῦτο ἔοικε λόγῳ·
這與福音書的話相似;
This resembles the word of the Gospel;
1:1422
Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Τοῦτο γὰρ καὶ ἐνταῦθα ἔφη·
「凡稱呼我『主啊,主啊』的人,不能都進神的國,惟獨遵行我天父旨意的人才能進去。」因為他在此處所說的也正是這意;
'Not everyone who says to me, Lord, Lord, shall enter into the kingdom of God, but he who does the will of my Father who is in heaven.' For this too he said here;
1:1423
ὅτι τὸ μισεῖν τὴν ἀδι κίαν, καὶ τοῖς ἀδικουμένοις ἐπαμύνειν, τεκμήριόν ἐστι τοῦ εἰδέναι με τὸν ταῦτα ποιοῦντα
就是說,恨惡不義、並為受屈的人伸冤,乃是行這些事之人認識我的憑據。
namely, that to hate injustice and to defend those who are wronged is proof that the one who does these things knows me.
1:1424
Σοῦ γὰρ ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοὶ ὀρθοὶ, οὐδὲ ἡ καρδία καλή
「看哪,你的眼目不正直,你的心也不善良。」
'For behold, your eyes are not upright, nor your heart good.'
1:1425
Εἶτα κατηγορεῖ τῆς πλεονεξίας αὐτοῦ, καὶ τῆς μιαιφονίας·
接著他控告他的貪婪與嗜血;
Then he accuses him of his greed and of his bloodthirstiness;
1:1426
πρὸς δέ γε τούτοις καὶ τῆς συκοφαντίας, δι' ἧς καὶ τοὺς φόνους εἰργάζετο
此外還控告他的誣告,就是他藉以行兇殺人的手段。
and in addition to these, also of the false accusation through which he wrought his murders.
1:1427
Ἐνταῦθα κατὰ τάξινἡ προφητεία κεῖται·
在此,這預言乃是按次序排列的;
Here the prophecy stands in due order;
1:1428
μετὰ γὰρ δὴ τὸν Ἰωάχαζ, Ἰωακεὶμ ἐβασίλευσεν, υἱὸς ὢν καὶ αὐτὸς Ἰωσίου τοῦ βασιλέως·
因為在約哈斯之後,約雅敬作王,他自己也是約西亞王的兒子;
for after Joachaz, Joakim reigned, being himself also a son of King Josiah;
1:1429
προλέγει δὲ καὶ τούτου τὸν ὄλεθρον
先知也預言了這人的滅亡。
and he foretells the destruction of this man too.
1:1430
Οὐ μὴ κόψωνται αὐτὸν, Οἴμοι κύριε, καὶ, Οἴμοι ἀδελφέ·
「他們必不為他哀哭說:『哀哉,我主啊!』又說:『哀哉,我兄啊!』」
'They shall not lament for him, saying, Alas, lord! and, Alas, brother!'
1:1431
οὐδὲ μὴ κλαύσωνται αὐτὸν, Ὦ ἀδελφέ·
「也必不為他悲泣說:『哦,我兄啊!』」
'Nor shall they weep for him, saying, O brother!'
1:1432
Ταφὴν οὐ ταφήσεται, σηψησθεὶς ὡς κοπρία ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσα λήμ
「他必像驢子一樣被埋葬;腐爛之後,必像糞土被丟棄在耶路撒冷城門之外。」
'He shall be buried with the burial of an ass; having rotted, he shall be cast forth like dung beyond the gate of Jerusalem.'
1:1433
Καὶ ἐντεῦθεν δῆλον, ὡς Σεελὴμ οὐκ ἔστιν Ἰωακείμ·
由此便明白,西勒姆並不是約雅敬;
And from this it is clear that Sellem is not Joakim;
1:1434
περὶ ἐκείνου γὰρ ἔφη, ὅτι Ταύτην τὴν γῆν οὐκ ὄψεται, ἀλλ' ἐν τῇ μετοικίᾳ τεθνήξεται. Περὶ δὲ τούτου, ὅτι Τοῖς τεθνεῶσιν οἰωνοῖς παρα πλησίως ἔξω τῆς πύλης ῥιφήσεται. Σαφέστερον δὲ ταῦτα αἱ ἱστορίαι διδάσκουσιν
因為論到前者,他說他必不得見這地,卻要死在被擄之地;但論到這一位,他卻說他要像死屍腐屍一般被丟在城門外。至於這些事,史書教導得更為明白。
for concerning the former he said that he would not see this land, but would die in the exile. But concerning this one, that like dead carrion he would be cast outside the gate. And the histories teach these things more plainly.
1:1435
Εἶτα τῇ πόλει παρ εγγυᾷ, καὶ εἰς τὸν Λίβανον, καὶ τὴν Βασὰν (ὄρη δὲ ταῦτα), ὡσαύτως δὲ καὶ εἰς τὸ πέραν τῆς θαλάσσης δραμεῖν, καὶ βοῆσαι, καὶ τὰς οἰκείας ἀποδύρεσθαι συμφορὰς, ὅτι οὐδεμιᾶς παρὰ τῶν εἰδώλων ἐπικου ρίας ἀπήλαυσεν·
接著他吩咐這城,命它奔上黎巴嫩和巴珊(這些都是山),也照樣奔到海的那邊去,並要呼喊哀號,為自己的災禍悲慟,因它從偶像那裡毫無所得的援助;
Then he charges the city, and bids it run up to Lebanon and to Bashan (these are mountains), and likewise to run across beyond the sea, and to cry out and to bewail its own calamities, because it enjoyed no help whatever from the idols;
1:1436
Ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας·
「在你興盛的時候,我對你說話,你卻說,」
'I spoke to you in your prosperity, and you said,'
1:1437
ἀπαλλαγῆναι τῆς πλάνης, καὶ τὴν εἰσήγησιν οὐκ ἐδέχου
你本當脫離迷惑——你卻不肯接受這勸導。
you should be delivered from error—but you would not receive the counsel.
1:1438
Αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, ὅτι οὐκ ἤκουσας τῆς φωνῆς μου. Ἄνωθεν καὶ ἐξ ἀρχῆς τῇ ἀπειθείᾳ ἐχρήσω
「這是你自幼年以來的行徑,就是不聽從我的聲音。」你從起初、從一開始便行悖逆。
'This has been your way from your youth, that you have not hearkened to my voice.' From above and from the beginning you practised disobedience.
1:1439
Πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνε μος
「風要牧放你一切的牧人。」
'The wind shall shepherd all your shepherds.'
1:1440
Τούς τε πονηροὺς βασιλέας, καὶ τοὺς ψευδο προφήτας
就是指你那些邪惡的君王與假先知。
That is, both your wicked kings and your false prophets.
1:1441
Οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ πορεύ σονται. Καὶ αὐτὰ γὰρ τὰ εἴδωλα, ἀργυρᾶ ὄντα, ὡς εἰκὸς, καὶ χρυσᾶ, ἔλαβον οἱ πολέμιοι
「你的相好必被擄去。」因為連那些偶像本身,正如所料,既是銀的、也是金的,都被仇敵奪去了。
'Your lovers shall go into captivity.' For even the idols themselves, being of silver, as was likely, and of gold, the enemies took.
1:1442
Τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φι λούντων σε. Οὐ γὰρ τεύξῃ τῆς παρ' αὐτῶν ῥο πῆς
「那時你必因你一切所愛的人蒙羞受辱。」因為你必得不著他們的任何援助。
'Then shall you be ashamed and dishonoured by all those who love you.' For you shall not obtain from them any support.
1:1443
Εἶτα τῆς προτέρας αὐτοὺς εὐπραξίας ἀνα μιμνήσκει
接著他使他們回想從前的興盛。
Then he reminds them of their former prosperity.
1:1444
Κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις
「你這住在黎巴嫩、在香柏樹上搭窩的啊。」
'You who dwell in Lebanon, who nest among the cedars.'
1:1445
Ἀντὶ τοῦ, περιφανὴς οὖσα, καὶ περί βλεπτος, καὶ παρὰ πᾶσιν ἀοίδιμος
意即你這向來顯赫、聞名、並在眾人中被傳頌的啊。
That is to say, you who were conspicuous and renowned and celebrated among all.
1:1446
Καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης. Ταῦτα συν άψας τῇ περὶ τοῦ Ἰωακεὶμ προφητείᾳ, προλέγει καὶ τῷ Ἰεχονίᾳ τὰ ὅμοια·
「當疼痛臨到你,如產婦臨盆時,你必哀聲呻吟。」他將這些話接在論約雅敬的預言之後,也照樣預言了耶哥尼雅將遭同樣的事;
'You shall groan aloud when pangs come upon you like a woman in travail.' Having joined these things to the prophecy concerning Joakim, he foretells the like also for Jechonias;
1:1447
αὐτὸς δὲ τοῦ Ἰωακεὶμ υἱὸς ἦν, τοῦ δὲ Ἰωσίου ἔγγονος·
他乃是約雅敬的兒子,約西亞的孫子;
and he was the son of Joakim, and the grandson of Josiah;
1:1448
τρεῖς δὲ μόνους βασιλεύ σας μῆνας, αἰχμάλωτος ἀπήχθη μετὰ τῆς μητρὸς, καὶ ἐν Βαβυλῶνι τὸν βίον κατέλυσεν
他作王僅三個月,便與他母親一同被擄,並在巴比倫結束了他的一生。
and having reigned only three months, he was led away captive together with his mother, and ended his life in Babylon.
1:1449
ἐὰν γενόμενος γένηται Ἰεχονίας, υἱὸς Ἰωακεὶμ βασιλέως Ἰούδα,ἀποσφράγισμα ἐπὶ τῆς χειρός μου τῆς δεξιᾶς, ὅτι ἐκεῖθεν ἐκσπάσω σε
「猶大王約雅敬的兒子耶哥尼雅,就算生為我右手上的印,我也必從那裡把你摘下來。」
'Though Jechonias, son of Joakim king of Judah, should be born as a signet upon my right hand, yet from thence would I pluck you.'
1:1450
Καὶ παραδώσω σε εἰς. χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, καὶ εἰς χεῖρας ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, ἐν χειρὶ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος, καὶ ἐν χειρὶ τῶν Χαλδαίων
「我必將你交在尋索你性命之人的手中,交在你所懼怕之人的手中,就是交在巴比倫王尼布甲尼撒的手中,和迦勒底人的手中。」
'And I will deliver you into the hands of those who seek your life, and into the hands of those before whose face you are afraid, into the hand of Nabuchodonosor king of Babylon, and into the hand of the Chaldeans.'
1:1451
Εἰ καὶ δακτύλιος γένοιτο, καὶ ἐπὶ τῆς δεξιᾶς μου τεθείη χειρὸς, ἐκεῖθεν αὐτὸν ἐκ σπάσω, καὶ παραδώσω τοῖς πολεμίοις
他就算成為戒指,戴在我右手上,我也必從那裡把他摘下,交給仇敵。
Even if he should become a ring, and be placed upon my right hand, from thence would I pluck him, and deliver him to the enemies.
1:1452
Μὴ τοίνυν θαῤ ῥείτω τῇ τῶν προγόνων ἀρετῇ, τὴν ἐκείνων ἀρετὴν μὴ ζηλώσας
所以他不可倚仗列祖的美德而放膽,因他並未效法他們的美德。
Let him therefore not take courage in the virtue of his forefathers, since he did not emulate their virtue.
1:1453
Καὶ ἀποῤῥίψω σε, καὶ τὴν μητέρα σου, τὴν τεκοῦσάν σε, εἰς γῆν ἑτέραν, εἰς γῆν οὗ οὐκ ἐτέχθητε ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε
「我必將你和生你的母親趕到別的地方,就是你們生身之外的地;你們必死在那裡。」
'And I will cast you away, and your mother who bore you, into another land, into a land where you were not born; and there you shall die.'
1:1454
Προστέθεικε δὲ, ὡς οὐκ ἀναστρέψουσιν εἰς τὴν γῆν, ἧς ἐφίενται
他又補充說,他們必不得歸回他們所渴慕的那地。
And he added that they shall not return to the land which they long for.
1:1455
Λέγει καὶ τὴν αἰτίαν τῆς τιμωρίας
他也說明了刑罰的緣由。
He states also the cause of the punishment.
1:1456
Τὸ στόμα τὸ ἐξουδενωμένον καὶ ἐκτετιναγμένον ὁ ἀνὴρ οὗτος. Κουφότητα δὲ αὐτοῦ καὶ εὐκολίαν περὶ τοὺς παρανόμους λόγους κατηγορεῖ
「這人是被藐視、被抖出的口。」他控告他在悖逆的言語上輕浮率性。
'This man is a mouth that has been despised and shaken out.' He accuses him of levity and frivolity concerning lawless words.
1:1457
Καὶ ἠτιμώθη Ἰεχονίας, ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία
「耶哥尼雅被輕看,好像無用的器皿。」
'And Jechonias has been dishonoured like a vessel for which there is no use.'
1:1458
Εἶτα ὡς τῶν λόγου μετειληφότων οὐκ ἀκουόντων, πρὸς τὴν γῆν τὴν ἄψυχον ποιεῖται τοὺς λόγους
接著,彷彿那些領受理性的人不肯聽從,他便向無生命的大地說話。
Then, as though those who partook of reason would not listen, he directs his words to the inanimate earth.
1:1459
Γῆ, γῆ, γῆ, ἄκουε λόγον Κυρίου·
「地啊,地啊,地啊,當聽耶和華的話;」
'O earth, earth, earth, hear the word of the Lord;'
1:1460
Γράψον σὺ τὸν ἄνδρα τοῦτον, ἄν δρα ἐκκήρυκτον, ἄνθρωπον ἀνευόδωτον ἐν ταῖς ἡμέραις αὑτοῦ·
「你要寫下這人,是被公告驅逐的人,是一生不得亨通的人;」
'Write down this man, a man banished by proclamation, a man who shall not prosper in his days;'
1:1461
Ἔδειξε τῆς Ἰουδαίων βασιλείας τὸ τέλος·
他顯明了猶大王國的終局;
He showed the end of the kingdom of the Jews;
1:1462
μηδεὶς γὰρ τὸν Ζοροβάβελ εἰς μέσον φε ρέτω·
沒有人可以把所羅巴伯提出來作反例;
for let no one bring forward Zorobabel into the midst;
1:1463
οὐδὲ γὰρ οὗτος ἐβασίλευσε τοῦ λαοῦ·
因為這人並未作百姓的王;
for neither did this man reign over the people;
1:1464
ἀλλὰ δημαγωγὸς ἦν καὶ στρατηγός·
他不過是民眾的領袖和統帥;
but he was a leader of the people and a commander;
1:1465
ἀλλ' ἐπάνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Ἔχει τοίνυν τὸ ἀψευδὲς ἡ πρόῤῥησις
反倒是超乎一切執政的、掌權的、有能的、主治的,和一切有名的,不但是今世的,連來世的也都超過。因此這預言乃是真實無謬的。
but rather above all rule and authority and dominion and every name that is named, not only in this age, but also in that which is to come. The prediction therefore holds true without falsehood.
1:1466
Ἐντεῦθεν κατηγορεῖ τῶν ποιμένων τούτων, αὐ τῶν τῶν βασιλέων, ὡς αἰτίων γενομένων τῆς τῶν προβάτων διασπορᾶς·
從此處起,他控告這些牧人,就是君王自己,說他們成了羊群四散的緣由;
From this point he accuses these shepherds, the kings themselves, as having become the cause of the scattering of the sheep;
1:1467
καὶ αὐτοῖς μὲν τὸν ὄλεθρον ἀπειλεῖ, τοῖς δὲ προβάτοις ἀνάκλησιν
他向他們宣告滅亡的威嚇,卻向羊群應許召回。
and to them he threatens destruction, but to the sheep he promises recall.
1:1468
Εἰσδέξομαι γὰρ, φησὶ, τοὺς καταλοίπους τοῦ λαοῦ ἀπὸ πάσης τῆς γῆς, ἧς ἔξωσα αὐ τοὺς ἐν τῇ νομῇ αὐτῶν, καὶ αὐξηθήσονται, καὶ πληθυνθήσονται
他說:「我要從我趕散他們所到的各地,就是從他們的草場之外,招聚我百姓的餘剩之民回來,他們必生養眾多,繁衍增添。」
'For I will receive again,' he says, 'the remnant of my people from all the land into which I drove them out from their pasture, and they shall increase and be multiplied.'
1:1469
Ἐπαγγέλλεται δὲ καὶ τὰ μείζονα ἀγαθά
他也應許了更大的美福。
He promises also the greater good things.
1:1470
νοῦσιν αὐτοὺς, καὶ οὐ φοβηθήσονται ἔτι, οὐδὲ πτοηθήσονται, οὐδὲ διαφωνήσουσι, λέγει Κύ ριος
「……他們,他們必不再懼怕,也不驚惶,一個也不缺失,這是耶和華說的。」
'...them, and they shall no more fear, nor shall they be dismayed, nor shall any of them be lost, says the Lord.'
1:1471
Ταῦτα τυπικῶς μὲν ἐπὶ τοῦ Ζοροβάβελ καὶ Ἰη σοῦ τοῦ Ἰωσεδὲκ ἐκβέβηκεν·
這些話按預表的意義,是應驗在所羅巴伯和約撒答的兒子耶書亞身上;
In a typological sense these things were fulfilled in Zerubbabel and Jeshua the son of Jozadak;
1:1472
οὐ μὴν πᾶσα ἡ προ φητεία·
然而並非整個預言都是如此;
yet not the whole of the prophecy;
1:1473
πολλοὶ γὰρ αὐτοῖς ἐπανέστησαν, καὶ οὐ μόνον οἱ γειτονεύοντες, ἀλλὰ καὶ Μακεδόνες ὕστερον, καὶ τὸ τελευταῖον Ῥωμαῖοι·
因為有許多人起來攻擊他們,不僅是鄰近的民族,後來還有馬其頓人,最後又有羅馬人;
for many rose up against them, and not only their neighbours, but afterwards the Macedonians as well, and finally the Romans;
1:1474
ἡ δὲ πρόῤῥησις τὸ διαρκὲς τῆς χάριτος ἐπαγγέλλεται·
但這預言所宣告的,乃是恩典的長存不衰;
but the prediction proclaims the enduring permanence of grace;
1:1475
οὐκοῦν δῆλον ὡς τὰ μὲν ἐπ' ἐκείνων ἐξέβη, τὰ δὲ ἐπὶ τῶν ἱερῶν ἀποστόλων
由此可見,有些事是應驗在那些人身上,而另一些事則是關乎聖使徒的。
it is therefore clear that some things were fulfilled in those men, while others pertain to the holy apostles.
1:1476
Οὗτοι γὰρ μόνοι ἔσχον τὴν τοῦ Πνεύματος δωρεάν
因為惟有這些人領受了聖靈的恩賜。
For these alone received the gift of the Spirit.
1:1477
Μαρτυρεῖ δὲ τῇ διανοίᾳ καὶ τὰ ἐπαγόμενα
而接下來的話也為這一解釋作見證。
And what follows also bears witness to this interpretation.
1:1478
Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται ἡ Ἰουδαία, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς·
「在他的日子,猶大必得救,以色列也必安然居住;」
'In his days Judah shall be saved, and Israel shall dwell in confidence;'
1:1479
καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ, ὃ καλέσει Κύριος αὐτὸν, Ἰωσεδέκ·
「這是主要稱他的名字:約撒德。」
'and this is his name, whereby the Lord shall call him, Jozadek.'
1:1480
Ταῦτα οἱ ἐμβρόντη τοι Ἰουδαῖοι εἰς τὸν Ζοροβάβελ ἕλκειν ἀναιδῶς ἐπι χειροῦσιν·
這些話,那些昏聵糊塗的猶太人厚顏無恥地竟企圖硬套在所羅巴伯身上;
These things the thunderstruck Jews shamelessly attempt to drag over to Zerubbabel;
1:1481
ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὅτι οὐ βασιλεὺς ἦν ἐκεῖνος, ἀλλὰ δημαγωγός·
但他們本應看明,那人並不是君王,而是一位民眾的領袖;
but they ought to have perceived that he was not a king, but a popular leader;
1:1482
καὶ Ἰωσεδὲκ ἐκεῖνος οὐκ ἐκαλεῖτο·
並且那人也不被稱為約撒德;
and that man was not called Jozadek;
1:1483
οὔτε μὴν ἡ ἑρμηνεία τῆς προσηγορίας πρόσφορος ἐκείνῳ·
而且這稱號的含義也不適合他;
nor indeed is the interpretation of the appellation suited to him;
1:1484
δηλοῖ γὰρ τὸ ὄνομα, Κύριος δι καιοσύνη ἡμῶν, ἢ κατὰ τὴν τοῦ Σύρου ἑρμηνείαν, Κύριε δικαίωσον ἡμᾶς· οὐδὲν δὲ τούτων ἁρμόττει τῷ Ζοροβάβελ·
因為這名字的意思是「主是我們的義」,或照敘利亞譯本的解釋是「主啊,求你稱我們為義」;而這些沒有一樣是適合所羅巴伯的。
for the name signifies 'The Lord our righteousness,' or, according to the Syriac interpretation, 'O Lord, justify us'; and none of these fits Zerubbabel.
1:1485
Ἐντεῦθεν μεταφέρει τὸν λόγον κατὰ τῶν τὰ ψευδῆ προαγορευόντων, καὶ μοιχοὺς ὀνομάζει. τούτους, ὡς μοιχεύοντας, καὶ τὸν θεῖον διαφθείροντας λόγον
從這裡他把話鋒轉向那些預言虛假之事的人,並稱他們為姦淫者。這些人既行姦淫,又敗壞神的道,
From here he turns his discourse against those who foretell falsehoods, and calls them adulterers. These, as committing adultery and corrupting the divine word,
1:1486
Καλεῖ δὲ αὐτοὺς καὶ αἰτίους τῆς τοῦ λαοῦ πο νηρίας·
他又稱他們為百姓邪惡的禍首;
he also calls the cause of the people's wickedness;
1:1487
λέγει δὲ καὶ τοὺς ἱερέας κοινωνοὺς αὐτῶν γεγενῆσθαι τῆς ἀσεβείας
他還說,祭司也成了他們在不敬虔上的同夥。
and he says that the priests too have become their partners in impiety.
1:1488
Προλέγει δὲ καὶ τὰ συμ βησόμενα αὐτοῖς κακὰ, καὶ παραβάλλει αὐτοὺς τοῖς προφήταις τῆς Σαμαρείας, οἳ προφανῶς τῆς Βάαλ ἐκαλοῦντο προφῆται
他又預言必臨到他們的災禍,並把他們比作撒瑪利亞的先知,就是那些公然被稱為巴力先知的人。
He also foretells the evils that will befall them, and compares them to the prophets of Samaria, who were openly called the prophets of Baal.
1:1489
Καὶ γὰρ οὗτοι, φησὶ, ψευδῶς ἐπαγγειλάμενοι τῷ λαῷ εἰρήνην, αἴτιοι ἐγένοντο τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ διὰ τούτους τὴν Σοδόμων καὶ Γομόῤ ῥων ἐμιμήσαντο πονηρίαν·
他說,因為這些人也向百姓虛假地應許平安,就成了各人不轉離自己惡道的緣故,並且因著這些人,他們就效法了所多瑪和蛾摩拉的邪惡;
For these too, he says, having falsely promised peace to the people, became the cause of each man's not turning back from his evil way, and because of them they imitated the wickedness of Sodom and Gomorrah;
1:1490
Ἰδοὺ ἐγὼ ψωμίζω αὐτοὺς ὀδύνας, καὶ πο τίζω αὐτοὺς ὕδωρ πικρὸν, ὅτι ἀπὸ τῶν προφητῶν Ἱερουσαλὴμ ἐξῆλθε μολυσμὸς πάσῃ τῇ γῇ
「看哪,我必拿愁苦給他們當食物,又拿苦水給他們喝,因為從耶路撒冷的先知那裡,有污穢流遍全地。」
'Behold, I will feed them with pangs of grief, and give them bitter water to drink, because from the prophets of Jerusalem defilement has gone forth into all the land.'
1:1491
Παραινεῖ δὲ καὶ τῷ λαῷ μὴ δέχεσθαι τοὺς παρ' ἐκείνων προφερομένους λόγους
他又勸戒百姓,不要接受那些人所說出的話。
He also exhorts the people not to receive the words uttered by those men.
1:1492
Ἀπὸ καρδίας γὰρ αὑτῶν, φησὶ, λα λοῦσι, καὶ οὐκ ἀπὸ στόματος Κυρίου
他說:「因為他們是憑自己的心說話,而不是出於主的口。」
'For they speak,' he says, 'from their own heart, and not from the mouth of the Lord.'
1:1493
Καὶ ὑπισ χνοῦνται εἰρήνην, ἣν οὐκ ἐπηγγειλάμην ἐγώ
「他們應許平安,那卻不是我所宣告的。」
'And they promise peace, which I did not proclaim.'
1:1494
Πᾶσι τοῖς πορευομένοις τοῖς θελήμασιν αὑτῶν, καὶ παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὑτοῦ εἶπον, Οὐχ ἥξει ἐπὶ σὲ κακά
「他們對一切隨從自己心意而行的人,並對每一個隨從自己心中妄想而行的人說:災禍必不臨到你們。」
'To all who walk after their own desires, and to everyone who walks in the error of his own heart, they said, No evil shall come upon you.'
1:1495
Ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου, καὶ εἶδε, καὶ ἤκουσεν αὐτοῦ τὸν λόγον; Τίς ἠνωτίσατο τὸν λόγον αὐτοῦ, καὶ ἤκουσε; Ταῦτα, φησὶ, λέγοντες παρα θαῤῥύνουσι τοὺς τῆς πονηρίας ἐργάτας, καὶ ἐπι μένειν τῇ παρανομίᾳ παρασκευάζουσι, καὶ τῶν προ φητικῶν λόγων ἐπαΐειν κωλύουσιν
「因為誰曾站在主的會中,得以看見並聽見他的話呢?誰曾側耳聽他的話並且聽從呢?」他說,他們藉著說這些話,就壯了那些作惡之人的膽,使他們預備繼續留在不法之中,並攔阻他們留心聽先知的話。
'For who has stood in the counsel of the Lord, and seen, and heard his word? Who has given ear to his word, and heard?' By saying these things, he says, they encourage the workers of wickedness, and prepare them to persist in their transgression, and hinder them from heeding the prophetic words.
1:1496
Ἰδοὺ σεισμὸς παρὰ Κυρίου, καὶ ὀργὴ ἐκπορεύεται, εἰς συσσεισμὸν στρεφομένη
「看哪,有從主而來的地震,並有忿怒發出,變成旋風。」
'Behold, an earthquake from the Lord, and wrath goes forth, turning into a whirlwind.'
1:1497
Τὰ ἐπάλληλα διὰ τούτων σημαίνει κακὰ, καὶ ὅτι θεήλατα ταῦτα·
他藉這些話指明那接連而來的災禍,並且這些災禍是神所降下的;
By these words he signifies the successive evils, and that they are sent by God;
1:1498
αὐτὸς γὰρ ὑμῖν ἐπιφέρει τὰς τιμωρίας·
因為是他親自把刑罰加在你們身上;
for he himself brings the punishments upon you;
1:1499
εἶτα λέγει καὶ τοὺς πεισομένους·
然後他又述說那些必要承受這些刑罰的人;
then he tells also of those who will suffer them;
1:1500
Ἐπὶ τοὺς ἀσεβεῖς ἥξει. κʹ
「這必臨到不敬虔的人。」(第二十章)
'It shall come upon the ungodly.' (Chapter 20)
1:1501
Οὐκ ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως τοῦ ποιῆσαι αὐτὸν τὰ ἐγχειρήματα τῆς καρδίας αὑ τοῦ
「主的忿怒必不轉消,直到他成就他心中所定的旨意。」
'The anger of the Lord shall not turn back, until he has accomplished the purposes of his heart.'
1:1502
Ἃ γὰρ προείρηκεν, εἰς πέρας ἥξει
因為他所預言的事,必要成就到底。
For the things he has foretold shall come to their fulfilment.
1:1503
Ἐπ' ἐσχάτων ἡμερῶν νοήσουσιν αὐτὰ νοήσει. Ὅταν ἴδωσι τὰ πράγματα, τῶν ῥημάτων ἀναμνησθήσονται
「在末後的日子,他們必清楚明白這些事。」當他們看見這些事發生時,就必想起這些話來。
'In the last days they shall understand these things with understanding.' When they see the events, they will remember the words.
1:1504
Εἶτα λέγει, ὡς οἱ τὰ ψευδῆ προφητεύοντες αὐτόματοι, καὶ μὴ κελευόμενοι, τοὺς ἐναντίους τῷ λαῷ προσ έφερον λόγους
然後他說,那些預言虛假之事的人,是自作主張、未奉差遣,就向百姓傳講與百姓為敵的話;
Then he says that those who prophesy falsehoods, of their own accord and unbidden, brought to the people words opposed to them;
1:1505
ἔστησαν, φησὶ, ἐν τῇ ὑποστάσει μου, καὶ ἤκουσαν τῶν λόγων μου, ἐδίδαξαν ἂν τὸν λαόν μου, καὶ ἀπέστρεφον αὐτοὺς ἀπὸ τῆς ὁδοῦ αὐτῶν τῆς πονηρᾶς, καὶ ἀπὸ τῶν πονη ρῶν ἐπιτηδευμάτων αὐτῶν
他說:「他們若曾站在我的會中,聽見我的話」——他們就必教導我的百姓,使他們轉離惡道,離開自己邪惡的行為。
'They stood,' he says, 'in my counsel, and heard my words'—they would have taught my people, and turned them from their evil way, and from their wicked practices.
1:1506
Ἐγὼ δὲ σαφῶς διὰ τοῦ νόμου ἀπηγόρευσα τῆς πονηρίας τὰ εἴδη·
「但我早已藉著律法明明禁止各樣的邪惡;」
'But I clearly through the law forbade the kinds of wickedness;'
1:1507
εἰ τοί νυν τοῖς ἐμοῖς εἵποντο λόγοις, κατηγόρησαν ἂν τῆς. τοῦ λαοῦ παρανομίας, καὶ ἐπὶ τὴν ὁδὸν τὴν εὐθεῖαν ἐποδήγησαν
「所以他們若順從我的話,就必指斥百姓的不法,並引導他們走上正直的道路。」
'if therefore they had followed my words, they would have condemned the people's transgression, and guided them into the straight way.'
1:1508
Θεὸς γὰρ ἐγγίζων, φησὶν, εἰμὶ καὶ οὐχὶ Θεὸς πόῤῥωθεν
他說:「因為我是近處的神,並不是遠處的神。」
'For I am a God who is near,' he says, 'and not a God afar off.'
1:1509
Εἰ κρυβήσεται ἄνθρωπος, κἀγὼ οὐκ ὄψομαι αὐτόν; λέγει Κύριος
「人豈能隱藏自己,使我看不見他呢?這是主說的。」
'Shall a man hide himself, and I not see him? says the Lord.'
1:1510
Εἶτα δι δάσκει τὸ ἀπερίγραπτον
然後他教導說,他是無所不在、不受限量的。
Then he teaches that he is uncircumscribed.
1:1511
Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ; λέγει Κύριος. Εἰ τοίνυν παν ταχοῦ παρῶ, πῶς οἴονταί με οἱ ἄνθρωποι ἀγνοῆσαί τι τῶν γιγνομένων; Ἐπιτείνει δὲ πάλιν τὴν κατὰ τῶν ψευδοπροφητῶν κατηγορίαν, ὡς ἐνύπνια δι ηγουμένων, καὶ τὸν λαὸν ἐξαπατώντων, καὶ τὰ ὅμοια τοῖς τῆς Βάαλ προφήταις ποιεῖν τολμώντων
「我豈不充滿天地嗎?這是主說的。」既然我無處不在,人怎能以為我竟不知道所發生的任何事呢?他又再次加重對假先知的控訴,說他們是述說夢境、欺哄百姓的人,竟敢行巴力先知所行的那些事。
'Do I not fill heaven and earth? says the Lord.' If then I am present everywhere, how do men suppose that I am ignorant of any of the things that happen? And again he intensifies his accusation against the false prophets, as men who recount dreams, and deceive the people, and dare to do the very things done by the prophets of Baal.
1:1512
Εἶτα κελεύει γενέσθαι τὴν σύγκρισιν τοῦ τε προφήτου καὶ τοῦ ψευδοπροφήτου
然後他吩咐要在真先知與假先知之間作一比較。
Then he commands that a comparison be made between the true prophet and the false prophet.
1:1513
Ὁ προφήτης, φησὶν, ἐν ᾧ τὸ ἐνύπνιόν ἐστι, διηγησάσθω τὸ ἐνύπνιον αὑτοῦ·
他說:「那作夢的先知,可以述說他的夢;」
'The prophet who has a dream,' he says, 'let him tell his dream;'
1:1514
καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτὸν, διηγησάσθω τὸν λόγον μου ἐπ' ἀληθείας
「而那領受我話語的人,就當按著真理傳講我的話。」
'and he to whom my word comes, let him tell my word in truth.'
1:1515
Καὶ διδάσκει τροπικῶς τὸ διά φορον
他又用比喻教導其中的分別。
And he teaches the difference figuratively.
1:1516
Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; φησὶν ὁ Κύριος. κθʹ
「糠秕怎能與麥子相比呢?這是主說的。」(第二十九章)
'What is the chaff to the wheat? says the Lord.' (Chapter 29)
1:1517
Οὐχ οὕτως οἱ λόγοι μου, ὡς πῦρ, λέγει Κύριος; καὶ ὡς πέλυξ κόπτων πέτραν; Ἔδειξε διὰ τῶν παραβολῶν τοῦ θείου λόγου τὴν δύναμιν
「主說,我的話豈不像火,又像劈開磐石的斧子嗎?」他藉著這些比喻顯明了神之道的能力。
'Are not my words like fire, says the Lord, and like an axe that cleaves the rock?' Through these comparisons he showed the power of the divine word.
1:1518
Εἶτα τῶν ψευδοπροφητῶν διδάσκει τὴν διαφοράν·
然後他教導那些假先知之間的分別;
Then he teaches the difference among the false prophets;
1:1519
οἱ μὲν γὰρ οἷόν τινες, φησὶ, λωποδῦται κλέπτουσί τινας προφητικοὺς λόγους, καὶ τούτους ταῖς παρατροπαῖς διαφθείρουσιν·
他說,因為有些人像那些攔路搶劫的盜賊,偷竊某些先知的話,並用曲解來敗壞它們;
for some, he says, like thieves and footpads, steal certain prophetic words, and corrupt them by distortions;
1:1520
οἱ δὲ πλάττουσι προφητείαν ψευδῆ·
有些人捏造虛假的預言;
others fabricate a false prophecy;
1:1521
οἱ δὲ ἐνύπνια, ἃ μὴ ἑωράκασι, διηγοῦνται καὶ δια φόρως τὸν τρισάθλιον ὑποβουκολοῦντες λαὸν, ἐπιμένειν τῇ πονηρίᾳ παρασκευάζουσιν
還有些人述說他們並未看見的夢,用種種方法哄騙那三重可憐的百姓,使他們預備繼續留在邪惡之中。
and others recount dreams which they have not seen, and by variously deceiving the thrice-wretched people, they prepare them to persist in wickedness.
1:1522
Ἔπειτα κελεύει τῷ προφήτῃ·
然後他吩咐先知說:
Then he commands the prophet:
1:1523
Ἐὰν ἐρωτήσῃ ὁ λαὸς οὗτος, ἱερεὺς ἢ προφήτης, λέγων, Τί τὸ λῆμμα Κυρίου; ἐρεῖς αὐτοῖς·
「這百姓,或是祭司,或是先知,若問你說:主的默示是什麼呢?你就要對他們說:」
'If this people, or a priest, or a prophet, should ask you, saying, What is the burden of the Lord? you shall say to them:'
1:1524
Ὑμεῖς ἐστε τὸ λῆμμα Κυρίου, καὶ ῥίψω ὑμᾶς, λέγει Κύριος
「你們就是主的重擔,我必丟棄你們,這是主說的。」
'You are the burden of the Lord, and I will cast you off, says the Lord.'
1:1525
Καὶ ὁ προφήτης, καὶ ἱε ρεὺς, οἳ ἂν εἴπωσι Λῆμμα Κυρίου, ἐκδικήσω τὸν ἄνθρωπον, καὶ τὸν οἶκον αὐτοῦ
「至於那說『主的默示』的先知和祭司,我必刑罰那人和他的家。」
'And as for the prophet and the priest who shall say, The burden of the Lord, I will punish that man and his household.'
1:1526
Ἐπιλήπτους ἐκάλουν τοὺς προφήτας οἱ δυσσεβεῖς, καὶ λῆμμα τὴν προφητείαν
那些不敬虔的人稱先知為「癲癇發作的人」,稱預言為「重擔」。
The impious called the prophets 'epileptics,' and the prophecy a 'burden.'
1:1527
Παρακελεύεται τοίνυν ὁ Θεὸς, τούτῳ τῷ προσρήματι μὴ κεχρῆσθαι, καὶ τοῖς μὴ πειθομένοις ἀπειλεῖ τιμωρίαν
所以神勸戒他們不要使用這稱呼,並威嚇那些不肯順從的人必受刑罰。
God therefore exhorts them not to use this appellation, and threatens punishment upon those who will not obey.
1:1528
Κελεύει δὲ αὐτοῖς οὕτω πυνθάνεσθαι, Τί ἀπεκρίθη Κύριος; Τί ἐλά λησε Κύριος; καὶ λῆμμα Κυρίου μὴ ὀνομάζειν ἔτι·
他吩咐他們要這樣詢問:主回答了什麼?主說了什麼?並且不可再稱它為「主的默示」;
He commands them to inquire thus: What has the Lord answered? What has the Lord spoken? and no longer to name it 'the burden of the Lord';
1:1529
τοῖς δὲ τὰ προστεταγμένα παραβαίνουσιν ἀπ ειλεῖ, λέγων·
至於那些違背他命令的人,他就威嚇說:
but against those who transgress his commands he threatens, saying:
1:1530
Ἰδοὺ ἐγὼ λαμβάνω ὑμᾶς λήμματι, καὶ ῥίψω ὑμᾶς, καὶ τὴν πόλιν, ἣν ἔδωκα ὑμῖν. καὶ τοῖς πατράσιν ὑμῶν, ἀπὸ προσώπου μου
「看哪,我必把你們如同重擔提起,將你們連同我所賜給你們和你們列祖的城,都從我面前丟棄。」
'Behold, I will take you up as a burden, and I will cast you off, and the city which I gave to you and to your fathers, from before my face.'
1:1531
Καὶ δώσω ἐφ' ὑμᾶς ὀνειδισμὸν αἰώνιον, καὶ ἀτιμίαν αἰωνίαν, ἥτις οὐκ ἐπιλησθήσεται
「我必使你們永遠蒙羞,永遠受辱,這羞辱是不能忘記的。」
'And I will bring upon you everlasting reproach, and everlasting dishonour, which shall not be forgotten.'
1:1532
ἀπει λήσας δέ γε τὴν αἰχμαλωσίαν, ὑπισχνεῖται καὶ τὴν ἐπάνοδον, καὶ οὕτως αὐτὴν ἐπίσημον λέγει γενήσε σθαι, ὡς λήθῃ παραδοθῆναι τὴν ἔξοδον τὴν ἐξ Αἰγύ πτου γεγενημένην, διὰ τὴν ταύτης λαμπρότητα
但他既威嚇了被擄之事,也應許了歸回,並說這歸回必變得如此著名,甚至那從埃及出來的事,都要因這歸回的輝煌而被人淡忘。
But having threatened the captivity, he also promises the return, and says that it will become so renowned that the exodus which took place from Egypt will be given over to forgetfulness, on account of the splendour of this return.
1:1533
Ἡμεῖς δὲ, παρακαλῶ, καὶ τοῖς προφητικοῖς, καὶ τοῖς ἀποστολικοῖς ἀκολουθήσωμεν λόγοις, καὶ τὸν δι' ἐκεί νων καὶ τούτων φθεγξάμενον προσκυνήσωμεν, καὶ τοὺς ζωοποιοὺς αὐτοῦ φυλάξωμεν νόμους·
但我懇求你們,讓我們跟隨那些先知的話和使徒的話,敬拜那位藉著他們並藉著這些人說話的主,並謹守他那賜生命的律法;
But let us, I beseech you, follow both the prophetic and the apostolic words, and worship him who spoke through those men and these, and keep his life-giving laws;
1:1534
ἵνα τῶν ἐπηγγελμένων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
使我們得以享受那所應許的美福,這都是靠著我們主耶穌基督的恩典和慈愛;願榮耀藉著他歸與父,並與至聖的聖靈,從今直到永永遠遠。
that we may enjoy the good things that have been promised, by the grace and lovingkindness of our Lord Jesus Christ, with whom to the Father be glory, together with the all-holy Spirit, now and ever, and unto the ages of ages.
1:1535
Πάλιν διὰ παραβολῶν καὶ συμβόλων ποιεῖται τὴν προφητείαν·
他再次藉著比喻和象徵發出預言;
Again he makes his prophecy through parables and symbols;
1:1536
καὶ ὁρᾷ κατά τινα ἀποκάλυψιν δύο καλάθους σύκων κειμένους πρὸ τοῦ θείου νεώ
他在某個異象中看見兩筐無花果放在神的殿前。
and he sees, in a certain revelation, two baskets of figs set before the divine temple.
1:1537
Λέγει δὲ καὶ τὸν τῆς προφητείας χρόνον·
他也說明這預言的時候;
He also states the time of the prophecy;
1:1538
μετὰ γὰρ δὴ τὴν Ἰεχονίου μετανάστασιν, καὶ τὴν Σεδεκίου βασιλείαν, ταῦτα λέγει ἑωρακέναι
因為他說,他是在耶哥尼雅被擄之後、西底家作王的時候,看見這些事的。
for it was after the deportation of Jeconiah and during the reign of Zedekiah that he says he saw these things.
1:1539
Καὶ τὸν μὲν ἕνα κάλαθον σύκων ἀρίστων τε καὶ πρωΐμων·
那一筐盛的是極好、初熟的無花果;
And the one basket held figs excellent and early-ripe;
1:1540
τὸν δὲ ἕτερον λίαν αἰσχρῶν, καὶ παντελῶς ἀχρήστων εἰς ἐδωδήν
另一筐盛的卻是極其惡劣、完全不能吃的無花果。
but the other, figs exceedingly foul and utterly useless for eating.
1:1541
Εἶτα θείαν δεξάμενος περὶ τούτων ἐρώτησιν, εἶπε τὴν τῶν ὑποδειχθέντων διαφοράν·
接著,他既就這些事領受了神聖的詢問,便說出所指示之物彼此間的差別;
Then, having received a divine inquiry concerning these things, he declared the difference between what had been shown him;
1:1542
καὶ διδάσκεται λοιπὸν τὰ διὰ τούτων σημαινόμενα
此後他便被教導藉這些事物所表明的意涵。
and thereafter he is taught the things signified by them.
1:1543
Ἀπείκασε γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς μὲν πρωΐμοις σύκοις τοὺς ἤδη γεγενημέ νους δορυαλώτους, καὶ ὑπισχνεῖται αὐτοῖς τὴν ἐκεῖ θεν ἐπάνοδον, καὶ τὴν αὑτοῦ κηδεμονίαν, καὶ σὺν εὐσεβείᾳ τὴν εὐπραξίαν
因為萬有之神將已被擄為戰俘的人比作那早熟的無花果,並應許他們必從那地歸回,且賜下祂自己的看顧,又連同虔敬一併賜下亨通。
For the God of all likened to the early figs those who had already been taken captive, and He promises them their return from thence, and His own providential care, and, together with piety, prosperity.
1:1544
Τοῖς δὲ δυσειδέσι σύκοις ἀφομοιοῖ οὐ μόνον τοὺς ὑπολειφθέντας ἐν τῇ Ἰου δαίᾳ, ἀλλὰ καὶ τοὺς εἰς Αἴγυπτον πεφευγότας, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Σεδεκίαν, καὶ τοὺς ἄρχοντας, καὶ ἀπειλεῖ αὐτοῖς τῶν Βαβυλωνίων τὴν στρατιὰν, καὶ τὰ ἐκ τοῦ πολέμου φυόμενα σκυθρωπὰ, λιμὸν, καὶ λοιμὸν, καὶ σφαγὴν, καὶ αἰχμαλωσίαν·
但祂將那醜惡的無花果,比作不僅是那些留在猶大地的人,也包括那些逃往埃及的人,並與他們同去的西底家王和眾首領;祂又以巴比倫人的軍隊威嚇他們,以及那從戰爭中滋生的種種悲慘之事—饑荒、瘟疫、殺戮與被擄。
But to the ill-favoured figs He likens not only those left behind in Judea, but also those who had fled into Egypt, and with them King Zedekiah and the rulers; and He threatens them with the army of the Babylonians, and the woeful things that spring from war—famine, and pestilence, and slaughter, and captivity.
1:1545
οὕτω ταῦτα προθεσπίσας, τὴν πρὸ τούτων τίθησι προφη τείαν·
他既如此預先宣告了這些事,便記下那在這些事之前的預言;
Having thus foretold these things, he sets down the prophecy that came before them;
1:1546
ταῦτα μὲν γὰρ μετὰ τὸν Ἰεχονίαν ἐῤῥέθη·
因為這些話是在耶哥尼雅之後所說的,
for these things were spoken after Jeconiah,
1:1547
ἃ δὲ μέλλει λέγειν, ἐπὶ Ἰωακεὶμ τοῦ βασιλέως, ὃς τοῦ Ἰεχονίου πατὴρ ἐτύγχανεν ὤν
但他將要說的事,乃是在約雅敬王的時候,這王正是耶哥尼雅的父親。
but the things he is about to say were in the time of Jehoiakim the king, who happened to be the father of Jeconiah.
1:1548
Λέγει δὲ καὶ τὸν χρόνον σαφῶς
他也清楚地說明了那時間。
And he states the time plainly.
1:1549
Ὁ λόγος ὁ γενόμενος πρὸς Ἱερεμίαν, ἐπὶ πάντα τὸν λαὸν τοῦ Ἰούδα, ἐν τῷ ἔτει τῷ τε τάρτῳ τοῦ Ἰωακεὶμ, υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα·
耶利米所領受、論及猶大眾民的話,臨到於猶大王約西亞之子約雅敬第四年;
The word that came to Jeremiah concerning all the people of Judah, in the fourth year of Jehoiakim son of Josiah king of Judah;
1:1550
αὐτὸς ἐνιαυτὸς πρῶτος τῷ Ναβουχοδονό σορ βασιλεῖ Βαβυλῶνος
那一年正是巴比倫王尼布甲尼撒的元年。
that same year being the first of Nebuchadnezzar king of Babylon.
1:1551
Ἐν τούτῳ τῷ ἔτει ἐπι στρατεύσας ὁ Ναβουχοδονόσορ κατὰ τῆς Ἱερουσαλὴμ, τοὺς μὲν ἐξηνδραπόδισε, τοῖς δὲ φόρον ἐπιθεὶς ἀν έστρεψε
在那一年,尼布甲尼撒上來攻打耶路撒冷,把一些人擄去為奴,又向另一些人徵收貢賦,然後回去了。
In that year Nebuchadnezzar marched against Jerusalem, and some he led away into slavery, while upon others he imposed tribute, and returned.
1:1552
Λέγει τοίνυν καὶ τίνα τὰ εἰρημένα
他接著也述說了所宣告的話是什麼。
He then states also what were the words spoken.
1:1553
Ἐν τρισκαιδεκάτῳ ἔτει Ἰωσία, υἱοῦ Ἀμὼς βασιλέως Ἰούδα (καὶ ἕως τῆς ἡμέρας ταύτης εἴκοσι καὶ τρία ἔτη), ἐγενήθη λόγος Κυρίου πρός με, καὶ ἐλάλησα πρὸς ὑμᾶς ὀρθρί ζων, καὶ οὐκ ἠκούσατε
當猶大王亞捫之子約西亞第十三年(直到今日,共二十三年),耶和華的話臨到我,我清晨起來對你們說話,你們卻不聽從。
In the thirteenth year of Josiah son of Amos king of Judah (and to this day, three and twenty years) the word of the Lord came to me, and I spoke to you rising up early, and you did not hearken.
1:1554
Τοῦ πλήθους τῶν ἐτῶν ἐμνημόνευσε, τὴν τοῦ Θεοῦ μακροθυμίαν δεικνὺς, ὅτι ἀπειθούντων ἐπὶ τοσοῦτον ἠνέσχετο
他提到那許多的年日,是要顯明神的恆久忍耐,表明他們雖然悖逆,祂卻如此長久地寬容了他們。
He made mention of the multitude of years, showing the long-suffering of God, that though they were disobedient He bore with them for so long a time.
1:1555
Ἀπέστειλα γὰρ, φησὶ, πρὸς ὑμᾶς τοὺς δούλους μου, τοὺς προ φήτας·
祂說,因為我差遣了我的僕人眾先知到你們那裡;
For I sent to you, He says, my servants the prophets;
1:1556
παρεγγυῶ ὑμῖν, τὴν ὀλεθρίαν καταλιπόν τας ὁδὸν, ἐπὶ τὴν ἑτέραν ἐλθεῖν τὴν πρόξενον τῆς ζωῆς·
我囑咐你們離棄那滅亡的道路,轉到那另一條、能帶來生命的道路上;
I charge you to forsake the way of destruction and to come to the other way, which is the procurer of life;
1:1557
καὶ ὑπισχνούμην ὑμῖν ἀγαθὰ τοῦτο δρῶσι, καὶ οὐκ ἠκούσατε·
我且應許你們,若你們如此行,必得福樂,你們卻不聽從;
and I promised you good things if you did this, and you did not hearken;
1:1558
ἀλλὰ τὴν τῶν εἰδώλων θερα πείαν προείλεσθε
反倒揀選了事奉偶像。
but you chose rather the service of idols.
1:1559
Καὶ διελέγχων τὸν τῆς ἀπειθείας σκοπὸν ἐπήγαγεν·
他既責備他們悖逆的用心,便接著說:
And reproving the aim of their disobedience, he added:
1:1560
Ὅπως παροργίσητέ με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν εἰς κακὸν ὑμῖν. Παροξύναντες γάρ με ἐτολμᾶτε ἐκεῖνα·
為要用你們手所做的工惹我發怒,以致自受其害。因為你們激怒了我,竟敢行那些事;
That you might provoke me to anger with the works of your hands to your own hurt. For provoking me to wrath, you dared those things;
1:1561
ἀλλὰ γὰρ καὶ τὴν βλάβην ὑμεῖς πάλαι ἐκαρποῦσθε
然而你們自己早已收穫了那損害。
but indeed you yourselves long ago reaped the harm.
1:1562
Οὗ χάριν, φησὶ, σὺν τῷ Ναβουχοδονόσορ τοὺς ὑπ' αὐτοῦ τελοῦντας βασιλέας ἀθροίσω, καὶ καθ' ὑμῶν, καὶ κατὰ τῶν πλησιοχώρων ὑμῶν, παρ' ὧν τὴν τῶν εἰδώ λων ἐδιδάχθητε λατρείαν, καὶ ἐρημίᾳ παντελεῖ καὶ τὴν ὑμετέραν [ γῆν] παραδώσω καὶ τὴν ἐκείνων, καὶ τῆς πάσης αὐτοὺς εὐφροσύνης γυμνώσω·
祂說,為此,我要同尼布甲尼撒一併招聚那些臣服於他的列王,來攻擊你們,並攻擊你們四圍的鄰邦,就是你們從他們學得拜偶像之事的那些人;我要把你們的地和他們的地都交付於徹底的荒涼,並剝去他們一切的歡樂;
Wherefore, He says, together with Nebuchadnezzar I will gather the kings who are subject to him, both against you and against your neighbours, from whom you learned the worship of idols; and I will deliver to utter desolation both your land and theirs, and I will strip them of all gladness;
1:1563
ταύ της γὰρ ἴδια φωνὴ νυμφίου, καὶ φωνὴ νύμφης·
因為這歡樂所獨有的,就是新郎的聲音和新婦的聲音,
for peculiar to this gladness is the voice of the bridegroom and the voice of the bride,
1:1564
φωνὴ μύλου, καὶ φῶς λύχνου. Ἑβδομηκοντούτῃ δὲ χρόνῳ περιορίζει τὴν ἐρημίαν
磨石的聲音和燈火的光。祂又將這荒涼限定為七十年之久。
the sound of the mill, and the light of the lamp. And He limits the desolation to a period of seventy years.
1:1565
Μετὰ γὰρ δὴ τὰ ἑβδομήκοντα ἔτη, αὐτόν τε τῆς Βαβυλῶνος τὸν βασι λέα, καὶ τοὺς ὑπηκόους ἐκείνου, δίκας τῆς ἀσεβείας καὶ παρανομίας ἀπαιτήσειν ἔφη, καὶ ἐμπεδώσειν ἅπασαν τοῦ Ἱερεμίου τὴν πρόῤῥησιν
祂說,因為在那七十年之後,祂必向巴比倫王本身和他的臣民追討他們不敬虔與違法之罪的刑罰,並要應驗耶利米一切的預言。
For after the seventy years, He said, He would require of the king of Babylon himself, and of his subjects, the penalties for their impiety and lawlessness, and would confirm every prediction of Jeremiah.
1:1566
Αὐτίκα τοί. νυν κελεύεται λαβεῖν τὸ ποτήριον τοῦ οἴνου τοῦ ἀκράτου ἐκ χειρὸς Κυρίου, καὶ ποτίσαι σύμπαντα τὰ ἔθνη, Πὸς ἃ ἐγώ σε, φησὶ, ἐξαποστελῶ πρὸς αὐτά. ιϛ
於是他隨即被吩咐,要從耶和華手中接過那盛著純酒的杯,遞給列國喝,祂說,就是我差你去攻擊的那些國。
Straightway, then, he is commanded to take the cup of the unmixed wine from the hand of the Lord, and to give it to drink to all the nations, To which, He says, I send you forth unto them.
1:1567
Καὶ πίονται, καὶ ἐξεμοῦνται, καὶ ἐκμα νήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀνὰ μέσον αὐτῶν
他們必喝,且要嘔吐、發狂,都因我打發到他們中間的刀劍。
And they shall drink, and shall vomit, and shall go mad, because of the sword which I send among them.
1:1568
Ποτήριον δὲ οἴ νου ἀκράτου τὴν δικαίαν τιμωρίαν καλεῖ·
祂以那盛純酒的杯,稱那公義的刑罰;
By the cup of unmixed wine He calls the just punishment;
1:1569
διὰ δὲ ἐκμανήσονται, τὸ χαλεπὸν τῆς τιμωρίας αἰνίττε ται
又藉「他們必發狂」暗示那刑罰的慘烈。
and by 'they shall go mad' He hints at the grievousness of the punishment.
1:1570
Εἶτα διηγεῖται ὁ προφήτης, ὡς ἐπότισε τὴν Ἱερουσαλὴμ, καὶ τὰς ὑπ' αὐτὴν πόλεις τελούσας, σὺν τοῖς βασιλεῦσι καὶ ἄρχουσι·
接著先知述說,他如何使耶路撒冷並其所轄的城邑,連同它們的君王和首領,都喝了這杯;
Then the prophet relates how he gave the cup to Jerusalem to drink, and to the cities subject to her, together with their kings and rulers;
1:1571
καὶ διδάσκει τὰ διὰ τοῦ ποτηρίου δηλούμενα
他又講明藉那杯所表明的事。
and he teaches the things signified by the cup.
1:1572
Τοῦ θεῖναι αὐτὰς εἰς ἔρημον, καὶ ἄβατον, καὶ εἰς συριγμὸν, καὶ εἰς κατάραν, κατὰ τὴν ἡμέραν ταύτην. Τουτέστιν, ἐν τῷ καιρῷ τούτῳ
為要使它們成為荒涼、廢墟、令人嗤笑之地、且被咒詛,正如今日一樣。就是說,在如今這時候。
To make them a desolation, and a waste, and a hissing, and a curse, as at this day. That is, at this present time.
1:1573
Καὶ ἄβατον μὲν καλῶν, τὴν ἐρη μίαν δηλοῖ·
他稱之為廢墟,是表明那荒涼;
And in calling it a waste, he signifies the desolation;
1:1574
διὰ δὲ τοῦ συριγμοῦ σημαίνει τὴν ἔκ πληξιν τῶν θεωμένων
又藉那嗤笑表明觀看之人的驚駭。
and by the hissing he signifies the astonishment of those who behold it.
1:1575
Τὰς γὰρ ἐπὶ τὸ χεῖρον ὁρῶντες μεταβολὰς, συρίττειν εἰώθαμεν·
因為當我們看見事物變得更壞時,慣常會發出嗤聲;
For when we see changes for the worse, we are wont to hiss;
1:1576
τούτοις ἀκόλουθος κατάρα·
隨這些而來的便是那咒詛;
and consequent upon these is the curse;
1:1577
εἰώθασι γάρ τινες λέγειν, Τάδε πάθοις, ἅπερ ὁ δεῖνα πέπονθε. Προστίθησι δὲ, ὅτι καὶ τὸν Φαραὼ τὸν βασιλέα τῶν Αἰγυπτίων καὶ τοὺς ἐπ άρχους αὐτοῦ, καὶ πάντας τοὺς ὑπηκόους πεπότικε·
因為有些人慣常說:「願你遭受某某人所遭受的那等事。」他又補充說,祂也使埃及王法老、他的將領,以及他一切的臣民都喝了;
for some are wont to say, 'May you suffer such things as such-and-such a one has suffered.' And he adds that He has given to drink also to Pharaoh king of the Egyptians, and to his commanders, and to all his subjects;
1:1578
πρὸς δὲ τοῖς ἐγχωρίοις, καὶ τοὺς μετοίκους·
除了本地居民之外,也包括那些寄居的人;
and besides the native inhabitants, also the sojourners;
1:1579
συμ μίκτους γὰρ ἐκείνους καλεῖ
因為他稱那些人為雜居的眾人。
for he calls those the mixed multitude.
1:1580
Αἰνίττεται δὲ διὰ τού των, ὅτι καὶ οἱ πεφευγότες Ἰουδαῖοι τοῖς αὐτοῖς περι πεσοῦνται κακοῖς
他藉這些話暗示,那些逃亡的猶太人也必陷入同樣的災禍。
And by these things he hints that the Jews who had fled will also fall into the same evils.
1:1581
Λέγει δὲ πεποτικέναι καὶ τῶν Χαλδαίων τοὺς βασιλέας, καὶ πᾶσαν τὴν Ἀραβίαν, καὶ πάντας τοὺς βασιλεῖς τῆς γῆς Οὔζ·
他又說,祂也使迦勒底的列王、全亞拉伯,以及烏斯地的一切君王都喝了;
And he says that He has given to drink also to the kings of the Chaldeans, and to all Arabia, and to all the kings of the land of Uz;
1:1582
τὴν δὲ Ἰδουμαίαν οὕτω κέκληκε·
他如此稱呼的,乃是以東;
and it is Idumea that he has thus named;
1:1583
καὶ τοῦτο ὁ αὐτὸς προ φήτης διδάσκει σαφέστερον ἐν τοῖς ἑξῆς
同一位先知在下文中對此有更明白的教導。
and this the same prophet teaches more plainly in what follows.
1:1584
Καὶ τὸν Βοὺζ, Περσικὸν τὸ ἔθνος, καὶ πάντα περικειρό μενον τὸ κατὰ πρόσωπον αὑτοῦ. Τοὺς Σαρακηνοὺς λέγει
又有布斯,是波斯的一族,以及一切剃去鬢髮的人。他所指的是撒拉森人。
And Buz, a Persian nation, and all who shave round about the face. He means the Saracens.
1:1585
Καὶ πάντας τοὺς βασιλεῖς Ἀραβίας, καὶ πάντας τοὺς βασιλεῖς τοὺς συμμίκτους, τοὺς καταλύοντας ἐν τῇ ἐρήμῳ
並亞拉伯的一切君王,和一切雜居的君王,就是住在曠野的。
And all the kings of Arabia, and all the mixed kings who dwell in the wilderness.
1:1586
Καὶ πάντας τοὺς βασιλεῖς Ζαμβρή
並心利的一切君王。
And all the kings of Zambri.
1:1587
Παρὰ τῷ Ἑβραίῳ καὶ τῷ Σύρῳ Ζεμβρὰν εὑρήκαμεν·
在希伯來文和敘利亞文中,我們見到的是「心蘭」;
In the Hebrew and the Syriac we have found 'Zembran';
1:1588
τῆς δὲ Χετούρας οὗτος υἱός·
這人乃是基土拉的兒子;
and this was a son of Keturah;
1:1589
καὶ οὗτοι μέντοι τὴν ἔρημον ᾤκησαν
他們也確實住在曠野。
and these indeed dwelt in the wilderness.
1:1590
Καὶ πάντας τοὺς βασιλεῖς Ἐλάμ. Καὶ τοῦτο Περσικὸν ἔθνος
並以攔的一切君王。這也是波斯的一族。
And all the kings of Elam. This too is a Persian nation.
1:1591
Καὶ πάντας τοὺς βασιλεῖς Μήδων καὶ Περσῶν. κϛʹ
並瑪代和波斯的一切君王。
And all the kings of the Medes and the Persians.
1:1592
Καὶ πάντας τοὺς βασιλεῖς ἀφηλιώτου. τοὺς ἐγγὺς καὶ τοὺς πόῤῥω·
並一切向著日落之地的君王,無論遠近;
And all the kings toward the setting sun, those near and those far off;
1:1593
καὶ ἕκαστον πρὸς τὸν ἀδελφὸν αὑτοῦ
且各人彼此攻擊,弟兄相攻。
and each one against his brother.
1:1594
Τουτέστιν, ὥστε δι' ἀλλήλων δίκας δοῦναι τῆς ἀσεβείας
就是說,好叫他們彼此為自己的不敬虔而互相償還罪責。
That is, so that they should give one another satisfaction for their impiety.
1:1595
Καὶ πάσας τὰς βασι λείας τῆς γῆς, τὰς ἐπὶ προσώπου τῆς γῆς·
並地上一切的國,就是地面上所有的國度;
And all the kingdoms of the earth, which are upon the face of the earth;
1:1596
καὶ βασιλεὺς Σησὰχ πίεται ἔσχατος αὐτῶν. Τὸν Βα βυλώνιον οὕτως ἡγοῦμαι κληθῆναι·
示沙克王要在他們之後末後喝這杯。我判斷這乃是對巴比倫王的稱呼;
and the king of Sheshach shall drink last of them. I judge that the Babylonian was thus named;
1:1597
διὰ τούτου γὰρ καὶ οἱ προῤῥηθέντες ἔπιον·
因為那些前面所提的人,也是藉著他才喝的;
for it was through him that those aforenamed also drank;
1:1598
καὶ μετ' ὀλίγον τοῦτον πίεσθαι ἔσχατόν φησι
祂又說,過不多時,這人要末後喝。
and after a little while He says that this one shall drink last.
1:1599
Μετὰ γὰρ δὴ τὴν διὰ τούτου τοῖς ἄλλοις προσενεχθεῖσαν τιμωρίαν αὐτὸς ἔδωκε δίκας
因為在藉著他向別人施行了刑罰之後,他自己也償付了罪責。
For after the punishment brought upon the others through him, he himself paid the penalty.
1:1600
Εἶτα τοῖς πιεῖν μὴ βουλομένοις ἀπειλεῖ, ὅτι καὶ ἄκοντες πίονται
接著祂向那些不肯喝的人威嚇說,他們雖不願意,也必要喝。
Then to those unwilling to drink He threatens that even against their will they shall drink.
1:1601
Ἄρξομαι γὰρ, φησὶν, ἀπὸ τῆς πόλεως ἐφ' ἧς ὠνομάσθη τὸ ὄνομά μου ἐπ' αὐτὴν, ἀπ' αὐτῆς ἄρχομαι τοῦ κακῶσαι·
祂說,因為我必從那稱為我名下的城起首;我要從它起首降災;
For I will begin, He says, from the city upon which my name has been named; from it I begin to bring evil;
1:1602
καὶ ὑμεῖς καθα ρισμῷ καθαρισθήσεσθε, καὶ οὐ μὴ καθαρισθῆτε
你們豈能得潔淨免罪呢?你們斷不能免受懲罰。
and shall you be cleansed with cleansing? You shall by no means be held guiltless.
1:1603
Τὴν ἀφωρισμένην, φησὶ, παραδίδωμι πόλιν·
祂說,那分別出來的城,我尚且交付;
The city that is set apart, He says, I deliver over;
1:1604
καὶ ὑμεῖς διαφεύξεσθε τὴν τιμωρίαν; οὐχ οἷόν τε τοῦτο γενέσθαι
你們難道還能逃脫刑罰嗎?這是斷不能的。
and shall you escape the punishment? This cannot be.
1:1605
Καὶ σὺ προφητεύσεις ἐπ' αὐτοὺς πάντας τοὺς λόγους τούτους, καὶ ἐρεῖς πρὸς αὐτοὺς, Κύριος ἀφ' ὑψηλοῦ χρηματιεῖ, καὶ ἀπὸ τοῦ ἁγίου, αὑτοῦ δώσει φωνὴν αὑτοῦ
你要向他們預言這一切的話,對他們說:耶和華必從高天發出神諭,從祂的聖所發出祂的聲音。
And you shall prophesy against them all these words, and shall say to them, The Lord shall utter His oracle from on high, and from His holy place He shall give forth His voice.
1:1606
Ἀμφότερα δεδήλωκεν, ὅτι οὐρανόθεν ἐκφέρει τὴν ψῆφον, καὶ ὅτι ἐν τῷ ἀφιερωμένῳ ναῷ ποιεῖται τὴν ἐπιφάνειαν
祂已將兩件事都表明:一是祂從天上頒下判決,二是祂在那被分別為聖的殿中顯現。
He has made both clear: that He brings forth the verdict from heaven, and that He makes His manifestation in the consecrated temple.
1:1607
Λόγον χρηματιεῖ ἐκ τοῦ τόπου αὑτοῦ, καὶ οἶδεν ὥσπερ οἱ ληνοβατοῦντες ἀποκριθήσονται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ τῆς γῆς. Τὴν ἀπόκρισιν τὸ ἔργον λέγει·
祂必從祂的所在發出神諭,並且像踹酒醡的人一樣,他們必向一切住在地上的人回應。他所說的「回應」乃是指那作為;
He shall utter an oracle from His place, and, like those who tread the winepress, they shall answer against all who dwell upon the earth. By the answer he means the deed;
1:1608
ἕπεται γὰρ τῷ θείῳ λόγῳ καὶ τὸ ἔργον
因為那作為隨著神的話而來。
for the deed follows upon the divine word.
1:1609
Ἥκει ὄλεθρος ἐπὶ μέρος τῆς γῆς·
毀滅已臨到地的一方;
Destruction is come upon a part of the earth;
1:1610
ὅτι κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι·
因為耶和華在列國中有爭辯的事;
for the Lord has a controversy among the nations;
1:1611
κρίνεται αὐτὸς πρὸς πᾶσαν σάρκα·
祂親自與凡有血氣的爭辯審斷;
He Himself enters into judgment with all flesh;
1:1612
οἱ δὲ ἀσεβεῖς ἐδόθησαν εἰς μάχαιραν, λέγει Κύριος
至於不敬虔的人,卻被交給刀劍,這是主說的。
but the ungodly are given over to the sword, says the Lord.
1:1613
Πάλιν τὴν ἄῤῥητον αὑτοῦ δείκνυσιν ἀγαθότητα
祂再一次彰顯了自己那難以言喻的良善。
Once again He displays His ineffable goodness.
1:1614
Οὐ γὰρ εἶπε, Κρινεῖ πᾶσαν σάρκα, ἀλλὰ, Κρίνεται πρὸς πᾶσαν σάρκα· δείκνυσι γὰρ τὰς οἰκείας εὐεργεσίας, καὶ τὴν τῶν λαμβανόν των ἀχαριστίαν ἐλέγχει
因為祂沒有說「祂要審判凡有血氣的」,而是說「祂與凡有血氣的爭辯審斷」;祂乃是顯明自己所施的恩惠,並且揭露那些領受恩惠之人的忘恩負義。
For He did not say, 'He will judge all flesh,' but, 'He enters into judgment with all flesh'; for He is showing His own acts of kindness and convicting the ingratitude of those who received them.
1:1615
ἀνῃρημένοι κείσονται, καὶ ἀντὶ κόπρου ἐν τῇ γῇ ἔσονται
他們必被殺躺臥,如同糞土在地面上。
They shall lie slain, and shall be as dung upon the ground.
1:1616
Ἀλαλάξατε, οἱ ποιμένες, καὶ κεκράξατε, καὶ κόψασθε, οἱ κριοὶ τῶν προβάτων, ὅτι ἐπλη ρώθησαν αἱ ἡμέραι ὑμῶν εἰς σφαγὴν, καὶ οἱ σκορπισμοὶ ὑμῶν, καὶ πεσεῖσθε ὡς κριοὶ ἐκλε κτοί
牧人哪,你們當哀號、當呼喊;羊群中的公羊啊,你們當哀哭,因為你們被宰殺的日子已經滿足,你們四散的日子已到,你們必倒下如同肥美的公羊。
Howl, you shepherds, and cry out, and lament, you rams of the flock, for your days are fulfilled for slaughter, and your dispersions are come, and you shall fall like choice rams.
1:1617
Καὶ ἀπολεῖται φυγὴ ἀπὸ τῶν ποιμένων, καὶ σωτηρία ἀπὸ τῶν κριῶν τῶν προβάτων
牧人無處可逃,羊群中的公羊也無法得救。
And flight shall perish from the shepherds, and deliverance from the rams of the flock.
1:1618
Ποιμένας τοὺς βασιλέας ἐκάλεσε, πρόβατα δὲ τοὺς ὑπηκόους, κριοὺς δὲ προβάτων τοὺς ἄρχοντας·
他以「牧人」稱呼君王,以「羊」稱呼百姓,以「羊群中的公羊」稱呼首領;
By 'shepherds' he called the kings, by 'sheep' the subjects, and by 'rams of the flock' the rulers;
1:1619
πᾶσι δὲ φυγὴν καὶ μετανάστασιν ἀπειλεῖ
並且向眾人發出逃亡與被擄流徙的警告。
and to all he threatens flight and deportation.
1:1620
Προλέγει δὲ τοὺς θρήνους, καὶ τῶν βασιλέων, καὶ τῶν ἀρχόντων
他預言了君王與首領的哀哭。
He foretells the lamentations both of the kings and of the rulers.
1:1621
Ὅτι ἐπαύσατο, φησὶ, τὰ καλὰ τῆς εἰρήνης ἀπὸ προσώπου ὀργῆς θυμοῦ Κυρίου
他說,因為平安的美事,已經在主烈怒的面前止息了。
Because, he says, the good things of peace have ceased from before the face of the wrath of the Lord's fury.
1:1622
Τὰ δὲ καλὰ τῆς εἰρήνης, γεωργίαι, φυτουργίαι, ἐμπορίαι, τεχνῶν ἐργασίαι, συμβολαίων ἀντιδόσεις, γάμοι, σύλλογοι, ἑορταὶ, θυμηδίαι, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια
所謂平安的美事,就是耕種、栽植、貿易、各樣工藝的操作、契約的往來、婚娶、聚集、節慶、歡樂,以及一切類似這些的事。
Now the good things of peace are farming, planting, commerce, the practice of crafts, the exchange of contracts, marriages, assemblies, feasts, merriments, and whatever is like these.
1:1623
Μετὰ ταύτην πάλιν ἑτέραν τίθησι προφητείαν, ἣν ἐπὶ τοῦ βασιλέως Ἰωακεὶμ προσενεγκεῖν τῷ λαῷ προσετάχθη
在此之後,他又提出另一則預言,就是在約雅敬王在位時,他奉命向百姓所傳講的。
After this he sets forth yet another prophecy, which he was commanded to bring to the people in the reign of King Jehoiakim.
1:1624
Προσετάχθη δὲ ἐν τῇ αὐλῇ τῇ θείᾳ στῆ ναι, καὶ τῷ λαῷ χρησμῳδῆσαι, καὶ πάντας τοὺς θείους διαπορθμεῦσαι λόγους
他奉命站在神的殿院中,向百姓宣講神諭,並將神一切的言語傳達出去。
He was commanded to stand in the divine court, and to deliver the oracle to the people, and to convey all the divine words.
1:1625
Μὴ ἀφέλῃς γὰρ, φησὶ, ῥῆμα. Εἶτα τὴν αἰτίαν τοῦ ἐσομένου διδά σκει
祂說:「一句話也不可刪減。」隨後祂便教導那將要成就之事的緣由。
'Do not omit a word,' He says. Then He teaches the reason for what was to come.
1:1626
Ἴσως ἀκούσονται, καὶ ἀποστραφήσονται ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὑτοῦ τῆς πονηρᾶς, καὶ παύσομαι ἀπὸ τῶν κακῶν, ὧν λογίζομαι ἐγὼ τοῦ ποιῆσαι αὐτοῖς, ἕνεκεν τῶν πονηρῶν ἐπιτηδευ μάτων αὐτῶν
或者他們肯聽從,各人回頭離開自己的惡道,我就必後悔,不將我因他們惡行所定意要降與他們的災禍施行出來。
Perhaps they will hear, and each will turn back from his evil way, and I will cease from the evils which I purpose to do to them because of their wicked practices.
1:1627
Τὸ ἴσως οὐχ ὡς ἀγνοῶν εἴρηκεν·
祂說「或者」,並非因為祂無知;
He said 'perhaps' not as one who is ignorant;
1:1628
ᾔδει γὰρ αὐτῶν τὸ ἀπειθές·
因為祂知道他們的悖逆;
for He knew their disobedience;
1:1629
ἀλλὰ τέθεικε τὴν ἀμ φιβολίαν, ἵνα μὴ τῇ ἀποφάσει τῇ θείᾳ προσέχοντες, ἀπαγορεύσωσι τὴν σωτηρίαν·
祂乃是設下這疑而未決的語氣,好叫他們不至於一味留意神的判決,反倒對救恩絕望;
but He set down the note of doubt, so that they might not, fixing their attention on the divine sentence, despair of salvation;
1:1630
τούτῳ ἔοικε καὶ τὸ διὰ τοῦ Ἐζεκιὴλ εἰρημένον·
與此相似的,還有藉以西結所說的話:
and to this is like also that which is said through Ezekiel:
1:1631
Ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα ἴδωσιν. Οὐ γὰρ ἐκεῖνο ἀγνοίας·
「或者他們肯聽,或者他們肯看。」這並非出於無知;
'If perchance they will hear, if perchance they will see.' For that is not a matter of ignorance;
1:1632
ἀλλ' ἵνα μὴ λέγωσι, Προείρηκεν ἡμῶν τὴν ἀπείθειαν, ἀψευ δὴς δέ ἐστι, πῶς οἷόν τε τοίνυν ἡμᾶς μεταβληθῆναι; διδάσκει δὲ διὰ τῶν εἰρημένων, ὅτι δυνατὸν, ἂν θελήσωσι, δέξασθαι τοῦ τρόπου μεταβολήν
乃是免得他們說:「祂已經預言了我們的悖逆,而祂是無誤的;那麼我們怎能有所改變呢?」祂藉著所說的這番話教導他們:只要他們願意,是有可能領受品行上的轉變的。
but lest they should say, 'He has foretold our disobedience, and He is unerring; how then is it possible for us to be changed?' He teaches through what is said that it is possible, if they are willing, to receive a change of manner.
1:1633
Τούτου χάριν καὶ τὴν ἀπειλὴν προστίθησιν·
為此緣故,祂又加上警戒的話:
For this reason He also adds the threat:
1:1634
Ὅτι ἐὰν μὴ ἀκούσητε τῶν λόγων μου, οὓς διὰ τῶν προφητῶν ὑμῖν προσφέρω. ϛʹ
因為你們若不聽從我藉眾先知所傳給你們的話。
Because if you will not hearken to My words, which I bring to you through the prophets.
1:1635
καὶ τὴν πόλιν δώσω ταύτην εἰς κατάραν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς
我也必使這城成為地上萬國所咒詛的。
I will also give this city over to a curse for all the nations of the earth.
1:1636
Τούτων ἀκούσαντες οἱ ἱερεῖς, καὶ οἱ ψευδοπροφῆται, καὶ πᾶς ὁ λαὸς, θάνατον ἀπ ειλοῦσι τῷ προφήτῃ·
眾祭司、假先知,以及所有百姓聽見這些話,就威嚇先知要處死他;
When the priests, and the false prophets, and all the people heard these things, they threatened the prophet with death;
1:1637
πυθόμενοι δὲ οἱ ἄρχοντες, ἔδραμον ἐκ τῶν βασιλείων εἰς τὸν θεῖον νεών·
眾首領聽聞此事,便從王宮急忙跑到神的殿裡;
but the rulers, when they learned of it, ran from the palace to the divine temple;
1:1638
τῶν δέ γε ἱερέων σὺν τοῖς ψευδοπροφήταις βλασφημίας τὸν προφήτην γραψαμένων, ὡς κατὰ τῆς πόλεως καὶ τοῦ θείου νεὼ τὴν πρόῤῥησιν ποιησάμενον, εἶπεν ὁ προφήτης, παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀπεστάλθαι, καὶ θείους εἶναι χρησμοὺς τοὺς παρ' αὐτοῦ προ φερομένους λόγους·
當眾祭司連同假先知控告先知褻瀆,說他預言攻擊這城與神的殿之時,先知便說,他是奉萬有之神所差遣的,他所傳講的話乃是神的神諭;
and when the priests together with the false prophets had lodged accusations of blasphemy against the prophet, on the ground that he had uttered his prediction against the city and the divine temple, the prophet said that he had been sent by the God of all, and that the words uttered by him were divine oracles;
1:1639
προσφέρει δὲ αὐτοῖς καὶ παρ αίνεσιν·
並且他也向他們發出勸勉:
and he offers them also an exhortation:
1:1640
Βελτίους γὰρ, φησὶ, ποιήσατε τὰς ὁδοὺς ὑμῶν, καὶ τὰ ἔργα ὑμῶν
他說:「你們當改正自己的行為和作為。」
'Amend,' he says, 'your ways and your doings.'
1:1641
Ἀκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν, καὶ παύσεται Κύριος ἀπὸ τῶν κακῶν, ὧν ἐλάλησεν ἐφ' ὑμᾶς
當聽從耶和華你們神的聲音,主就必後悔,不將祂所說要攻擊你們的災禍降下。
Hearken to the voice of the Lord your God, and the Lord will cease from the evils which He has spoken against you.
1:1642
Εἰ δὲ ἀπειθεῖτε, καὶ τῇ συνήθει χρῆσθε γνώμῃ·
但你們若悖逆,仍照著素常的心意行事:
But if you are disobedient, and follow your accustomed disposition:
1:1643
Ἰδοὺ ἐγώ εἰμι ἐν χερσὶν ὑμῶν·
看哪,我在你們手中;
Behold, I am in your hands;
1:1644
ποιήσατέ μοι, ὡς συμφέρει, καὶ ὃ βέλτιον ὑμῖν φαίνεται
你們看怎樣合宜,怎樣為好,就怎樣待我吧。
do to me as is expedient, and as seems better to you.
1:1645
Εἶτα τῆς μιαιφονίας ὑποδείκνυσι τὸν καρπόν
接著他指明流無辜之血所要結的果子。
Then he points out the fruit of the bloodshed.
1:1646
Ἀλλ' ἢ γνόντες γνώσεσθε, εἰ ἀναιρεῖτέ με, ὅτι αἷμα ἀθῶον ὑμεῖς δίδοτε ἐφ' ὑμᾶς, καὶ ἐπὶ τὴν πόλιν ταύτην
只是你們要確實知道,你們若殺我,就是使無辜人的血歸到你們身上,和這城的居民身上。
But know for certain, if you put me to death, that you are bringing innocent blood upon yourselves and upon this city.
1:1647
Προσταχθεὶς γὰρ, φησὶ, ὑπὸ τοῦ Θεοῦ τοὺς λόγους τούτους ἐποιησάμην
他說:「因為我是奉神的吩咐,才說了這些話。」
'For being commanded,' he says, 'by God, I have spoken these words.'
1:1648
Τού των ἀκούοντες καὶ οἱ ἄρχοντες, καὶ ὁ λαὸς, τῶν ἱερέων καὶ τῶν ψευδοπροφητῶν τὴν ἄδικον ἐλέγχουσι ψῆφον, ἀθῶον εἶναι φήσαντες τὸν προφήτην, ὡς τοῖς θείοις λόγοις διακονήσαντα
眾首領和百姓聽見這些話,就駁斥眾祭司與假先知那不公義的判決,宣告先知無罪,因他是服事神言語的人。
When the rulers and the people heard these things, they condemned the unjust verdict of the priests and the false prophets, declaring the prophet innocent, as one who had ministered to the divine words.
1:1649
Εἶτά τινες τῶν γεραιο τέρων παλαιᾶς αὐτοὺς ἀναμιμνήσκουσι προφητείας, καί φασι Μιχαίαν τὸν Μωραθίτην προφητεῦσαί ποτε, ὅτι Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερου σαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου ἔσται ὡς ἄλσος δρυμοῦ·
接著有幾位長老向他們提起一則古老的預言,說摩利沙人彌迦從前曾預言:錫安必被耕種像一塊田,耶路撒冷必變為看守果園的房舍,殿的山必如叢林的高處;
Then some of the elders remind them of an ancient prophecy, and say that Micah the Morasthite once prophesied that Zion should be plowed like a field, and Jerusalem should become like a storehouse for fruit, and the mountain of the house should be like a wooded grove;
1:1650
καὶ ταῦτα εἰρηκότα μηδὲν πεπονθέναι δεινόν
並且他雖說了這些話,卻沒有遭受任何可怕的刑罰。
and that though he had said these things, he suffered nothing dreadful.
1:1651
ἀπει λὴν δείσαντες τηνικαῦτα τῇ μεταβολῇ τοῦ βίου διέφυγον τὴν ὀργήν·
那時他們懼怕那警告,便藉著改變生活躲過了忿怒;
Fearing the threat at that time, by a change of life they escaped the wrath;
1:1652
ὑμεῖς δὲ, φησὶ, παγχάλεπα τετολμήκατε
他說:「你們卻膽敢行了極其邪惡的事。」
'but you,' he says, 'have dared deeds altogether grievous.'
1:1653
Καὶ γὰρ Οὐρίαν ποτὲ τὸν Σαμαίου, τοιαῦτά ποτε χρησμοδοτήσαντα, εἶτα δείσαντα τὸν βασιλέα Ἰωακεὶμ, καὶ εἰς τὴν Αἴγυπτον ἀποδράντα, περιείδομεν ἀναιρούμενον ὑπὸ τοῦ βασιλέως Ἰωακείμ·
從前示瑪雅的兒子烏利亞,曾發過類似的神諭,後來懼怕約雅敬王,逃到埃及去,我們卻眼看著他被約雅敬王所殺;
For Uriah too, the son of Shemaiah, having once given similar oracles, then fearing King Jehoiakim and fleeing into Egypt, we saw put to death by King Jehoiakim;
1:1654
ἐκεῖθεν γὰρ ἀγαγὼν αὐτὸν κατηκόντισε·
因為王把他從那裡帶回來,用刀將他擊殺了。
for bringing him back from there, he had him struck down.
1:1655
δῆλον ποιεῖ καὶ τὸν τοῖς εὐσεβέσι λόγοις κεχρημένον, καί φησι·
他又指明那使用敬虔言語的人,並說:
He makes clear also the one who employed pious words, and says:
1:1656
Πλὴν χεὶρ Ἀχικὰμ υἱοῦ Σαφὰν ἦν μετὰ Ἱερεμίου τοῦ μὴ παραδοθῆναι αὐτὸν εἰς χεῖρας τοῦ λαοῦ μὴ ἀνελεῖν αὐτόν
然而沙番的兒子亞希甘保護耶利米,不將他交在百姓的手中殺害他。
Nevertheless the hand of Ahikam the son of Shaphan was with Jeremiah, that he should not be delivered into the hands of the people to put him to death.
1:1657
Οὕτω τοῦτο τὸ διήγημα συμπληρώσας, ἐφ' ἕτερον μεταβαίνει τούτου πρεσβύτερον
他這樣把這段記述講完之後,便轉到另一件比這更早的事上。
Having thus completed this narrative, he passes on to another one earlier than this.
1:1658
Ἐν ἀρχῇ βασιλείας Ἰωακεὶμ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, ἐγένετο ὁ λόγος οὗτος παρὰ Κυρίου πρὸς Ἱερεμίαν, λέγων
猶大王約西亞的兒子約雅敬登基的時候,有這話從耶和華臨到耶利米,說。
In the beginning of the reign of Jehoiakim son of Josiah king of Judah, this word came from the Lord to Jeremiah, saying.
1:1659
Εἶτα λέγει ὡς προσετάχθη κλοιοὺς τῷ τραχήλῳ περιθεῖναι, καὶ τού τους ἀποστεῖλαι τοῖς ἐκ γειτόνων βασιλεῦσιν, ὧν καὶ τὰ ὀνόματα τίθησιν
接著他述說,他如何奉命把軛套在自己的頸項上,並把這些軛送給鄰近的諸王,這些王的名字他也一一列出。
Then he tells how he was commanded to put yokes about his neck, and to send these to the neighboring kings, whose names also he sets down.
1:1660
Ἐκελεύσθη δὲ καὶ τούτους τοὺς λόγους ἐκπέμψαι διὰ τῶν πρεσβειῶν
他又奉命藉著使臣把這些話傳送出去。
And he was ordered to send out these words also through the envoys.
1:1661
Ἐγὼ ἐποίησα καὶ τὴν γῆν, καὶ τοὺς ἀν θρώπους, καὶ τὰ κτήνη, ὅσα ἐπὶ προσώπου τῆς γῆς, ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ
我用大能和伸出來的膀臂,造了地和地上的人,並地面上的牲畜。
I made the earth, and man, and the beasts that are upon the face of the earth, by My great strength and by My uplifted arm.
1:1662
Καὶ δώσω αὐτὴν, ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου
我看給誰相宜,就把地賜給誰。
And I will give it to whomever it seems good in My eyes.
1:1663
Τὸ, ἐν τῇ ἰσχύϊ μου τῇ μεγάλῃ, καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ, διὰ τὸ μέγεθος τῶν στοιχείων καὶ τὴν τῶν ἀκουόντων ἀσθένειαν τέθεικεν·
「用我的大能和伸出來的膀臂」這句話,祂之所以如此說,乃是因著受造之物的浩大,以及聽者的軟弱;
The phrase 'by My great strength and by My uplifted arm' He set down because of the magnitude of the elements and the weakness of the hearers;
1:1664
αὐτὸ γὰρ ἀρκεῖ τὸ βουληθῆναι καὶ παραγαγεῖν ὅσα βούλεται
因為單單祂的意願,就足以使祂所願意的一切成就存在。
for the mere willing suffices to bring into being whatever He wills.
1:1665
δέδωκα τὴν γῆν ταύ την ἐν χειρὶ Ναβουχοδονόσορ βασιλέως Βαβυλῶ νος τοῦ δούλου μου, καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐρ γάσασθαι δέδωκα αὐτῷ, καὶ δουλεύειν αὐτῷ
我已將這全地交在我僕人巴比倫王尼布甲尼撒的手中,連田野的走獸我也給了他,使牠們服事他。
I have given this land into the hand of Nebuchadnezzar king of Babylon My servant, and the beasts of the field also I have given him to serve him.
1:1666
Θηρία τοῦ ἀγροῦ, τὰ βάρβαρα ἔθνη λέγει
所謂「田野的走獸」,他指的是外邦蠻族的列國。
By 'the beasts of the field' he means the barbarian nations.
1:1667
Καὶ δουλεύσουσιν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τῷ υἱῷ αὐτοῦ, καὶ τῷ υἱῷ τοῦ υἱοῦ αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ καιρὸς τῆς γῆς αὐτοῦ
列國都必服事他和他的兒子,並他的孫子,直到他本國遭報的時候來到。
And all the nations shall serve him, and his son, and his son's son, until the time of his own land come.
1:1668
Σαφῶς ἐδίδαξεν, ὅτι καθάπερ δημίοις χρησάμενος τοῖς Βαβυλωνίοις, καὶ δίκας δι' αὐτῶν τὰ ἄλλα ἔθνη εἰσπραξάμενος, ὕστερον καὶ αὐτοὺς πανωλεθρίᾳ παραδώσει·
他清楚地教導說,正如神以巴比倫人作為行刑者,藉他們向其餘各國討取罪債,日後也必將巴比倫人自己交付於徹底的毀滅;
He clearly taught that just as He would use the Babylonians as executioners, and through them exact penalties from the other nations, so afterward He would give them over also to utter destruction;
1:1669
ἀπειλεῖ δὲ καὶ τοῖς ἀντιλέγουσι, καὶ τὸν δὲ τὸν ζυγὸν ἀπωθου μένοις, λιμὸν καὶ σφαγὴν, καὶ ἀνδραποδισμόν
祂又向那些抗拒、推卸這軛的人發出警告,要以饑荒、殺戮與被擄為奴相加。
and He threatens those who contradict and thrust off the yoke with famine and slaughter and enslavement.
1:1670
Παρ εγγυᾷ δὲ αὐτοῖς, μὴ πιστεῦσαι χρησμῳδοῖς, καὶ μάντεσι, καὶ οἰωνοσκόποις, καὶ ὀνειροπόλοις, ἀλλ' εἶξαι, καὶ δέξασθαι τὸν τοῦ Βαβυλωνίου ζυγόν·
祂囑咐他們不可信靠占卜者、術士、觀兆者和圓夢的人,倒要順服,接受巴比倫王的軛;
He charges them not to trust in soothsayers, and diviners, and augurs, and interpreters of dreams, but to yield and accept the yoke of the Babylonian;
1:1671
καὶ ὑπισχνεῖται εἰρήνην τοῖς πειθομένοις
並且應許凡順從的人必得平安。
and He promises peace to those who obey.
1:1672
Ταῦτα δὲ ἔφη καὶ Σεδεκίᾳ τῷ βασιλεῖ, καὶ παρεγγυᾷ μὴ πι στεῦσαι τοῖς ψευδοπροφήταις, εἰρήνην ὑπισχνουμέ νοις, καὶ τῶν ἀποκομισθέντων εἰς Βαβυλῶνα θείων σκευῶν τὴν ἀποκατάστασιν
這些話祂也對西底家王說了,並囑咐他不可信靠那些假先知,他們應許平安,又應許那被擄到巴比倫去之聖殿器皿的歸還。
These things He said also to King Zedekiah, and He charges him not to trust the false prophets who promise peace, and the restoration of the divine vessels that had been carried off to Babylon.
1:1673
Εἰ δὲ προφῆταί εἰσι, καὶ ἔστι λόγος Κυρίου ἐν αὐτοῖς, ἀπαντησάτωσαν τῷ Κυρίῳ τῶν δυνάμεων, πρὸς τὸ μὴ πορευθῆναι τὰ σκεύη τὰ ἀπολειφθέντα ἐν οἴκῳ Κυρίου, καὶ ἐν οἴκῳ βασι λέως Ἰούδα, καὶ Ἱερουσαλὴμ, εἰς Βαβυλῶνα
他們若真是先知,若有耶和華的話在他們裡面,就讓他們向萬軍之主懇求,使那些留在耶和華殿中、猶大王宮中和耶路撒冷的器皿,不至於被帶到巴比倫去。
But if they are prophets, and there is a word of the Lord in them, let them intercede with the Lord of hosts, that the vessels left behind in the house of the Lord, and in the house of the king of Judah, and in Jerusalem, may not go to Babylon.
1:1674
Τὸ, Ἀπαντησάτωσαν τῷ Κυρίῳ, ἀντὶ τοῦ κωλυσά τωσαν, καὶ νικησάτωσαν τὰς θείας προῤῥήσεις, καὶ δειξάτωσαν ἀργὰς τὰς θείας προῤῥήσεις
「讓他們向主懇求」這句話,意思就是「讓他們攔阻並勝過神的預言,並顯明神的預言是徒然無效的」。
The phrase 'let them intercede with the Lord' stands for 'let them hinder, and prevail against the divine predictions, and show the divine predictions to be idle and void.'
1:1675
Ὄψεσθε γὰρ πάντα τὰ ὑπολειφθέντα ἱερὰ σκεύη εἰς τὴν Βα βυλῶνα μετακομιζόμενα, καὶ μετὰ τὸν ἑβδομηκον τούτην χρόνον ἐκεῖθεν πεμπόμενα, ἀφιερωμένῳ μοι ἀποδιδόμενα οἴκῳ·
因為你們必看見所有剩下的聖器皿被運到巴比倫去,並在這七十年之期滿後,從那裡被送回,歸還於分別為聖歸我的殿中;
For you shall see all the remaining holy vessels carried off to Babylon, and after this seventy-year period sent back from there, restored to Me in the house consecrated to Me;
1:1676
τῶν δὲ Μεχωνὼθ καὶ ἡ τρίτη τῶν Βασιλειῶν μέμνηται·
列王紀(王國紀)第三卷也提到了這些「基座」(米幾挪);
and the third book of Kingdoms makes mention also of the Mechonoth (bases);
1:1677
χρείαν δὲ κρατήρων ἐπλήρουν·
它們發揮了盆座的用途。
and they fulfilled the function of lavers.
1:1678
Μετὰ ταῦτα διηγεῖται, ὡς Σεδεκίου βασιλεύοντος, ἐν τῷ τετάρτῳ ἔτει, Ἀνανίας ὁ ψευδοπροφήτης, καὶ τοῦ λαοῦ, καὶ τῶν ἱερέων παρόντων, εἰπεῖν ἐτόλ μησε·
在這些事之後,他述說在西底家作王第四年,假先知哈拿尼雅當著百姓和眾祭司的面,竟膽敢說:
After these things he narrates how, in the reign of Zedekiah, in the fourth year, Hananiah the false prophet, in the presence of the people and the priests, dared to say:
1:1679
Τάδε λέγει Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ·
萬軍之主,以色列的神如此說:
Thus says the Lord of hosts, the God of Israel:
1:1680
Καὶ ὅτι ἐντὸς δύο ἐτῶν, καὶ τὰ ἱερὰ σκεύη τὰ ἀποκομισθέντα ἀποκαταστήσω
並且在兩年之內,我也必將那被運去的聖器皿歸還原處。
And that within two years I will also restore the holy vessels that were carried off.
1:1681
Καὶ τὸν Ἰεχονίαν ἐπανάξω σὺν πᾶσι τοῖς αἰχμα. λώτοις
「我也要領耶哥尼雅與一切被擄的人歸回。」
'And I will bring back Jechoniah together with all the captives.'
1:1682
Αὐτὸς δὲ ὁ προφήτης Ἱερεμίας δεῖξαι βουλό μενος, ὡς εὔχεται ταῦτα γενέσθαι
先知耶利米自己,願意表明他是祈求這些事得以成就,便說:
But the prophet Jeremiah himself, wishing to show that he prays for these things to come to pass, said:
1:1683
Στήσαι Κύριος, ἔφη πάντων ἀκουόντων, τὸν λόγον σου, ὃν σὺ προφητεύεις, τοῦ ἐπιστρέ ψαι τὰ σκεύη οἴκου Κυρίου, καὶ πᾶσαν τὴν μετοικίαν ἐκ Βαβυλῶνος εἰς τὸν τόπον αὑτῶν
他當眾人面前說:「願主堅立你所預言的話,使主殿的器皿,以及一切被擄之人,從巴比倫歸回本地。」
'May the Lord establish,' he said in the hearing of all, 'your word which you prophesy, to bring back the vessels of the Lord's house, and all the exiles from Babylon to their own place.'
1:1684
Οὐ μὴν εἴασε βεβαιωθῆναι τῇ συγκαταθέσει τὴν προ φητείαν
然而他並不容許那假預言因他的同意而被證實。
Nevertheless he did not allow the false prophecy to be confirmed by his assent.
1:1685
Πλὴν ἄκουσον τὸν λόγον τοῦτον, ὃν ἐγὼ λαλῶ εἰς τὰ ὦτά σου, καὶ εἰς τὰ ὦτα παντὸς τοῦ λαοῦ
「只是你要聽我對你耳中,並對眾百姓耳中所說的這話:
'Only hear this word which I speak in your ears, and in the ears of all the people:'
1:1686
Οἱ προφῆται οἱ πρότεροί μου, καὶ οἱ πρότεροι ὑμῶν ἀπὸ αἰῶνος, καὶ προεφήτευσαν ἐπὶ γαίας πολλὰς, καὶ ἐπὶ βασιλείας μεγάλας, εἰς πόλεμον, καὶ εἰς κακὰ, καὶ εἰς θάνατον
「從古以來,在我以先、在你們以先的眾先知,也曾預言攻擊許多地方和大國,論到戰爭、災禍與死亡。」
'The prophets who were before me, and who were before you from of old, they also prophesied against many lands and against great kingdoms, of war, and of evil, and of death.'
1:1687
Ὁ προφητεύσας εἰς εἰρήνην, ἐλθόντος τοῦ λόγου τοῦ προφήτου, γνωσθήσεται ὁ προφήτης, ὃν ἀπ έστειλεν αὐτὸν Κύριος ἐν πίστει
「至於那預言平安的先知,當先知的話應驗的時候,人便知道那先知確是主憑真實所差遣的。」
'The prophet who prophesied peace—when the word of the prophet comes to pass, then shall the prophet be known, whom the Lord has truly sent.'
1:1688
Τὸ τέλος, φησὶ, τῶν πραγμάτων, δείξει τῆς προφητείας τὸ ἀληθές
他說:「事情的結局,將顯明那預言的真確。」
'The outcome of events,' he says, 'will demonstrate the truth of the prophecy.'
1:1689
Ὀψόμεθα τοίνυν, εἴγε κατὰ τὴν ἐμὴν προφητείαν Βαβυλωνίοις παραδοθησόμεθα
「我們必要看見,是否照我的預言,我們要被交在巴比倫人手中。」
'We shall see, then, whether, according to my prophecy, we shall be handed over to the Babylonians.'
1:1690
Ἀλλὰ τούτων οὐδὲν ἀπώνατο ὁ ψευδοπροφήτης ἐκεῖνος·
但那假先知從這些事上毫無所得;
But that false prophet gained nothing from these things;
1:1691
ἀλλ' οὓς ἔφερεν ὁ προφήτης κλοιοὺς συνέτριψε, τοῦτον τὸν τρόπον συντριβήσεσθαι λέγων τὸν τοῦ Ναβουχοδονόσορ ζυγὸν, δυοῖν ἐτῶν διελθόντων
反倒把先知所帶的軛折斷,宣稱尼布甲尼撒的軛必要如此折斷,等過了兩年。
rather, he broke the yoke-bars which the prophet was carrying, declaring that in this manner the yoke of Nebuchadnezzar would be broken, when two years had passed.
1:1692
Ἀλλ' ὁ τῶν ὅλων Θεὸς τὸν προφήτην παρηγγύησε πρὸς τὸν Ἀνανίαν εἰπεῖν·
但萬有的神吩咐先知對哈拿尼雅說:
But the God of all charged the prophet to say to Hananiah:
1:1693
Κλοιοὺς ξυλίνους συνέτριψας, καὶ ποιήσω ἀντὶ τούτων σιδηροῦς κλοιούς. Τὸν ζυγὸν δὲ τῶν Βα βυλωνίων σιδηροῦν ὀνομάζει, ὡς βαρυτέρας διὰ τὴν ἀπείθειαν ἐσομένης τῆς τιμωρίας
「你折斷了木軛,我卻要在其上作鐵軛。」他稱巴比倫人的軛為鐵,因他們的悖逆,刑罰必更為沉重。
'You have broken wooden yoke-bars, and I will make in their place bars of iron.' He calls the yoke of the Babylonians iron, since because of their disobedience the punishment would be the heavier.
1:1694
Εἶτα δυσχεράνας ὁ προφήτης, ὡς ἀκριβῶς μεμαθηκὼς Ἀνανίου τὴν ψευδῆ χρησμολογίαν, ἔφη πρὸς αὐτόν·
先知既確實知道哈拿尼雅假傳神諭,就心中忿怒,對他說:
Then the prophet, indignant, since he had learned precisely of Hananiah's false oracle-mongering, said to him:
1:1695
Ἄκουσον δὴ, Ἀνανία, οὐκ ἀπέστειλέ σε Κύριος, καὶ σὺ πεποι θέναι ἐποίησας τὸν λαὸν τοῦτον ἐπ' ἀδίκοις. Προ λέγει δὲ αὐτοῦ καὶ τὴν ἐντὸς ὀλίγων μηνῶν τελευτήν
「哈拿尼雅啊,你聽罷!主並沒有差遣你,你竟使這百姓倚靠謊言。」他又預言哈拿尼雅要在數月之內死亡。
'Hear now, Hananiah: the Lord has not sent you, and you have made this people trust in lies.' And he foretells also his death within a few months.
1:1696
Ὅτι ἔκκλισιν, φησὶν, ἐλάλησας πρὸς τὸν Κύριον. Ἀντὶ τοῦ, Παρεσκεύασας τὸν λαὸν ἀπὸ τῶν θείων λογίων ἐκκλῖναι, καὶ τῇ σῇ ψευδολογίᾳ πιστεῦσαι
他說:「因為你向主說了叛逆的話。」意思是:你使百姓預備好背離神的言語,去信你的謊言。
'Because,' he says, 'you have spoken turning-away against the Lord.' That is: You have prepared the people to turn away from the divine oracles, and to believe your falsehood.
1:1697
Εἶτα διηγήσατο καὶ τοῦ ψευδοπροφήτου τὸν θάνατον, καὶ τῆς θείας μακροθυμίας τὴν ἀμετρίαν·
接著他又述說那假先知的死,並神無量的忍耐;
Then he related also the death of the false prophet, and the immeasurableness of the divine long-suffering;
1:1698
οὐ γὰρ εὐθὺς αὐτὸν ἐστέρησε τῆς ζωῆς, ἀναμένων τὴν μεταμέλειαν·
因神並未立即奪去他的性命,乃是等候他的悔改;
for God did not at once deprive him of life, but awaited his repentance;
1:1699
ἐπιμείναντα μὲν τῇ πονηρίᾳ, μετὰ μῆνας ἑπτὰ θανάτῳ παρέδωκεν
然而他既堅持行惡,過了七個月,神就把他交於死亡。
yet when he persisted in his wickedness, after seven months He delivered him over to death.
1:1700
Ἐντεῦθεν εἰς ἕτερον μεταβαίνει διήγημα, καὶ δι δάσκει ὡς ἐπέστειλε, τοῦ Θεοῦ βουλεύσαντος, τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις, μετὰ τὴν Ἰεχονίου τοῦ βασιλέως αἰχμαλωσίαν
從此他轉入另一段記述,教導人他如何照神的旨意,在耶哥尼雅王被擄之後,寄信給在巴比倫作俘虜的人。
From here he passes to another narrative, and teaches how—by God's counsel—he sent a letter to those held captive in Babylon, after the captivity of King Jechoniah.
1:1701
Λέγει καὶ τὰς προσηγορίας τῶν ἀποκομισάντων τὰ γράμματα
他也記下那些帶信之人的名銜。
He also names the titles of those who carried the writings.
1:1702
Περιεῖχε δὲ ταῦτα, ὡς ὁ τῶν ὅλων Θεὸς τοῖς αἰχμαλώτοις ἤδη γεγενημέ νοις κελεύει, καὶ παιδοποιῆσαι, καὶ δείμασθαι οἰκίας,. καὶ κατεγγυῆσαι τὰς θυγατέρας ἀνδράσι, καὶ γυναῖ κας ἀγαγεῖν τοῖς υἱέσι, καὶ φροντίσαι τῆς αὔξης τοῦ γένους, καὶ ὑπὲρ τῶν ἀνδραποδισάντων προσεύξα σθαι
信中所包含的是:萬有的神吩咐那些已成為俘虜的人要生兒育女,建造房屋,將女兒嫁與丈夫,為兒子娶妻,並要顧念本族的繁衍,也要為那擄掠他們的人禱告。
The letter contained these things: how the God of all commands those who had already become captives both to beget children and to build houses, and to give their daughters in marriage to husbands and to bring wives for their sons, and to be concerned for the increase of their race, and to pray on behalf of those who had led them into captivity.
1:1703
Ὅτι ἐν τῇ εἰρήνῃ αὐτῶν, φησὶν, ἔσται ὑμῖν εἰρήνη. Τούτῳ συμβαίνει τῷ λόγῳ καὶ ἡ τοῦ Ἀπο στόλου νομοθεσία, παρεγγυῶσα ποιεῖσθαι προσ ευχὰς καὶ ἐντεύξεις, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν τῇ ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι. Ταῦτα μέντοι γενέσθαι προσέταξεν ὁ τῶν ὅλων Θεὸς, διδάσκων αὐτοὺς τοῖς ψευδοπροφήταις μὴ πεί θεσθαι, ἀλλὰ τὸν ὡρισμένον ἀναμεῖναι χρόνον·
他說:「因為那城得平安,你們也隨著得平安。」與這話相合的還有使徒的教訓,他囑咐我們要為君王和一切在高位掌權的人,懇求禱告,使我們可以敬虔端莊,度平靜安穩的日子。萬有的神吩咐要行這些事,是要教導他們不要聽從假先知,乃要等候所定的時候;
'For in their peace,' He says, 'you shall have peace.' In agreement with this saying is also the ordinance of the Apostle, who charges us to make prayers and supplications on behalf of kings and all who are in eminence and authority, that we may lead a calm and quiet life in all godliness and dignity. These things, indeed, the God of all commanded to be done, teaching them not to obey the false prophets, but to await the appointed time;
1:1704
τοῦτο γὰρ διὰ τῶν ἑξῆς δεδήλωκε, λέγων·
因為他藉著下文說明了這事,說:
for this He made clear through what follows, saying:
1:1705
Μὴ ἀναπειθέ τωσαν ὑμᾶς οἱ ψευδοπροφῆται ὑμῶν οἱ ἐν ὑμῖν, καὶ μὴ ἀπατάτωσαν ὑμᾶς οἱ μάντεις ὑμῶν
「不要讓你們中間的假先知說服你們,也不要讓你們的占卜者欺哄你們;
'Do not let your false prophets who are among you persuade you, and do not let your diviners deceive you;'
1:1706
Καὶ μὴ ἀκούετε τῶν ἐνυπνίων ὑμῶν, ὧν ὑμεῖς ἐνυπνιά ζεσθε. θʹ
「也不要聽你們自己所做的夢;
'And do not listen to your dreams which you yourselves dream.'
1:1707
Ὅτι ἄδικα οὗτοι προφητεύουσιν ὑμῖν ἐπὶ τῷ ὀνόματί μου·
「因為這些人是託我的名向你們說謊言預言;
'For these prophesy to you unjustly in My name;'
1:1708
οὐκ ἀπέστειλα αὐτοὺς, φησὶ Κύριος
「主說:我並沒有差遣他們。」
'I did not send them,' says the Lord.
1:1709
Ὑπισχνεῖται δὲ καὶ πάσης αὐτοὺς ἀξιώσειν κηδε μονίας, καὶ προσευξομένοις παρέξειν ἀγαθά·
他又應許要以萬般的眷顧看待他們,並要將美善之物賜給那禱告的人;
He promises also to deem them worthy of all care, and to grant good things to those who pray;
1:1710
Ὅταν γὰρ, φησὶ, ζητήσητέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, ἐπιφανοῦμαι ὑμῖν, φησὶ Κύριος. Ἴστε δὲ καὶ τοῦτο, ὡς τοὺς διαφυγόντας τὴν προτέραν αἰχμαλω σίαν, καὶ λιμῷ καὶ σφαγῇ παραδώσω
他說:「你們專心尋求我的時候,我必向你們顯現,這是主說的。你們也要知道,那逃過先前被擄之人,我要把他們交於饑荒和刀劍。」
'For when,' He says, 'you seek Me with all your heart, I will appear to you, says the Lord. And know this also, that those who escaped the former captivity, I will deliver over both to famine and to slaughter.'
1:1711
Καὶ δώσω αὐτοὺς, ὥσπερ τὰ σῦκα σουαρεὶμ, ἃ οὐ βρωθήσε ται ἀπὸ πονηρίας. Ἅπερ εἶπεν ἄνω αἰσχρὰ, ἐνταῦθα σουαρεὶμ ὠνόμασε
「我要使他們像那『蘇阿林』的無花果,因太壞而不能吃。」他在上文稱為「醜惡的」,在此稱作「蘇阿林」。
'And I will make them like the figs souarim, which cannot be eaten because of their badness.' What He called above 'vile,' here He named souarim.
1:1712
Σουαρεὶμ δὲ ἔστι τῇ Ἑβραίων φωνῇ τὰ ἐν ταῖς ὕλαις φυόμενα, τουτέστι τὰ ἄγρια, τὰ ἀνεπιμέλητα, τὰ φυτουργίας οὐκ ἀξιού μενα, τὰ εἰς βρῶσιν ἄχρηστα
「蘇阿林」在希伯來語中,指那生長在林野中的東西,就是野生的、無人照管的、不配加以栽培的、不能作食物的。
Now souarim, in the Hebrew tongue, means the things that grow in the woods—that is, the wild things, the uncultivated, those not deemed worthy of cultivation, useless for eating.
1:1713
Καὶ δώσω αὐτοὺς εἰς σάλον πάσαις ταῖς βασιλείαις τῆς γῆς
「我要使他們在天下萬國中令人驚駭;
'And I will make them a horror to all the kingdoms of the earth;'
1:1714
Καὶ εἰς ὅρκον, καὶ εἰς συριγμὸν, καὶ εἰς ὀνειδισμὸν, ἐν πᾶσι τοῖς ἔθνεσιν, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ. Εἰώθασι πολλοὶ λέγειν, Μὴ πάθοιμι ἃ ὁ δεῖνα πέπονθε!
「並在我所趕他們到的各國中,成為咒詛、譏刺與羞辱。」許多人慣常說:「願我不遭某人所遭的!」
'And for a curse, and for a hissing, and for a reproach, among all the nations where I have scattered them.' Many are accustomed to say, 'May I not suffer what so-and-so has suffered!'
1:1715
τοῦτο οὖν λέγει εἰς ὅρκον·
這就是他所說「成為咒詛」的意思;
This, then, is what He means by 'for a curse';
1:1716
τὸ δὲ εἰς συριγμὸν πολλάκις εἰρή καμεν
至於「成為譏刺」,我們已多次說過。
and as for 'for a hissing,' we have spoken of it many times.
1:1717
Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν· καὶ πάλιν·
「我們成了鄰舍的羞辱,成了周圍人的譏笑和戲弄;」又說:
'We have become a reproach to our neighbours, a scorn and derision to those around us;' and again:
1:1718
Οὐ γὰρ πάρεργον εἶχε τοῦτο, καὶ λίαν σπουδαίαν αὐ τῶν ἐποίει τὴν φροντίδα
因他並不把這事看作次要,乃使他們對此的關切極其懇切。
For He did not hold this as a secondary matter, but made their care for it exceedingly earnest.
1:1719
Ἔπειτα προλέγει καὶ τῶν δύο ψευδοπροφητῶν τὸν ὄλεθρον, τοῦ Ἀχιὰβ, καὶ τοῦ Σεδεκίου
接著他又預言那兩個假先知——亞哈和西底家——的滅亡。
Then he foretells also the destruction of the two false prophets, Ahab and Zedekiah.
1:1720
Καὶ λήψονται ἐπ' αὐτοῖς κατάραν ἐν πάσῃ τῇ ἀποικίᾳ Ἰούδα, καὶ ἐν Βαβυλῶνι, λέγοντες, Ποιήσαι σε Κύριος, ὡς Σεδεκίαν ἐποίησε, καὶ Ἀχιάβ
「在猶大一切被擄的人,並在巴比倫的人中,必藉他們立下咒詛,說:願主使你像西底家和亞哈一樣。」
'And from them shall be taken a curse in all the captivity of Judah, and in Babylon, saying: May the Lord make you as He made Zedekiah and Ahab.'
1:1721
Σαφῶς ἐντεῦθεν μανθάνομεν τῆς κατάρας τὴν ἑρμηνείαν·
由此我們清楚明白這咒詛的解釋;
From this we plainly learn the interpretation of the curse;
1:1722
λέγει δὲ καὶ τῆς τιμωρίας τὸν τρό πον
他又述說那刑罰的方式。
and he tells also the manner of the punishment.
1:1723
Οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος ἐν πυρί. κγʹ
「就是巴比倫王在火中烤炙的人。」
'Whom the king of Babylon roasted in fire.'
1:1724
Καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν, καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου ἄδικον, ὃν οὐκ ἐχρημάτισα αὐτοῖς Καὶ ἐγώ εἰμι ὁ γνώστης, καὶ ὁ μάρτυς, λέγει Κύριος. Οὐδέν με γὰρ, φησὶ, λανθάνει τῶν γιγνομένων·
「他們與鄰舍的妻子行淫,又託我的名說虛妄的話,是我未曾吩咐他們的。主說:我是知情者,也是見證者。」他說:「凡所行的,沒有一件能瞞過我;
'And they committed adultery with the wives of their fellow-citizens, and spoke in My name an unjust word, which I did not command them. And I am the One who knows, and the witness, says the Lord.' 'For nothing of what is done,' He says, 'escapes Me;'
1:1725
ἀλλ' ὁρῶ καὶ τὰ ἐν παραβύστῳ τολμώ μενα
「連那在隱密處所妄行的,我也看見。」
'but I see also the things dared in secret.'
1:1726
Ἀπειλεῖ δὲ καὶ Σαμαίᾳ τῷ Ἐλαμίτῃ, ὡς ἐναντία χρησμῳδῆσαι τετολμηκότι, καὶ ἐπιστεῖλαι Σο φονίᾳ τῷ ἱερεῖ, καὶ τοῖς ὑπὸ τοῦτον τελοῦσιν ἱερεῦσιν
他又威嚇以攔人示瑪雅,因他膽敢傳講與神相違的神諭,並寄信給祭司西番雅和在他手下供職的祭司。
He threatens also Shemaiah the Elamite, as one who had dared to utter oracles contrary to God, and to send a letter to Zephaniah the priest, and to the priests who served under him.
1:1727
Κύριος ἔδωκέ σε εἰς ἱερέα, ἀντὶ Ἰωδαὲ τοῦ ἱερέως
「主立你作祭司,代替祭司耶何耶大。」
'The Lord has appointed you priest, in the place of Jehoiada the priest.'
1:1728
Ἰωδαὲ ὁ ἀρχιερεὺς πολυθρύλλητος ἦν·
大祭司耶何耶大是極負盛名的;
Jehoiada the high priest was much renowned;
1:1729
Ἐπᾶραι τοίνυν τοῦ Σοφονίου τὸ φρόνημα βουληθεὶς, τῆς ἐκείνου ἀρχῆς ἐμνημόνευσεν
所以他要抬高西番雅的心志,便題起那人的職分。
wishing therefore to lift up the mind of Zephaniah, he made mention of that man's office.
1:1730
Γενέσθαι σε εἰς ἐπιστάτην ἐν οἴκῳ Κυρίου, παντὶ ἀνθρώπῳ προφη τεύοντι, καὶ παντὶ ἀνθρώπῳ μαινομένῳ·
「使你在主的殿中作監督,管理凡說預言的和凡瘋狂的人;
'That you should become an overseer in the house of the Lord over every man who prophesies, and over every man who raves;'
1:1731
ἵνα δῷς αὐ τὸν εἰς τὸ κλεῖσμα Σινὼχ, καὶ εἰς τὸν καταρά κτην. Καὶ ἤδη προειρήκαμεν, ὡς ἐπιλήπτους ἐκά λουν τοὺς προφήτας·
「好把他關在『西挪』的囚牢和地牢裡。」我們先前已說過,他們稱先知為「癲癇者」;
'that you may put him into the confinement Sinoch, and into the dungeon.' And we have already said before that they called the prophets 'epileptics';
1:1732
τὸν γὰρ προφήτην συνέταξε τῷ μαινομένῳ·
因他把先知與瘋子歸為一類;
for he classed the prophet together with the madman;
1:1733
τὸ δὲ Σινώχ ὁ Σύρος εἰρκτήν ἡρμήνευσεν
敘利亞譯本把「西挪」解作「監牢」。
and the Syriac interpreted 'Sinoch' as 'prison.'
1:1734
τοῦτο γὰρ διὰ τῶν ἑξῆς δηλοῖ
因他藉著下文說明了這事。
For this he makes clear through what follows.
1:1735
Τί γὰρ δὴ, φησὶν, οὐκ ἐπεπλήξατε τῷ Ἱερεμίᾳ, τοιαῦτα γράψαι τετολμηκότι, ὥστε ὑμᾶς καὶ οἰκοδομὰς οἰκοδομῆσαι, καὶ κή πους φυτεῦσαι; Ταύτην ἀνέγνω τὴν ἐπιστολὴν Σοφονίας ὁ ἀρχιερεὺς τῷ προφήτῃ·
他說:「你們為何不責備耶利米?他竟膽敢寫這樣的話,說什麼你們要建造房屋、栽種園子。」這信,大祭司西番雅念給先知聽;
'Why then,' he says, 'did you not rebuke Jeremiah, who dared to write such things, so that you both build buildings and plant gardens?' This letter Zephaniah the high priest read to the prophet;
1:1736
παραυτίκα δὲ ὁ τῶν ὅλων Θεὸς ἀντιγράψαι τῷ προφήτῃ παρακελεύε ται, καὶ τῷ ἐν Βαβυλῶνι σημῆναι λαῷ, ὡς ψευδῆ Σαμαίας προειρηκώς ἐστιν, οὐκ ἀποσταλεὶς παρὰ τοῦ τῶν ὅλων Θεοῦ
萬有的神立刻吩咐先知回信,並要曉諭在巴比倫的百姓,說示瑪雅所預言的乃是虛謊,並非萬有的神所差遣的。
and immediately the God of all bids the prophet to write back, and to signify to the people in Babylon that Shemaiah has prophesied falsehood, not having been sent by the God of all.
1:1737
Οὗ δὴ χάριν πρόῤῥιζον αὐτὸν σὺν τῷ γένει παντὶ παραδώσω θανάτῳ, καὶ τῶν ἀνιαρῶν οὐκ ὄψεται τὴν μεταβολήν
「因此,我要將他連同他一切的宗族連根拔起,交於死亡,他也必不得見這患難的轉變。」
'For which cause I will deliver him, root and branch, together with all his kindred, to death, and he shall not see the change of these grievous things.'
1:1738
Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
……耶穌基督,願榮耀歸與父,並與聖靈同得榮耀,從今直到永永遠遠。
…of Jesus Christ, with whom, to the Father, be glory, together with the Holy Spirit, now and always, and unto the ages of ages.
1:1739
Πρῶτον μέντοι προλέγει τὰ σκυθρωπά
然而他首先預言那些愁苦的事。
First, however, he foretells the mournful things.
1:1740
εʹ, ϛʹ Οὕτως εἶπε Κύριος·
(五、六節)「主如此說:
(vv. 5, 6) 'Thus says the Lord:'
1:1741
φόβος, καὶ οὐκ ἔστιν εἰρήνη
「有懼怕,卻沒有平安。」
'fear, and there is no peace.'
1:1742
Ἐρωτήσατε δὴ, καὶ ἴδετε εἰ ἔτεκεν ἄρσεν; Σαφῶς δεδήλωκεν τὴν τῆς ὀδύνης ὑπερβολήν·
「你們且問,且看男人是否曾生產?」他清楚顯明那痛苦的極大;
'Ask now, and see whether a male has given birth.' He has plainly shown the exceeding measure of the anguish;
1:1743
τὸ γὰρ μέγεθος τῆς συμφορᾶς συνέκρινεν ὠδῖσι τικτούσης
因他把災禍的巨大比作產婦臨盆的陣痛。
for he compared the greatness of the calamity to the pangs of a woman in labour.
1:1744
Τοῦτο γὰρ σημαίνει τὸ Ἐρωτήσατε καὶ ἴδετε εἰ ἔτεκεν ἄρ σεν; Συμφωνεῖ δὲ καὶ τὰ ἑξῆς
「你們且問,且看男人是否曾生產」,所指的就是這意思。下文也與此相合。
For this is what 'Ask and see whether a male has given birth' signifies. And what follows is in agreement.
1:1745
Καὶ περὶ φό βου, ἐν ᾧ καθέξουσιν ὀσφύν·
「論到那懼怕,在其中他們必以手抱腰;
'And concerning fear, in which they shall clutch their loins;'
1:1746
διότι ἑώρακα πάντα ἄνθρωπον, καὶ αἱ χεῖρες αὐτοῦ ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, ὡς τικτούσης. Νῦν μὲν τὴν ὀδύνην δεικνὺς, τῆς τικτούσης παρατίθησι τὴν εἰκόνα·
「因為我看見人人以手抱腰,像產婦一樣。」在此他為顯明痛苦,就把產婦的景象擺在我們面前;
'because I have seen every man with his hands upon his loins, as of a woman giving birth.' Here, showing the anguish, he sets before us the image of a woman in labour;
1:1747
ἑτέρωθι δὲ, τὸ πένθος διδάσκων, ἐπὶ τῆς κεφαλῆς συμπεπλεγμένας ἔχειν ἕκαστον ἔφη τὰς χεῖρας
但在別處,他為教導哀慟,說各人以手抱在頭上。
but elsewhere, teaching of mourning, he said that each had his hands folded upon his head.
1:1748
Πάντα τὰ πρόσ ωπα εἰς ἴκτερον ἐγενήθη. Καὶ τοῦτο δέους ση μαντικόν
「臉面都變為蒼黃。」這也是表明驚恐。
'All faces are turned to jaundice.' And this too is indicative of dread.
1:1749
Ὅτι μεγάλη ἡ ἡμέρα ἐκείνη, καὶ οὐκ ἔστι τοιαύτη·
「因為那日為大,無日可比;
'For great is that day, and there is none like it;'
1:1750
καὶ χρόνος στενότητός ἐστι καὶ θλίψεως παντὶ Ἰακώβ
「這是雅各全家遭難受苦的時候。」
'and it is a time of straitness and of tribulation for all Jacob.'
1:1751
Ἀπὸ τοῦ μεγέθους τῆς τιμωρίας τὴν ἡμέραν μεγάλην ὠνόμασεν
他因刑罰之重大,而稱那日子為「大日子」。
From the magnitude of the punishment he named the day 'great.'
1:1752
Εἶτα συνάπτει ψυχαγωγίαν τοῖς σκυθρωποῖς
接著,他將安慰之言與那憂傷的信息連結起來。
Then he joins consolation to the mournful tidings.
1:1753
Καὶ ἀπὸ τούτου σωθήσεται. Καὶ ὑπισχνεῖται συν τρίψειν τὸν τῆς δουλείας ζυγόν
「他必因此得救。」並且他應許要折斷奴役的軛。
'And from this he shall be saved.' And he promises to break the yoke of their servitude.
1:1754
Προλέγει δὲ καὶ τὴν τοῦ τρόπου μεταβολήν
他也預言了他們生活方式的轉變。
He foretells also the change of their manner of life.
1:1755
Καὶ οὐκ ἐργάσονται ἔτι ἀλλοτρίοις. θʹ
「他們必不再為外邦人勞碌。」(第九節)
'And they shall no longer labour for strangers.' (verse 9)
1:1756
Καὶ ἐργάσονται Κυρίῳ τῷ Θεῷ αὑτῶν
「他們卻要事奉耶和華他們的神。」
'But they shall serve the Lord their God.'
1:1757
Ἀλ λοτρίους τὰ εἴδωλα προσηγόρευσε·
他用「外邦人」來稱呼那些偶像。
By 'strangers' he designated the idols.
1:1758
Ταῦτα ὑποσχόμενος πάλιν αὐτοὺς ψυχαγωγεῖ, τὴν ἀνάκλησιν ἐπαγγελλόμενος
在應許了這些之後,他再次安慰他們,宣告他們必被召回。
Having promised these things, he again consoles them, announcing their recall from exile.
1:1759
Καὶ τοῖς μὲν Βαβυ λωνίοις ὄλεθρον ἀπειλεῖ
他向巴比倫人威嚇以毀滅。
And to the Babylonians he threatens destruction.
1:1760
Ποιήσω γὰρ, φησὶν, ἔκλει ψιν ἐν πᾶσι τοῖς ἔθνεσιν, εἰς οὓς διεσκόρπισά σε ἐκεῖ. Αὐτοῖς δὲ ἀγαθῶν ἐπαγγελίας προσφέρει
他說:「因為我必在我趕散你去的萬國中,將它們滅絕淨盡。」但對他們,他卻獻上美善的應許。
'For I will make,' he says, 'a full end among all the nations into which I scattered you there.' But to them he offers promises of good things.
1:1761
Σὲ γὰρ, φησὶν, οὐ μὴ ποιήσω εἰς ἔκλειψιν, καὶ παι δεύσω σε εἰς κρίσιν, καὶ ἀθωῶν οὐκ ἀθωώσω σε. Ἀντὶ τοῦ, παιδεύσω, καὶ ψυχαγωγήσω, καὶ οὔτε ἀπαίδευτον ἐάσω, οὔτε ἀβοήθητον καταλείψω·
他說:「至於你,我卻不將你滅絕淨盡,倒要按公義懲治你,並非以無罪待你而全然放過。」意思是:我要管教你、安慰你,既不讓你缺乏教導,也不撇下你無人幫助。
'For you,' he says, 'I will not make a full end, but I will chasten you in judgement, and in acquitting I will not acquit you.' That is to say: I will chasten you and console you, and I will neither leave you untaught nor abandon you without help.
1:1762
τὸ γὰρ ἀθωῶν οὐκ ἀθωώσω σε τοῦτο δηλοῖ, ὀντὶ τοῦ, ἀπείραστόν σε τῶν κακῶν οὐκ ἐάσω·
因為「以無罪待你,卻不全然赦免你」正表明此意,即:我不會讓你不經歷苦難。
For 'in acquitting I will not acquit you' means this: I will not leave you untried by adversities.
1:1763
τῷ δὲ μεγέθει τῆς ἀπειλῆς μεταβαλεῖν αὐτῶν τὴν πονηρίαν βουλό μενος, ἐπάγει καὶ ταῦτα·
他既願以威嚇之重大來改變他們的邪惡,便又加上這些話:
And wishing by the greatness of the threat to change their wickedness, he adds this also:
1:1764
Οὐκ ἔστι κρίνων κρίσιν σου
「無人為你辨屈。」
'There is none to judge your cause.'
1:1765
Οὐδεὶς γὰρ ἀνθρώπων ἤλεγχε τοῦ Ναβουχοδονόσορ τὴν ἀδικίαν
因為沒有人指責尼布甲尼撒的不義。
For no man reproved the injustice of Nebuchadnezzar.
1:1766
Εἰς ἀλγηρὸν ἰατρεύθης, τουτέστι σὺν ὀδύνῃ
「你受的醫治帶著痛苦」,就是說,伴隨著劇痛。
'You have been healed unto pain,' that is, with suffering.
1:1767
Ὠφέλεια οὐκ ἔστι σοι. Τὴν ὠφέλειαν νῦν οὐκ ἐπὶ τῆς ψυχῆς τέθεικεν, ἀλλ' ἐπὶ τῆς ἀνθρω πίνης ἐπικουρίας·
「你得不著益處。」此處他所說的「益處」不是指靈魂方面的,而是指人的援助。
'There is no benefit for you.' Here he has set 'benefit' not with respect to the soul, but with respect to human aid.
1:1768
Πάντες οἱ φίλοι σου ἐπελάθοντό σου, οὐ μὴ ἐπερωτήσωσι περὶ σοῦ·
「你所有的朋友都忘記了你,必不打聽你的景況。」
'All your friends have forgotten you; they will not enquire after you.'
1:1769
ὅτι πληγῇ ἐχθροῦ ἔπαισά σε
「因為我以仇敵的擊打攻擊了你。」
'Because I have struck you with the blow of an enemy.'
1:1770
Οὐ γὰρ ἐχρησάμην τῇ συνήθει μακροθυμίᾳ, ἀλλὰ βαθεῖαν δέδωκα τὴν τομήν
因為我沒有施行我素常的忍耐,卻施以了深刻的切割。
For I did not use my accustomed long-suffering, but I gave a deep incision.
1:1771
Τοῦτο καὶ ἰατρὸς ποιεῖ χαλεπὸν τὸ πάθος θεώμενος
當醫生看見病症嚴重時,他也如此行。
This a physician also does, when he sees the ailment to be grievous.
1:1772
Καὶ διδάσκων τῆς τιμωρίας τὸ δίκαιον, ἐπήγαγε·
他為要教導此刑罰之公義,便補充說:
And teaching the justice of the punishment, he added:
1:1773
Παι δείαν στερεὰν ἐπὶ πᾶσαν ἀδικίαν σου·
「因你一切的不義,加上嚴厲的管教」,
'A firm chastisement upon all your injustice,'
1:1774
διότι ἐπλη θύνθησαν αἱ ἁμαρτίαι σου. Συμφωνεῖ δὲ τούτοις καὶ τὰ ἑξῆς
「因為你的罪孽增多了。」下文也與這些話相符。
'because your sins have multiplied.' And what follows agrees with these things.
1:1775
Τί βοᾷς ἐπὶ τὸ σύντριμμά σου; βίαιον τὸ ἄλγος σου; Ἀντὶ τοῦ, σφοδρὸν, ἀλλ' ὅμως δίκαιον
「你為何因你的損傷哀號呢?你的痛苦劇烈。」意思是:雖然劇烈,卻仍然公義。
'Why do you cry out over your affliction? Your pain is grievous.' That is, it is severe—yet nonetheless just.
1:1776
ὅτι ἴσχυσαν αἱ ἁμαρτίαι σου, ἐποίησά σοι ταῦτα. Ἀπειλεῖ δὲ ὅμως τοῖς ἐπελθοῦσιν αὐτοῖς πολεμίοις, καὶ σφαγὴν, καὶ δουλείαν·
「因為你的罪孽甚重,我才這樣待你。」然而,他仍向那些前來攻擊他們的仇敵威嚇以殺戮和奴役。
'Because your sins have grown strong, I have done these things to you.' Nonetheless he threatens the enemies who came upon them with slaughter and servitude.
1:1777
οἱ γὰρ τὸν θάνατον διαπεφευγότες, δοῦλοι τῶν νενικηκότων ἐγένοντο
因為那些逃過死亡的人,成了戰勝者的奴隸。
For those who had escaped death became slaves of the conquerors.
1:1778
Ἐπιμένει δὲ αὐτὴν ταῖς χρησταῖς ἐπαγγελίαις ψυχαγωγῶν
他繼續以仁慈的應許來安慰她。
And he persists in consoling her with kindly promises.
1:1779
Ὅτι ἀνοίξω τὸ ἴαμά σου, ἀπὸ πληγῆς ὀδυνηρᾶς ἰατρεύσω σε, φησὶ Κύριος
「因為我必開通你的醫治,從痛苦的擊打中醫好你」,耶和華說。
'For I will open your healing; from a painful blow I will heal you, says the Lord.'
1:1780
Καὶ τῇ τομῇ, καὶ τῇ σπογγιᾷ, καὶ τοῖς αὐστηροτέροις, καὶ τοῖς ἠπιωτέροις φαρμάκοις ἐχρήσατο
他既用了切割、海綿,又用了較嚴厲和較溫和的藥物。
And he employed the incision, the sponge, and both the harsher and the gentler remedies.
1:1781
Ὅτι διεσπαρμένη ἐκλήθη Σιών. Ἐπετώθαζε γὰρ αὐτῇ τὰ γειτο νεύοντα ἔθνη, καὶ τὴν αἰχμαλωσίαν προτιθέντα, καὶ τὴν δουλείαν
「因為錫安被稱為被趕散的。」因為鄰近的列國譏笑她,以擄掠和奴役來嘲弄她。
'Because Zion was called an outcast.' For the neighbouring nations mocked her, casting up to her the captivity and the servitude.
1:1782
Αὕτη θήραμα ὑμῶν ἐστιν, ὅτι ζητῶν οὐκ ἔστιν αὐτήν. Ἡνίκα, φησὶ, παρεῖδον αὐτὴν καὶ οὐκ ἐπήμυνον, προὔκειτο τοῖς πολεμοῦσιν αὐτὴν, ὡς θήραμα ἕτοιμον
「她成了你們的獵物,因為無人尋找她。」他說:當我不顧她、不施援手時,她就在攻擊她的人面前,成了現成的獵物。
'She is your prey, for there is none seeking after her.' When, he says, I overlooked her and did not defend her, she lay exposed to those warring against her as a ready prey.
1:1783
Ἀλλὰ μετὰ τὴν παι δείαν τῆς δουλείας αὐτοὺς ἐλευθερώσω, ὥστε ἐπαν ελθεῖν καὶ δείμασθαι τὰς πόλεις, καὶ τὸν ναὸν ἀνα στῆσαι, καὶ τὴν κατὰ νόμον ἐν αὐτῷ λατρείαν ἐπιτελεῖν
但在奴役的管教之後,我必釋放他們,使他們得以歸回,重建城邑,重立聖殿,並在其中按律法完成敬拜。
But after the chastisement of servitude I will set them free, so that they may return and build the cities, and raise up the temple, and perform in it the worship according to the law.
1:1784
Καὶ ὁ ναὸς κατὰ τὸ κρίμα αὐτοῦ καθεδεῖται. Προστίθησι δὲ καὶ ὅσα τῆς εὐπραξίας ἴδια
「聖殿必按其定例安置。」他也補充了一切屬於興盛的事物。
'And the temple shall be settled according to its ordinance.' He adds also whatever things are proper to prosperity.
1:1785
Καὶ ἐξελεύσονται ἀπ' αὐτῶν ᾄδοντες, καὶ φωνὴ παιζόντων
「必有歌唱的人從他們中間出來,並有歡樂之人的聲音。」
'And there shall go forth from them those who sing, and the voice of those who make merry.'
1:1786
Ὑπισχνεῖται δὲ καὶ αὔξην τοῦ γένους, καὶ πολυγονίαν
他也應許族類的增多和子孫的繁盛。
He promises also increase of the race and abundance of offspring.
1:1787
Χεῶ γὰρ αὐτοὺς, φησὶ, καὶ οὐ μὴ σμικρυνθῶσι. κʹ
他說:「因為我必使他們增多,他們必不減少。」(第二十節)
'For I will pour them out,' he says, 'and they shall not be diminished.' (verse 20)
1:1788
Καὶ εἰσελεύσονται, φησὶν, οἱ υἱοὶ αὐτῶν, ὡς τὸ πρότερον, καὶ τὰ μαρτύρια αὐτῶν κατὰ πρόσωπόν μου ὀρθωθήσονται
他說:「他們的子孫必如往昔一樣進來,他們的會眾必在我面前得以堅立。」
'And their sons,' he says, 'shall come in as before, and their testimonies shall be set upright before my face.'
1:1789
Τὰ μαρτύρια ὁ Σύρος συναγωγὰς ἡρμήνευσε
「他們的會眾」,敘利亞譯本翻作「聚會」。
'Their testimonies' the Syriac rendered as 'congregations.'
1:1790
Καὶ ἐπισκέψομαι ἐπὶ πάντας τοὺς θλίβοντας αὐτούς. καʹ
「我必刑罰一切苦待他們的人。」(第二十一節)
'And I will visit upon all those who afflict them.' (verse 21)
1:1791
Καὶ ἔσονται ἰσχυρότεροι αὐτῶν ἐπ' αὐ τούς
「並且必有比他們更強的人來轄制他們。」
'And they shall be stronger than they, over them.'
1:1792
Θλίβοντας τοὺς Βαβυλωνίους λέγει·
他所說「苦待他們的」,是指巴比倫人。
By 'those who afflict' he means the Babylonians.
1:1793
ἰσχυρο τέρους δὲ τούτων Μήδους καὶ Πέρσας·
而「比他們更強的」,則是指瑪代人和波斯人。
And by 'stronger than these,' the Medes and Persians.
1:1794
οὗτοι γὰρ αὐτῶν τὴν σωτηρίαν κατέλυσαν
因為這些人推翻了他們的政權。
For these overthrew their dominion.
1:1795
Καὶ ὁ ἄρχων αὐτοῦ ἐξ αὐτοῦ ἐξελεύσεται. Κατὰ τὸν τῆς αἰχμα λωσίας καιρὸν, ἄρχοντα τῶν Βαβυλωνίων εἶχον τὸν βασιλέα
「他們的官長必從他們中間而出。」在被擄的時期,他們是以巴比倫的王為他們的官長。
'And their ruler shall come forth from among them.' In the time of the captivity they had the king of the Babylonians as their ruler.
1:1796
Μετὰ δὲ τὴν ἐπάνοδον, πρῶτον μὲν ἔσχον τὸν Ζοροβάβελ, καὶ τὸν τοῦ Ἰωσεδὲκ υἱόν·
但在歸回之後,他們首先有所羅巴伯,以及約薩答的兒子;
But after the return, first they had Zerubbabel, and the son of Josedek;
1:1797
μετὰ δὲ ταῦτα, ὑπὸ τῶν ἀρχιερέων ἰθύνοντο
在這些之後,他們便由大祭司們治理。
and after these they were governed by the high priests.
1:1798
Ὅτι τίς ἐστιν οὗτος, ὃς ἔδωκε τὴν καρδίαν αὐτοῦ ἐπιστρέψαι πρός με; φησὶ Κύριος. Τοῦτο καὶ ἀλλαχοῦ φησιν·
「這是誰,把心歸向我、轉回向我呢?耶和華說。」這話他在別處也說過:
'For who is this that has given his heart to turn back to me? says the Lord.' This he says also elsewhere:
1:1799
Ἐρωτήσατε γενεὰς τὰς γενομένας προτέρας ὑμῶν, τίς ἐπίστευσε Κυρίῳ, καὶ κατῃσχύνθη
「你們去問先前的世代:有誰信靠耶和華而蒙羞的呢?」
'Ask the generations that were before you: who trusted in the Lord and was put to shame?'
1:1800
Εἶτα τῇ τοῦ Θεοῦ ὀργῇ τὰ συμβεβηκότα αὐτοῖς ἀνατίθησιν ἀλγεινά·
接著,他將臨到他們的苦難歸於神的忿怒;
Then he ascribes the grievous things that befell them to the wrath of God;
1:1801
καὶ δεικνὺς αὐτῆς τὸ δίκαιον, ἐπάγει·
並且為顯明此忿怒的公義,他補充說:
and showing its justice, he adds:
1:1802
Οὐ μὴ ἀποστραφῇ ὀργὴ θυμοῦ Κυρίου, ἕως ἂν ποιήσῃ, καὶ ἕως οὗ πληρώσῃ ἐγχεί ρημα καρδίας αὑτοῦ
「耶和華烈怒的忿恨必不轉消,直到他成就、實現他心中的計謀。」
'The anger of the wrath of the Lord shall not turn back, until he has done it, and until he has accomplished the purpose of his heart.'
1:1803
Τῇ γὰρ βουλῇ αὐτοῦ τίς ἀνθέστηκε; Τὴν ἀπιστίαν αὐτῶν ἐλέγχων, Ἐπ' ἐσχάτων, φησὶ, τῶν ἡμερῶν γνώσεσθε αὐτά. Ἐπειδὴ τοὺς λόγους οὐ πιστεύετε, δι' αὐτῶν μαθήσεσθε τῶν πραγμάτων τῆς πείρας
「有誰抵擋過他的旨意呢?」他責備他們的不信,說:「到末後的日子,你們必明白這些事。」既然你們不信這些話,你們就要藉著親身經歷的事實學到功課。
'For who has withstood his counsel?' Reproving their unbelief, he says: 'In the last of the days you shall understand these things.' Since you do not believe the words, through the very facts of experience you shall learn.
1:1804
Ἀναμίξας δὲ πάλιν τὰ θυμήρη τοῖς σκυθρωποῖς, τὴν τούτων αἰτίαν διδάσκει
他又將可喜的與憂傷的混合起來,並教導這些事的緣由。
And again mingling the pleasant with the mournful, he teaches the cause of these things.
1:1805
Εὗρον θερμὸν ἐν ἐρήμῳ, μετὰ ὀλωλότων ἐν μαχαίρᾳ πορευομένους ἐν σπουδαῖς Ἰσραήλ
「我在曠野中遇見溫熱,與那些死於刀下之人同在;就是那匆忙行走的以色列人。」
'I found warmth in the wilderness, with those who perished by the sword; those of Israel walking in haste.'
1:1806
Τὸ θερμὸν καὶ ὁ Σύρος καὶ ὁ Ἑβραῖος οἰκτιρμὸν τεθείκασιν·
「溫熱」——敘利亞譯本和希伯來原文都作「憐憫」;
'The warmth'—both the Syriac and the Hebrew set down as 'compassion';
1:1807
ἔχει δέ τινα πρὸς τοῦτο συγγένειαν καὶ ἡ ἑρμηνεία τῆς Ἑλλάδος φωνῆς·
而希臘語的解釋也與此有某種親緣關係;
and the interpretation of the Greek tongue too has a certain kinship with this;
1:1808
ὑποθερμαινόμενος γάρ τις χαυνοῦται εἰς ἔλεον·
因為人內心被溫暖時,便軟化而生憐憫。
for one who is warmed within grows soft toward mercy.
1:1809
ἔρημον δὲ καλεῖ τὴν Βαβυλῶνα·
他用「曠野」來稱呼巴比倫。
And by 'wilderness' he calls Babylon.
1:1810
Συμφωνεῖ δὲ καὶ τῇ Σύρου ἑρμηνείᾳ καὶ τὰ ἑξῆς
下文也與敘利亞譯本的解釋相合。
And what follows accords also with the Syriac interpretation.
1:1811
Ἀγάπησιν αἰωνίαν ἠγάπησά σε·
「我以永遠的愛愛你;」
'With an everlasting love I have loved you;'
1:1812
διὰ τοῦτο εἵλκυσά σε εἰς οἰκτείρημα
「因此我以慈愛吸引你。」
'therefore I have drawn you into compassion.'
1:1813
Οὐχ ὁ σὸς, φησὶ, τρό πος αἴτιός σοι τῆς σωτηρίας·
他說:「你得救的緣由,並不在於你自己的行為。」
'It is not your own manner of life,' he says, 'that is the cause of your salvation.'
1:1814
Προλέγει δὲ, ὅτι πάλιν χορεύσουσι τυμπάνοις κεχρη μένοι, καὶ τοῖς ἄλλοις ὀργάνοις, καὶ φυτουργίας φροντίσουσι, καὶ τὰς θείας ἐπιτελέσουσιν ἑορτάς
他預言他們必再次舞蹈,使用手鼓和其他樂器,並要照料種植的事,也要慶祝神聖的節期。
He foretells that they shall again dance, using timbrels and the other instruments, and shall attend to planting, and shall celebrate the divine feasts.
1:1815
Προλέγει καὶ τὴν ἕνωσιν τῶν φυλῶν
他也預言了眾支派的聯合。
He foretells also the union of the tribes.
1:1816
Ὅτι ἔστιν ἡμέρα κλήσεως ἀπολογου μένου ἐν ὄρεσιν Ἐφραΐμ·
「因為有一日,是呼召的日子,是在以法蓮山上申辯之人的日子;」
'For there is a day of calling, of one making defence, in the mountains of Ephraim;'
1:1817
Ἀνάστητε, καὶ ἀναβῶμεν εἰς Σιὼν, πρὸς Κύριον τὸν Θεὸν ἡμῶν
「起來,我們上錫安去,到耶和華我們的神那裡。」
'Arise, and let us go up to Zion, to the Lord our God.'
1:1818
Παρακελεύεται δὲ αὐτοῖς, τὸν μὲν Θεὸν ἀνυμνεῖν μετ' εὐφροσύνης, κατὰ δὲ τῶν γειτονευόν των ἐθνῶν μέγα φρονεῖν
他勸勉他們要歡歡喜喜地歌頌神,並要對鄰近的列國心存豪邁。
He exhorts them to hymn God with gladness, and to be high-minded against the neighbouring nations.
1:1819
Χρεμε τίσατε ἐπὶ κεφαλὴν ἐθνῶν. Καὶ δηλώσατε διὰ τού του τὴν θείαν ἐπικουρίαν
「向列國之首發出嘶鳴。」並藉此宣揚那神聖的援助。
'Neigh over the head of the nations.' And declare through this the divine assistance.
1:1820
Λέγει δὲ καὶ τὸν τῆς ἐπανόδου καιρόν
他也說明了歸回的時候。
He tells also the time of the return.
1:1821
Συνάξω γὰρ αὐτοὺς, φησὶν, ἐν ἑορτῇ Φασὲκ ἀπ' ἐσχάτου τῆς γῆς
祂說:「因為我必在逾越節從地極將他們招聚起來。」
'For I will gather them,' He says, 'at the feast of Phasek from the ends of the earth.'
1:1822
Τὸ δὲ Φασὲκ τὸ Πάσχα ἑρμηνεύεται τῇ Ἑλλάδι φωνῇ
「法塞克」在希臘語中譯作「逾越節」。
Now 'Phasek' is rendered 'Pascha' in the Greek tongue.
1:1823
Καὶ τὸ πλῆθος αὐτῶν σημαίνων·
祂又指明他們的眾多,說:
And indicating their multitude, He says:
1:1824
Ἐν αὐτοῖς, φησὶ, χωλὸς καὶ τυφλὸς, ἔγκυος καὶ τίκτουσα, ὁμοθυμαδὸν ἐκκλησία μεγάλη. Ἐν γὰρ ταῖς πολυανθρώποις πόλεσι πάντα ἔστιν εὑρεῖν τὰ τοιαῦτα
祂說:「他們當中有瘸腿的和瞎眼的,有懷孕的和臨產的,同心合意成為大會。」因為在人口稠密的城市裡,一切這樣的人都可尋見。
'Among them,' He says, 'shall be the lame and the blind, the woman with child and she who is in travail together, a great congregation.' For in populous cities all such persons may be found.
1:1825
Ἀναμιμνήσκει δὲ καὶ τοῦ τῆς αἰχμαλωσίας κλαυθμοῦ·
祂也提起被擄時的哀哭,
He also recalls the weeping of the captivity,
1:1826
καὶ προλέγει τῆς ἐπανόδου τὴν θυμηδίαν, καὶ τὰς κατὰ τὴν ὁδοι πορίαν ψυχαγωγίας
並預言歸回時的歡欣,以及沿途行路中的慰藉。
and foretells the gladness of the return, and the consolations along the journey of the road.
1:1827
Ἐν παρακλήσει γὰρ, φησὶν, ἀνάξω αὐτοὺς, αὐλίζων ἐπὶ διορυγὰς ὑδάτων, ἐν ὁδῷ εὐθείᾳ, καὶ οὐ μὴ πλανηθῶσιν ἔτι ἐν αὐτῇ. Καὶ τὴν αἰτίαν τῆς κηδεμονίας δεικνὺς ἐπήγαγεν·
祂說:「因為我要以安慰引領他們上來,使他們在水溝旁安歇,行在正直的路上,他們必不再在其中迷失。」祂又指明這眷顧的緣由,接著說:
'For with comfort,' He says, 'I will lead them up, causing them to lodge by the channels of waters, in a straight way, and they shall no more go astray therein.' And showing the reason for His providential care, He added:
1:1828
Ὅτι ἐγενόμην τῷ Ἰσραὴλ εἰς πατέρα, καὶ Ἐφραῒμπρωτότοκός μού ἐστιν. Ἐφραῒμ οὐ τὸν τοῦ Ἰωσὴφ καλεῖ υἱὸν, ἀλλὰ τὰς δέκα φυλάς·
「因為我已作以色列的父,以法蓮是我的長子。」祂稱以法蓮,並非指約瑟的兒子,而是指那十個支派;
'Because I have become a father to Israel, and Ephraim is My firstborn.' By Ephraim He does not mean the son of Joseph, but the ten tribes;
1:1829
ἐν αὐταῖς δὲ ἦν Ῥουβὴν ὁ πρωτότοκος, καὶ Συμεὼν ὁ δεύτερος
因為在那些支派中有長子流便和次子西緬。
for among them were Reuben the firstborn and Simeon the second.
1:1830
Ἐκαλοῦντο δὲ Ἐφραῒμ αἱ δέκα φυλαὶ, ἐπειδὴ τὰ βασίλεια ἐν τῷ κλήρῳ τοῦ Ἐφραῒμ ᾠκοδόμητο
然而那十個支派被稱為以法蓮,是因為王宮建造在以法蓮的地業之內。
But the ten tribes were called Ephraim, since the royal palaces had been built in the allotment of Ephraim.
1:1831
Καὶ καθάπερ νῦν ἀπὸ τῆς Ῥωμαίων πόλεως Ῥωμαῖοι πάντες ὀνομαζόμεθα·
正如今日,我們都因羅馬城而被稱為羅馬人,
And just as now, from the city of the Romans, we are all named Romans,
1:1832
οὕτως ἀπὸ τοῦ Ἐφραῒμ προσ ηγορεύοντο τηνικαῦτα αἱ δέκα φυλαί
照樣,那時那十個支派也因以法蓮而得名。
so at that time the ten tribes were called after Ephraim.
1:1833
Ταῦτα δὲ καὶ ἐν τοῖς ἔθνεσι κηρυχθῆναι κελεύει, καὶ μηνυθῆναι πᾶσι τοῦ λαοῦ τὴν ἐπάνοδον·
祂吩咐要將這些事也在列國中傳揚,並將全民歸回的事宣告出來;
He commands that these things be proclaimed also among the nations, and that the return of all the people be announced;
1:1834
ἐγένετο δὲ οὐ διὰ λόγων τὸ κήρυγμα, ἀλλ' ἤκουον πάντες, γεγωνότερον τῶν πραγμάτων βοώντων
但這宣告並非藉著言語,乃是眾人都聽見了,因為事實本身比任何聲音喊得更響。
yet the proclamation came not by words, but all heard it, since the events themselves cried out more loudly than any voice.
1:1835
Ὑπισχνεῖται δὲ καὶ γῆς εὐ καρπίαν, καὶ κτηνῶν πολυγονίαν, καὶ ψυχῆς εὐ φροσύνην
祂又應許地土的豐收、牲畜的多產,以及心靈的歡樂。
He promises also fruitfulness of the land, and abundance in the increase of cattle, and gladness of soul.
1:1836
Μεθύσω τὴν ψυχὴν τῶν ἱερέων, τῶν υἱῶν Λευΐ, ἀντὶ τοῦ, ἀγαθῶν ἐμπλήσω παντοδαπῶν·
「我必使祭司,就是利未子孫的心飽足」——意思是「我必用各樣的美物充滿他們」;
'I will make drunk the soul of the priests, the sons of Levi'—that is, 'I will fill them with all manner of good things';
1:1837
τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἐπαγόμενα
因為接下來的話也顯明了這意思。
for this is what the words that follow also make clear.
1:1838
Καὶ ὁ λαός μου τῶν ἀγαθῶν ἐμπλησθήσεται, φησὶ Κύριος. ιεʹ
「我的百姓必因我的恩惠得滿足,這是耶和華說的。」(十五)
'And My people shall be filled with good things, says the Lord.' (15)
1:1839
Φωνὴ ἐν Ῥαμᾷ ἠκού σθη, θρῆνος, καὶ κλαυθμὸς, καὶ ὀδυρμός·
「在拉瑪聽見號咷、哀哭、悲傷的聲音;
'A voice was heard in Rama, lamentation and weeping and mourning;
1:1840
Ῥαχὴλ ἀποκλαιομένη ἐπὶ τοὺς υἱοὺς αὑ τῆς, καὶ οὐκ ἤθελε παρακληθῆναι ἐπὶ τοῖς υἱοῖς αὑτῆς, ὅτι οὐκ εἰσίν
拉結為她的兒女哀哭,不肯受安慰,因為他們都不在了。」
Rachel weeping for her children, and she would not be comforted for her children, because they are not.'
1:1841
Καὶ ἡ Ῥαμὰ τῆς Βενια μίτιδος ἦν φυλῆς·
拉瑪原屬便雅憫支派;
Now Rama was of the tribe of Benjamin;
1:1842
καὶ τῆς Ῥαχὴλ ὁ τάφος ἐν τῷ ἱπποδρόμῳ ἐστὶ Χαφραθὰ, τοῦ ἐλθεῖν εἰς Ἐφραθά
拉結的墳墓在往以法他去、恰弗拉他的賽馬場那裡。
and the tomb of Rachel is at the hippodrome of Chaphratha, on the way to Ephratha.
1:1843
Καὶ τέλος μὲν ἔλαβεν ἡ προφητεία ἐπὶ Ἡρώδου τοῦ πρώτου·
這預言在第一位希律的日子得了應驗;
And the prophecy had its fulfilment in the days of Herod the first;
1:1844
οὗτος γὰρ ἀνεῖλε τὰ βρέφη, συναναιρήσειν ἐλπίζων τὸν γεννηθέντα Σωτῆρα
因為正是他殺害了那些嬰孩,指望連那新生的救主也一同殺盡。
for he it was who slew the infants, hoping thereby to slay along with them the newborn Saviour.
1:1845
Τέθεικε δὲ ταῦτα ὁ προφήτης μεταξὺ τῆς τῶν ἀγαθῶν ἐπαγγελίας·
先知將這些話安置在美好應許之中,
The prophet set these words in the midst of the promise of good things,
1:1846
διδάσκων, ὅτι τὸ ἀληθῶς ἀγαθὸν, καὶ τὸ τῆς σωτη ρίας κεφάλαιον, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν ἡ κατὰ σάρκα γέννησις, δι' ἣν ὑπέμεινε τὰ βρέφη τὴν ἄδικον ἐκείνην σφαγήν
為要教導人:那真正美好的事,救恩的總綱,乃是我們的主和救主按肉體的降生——正是為了祂,那些嬰孩才忍受了那不義的殺戮。
teaching that the truly good thing, and the very sum of our salvation, is the birth according to the flesh of our Lord and Saviour—for whose sake the infants endured that unjust slaughter.
1:1847
ὅτι ἔστι μισθὸς τοῖς σοῖς ἔργοις, φησὶ Κύριος, καὶ ἐπιστρέψουσιν οἱ υἱοὶ αὐτῶν εἰς τὰ ὄρη αὑτῶν
「你的工作必有賞賜,這是耶和華說的,他們的兒女必歸回自己的境界。」
'that there is a reward for thy works, says the Lord, and their sons shall return to their own borders.'
1:1848
Καὶ διδάσκων ποίων ἔργων ὑπι σχνεῖται μισθὸν, ὑποδείκνυσιν αὐτῷ τὴν ἐν Βαβυ λῶνι μετάνοιαν
祂又教導人,是為著怎樣的工作應許賞賜,便向她指明在巴比倫的悔改。
And teaching for what kind of works He promises a reward, He points out to her the repentance in Babylon.
1:1849
Ἀκούων ἤκουσα Ἐφραῒμ ὀδυρομένου
「我確實聽見以法蓮悲歎,說:
'Hearing I have heard Ephraim lamenting:
1:1850
Ἐπαίδευσάς με, Κύριε, καὶ οὐκ ἐπαιδεύθην·
耶和華啊,你管教了我,我卻未受管教;
Thou hast chastened me, O Lord, and I was not chastened;
1:1851
ὥσπερ μόσχος οὐκ ἐδιδάχθην. Τοῦτο καὶ ὁ προφήτης ἐν τοῖς πρόσθεν εἴρηκεν·
我像牛犢未受教。」這話先知在前面也曾說過:
like a calf I was not taught.' This too the prophet had said earlier:
1:1852
Ἐμαστίγωσας αὐτοὺς, καὶ οὐκ ἐπόνεσαν·
「你鞭打他們,他們卻不覺疼痛;
'Thou hast scourged them, and they felt no pain;
1:1853
συνετέλεσας αὐτοὺς, καὶ οὐκ ἠθέλησαν δέξασθαι παι δείαν. Καὶ Ὡσηὲ δὲ ὁ προφήτης φησίν·
你毀滅他們,他們卻不肯領受管教。」何西阿先知也說:
Thou hast made an end of them, and they would not receive instruction.' And Hosea the prophet also says:
1:1854
Ἐφραῒμ δάμαλις δεδιδαγμένη ἀγαπᾷν νεῖκος. Ἀντιλέγει, φησὶ, καὶ οὐ δέχεται τὸν τοῦ νόμου ζυγόν
「以法蓮是受過訓練、喜愛爭鬥的母牛犢。」祂說:「他頂撞我,不肯接受律法的軛。」
'Ephraim is a heifer taught to love strife. He speaks against me,' He says, 'and does not accept the yoke of the law.'
1:1855
Ἐγένετο Ἐφραῒμ, ὡς παροιστρῶσα δάμαλις. Τίθησι δὲ καὶ ἅπερ ποτνιώμενος ἔλεγεν·
「以法蓮成了發狂的母牛犢。」祂又記下以法蓮懇切哀求時所說的話:
'Ephraim became like a heifer stung to frenzy.' He sets down also the words which Ephraim spoke in his supplication:
1:1856
Ἐπίστρεψόν με, Κύριε, καὶ ἐπιστρέψω·
「耶和華啊,求你使我回轉,我便回轉;
'Turn me, O Lord, and I shall be turned;
1:1857
ὅτι σὺ Κύριος ὁ Θεός μου εἶ. Σοῦ γὰρ μὴ θέλοντος, οὐκ ἀπαλλαγή σομαι τῆς δουλείας
因為你是耶和華我的神。」因為若非你願意,我就不得脫離奴役。
for Thou art the Lord my God.' For if Thou wilt it not, I shall not be delivered from bondage.
1:1858
Ὅτι ὕστερον αἰχμαλωσίας μου μετε νόησα, καὶ ὕστερον τοῦ γνῶναι ἐκρότησα ἐπὶ μηρὸν, καὶ ἐστέναξα ἐφ' ἡμέραις αἰσχύνης μου
「因為我被擄之後才悔改,我知道以後就拍腿,為我羞辱的日子歎息。」
'For after my captivity I repented, and after I came to know it I smote upon my thigh, and groaned over the days of my shame.'
1:1859
Μετὰ τὴν πεῖραν τῶν κακῶν, εἰς αἴσθησιν ἦλθε τῆς ἁμαρτίας
經歷了這些禍患之後,他才醒悟自己的罪。
After the experience of these evils, he came to a perception of his sin.
1:1860
Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέ λησα·
「我未受苦以先走迷了路;
'Before I was humbled, I went astray;
1:1861
διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Καὶ πάλιν·
所以我謹守了你的話。」又說:
therefore have I kept Thy word.' And again:
1:1862
ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Τὸ δὲ πατάσσειν τὸν μηρὸν, τῶν ὀδυνομένων καὶ μεταμελουμένων ἴδιον
「為要使我學習你的典章。」拍腿乃是憂傷悔改之人的特徵。
'that I might learn Thy ordinances.' Now the smiting of the thigh is proper to those who grieve and repent.
1:1863
Καί γε ἐνετράπην, καὶ ὑπεῖξά σοι, ὅτι ἔλαβον ὀνειδισμὸν ἐκ νεότητός μου. Ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς παρα βαίνων σου τὰς ἐντολὰς διετέλεσα
「是的,我蒙羞,向你屈服,因為我從幼年就承受羞辱。」因為我從古時、從起初就一直干犯你的誡命。
'Yea, I was ashamed, and I yielded to Thee, for I bore reproach from my youth.' For from of old and from the beginning I continued transgressing Thy commandments.
1:1864
Εἰ υἱὸς ἀγαπητὸς ἐμοὶ Ἐφραῒμ, εἰ παιδίον ἐντρυφῶν
「以法蓮豈是我所愛的兒子嗎?豈是嬉戲喜樂的孩童嗎?」
'Is Ephraim a beloved son to Me, is he a child that revels in delights?'
1:1865
Ἀντὶ τοῦ, τρυφερὸν, καὶ ἐπίχαρι·
意思是嬌嫩且討人喜悅的;
That is, tender and full of charm;
1:1866
εἰ ἐπιμένεις, φησὶ, ταύτῃ χρώμενος τῇ διαθέσει, καὶ τῆς ἐμῆς μεμνημένος κηδεμονίας, τῶν ἀγαθῶν ἀπο λαύσεις·
祂說:「你若持守這樣的心志,記念我的眷顧,就必享受美福」;
'If thou continue,' He says, 'keeping this disposition, and mindful of My providential care, thou shalt enjoy good things';
1:1867
τὴν γὰρ ὑπόσχεσιν ἐντέθεικε τοῖς ἑξῆς
因為祂已將這應許置於下文之中。
for He has embedded the promise in what follows.
1:1868
Ὅτι ἀνθ' ὧν οἱ λόγοι μου ἐν αὐτῷ εἰσι, μνείᾳ μνησθήσομαι αὐτοῦ ἔτι. Ἐπειδὴ μεταμελείᾳ κέ χρηται, καὶ τῶν ἐμῶν ἐντολῶν μνημονεύει, τῆς παρ' ἐμοῦ τεύξεται προμηθείας
「因為我的話既在他裡面,我必仍要記念他。」既然他已悔改,又記念我的誡命,就必蒙我的眷顧。
'Because, inasmuch as My words are in him, I will surely remember him yet again.' Since he has employed repentance, and remembers My commandments, he shall obtain forethought from Me.
1:1869
Τὸ σιονεὶμ ὁ Σύρος σημεῖα ἡρμήνευσεν·
「西俄尼姆」一詞,敘利亞譯本譯作「記號」;
The word 'Sioneim' the Syrian rendered as 'signs';
1:1870
ἀντὶ τοῦ, ἐπισημήνασθαι ἔδει, τίνας μὲν ἐκ τῆς παρανομίας ἐδρέψω καρποὺς, ποίων δέ σοι ἀγαθῶν μεταμέλεια γεγένηται πρόξενος
意思是:你本當留心分辨,你從自己的過犯上收了怎樣的果子,又是何等的美善藉悔改臨到你身上。
that is to say, thou oughtest to have marked well what fruits thou didst reap from thy transgression, and of what good things repentance has become for thee the procurer.
1:1871
Ποίησον σεαυτῇ τιμωρίαν, δὸς τὴν καρ δίαν σου εἰς τοὺς ὤμους σου. Ἀντὶ τοῦ, Ἐπίθες σεαυτῇ τὸ φορτίον τῆς μετανοίας
「你要為自己設立責罰,把你的心放在你的肩上。」意思是:把悔改的重擔加在你自己身上。
'Make for thyself a chastisement; set thy heart upon thy shoulders.' That is, Lay upon thyself the burden of repentance.
1:1872
Ἐπίμεινον οἷς προείλου καλῶς·
要堅守你所妥善揀選的;
Persevere in that which thou hast rightly chosen;
1:1873
τοῦτο γὰρ ἐπήγαγεν, Ὁδὸν ἣν πεπόρευσαι. Εἶτα παρακελεύεται αὐτῇ ἀναστρέψαι, καὶ εἰς τὰς οἰκείας πόλεις ἐπανελθεῖν, καὶ μὴ καταλιπεῖν τὸ πένθος
祂為此接著說:「你所行過的路。」然後祂勸她回轉,歸回自己的城邑,並且不要撇下哀傷。
for this He added: 'the way by which thou hast journeyed.' Then He exhorts her to turn back, and to return to her own cities, and not to abandon her mourning.
1:1874
Ἀπόστρεψον γὰρ, φησὶν,. εἰς τὰς πόλεις σου πενθοῦσα. Οὐκ ἐναντίον δὲ τῇ εὐφροσύνῃ τὸ τοιοῦτον πένθος
祂說:「你要哀傷著歸回你的城邑。」然而這樣的哀傷並不與歡樂相違。
'Return,' He says, 'to thy cities, mourning.' Yet such mourning is not contrary to gladness.
1:1875
Χρὴ γὰρ ἡμᾶς, καὶ τῶν ἀγαθῶν ἀπολαύοντας, τῶν οἰκείων μεμνῆσθαι παραπτωμάτων, καὶ ταῦτα θρηνεῖν
因為我們即使正享受美福,也當記念自己的過犯,並為之哀哭。
For it behoves us, even while enjoying good things, to remember our own transgressions and to bewail them.
1:1876
Ἕως πότε ἀποστρέψεις θυγάτηρ ἠτιμω μένη·
「受辱的女子啊,你轉離要到幾時呢?
'How long wilt thou turn away, O dishonoured daughter?
1:1877
ὅτι ἔκτισέ σε Κύριος εἰς σωτηρίαν, εἰς καταφύτευσιν καινὴν, ἐν τῇ σωτηρίᾳ περι ελεύσονται ἄνθρωποι
因為耶和華造你,是要使你得救恩,成為新栽的植物;在這救恩裡,眾人必往來行走。」
For the Lord has created thee unto salvation, unto a new planting; in the salvation men shall walk about.'
1:1878
Ἔδειξεν ἐνταῦθα σαφῶς καὶ τῆς ἀνακλήσεως τὴν αἰτίαν·
祂在此也清楚指明了召回的緣由;
Here He has shown clearly also the cause of the recall;
1:1879
τὴν γὰρ καινὴν κατα φύτευσιν δι' αὐτῆς ἔσεσθαι προθεσπίζει·
因為祂預言那新栽的植物必藉著她而成就;
for He foretells that the new planting shall come to be through her;
1:1880
ταύτην δὲ οἱ ἐξ αὐτῆς βλαστήσαντες ἀπόστολοι τῇ οἰκουμένῃ προσήνεγκαν·
而這新栽,乃是從她而生的使徒們獻給了普世;
and this the apostles, who sprang from her, offered to the whole inhabited world;
1:1881
καὶ τοῦτο σαφῶς ὁ προφητικὸς ἔφη λόγος
這是先知的話語所明言的。
and this the prophetic word declared plainly.
1:1882
Ἐν τῇ σωτηρίᾳ περιελεύσονται ἄνθρωποι. Οὗτοι γὰρ τὰ ἔθνη περινοστήσαντες, τὴν σωτηρίαν αὐτοῖς διὰ τῆς θεογνωσίας προσήνεγκαν
「在這救恩裡,眾人必往來行走。」因為這些使徒周遊列國,藉著認識神將救恩帶給他們。
'In the salvation men shall walk about.' For these, having journeyed through the nations, brought them salvation through the knowledge of God.
1:1883
Εἶτα πάλιν τὰ μετὰ τὴν ἐπάνοδον ἀγαθὰ προαγορεύει, καὶ τὴν ἐντεῦθεν φυομένην εὐφροσύνην
祂又再一次預言歸回之後的美福,以及由此而生的歡樂。
Then again He foretells the good things after the return, and the gladness that springs from it.
1:1884
Τὸ δὲ, Σπερῶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα, σπέρμα ἀνθρώπων, καὶ σπέρμα κτηνῶν, τὸ πλῆθος σημαίνει
「我要用人的種和牲畜的種撒在以色列家和猶大家」這話,是指明其眾多。
And the words, 'I will sow the house of Israel and the house of Judah with the seed of men and the seed of cattle,' signify the multitude.
1:1885
Ἐν ταῖς ἡμέραις ἐκείναις, φησὶν, οὐ μὴ εἴπωσιν, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν
祂說:「當那些日子,人必不再說:父親吃了酸葡萄,兒女的牙齒也酸倒了。」
'In those days,' He says, 'they shall no more say, The fathers ate a sour grape, and the children's teeth were set on edge.'
1:1886
Ἀλλ' ἕκα στος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται, καὶ τοῦ φαγόντος τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες αὐτοῦ
「惟有各人必因自己的罪而死;吃酸葡萄的,他自己的牙齒才酸倒。」
'But each one shall die in his own sin, and the teeth of him who eats the sour grape shall be set on edge.'
1:1887
Ὃ δὲ λέ γει, τοιοῦτόν ἐστιν·
祂所說的意思乃是這樣:
And what He means is this:
1:1888
Ὥσπερ οὐχ οἷόν τε τὸν ὄμφακα ἐσθίειν, τοῦ δὲ ἐσθίοντος τοὺς ὀδόντας μὴ αἱμωδιά σαι·
正如吃了酸葡萄,而吃的人牙齒卻不酸倒,這是不可能的;
Just as it is not possible to eat the sour grape and yet the teeth of the eater not be set on edge,
1:1889
οὕτως οὐχ οἷόν τε τῶν πατέρων ἡμαρτηκότων, δίκας εἰσπραχθῆναι τοὺς παῖδας
照樣,父親犯了罪,卻向兒女追討刑罰,這也是不可能的。
so it is not possible, when the fathers have sinned, that penalties be exacted from the children.
1:1890
Καὶ εἰς βεβαίωσιν τοῦ εἰρημένου τὰ ἐπαγόμενα τίθησιν
祂為要證實所說的話,便加上以下的話。
And for the confirmation of what has been said, He sets down what follows.
1:1891
Οὕτω, φησὶν, ἀδύνατόν ἐστι τοὺς παῖδας εἰσπραχθῆναι δίκας ὑπὲρ πατρῴων ἁμαρτημάτων, ὅτι καὶ τῶν πατέρων ἡμαρ τηκότων τὰ μέγιστα ἀγαθὰ τοῖς παισὶν ἐπαγγέλλο μαι
他說,正是如此,兒女不可能為父輩的罪孽而被追討刑罰,因為即便父輩犯了罪,我仍向兒女應許至大的美善。
Thus, he says, it is impossible for the children to have penalties exacted from them on behalf of their fathers' sins, for even though the fathers have sinned, I promise the greatest good things to the children.
1:1892
Πολλὰς μέντοι κατ' αὐτὸ προῤῥήσεις ἡμᾶς ἐδίδαξε·
誠然,關於這同一件事,他教導了我們許多預言;
Concerning this very matter, indeed, he has taught us many predictions;
1:1893
οὐ γὰρ ἂν ἐδεήθημεν τῆς δευτέρας, τῆς προ τέρας ἀρκούσης·
因為若第一個已然足夠,我們就不需要第二個了。
for we would have had no need of the second, had the first been sufficient.
1:1894
αὐτὸς τὸν Ἰσραὴλ ἠλευθέρωσε τῆς Αἰγυ πτίων δουλείας
祂親自使以色列脫離埃及人的奴役。
He himself set Israel free from the bondage of the Egyptians.
1:1895
Αὐτὸς τοιγαροῦν, καὶ τῷ Μωσῇ δια λεγόμενος ἔφη·
因此,祂也親自對摩西說話,說:
He himself, therefore, speaking also to Moses, said:
1:1896
Ἐγώ εἰμι ὁ ὤν. Καὶ ἱκανὸς ὁ λόγος, οὐ μόνον τὴν Ἰουδαίων διελέγξαι παρανομίαν, ἀλλὰ καὶ τὴν αἱρετικὴν βλασφημίαν γυμνῶσαι
「我是那自有者。」這話不僅足以駁斥猶太人的不法,也足以揭露異端的褻瀆。
'I am He who is.' And this saying is sufficient not only to refute the lawlessness of the Jews, but also to lay bare the blasphemy of the heretics.
1:1897
Τοῦτο δι' αὐτῶν ἡμῖν ὁ Θεὸς τῶν πραγμάτων ἔδειξε
神藉著這些事件本身向我們顯明了這一點。
This God has shown us through the events themselves.
1:1898
Τοὺς γὰρ ἱεροὺς ἀποστόλους εἰς τὸ ὄρος ἀνα γαγὼν, οὐ πλάκας αὐτοῖς ἔδωκε λιθίνας, ἀλλ' ἐν ταῖς καρδίαις αὐτῶν τοὺς θείους ἐνέγραψε νόμους, καὶ τοὺς μακαρισμοὺς προσενήνοχε τοῖς ἐργάταις τῆς ἀρετῆς
因為祂領那些聖使徒上了山,並未賜給他們石版,卻將神聖的律法刻在他們心上,又將諸福賜給那些行美德的人。
For having led the holy apostles up onto the mountain, he did not give them tablets of stone, but inscribed the divine laws upon their hearts, and bestowed the beatitudes upon the laborers of virtue.
1:1899
Καὶ οὐ μὴ διδάξωσιν ἔτι ἕκαστος τὸν πλησίον αὑτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὑ τοῦ, λέγων·
「他們各人不再教導自己的鄰舍和自己的弟兄,說:
'And they shall no longer teach, each one his neighbor, and each one his brother, saying:
1:1900
ὅτι πάντες εἰδή σουσί με, ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν
因為他們從最小的到最大的,都必認識我。」
for all shall know me, from the least of them to the greatest.'
1:1901
Τῶν δὲ ῥητῶν τούτων τὸ τέλος ὁ μέλλων δέξεται βίος
然而這些話語的成就,要在將來的生命中得著。
But the fulfillment of these sayings the life to come shall receive.
1:1902
Ἐν ἐκείνῳ γὰρ οὐκέτι δεόμεθα τῆς παρ' ἀλλήλων διδασκαλίας, τῶν πραγμάτων ἐναργῶς φαινομένων, καὶ τῶν παθῶν πεπαυμένων, καὶ τῶν μὲν σωμάτων ἀφθάρτων, τῶν δὲ ψυχῶν γενομένων ἀτρέπτων
因為在那生命裡,我們不再需要彼此教導,既然那些實在都清楚顯現,情慾已止息,身體不朽壞,靈魂也成為不可改變的了。
For in that life we shall no longer need teaching from one another, since the realities will appear plainly, the passions will have ceased, the bodies will be incorruptible, and the souls will have become unchangeable.
1:1903
Ἔθος δὲ τῇ θείᾳ Γραφῇ τὰς προφητείας ἀναμιγνύναι
神聖的聖經慣於將諸預言交織相混。
It is customary for divine Scripture to intermingle its prophecies.
1:1904
Καὶ γὰρ τοῖς περὶ τῆς αἰχμαλωσίας λόγοις συνάπτει τοὺς περὶ τῆς ἀνακλήσεως·
因為祂確實將論及被擄的話語,與論及召回歸回的話語連在一起;
For indeed to the words about the captivity it joins those about the recall from exile;
1:1905
καὶ ὁ Κύριος δὲ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις κατὰ ταὐτὸν τίθησι τοὺς περὶ τῆς Ἱερουσαλὴμ καὶ τοὺς περὶ τῆς συντελείας λόγους
主在神聖的福音書中,也照樣把論及耶路撒冷的話與論及世界末了的話放在一處。
and the Lord too, in the sacred Gospels, sets together in like manner the words about Jerusalem and those about the consummation of the age.
1:1906
Ὅτι ἵλεως ἔσομαι ταῖς ἀνομίαις αὐτῶν, καὶ τῶν ἁμαρ τιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Τοῦτο τοῦ παν αγίου βαπτίσματος δωρεῖται ἡ χάρις·
「因為我要寬恕他們的罪孽,不再記念他們的罪。」這是至聖洗禮的恩典所賜下的;
'For I will be merciful to their iniquities, and their sins I will remember no more.' This the grace of most holy baptism bestows;
1:1907
μετὰ γὰρ δὴ ἄφεσιν, τῶν προτέρων ἁμαρτημάτων οὐ μέμνηται
因為在赦免之後,祂便不再記念從前的罪。
for after the remission, he no longer remembers the former sins.
1:1908
Μετὰ ταῦτα δείξας ὡς αὐτός ἐστιν ἡλίου, καὶ σελή νης, καὶ ἀστέρων δημιουργὸς, καὶ ὅτι αὐτὸς προσ έταξε τὸν μὲν ποιεῖν τὴν ἡμέραν, τοὺς δὲ φωτίζειν τὴν νύκτα, καὶ ὡς αὐτοῦ νεύοντος κεκίνηται ἡ θά λασσα, καὶ γαλήνης ἀπολαύει, ἐπήγαγεν·
在此之後,祂顯明自己是日、月、星辰的創造者,是祂命定那一個造成白晝,其餘的照亮黑夜,又是祂點頭示意海就翻騰、也享有平靜,於是接著說:
After this, having shown that he himself is the maker of the sun, and moon, and stars, and that he himself commanded the one to make the day, and the others to give light to the night, and that at his nod the sea is stirred and enjoys calm, he added:
1:1909
Ἐὰν παύσωνται οἱ νόμοι οὗτοι ἐκ προσ ώπου μου, φησὶ Κύριος, καὶ τὸ γένος Ἰσραὴλ παύσεται γενέσθαι ἔθνος κατὰ προσώπου μου πάσας τὰς ἡμέρας
「主說:這些定例若在我面前止息,以色列的後裔也就在我面前終日不再作國了。」
'If these ordinances should cease from before me, says the Lord, then also the race of Israel shall cease to be a nation before me all the days.'
1:1910
Τούτοις παραθεῖναι δεῖ τὸ διὰ τοῦ Ἡσαΐου τοῦ προφήτου εἰρημένον·
應當將先知以賽亞所說的話與這些相並列:
To these must be set alongside what was spoken through Isaiah the prophet:
1:1911
Ἐὰν ᾖ. ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡσεὶ ἄμμος τῆς θα λάσσης, τὸ κατάλειμμα σωθήσεται. Ἀμφότεραι τοίνυν αἱ προφητείαι τὸ ἀληθὲς ἔχουσιν
「以色列子孫的數目雖如海沙,得救的不過是餘剩的。」因此,這兩個預言都持守著真理。
'Though the number of the sons of Israel be as the sand of the sea, the remnant shall be saved.' Both prophecies, therefore, hold the truth.
1:1912
Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ, οὗτοι Ἰσραὴλ, ἀλλ' οἱ τῷ Θεῷ πεπιστευκότες, καὶ τὸ σωτήριον δεξάμενοι κή ρυγμα. Ἐξ ὧν καὶ δι' ὧν κατὰ πᾶσαν τὴν οἰκου μένην Ἐκκλησία συνέστη
因為凡從以色列生的,並不都是以色列人,惟有那些信了神、領受了救恩宣道的才是。教會就是從他們、藉他們,在普天下建立起來的。
For not all who are of Israel, these are Israel, but those who have believed in God and received the saving proclamation. From whom and through whom the Church throughout the whole world was established.
1:1913
Ἐὰν ὑψωθῇ ὁ οὐ ρανὸς εἰς τὰ μετέωρα, καὶ ἐὰν ταπεινωθῇ ἡ γῆ εἰς τὸ ἔδαφος κάτω, καὶ ἐγὼ ἀποδοκιμῶ τὸν οἶκον Ἰσραὴλ, λέγει Κύριος
「主說:天若能升高到極高處,地若能降低到極深的底下,我才棄絕以色列全家。」
'If the heaven should be raised up to the heights, and if the earth should be lowered to the depths below, then also will I reject the house of Israel, says the Lord.'
1:1914
Ὡς ἀδύνατον, φησὶ, ἢ ὑψηλότερον γενέσθαι τὸν οὐρανὸν, ἢ βαθυτέραν τὴν γῆν·
他說,正如天不可能變得更高,地也不可能變得更深;
As it is impossible, he says, either for the heaven to become higher, or the earth deeper;
1:1915
οὕτως ἀδύνατον παντελῶς ἀποῤῥιφῆναι τὸν Ἰσραήλ
照樣,以色列也絕不可能被完全丟棄。
so it is utterly impossible for Israel to be cast off.
1:1916
Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οἰκοδομηθήσεται πόλις τῷ Κυρίῳ, ἀπὸ Ἀνα νιὴλ ἕως τῆς πύλης τῆς γωνίας
「主說:看哪,日子將到,必為主建造一座城,從哈楠業直到角門。」
'Behold, days are coming, says the Lord, and a city shall be built for the Lord, from Ananiel to the gate of the corner.'
1:1917
Ἀπὸ πύργου τῆς γωνίας Ἀνανιήλ. λθʹ
從角樓哈楠業起。三十九。
From the tower of the corner of Ananiel. 39.
1:1918
Καὶ διεξελεύσεται ἔτι τὸ σχοινίον τῆς διαμετρήσεως αὐτῆς ἀπέναντι αὐτῶν ἕως βουνοῦ Γαρήβ, Ὀνόματα λέγει τόπων τῶν κύκλῳ τῆς πόλεως
「丈量的準繩必再往前伸展,直到他們對面的迦立山。」他所說的是那城四圍各地的名稱。
'And the measuring line shall go out still further opposite them as far as the hill of Gareb.' He names the places round about the city.
1:1919
Καὶ περικυκλωθήσεται ἐξ ἐκλεκτῶν λίθων· τουτέστι, μεγάλων καὶ ἰσχυρῶν
「城要用精選的石頭圍繞」;就是說,用又大又堅固的石頭。
'And it shall be encircled with choice stones'; that is, with great and strong ones.
1:1920
Καὶ πᾶσαν τὴν κοιλάδα τῶν Φαγαρὶμ, καὶ πρὸς τὴν Σποδίαν
「並法迦琳全谷,直到斯波狄亞。」
'And the whole valley of Phagarim, and toward Spodia.'
1:1921
Καὶ πᾶσαν Ἀσαριμὼθ ἕως χειμάῤῥου Κέδρων, ἕως τῆς γωνίας πύλης ἵππων Ἀνατολῆς, Ἁγίασμα Κυρίῳ
「並亞撒利末全地,直到汲淪溪,直到向東馬門的拐角,都要歸主為聖。」
'And all Asarimoth as far as the brook Kedron, up to the corner of the horse gate toward the East, a holy place to the Lord.'
1:1922
Σποδίαν καλεῖ τὸν τόπον ἔνθα ἔῤῥιπτον τῶν θυσιῶν τὴν κόνιν·
他稱那傾倒祭牲灰燼之處為斯波狄亞(灰堆);
He calls Spodia the place where they cast the ash of the sacrifices;
1:1923
φαγαρὶμ δὲ τοὺς τόπους τῶν θυομένων κρεῶν·
又稱那存放所獻祭肉之處為法迦琳;
and Phagarim the places of the flesh that was sacrificed;
1:1924
εἰρη κὼς δὲ ἄνω τὸν κύκλον τῆς πόλεως, ἐν τούτοις ἔδειξε τοῦ θείου νεὼ τὸν περίβολον, Καὶ οὐκέτι οὐ μὴ ἐκτίλῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος
他在上文既已述說那城的四圍,就在這些話裡指明了神聖殿宇的圍牆。「這城必不再被拔出,也永不被拆毀。」
and having above spoken of the circuit of the city, in these words he indicated the enclosure of the divine temple. 'And it shall never again be plucked up, nor pulled down forever.'
1:1925
Τὴν τούτων τῶν λόγων ἀμφιβολίαν ἐν τοῖς πρόσθεν διέλυσε
這些話中的含混之處,他在前文已經解開了。
The ambiguity of these words he resolved in what preceded.
1:1926
Πέρας γὰρ, ἔφη, λαλήσω ἐπὶ ἔθνη καὶ βασιλείας τοῦ ἀνοικοδομεῖσθαι καὶ καταφυτεύεσθαι. Καὶ ἐὰν στραφὲν τὸ ἔθνος ἐκεῖνο ποιήσῃ πονηρὰ, οὐ μὴ ἐπαγάγω ἐπ' αὐτὸ τὰ ἀγαθὰ ἃ ἐλάλησα
因為他曾說:「我論到列邦和列國,說要建立、栽植。那一國若轉而行惡,我就必不將我所應許的福降與它。」
'For at length,' he said, 'I will speak concerning nations and kingdoms, that they be built up and planted. But if that nation, turning, should do evil things, I will not bring upon it the good things which I spoke.'
1:1927
Καὶ ἐνταῦθα τοίνυν ἐπηγγείλατο ταῦτα·
所以,祂在此也應許了這些事;
And here, therefore, he promised these things;
1:1928
ἐπειδὴ δὲ κατὰ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐλύττησαν, καὶ καθ' ἑαυτῶν τὴν δίκην ἐκίνησαν, ἐντεῦθεν ἐφ' ἑτέραν μεταβαίνει προφητείαν, ἧς ἐδέξατο τὴν ἐνέργειαν ἐν τῷ δεκάτῳ ἔτει τῆς Σεδεκίου βασιλείας
但因他們狂怒地敵擋神我們的救主,並招惹了對自己的審判,於是他從此轉入另一個預言,這預言的應驗,他是在西底家在位第十年領受的。
but since they raged madly against God our Savior, and stirred up judgment against themselves, from here he passes over to another prophecy, whose fulfillment he received in the tenth year of the reign of Zedekiah.
1:1929
Οὗτος δὲ ἦν. ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος
這一年正是巴比倫王尼布甲尼撒在位的第十八年。
And this was the eighteenth year of Nebuchadnezzar, king of Babylon.
1:1930
Ἐπολιορκεῖτο δὲ ὑφ' αὐτοῦ κατὰ τόνδε τὸν καιρὸν ἡ πόλις·
那時,城正被他圍困;
And at that time the city was being besieged by him;
1:1931
ὁ δὲ προφήτης δεσμωτήριον ᾤκει, ἐμβεβληκότος αὐτὸν Σεδεκίου τοῦ βασιλέως, ἐπειδήπερ τῆς πόλεως τὴν ἅλωσιν προηγόρευσε, καὶ τοῦ βασιλέως καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν
先知則被囚在監牢裡,是西底家王把他下在裡面的,因為他預言了城要被攻陷,王與百姓要被擄為奴。
and the prophet was dwelling in prison, Zedekiah the king having cast him in, because he had foretold the capture of the city, and the enslavement of the king and the people.
1:1932
Σοὶ γὰρ, φησὶν, ἡ ἀγορασία προσ ήκει, ὡς πελάζοντι κατὰ τὴν συγγένειαν. Ἀφίκετο δὲ πρός με καὶ ὁ τοῦτον ἀποδιδόμενος, καὶ ἐπριάμην ὡς προσετάχθην, καὶ τὴν περὶ τούτου συγγραφὴν ἐδεξάμην, πάντων παρόντων, τοῦ τε ἀποδομένου καὶ τῶν μεμαρτυρηκότων
他說:「這贖買的權利屬於你,因你按親屬關係最近。那賣主也來到我這裡,我就照著所吩咐的買下,並在眾人—就是賣主和作見證的人—面前,領受了這地的契據。」
'For to you,' he says, 'belongs the purchase, as being next of kin by kindred. And there came to me also the one selling it, and I bought it as I had been commanded, and I received the deed concerning it, in the presence of all, both the seller and the witnesses.'
1:1933
Ταύτην δέδωκε τῷ Βα ροὺχ, τὸν Θεὸν εἰρηκὼς προστεταχέναι ἐν ἀγγείῳ τοῦτο τεθεῖναι ὀστρακίνῳ, ὥστε εἰς πολλὰς διαρκέσαι ἡμέρας
他把這契據交給巴錄,說神吩咐要把它放在瓦器裡,好使它能存留多日。
This he gave to Baruch, saying that God had commanded it to be placed in an earthenware vessel, so that it might last for many days.
1:1934
Τοῦτο δὲ γενέσθαι προσέταξεν ὁ Θεὸς, καὶ δι' αὐτῶν πείθων τὸν λαὸν τῶν πραγμάτων, ὅτι ἀλη θῶς ἐκ τῆς αἰχμαλωσίας ἀνακληθήσονται, καὶ τὴν πατρῴαν γῆν ἀπολήψονται
神吩咐這樣行,也藉這些事本身勸服百姓,使他們確知自己真必從被擄之地蒙召歸回,並要重得祖業之地。
And God commanded this to be done, persuading the people also through these very deeds, that they would truly be recalled from the captivity, and would receive back their ancestral land.
1:1935
Τοῦτο γὰρ καὶ ὁ προφή της ἔφη·
先知也正是為此說:
For this the prophet also said:
1:1936
Ὅτι οὕτως εἶπε Κύριος παντοκράτωρ ὁ Θεὸς Ἰσραήλ·
「因為全能的主,以色列的神如此說:
'For thus said the Lord Almighty, the God of Israel:
1:1937
Ἔτι κτηθήσονται οἰκίαι, καὶ ἀγροὶ,καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ
在這地上,仍要有人置買房屋、田地和葡萄園。」
houses and fields and vineyards shall yet be acquired in this land.'
1:1938
ἔχεις δὲ καὶ ἐλέου θησαυροὺς ἀμετρήτους, εἰσπράττῃ δὲ καὶ τῶν ἁμαρτημάτων εὐθύνας
「你既有無量的憐憫寶庫,卻也追討罪孽的帳。」
'You have too treasuries of mercy without measure, yet you also exact accounts for sins.'
1:1939
Εἰ δὲ καὶ οἱ παῖδες τὴν τῶν πατέρων πονηρίαν μιμήσαιντο, μείζους αὐτοῖς τιμω ρίας ἐπάγεις, ὡς τοῖς πατρῴοις μὴ παιδευθέντας κακοῖς
「但兒女若也效法父輩的惡行,你就加給他們更重的刑罰,因為他們未曾因父輩的災禍受教。」
'But if the children too should imitate the wickedness of the fathers, you bring upon them greater punishments, as those who were not disciplined by their fathers' evils.'
1:1940
Καὶ ἕτερα δὲ πολλὰ τοιαῦτα προστεθεικὼς, καὶ τῶν ἐν Αἰγύπτῳ γεγενημένων μνημονεύσας θαυ μάτων, καὶ τῶν μετὰ τὴν ἐκεῖθεν ἀπαλλαγὴν παρα σχεθεισῶν δωρεῶν, καὶ μέντοι καὶ τῆς τῶν εὐεργετη θέντων ἀχαριστίας, πυνθάνεται, τί δή ποτε τῶν πο λεμίων προκαθημένων, καὶ τὴν πόλιν πολιορκούντων, καὶ τῶν ἔνδον ὑπὸ τοῦ λιμοῦ καὶ λοιμοῦ φθειρομέ νων, ἀγρόν μοι προσέταξας πρίασθαι, καὶ τὴν περὶ τούτου λαβεῖν συγγραφὴν, ἀναστάτου γιγνομένης τῆς πόλεως; Πρὸς ταῦτά φησιν ὁ Θεός·
他又加上許多其他這類的話,追述在埃及所行的神蹟,和從那裡出來之後所賜下的恩惠,並且提到那些蒙恩者的忘恩負義,就發問說:既然仇敵在城前紮營、圍困城邑,城內的人又被饑荒和瘟疫所滅,這城正變為荒場,你為何吩咐我買一塊田,並領受這地的契據呢?神對這些話回答說:
And having added many other such things, and having called to mind the wonders that took place in Egypt, and the gifts that were bestowed after the departure from there, and moreover the ingratitude of those who had been benefited, he inquires: why then, when the enemies were encamped before it and were besieging the city, and those within were being destroyed by famine and pestilence, did you command me to buy a field and to take the deed concerning it, while the city was being laid desolate? To these things God says:
1:1941
Ἐγὼ Κύριος ὁ Θεὸς πάσης σαρκός·
「我是主,是凡有血氣者的神;
'I am the Lord, the God of all flesh;
1:1942
παραδιδο μένη παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας Χαλδαίων, καὶ εἰς χεῖρας Ναβουχοδονόσορ βασι λέως Βαβυλῶνος, καὶ λήψεται αὐτήν
這城必被交在迦勒底人手中,交在巴比倫王尼布甲尼撒手中,他必攻取它。」
this city shall surely be delivered into the hands of the Chaldeans, and into the hands of Nebuchadnezzar king of Babylon, and he shall take it.'
1:1943
Εἶτα λέγει ὅπως εἰσελθόντες ἐμπρήσουσιν αὐτὴν, καὶ οἰκίας ἐν αἷς ἔθυον τῇ Βάαλ, καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέ ροις
接著祂說明他們要如何進入、焚燒這城,以及那些他們向巴力獻祭、向別神澆奠的房屋。
Then he says how, entering in, they will burn it, and the houses in which they sacrificed to Baal, and poured out drink offerings to other gods.
1:1944
Ἐλέγχει καὶ τὸν τῶν γιγνομένων σκοπὸν
祂也責備他們所行之事的用意。
He rebukes also the aim of the things that were done.
1:1945
Πρὸς τὸ παραπικράναι με. Παραδίδωμι δὲ, φησὶ, τὴν πόλιν διὰ τὴν τῶν οἰκητόρων παρανομίαν
「為要惹我發怒。」祂說:我交出這城,是因城中居民的不法。
'To provoke me.' I deliver up the city, he says, on account of the lawlessness of its inhabitants.
1:1946
Ἀεὶ γάρ με παροξύναντες διετέλεσαν, ἀφ' ἧς ἡμέρας ᾠκοδόμησα αὐτὴν, ἕως τῆς ἡμέρας ταύτης
「因為從我建立這城的那日起,直到今日,他們始終不斷地惹我發怒。」
'For they never ceased provoking me, from the day I built it until this day.'
1:1947
Οὗ δὴ χάριν ἐδοκίμασα ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου, περὶ πάσης τῆς κακίας τῶν υἱῶν Ἰσραὴλ, καὶ υἱῶν Ἰούδα
「因此,我定意要把它從我面前除去,是因以色列子孫和猶大子孫的一切惡行。」
'For which cause I resolved to remove it from before my face, because of all the wickedness of the sons of Israel and the sons of Judah.'
1:1948
Ὁμοθυμαδὸν γὰρ καὶ οἱ βασιλεῖς, καὶ οἱ ἱερεῖς, καὶ οἱ ἄρχοντες, καὶ οἱ τὰ ψευδῆ προφη τεύοντες, σὺν παντὶ τῷ λαῷ, ἐπέστρεψαν ἐπ' ἐμὲ νῶτον, καὶ οὐ πρόσωπον·
「因為君王、祭司、首領和那些說假預言的人,連同眾百姓,都同心以背向我,不以臉向我;
'For with one accord the kings, and the priests, and the rulers, and those who prophesied falsehoods, together with all the people, turned their back to me, and not their face;
1:1949
ἐμὲ γὰρ καταλιπόντες, τοῖς εἰδώλοις ἐλάτρευον
他們既離棄了我,就去事奉偶像。」
for having forsaken me, they served the idols.'
1:1950
ἐγὼ δὲ, φησὶν, οὐ διέλιπον διὰ τῶν προ φητῶν ἐκπαιδεύων αὐτοὺς τὴν ἀλήθειαν
他說:「但我並未止息,反倒藉著眾先知教導他們真理。」
'But I,' he says, 'did not cease instructing them in the truth through the prophets.'
1:1951
Αὐτοῖς δὲ οὐκ ἀπέχρησεν ἡ ἐν ταῖς οἰκίαις ἀσέβεια, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ ἀφιερωμένῳ μοι οἴκῳ ἔστησαν τὰ τῶν εἰδώλων ἰνδάλματα
「然而他們在家中的不敬虔還不夠,甚至在那分別歸我的殿中,也擺設偶像的像。」
'But the impiety in their houses did not suffice them, but even in the very house consecrated to me they set up the images of the idols.'
1:1952
Καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βάαλ, ἐν φάραγγι υἱοῦ Ἐννὼμ, πύργους τοὺς ἐν Γέβ
「他們在欣嫩子谷為巴力築了壇,就是在基伯的那些高臺。」
'And they built the altars to Baal, in the valley of the son of Ennom, the towers that are in Geb.'
1:1953
Τὸ γὰρ Βάαλ γενικὸν ὄνομα τῶν εἰδώλων·
因為「巴力」是偶像的通稱;
For Baal is a generic name of the idols;
1:1954
λέγει δὲ, ὅτι ἐν τούτοις τοῖς τόποις τὴν κατὰ τῶν υἱῶν καὶ θυγατέρων ἐτόλμων μιαιφονίαν
他說,他們在這些地方竟敢殺害自己的兒女,行流血之事。
and he says that in these places they dared the bloody slaughter of their sons and daughters.
1:1955
Καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν, καὶ ὁδὸν ἑτέραν, ὥστε φοβεῖσθαί με πάσας τὰς ἡμέρας, οὕτω νοητέον, ὅτι διὰ τῆς παιδείας, καὶ διὰ τῆς μετὰ ταῦτα ἐλευθερίας, γνώσονταί με μόνον ὄντα Θεὸν, καὶ τῆς προτέρας ἀπαλλαγήσονται πλάνης
「我要賜給他們另一顆心、另一條道路,使他們終日敬畏我」,這話當如此領會:藉著管教,並藉著隨後而來的釋放,他們必認識惟獨我是神,並要脫離從前的迷惑。
'And I will give them another heart, and another way, so that they may fear me all the days,' is to be understood thus: that through the discipline, and through the freedom that follows it, they will know me alone to be God, and will be delivered from their former error.
1:1956
Καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰώνιον, ἣν οὐκ ἀποστρέψω ὄπισθεν αὐτῶν
「我要與他們立永遠的約,必不轉離不顧他們。」
'And I will make with them an everlasting covenant, which I will not turn away from behind them.'
1:1957
Ἔτυχον ἂν καὶ ταύτης τῆς ἐπαγγελίας, εἴπερ ἠθέλησαν·
只要他們肯,也必得著這應許;
They would have obtained this promise too, if only they had been willing;
1:1958
αὐτοὶ δὲ ἀποστάντες τῆς χάριτος ἐγυμνώθησαν
但他們自己既離開了恩典,就被剝奪淨盡了。
but they themselves, having departed from grace, were stripped bare.
1:1959
Ταῦτα δὲ, καὶ τὰ τούτοις ὅμοια, διὰ πλειόνων εἰπὼν, ἐπ ήγαγε·
祂較詳盡地說了這些話,和與此類似的話之後,接著說:
And having said these things, and things like them, at greater length, he added:
1:1960
Καὶ κτηθήσονται ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις ὅτι ἄβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτηνῶν, καὶ παραδοθήσεται ἐν χειρὶ Χαλδαίων
「在這地上仍要有人置買田地,就是你所說那無人無牲畜、荒涼難行、已交在迦勒底人手中的地。」
'And fields shall be acquired in the land of which you say that it is impassable, without man or beast, and has been delivered into the hand of the Chaldeans.'
1:1961
Καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γραφή σονται ἐν βιβλίῳ, καὶ σφραγισθήσεται
他們必用銀子購買田地,並在書卷上記下,加以封緘。
And they shall purchase fields with silver, and shall write it in a book, and it shall be sealed.
1:1962
Ταῦτα πρὸς τὴν πεῦσιν ἀπεκρίνατο τοῦ προφήτου·
這些話乃是祂回答先知的詢問;
These things He answered to the inquiry of the prophet;
1:1963
διδά σκων ὡς τούτου χάριν αὐτῷ προσέταξε πρίασθαι τὸν ἀγρὸν, ἵνα καὶ διὰ τῶν πραγμάτων δείξῃ τῆς προφητείας τὸ ἀληθές
教導說,正因如此祂才吩咐他購買那田地,好叫祂也能藉著實際的事實顯明這預言的真確。
teaching that for this reason He had commanded him to buy the field, namely, that also through the deeds He might display the truth of the prophecy.
1:1964
Ὠνήσονται γὰρ, φησὶν, ἀγρούς·
祂說:「因為他們必購買田地」;
For 'they shall purchase fields,' He says;
1:1965
καὶ ἐν γῇ Βενιαμὴν, καὶ κυκλόθεν Ἱερου σαλὴμ, καὶ ἐν πόλεσιν Ἰούδα, καὶ ἐν πόλεσι τοῦ. ὄρους, καὶ ἐν πόλεσι τῆς Σεφιλὰ, καὶ ἐν πόλεσι τῆς Ναγέβ. Σεφιλὰ τὴν πεδιάδα καλεῖ·
「在便雅憫地,在耶路撒冷四圍,在猶大諸城,在山地諸城,在示非拉諸城,在南地諸城。」祂稱那平原為「示非拉」。
'and in the land of Benjamin, and round about Jerusalem, and in the cities of Judah, and in the cities of the hill country, and in the cities of the Shephelah, and in the cities of the Negeb.' By 'Shephelah' He calls the plain.
1:1966
Εἶτα πάλιν ἑτέραν ἀποκάλυψιν, ἔτι τὸ δεσμωτήριον οἰκῶν, ὁ προφήτης ὁρᾷ
隨後先知又看見另一個啟示,那時他仍住在監獄裡。
Then again the prophet beholds another revelation, while still dwelling in the prison.
1:1967
Καί φησι πρὸς αὐτὸν ὁ Θεός·
神對他說:
And God says to him:
1:1968
Κάλεσον πρός με, καὶ ἐπακούσομαί σου, καὶ ἀναγγελῶ σοι μεγάλα καὶ ἰσχυρὰ, ἃ οὐκ ἔγνως
「你求告我,我就應允你,並將你所不知道、又大又難的事指示你。」
'Call to Me, and I will hearken to you, and I will declare to you great and mighty things which you have not known.'
1:1969
Καὶ δείξας τὴν πολιορκίαν, προλέγει καὶ τὴν ἐλευθερίαν
祂既顯明了那圍困,也預先宣告了那拯救。
And having shown the siege, He foretells also the deliverance.
1:1970
Ἰδοὺ γὰρ ἐγὼ ἐπάγω ἐπ' αὐτὴν συνούλω σιν καὶ ἴαμα, καὶ ἰατρεύσω αὐτούς
「看哪,我必使創傷得以癒合並得醫治,我要醫治他們。」
'For behold, I bring upon her a closing of the wound and a healing, and I will heal them.'
1:1971
Ἡ συνού λωσις τὴν τελείαν ἴασιν δηλοῖ
那「創傷的癒合」表明完全的痊癒。
The 'closing of the wound' signifies the complete cure.
1:1972
Εἶτα διδάσκει ὅπως τὴν ἐπάνοδον ὁρῶντα τὰ ἔθνη ὑμνήσει τῆς ἐλευθε ρίας τὸν χορηγόν·
接著祂教導說,列國看見這歸回,將要歌頌那賜自由的主;
Then He teaches how the nations, beholding the return, will hymn the Giver of that freedom;
1:1973
καὶ οἱ μὲν καλοκἀγαθίᾳ συζῶντες, θαυμάσουσιν·
那些以高尚與美德度日的人必要驚歎;
and those who live in nobility and virtue will marvel;
1:1974
οἱ δὲ πονηρίαν ἀσπαζόμενοι πικραν θήσονται, ὁρῶντες ἐν εὐπραξίᾳ τὴν πόλιν, καὶ τὰς θείας ἑορτὰς ἐπιτελουμένας συνήθως
但那些擁抱邪惡的人必要痛苦,因為看見那城處於昌盛之中,聖節照著慣例得以舉行。
but those who embrace wickedness will be embittered, seeing the city in prosperity, and the divine feasts being celebrated according to custom.
1:1975
καὶ ποιήσει κρίμα καὶ δικαιοσύ νην ἐν τῇ γῇ
「祂必在地上施行公平與公義。」
'And He shall execute judgment and righteousness in the land.'
1:1976
Ἐν ταῖς ἡμέραις ἐκείναις σωθήσεται Ἰουδαία, καὶ Ἱερουσαλὴμ κατασκηνώσει πεποιθυῖα·
「在那些日子,猶大必得救,耶路撒冷必安然居住;」
'In those days shall Judah be saved, and Jerusalem shall dwell in confidence;'
1:1977
καὶ τοῦτο τὸ ὄνομα ὃ κληθήσεται, Κύριος δικαιοσύνη ἡμῶν
「這就是祂所要被稱的名:耶和華我們的義。」
'and this is the name by which she shall be called: The Lord our Righteousness.'
1:1978
Τοῦτο τὸ ὄνομα καὶ ἐν τοῖς πρόσ θεν ἐντέθεικε, τῇ τῶν Ἑβραίων αὐτὴν καλέσας φωνῇ Ἰωσεδέκ
這名祂在前面的經文中也已放入,曾用希伯來話稱她為「約撒答」。
This name He had inserted also in the foregoing passages, having called her in the Hebrew tongue 'Josedec.'
1:1979
Τοῦτο καὶ ὁ πατριάρχης προσείρη κεν Ἰακώβ·
這也是族長雅各所預先說過的:
This too the patriarch Jacob had foretold:
1:1980
Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ὃ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Ἀλλὰ μετὰ τὸν Ζοροβάβελ οὐκ ἴσμεν ἡγεμονεύσαντά τινα ἐκ τῆς Ἰούδα φυλῆς
「權柄必不離猶大,掌權者必不離他的膝下,直等那應許歸給之人來到,祂乃是列國所盼望的。」然而在所羅巴伯之後,我們不曉得有任何出自猶大支派的人執掌政權。
'The ruler shall not fail from Judah, nor a leader from his loins, until He come for whom it is reserved, and He is the expectation of the nations.' But after Zerubbabel we know of no one from the tribe of Judah who exercised rule.
1:1981
Εὑρίσκομεν δὲ ὅμως τὴν τῆς προ φητείας ἀλήθειαν·
但我們仍然可以找到這預言的真實;
Yet nevertheless we find the truth of the prophecy;
1:1982
τῆς γὰρ βασιλικῆς καὶ τῆς ἱερα τικῆς ἐπιμιξία ἐγένετο·
因為君王的血統與祭司的血統彼此交融;
for there came about an intermingling of the royal and the priestly lines;
1:1983
οἱ δὲ ἱερεῖς ἦρχον ἕως Ἡρώδου τοῦ ἀλλοφύλου
祭司們一直掌權,直到外族人希律的時代。
and the priests ruled until Herod the foreigner.
1:1984
Περὶ τῶν ἱερέων, φησὶ, καὶ Λευϊτῶν, οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀνα φέρων ὁλοκαυτώματα, καὶ θυμιῶν δῶρον, καὶ ποιῶν θυσίαν πάσας τὰς ἡμέρας
祂說:「論到祭司與利未人,在我面前必不斷絕有人獻全燔祭、燒香為禮物、天天獻祭。」
'Concerning the priests,' He says, 'and the Levites, there shall not be cut off a man from before Me offering whole burnt offerings, and burning incense as a gift, and making sacrifice all the days.'
1:1985
Καὶ ταύτης. δὲ τῆς προφητείας ὁρῶμεν τὴν ἔκβασιν
這預言的應驗,我們也已看見;
And of this prophecy too we see the fulfillment;
1:1986
καὶ οἱ ταύτης ἠξιωμένοι, τὴν λογικὴν θυσίαν ἐνδελε χῶς προσφέρουσι τῷ Θεῷ
凡蒙配得此職分的人,都不住地向神獻上理性的祭。
and those who have been deemed worthy of it offer continually the rational sacrifice to God.
1:1987
Καὶ ταύτης δὲ τῆς προφητείας δῆλόν ἐστι τὸ τέλος·
這預言的結局也是顯明的;
And of this prophecy the end is manifest;
1:1988
ἀλλὰ, τῷ Πατρὶ συνεδρεύων, ἰθύνει τὰ σύμπαντα
祂與父同坐議會之位,掌管萬有。
but, sitting in council with the Father, He directs all things.
1:1989
Καὶ μέντοι καὶ περὶ τῶν ἱερέων καὶ τῶν Λευϊτῶν ταὐτὸ τοῦτο λέγει, ὡς τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ τῇ ψάμμῳ τῆς θαλάσσης, τὸ τούτων παραβληθήσεται γένος
祂論到祭司與利未人也說了同樣的話,就是他們的後裔要如同天上的萬象、海邊的沙那樣繁多。
And indeed concerning the priests and the Levites He says this very same thing, that to the host of heaven and to the sand of the sea shall their race be likened.
1:1990
Καὶ μαρτυρεῖ τοῖς λεγομένοις τὰ πράγματα
事實也為所說的話作見證。
And the facts bear witness to what is said.
1:1991
Ἅπασα γὰρ γῆ καὶ θάλαττα πλήρεις ἀρχιερέων, καὶ τῶν τὴν Λευϊτικὴν λειτουργίαν πληρούντων διακόνων
因為全地與全海都充滿了大祭司,以及履行利未職事的執事。
For all the earth and sea are full of high priests, and of deacons fulfilling the Levitical ministry.
1:1992
Εἰρηκὼς δὲ καὶ τὰ παρὰ τῶν δυσσεβῶν λεγόμενα, ὅτι τὰς δύο φυλὰς, ἃς ἐξελέξατο, τήν τε βασιλικὴν καὶ τὴν ἱερατικὴν, ἀπώσατο παντελῶς, ὑπέσχετο πάλιν ἅπερ ἤδη προείρηκεν
祂既也述說了那些不敬虔之人所講的話,就是說祂已完全棄絕了祂所揀選的那兩支派,即君王的與祭司的,祂便再次應許祂先前已經預言過的事。
And having stated also the words of the impious, that He had utterly cast away the two tribes which He had chosen, both the royal and the priestly, He promised again the very things which He had already foretold.
1:1993
Οὕτω ταύτην συμπεράνας τὴν προφητείαν, ἐφ' ἑτέραν μεταβαίνει·
祂既如此結束了這預言,便轉向另一個預言;
Having thus brought this prophecy to a conclusion, He passes on to another;
1:1994
καὶ τῶν πολεμίων προσκαθη μένων, εἰπεῖν κελεύεται Σεδεκίᾳ τῷ βασιλεῖ, καὶ ὅτι Ἁλώσεται ἡ πόλις, καὶ ἐμπρησθήσεται·
當仇敵圍困之時,他奉命對王西底家說:「這城必被攻取,並被焚燒;」
and while the enemy were encamped about, he is commanded to say to King Zedekiah, that 'The city shall be captured, and it shall be burned;'
1:1995
καί σε λα βόντες τῷ Βαβυλωνίων προσάξουσι βασιλεῖ·
「他們必擒住你,帶到巴比倫王那裡;」
'and they shall take you and bring you to the king of the Babylonians;'
1:1996
ἀλλὰ τὸν μὲν θάνατον διαφεύξῃ, αἰχμάλωτος δὲ ἀπαχθεὶς, τὴν ἀλλοτρίαν οἰκήσεις, καὶ ἐν εἰρήνῃ δέξῃ τοῦ βίου τὸ πέρας, καὶ τῶν νομιζομένων παρὰ τῶν προσηκόν των ἀξιωθήσῃ
「但你必逃過死亡,被擄去,住在異邦之地,在平安中終結你的一生,並蒙親屬按慣例給你的禮遇。」
'but you shall escape death, and being led away captive, you shall inhabit a foreign land, and in peace you shall receive the end of your life, and you shall be deemed worthy of the customary honors from those who are near.'
1:1997
Καὶ ταῦτα, φησὶν, εἶπον τῷ βασιλεῖ, τῶν πολεμίων οὐ μόνον τὴν Ἱερουσαλὴμ, ἀλλὰ καὶ τὰς ὑπολοίπους τῆς Ἰουδαίας πόλεις πολιορκούντων
他說,我把這些話告訴了王,那時仇敵不但圍困耶路撒冷,也圍困猶大其餘的諸城。
And these things, he says, I spoke to the king, while the enemy were besieging not only Jerusalem, but also the remaining cities of Judea.
1:1998
Ταύτῃ δὲ συνάπτει τῇ προφητείᾳ καὶ ἑτέραν, ταύ την ἔχουσαν τὴν διάνοιαν·
他又把另一個預言連於此,其意義如下:
To this prophecy he joins yet another, having this sense:
1:1999
Ὁ Σεδεκίας προσέταξε κατὰ τὸν θεῖον νόμον ἐλευθέρους ἀφεθῆναι τοὺς Ἑβραίους οἰκέτας·
西底家按著神的律法吩咐,要釋放希伯來的僕人得自由;
Zedekiah commanded, according to the divine law, that the Hebrew servants be set free;
1:2000
ὁ γὰρ νόμος σαφῶς διηγόρευ σεν, ἓξ μὲν ἔτη τούτους δουλεῦσαι, τῷ δὲ ἑβδόμῳ ἔτει τῆς ἐλευθερίας τυχεῖν
因為律法曾明明宣告,這些人當服事六年,到第七年就當得著自由。
for the law had plainly declared that these should serve six years, but in the seventh year should obtain their freedom.
1:2001
Ὑπακούσαντες δὲ ἅπαν τες, καὶ τὴν ἐλευθερίαν μεταδόντες, πάλιν αὐτοὺς εἰς τὴν προτέραν εἵλκυσαν δουλείαν, κακῇ μεταμε λείᾳ χρησάμενοι
然而眾人雖都順從,賜下了自由,卻又把他們拉回從前的奴役中,作了惡的反悔。
But all having obeyed and granted freedom, they again dragged them back into their former servitude, employing an evil repentance.
1:2002
Ἀγανακτήσας τοίνυν ὁ τῶν ὅλων Θεὸς, ἀναμιμνήσκει μὲν τῆς ἐν Αἰγύπτῳ δουλείας, καὶ τῆς γεγενημένης ἐλευθερίας, καὶ τῆς μετὰ ταῦτα δεδομένης νομοθεσίας·
因此萬有的神被激怒了,就提醒他們在埃及所受的奴役,並所賜下的自由,以及此後所賜下的律法;
Therefore the God of all, being provoked, reminds them of the servitude in Egypt, and of the freedom that had been granted, and of the legislation given thereafter;
1:2003
ἐπιμέμφεται δὲ, ὡς ἀγαπή σασι μὲν τοῦ νόμου τὴν φυλακὴν, μεταμεληθεῖσι δὲ, καὶ τοῦτον πατήσασιν
祂責備他們,說他們曾愛慕遵守律法,卻又反悔,將律法踐踏於腳下。
and He reproaches them as having loved the keeping of the law, but then having repented and trampled it underfoot.
1:2004
Ἐπιστρέψαντες γὰρ, φησὶ, ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς μου, τοῦ καλέσαι ἄφεσιν ἕκαστον τοῦ πλησίον αὑτοῦ·
祂說:「你們曾回轉行我眼中看為正的事,向各人的鄰舍宣告自由;」
'For having turned,' He says, 'to do what is right in My eyes, so as to proclaim liberty every man to his neighbor;'
1:2005
καὶ συνετελέσατε διαθήκην κατὰ πρόσωπόν μου ἐν τῷ οἴκῳ οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ' αὐτῷ
「並在稱為我名下的殿中,在我面前立了約。」
'and you made a covenant before My presence in the house upon which My name was called.'
1:2006
Ἔνδον γὰρ ἐν. τῷ ἀφιερωμένῳ μοι οἴκῳ, ἐμοῦ παρόντος τὰς συν. θήκας ποιησάμενοι τῆς ἀφέσεως, παραυτίκα ταύτας παρέβησαν
因為他們在那分別為聖歸給我的殿內,在我面前立了釋放的約,卻立刻違背了這約。
For within, in the house consecrated to Me, in My presence having made the covenants of the release, they straightway transgressed them.
1:2007
Ἐπειδὴ τοίνυν οὐκ ἐβουλήθητε ποιή σασθαι τὴν ἄφεσιν·
「因此,既然你們不肯施行釋放;」
'Since therefore you were not willing to grant the release;'
1:2008
Ἰδοὺ ἐγὼ καλῶ ὑμῖν ἄφεσιν, φησὶ Κύριος, εἰς τὴν μάχαιραν, καὶ εἰς τὸν θάνατον, καὶ εἰς τὸν λιμόν
「看哪,我向你們宣告一種釋放,」耶和華說,「就是交給刀劍、瘟疫和飢荒。」
'Behold, I proclaim to you a release,' says the Lord, 'to the sword, and to the pestilence, and to the famine.'
1:2009
Καὶ δώσω ὑμᾶς εἰς διασπορὰν πάσαις ταῖς βασιλείαις τῆς γῆς. Ἐλέγχει δὲ καὶ τὴν τοῦ ὅρκου παράβασιν
「我必使你們分散在地上萬國之中。」祂也定他們違背誓言的罪。
'And I will give you up to dispersion among all the kingdoms of the earth.' And He also convicts them of the breaking of the oath.
1:2010
Καὶ δώσω τοὺς ἀνθρώπους τοὺς παρ εληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στή σαντας τοὺς λόγους τῆς διαθήκης μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν εἰς δύο, καὶ διῆλθον διὰ μέσου τῶν διχοτομημάτων αὐτοῦ, τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς ἄρχοντας Ἱερουσαλὴμ, τοὺς δυνατοὺς, καὶ τοὺς ἱερεῖς, καὶ πάντα τὸν λαὸν τῆς γῆς, τοὺς διελθόντας ἀνὰ μέσον τῶν διχοτο μημάτων τοῦ μόσχου
「我必將那些違背我約、不堅守他們在我面前所立之約言的人交出去——就是他們將牛犢劈成兩半,從那切開的兩塊中間經過的人——即猶大的首領、耶路撒冷的首領、勇士、祭司,和地上的眾民,就是從那牛犢切開的兩塊中間經過的人。」
'And I will give up the men who have transgressed My covenant, who did not confirm the words of My covenant which they made before My presence — the calf which they made into two, and passed through the midst of its severed pieces — the princes of Judah, and the princes of Jerusalem, and the mighty men, and the priests, and all the people of the land, who passed through the midst of the severed pieces of the calf.'
1:2011
Οὕτως εἰώθεισαν ὀμνύναι κατὰ τὸ παλαιόυ
他們在古時習慣以這樣的方式起誓。
In this manner they were accustomed to swear in ancient times.
1:2012
Ἀμέλει καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν Ἀβραὰμ τὰς συνθήκας ποιούμενος, κριὸν τριετῆ, καὶ μόσχον, καὶ τράγον, ὁμοχρόνους διχοτομηθῆναι κελεύσας, καὶ τὰ τμήματα ἀντιπρόσωπα τεθεῖναι ἀλλήλοις, κλίβανον καπνιζόμενον, καὶ λαμπάδας πυρὸς, ἀνὰ μέσον τῶν διχοτομημάτων πεποίηκε διελθεῖν, κατὰ τὸ κρατοῦν ἔθος τὰς πρὸς αὐτὸν συν θήκας ποιούμενος·
的確,萬有的神與亞伯拉罕立約時,曾吩咐把一隻三年的公綿羊、一隻牛犢和一隻同年的公山羊劈成兩半,將切塊彼此相對擺列,又使冒煙的爐和火把從那切開的兩塊中間經過,照著當時通行的習俗與他立約;
Indeed the God of all, when making the covenant with Abraham, having commanded a three-year-old ram, and a calf, and a goat of the same age to be cut in two, and the pieces to be set opposite one another, caused a smoking furnace and torches of fire to pass through the midst of the severed pieces, making His covenant with him according to the prevailing custom;
1:2013
τοῦτο καὶ οὗτοι δεδράκασι, τὰς περὶ τῆς ἐλευθερίας τῶν Ἑβραίων οἰκετῶν ἐπαγγε λίας ποιούμενοι, καὶ ὅρκῳ τὴν ἐλευθερίαν βεβαιῶσαι βουλόμενοι·
這些人也如此行,就他們對希伯來僕人自由所作的應許起了誓,願意用誓言堅定那自由;
this too these men had done, making their promises concerning the freedom of the Hebrew servants, and desiring to confirm that freedom with an oath;
1:2014
ἀλλὰ τοῦτον παραυτίκα παρέβησαν
然而他們立刻就違背了它。
but they straightway transgressed it.
1:2015
καὶ τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἐπιθήσειν τὸν τῆς δουλείας ζυγόν
並要把奴役的軛加在王和眾首領身上。
and to lay upon the king and the princes the yoke of servitude.
1:2016
Ταύτην συμπεράνας τὴν προφητείαν, πρεσβυτέρας ἀναμιμνήσκει προῤῥήσεως
祂既結束了這預言,便提醒他們一個更早的宣告。
Having brought this prophecy to a conclusion, He reminds them of an older declaration.
1:2017
Ἐν γὰρ ταῖς ἡμέραις Ἰωακεὶμ, υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, τοὺς υἱοὺςῬηχὰβ εἰς τὸν θεῖον ναὸν εἰσαγαγεῖν προσετάχθη, καὶ ἐν μιᾷ τῶν αὐλῶν οἶνον τούτοις προσενεγκεῖν
因為在猶大王約西亞的兒子約雅敬的日子,他奉命把利甲的子孫帶進聖殿,在其中一個院子裡把酒擺在他們面前。
For in the days of Jehoiakim, son of Josiah king of Judah, he was commanded to bring the sons of Rechab into the divine temple, and in one of the courts to set wine before them.
1:2018
Ἐγὼ δὲ, φησὶ, τὸ προσταχθὲν πεπλήρωκα, καὶ κερά μια οἴνου πλήρη προτεθεικὼς, παρηγγύων πιεῖν
他說:「我遵行了所吩咐的,擺上盛滿酒的罈子,勸他們喝。」
'But I,' he says, 'fulfilled what was commanded, and having set forth jars full of wine, I urged them to drink.'
1:2019
Ἀντέλεγον δὲ ἐκεῖνοι, λέγοντες·
他們卻拒絕,說:
But they refused, saying:
1:2020
ὅτι Ἰωναδὰβ υἱὸς Ῥηχὰβ, ὁ πατὴρ ἡμῶν, ἐνετείλατο ἡμῖν, εἰπών·
「利甲的兒子約拿達,我們的先祖,曾吩咐我們,說:」
'that Jonadab son of Rechab, our father, commanded us, saying:'
1:2021
Οὐ μὴ πίητε οἶνον ὑμεῖς, καὶ οἱ υἱοὶ ὑμῶν, ἕως τοῦ αἰῶνος
「你們和你們的子孫永不可喝酒,直到永遠。」
'You shall never drink wine, neither you nor your sons, forever.'
1:2022
(ζʹ) Καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε, καὶ σπέρμα μὴ σπείρητε, καὶ ἀμπελῶνας μὴ φυτεύσητε, μηδὲ ἔστω ὑμῖν·
(第七節)「你們也不可建造房屋,不可撒種,不可栽種葡萄園,也不可擁有這些;」
(7) 'And you shall not build houses, and you shall not sow seed, and you shall not plant vineyards, neither let there be any for you;'
1:2023
ἀλλ' ἐν σκηναῖς κατοικήσετε πάσας τὰς ἡμέρας ὑμῶν·
「乃要一生住在帳棚裡;」
'but in tents you shall dwell all your days;'
1:2024
ὅπως ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς, ἐφ' ἧς ὑμεῖς διατρίβετε ἐπ' αὐτῆς
「使你們得以在所寄居的地上長久存活。」
'that you may live many days upon the land in which you sojourn.'
1:2025
Τούτων δὲ, φησὶν, ἡμεῖς τῶν λόγων ἀκούσαντες, τὰς πατρῴας ἐφυλάξαμεν ἐντο λὰς, σὺν ταῖς γυναιξὶ καὶ τοῖς υἱέσι·
他說:「我們聽了這些話,就與我們的妻子兒女一同遵守先祖的誡命;」
'And we,' he says, 'having heard these words, kept our fathers' commandments, together with our wives and our sons;'
1:2026
καὶ οὔτε οἰκίας. ἐδειμάμεθα, οὔτε γεωργίας ἐπεμελήθημεν·
「我們既不建造房屋,也不從事耕種;」
'and we neither built houses, nor cared for husbandry;'
1:2027
ἀλλ' ἐν σκηναῖς οἰκοῦντες μέχρι τοῦ παρόντος διετελέσαμεν·
「乃是住在帳棚裡,直到如今;」
'but dwelling in tents we have continued until the present;'
1:2028
νῦν δὲ τῶν Βαβυλωνίων ἐπελθόντων, εἰς τήνδε τὴν πόλιν καταφυγεῖν ἠναγκάσθημεν
「但如今巴比倫人來攻我們,我們就不得不逃到這城裡避難。」
'but now, the Babylonians having come upon us, we were compelled to take refuge in this city.'
1:2029
Θαυμάσαι δὲ ἄξιον καὶ τοῦ πατρὸς τὴν νομοθεσίαν, καὶ τῶν υἱῶν καὶ τῶν ἀπογόνων τὴν εὐπείθειαν·
那先祖的立法,以及眾子與後裔的順服,都是值得驚歎的;
It is worthy to marvel both at the father's legislation, and at the obedience of the sons and of their descendants;
1:2030
τὸν γὰρ ἀφρόντιδα καὶ ἀκτήμονα βίον ἠγάπησαν, καὶ τὸ πάντων παρα δοξότατον, ὅτι παῖδας ἔχοντες ὠλιγώρουν τῆς κτή σεως, τῆς θείας ἐλπίδος τὸ κατὰ σφᾶς αὐτοὺς ἐξαρ τήσαντες
因為他們喜愛那無憂無慮、一無所有的生活,而最令人稱奇的是,他們雖有兒女,卻輕看產業,把自己的一切都繫於對神的盼望之上。
for they loved the carefree and possessionless life, and — most paradoxical of all — that though they had children, they made light of possessions, having hung upon the divine hope all that concerned themselves.
1:2031
Εἰ δὲ κατὰ τὸν τοῦ νόμου καιρὸν, ὃς οὐκ εἶχε τὴν τελειότητα, διὰ τὴν τῶν νομοθετουμένων ἀσθένειαν, τὴν ἄκραν οὗτοι φιλοσοφίαν ἠσπάσαντο, τίνες ἂν ἐγένοντο τὸν εὐαγγελικὸν ἀκούσαντες νό μον; Ἀλλ' ὁ τῶν ὅλων Θεὸς κελεύει τῷ προφήτῃ, ἅπασιν εἰπεῖν τοῖς τὴν Ἱερουσαλὴμ οἰκοῦσιν, ὅτι Οὗτοι μὲν τὴν τοῦ πατρὸς φυλάττοντες ἐντολὴν, πιεῖν οὐκ ἠθέλησαν οἶνον·
然而,在律法的時代——那律法因所立法之人的軟弱而不具備完全——這些人尚且擁抱了最高的德行修為,那麼倘若他們聽見了福音的律法,又會成為怎樣的人呢?可是萬有的神卻吩咐先知,對一切住在耶路撒冷的人說:這些人謹守他們祖先的誡命,不肯喝酒;
But if in the time of the Law, which did not possess perfection because of the weakness of those for whom it legislated, these men embraced the highest philosophy of life, what manner of men would they have become had they heard the evangelical law? Yet the God of all commands the prophet to say to all who dwell in Jerusalem: These men, keeping the commandment of their father, refused to drink wine;
1:2032
ὑμεῖς δὲ, καὶ προφητικὰς διδα σκαλίας νύκτωρ καὶ μεθ' ἡμέραν δεχόμενοι, κατὰ τοὺς ἐμοὺς οὐ πολιτεύεσθε νόμους
至於你們,雖然日夜領受先知的教誨,卻不照我的律法而生活。
but you, though receiving prophetic teachings night and day, do not order your lives according to my laws.
1:2033
Οὗ δὴ χάριν, ὑμῖν ἐπάξω παντοδαπὰς συμφορὰς, τοῖς δὲ τοῦ Ῥηχὰβ ἀπογόνοις, τὴν πατρῴαν φυλάξασιν ἐντολὴν, τὸ κάλ λιστον τῶν ἀγαθῶν ἐπαγγέλλεται
為此緣故,我要將各樣的災禍降在你們身上;至於利甲的後裔,那守住祖先誡命的,祂卻應許賜下至美的福分。
For this reason I will bring upon you calamities of every kind, while to the descendants of Rechab, who have kept their ancestral commandment, He promises the fairest of good things.
1:2034
Οὐ μὴ ἐκλείψει, φησὶν, ἀνὴρ ἐκ τῶν υἱῶν Ἰωναδὰβ, υἱοῦ Ῥηχὰβ, παρεστηκὼς κατὰ πρόσωπόν μου, πάσας τὰς ἡμέρας τῆς γῆς
祂說:利甲之子約拿達的子孫中,必不斷有人站立在我面前,直到地上一切的日子。
There shall not fail, He says, a man from among the sons of Jonadab the son of Rechab, standing before my presence, all the days of the earth.
1:2035
Ἰστέον μέντοι, ὡς ἅπας ἐκείνους φυλάττων τοὺς νόμους, υἱὸς Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ χρηματίζει
然而應當明白,凡守那些律法的人,都稱為利甲之子約拿達的兒子。
It should be understood, however, that everyone who keeps those laws is called a son of Jonadab the son of Rechab.
1:2036
Μετὰ ταῦτα λέγει, ὡς προσετάχθη πᾶσαν συγ γράψαι τὴν προφητείαν
此後他說,他奉命把全部的預言記錄下來。
After this he says that he was commanded to write down the whole prophecy.
1:2037
Κεφαλίδα δὲ βιβλίου καλεῖ τὰ εἰλήματα, οἷς μέχρι τοῦ παρόντος φίλον Ἰουδαίοις κεχρῆσθαι
他所稱的「書卷」,指的是猶太人直到如今仍樂於使用的卷軸。
By 'the roll of a book' he means the scrolls which the Jews have been pleased to use down to the present day.
1:2038
Εἰκὸς γὰρ, φησὶν, ἀκριβέ στερον αὐτοὺς μεμαθηκότας τὰ ἀπειληθέντα κακὰ, διὰ τῆς μεταμελείας τῆς σωτηρίας τυχεῖν·
他說,這是有可能的:他們既更確切地知道了所威嚇要臨到的災禍,便可藉著悔改而得著救恩。
For it is likely, he says, that having learned more exactly the evils that were threatened, they would through repentance obtain salvation.
1:2039
ποιεῖ δὲ τὸ προσταχθὲν ὁ προφήτης
於是先知照著所吩咐的行了。
And the prophet does what was commanded.
1:2040
Καὶ αὐτὸς μὲν, ὑπὸ τῆς θείας ἐνεργούμενος χάριτος, προσέφερε τοὺς χρη σμούς·
他本人被神聖的恩典所感動,宣講出那些神諭;
He himself, being energized by the divine grace, delivered the oracles;
1:2041
ἔγραφε δὲ τούτους ὁ Βαρούχ
而巴錄則把這些記錄下來。
and Baruch wrote them down.
1:2042
Καὶ ἐπειδήπερ εἰς τὸν θεῖον νεὼν εἰσελθεῖν ἐκωλύετο, (καθεῖρκτο γὰρ,) τῷ Βαροὺχ παρεγγυᾷ ἀναγνῶναι τῷ λαῷ τὰ συγγεγραμμένα·
既然他被攔阻不得進入神聖的殿(因為他被囚禁了),便囑咐巴錄向百姓宣讀所寫下的話;
And since he was hindered from entering the divine temple (for he had been shut up), he charges Baruch to read to the people what had been written;
1:2043
καὶ συχνοῦ διελθόντος χρόνου, δη μοτελοῦς ἐπιτελουμένης νηστείας, ὁ Βαροὺχ ἀνέγνω τὴν προφητείαν·
過了許久,當百姓正舉行公眾的禁食時,巴錄就宣讀了那預言;
and after a considerable time had passed, when a public fast was being observed, Baruch read the prophecy aloud;
1:2044
εἷς δὲ τῶν ἀκουσάντων, εὐσεβέ στερον κινηθεὶς, μηνύει τοῖς ἄρχουσι τὰ ἠπειλημένα κακά·
聽見的人中有一位,因著更虔誠的感動,便將所威嚇的災禍稟告了首領;
and one of those who heard, being moved with greater piety, reported to the rulers the evils that had been threatened;
1:2045
οἱ δὲ τὸν Βαροὺχ μετεστείλαντο, καὶ ἀναγνῶναι προσέταξαν, καὶ δέους ἐμπλησθέντες τὸν τούτων μαθεῖν ἐσπούδασαν συγγραφέα
他們就打發人去請巴錄,吩咐他宣讀,並且滿心恐懼,急切地想知道這些話的作者是誰。
and they sent for Baruch, ordered him to read, and being filled with fear, they earnestly sought to learn who was the writer of these words.
1:2046
Ὁ δὲ Βαροὺχ ἐδί δαξεν, ὡς Ἱερεμίας ὑπὸ τῆς θείας ἐμπνεόμενος χάριτος ταῦτά μοι παρηγγύησε γράψαι
巴錄便告訴他們,是耶利米受神聖恩典的感動,囑咐他寫下這些話。
And Baruch informed them that Jeremiah, inspired by the divine grace, had charged him to write these things.
1:2047
Οἱ δὲ ἄρχον τες τὸ βιβλίον ἔδοσαν τῷ βασιλικῷ γραμματεῖ·
首領們就把書卷交給王室的書記;
And the rulers gave the book to the royal scribe;
1:2048
τῷ δὲ Βαροὺχ φυγεῖν παρηγγύησαν·
又囑咐巴錄逃走;
and they charged Baruch to flee;
1:2049
ἐμήνυσαν δὲ τὰ συγ γεγραμμένα τῷ βασιλεῖ
並把所寫下的話稟報給王。
and they reported what had been written to the king.
1:2050
Ὁ δὲ ἤγαγε μὲν τὸν γραμ ματέα, καὶ ἀναγνῶναι κελεύει
王就叫那書記進來,吩咐他宣讀。
And he brought in the scribe, and orders him to read.
1:2051
παράνομος, τὰς ἀναγινωσκομένας ἐκτέμνων σελίδας. τῷ πυρὶ παρεδίδου·
那不法的人,將所宣讀的書頁一一割下,投入火中;
The lawless one, cutting off the pages as they were read, delivered them to the fire;
1:2052
διὰ γὰρ τὴν τοῦ χειμῶνος ὥραν ἐσχάρα παρέκειτο
因為正值冬季,有火盆放在旁邊。
for on account of the season of winter a brazier stood at hand.
1:2053
Καὶ οὐκ ἐζήτησαν, φησὶ, τὸν Κύριον·
他說:他們並沒有尋求主;
And they did not seek the Lord, he says;
1:2054
οὐδὲ διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ, οἱ ἀκούσαντες πάντας τοὺς λόγους τούτους
王和他一切聽見這些話的臣僕,也沒有撕裂衣服。
neither did they rend their garments, the king and all his servants who heard all these words.
1:2055
Ὑπέθεντο γὰρ οὗτοι τῷ βασιλεῖ, μὴ κατακαῦσαι τὸ βι βλίον, καὶ οὐκ ἤκουσεν αὐτῶν
因為這些人曾勸告王不要焚燒那書卷,王卻不聽從他們。
For these had counseled the king not to burn the book, and he did not listen to them.
1:2056
Οὐκ ἠρκέσθη δὲ τῇ τολμηθείσῃ παρανομίᾳ ὁ δυσσεβὴς βασιλεύς·
然而那不敬虔的王,並不以他所膽敢行的不法為足;
But the impious king was not content with the lawlessness he had dared;
1:2057
ἀλλὰ τὸν Βαροὺχ καὶ τὸν Ἱερεμίαν συλληφθῆναι προσ έταξεν
反倒下令要拿住巴錄和耶利米。
rather he commanded that Baruch and Jeremiah be seized.
1:2058
Ὁ δὲ τῶν ὅλων Θεὸς τῷ Ἱερεμίᾳ κελεύει ἐν ἑτέρῳ βιβλίῳ τοὺς προτέρους λόγους συγγράψαι
但萬有的神吩咐耶利米,把先前的話寫在另一卷書上。
But the God of all commands Jeremiah to write the former words in another book.
1:2059
Ὁ μὲν γὰρ χάρτης ἐκαύθη, ὁ δὲ θεῖος νόμος μεμένη κεν ἀβλαβής
那紙卷雖被焚燒,神聖的律法卻絲毫無損地存留。
For the papyrus was burned, but the divine law remained unharmed.
1:2060
Οὕτω καὶ τοῦ ληφθέντος σώματος πε πονθότος, ὁ Λόγος μεμένηκεν ἀπαθής·
照樣,當那所取的身體受苦時,道卻仍舊不受苦;
So too, when the body that was assumed suffered, the Word remained impassible;
1:2061
εἰπεῖν δὲ ὁ προφήτης καὶ τῷ Ἰωακεὶμ ἐκελεύσθη ταῦτα
先知也奉命將這些話對約雅敬說。
and the prophet was commanded to speak these things also to Jehoiakim.
1:2062
Εἰ γὰρ καὶ ἐβασί λευσεν Ἰεχονίας ὁ υἱὸς αὐτοῦ, ἀλλὰ μετὰ τρεῖς μῆνας ἀπήχθη αἰχμάλωτος
因為他的兒子耶哥尼雅雖然作了王,卻在三個月後被擄去了。
For even though Jeconiah his son reigned, yet after three months he was led away captive.
1:2063
Ἀπειλεῖ δὲ αὐτῷ καὶ παντὶ τῷ οἴκῳ τὸν ὄλεθρον, καὶ τῇ πόλει τὴν ἐρημίαν, καὶ τῷ λαῷ τὰ προῤῥηθέντα κακά
祂又威嚇要毀滅他和他全家,使那城荒涼,並使那先前所預言的災禍臨到百姓。
And He threatens destruction against him and his whole house, desolation against the city, and against the people the evils that had been foretold.
1:2064
Πεπλήρωκε δὲ πάλιν τὸ προσταχθὲν ὁ προφήτης, καὶ γέγραφε πάλιν τὴν προφητείαν, τοῦ Βαροὺχ ὑπουργήσαντος
先知再次成就了所吩咐的,重新寫下那預言,由巴錄協助代筆。
And the prophet again fulfilled what was commanded, and wrote the prophecy anew, with Baruch serving as his amanuensis.
1:2065
Ἡμεῖς δὲ, παρα καλῶ, καὶ τὰς θείας δείσωμεν ἀπειλὰς, καὶ ταῖς ἀγαθαῖς πιστεύσωμεν ὑποσχέσεσιν, καὶ ἀξίως περι πατήσωμεν τῆς κλήσεως, ἧς ἐκλήθημεν, ἵνα καὶ τῶν ἀπειλῶν τὴν πεῖραν ἐκφύγωμεν, καὶ ὑπισχνουμένων ἀπολαύσωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα πρέπει, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
但我懇求你們,我們既要敬畏神聖的威嚇,也要信靠那美善的應許,並要行事為人與我們所蒙的呼召相稱,好叫我們既能逃脫那威嚇的臨到,又能享受所應許的美福;這都是藉著我們主耶穌基督的恩典和祂對世人的慈愛。願榮耀藉著祂歸與父,並與至聖的聖靈,從今直到永永遠遠。
But let us, I beseech you, both fear the divine threats and trust in the good promises, and walk worthily of the calling with which we have been called, that we may both escape the experience of the threats and enjoy the good things that are promised, by the grace and love toward mankind of our Lord Jesus Christ, with whom to the Father belongs the glory, together with the all-holy Spirit, now and ever, and unto the ages of ages.
1:2066
Μέλλων ὁ θεσπέσιος προφήτης τὰ κατὰ τὴν ἅλωσιν ἐξηγεῖσθαι τῆς πόλεως, διδάσκει πρῶτον ποίαν ἄγων ἡλικίαν ἤρξατο τῆς βασιλείας ὁ Σεδεκίας, καὶ πόσον ἐβασίλευσε χρόνον·
這位受神默示的先知,正要敘述那城被攻取的事,便先教導西底家是在多大的年紀開始作王,又作王多少時候;
As the divinely-inspired prophet is about to recount the events surrounding the capture of the city, he first teaches at what age Zedekiah began his reign, and how long a time he reigned;
1:2067
καὶ ὅτι κατὰ τὸν τῆς πολιορκίας καιρὸν, τὰς κατ' αὐτοῦ καὶ τῆς πόλεως εἰρημένας ὑπὸ τοῦ προφήτου προῤῥήσεις μαθὼν, ἀποστείλας τινὰς παρεκάλεσεν αὐτὸν τὰς ὑπὲρ αὐτοῦ πρεσβείας προσενεγκεῖν τῷ Θεῷ·
並說在圍城的時候,他既知道了先知所說攻擊他自己和那城的預言,就打發一些人去懇求先知,為他向神代禱;
and that at the time of the siege, having learned the predictions spoken by the prophet against himself and the city, he sent certain men to entreat him to offer supplications on his behalf to God;
1:2068
κατ' ἐκεῖνον δὲ τὸν καιρὸν οὐ δεσμωτήριον ᾤκει, ἀλλ' ἀδεῶς ἐν τῇ πόλει διῆγε
而在那時候,先知並不住在監牢裡,乃是無所懼怕地在城中度日。
and at that time he was not dwelling in prison, but was passing his life freely in the city.
1:2069
Τῶν δὲ Βαβυλωνίων πολιορκούντων τὴν πόλιν, ἧκον εἰς ἐπικουρίαν τῶν Ἰουδαίων οἱ Αἰγύπτιοι, δηλονότι τοῦ βασιλέως εἰς συμμαχίαν αὐτοὺς καλέσαντος
當巴比倫人圍困那城時,埃及人前來援助猶太人,顯然是因為王召他們前來結盟。
And while the Babylonians were besieging the city, the Egyptians came to the aid of the Jews, evidently because the king had summoned them into alliance.
1:2070
Τοῦτο δὲ μαθόντες Χαλδαῖοι, τῆς πολιορκίας ἀπέστη σαν
迦勒底人得知此事,就從圍城撤退了。
And the Chaldeans, learning this, withdrew from the siege.
1:2071
οἱ γὰρ Αἰγύπτιοι καταλήψονται τὴν ἐνεγκοῦσαν ὡς τάχιστα, καὶ οἱ Χαλδαῖοι πάλιν ἀναστρέψαντες, καὶ πολιορκήσουσι τὴν πόλιν, καὶ πυρὶ παραδώσουσι
因為埃及人必極速返回他們的本地,而迦勒底人必再回轉,圍困那城,並將它交付於火。
For the Egyptians will most swiftly regain their own homeland, and the Chaldeans, turning back again, will both besiege the city and deliver it to the fire.
1:2072
Ἀλλ' ἐὰν πατάξητε πᾶσαν τὴν δύναμιν τῶν Χαλδαίων τῶν πολεμούντων ὑμᾶς, καὶ κατα λειφθῶσί τινες ἐκκεκεντημένοι ἄνδρες ἐν αὐτοῖς, ἕκαστος ἐν τῇ σκηνῇ αὑτοῦ, οὗτοι ἀναστή σονται, καὶ κατακαύσουσι τὴν πόλιν ταύτην ἐν πυρί
縱使你們擊敗攻打你們的迦勒底全軍,其中只剩下幾個被刺傷的人,各在自己的帳棚裡,這些人也必起來,用火焚燒這城。
But even if you should smite the whole force of the Chaldeans who war against you, and there be left among them only certain wounded men, each in his own tent, these shall rise up and burn this city with fire.
1:2073
Μὴ γὰρ δὴ νομίσητε τὴν τῶν Χαλδαίων ῥώ μην περιγίγνεσθαι
你們斷不可以為迦勒底人的力量能得勝。
For do not suppose that the strength of the Chaldeans prevails.
1:2074
Ἀρκοῦσι γὰρ εἰς ὑμετέραν πανολεθρίαν καὶ ὀλίγοι τραυματίαι, δι' ἀσθένειαν καταλειφθέντες ἐν ταῖς σκηναῖς·
因為就是那少數因軟弱而留在帳棚裡的傷者,也足以使你們全然滅亡;
For even a few wounded men, left in the tents on account of weakness, suffice for your utter destruction;
1:2075
ἀσθενεῖς γὰρ ὑμᾶς ἡ ἁμαρτία πεποίηκεν
因為使你們軟弱的乃是罪。
for it is sin that has made you weak.
1:2076
Εἶτα διδάσκει, ὡς ἀνακωχῆς τινος αὐτοῖς γενομένης διὰ τὴν τῶν Χαλδαίων ὑπο χώρησιν, αὐτὸς μὲν πρὸς τοὺς οἰκείους αὑτοῦ ἐξελή λυθε, πρίασθαι ἄρτους βουλόμενος·
接著他教導說,因迦勒底人的退去,他們得了短暫的休戰;先知本人便出去到自己的親族那裡,想要買些餅;
Then he teaches that, a certain truce having come about for them through the withdrawal of the Chaldeans, he himself went out to his own kinsfolk, wishing to buy loaves of bread;
1:2077
Σερουΐα δέ τις ὑποπτεύσας αὐτὸν πρὸς τοὺς πολεμίους πεφευγέναι, εἰσήγγειλε παρὰ τοῖς ἄρχουσιν·
但有一個名叫西萊亞的人,疑心他是逃往敵人那裡去,就在首領面前告發他;
but a certain Seruia, suspecting that he had fled to the enemy, denounced him before the rulers;
1:2078
οἱ δὲ ἀκούσαντες καθεῖρξαν αὐτὸν, οὐκ εἰς τὴν δημοσίαν εἱρκτὴν, ἐπεπλήρωτο γὰρ, φησὶν, ἐκείνη, ἀλλ' εἰς τὸν οἶκον Ἰωνάθαν τοῦ γραμματέως·
他們聽了,就把他囚禁起來,不是關在公共的監牢裡——因為他說那監牢已經滿了——乃是關在書記約拿單的家中;
and they, on hearing this, shut him up, not in the public prison—for that one, he says, was full—but in the house of Jonathan the scribe;
1:2079
συχνῶν δὲ διελθου σῶν ἡμερῶν, μεταπέμπεται μὲν αὐτὸν κρύβδην ὁ Σεδεκίας, καὶ ἔρεται, εἰ ἔστι λόγος παρὰ Κυρίου·
過了許多日子,西底家暗暗打發人去帶他來,問他有沒有從主而來的話;
and after many days had passed, Zedekiah secretly sends for him and asks whether there is a word from the Lord;
1:2080
ὁ δὲ προφήτης αὐτῷ προλέγει τὴν ἅλωσιν·
先知便向他預言那城的陷落;
and the prophet foretells to him the capture;
1:2081
μετὰ δὲ τὴν πρόῤῥησιν, αἰτιᾶται τὴν εἰς αὐτὸν γεγενημένην ἀδικίαν
在預言之後,他控訴那加在他身上的不公。
and after the prediction, he complains of the injustice that had been done to him.
1:2082
Τί γὰρ, φησὶν, ἠδίκησά σε, καὶ τοὺς. παῖδάς σου, ὅτι ἐδώκατέ με εἰς τὸν οἶκον τῆς φυλακῆς·
他說:我對你和你的臣僕犯了甚麼過錯,你們竟把我下在監牢裡?
For what wrong, he says, have I done to you and to your servants, that you have put me into the prison house?
1:2083
Καὶ ποῦ εἰσιν οἱ προφῆται ὑμῶν οἱ προφητεύσαντες ὑμῖν, λέγοντες·
你們那些向你們說預言的先知在哪裡呢?他們曾說:
And where are your prophets who prophesied to you, saying:
1:2084
Οὐ μὴ ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐφ' ὑμᾶς ἐπὶ τὴν γῆν ταύ την; Τῶν πραγμάτων, φησὶ, δειξαμένων τὴν τῆς ἐμῆς προφητείας ἀλήθειαν, τῶν δὲ ὑμετέρων προφητῶν τὴν ψευδολογίαν, ἔδει κρίναι δικαίως, καὶ τοὺς ψευδομένους ἀπαιτῆσαι δίκας, οὐ τὸν τὰ ἀληθῆ προμηνύσαντα
「巴比倫王必不來攻擊你們,攻擊這地」?他說:既然事情的發展已證明我預言的真實和你們先知的虛謊,理當秉公審判,向說謊的人索取刑罰,而非向那預先報明真理的人。
The king of Babylon shall not come against you, upon this land? Since events, he says, have demonstrated the truth of my prophecy and the falsehood of your prophets, it was fitting to judge justly, and to exact penalties from those who lied, not from the one who foretold the truth.
1:2085
Εἶτα παρακαλεῖ τῆς οἰκίας ἀπαλλαγῆναι τοῦ γραμματέως
接著他懇求能脫離那書記的家。
Then he entreats to be released from the house of the scribe.
1:2086
Ὁ δὲ Σεδεκίας ἐκεῖ θεν μὲν αὐτὸν ἐξήγαγεν, εἰς δὲ τὸ δημόσιον αὐτὸν ἐξέπεμψε δεσμωτήριον, καὶ ἄρτον ἕνα καθ' ἑκάστην ἡμέραν χορηγηθῆναι προσέταξεν
西底家便把他從那裡帶出來,卻把他送進公共的監牢,並吩咐每日供給他一個餅。
And Zedekiah brought him out from there, but sent him into the public prison, and ordered that one loaf of bread be supplied to him each day.
1:2087
Τινὲς μέντοι τῶν ἀρχόντων δυσχεράναντες τὰς κατὰ τῆς πόλεως γεγενημένας ὑπὸ τοῦ προφήτου προῤῥήσεις·
然而有些首領,對先知所發出攻擊那城的預言心懷不滿——
But certain of the rulers, being displeased at the predictions made by the prophet against the city—
1:2088
( ἔλεγε γὰρ τοὺς μὲν αὐτομολοῦντας πρὸς τοὺς Χαλδαίους σωτηρίας ἀπολαύσεσθαι, τοὺς δέ γε τῆς πολιορκίας ἀνεχομένους ὀλέθρῳ παραδο θήσεσθαι), παροξύνουσι κατὰ τοῦ προφήτου τὸν βασι λέα, φήσαντες αὐτὸν χαυνοῦν τῶν πολεμεῖν δυνα μένων τὴν προθυμίαν ταῖς τοιαύταις χρησμολογίαις
(因為他說,凡投奔迦勒底人的必得存活,而凡忍受圍城的必被交付滅亡)——便挑唆王攻擊先知,說他用這樣的預言宣講,消磨那能作戰之人的鬥志。
(for he said that those who deserted to the Chaldeans would obtain safety, but those who endured the siege would be delivered over to destruction)—incited the king against the prophet, saying that he was slackening the eagerness of those able to fight by such oracle-mongering.
1:2089
Ὁ δὲ ἀνόητος βασιλεὺς τοῖς εἰσαγγείλασι τὸν προ φήτην ἐξέδωκεν·
那愚昧的王便將先知交在那些告發他的人手中;
And the senseless king handed the prophet over to those who had denounced him;
1:2090
οἱ δὲ τὴν ἐξουσίαν λαβόντες, ἐχρή σαντο κατ' αὐτοῦ τῷ θυμῷ, καὶ καθῆκαν αὐτὸν εἰς λάκκον δυσώδη βόρβορον ἔχοντα
他們得了權柄,就向他發洩怒氣,把他縋下到一個滿是臭泥的坑裡。
and they, having received the authority, vented their wrath upon him, and let him down into a pit that had foul-smelling mire.
1:2091
Καὶ Ἰουδαίων μὲν οὐδεὶς ἐπεκούρησε τῷ προφήτῃ, τοιαύτας ὑπὲρ τῶν θείων λογίων ἀπαιτουμένῳ δίκας
猶太人中沒有一個來幫助那為神聖言論而受這樣刑罰的先知。
And not one of the Jews came to the aid of the prophet, who was suffering such penalties on behalf of the divine oracles.
1:2092
Ἀβδεμέλεχ δὲ ὁ εὐνοῦχος, ἀνὴρ Αἰθίοψ, ἐπιμέμφεται τῷ βασιλεῖ, καὶ μετὰ παῤῥησίας βοᾷ·
但那太監以伯米勒,一個古實人,卻責備王,並且放膽疾呼;
But Ebed-melech the eunuch, an Ethiopian man, reproaches the king, and cries out with boldness of speech;
1:2093
Ὁ δὲ συνεργοὺς ἑτέρους λαβὼν, καὶ πα λαιὰ ῥάκη τῷ προφήτῃ ῥίψας, καὶ ταῦτα ταῖς μα σχάλαις ὑπὸ τὸ σχοινίον θεῖναι κελεύσας ἀνείλκυσεν αὐτὸν ἐκ τοῦ λάκκου Χερέθ
他就帶了別人作幫手,把破舊的爛布拋給先知,吩咐把這些墊在繩子下、放在他的腋下,便將他從基列的坑裡拉了上來。
and he, taking others as helpers, and casting old rags to the prophet, and ordering that these be placed under the rope beneath his armpits, drew him up out of the pit of Chereth.
1:2094
Χερὲθ δὲ τὸν λάκκον καλεῖ
他所說的「基列」,指的就是那坑。
By Chereth he means the pit.
1:2095
Ἀναχθέντα δὲ αὐτὸν, καὶ τὸ δεσμωτήριον οἰκοῦντα, πάλιν ὁ βασιλεὺς μετεπέμψατο, καὶ εἰσ ήγαγε πρὸς αὐτὸν εἰς τὴν οἰκίαν Ἀσαλισαὴλ, τὴν ἐν οἴκῳ Κυρίου. Ὁ δὲ Σύρος τοῦτο ἔσω τριόδων ἡρμήνευσεν·
當他被拉上來、住在監牢裡時,王又打發人去請他,把他帶到自己那裡,進入亞撒利謝的屋子,就是在主殿之內的。敘利亞譯本則將此譯作「三岔路之內」;
And when he had been brought up and was dwelling in the prison, the king again sent for him, and brought him in to himself, into the house of Asalisael, which is in the house of the Lord. But the Syriac rendered this 'within the three ways';
1:2096
ἀξιοῖ δὲ τὸν προφήτην θεῖον αὐτῷ μηνύσαι λόγον, καὶ τ' ἀληθὲς μὴ κρύψαι
王請求先知向他宣告一句神聖的話,不要隱瞞真理。
and he asks the prophet to declare to him a divine word, and not to hide the truth.
1:2097
Ἐὰν ἀναγγελῶ σοι, οὐχὶ θανατώσεις με; καὶ ἐὰν συμβουλεύσω σοι, οὐ μὴ ἀκούσῃς μου
我若告訴你,你豈不把我處死嗎?我若向你進言,你必不聽從我。
If I declare it to you, will you not put me to death? And if I give you counsel, you will surely not listen to me.
1:2098
Καὶ γὰρ ὡς προφήτης ᾔδει τὰ γενησόμενα, καὶ τὴν πεῖραν εἶχε διδάσκαλον
因為他身為先知,早已知道將要發生的事,並且以親身的經歷為師。
For as a prophet he knew the things that would come to pass, and he had experience as his teacher.
1:2099
Τοῦ δὲ βασιλέως ὀμω μοκότος ἦν μὴν αὐτὸν μὴ παραδώσειν τοῖς δυσσε βέσιν, εἶπε πάλιν
當王起誓,說必不將他交給那些不敬虔的人時,他又說:
And when the king had sworn that he would surely not hand him over to the impious men, he said again:
1:2100
ἡγεμόνα βασιλέως Βαβυλῶνος, ζήσεται ἡ ψυχή σου, καὶ ἡ πόλις αὕτη οὐ μὴ κατακαυθῇ ἐν πυρὶ, καὶ ζή σεις σὺ καὶ ὁ οἶκός σου
……巴比倫王的將領,你的性命必得存活,這城也必不被火焚燒,你和你的家都必存活。
the commander of the king of Babylon, your soul shall live, and this city shall not be burned with fire, and you shall live, you and your house.
1:2101
Ἐὰν δὲ μὴ ἐξέλθῃς σὺ πρὸς τοὺς ἄρχοντας βασιλέως Βαβυλῶνος, καὶ παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας Χαλ δαίων, καὶ κατακαύσουσιν αὐτὴν ἐν πυρὶ, καὶ σὺ οὐ μὴ σωθῇς ἐκ χειρὸς αὐτῶν
「你若不出去歸降巴比倫王的首領,這城必交在迦勒底人手中,他們必用火焚燒,你也不得脫離他們的手。」
'But if you do not go out to the princes of the king of Babylon, then this city shall be given into the hand of the Chaldeans, and they shall burn it with fire, and you shall not escape out of their hand.'
1:2102
Ταῦτα πολλάκις προείρηκεν·
這些話他已經屢次預先說過。
These things he has often foretold.
1:2103
ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε ἐξιοῦσι μὲν ὑπισχνεῖται τὴν σωτηρίαν, μὴ ἐξιοῦσι δὲ τὸν ὄλεθρον ἀπειλεῖ
然而必須探究:為何對出去歸降的人他應許拯救,對不肯出去的人卻威嚇以毀滅。
But it is necessary to inquire why exactly, to those who go out he promises salvation, but to those who do not go out he threatens destruction.
1:2104
Ὅρκους ὁ Σεδεκίας ἐδεδώκει τῷ Ναβουχοδονόσορ, ἡνίκα αὐτὸν προυβάλετο εἰς βασι λέα, ὡς τὸν φόρον τελέσει, καὶ εὔνοιαν περὶ τὸν κεχειροτονηκότα φυλάξει·
西底家曾向尼布甲尼撒起過誓,就是在尼布甲尼撒立他作王的時候,答應要繳納貢賦,並對那立他為王的存忠誠之心。
Zedekiah had given oaths to Nebuchadnezzar, when the latter set him up as king, that he would pay the tribute and would keep good faith toward the one who had appointed him.
1:2105
ὀλίγου δὲ χρόνου διελθόν τος, παραβὰς τὰ συγκείμενα, οὔτε τὸν δασμὸν ἐτέ λεσε, καὶ πρὸς Αἰγυπτίους κατέφυγεν
但過了不多時,他就違背所立的約,既不繳納貢賦,又投靠了埃及人。
But when a little time had passed, transgressing the agreements, he neither paid the tribute and took refuge with the Egyptians.
1:2106
ὁ μέντοι Σεδε κίας τῷ προφήτῃ φησίν·
然而西底家對先知說:
Zedekiah, however, says to the prophet:
1:2107
Ἐγὼ λόγον ἔχω τῶν Ἰουδαίων τῶν προσπεφευγότων πρὸς τοὺς Χαλδαίους, μὴ δώσειν με εἰς χεῖρας αὐτῶν, καὶ καταμωκήσονται μου
「我為那些已投降迦勒底人的猶大人擔憂,恐怕他們把我交在那些人手中,那些人就戲弄我。」
'I have a concern regarding the Jews who have deserted to the Chaldeans, lest they give me into their hands, and they mock me.'
1:2108
ἀλλ' ὅμως πάλιν αὐτὸς ὁ προφήτης προτρέ πει, καὶ ἀπειθοῦντι προσφέρει τὴν ἀπειλήν
雖然如此,先知仍再次勸勉他,並對這不順從的人發出威嚇。
Nevertheless the prophet again exhorts him, and to him who is disobedient he presents the threat.
1:2109
Ἰδοὺ γὰρ, φησὶ, πᾶσαι αἱ γυναῖκες, αἱ καταλειφθεῖσαι ἐν οἴκῳ βασιλέως Ἰούδα, ἐξ άγονται πρὸς τοὺς ἄρχοντας βασιλείας Βαβυλῶ νος, καὶ αὗται λέγουσιν
他說:「看哪,凡留在猶大王宮裡的婦女都要被帶出去,交給巴比倫王的首領;這些婦女要說:」
'For behold,' he says, 'all the women who are left in the house of the king of Judah are being led out to the princes of the king of Babylon, and these women are saying:'
1:2110
Ἠπάτησάν σε, καὶ ἠδυνήθησάν σοι ἄνδρες εἰρηνικοί σου, καὶ κατ ισχύσουσί σου ἐν ὀλισθήματι ποδός σου
「你那些和你交好的人欺哄你,勝過你;他們使你的腳陷入淤泥,就制伏了你。」
'Your men of peace have deceived you and have prevailed against you; they will make you sink your foot in the mire and will overpower you.'
1:2111
ὄψῃ μετὰ ταῦτα τῆς πόλεως ἁλούσης, ἐκ τῶν βασι λείων γυναῖκας ἑλκομένας, καὶ ἀναμιμνησκούσας σε τῆς τῶν ψευδοπροφητῶν ἀπάτης, καὶ λεγούσας, ὅτι Τούτων σοι γεγένηνται πρόξενοι οἱ τὴν εἰρήνην ὑποσχόμενοι, καὶ τῆς παρὰ σοῦ τιμῆς ἀπολαύσαν τες, καὶ διὰ ταύτην σε τὴν αἰτίαν ἐκ τῶν θείων νόμων ὀλισθῆσαι παρασκευάσαντες
此後,當這城被攻取時,你必看見婦女從王宮中被拖出來,提醒你那些假先知的欺騙,並說:這一切都是那些應許平安的人為你招來的——他們既從你得了尊榮,又正因此緣故使你偏離了神聖的律法。
After these things, when the city has been captured, you will see women dragged out of the palace, reminding you of the deceit of the false prophets, and saying that these calamities were procured for you by those who promised peace, who enjoyed honor at your hand, and who for this very cause caused you to slip away from the divine laws.
1:2112
Καὶ πάσας τὰς γυναῖκάς σου, καὶ τὰ τέκνα σου ἐξάξουσι πρὸς τοὺς Χαλδαίους
「你的一切妻子和兒女都必被帶出來,交給迦勒底人。」
'And all your wives and your children they will bring out to the Chaldeans.'
1:2113
Καὶ ἡ πόλις δὲ, φησὶν, ἐμπρησθήσεται, καὶ σὺ δορυάλωτος ἀπ αχθήσῃ
他又說:「這城也必被火焚燒,你自己也必被擄去。」
'And the city also,' he says, 'shall be set on fire, and you shall be led away captive at the point of the spear.'
1:2114
Ἀλλ' ὁ ἐμβρόντητος βασιλεὺς ἀπειθῶν διετέ λεσε
但那昏庸的王卻一直執迷不順從。
But the stupefied king continued in his disobedience.
1:2115
Τῷ μέντοι προφήτῃ παρηγγύησε, μηδενὶ τῶν ἀρχόντων μηνύσαι τὰ εἰρημένα·
然而他吩咐先知,不可把所說的話向任何首領透露;
To the prophet, however, he gave charge to disclose nothing of what had been said to any of the princes;
1:2116
εἰπεῖν δὲ, ὡς Ἠντι βόλησα τὸν βασιλέα, μὴ εἰς ἐκείνην μεταπέμψαι με τὴν χαλεπωτάτην εἱρκτήν
只要說:「我懇求王,不要打發我回到那最為苦楚的牢獄裡去。」
but to say that 'I entreated the king not to send me back to that most grievous prison.'
1:2117
Εἶτα διηγεῖται, ὡς ἀφ ίκοντο, καὶ μαθεῖν ἐπειράθησαν τὰ εἰρημένα τῷ βασιλεῖ, καὶ ὡς ἔπεισεν αὐτοὺς τὰ περὶ τοῦ δεσμω τηρίου διεξελθών
接著他敘述:他們如何前來,試圖探知王對他所說的話,以及他如何藉著詳述有關監牢的事說服了他們。
Then he relates how they came and attempted to learn what had been said to the king, and how he persuaded them by expounding the matters concerning the prison.
1:2118
Ἐντεῦθεν λοιπὸν τὰ κατὰ τὴν ἅλωσιν διηγεῖται, καί φησι τῷ μὲν ἐννάτῳ ἔτει τῆς Σεδεκίου βασι λείας τοὺς Βαβυλωνίους ἐπιστρατεῦσαι·
從此他便敘述關於城被攻取的事,說在西底家作王的第九年,巴比倫人就出兵攻打;
From here onward he then narrates the events concerning the capture, and says that in the ninth year of the reign of Zedekiah the Babylonians made their campaign;
1:2119
τῷ δὲ ἑν δεκάτῳ ἔτει τοῦ Σεδεκίου, ἐν τῷ μηνὶ τῷ τετάρτῳ, ἐννάτῃ τοῦ μηνὸς, τὸ μὲν τεῖχος καταβληθῆναι, τοὺς δὲ πολεμίους ὁρμῆσαι κατὰ τῆς πόλεως
到西底家的第十一年四月初九日,城牆被攻破,敵人就衝入城中。
and in the eleventh year of Zedekiah, in the fourth month, on the ninth of the month, the wall was thrown down, and the enemy rushed against the city.
1:2120
Τούτου δὲ γενομένου, ἀπέδραμε Σεδεκίας, καὶ οἱ ἐπὶ ῥώμῃ σεμνυνόμενοι πάντες
這事臨到時,西底家與一切以勇力自誇的人都逃跑了。
When this had happened, Zedekiah fled away, and all those who prided themselves in their strength.
1:2121
Καταδιώξαντες δὲ οἱ Χαλδαῖοι ἔφθασαν αὐτὸν, καὶ συνέλαβον παρὰ τὴν Ἱεριχὼ πόλιν
但迦勒底人追趕,趕上了他,在耶利哥城附近將他捉住。
But the Chaldeans pursued and overtook him, and seized him near the city of Jericho.
1:2122
Ἀραβὸθ δὲ Ἱεριχὼ ἀπὸ δυσμῶν τῆς Ἱεριχὼλέγει·
他所說的「耶利哥的亞拉巴」,是指耶利哥以西的地方。
By 'Araboth of Jericho' he means the region to the west of Jericho.
1:2123
Ἀπήγαγον δὲ αὐτὸν εἰς Ῥεβλαθὰ τῆς Ἐμάθ. Τελεῖ δὲ τοῦτο ὑπὸ τὴν Ἔμεσαν·
他們把他帶到哈馬地的利比拉。這地屬於以彌撒(Emesa)境內;
They led him away to Riblah of Hamath. This lies under Emesa;
1:2124
ὡς εἶναι δῆλον, ὅτι Ἐμὰθ ἐνταῦθα τὴν Ἔμεσαν καλεῖ
由此可見,他在此處所稱的「哈馬」,就是以彌撒。
so that it is clear that by 'Hamath' here he calls Emesa.
1:2125
Καὶ ἐλάλησε μετ' αὐτοῦ κρίματα
「他就向他宣告刑罰。」
'And he spoke judgments with him.'
1:2126
Ἀντὶ τοῦ, διήλεγξε τὴν τῶν ὅρκων παράβασιν, τὴν περὶ τὸν εὐεργετηκότα, καὶ βασιλέα κεχειροτονηκότα, δύσνοιάν τε καὶ ἀχαριστίαν
意思是說,他責備他違背了誓言——就是他對那施恩於他、並立他為王的人所懷的惡意與忘恩負義。
That is to say, he convicted him of the transgression of his oaths — of his ill will and ingratitude toward the one who had done him good and had appointed him king.
1:2127
καὶ πρῶτον μὲν, ὁρῶντος αὐτοῦ, κατασφάττει τοὺς παῖδας, καὶ πάντας τοὺς ἐν τέλει καὶ ἀξιωτάτους·
他首先當著他的面,殺了他的眾子,以及一切在位的和最尊貴的人;
And first, in his sight, he slaughters his sons, and all the officials and the most eminent men;
1:2128
οὕτω δὲ αὐτὸν κολάσας τῇ τῶν ἀνιαρῶν θεωρίᾳ, τὸ βλέπειν ἀφείλετο
他既如此藉著使他目睹這些慘事來刑罰他,隨後又剜去了他的雙眼,使他不能看見。
and having thus punished him by the sight of these grievous things, he took away his sight of seeing.
1:2129
τοὺς τῆς πόλεως περιβόλους κατέλυσαν·
他們拆毀了城四圍的牆垣;
They demolished the encircling walls of the city;
1:2130
τοὺς δὲ λοιποὺς ἐξηνδραπόδισε Ναβουζαρδὰν ὁ ἀρχι μάγειρος τοῦ βασιλέως
至於其餘的人,王的護衛長尼布撒拉旦都擄去作了奴隸。
and the rest Nebuzaradan, the king's chief cook, led away into slavery.
1:2131
Ὀλίγους δέ τινας πενίᾳ συζῶντας κατέλιπε, γεωργεῖν παρακελευσάμενος·
只留下少數過著貧窮生活的人,吩咐他們耕種田地。
But a few who lived in poverty he left behind, commanding them to till the land.
1:2132
Καὶ ἐνετείλατο Ναβουχοδονόσορ βα σιλεὺς Βαβυλῶνος περὶ Ἱερεμίου Ναβουζαρδὰν λέγων·
「巴比倫王尼布甲尼撒為耶利米的事囑咐尼布撒拉旦說:」
'And Nebuchadnezzar king of Babylon gave charge concerning Jeremiah to Nebuzaradan, saying:'
1:2133
Λάβε αὐτὸν, καὶ τοὺς ὀφθαλμούς σου θὲς ἐπ' αὐτὸν, καὶ μὴ ποιήσῃς αὐτῷ μηδὲν κακόν·
「你把他帶去,好好看顧他,絲毫不可害他;」
'Take him, and set your eyes upon him, and do him no harm;'
1:2134
ὅτι ἀλλ' ἢ καθὼς ἐὰν λαλήσῃ πρὸς σὲ, οὕτως ποιήσεις μετ' αὐτοῦ
「乃要照他對你所說的一切待他。」
'but only as he shall speak to you, so shall you deal with him.'
1:2135
Ηὔξησε τὴν τῶν Ἰουδαίων κατηγορίαν, καὶ Ναβουχοδονόσορ ὁ βασιλεὺς, καὶ Ἀβδεμέλεχ ὁ Αἰθίοψ
尼布甲尼撒王和古實人以伯米勒,加重了對猶大人的控訴。
Nebuchadnezzar the king, and Ebed-melech the Ethiopian, increased the accusation against the Jews.
1:2136
Ἀλλόφυλοι γὰρ ὄντες τὸν προφήτην ᾐδέσθησαν·
因為他們雖是外邦人,卻敬重先知;
For being of foreign race, they showed reverence for the prophet;
1:2137
Ἰουδαῖοι δὲ προφητικοῖς λόγοις ἐντεθραμμένοι, οὔτε τοῖς θείοις προσέχειν ἠβουλήθη σαν λόγοις, καὶ τοὺς προφήτας παντοδαπαῖς τιμω ρίαις ὑπέβαλον
然而猶大人雖是自幼受先知言語薰陶的,卻既不肯留意神聖的話語,又用各樣的刑罰苦待眾先知。
but the Jews, though nurtured on the prophetic words, neither were willing to give heed to the divine words, and subjected the prophets to punishments of every kind.
1:2138
Πέρας μέντοι εἴληφεν ἡ τοῦ Θεοῦ ἐπαγγελία·
雖然如此,神的應許卻得了成就;
Nevertheless the promise of God received its fulfillment;
1:2139
χειροτονήσας γὰρ τὸν προφήτην, ὑπ έσχετο ἄμαχον αὐτὸν δείξειν, καὶ στύλῳ σιδηρῷ, καὶ τείχει χαλκῷ ὅμοιον, ὅτι πολεμήσουσι μὲν αὐτὸν, οὐ περιγενήσονται δέ
因為神既立了這先知,就應許使他成為不可攻破的,如同鐵柱、銅牆一般,以致他們雖攻擊他,卻不能勝過他。
for having appointed the prophet, He promised to show him invincible, and like an iron pillar and a wall of bronze, so that they would indeed war against him, but would not prevail over him.
1:2140
Ὁ μέντοι Ναβουζαρδὰν, καὶ πᾶσα ἡ τῶν ἀρχόντων συμμορία, μετεπέμψαντο τὸν Ἰερεμίαν ἐκ τῆς εἱρκτῆς, καὶ τῷ Γοδολίᾳ παρέδω καν, ὃν ἄρχειν τῶν καταλειφθέντων ἐν τῇ Ἰουδαίᾳ προσέταξε
然而尼布撒拉旦和眾首領全體,把耶利米從監牢裡提出來,交給基大利——就是王所派管理那留在猶大地之人的。
Nebuzaradan, however, and the whole company of the princes, sent for Jeremiah out of the prison, and delivered him to Gedaliah, whom the king had appointed to rule over those left behind in Judea.
1:2141
Συγγραφῆς δὲ ὁ προφήτης ἠξίωσε καὶ τὰ περὶ τοῦ Ἀβδεμέλεχ ὑπὸ τοῦ Θεοῦ προῤῥηθέντα, καὶ τέλους τετυχηκότα
先知也認為有關以伯米勒的事值得記載下來——這些事是神先前所預言、如今已得應驗的。
The prophet deemed worthy of record also the things concerning Ebed-melech, which had been foretold by God and had reached their fulfillment.
1:2142
Οὐδὲν γὰρ ἀτημέλητον, οὐδὲ ἄμισθον παρ' αὐτῷ·
因為在神那裡,沒有一件事是被忽略的,也沒有一件是不得賞賜的;
For nothing with Him is neglected, nor unrewarded;
1:2143
τότε δὲ, φησὶν, ὑπέσχετο ὁ Θεὸς ταῦτα λέγων·
他說,那時神應許,說了這樣的話:
and at that time, he says, God made a promise, speaking thus:
1:2144
Ἰδοὺ ἐγὼ φέρω τὸν λόγον μου ἐπὶ τὴν πόλιν ταύτην εἰς κακὰ, καὶ οὐκ εἰς ἀγαθά·
「看哪,我使我的話臨到這城,是降禍不是降福;」
'Behold, I am bringing my word upon this city for evil, and not for good;'
1:2145
καὶ ἔσον ται κατὰ πρόσωπόν σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ
「當那日,這些事必成就在你面前。」
'and they shall be before your face in that day.'
1:2146
(ιζʹ, ιηʹ.) Καὶ σώσω σε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ Κύριος·
(十七、十八節)主說:「當那日我必拯救你,」
(17, 18) 'And I will save you in that day,' says the Lord;
1:2147
καὶ οὐ μὴ δώσω σε εἰς χεῖρας ἀνθρώπων, ὧν σὺ φοβῇ ἀπὸ προσώπου αὐτῶν
「我必不將你交在你所懼怕的人手中。」
'and I will not give you into the hands of the men whose face you fear.'
1:2148
Ὅτι σώζων σώσω σε, καὶ ἐν ῥομφαίᾳ οὐ μὴ πεσῇ·
「我定要拯救你,你必不倒在刀下;」
'For surely saving I will save you, and you shall not fall by the sword;'
1:2149
καὶ ἔσται σοι ἡ ψυχή σου εἰς εὕρημα, ὅτι ἐπεποίθεις ἐπ' ἐμὲ, φησὶ Κύριος
主說:「你的性命必歸你,如同奪來的擄物,因為你倚靠了我。」
'and your life shall be to you as a prize, because you trusted in me,' says the Lord.
1:2150
Ἀληθῶς μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ·
誠然,以雅各的神為幫助的,這人便為有福;
Truly blessed is he whose helper is the God of Jacob;
1:2151
καὶ ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ· καὶ, Μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Τί γὰρ ὤνησε τὸν Σεδε κίαν ἡ βασιλεία; Τί δὲ παρέβλαψε τὸν Ἀβδεμέλεχ ἡ δουλεία; Ὁ μὲν γὰρ διὰ τὴν ἀσέβειαν ἐκεῖνα πέπον θεν ἅπαντα·
他的指望在乎耶和華他的神;又說:以耶和華為神的,那國便為有福。西底家的王位對他有何益處?以伯米勒的奴僕身分又何曾害了他?前者因不敬虔而遭受那一切;
and whose hope is in the Lord his God; and, Blessed is the people whose God is the Lord. For what did his kingship profit Zedekiah? And what harm did his servitude do to Ebed-melech? For the one suffered all those things because of his impiety;
1:2152
ὁ δὲ διὰ τὴν εὐλάβειαν πεῖραν οὐκ ἔλαβε τῶν κακῶν
後者卻因敬虔,絲毫未嘗那些禍患的苦。
but the other, because of his piety, made no trial of the evils.
1:2153
Εἶτα διδάσκει ὁ προφήτης, τίνα πρὸς αὐτὸν ὁ Να βουζαρδὰν ὁ ἀρχιμάγειρος λέγει, Κύριος ὁ Θεός σου ἐχρημάτισε τὰ κακὰ ταῦτα ἐπὶ τὴν πόλιν ταύτην
接著先知講述護衛長尼布撒拉旦對他所說的話:「耶和華你的神曾宣告要降這禍與這城。」
Then the prophet teaches what things Nebuzaradan the chief cook says to him: 'The Lord your God pronounced these evils against this city.'
1:2154
( γʹ.) Καὶ ἐπήγαγε, καὶ ἐποίησε Κύριος, καθὼς ἐλάλησεν, ὅτι ἡμαρ τήκατε αὐτῷ, καὶ οὐκ ἠκούσατε τῆς φωνῆς αὐ τοῦ, καὶ ἐγένετο τὸ ῥῆμα τοῦτο ὑμῖν
(三節)「耶和華照他所說的降下這事並成就了,因為你們得罪了他,不聽從他的話,所以這事臨到你們。」
(3) 'And the Lord brought it and did as he had spoken, because you sinned against him and did not hearken to his voice, and this thing has come upon you.'
1:2155
Καὶ ἐντεῦ θεν δῆλον, ὡς ἐπ' εὐεργεσίᾳ τῶν ἄλλων ἐθνῶν τὸν Ἰσραὴλ ὁ Θεὸς ἐξ ἀρχῆς ἐξελέξατο·
由此可見,神起初揀選以色列,乃是為了使別的列國得益處;
And from this it is clear that God from the beginning chose Israel for the benefit of the other nations;
1:2156
τά τε γὰρ δι' αὐτοὺς γινόμενα θαύματα κατέπληττεν ἅπαντας, καὶ σαφῶς ἐδίδασκεν, ὅτι ὁ τούτων Θεὸς μόνος ἀλη θὴς Θεός·
因為為他們所行的神蹟使眾人驚駭,並清楚地教導人:這百姓的神獨是真神;
for the miracles that were done on their account astounded all men, and plainly taught that the God of these people is alone the true God;
1:2157
καὶ αὖ πάλιν, τὰ συμβαίνοντα αὐτοῖς λυπηρὰ, τῆς μὲν αὐτῶν κατηγόρει παρανομίας, τοῦ δὲ Θεοῦ τὴν δικαίαν ἐκήρυττε ψῆφον
反過來,臨到他們身上的苦難,一面控訴他們自己的不法,一面宣揚神公義的判決。
and again, on the other hand, the calamities that befell them denounced their own transgression and proclaimed the righteous verdict of God.
1:2158
Αὐτίκα τοίνυν ἔφη Ναβουζαρδὰν, καὶ τούτους δίκας ἀξίως δεδωκέναι, καὶ τὸν Θεὸν δίκαια δεδρακέναι
因此尼布撒拉旦隨即說:這些人也是罪有應得地受了刑罰,神所行的乃是公義的。
Straightway, then, Nebuzaradan said that these people too had paid the penalty deservedly, and that God had acted justly.
1:2159
Εἶτα αἵρεσιν δίδωσι τῷ προφήτῃ, καὶ ὑπισχνεῖται μὲν τὴν ἐν Βαβυλῶνι θεραπείαν, εἰ ἐκείνης τὴν οἴκησιν προέλοιτο·
然後他讓先知自己選擇,一面應許若他情願住在巴比倫,就在那裡供養他;
Then he gives the prophet a choice, and promises on the one hand attendance in Babylon, if he should prefer to dwell there;
1:2160
ἐπαγγέλλεται δὲ καὶ καταλείψειν, εἰ τοῦτο προέλοιτο, καί φησιν·
另一面又應許,若他情願留下,就把他留在本地,並說:
and on the other hand undertakes to leave him behind, if he should prefer this, and says:
1:2161
Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου·
「看哪,全地都在你面前;」
'Behold, all the land is before you;'
1:2162
ὅπου ἂν ᾖ ἀγαθὸν καὶ ἀρεστόν σοι πορευθῆναι, πο ρεύου
「你看哪裡好,哪裡合宜,就往哪裡去。」
'wherever it be good and pleasing to you to go, go there.'
1:2163
(εʹ.) Καὶ πρὶν ἢ ἀπαλλαγῶ ἐγὼ, ἀπόῤῥιψαι σὺ, καὶ ἀνάστρεψον πρὸς Γοδολίαν, υἱὸν Ἀχί καμ, υἱοῦ Σαφὰν, ὃν κατέστησε βασιλεὺς Βαβυ λῶνος ἐν γῇ Ἰούδα, καὶ οἴκησον μετ' αὐτοῦ ἐν μέσῳ τοῦ λαοῦ σου·
(五節)「你趁我還未離去,就轉回到基大利那裡去——他是亞希甘的兒子、沙番的孫子,是巴比倫王所立管理猶大地的——你可以與他同住在你本民中間;」
(5) 'And before I depart, do you turn back and return to Gedaliah, son of Ahikam, son of Shaphan, whom the king of Babylon has set over the land of Judah, and dwell with him in the midst of your people;'
1:2164
εἰ δὲ μὴ, εἰς πάντα τὰ καλὰ ἐν ὀφθαλμοῖς σου πορευθῆναι, πορεύου
「不然,你看哪裡好,就往哪裡去。」
'but if not, go to whatever is good in your eyes to go, go there.'
1:2165
Αὐτοκράτωρ εἶ, φησὶν, ἔξω τῆς ἐμῆς ἐξουσίας τελεῖς, ὑπὸ τὴν θείαν εἶ δεσποτείαν, τὸ δοκοῦν σοι πράττε
他說:「你有自主之權,不在我的管轄之下,你是在神聖的主權之下;你看怎樣好,就怎樣行。」
'You are your own master,' he says; 'you are outside my authority, you are under the divine sovereignty; do what seems good to you.'
1:2166
Τούτοις καὶ τοῖς τοιούτοις χρησάμενος λόγοις, καὶ πλεῖστα δῶρα δεδωκὼς, ἀπέλυσεν·
他既說了這些和類似的話,又賜給他許多禮物,就釋放了他。
Having used these and suchlike words, and having given him very many gifts, he set him free.
1:2167
Εἶτα διηγεῖται ὁ προφήτης, ὡς τῶν ἀρχόντων οἱ ἀπο δράντες τὰ κατὰ τὸν Γοδολίαν μεμαθηκότες, συν έδραμον πρὸς αὐτὸν, καὶ ὡς ὅρκῳ αὐτοὺς ἔπεισεν ὁ Γοδολίας μηδὲν πείσεσθαι λυπηρὸν ὑπὸ τῶν Χαλ δαίων, καὶ προέτρεψε τοὺς ἀπὸ γῆς συλλέξαι καρ ποὺς, καὶ μετ' εἰρήνης τῶν τῆς εἰρήνης ἀγαθῶν ἀπολαύειν
接著先知敘述:那些逃跑的首領聽見有關基大利的事,就一同奔到他那裡;基大利如何用起誓的話勸服他們,說他們必不至在迦勒底人手下受甚麼苦,並勸他們收聚地上的出產,安然享受太平的福樂。
Then the prophet relates how those of the princes who had fled away, having learned the matters concerning Gedaliah, hastened together to him, and how Gedaliah persuaded them by an oath that they would suffer nothing grievous at the hands of the Chaldeans, and exhorted them to gather the fruits from the land, and in peace to enjoy the good things of peace.
1:2168
Ἐπανῆλθον δὲ καὶ οἱ πρὸς Ἰδουμαίους, καὶ Μωαβίτας, καὶ Ἀμμανίτας καταφυγόντες, ἐπειδὴ τὸν Γοδολίαν ἔμαθον ἄρχοντα γεγενῆσθαι
那些逃到以東人、摩押人和亞捫人那裡的,聽見基大利已被立為官長,也都回來了。
There returned also those who had taken refuge with the Idumeans, and Moabites, and Ammonites, since they learned that Gedaliah had been made ruler.
1:2169
Εἶτα διδάσκει ὡς ὁ Ἰωανὰν σὺν τοῖς ἄλλοις ἄρχουσιν ἐπιβουλήν τινα τυρευομένην ὑπὸ τοῦ Ἰσμαὴλ, ἐμή νυσε τῷ Γοδολίᾳ·
接著他講述:約哈難同其餘的首領,如何把以實瑪利所暗中策劃的一個陰謀,告知了基大利;
Then he teaches how Johanan, together with the other princes, disclosed to Gedaliah a certain plot that was being contrived by Ishmael;
1:2170
μηνύσαντες δὲ οὐκ ἔπεισαν, ὡς ἀληθῆ λέγουσι·
但他們雖然告知了,卻未能使他相信他們所說的是實情。
but though they gave the information, they did not persuade him that they were speaking the truth.
1:2171
καὶ ὡς Ἰωανὰν κρύβδην ἐζήτησε κατασφάξαι τὸν Ἰσμαήλ·
以及約哈難如何暗中設法要殺死以實瑪利。
And how Johanan secretly sought to slaughter Ishmael.
1:2172
Μήποτε πατάξῃ ψυ χήν σου, καὶ διασκορπισθήσονται πάντες οἱ Ἰουδαῖοι οἱ συνηγμένοι πρὸς σὲ, καὶ ἀπολοῦνται οἱ ἐπίλοιποι Ἰουδαῖοι. Ἀλλ' οὐδὲ τούτων ἀκούσας ὁ Γοδολίας ἠνέσχετο, ἀλλ' ἀπαγορεύει τὴν ἐπιχείρησιν, συκο φαντίαν τὴν κατηγορίαν καλῶν
「恐怕他害了你的性命,使聚集到你這裡的一切猶太人四散,剩下的猶太人也都滅亡。」然而基大利雖聽見這些話,卻不肯容忍,反倒禁止這樣的舉動,稱這控告為誣陷的讒言。
'Lest he strike your soul, and all the Jews who are gathered to you be scattered, and the remnant of the Jews perish.' But Gedaliah, though he heard these things, would not tolerate them, but forbade the undertaking, calling the accusation a false slander.
1:2173
Ἑπτὰ δὲ διεληλυθότων μηνῶν, ἀφίκετο πάλιν ὁ Ἰσμαήλ·
但過了七個月,以實瑪利又來了。
But when seven months had passed, Ishmael came again.
1:2174
ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἐτύγχανεν ὢν, καὶ τραπέζης σὺν αὐτῷ κοινωνήσας, ἀνεῖλε τὸν Γοδολίαν, καὶ τοὺς συγκαταλειφθέντας σὺν αὐτῷ ἅπαντας, καὶ Χαλδαίους, καὶ Ἰουδαίους
他原是王室的後裔,與基大利同席用餐之後,竟殺了基大利,並與他同留下的眾人,包括迦勒底人和猶太人。
He happened to be of the royal lineage, and having shared a table with him, he slew Gedaliah and all who had been left with him, both Chaldeans and Jews.
1:2175
Ἦλθον, φησὶν, ἄνδρες ἀπὸ Συχὲμ, καὶ ἀπὸ Σαλὴμ, καὶ ἀπὸ Σαμαρείας, ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι τοὺς πώγωνας καὶ διεῤῥω γότες τὰ ἱμάτια αὑτῶν, καὶ κοπτόμενοι·
經上說:「有人從示劍、示羅(撒冷)和撒瑪利亞來,共八十人,鬍鬚剃去,衣服撕裂,捶胸哀哭;」
'There came,' it says, 'men from Shechem, and from Salem, and from Samaria, eighty men with their beards shaved and their garments rent, and beating themselves;'
1:2176
καὶ μάννα, καὶ λίβανος ἐν ταῖς χερσὶν αὐτῶν, τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου
「手中拿著素祭和乳香,要奉到耶和華的殿去。」
'and manna and frankincense were in their hands, to bring into the house of the Lord.'
1:2177
Τὴν Σαλὴμ Σιλὼμ καλεῖ, καὶ ὁ Ἑβραῖος, καὶ ὁ Σύρος
希伯來人和敘利亞人所稱的示羅,就是這撒冷。
Salem is what both the Hebrew and the Syrian call Shiloh.
1:2178
ἕτεροι δέ τινες δέκα περιπεσόντες, καὶ αὐτοὶ ἱκέτευσαν τὸν Ἰσμαὴλ, ἐπισχεῖν τὴν σφαγὴν, θησαυροὺς αὐτῷ τινας μηνύ σειν ἐπαγγελλόμενοι
另有十個人落在他手中,他們也懇求以實瑪利止住殺戮,應許要向他透露某些寶藏。
But certain others, ten in number, having fallen in with him, they too besought Ishmael to hold back from the slaughter, promising to disclose to him certain treasures.
1:2179
Ταῦτα δὲ ἅπαντα δεδρακὼς, τοὺς ὑπολειφθέντας ἅπαντας ᾤχετο λαβὼν, καὶ πρὸς Ἀμμωνίτας κατέφυγεν
他行了這一切事之後,便帶走所有剩下的人離去,逃到亞捫人那裡。
But having done all these things, he took all who were left and departed, and fled to the Ammonites.
1:2180
Ὁ δὲ Ἰωανὰν σὺν τοῖςἄλλοις ἄρχουσι, τὰ γεγενημένα μαθὼν, πλῆθος συν αγαγὼν ἐπεστράτευσε τῷ Ἰσμαήλ·
約哈難和其餘的首領得知所發生的事,便招聚一群人,去攻打以實瑪利。
But Johanan, together with the other commanders, having learned what had happened, gathered a multitude and marched against Ishmael.
1:2181
οἱ δὲ ὑπὸ τοῦ Ἰσμαὴλ ἐξανδραποδισθέντες, τοὺς κατ' αὐτοῦ στρα τεύσαντας θεασάμενοι, ἥσθησάν τε καὶ προσεχώρη σαν τούτοις·
那些被以實瑪利擄去的人,看見前來攻打他的人,就歡喜,並歸向了他們。
And those who had been taken captive by Ishmael, when they saw those who had marched against him, rejoiced and went over to them.
1:2182
ὁ δὲ Ἰσμαὴλ σὺν ἀνδράσιν ὀκτὼ τοῖς Ἀμμωνίταις προσέφυγε·
以實瑪利卻帶著八個人逃到亞捫人那裡。
But Ishmael, with eight men, fled to the Ammonites.
1:2183
καὶ ταῦτα δὲ τοῖς Ἰουδαίοις ἡ θεία ψῆφος προσέφερεν
這些事也是神的旨意加在猶太人身上的。
And these things also the divine decree was bringing upon the Jews.
1:2184
Ἐπειδὴ γὰρ ἐνό μισαν τοὺς πολεμίους πεφευγέναι, ταῖς ἀλλήλων παρεδόθησαν δεξιαῖς·
因為當他們以為仇敵已經逃走時,卻彼此落入對方的手中。
For when they supposed that their enemies had fled, they were delivered into one another's right hands.
1:2185
ὁ μέντοι Ἰωανὰν, τὸ πλῆθος τούτων συναγαγὼν, εἴς τινα κώμην τῇ Βηθλεὲμ πελάζουσαν παρεγένετο, εἰς Αἴγυπτον φυγεῖν βουλόμενος·
然而約哈難聚集了這群人,來到伯利恆附近的一個村莊,想要逃往埃及;
Johanan, however, having gathered together the multitude of these, came to a certain village near Bethlehem, wishing to flee into Egypt;
1:2186
ἐδεδίει γὰρ τοὺς Χαλδαίους, διὰ τὴν τοῦ Γο δολίου σφαγήν
因為他懼怕迦勒底人,緣故是基大利被殺的事。
for he feared the Chaldeans, on account of the slaughter of Gedaliah.
1:2187
Κοινῇ μέντοι πάντες, οἵ τε ἄρχοντες καὶ ὁ λαὸς, τὸν προφήτην ἱκετεύουσι, ταῦτα λέγοντες·
然而眾人,無論是首領還是百姓,都一同懇求先知,說這樣的話::
In common, however, all — both the rulers and the people — beseech the prophet, saying these words:
1:2188
Πεσέτω ὁ ἔλεος ἡμῶν κατὰ πρόσωπόν σου, καὶ πρόσευξαι πρὸς Κύριον τὸν Θεόν σου περὶ τῶν καταλοίπων τούτων, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, ὡς οἱ ὀφθαλμοί σου βλέ πουσιν ἡμᾶς
「求你容我們在你面前哀求,為我們這些剩下的人向耶和華你的神禱告,因為我們本來眾多,如今只剩下少數,正如你親眼所見。」
'Let our petition for mercy fall before your face, and pray to the Lord your God concerning these that are left, for we are left few out of many, as your eyes behold us.'
1:2189
Καὶ ἀναγγειλάτω ἡμῖν Κύριος ὁ Θεός σου τὴν ὁδὸν ἣν πορευσόμεθα ἐν αὐτῇ, καὶ λόγον ὃν ποιήσωμεν
「願耶和華你的神指示我們當走的路,和當行的事。」
'And let the Lord your God declare to us the way in which we should walk, and the word which we should do.'
1:2190
Ἀντιβολοῦσι μὲν ὀρθῶς, καὶ μαθεῖν τὸ πρακτέον ἐπιθυμοῦσιν
他們的懇求誠然合宜,也渴望知道當行之事。
They entreat rightly indeed, and they desire to learn what ought to be done.
1:2191
Ἀπει θοῦσι δὲ συνήθως, καὶ τοῖς θείοις ἀντιλέγουσι νόμοις·
但他們卻照常悖逆,並與神的律法作對。
But they disobey, as was their custom, and speak against the divine laws.
1:2192
ὁ δέ γε προφήτης καὶ ἀντιβολήσειν ὑπισχνεῖται, καὶ μηνύσειν τὰ κελευόμενα·
然而先知應許要為他們祈求,並宣告所吩咐的事。
The prophet, however, promises both to entreat and to make known what is commanded.
1:2193
οἱ δὲ εἰς ἅπαντα εἴξειν ὑπέσχοντο, καὶ ὅρκῳ τὴν ἐπαγγελίαν ἐκύρωσαν
他們也應許在一切事上順從,並以起誓確認這應許。
And they promised to yield in all things, and confirmed the pledge with an oath.
1:2194
Ἔστω γὰρ, φησὶ, Κύριος ἐν ἡμῖν, εἰς μάρτυρα δίκαιον καὶ πιστὸν, ὅτι κατὰ τὸν λό γον ὃν ἐὰν ἀποστείλῃ σε Κύριος ὁ Θεὸς πρὸς ἡμᾶς οὕτω ποιήσομεν
經上說:「願耶和華在我們中間作真實可靠的見證,我們必照耶和華你的神差你來對我們所說的一切話去行。」
'For let the Lord,' it says, 'be among us as a righteous and faithful witness, that according to the word which the Lord your God shall send you to us, so will we do.'
1:2195
Καὶ ἐὰν ἀγαθὸν, καὶ ἐὰν κακὸν, καὶ τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν, οὗ ἡμεῖς ἀποστέλλομέν σε πρὸς αὐτὸν, ἀκουσό μεθα, ἵνα βέλτιον ἡμῖν γένηται, ὅτι ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν
「不論是好是歹,我們都必聽從耶和華我們神的話,就是我們差你去見的那位,好使我們得福,因為我們必聽從耶和華我們神的話。」
'Whether it be good or whether it be evil, we will obey the voice of the Lord our God, to whom we send you, that it may be well with us, because we will obey the voice of the Lord our God.'
1:2196
Τὰ μὲν ῥή ματα εὐσεβείας μεστὰ, οὐ συμφωνεῖ δὲ τοῖς λόγοις τὰ πράγματα
這些話語誠然滿有敬虔,但他們的行為卻與話語不相符。
The words indeed are full of piety, but the deeds do not agree with the words.
1:2197
τὴν δὲ τῆς ἀποκρίσεως ἀναβολὴν γεγενῆσθαι νομίζω εἰς ὠφέ λειαν τῶν ᾐτηκότων·
我認為那答覆的延遲,乃是為了求問之人的益處。
And I consider that the delay in the answer came about for the benefit of those who had made the request.
1:2198
Λέγει τοίνυν αὐτὸς ὁ προφήτης, προστεταχέναι τὸν Θεὸν τῇδε γῇ προσμεῖναι
先知於是親自說,神已吩咐他們留在這地。
The prophet himself then says that God has commanded them to remain in this land.
1:2199
Πάσης γὰρ ὑμᾶς, φησὶν, ἀξιώσω κηδεμονίας
祂說:「因為我必以一切的眷顧待你們。」
'For I will deem you worthy,' He says, 'of all care.'
1:2200
Καὶ οἰκοδομήσω ὑμᾶς, καὶ οὐ μὴ καθελῶ, καὶ φυτεύσω ὑμᾶς, καὶ οὐ μὴ ἐκτίλω
「我必建立你們,必不拆毀;我必栽植你們,必不拔出。」
'And I will build you up, and will not pull you down; and I will plant you, and will not root you out.'
1:2201
Ὅτι ἀναπέπαυμαι ἐπὶ τοῖς κακοῖς, οἷς εἶπόν με ποιῆσαι ὑμῖν. Ἐκβάλλει δὲ αὐτῶν καὶ τὸ δέος, καὶ θαῤῥεῖν παρεγγυᾷ
「因為我已止息了我所說要降在你們身上的災禍。」祂也除去他們的懼怕,並囑咐他們要放膽。
'Because I have rested from the evils which I said I would do to you.' And He casts out their fear also, and enjoins them to take courage.
1:2202
Μὴ φοβηθῆτε γὰρ, φησὶ, ἀπὸ προσώπου βασιλέως Βαβυλῶνος, οὗ ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτοῦ·
祂說:「不要懼怕你們所畏懼的巴比倫王的面;」
'For fear not,' He says, 'from before the face of the king of Babylon, of whom you are afraid before his face;'
1:2203
ὅτι μεθ' ὑμῶν εἰμι ἐγὼ, τοῦ ἐξαιρεῖσθαι ὑμᾶς, καὶ σώζειν ὑμᾶς ἐκ χειρὸς αὐ τοῦ
「因為我與你們同在,要拯救你們,救你們脫離他的手。」
'because I am with you, to deliver you and to save you out of his hand.'
1:2204
Ἐπαγγέλλεται δὲ καὶ τὴν τῶν γεγενημένων αἰχμαλώτων ἀνάκλησιν
祂也應許要召回那些已被擄去的人。
And He promises also the recall of those who had been made captives.
1:2205
Εἰ δὲ τοῖς ἐμοῖς, φησὶν, ἀντιτείνητε λόγοις, καὶ τὴν Αἴγυπτον καταλάβοιτε, ταύτῃ διαφυγεῖν τοὺς πολεμίους πειρώμενοι, ἐκεῖ τοὺς πολεμίους οὓς δεδίττετε, πέμψω
祂說:「但你們若違抗我的話,佔據埃及,想藉此逃避仇敵,我必在那裡把你們所懼怕的仇敵派去。」
'But if you resist my words,' He says, 'and seize hold of Egypt, seeking to escape the enemy by that route, there I will send against you the enemies whom you dread.'
1:2206
Ἔσται γὰρ, φησὶν, ἡ ῥομφαία, ἣν ὑμεῖς φοβεῖσθε ἀπὸ προσώπου αὐτῆς, ἐκεῖ εὑρήσει ὑμᾶς ἐν γῇ Αἰγύπτου·
祂說:「你們所畏懼的刀劍,必在埃及地追上你們;」
'For the sword,' He says, 'which you fear before its face, there shall it find you in the land of Egypt;'
1:2207
καὶ ὁ λιμὸς δὲ πάλιν. ὃν πεφρίκατε, ἐν ἐκείνῃ ὑμῖν ἐπισκήψει τῇ γῇ·
「你們所戰兢的饑荒,也必在那地臨到你們。」
'and again the famine, at which you shudder, shall fall upon you in that land.'
1:2208
Καὶ τὰ αὐτὰ πλατύτερον εἰρηκὼς ἐπάγει καὶ ταῦτα·
祂把同樣的話更詳盡地說明後,又加上這些話::
And having stated the same things more expansively, He adds these words also:
1:2209
Καθὼς ἔσταξεν ὁ θυμός μου, καὶ ἡ ὀργή μου ἐπὶ τοὺς κατοικοῦντας Ἱερουσαλήμ·
「正如我的忿怒和惱恨傾倒在耶路撒冷的居民身上,」
'As my wrath and my anger dropped down upon the inhabitants of Jerusalem,'
1:2210
οὕτω στάξει ὁ θυμός μου ἐφ' ὑμᾶς εἰσελθόντων ὑμῶν εἰς Αἴγυπτον·
「你們進入埃及時,我的忿怒也必照樣傾倒在你們身上;」
'so shall my wrath drop down upon you when you enter into Egypt;'
1:2211
καὶ ἔσεσθε εἰς ἄβατον, καὶ ὑπο χείριοι, καὶ εἰς ἀρὰν, καὶ εἰς ὀνειδισμὸν, καὶ οὐ μὴ ἴδητε ἔτι τὸν τόπον τοῦτον
「你們必成為荒場、受制的、咒詛和羞辱,並且再也見不到這地方了。」
'and you shall become a desolation, and a thing subjected, and a curse, and a reproach, and you shall see this place no more.'
1:2212
Ἔδειξεν, ὡς ἐνῆν ἀνθρώποις ἰδεῖν τὸ τῆς δυνάμεως μέγεθος
祂盡人所能領會的地步,顯明了祂能力的浩大。
He showed, so far as it is possible for men to perceive, the magnitude of His power.
1:2213
Τὰ γὰρ ἐπενεχθέντα Ἰουδαίοις κακὰ σταγόνας ἐκάλεσε τοῦ θυμοῦ, τουτέστι τῆς τιμωρητικῆς ἐνεργείας
因為祂把降在猶太人身上的災禍稱為忿怒的點滴,就是刑罰之作為的點滴。
For the evils brought upon the Jews He called drops of His wrath, that is, of His punitive activity.
1:2214
Εἶτα ὁ προφήτης, καὶ τῶν ὅρκων ἀναμιμνήσκει
接著先知也提醒他們所起的誓。
Then the prophet reminds them also of the oaths.
1:2215
Ὑμεῖς γὰρ, ἀπεστείλατέ με πρὸς Κύριον τὸν Θεὸν ὑμῶν, λέγοντες·
他說:「你們曾差我去見耶和華你們的神,說::」
'For you,' he says, 'sent me to the Lord your God, saying:'
1:2216
Πρόσευξαι περὶ ἡμῶν, καὶ πάντα ὅσα ἂν λαλήσῃ Κύριος ὁ Θεὸς ἡμῶν, ἀνάγγειλον ἡμῖν, καὶ ποιήσομεν·
「求你為我們禱告,凡耶和華我們的神所說的一切,都告訴我們,我們就必遵行;」
'Pray concerning us, and whatever the Lord our God shall speak, declare it to us, and we will do it;'
1:2217
καὶ ἀπ ήγγειλα ὑμῖν σήμερον, καὶ οὐκ ἠκούσατε τῆς φω νῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν, κατὰ πάντα ὅσα ἀπέστειλε πρὸς ὑμᾶς
「我今日已經告訴了你們,你們卻不聽從耶和華你們神的話,就是祂差我到你們那裡所說的一切。」
'and I have declared to you this day, and you have not obeyed the voice of the Lord your God, according to all that He sent me to you.'
1:2218
Καὶ νῦν ἐστε γινώσκον τες, ὅτι ἐν ῥομφαίᾳ, καὶ ἐν λιμῷ, καὶ ἐν θανάτῳ ἐκλείψετε ἐν τῷ τόπῳ τούτῳ, ἐν ᾧ ὑμεῖς βού λεσθε εἰσελθόντες κατοικεῖν ἐκεῖ
「現在你們要確實知道,你們必在所想要進去寄居的那地方,因刀劍、饑荒和瘟疫而滅亡。」
'And now know assuredly that by sword, and by famine, and by pestilence you shall perish in this place, into which you desire to enter to dwell there.'
1:2219
Ταῦτα γὰρ, ἃ διαφυγεῖν πειρᾶσθε, εὑρήσετε ἐν Αἰγύπτῳ
「因為你們想要逃避的這些事,必在埃及臨到你們。」
'For these things, which you seek to escape, you shall find in Egypt.'
1:2220
Τούτων ἀκούσαντες οἱ τοῦ λαοῦ προστατεύοντες, θρασύτητι καὶ ἀλαζονείᾳ συνέζων, καὶ τῶν παρα κλήσεων ἐπελάθοντο, καὶ τῶν ὅρκων, καὶ τῷ προ φήτῃ εἰπεῖν ἐτόλμησαν, βʹ, γʹ
那些統管百姓的人聽見這些話,卻活在魯莽和狂傲之中,忘記了勸勉和誓言,竟敢對先知說(第二、三節)::
When those who presided over the people heard these things, they lived with recklessness and arrogance, and forgot the exhortations and the oaths, and dared to say to the prophet, [verses 2, 3]:
1:2221
οὐκ ἀπέστειλέ σε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς λέγων, Μὴ εἰσέλθητε εἰς Αἴγυπτον
「耶和華我們的神並沒有差你來對我們說:『不要進入埃及。』」
'The Lord our God has not sent you to us, saying, Do not enter into Egypt.'
1:2222
Ἀλλὰ Βαροὺχ, υἱὸς Νηρίου, συμβάλλει σε πρὸς ἡμᾶς, ἵνα δῷς ἡμᾶς εἰς χεῖρας Χαλδαίων, τοῦ θανατῶσαι ἡμᾶς καὶ ἀποικίσαι ἡμᾶς εἰς Βαβυλῶνα
「乃是尼利亞的兒子巴錄挑唆你來攻擊我們,要把我們交在迦勒底人手中,殺死我們,並把我們擄到巴比倫去。」
'But Baruch, the son of Neriah, is setting you against us, that you may deliver us into the hands of the Chaldeans, to put us to death and to carry us away captive to Babylon.'
1:2223
Ταῦτα πρὸς τὸν προφήτην εἰρηκότες, καὶ ἄντικρυς παραβεβηκότες τοὺς γεγενημένους ὅρκους, ἐπὶ τὴν Αἴγυπτον ὥρμη σαν σὺν παντὶ τῷ ἀθροισθέντι λαῷ·
他們對先知說了這些話,公然違背所起的誓,便帶著所聚集的全體百姓奔往埃及;
Having said these things to the prophet, and having openly transgressed the oaths they had made, they rushed toward Egypt with all the assembled people;
1:2224
συναπήγαγον δὲ καὶ τὸν προφήτην, καὶ τὸν Βαρούχ
他們也把先知和巴錄一同帶走了。
and they carried away with them both the prophet and Baruch.
1:2225
Ἐν τοίνυν τῇ Τάφνας ( πόλις δὲ αὕτη τῆς Αἰγύπτου) προστάτ τεται ὁ προφήτης λίθους λαβεῖν, καὶ τούτους πρὸ τῶν πυλῶν κατακρύψαι τῶν βασιλείων, τῶν Ἰου δαίων ὁρώντων, καὶ ταῦτα προαγορεῦσαι
於是在答比匿(這是埃及的一座城),先知奉命拿些石頭,當著猶太人的面藏在王宮的門前,並預言這些事::
Then in Tahpanhes (this is a city of Egypt) the prophet is commanded to take stones and to hide them before the gates of the royal palace, while the Jews looked on, and to foretell these things:
1:2226
Ἰδοὺ ἐγὼ ἀποστέλλω καὶ ἄγω Ναβου χοδονόσορ βασιλέα Βαβυλῶνος, τὸν δοῦλόν μου, καὶ ἐπιθήσει τὸν θρόνον αὑτοῦ ἐπάνω τῶν λίθων τούτων, καὶ ἀρεῖ τὰ ὅπλα αὑτοῦ ἐπ' αὐ τούς
「看哪,我必差遣人去,領我僕人巴比倫王尼布甲尼撒來,他必安置寶座在這些石頭之上,並向他們舉起兵器。」
'Behold, I send and bring Nebuchadnezzar king of Babylon, my servant, and he shall set his throne upon these stones, and shall lift up his weapons against them.'
1:2227
Καὶ τοὺς μὲν τῶν Αἰγυπτίων παραδώσει θανάτῳ, τοὺς δὲ ἐξανδραποδίσας μεταναστήσει·
「他必將一些埃及人交於死亡,又將另一些人擄去遷移;」
'And some of the Egyptians he shall deliver to death, and others he shall enslave and transplant;'
1:2228
ἐμπρήσει δὲ καὶ τοὺς τῶν εἰδώλων ναοὺς, καὶ αὐτὰ δέ γε λήψεται δορυάλωτα
「他也必焚燒偶像的廟宇,並將這些偶像本身擄為戰利品。」
'and he shall also burn the temples of the idols, and shall take these very idols as spoils of war.'
1:2229
Καὶ διδάσκων, ὡς οὐ πάρεργον ποιήσεται τὴν κατὰ τῆς Αἰγύπτου στρατείαν, ἀλλ' ἐπιμελῶς αὐτὴν καταλύσει, ἀπεικά ζει αὐτὸν ποιμένι τοῦ ἱματίου τοὺς φθεῖρας συλ λέγοντι
祂教導說,他不會把攻打埃及的征戰當作無關緊要之事,而是要徹底毀滅它,因此把他比作牧人從衣服上捉除虱子。
And teaching that he will not make the campaign against Egypt a mere incidental matter, but will destroy it thoroughly, He likens him to a shepherd gathering the lice from his garment.
1:2230
Ἐπιμελῶς δὲ τοῦτο ποιοῦσιν οἱ ποιμένες πλείστης σχολῆς ἀπολαύοντες
牧人因享有許多閒暇,便仔細地做這事。
And shepherds do this carefully, enjoying a great deal of leisure.
1:2231
Καὶ φθειριεῖ, φησὶ, τὴν Αἴγυπτον, ὡς φθειρίζει ποιμὴν τὸ ἱμάτιον αὑτοῦ καὶ ἐξελεύσεται ἐκεῖ θεν ἐν εἰρήνῃ
祂說:「他必清除埃及的虱子,如牧人清除自己衣服上的虱子,並且必平安地從那裡出來。」
'And he shall delouse Egypt,' He says, 'as a shepherd delouses his garment, and he shall go forth from thence in peace.'
1:2232
(ιγʹ.) Καὶ συντρίψει τοὺς στύλους Ἡλιουπόλεως, καὶ τοὺς ἐν Ὤν
(第十三節)「他必打碎希利波利斯(太陽城)的柱子,和在安城的柱子;」
(verse 13) 'And he shall break in pieces the pillars of Heliopolis, and those in On;'
1:2233
τοὺς οἴκους τῶν θεῶν αὐτῶν κατακαύσει ἐν πυρί
「並用火焚燒他們神明的廟宇。」
'and the houses of their gods he shall burn with fire.'
1:2234
καὶ γὰρ Ὢν ἐκαλεῖτο, καὶ Ἡλιούπολις
因為這城既叫安,也叫希利波利斯(太陽城)。
For it was called both On and Heliopolis.
1:2235
Τοῦτο ἡμᾶς καὶ ἡ Ἔξοδος ἐδίδαξεν·
這是《出埃及記》也教導我們的;
This the book of Exodus also taught us;
1:2236
ἔφη γὰρ κεκτικέναι πόλεις τῷ Φαραὼ τοὺς υἱοὺς Ἰσραὴλ, τήν τε Πειθὼ, καὶ Ῥαμεσσῆ, καὶ Ὢν, ἥἐστιν Ἡλιούπολις
因為經上說,以色列人為法老建造了城邑,就是比東、蘭塞和安,安就是希利波利斯(太陽城)。
for it said that the sons of Israel built cities for Pharaoh, namely Pithom and Rameses, and On, which is Heliopolis.
1:2237
Τὸν μέντοι Ναβουχοδονόσορ δοῦ λον ἑαυτοῦ καλεῖ ὁ Θεὸς, οὐχὶ ὡς σχέσει ὄντα δοῦλον καὶ διαθέσει, ἀλλ' ὡς φύσει δοῦλον·
神稱尼布甲尼撒為自己的僕人,並非說他因情誼與心意而作僕人,乃是說他按本性作僕人;
God calls Nebuchadnezzar His own servant, not as being a servant by relationship and disposition, but as being a servant by nature;
1:2238
τοῦ γὰρ ποιητοῦ δοῦλον τὸ ποίημα·
因為受造之物乃是造它者的僕人;
for the thing made is the servant of its maker;
1:2239
διδάσκει δὲ κατὰ ταὐτὸν, ὡς αὐτοῦ συγχωροῦντος ταῦτα ἐποίει
同時祂也教導說,他是蒙祂的允許才行了這些事。
and He teaches at the same time that it was by His permission that he did these things.
1:2240
Καὶ πρῶτον μὲν ἀναμιμνήσκει τῶν γεγενημένων ἐν τῇ Ἰουδαίᾳ κα κῶν, διὰ τὴν τῶν οἰκητόρων παρανομίαν, εἶτα τού τοις αὐτοῖς ἐπιμέμφεται, ὡς τὰ ὅμοια τολμῶσι, καὶ τὴν θείαν ἐπισπωμένοις ὀργήν
祂首先提醒他們,因猶大居民的不法而臨到猶大地的災禍;然後責備這些人,說他們竟敢行同樣的事,招致神的忿怒臨到自己身上。
And first He reminds them of the evils that had occurred in Judea, on account of the lawlessness of its inhabitants; then He reproaches these very people, as daring the like things and drawing down the divine wrath upon themselves.
1:2241
Ἰδοὺ γὰρ, φησὶν, ὑμεῖς ποιεῖτε κακὰ μεγάλα ἐπὶ τὰς ψυχὰς ὑμῶν, ἐκκόψαι ὑμῶν ἄνδρα καὶ γυναῖκα, νήπιον καὶ θηλάζοντα, ἐκ μέσου Ἰούδα, πρὸς τὸ μὴ καταλειφθῆναι ὑμῶν μηδένα
祂說:看哪,你們正對自己的性命行極大的惡事,以致從猶大中間剪除你們的男人和女人、嬰孩和吃奶的,使你們無一人得存留。
For behold, He says, you are doing great evils against your own souls, so as to cut off from among Judah man and woman, infant and suckling child, so that none of you may be left remaining.
1:2242
Παραπικράναι με ἐν τοῖς ἔργοις τῶν χειρῶν ὑμῶν, θυμιᾷν θεοῖς ἑτέροις ἐν γῇ Αἰγύ πτῳ οὗ εἰσήλθετε παροικεῖν ἐκεῖ, ἵνα ἐκκοπῆτε, καὶ ἵνα γένησθε εἰς κατάραν, καὶ εἰς ὀνειδι σμὸν ἐν πᾶσι τοῖς ἔθνεσι τῆς γῆς
你們以手所作的事惹我發怒,在埃及地—你們所進去寄居之處—向別神燒香,以致你們被剪除,並在地上萬國中成為咒詛和羞辱。
To provoke Me to bitterness by the works of your hands, by burning incense to other gods in the land of Egypt, where you have entered to sojourn, that you may be cut off and become a curse and a reproach among all the nations of the earth.
1:2243
Ἀναμιμνήσκει δὲ αὐτοὺς, ὡς ἔναυλον ἔχοντας μνήμην, καὶ τῶν τολ μηθέντων κακῶν ὑπό τε τῶν πατέρων αὐτῶν, καὶ τῶν βασιλέων, καὶ μέντοι καὶ τῶν δυνατῶν·
祂提醒他們—彷彿他們記憶仍鮮明—回想他們的列祖、諸王、以及那些有權勢者所妄行的種種惡事。
He reminds them, as those who retain the memory vividly, of the evils that were rashly perpetrated both by their fathers and by their kings, and indeed by their mighty men as well.
1:2244
καὶ τῶν διὰ ταῦτα ἐπενεχθεισῶν αὐτοῖς παντοδαπῶν συμ φορῶν
並提醒他們因這些事而臨到他們身上的各樣災禍。
And of the manifold calamities brought upon them because of these things.
1:2245
Καὶ τούτοις ἐπιφέρει τὴν ἀπειλὴν, Κύριον ἑαυ τὸν τῶν δυνάμεων ὀνομάζων, καὶ Θεὸν Ἰσραήλ·
祂又向這些話加上警告,稱自己為萬軍之主、以色列的神。
And to these He adds the threat, naming Himself Lord of hosts and God of Israel.
1:2246
ἵνα καὶ τὸ μέγεθος τῆς ἐξουσίας ἀκούοντες, καὶ τὴν περὶ τοὺς προγόνους κηδεμονίαν μανθάνοντες, καὶ ἐντραπῶσι καὶ δείσωσιν
為使他們既聽見祂權能的浩大,又明白祂對他們祖先的眷顧,就自覺羞愧而心生畏懼。
So that, both hearing the greatness of His authority and learning of His care for their forefathers, they might be put to shame and be afraid.
1:2247
Ἰδοὺ ἐφίστημι τὸ πρόσ ωπον ἐφ' ὑμᾶς εἰς κακά. Ἴδιον τῶν ἀγανα κτούντων βλοσυρὸν μὲν βλέπειν, ἀτενὲς δὲ ἔχειν τὸ ὄμμα, καὶ ἐπὶ πλεῖστον ἐπὶ τοὺς παροξύνοντας ἀποβλέπειν
看哪,我向你們變臉降禍。發怒之人的特徵,便是目光陰沉、眼神凝定、且長久注視那些激怒他們的人。
Behold, I set My face against you for evil. It is characteristic of those who are angered to look grim, to fix the eye intently, and to gaze for a long while upon those who provoke them.
1:2248
Ἀπὸ τῶν ἀνθρωπίνων τοίνυν σχηματί ζει τὴν ἀπειλὴν, καί φησιν·
因此祂便照著人的樣式來構想這警告,說道:
Accordingly He frames the threat after the manner of human beings, and says:
1:2249
Ἐφίστημι τὸ πρόσ. ωπόν μου ἐφ' ὑμᾶς εἰς κακὰ τοῦ ἐξολοθρεῦσαι πάντα τὸν Ἰούδαν. Εἶτα λέγει, ὡς λιμῷ καὶ ῥομ φαίᾳ παραδοθήσονται, καὶ παγγενῆ διαφθαρήσονται, καὶ γενήσονται εἰς ὅρκον, καὶ εἰς ἀπώλειαν, καὶ εἰς κατάραν, καὶ εἰς ὀνειδισμὸν, καὶ τὰ αὐτὰ πείσον ται τοῖς ἐν τῇ Ἱερουσαλὴμ πολιορκηθεῖσι
我向你們變臉降禍,要剪除猶大眾人。接著祂說,他們必被交付於饑荒和刀劍,全族滅亡,成為咒詛、滅亡、咒罵和羞辱,並要遭受與那在耶路撒冷被圍困之人所受的一樣的事。
I set My face against you for evil, to utterly destroy all Judah. Then He says that they will be handed over to famine and to the sword, and be destroyed with all their kindred, and become an oath and a perdition and a curse and a reproach, and will suffer the very same things as those besieged in Jerusalem.
1:2250
Τού των μέντοι οὐδεὶς διαφεύξεται, οὐδὲ εἰς τὴν Ἰου δαίαν ἐπανήξει γῆν. Ἀλλὰ τούτων οὐδὲν τοὺς ἀθλίους, καὶ τρισαθλίους ἐξεδειμάτωσεν ἄνδρας
然而其中無一人得逃脫,也無一人得返回猶大地。可是這一切都未能使那些可悲、極其可悲的人心生恐懼。
Of these, however, none shall escape, nor return to the land of Judea. Yet none of these things struck terror into those wretched—thrice-wretched—men.
1:2251
Ἀλλ' ἄντικρυς ἐβόων πάντες, καὶ ἄνδρες, καὶ γυ ναῖκες, διαφερόντως δὲ οἱ Βαβυλώνιοι, ὅτι
他們反倒公然一齊喊叫,男人和女人—尤其是那些巴比倫人—都說:
But outright they all cried aloud, both men and women, and especially the Babylonians, saying that:
1:2252
Τῶν σῶν οὐκ ἀνεχόμεθα λόγων. Τὸ δὲ τούτου χαλε πώτερον, ὅτι καὶ θείους τούτους νομίζοντες, ἀντέλε γον προφανῶς
我們不容忍你的話。而比這更嚴重的是,他們竟明知這些話是出於神的,卻仍公然頂撞:
We will not endure your words. And what was more grievous than this, that even reckoning these as divine, they openly contradicted:
1:2253
Τὸν λόγον γὰρ, φησὶν, ὃν ἐλάλησας πρὸς ἡμᾶς τῷ ὀνόματι Κυρίου, οὐκ ἀκουσόμεθά σου
他說:至於你奉主的名向我們所說的話,我們必不聽從你。
For as for the word, he says, which you have spoken to us in the name of the Lord, we will not hearken to you.
1:2254
Ὅτι ποιοῦντες ποιήσομεν πάντα λόγον, ὃς ἐξελεύσεται ἐκ τοῦ στόματος ἡμῶν, θυμιᾷν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ σπένδειν αὐτῇ σπον δὰς, καθὰ ἐποιήσαμεν ἡμεῖς, καὶ πατέρες ἡμῶν καὶ οἱ βασιλεῖς ἡμῶν, καὶ οἱ ἄρχοντες ἡμῶν, ἐν πόλεσιν Ἰούδα, καὶ ἐν διόδοις Ἱερουσαλήμ
我們定要成就我們口中所出的一切話,向天后燒香、澆奠祭酒,正如我們和我們的列祖、君王、首領從前在猶大城邑和耶路撒冷街市上所行的一樣。
But we will surely do everything that goes forth out of our mouth, to burn incense to the queen of heaven and to pour out drink offerings to her, just as we and our fathers and our kings and our princes did in the cities of Judah and in the streets of Jerusalem.
1:2255
Βασίλισσαν οὐρανοῦ τὴν Ἀφροδίτην καλοῦσι, καὶ οἱ Ἕλληνες αὐτὴν Οὐρανίαν προσαγορεύουσι
他們所稱的「天后」是指亞弗羅底忒(愛神),希臘人也稱她為「烏拉尼亞」(天上的)。
By 'queen of heaven' they mean Aphrodite, whom the Greeks also address as Urania (the Heavenly One).
1:2256
Ταῦτα δὲ, φησὶ, ποιοῦντες, εἰς κόρον ἀπελαύσαμεν τῶν ἀγαθῶν·
他們說:我們行這些事的時候,就飽享福樂。
Doing these things, they say, we enjoyed good things to the full.
1:2257
τὴν δὲ ταύτης θεραπείαν καταλιπόντες, καὶ πολέμῳ, καὶ λιμῷ παρεδόθημεν
但我們一離棄了對她的敬拜,就被交付於刀兵和饑荒。
But when we forsook her worship, we were handed over both to war and to famine.
1:2258
Εἶτα αἱ γυναῖκες ἀναιδέστερον ἐβόων·
接著那些婦女更加恬不知恥地喊叫說:
Then the women, still more shamelessly, cried out:
1:2259
Ὅτι εἰ ἡμεῖς ἐθύομεν τῇ βασιλίσσῃ τοῦ οὐρανοῦ, καὶ ἐσπένδομεν αὐτῇ σπονδὰς, μὴ ἄνευ τῶν ἀνδρῶν ἡμῶν ἐποιήσαμεν αὐτῇ χαυῶνας, καὶ ἐσπείσαμεν αὐτῇ σπονδάς; Ἀσεβὲς μὲν τὸ γεγενημένον, ἀληθὲς δὲ τὸ εἰρημένον·
我們若向天后燒香、澆奠祭酒,難道是背著我們的丈夫給她作供餅、澆奠祭酒麼?所行的雖是不虔敬,所說的卻是實情。
For if we sacrificed to the queen of heaven and poured out drink offerings to her, did we make her cakes and pour out drink offerings to her apart from our husbands? The deed was impious, but the saying was true.
1:2260
καίουσι πῦρ, καὶ αἱ γυναῖκες αὐτῶν τρίβουσι στέαρ, τοῦ ποιῆσαι χαυῶνας τῇ στρατιᾷ τοῦ οὐρανοῦ
他們點火,他們的婦女摶麵油,要為天上的萬象作供餅。
They kindle fire, and their women knead fat, to make cakes for the host of heaven.
1:2261
Τῆς γὰρ τοῦ νόμου παρα βάσεως οὗτοι καρποί·
因為這些正是干犯律法所結的果子。
For these are the fruits of the transgression of the Law.
1:2262
ὑμεῖς δὲ καὶ τούτους θεώμενοι περὶ τὴν πλάνην μεμήνατε
然而你們,甚至親眼看見這些人,卻仍為那同樣的迷惑而癲狂。
But you, even seeing these people, have gone mad after the same error.
1:2263
Ἐμμείνατε τοίνυν ταῖς ὁμολογίαις ὑμῶν, καὶ ποιοῦντες ποιήσατε τὰς εὐχὰς ὑμῶν
那麼,就堅守你們的約定,切實還你們所許的願吧。
Abide, then, by your covenants, and surely perform your vows.
1:2264
(κϛʹ.) Πλὴν ἀκούσατε τὸν λόγον Κυρίου·
(第二十六節)雖然如此,你們要聽主的話:
(v. 26) Nevertheless, hear the word of the Lord:
1:2265
Ἰδοὺ ἐγὼ τῷ ὀνόματί μου τῷ μεγάλῳ, εἶπε Κύριος ὁ Θεὸς, ἐὰν γένηται ἔτι ὄνομά μου καλούμε νον ἐν τῷ στόματι παντὸς Ἰουδαίου λέγον. τος, Ζῇ Κύριος, ἐν ὅλῃ γῇ Αἰγύπτου
主神說:看哪,我指著我的大名起誓,在埃及全地,我的名必不再被任何猶大人的口所稱呼,說:「我指著永生的主起誓。」
Behold, I have sworn by My great name, says the Lord God, that My name shall no more be invoked in the mouth of any man of Judah, saying, 'As the Lord lives,' in all the land of Egypt.
1:2266
Πάλιν ἔδειξεν ὁ ὅρκος, ὡς οὐδὲν ὀμωμοκὼς ὑπερκείμενον ἔχει·
這誓言再次顯明,那起誓的既是至高,就沒有比祂自己更高的可指著起誓。
Again the oath showed that He who swore has nothing superior to Himself.
1:2267
ἀπειλεῖ δὲ τοῖς ἐν Αἰγύπτῳ διάγουσιν Ἰου δαίοις πανωλεθρίαν·
祂並向那些住在埃及的猶大人宣告徹底的毀滅。
And He threatens utter destruction upon the Jews who dwell in Egypt.
1:2268
τοῦτο γὰρ διὰ τῶν εἰρημένων δεδήλωκε·
因為祂已藉著所說的這些話把這事顯明了。
For this He has made plain through the words that have been spoken.
1:2269
Ἀπειλεῖ γὰρ αὐ τοῖς καὶ λιμὸν καὶ ῥομφαίαν, καὶ τοῖς ταῦτα διαφεύ γουσι μετανάστασιν
祂向他們宣告饑荒與刀劍,並且對那些逃過這些的,則宣告被擄遷徙。
For He threatens them with both famine and the sword, and, for those who escape these, with removal into exile.
1:2270
Καὶ γνώσονται πάντες οἱ κατάλοιποι Ἰουδαῖοι, οἱ παροικοῦντες ἐν γῇ Αἰ γύπτῳ, τίνος λόγος ἐμμένει, ὁ ἐμὸς ἢ ὁ αὐτῶν
所有寄居在埃及地的猶大餘民必知道,究竟是誰的話存立,是我的,還是他們的。
And all the remnant of the Jews who sojourn in the land of Egypt shall know whose word abides, Mine or theirs.
1:2271
Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον, φησὶ Κύριος, ὅτι ἐπισκέψομαι ἐγὼ ἐφ' ὑμᾶς ἐν τῷ τόπῳ τούτῳ εἰς κακὰ, ὅπως γνῶτε, ὅτι στάσει στήσον ται οἱ λόγοι μου ἐφ' ὑμᾶς εἰς κακά
主說:這就是給你們的兆頭,我必在這地方降禍懲罰你們,好叫你們知道我攻擊你們降禍的話必然堅立。
And this shall be the sign to you, says the Lord, that I will visit you in this place for evil, so that you may know that My words shall surely stand against you for evil.
1:2272
Ἡ τῶν πρα γμάτων ἔκβασις δείξει τὴν τῶν λόγων ἀλήθειαν
事情的結局必顯明這些話的真實。
The outcome of events will show the truth of the words.
1:2273
Ὥσπερ γὰρ τὸν Σεδεκίαν παρέδωκα τῷ τῶν Βα βυλωνίων βασιλεῖ·
正如我把西底家交付於巴比倫王,
For just as I delivered up Zedekiah to the king of the Babylonians,
1:2274
οὕτω τὸν Φαραὼ Οὐαφρῆ, πρὸς ὃν ὑμεῖς καταφεύγετε, παραδώσω τῷ Ναβουχοδόνο σορ·
照樣,我也必把你們所投奔的法老合弗拉交付於尼布甲尼撒。
so will I deliver up Pharaoh Hophra, to whom you flee for refuge, into the hand of Nebuchadnezzar.
1:2275
Οὐαφρῆ δὲ καλεῖ τὸν Φαραὼ, διδάσκων, ὡς τοῦτο μὲν εἶχε κύριον ὄνομα, τὸ δέ γε Φαραὼ τῆς βασιλείας δηλωτικόν
祂稱法老為「合弗拉」,藉此教導人:這乃是他的本名,而「法老」則是表明王位的稱號。
He calls Pharaoh 'Hophra,' teaching that this was his proper personal name, while 'Pharaoh' is indicative of the kingship.
1:2276
Οὕτω καὶ τοὺς ἡμετέρους ὀνομά ζομεν βασιλέας, Τιβέριος Καῖσαρ, καὶ Κλαύδιος Καῖ σαρ·
我們稱呼自己的君王也是如此:提比留該撒、革老丟該撒。
So too we name our own emperors: Tiberius Caesar and Claudius Caesar.
1:2277
καὶ ἔστι τὸ μὲν κύριον, τὸ δὲ τῆς βασιλείας ἴδιον
其中一個是本名,另一個則是屬於王位的稱號。
And the one is the proper name, while the other belongs to the kingship.
1:2278
Οὕτω ταύτην τὴν ἱστορίαν συμπεπλεγμένην συμ περάνας προφητείαν, πρεσβυτέρας ἀναμιμνήσκει προῤῥήσεως, ἣν ἐν ταῖς ἡμέραις Ἰωακεὶμ εἰπεῖν τῷ Βαροὺχ προσετάχθη
先知既如此結束了這篇與敘事交織的預言,便回想起一個更早的預言,就是在約雅敬的日子裡他奉命對巴錄所說的話。
Having thus brought to a close this prophecy interwoven with narrative, he recalls an earlier prediction, which in the days of Jehoiakim he was commanded to speak to Baruch.
1:2279
Εἶπε Κύριος ὁ Θεὸς Ἰσραήλ·
以色列的主神如此說:
Thus said the Lord God of Israel:
1:2280
ὅτι προσέθηκε Κύριος πόνον ἐπὶ κόπον μου
因為主使我在勞苦上又加上憂傷。
For the Lord has added grief upon my toil.
1:2281
Ἐκοιμήθην ἐν στεναγμοῖς, καὶ ἀνάπαυσιν οὐχ εὗρον
我在唉哼中躺臥,卻尋不著安歇。
I have fallen asleep amid groanings, and found no rest.
1:2282
Οὕτως εἶπε Κύριος, Ἰδοὺ ἐγὼ ᾠκοδόμησα, ἐγὼ καθ ελῶ καὶ οὓς ἐφύτευσα, ἐγὼ ἐκτιλῶ·
主如此說:看哪,我所建立的,我必拆毀;我所栽植的,我必拔出;
Thus said the Lord: Behold, what I have built I will pull down, and what I have planted I will pluck up;
1:2283
καὶ σύμ πασαν τὴν γῆν ἐκείνην
並且是那全地。
and that too the whole of that land.
1:2284
Καὶ σὺ ζητεῖς σεαυτῷ μεγάλα; Μὴ ζήτει, ὅτι ἰδοὺ ἐγὼ ἐπάγω κακὰ ἐπὶ πᾶσαν σάρκα, λέγει Κύριος·
你還為自己圖謀大事麼?不要圖謀,因為看哪,主說,我必使災禍臨到凡有血氣的;
And do you seek great things for yourself? Seek them not, for behold, I am bringing evils upon all flesh, says the Lord;
1:2285
καὶ δώσω τὴν ψυχήν σου εἰς εὕρημα, ἐν παντὶ τόπῳ οὗ ἐὰν βα. δίσῃ ἐκεῖ
但你無論往何處去,我必使你得以保全性命,如同奪得掠物一般。
but I will give your life to you as a prize, in every place wherever you may go.
1:2286
τὸν δὲ βίον τὸν ὀδύνης μεστὸν φέρειν γενναίως παρεγγυᾷ
他又囑咐巴錄要剛毅地擔當這充滿痛苦的一生。
And he charges him to bear nobly a life full of grief.
1:2287
Εἰ γὰρ ἅπαντα, φησὶ, τὸν λαὸν, ὃν ἐξήγαγον ἐξ Αἰ γύπτου, ἐφύτευσα δὲ ἐν τῇ γῇ ταύτῃ, ἀνασπῶ νῦν, καὶ ἐκκόπτω, καὶ τοσαύταις παραδίδωμι τιμωρίαις, σὺ ἀλύεις, ὅτι μὴ μόνος ἐν εὐθυμίᾳ διάγεις; ἀλλ' οὐ χρή σε τοῦτο δρᾷν·
祂說:我從埃及領出來、栽植在這地的全體百姓,我如今尚且拔出、剪除、交付於這許多刑罰;你豈可因自己不能獨自度日安逸而煩惱麼?你實在不當如此;
For if, He says, all the people whom I brought out of Egypt and planted in this land, I now uproot and cut off and hand over to so many punishments, are you distressed that you alone do not pass your days in cheerfulness? But you ought not to do this;
1:2288
ἐγὼ δὲ ὅμως φροντιῶ σου, καὶ τούτοις ἐπάγων τὴν τιμωρίαν, σοὶ προσοίσω παρα ψυχήν·
我卻仍要眷顧你,甚至在向這些人施行刑罰之時,也要賜給你安慰;
yet I will nonetheless care for you, and even while bringing punishment upon these, I will bring you consolation;
1:2289
καὶ ἔνθα ἂν διάγῃς, τῆς παρ' ἐμοῦ τεύξῃ κηδεμονίας
你無論寄居何處,都必得著出於我的看顧眷佑。
and wherever you may sojourn, you shall obtain My protecting care.
1:2290
Προσήκει τοίνυν ἡμᾶς ταῦτα μεμαθη κότας, μὴ δυσχεραίνειν, ὅταν ἡμῖν προσβάλλῃ τι λυπηρὸν, ἀλλ' αἰτεῖν μὲν παρὰ τοῦ Θεοῦ τὰ βελτίω, φέρειν δὲ τὰ παρόντα·
所以我們既已明白這些道理,就當在有患難臨到我們時不埋怨,反倒向神祈求那更美的事,並且擔當眼前的境遇;
It befits us, therefore, having learned these things, not to be resentful when anything grievous befalls us, but to ask of God the better things, and to bear the things at hand;
1:2291
ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ἡμᾶς ὑπενεγκεῖν·
因為祂必在試煉之外,也開一條出路,叫我們能夠承受得住;
for He will, together with the temptation, also make the way of escape, that we may be able to endure it;
1:2292
ᾧ πρέπει δόξα καὶ μεγαλοπρέπεια, σὺν τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, καὶ τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願榮耀和威嚴歸與祂,並歸與祂的獨生子和至聖的聖靈,從今直到永永遠遠。阿們。
to whom belong glory and majesty, together with His only-begotten Son and the all-holy Spirit, now and ever, and unto the ages of ages. Amen.
1:2293
Ὁ λόγος ὁ γενόμενος παρὰ Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην ἐπὶ πάντα τὰ ἔθνη
耶和華的話臨到先知耶利米,攻擊列國。
The word that came from the Lord to Jeremiah the prophet against all the nations.
1:2294
Τὰ πρῶτα μέντοι περὶ τῆς Αἰγύπτου διέξεισι·
然而他首先論述關於埃及的事;
First, however, he treats of Egypt;
1:2295
διδάσκει δὲ καὶ τὸν τῆς προφητείας καιρόν·
他也指明這預言的時候;
and he also teaches the time of the prophecy;
1:2296
μετὰ γὰρ τὴν τοῦ Φαραὼ Νεχαὼ τελευτὴν ἡ πρόῤῥησις γίνεται·
因為這預言是在法老尼哥死後才發出的;
for the prediction comes after the death of Pharaoh Necho;
1:2297
οὗτος δὲ παρὰ τὸν Εὐφράτην ποταμὸν τὸν Ἰωσίαν ἀνεῖλεν·
這人曾在幼發拉底河畔殺了約西亞;
and this man had slain Josiah by the river Euphrates;
1:2298
ἀνῃρέθη δὲ καὶ αὐτὸς ὑπὸ τοῦ τῶν Βαβυλωνίων βασιλέως
而他自己後來也被巴比倫王所殺。
but he himself was also slain by the king of the Babylonians.
1:2299
Ἀναλάβετε ὅπλα, καὶ ἀσπίδας, καὶ προσαγάγετε εἰς πόλεμον
你們要拿起兵器和盾牌,前來爭戰。
Take up weapons and shields, and draw near to battle.
1:2300
Καὶ ἐπισάξατε ἵππους, ἐπίβητε ἱππεῖς, κατάστητε ἐν ταῖς περι κεφαλαίαις ὑμῶν, προβάλλετε δόρατα, καὶ ἐν δύσασθε θώρακας ὑμῶν
要備馬套車,騎兵哪,你們要上馬;要戴上頭盔站住,挺起槍矛,穿上鎧甲。
And saddle the horses; mount, you horsemen; take your stand in your helmets; hold forth the spears, and put on your breastplates.
1:2301
Ἐπειδὴ τούτοις ἐθάῤ ῥουν, ἱππικῇ τε ἐμπειρίᾳ, καὶ πανοπλίᾳ, τούτοις κε χρῆσθαι παρακελεύεται, διδάσκων ὡς ἀνόνητα ταῦτα
因為他們倚仗這些—騎兵的本領和全副的軍裝—所以祂便命令他們去使用這些,藉此教導人:這一切都是徒然無益的。
Since they took courage in these—in cavalry skill and in full armament—He bids them make use of these things, teaching that they are of no avail.
1:2302
Φυγῇ ἔφυγον, καὶ οὐκ ἀνέστρεψαν περιεχόμε νοι κυκλόθεν, λέγει Κύριος
主說:他們奔逃潰散,並不回轉,四面被圍困。
In flight they fled, and did not turn back, being hemmed in round about, says the Lord.
1:2303
Μὴ φευγέτω ὁ κοῦφος, καὶ μὴ ἀνασωζέσθω ὁ ἰσχυρὸς ἐπὶ βοῤῥᾶν·
捷足的不能逃跑,勇士也不能向北方脫身;
Let not the swift flee, and let not the mighty escape to the north;
1:2304
τὰ πρὸς Εὐφράτην ἠσθέ νησαν, καὶ πεπτώκασιν
他們在幼發拉底河那邊絆跌仆倒了。
toward the Euphrates they grew weak and have fallen.
1:2305
Ἔπειτα τῆς προτέρας εὐπραξίας ἀναμιμνήσκει·
接著祂提醒他們回想從前的興盛:
Then He reminds them of their former prosperity:
1:2306
Τίς οὗτος ὡς ποταμὸς ἀναβήσεται, καὶ ὡς ποταμοὶ κυμαίνει τὰ ὕδατα αὐτοῦ, Αἴγυ πτος ὡς ποταμὸς ἀναβαίνων, καὶ ὡς ποταμὸς ἐκταράσσει τὰ ὕδατα αὑτῆς
這像大河漲溢的是誰呢?他的水如江河翻騰—就是那如尼羅河漲溢、如江河使水翻騰的埃及。
Who is this that comes up as a river, and as rivers his waters surge—Egypt that comes up like a river, and like a river stirs up her waters?
1:2307
Ἐπιδείκνυσι δὲ αὐτῆς καὶ τοὺς ἀλαζονικοὺς λόγους
祂也把她那些狂傲的話揭示出來。
And He displays her boastful words as well.
1:2308
Καὶ εἶπεν, Ἀναβήσομαι, καὶ κατακαλύψω γῆν, καὶ ἀπολῶ πόλιν, καὶ τοὺς κατοικοῦντας ἐν αὐτῇ. Καὶ διδά σκων, ὡς οὐ συμβαίνει τὰ πράγματα τῇ φαντασίᾳ τῶν λογισμῶν, εἰρωνικῶς φησιν·
她說:「我要上去遮蓋大地,我要毀滅城邑和其中的居民。」祂藉此教導人:事情的結局並不合乎他們心思的妄想,便諷刺地說:
And she said, 'I will go up, and I will cover the earth, and I will destroy the city and those who dwell in it.' And, teaching that events do not correspond to the fancy of their reasonings, He says ironically:
1:2309
Ἐπίβητε ἐπὶ τοὺς ἵππους, παρασκευάσατε τὰ ἅρματα, ἐξέλθετε, οἱ μαχηταί
你們要上馬,套車前進,出去吧,勇士們。
Mount upon the horses, make ready the chariots, go forth, you warriors.
1:2310
Λέγει δὲ τῶν Αἰγυπτίων τοὺς ἐπικούρους
祂所說的「勇士們」是指埃及人的僱傭援兵。
By 'the warriors' He means the Egyptians' mercenary auxiliaries.
1:2311
Αἰθίοπες καὶ Λίβυες καθωπλισμένοι ὅπλοις, καὶ Λυδοὶ ἀνάβητε, ἐκτινά ξατε τόξον. Εἶτα διδάσκει ὡς τοῦ Θεοῦ νεύοντος καταλύεται τῶν Αἰγυπτίων τὸ θράσος
「衣索比亞人和利比亞人都披掛兵器,呂底亞人哪,上來拉弓吧。」接著他教導說,當神一頷首,埃及人的驕橫便被瓦解了。
'Ethiopians and Libyans armed with weapons, and you Lydians, come up, draw the bow.' Then he teaches that, at the nod of God, the boldness of the Egyptians is dissolved.
1:2312
Καὶ ἡ ἡμέρα ἐκείνη τῷ Κυρίῳ τῷ Θεῷ ἡμῶν ἡμέρα ἐκδικήσεως, τοῦ ἐκδικῆσαι τοὺς ἐχθροὺς αὑτοῦ·
「那日是屬於主我們神的,是報仇的日子,要向祂的仇敵報仇;」
'And that day shall be to the Lord our God a day of vengeance, to take vengeance on His enemies;'
1:2313
καὶ καταφάγεται ἡ μάχαιρά μου κρέατα, καὶ ἐμπλησθήσεται, καὶ μεθυσθήσεται ἀπὸ τοῦ αἵματος αὐτῶν
「我的刀必吞吃肉,並且飽足,且因他們的血而沉醉。」
'and My sword shall devour flesh, and shall be filled, and made drunk with their blood.'
1:2314
Ὅτι θυσία τῷ Κυρίῳ Σαβαὼθ ἀπὸ γῆς βοῤῥᾶ ἐπὶ ποταμῷ Εὐφράτῃ. Ἐπειδὴ δίκας τῆς ἀσεβείας ἔδωκαν οἱ Αἰγύπτιοι καὶ τοῦ Θεοῦ βουληθέντος ἀνῃρέθησαν, διὰ τοῦτο θυσίαν κέκληκε τὴν ἐκείνων σφαγήν
「因為這是獻給萬軍之主的祭,來自北方之地,在幼發拉底河邊。」既然埃及人為他們的不敬虔付上了代價,並照神的旨意被除滅,正因如此,祂便把他們的被殺稱為祭。
'For it is a sacrifice to the Lord of Sabaoth from the land of the north, upon the river Euphrates.' Since the Egyptians paid the penalty for their impiety and were destroyed at God's will, for this reason He has called that slaughter of theirs a sacrifice.
1:2315
Ἀνάβηθι Γαλαὰδ, καὶ λάβε ῥητίνην παρ θένῳ θυγατρὶ Αἰγύπτου
「基列啊,上去取乳香吧,埃及的處女女兒。」
'Go up to Gilead, and take balm, O virgin daughter of Egypt.'
1:2316
Καὶ οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ ῥητίνην καὶ στακτὴν ἀπεκόμισαν εἰς τὴν Αἴγυπτον
約瑟的弟兄們曾把乳香和沒藥運下埃及去。
And the brothers of Joseph carried off balm and stacte down into Egypt.
1:2317
Ἡ δὲ ῥητίνη δένδρων ἐστὶ δάκρυον εἰς φάρμακα ἐπιτήδειον·
乳香乃是樹木的汁液,很適合用作藥物;
Now balm is the sap of trees, well suited for medicines;
1:2318
γεωργεῖ δὲ μάλιστα ταύτην ἡ Γαλαάδ·
而基列尤其盛產這物。
and Gilead in particular cultivates it.
1:2319
εἴρηκε δὲ ταῦτα κατ' εἰρωνείαν, δεικνὺς τὸ τοῦ πά θους ἀνήκεστον
他說這些話乃是帶著反諷,藉此顯明這災禍的無可救藥。
He has said these things by way of irony, showing the incurable nature of the calamity.
1:2320
Τοῦτο γὰρ δηλοῖ καὶ τὰ ἑξῆς
因為接下來的話也把這點說明了。
For what follows also makes this plain.
1:2321
Εἰς κενὸν ἐπλήθυνας ἰάματά σου·
「你徒然增添你的醫治;」
'In vain you have multiplied your remedies;'
1:2322
ὠφέλεια οὐκ ἔστιν ἐν σοί. Καὶ δεικνὺς τὸ μέγεθος τῆς πληγῆς, ἐπ ήγαγεν·
「在你身上並無益處。」他又為顯明這打擊之大,接著說:
'there is no healing for you.' And, showing the magnitude of the blow, he added:
1:2323
Ἤκουσαν ἔθνη φωνῆς σου, καὶ τῆς κραυ γῆς σου ἐπλήσθη ἡ γῆ, ὅτι μαχητὴς πρὸς μα χητὴν ἠσθένησεν·
「列國聽見了你的聲音,遍地滿了你的哀號,因為勇士與勇士相碰而力竭;」
'The nations have heard your voice, and the earth has been filled with your cry, for warrior has grown weak against warrior;'
1:2324
ἐπὶ τὸ αὐτὸ ἔπεσαν ἀμφό τεροι
「二者一同仆倒了。」
'both have fallen together.'
1:2325
Προηγόρευκε διὰ τούτων καὶ τὴν ἐσομένην τῶν νενικηκότων κατάλυσιν
他藉這些話也預言了得勝者將來的傾覆。
Through these words he has foretold also the coming overthrow of the victors.
1:2326
Ταῦτα μενοῦν περὶ τῆς. προτέρας ἥττης προεθέσπισεν ὁ προφήτης
那麼,先知說這些乃是預言那先前的敗績。
These things, then, the prophet prophesied concerning the former defeat.
1:2327
Ἐν δὲ τοῖς ἑξῆς προλέγει τὴν εἰς Αἴγυπτον Ναβουχοδονόσορ στρατιὰν, καὶ παρεγγυᾷ μηνυθῆναι τὴν πρόῤῥη σιν τῇ Μαγδώλῳ, καὶ τῇ Μέμφει, καὶ τῇ Ταφνὰς, καὶ μέντοι καὶ πάσῃ τῇ Αἰγυπτίων βασιλείᾳ, καί φησιν·
但在接下來的經文中,他預告尼布甲尼撒對埃及的征伐,並吩咐要把這預言宣告給密奪、挪弗、答比匿,甚至傳給埃及全國;他說:
But in what follows he foretells the campaign of Nebuchadnezzar against Egypt, and enjoins that the prediction be announced to Migdol, and to Memphis, and to Tahpanhes, and indeed to the whole kingdom of the Egyptians; and he says:
1:2328
Ἐπίστηθι, καὶ ἑτοίμασον σεαυτὴν, ὅτι κατέφαγεν ἡ μάχαιρα τὴν σμίλακά σου. Ὁ Σύ ρος τὴν σμίλακα, τὰ ἐν κύκλῳ σου ἡρμήνευσε·
「站起來,預備你自己,因為刀已吞吃了你的旋花草。」敘利亞譯本把「旋花草」譯作「你四圍的一切」;
'Stand and prepare yourself, for the sword has devoured your bindweed.' The Syrian rendered 'the bindweed' as 'the things round about you;'
1:2329
ταυτὸ δὲ τοῦτο καὶ ἡ σμίλαξ αἰνίττεται·
而這旋花草所暗示的也正是同一件事;
and this same thing the bindweed too hints at;
1:2330
τρο πικῶς τοίνυν τοὺς ἐπικούρους τῶν Αἰγυπτίων οὕτως ὠνόμασεν, ὧν τὴν ἧτταν καὶ τὴν φυγὴν προεθέ σπισε
所以他是用比喻這樣稱呼埃及人的盟友,並預言了他們的敗亡與逃遁。
so figuratively he named in this way the allies of the Egyptians, whose defeat and flight he foretold.
1:2331
Μόσχον ἐκλεκτὸν τὸν Ἄπιν λέγει·
他所說的「精選的牛犢」是指阿庇斯;
By 'the choice calf' he means Apis;
1:2332
βοῦς δὲ ἦν οὗτος, παρ' αὐτῶν τρεφόμε νος καὶ προσκυνούμενος·
因為這是一頭公牛,由他們飼養並敬拜;
for this was an ox, reared and worshipped by them;
1:2333
διδάσκει τοίνυν ὁ προφητι κὸς λόγος τὴν αἰτίαν τῆς ἥττης·
所以先知之言教導了敗績的緣由;
so the prophetic word teaches the cause of the defeat;
1:2334
μόσχον γὰρ θεο ποιοῦντες, καὶ τούτῳ θαῤῥοῦντες, ἐπικουρίας οὐκ ἔτυχον
因為他們把牛犢當作神,並倚靠牠,卻得不著任何幫助。
for making a calf into a god, and putting their confidence in it, they obtained no help.
1:2335
Ὅτι Κύριος παρέλυσεν αὐτόν. Τουτ έστι τὸν μόσχον
「因為主已使牠癱軟。」就是指那牛犢。
'Because the Lord has weakened him.' That is, the calf.
1:2336
Παρέλυσε δὲ καὶ τὸν ἐν ἐκείνῳ ἐνεργοῦντα, καὶ τοὺς ἀνθρώπους πλανῶντα
祂也使那在牠裡面運作、迷惑世人的(邪靈)癱軟。
And He also weakened the one working in it, and deceiving men.
1:2337
Καὶ τὸ πλῆθός σου ἠσθένησε, καὶ ἔπεσε
「你的群眾也力衰仆倒了。」
'And your multitude has grown weak and fallen.'
1:2338
Λέγει δὲ καὶ τὴν ἐπισκήψασαν αὐτοῖς δειλίαν, καὶ ὅτι ἀλλήλους προέτρεπον εἰς φυγὴν, δεδιότες τοὺς πολεμίους, καὶ τοὺς ἐκείνων ἐπικούρους
他也述說臨到他們的膽怯,以及他們如何彼此催促逃跑,懼怕仇敵和他們的援兵。
He speaks also of the cowardice that fell upon them, and how they urged one another to flight, fearing the enemies and their allies.
1:2339
Ἀναστῶ μεν γὰρ, φησὶ, καὶ ἀποστρέψωμεν εἰς τὸν λαὸν ἡμῶν, καὶ εἰς τὴν πατρίδα ἡμῶν, ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς. Εἰκὸς μὲν καί τινας τῶν Ἑλλήνων τῷ Βαβυλωνίων βασιλεῖ συστρατεῦσαι·
他說:「我們起來,回到我們的百姓那裡,回到我們的故鄉,躲避希臘人的刀劍吧。」有些希臘人很可能也與巴比倫王一同出征;
'For let us arise,' he says, 'and return to our people, and to our fatherland, from before the Greek sword.' It is likely that some of the Greeks also fought together with the king of the Babylonians;
1:2340
ἡγοῦμαι δὲ, ὅτι κατ' αὐτὸν καὶ τῶν Μακεδόνων προλέγει τὴν δυναστείαν·
但我認為,在這裡他也預告了馬其頓人的統治;
but I think that in this passage he also foretells the dominion of the Macedonians;
1:2341
ὁ γὰρ Ἀλέξανδρος τῶν Αἰγυπτίων καταλύσας τὴν βασιλείαν Μακεδόσι δου λεύειν ἠνάγκασε
因為亞歷山大既傾覆了埃及的王國,就強迫他們臣服於馬其頓人。
for Alexander, having overthrown the kingdom of the Egyptians, forced them to be subject to the Macedonians.
1:2342
Καλέσατε τὸ ὄνομα Φαραὼ Νεχαὼ βα σιλέως Αἰγύπτου Σαὼν ἐεβεὶρ ἐμωήδ
「你們要稱埃及王法老尼哥的名為『掃安‧以西別‧以摩伊得』。」
'Call the name of Pharaoh Necho king of Egypt Saon Esebeir Emoed.'
1:2343
Ταῦτα δὲ ὁ Σύρος οὕτως ἡρμήνευσε·
但敘利亞譯本把這些話這樣譯出:
But the Syrian rendered these things thus:
1:2344
Καλέσατε τὸ ὄνομα αὐτοῦ, ταράττων, καὶ καιροὺς παραφέρων· πάλαι γὰρ ἰσχυρὰ ἦν τῶν Αἰγυπτίων ἡ βασιλεία, καὶ τὰ πελάζοντα διετάραττεν ἔθνη, καὶ πολλῶν εὐπραξίαν εἰς δυσπραγίαν μετέβαλε
「你們要稱他的名為『攪擾者、顛倒時勢者』;」因為古時埃及的王國強盛,屢屢攪擾鄰近的列國,把許多人的興旺變為衰敗。
'Call his name: he who troubles, and who overturns seasons;' for of old the kingdom of the Egyptians was mighty, and it kept troubling the neighbouring nations, and turned the prosperity of many into adversity.
1:2345
Ζῶ ἐγὼ, λέγει Κύριος ὁ Θεὸς, ὁ βασιλεὺς τῶν δυνάμεων ὄνομα αὐτῷ
「主神——名為萬軍之王的——說:我指著我的永生起誓。」
'As I live, says the Lord God, whose name is the King of hosts.'
1:2346
Καὶ τὸ ἀΐδιον αὐτοῦ καὶ τὸ δυνατὸν, κατὰ ταυτὸν ἡμᾶς ἐδίδαξεν
祂在同一句話中把祂的永恆與祂的大能一同教導了我們。
And His eternity and His power He taught us at one and the same time.
1:2347
Ὅτι ὥσπερ ἐστὶ τὸ Θαβὼρ ἐν τοῖς ὄρεσι, καὶ ὡς Κάρ μηλος ἐν τῇ θαλάσσῃ, οὕτως ἥξει. Ἀντὶ τοῦ, Μὴ. ἀμφιβάλῃς·
「因為正如他泊在眾山之中,又如迦密臨近海邊,他也必這樣來到。」這無異於說:你不要懷疑;
'For as Tabor is among the mountains, and as Carmel is by the sea, so shall he come.' This is as much as to say: Do not doubt;
1:2348
ὥσπερ γὰρ ἀναμφισβητήτως ὁμολογοῦσι πάντες, καὶ τὸ Θαβὼρ ὄρος εἶναι, καὶ τῇ θαλάσσῃ πελάζειν, καὶ τὸν Κάρμηλον·
因為正如眾人無可爭辯地都承認他泊是一座山,迦密也臨近海邊,
for just as all men indisputably agree both that Tabor is a mountain and that Carmel borders on the sea,
1:2349
οὕτως ἡ πρόῤῥησις ἔχει τὸ ἀληθές
這預言也照樣真確無誤。
so the prediction possesses its truth.
1:2350
Σκεύη ἀποικισμοῦ ποίησον σεαυτῇ, κατ οικοῦσα θύγατερ Αἰγύπτου·
「埃及的女兒,居住的民哪,你要為自己預備擄掠的器具;」
'Make yourself vessels of removal, O dweller, daughter of Egypt;'
1:2351
ἀντὶ τοῦ, εὐτρε πὴς εἰς αἰχμαλωσίαν γενοῦ·
就是說:預備好被擄去吧;
that is, get ready for captivity;
1:2352
λέγει δὲ καὶ τῆς βασι λευούσης πόλεως τὴν ἐρημίαν·
他也述說那作京都之城的荒涼;
and he speaks also of the desolation of the royal city;
1:2353
ἡ γὰρ Μέμφις κατ' ἐκεῖνον τὸν καιρὸν ἐγεγόνει πόλις βασιλική·
因為挪弗在那時已成了王都之城;
for Memphis at that time had become a royal city;
1:2354
καὶ τοῦτο ἡμᾶς ὁ θεσπέσιος Ἡσαΐας ἐδίδαξεν
這事乃是那蒙神啟示的以賽亞教導我們的。
and this the divine Isaiah taught us.
1:2355
Ἐξ- έλιπον γὰρ, φησὶν, οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώ θησαν οἱ ἄρχοντες Μέμφεως
他說:「因為瑣安的首領衰敗了,挪弗的首領高升了。」
'For the princes of Tanis have failed,' he says, 'and the princes of Memphis have been exalted.'
1:2356
Τὸ ἀδάμαστον αὐτῆς, καὶ ἀπειρόζυγον, καὶ τρυφη λὸν, διὰ τούτων δεδήλωκεν·
他藉這些話把她那難以馴服、未曾負軛、驕奢淫逸的性情顯明了;
Her untamable, unyoked, and luxurious character he has made plain through these words;
1:2357
καὶ τὴν πολλὴν αὐτῶν ἐλέγχων ἀσθένειαν, διδάσκει, ὡς καὶ λίαν ὀλίγων ἐπελθόντων πολεμίων οὐκ ἠδυνήθησαν ἀντισχεῖν
他又揭露他們極大的軟弱,教導說:即或只有極少的仇敵臨到,他們也無力抵擋。
and, exposing their great weakness, he teaches that even when very few enemies came upon them, they were unable to hold out.
1:2358
Ἀπόσπασμα ἀπὸ βοῤῥᾶ ἦλθεν ἐπ' αὐτήν. καʹ
「有一支從北方而來的軍旅臨到她身上。」(第二十一節)
'A dividing came from the north upon her.' [verse] 21
1:2359
Καὶ οἱ μισθωτοὶ αὐτῆς ἐν αὐτῇ, ὡς μόσχοι
「她所雇的兵在她中間,如同肥牛犢。」
'And her hired men are in her midst, like calves.'
1:2360
Τῶν ἐπικούρων δεδήλωκε τὴν ἀσθένειαν·
他把那些援兵的軟弱顯明了;
He has made plain the weakness of the allies;
1:2361
ὁ γὰρ σιτευτὸς μόσχος τὴν μὲν γῆν οὐκ ἐργάζεται, ὑπὸ δὲ ἄλλων ἐσθίεται·
因為肥養的牛犢不耕地,反被別人吃掉;
for the fatted calf does not till the earth, but is eaten by others;
1:2362
λέγει δὲ καὶ αὐτῶν τὴν φυ γήν
他也述說他們的逃遁。
and he speaks also of their flight.
1:2363
Ἀπεστράφησαν γὰρ, φησὶ, καὶ ἔφυγον ὁμοθυμαδόν·
他說:「他們都轉身,同心合意地逃跑了;」
'For they turned back,' he says, 'and fled with one accord;'
1:2364
οὐκ ἔστησαν. Ἐπάγει καὶ τὴν αἰτίαν·
「他們站立不住。」他又加上緣由:
'they did not stand.' He adds also the cause:
1:2365
Ὅτι ἡμέρα ἀπωλείας ἦλθεν ἐπ' αὐτοὺς, καὶ καιρὸς ἐκδικήσεως αὐτῶν. Ἔδει γὰρ αὐτοὺς δίκας δοῦ ναι τῆς ἀσεβείας·
「因為敗亡的日子臨到他們,就是他們遭報應的時候。」因為他們理當為自己的不敬虔付上代價。
'Because the day of destruction has come upon them, and the time of their vengeance.' For it was necessary that they should pay the penalty of their impiety.
1:2366
Φωνὴ αὐτῶν ὡς ὄφεως συρίζοντος
「他們的聲音好像蛇行嘶嘶作響。」
'Their voice is like that of a hissing serpent.'
1:2367
Τῶν δυσπραγούντων ἴδιον τὸ στένειν καὶ συρίττειν, καὶ ὑπὸ τῆς ἀθυμίας θερμαινόμενον ἐκφέρειν πνεῦμα
遭難之人的特徵,就是呻吟嘶叫,並因愁苦焦躁而喘出氣息。
It is characteristic of those in distress to groan and hiss, and, being heated by despondency, to give forth breath.
1:2368
Ὅτι ἐν ψάμμῳ πορεύσονται. Τὸ σαθρὸν αὐτῶν διὰ τούτων δεδήλωκε·
「因為他們必在沙土中行進。」他藉這些話把他們的朽壞顯明了;
'For they shall march in sand.' Their rottenness he has made plain through these words;
1:2369
καὶ γὰρ ὁ Κύριος τὸν ἀκούοντα τὸν λόγον αὐτοῦ, καὶ μὴ ποιοῦντα, παρέβαλεν ἀνδρὶ μωρῷ, ἐπὶ τῆς ψάμμου τὴν οἰκίαν οἰκοδομήσαντι
因為主也曾把那聽見祂的話卻不遵行的人,比作一個把房子蓋在沙土上的愚拙人。
for indeed the Lord likened the one who hears His word and does not do it to a foolish man who built his house upon the sand.
1:2370
Ἐν ἀξίναις ἥξουσιν ἐπ' αὐτὴν, ὡς κόπτοντες ξύλα. Εἶτα προστακτικῶς·
「他們必拿斧頭臨到她,如同砍柴的人。」接著用命令的語氣說:
'With axes they shall come upon her, like those who cut wood.' Then, in the imperative mood:
1:2371
Ἐκκόψατε τὸν δρυμὸν αὐτῆς, λέγει Κύ ριος ὁ Θεὸς, ὅτι οὐ μὴ ἱλασθῇ ὁ Θεὸς, ὅτι πληθύνει ὑπὲρ ἀκρίδα
「主神說:砍下她的樹林吧,因為神斷不會息怒,因為(她的樹林)多過蝗蟲。」
'Cut down her forest, says the Lord God, for God will by no means be propitiated, because it multiplies beyond the locust.'
1:2372
Κατῃσχύνθη θυγάτηρ Αἰγύπτου, παρεδόθη εἰς χεῖρας λαοῦ ἀπὸ βοῤῥᾶ, εἶπε Κύριος τῶν δυνάμεων, ὁ Θεὸς Ἰσραήλ
「埃及的女兒蒙羞了,被交在從北方而來之民的手中,萬軍之主、以色列的神如此說。」
'The daughter of Egypt has been put to shame, she has been delivered into the hands of a people from the north, says the Lord of hosts, the God of Israel.'
1:2373
Αἴγυπτον κατελθοῦσι προεθέσπισεν ὁ προ. φήτης, ὅτε καὶ τοὺς λίθους κατέκρυψεν ἐν τοῖς προ πυλαίοις τῶν βασιλείων κεʹ
先知向那些下到埃及去的人發出他的預言,那時他也把石頭藏在王宮的門口。(第二十五節)
The prophet uttered his prophecy to those who had gone down into Egypt, at the time when he also hid the stones in the entrances of the royal palace. [verse] 25
1:2374
Ἰδοὺ ἐκδικῶ ἐγὼ τὸν Ἀμμῶνα υἱὸν αὐτῆς
「看哪,我要向她的兒子亞捫報仇。」
'Behold, I take vengeance on Ammon her son.'
1:2375
ἀφ' οὗ καὶ χώρα Ἀμμωνιακὴ προσηγορεύθη·
那地也因他而被稱為亞捫之地;
from whom also the land was named Ammoniac;
1:2376
τούτῳ μέ γιστον κατεσκεύασαν τέμενος
他們為他建造了一座極大的神廟。
to him they built a very great sacred precinct.
1:2377
Υἱὸν δὲ αὐτῆς τὸν Ἀμμῶνα ὀνομάζει, ὡς παρ' αὐτῆς θεοποιηθέντα·
他稱亞捫為她的兒子,因為亞捫是被她奉為神的;
And he calls Ammon her son, as one deified by her;
1:2378
χειροποίητον γὰρ τὸ ἄγαλμα
因為那偶像是人手所造的。
for the idol was made by hands.
1:2379
Ἀπειλεῖ τοίνυν καὶ τὸν Ἀμμὼν τὸ εἴδωλον παραδώσειν Βαβυλωνίοις, καὶ μέντοι καὶ τοὺς ἄλλους αὐτῶν θεούς·
所以祂威嚇說,祂要把偶像亞捫交給巴比倫人,甚至把他們其餘的神也一併交出:
He therefore threatens that He will deliver up Ammon the idol to the Babylonians, and indeed their other gods as well:
1:2380
Καὶ ἐπὶ Φαραὼ, καὶ ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τοὺς θεοὺς αὐτῆς, καὶ ἐπὶ τοὺς βασιλεῖς αὐτῆς·
「並要懲罰法老、埃及、她的眾神和她的君王;」
'And upon Pharaoh, and upon Egypt, and upon her gods, and upon her kings;'
1:2381
καὶ ἐπὶ Φαραὼ καὶ ἐπὶ τοὺς πεποιθότας ἐπ' αὐτόν. Πάντων, φησὶ, κατὰ ταυτὸν περιγενήσονται οἱ πολέμιοι, καὶ τοῦ βασιλέως, καὶ τῶν ἀρχόντων, καὶ τῶν εἰδώλων, καὶ τῶν ἐπι κούρων·
又攻擊法老和那些倚靠他的人。他說,仇敵必同時勝過眾人:勝過君王、勝過首領、勝過偶像、勝過援兵。
And against Pharaoh and against those who trusted in him. All at once, he says, the enemies shall prevail over them all together: over the king, over the rulers, over the idols, and over the auxiliaries.
1:2382
παραδοθεῖσα μέντοι τῷ Βαβυλωνίων βασι λεῖ, τὴν προτέραν ἀνακτήσεται δυναστείαν
然而她被交在巴比倫王手中之後,必再恢復她先前的統治權。
Yet after she has been handed over to the king of the Babylonians, she shall recover her former dominion.
1:2383
Μετὰ ταῦτα γὰρ, φησὶν, ἠρεμήσει κατὰ τὰς ἡμέρας τὰς ἔμπροσθεν, λέγει Κύριος
他說,此後她必安息,如同從前的日子,這是耶和華說的。
For after these things, he says, she shall be at rest as in the days of old, says the Lord.
1:2384
Μετὰ ταῦτα καὶ τῷ Ἰσραὴλ τὰ θυμήρη προλέγει, καὶ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον προθεσπίζει
此後他也向以色列預告令人歡喜之事,並預言從巴比倫歸回。
After this he foretells to Israel also things that will bring gladness, and prophesies the return from Babylon.
1:2385
Προαγορεύει δὲ καὶ τῶν Βαβυλωνίων τὸν ὄλεθρον
他也預先宣告巴比倫人的毀滅。
He also announces beforehand the destruction of the Babylonians.
1:2386
Καὶ σὺ γὰρ, φησὶ, μὴ φοβοῦ, παῖς μου Ἰα κὼβ, λέγει Κύριος, ὅτι μετὰ σοῦ εἰμὶ ἐγώ·
他說,我的僕人雅各啊,你也不要懼怕,這是耶和華說的,因為我與你同在。
For you too, he says, do not fear, my servant Jacob, says the Lord, for I am with you.
1:2387
ὅτι ποιήσω συντέλειαν ἐν παντὶ ἔθνει, εἰς ὃ εἰσ άξω σε ἐκεῖ
因為我要在我所趕你去的各國中施行滅絕。
For I will make a full end of every nation into which I have driven you there.
1:2388
Σὲ δὲ οὐ μὴ ποιήσω ἐκλιπεῖν, καὶ παιδεύσω σε εἰς κρῖμα, καὶ ἀθῶον οὐκ ἀθωώσω σε
但你,我絕不使你滅絕;我要按公義管教你,卻絕不以你為無罪。
But you I will by no means make to fail; I will chasten you with judgment, and I will by no means hold you guiltless.
1:2389
Ἰατρικήν σοι παιδείαν ἀνάξω·
我要施行醫治性的管教在你身上。
I will bring upon you a healing discipline.
1:2390
τοῦτο γὰρ λέ γει, παιδεύσω σε εἰς κρῖμα, καὶ ἀδέκαστον οὐκ ἐάσω. Τοῦτο γὰρ δηλοῖ, Καὶ ἀθῶον οὐκ ἀθωώσω σε. ΚΕΦΑΛΑΙΟΝ ΜΖʹ
因為「我要按公義管教你,並不放你為無罪」正是這個意思。「我絕不以你為無罪」所指明的正是如此。第四十七章
For this is what he means by 'I will chasten you with judgment, and I will not leave you unpunished.' For this is what is signified by 'And I will by no means hold you guiltless.'
1:2391
Ἐντεῦθεν ἐπὶ τοὺς ἀλλοφύλους μεταφέρει τὴν προ φητείαν·
從這裡起,他將預言轉向那些外邦人(非利士人)。
From here he transfers the prophecy to the foreigners (Philistines).
1:2392
ἀλλοφύλους δὲ καλεῖ τοὺς τὴν Ἀσκάλωνα, καὶ τὴν Γάζαν, καὶ τὴν Ἄζωτον, καὶ τὴν Γὲθ, καὶ τὴν Ἄκκαρον οἰκοῦντας
他所稱的「外邦人」是指那些住在亞實基倫、迦薩、亞實突、迦特和以革倫的人。
By 'foreigners' he means those who dwell in Ashkelon, Gaza, Azotus, Gath, and Ekron.
1:2393
Λέγει δὲ γεγενῆσθαι τὴν πρόῤῥησιν πρὸ τοῦ πατάξαι Φαραὼ τὴν Γάζαν, καὶ ἀπεικάζει χειμάῤῥῳ πλημμυροῦντι τῶν Βαβυλω νίων τὴν στρατιάν·
他說這預言是在法老攻擊迦薩之前發出的,並將巴比倫人的軍隊比作氾濫的急流。
He says that the prediction was made before Pharaoh struck Gaza, and he likens the army of the Babylonians to a torrent overflowing.
1:2394
ὑπὸ δὲ τούτου κατακλυζομένας τὰς πόλεις, καὶ διαφθειρομένους τοὺς ἐνοικοῦντας, καὶ ὀλολυγῇ χρωμένους, καὶ οὐδὲ τῶν ὅπλων καὶ τῶν ἁρμάτων τὸν κτύπον φέρειν ἀνεχομένους·
諸城被這急流淹沒,居民被毀滅,發出哀號,甚至連兵器和戰車的響聲也承受不住。
By this the cities are flooded over, and the inhabitants destroyed, uttering a wailing cry, and unable to endure even the din of the weapons and the chariots.
1:2395
διδάσκει δὲ, ὅτι καὶ τῆς φύσεως διὰ τὸ δέος ἐπελάθοντο πατέ ρες, καὶ τῶν υἱῶν ἠμέλησαν
他教導說,因著這恐懼,作父親的甚至忘記了本性,撇下自己的兒女。
He teaches that, because of their terror, fathers even forgot nature itself and neglected their sons.
1:2396
Οὐκ ἐπέστρεψαν γὰρ, φησὶ, πατέρες ἐπὶ υἱοὺς αὑτῶν, ἀπὸ ἐκλύσεως χειρῶν αὑτῶν. δʹ
他說,因手軟無力,作父親的並不回頭顧念他們的兒女。
For fathers, he says, did not turn back to their sons, because of the feebleness of their hands.
1:2397
Ἐν τῇ ἡμέρᾳ τῇ ἐρχομένῃ, τοῦ ἀπολέσαι πάντας ἀλλοφύλους
在那將到的日子,要滅絕一切的外邦人(非利士人)。
In the day that is coming, to destroy all the foreigners.
1:2398
Προλέγει δὲ καὶ Τυρίοις καὶ Σιδωνίοις, ὡς εἰς ἐπικουρίαν τούτων ἐληλυθόσι,. τὸν ὄλεθρον
他也向推羅人和西頓人預告毀滅,因為他們曾前來援助這些人。
He also foretells destruction to the Tyrians and Sidonians, as having come to the aid of these.
1:2399
Ἀφανιῶ γὰρ, φησὶ, Τύρον, καὶ Σι δῶνα, καὶ τοὺς καταλοίπους τῆς βοηθείας αὐτῶν·
他說,因為我要毀滅推羅、西頓和他們一切餘剩的幫助。
For I will lay waste, he says, Tyre and Sidon and the remnant of their help.
1:2400
ὅτι ἐξολοθρεύσει Κύριος τοὺς ἀλλοφύλους τοὺς κατα λοίπους τῶν νήσων, καὶ Καππαδοκίας. Καὶ τοὺς ἄλλους προφήτας ἑρμηνεύσαντες, ἐδείξαμεν ὡς ἄπ οικοι Κυπρίων καὶ Καππαδοκῶν ᾤκησαν πάλαι τὴν Παλαιστίνην
因為耶和華必滅絕那些外邦人,就是海島和迦帕多家所剩下的人。我們在解釋其他先知書時,已經指明從前有塞浦路斯人和迦帕多家人的移民定居於巴勒斯坦。
For the Lord will utterly destroy the foreigners, the remnant of the islands and of Cappadocia. And when we interpreted the other prophets, we showed that colonists from the Cypriots and the Cappadocians of old inhabited Palestine.
1:2401
Ἀντὶ τοῦ, τῆς πάλαι περιφανείας ἀφαιρεθήσῃ·
意思是:你要被奪去往昔的顯赫。
That is: you shall be stripped of your ancient renown.
1:2402
δηλοῖ δὲ πολλάκις καὶ τὸ πένθος
這也常常表示哀悼。
And it often signifies mourning as well.
1:2403
Ἀπόκειραι γὰρ, φησὶ, τὴν κεφα λήν σου, καὶ ἀνάλαβε ἐπὶ χειλέων θρῆνον
他說,要剃你的頭,並在你的唇上發出哀歌。
For shave your head, he says, and take up a lamentation upon your lips.
1:2404
Ἀπεῤ ῥίφη Ἀσκάλων, καὶ τὰ λοιπὰ τῶν Ἐνακίμ. Ἀπόγονοι δὲ ἐκείνου τὴν Ἀσκαλωνίαν ᾤκησαν
亞實基倫被拋棄了,還有亞衲族所剩下的人。那人的後裔曾住在亞實基倫一帶。
Ashkelon is cast off, and the remnant of the Anakim. And the descendants of that man inhabited Ashkelon.
1:2405
Ἕως πότε συστραφήσεσθε; (ϛʹ.) Ἕως τίνος κόψει ἡ μάχαιρα τοῦ Κυρίου; Μάχαιραν Κυ ρίου τὸν Ναβουχοδονόσορ ἐκάλεσεν·
你們要聚集到幾時呢?(第六節)耶和華的刀要砍到幾時呢?他稱尼布甲尼撒為「耶和華的刀」。
How long will you gather yourselves together? (v. 6) How long will the sword of the Lord cut? He called Nebuchadnezzar 'the sword of the Lord.'
1:2406
αὐτοῦ γὰρ συγ χωροῦντος, ἐκεῖνα εἰργάζετο, καὶ δι' ἀλλήλων οἱ δυσ σεβεῖς δίκας τῆς ἀσεβείας ἐτίννυον
因為那些事是蒙祂的允許而行的,惡人藉著彼此的手償還了他們不敬虔的刑罰。
For with His permission he wrought those things, and by one another's hand the impious paid the penalty for their impiety.
1:2407
Ἀποκατάστηθι εἰς τὸν κολεόν σου·
回到你的鞘裡去吧。
Return to your sheath.
1:2408
ἀνάπαυσαι, καὶ ἐπάρθητι. Καὶ δεικνὺς τίς ὁ ἐνεργεῖν κελεύσας, ἐπήγαγε·
安息並被舉起吧。他為了指明是誰吩咐它行動,便接著說:
Rest and be lifted up. And showing who it was that commanded it to act, he added:
1:2409
Καὶ Κύριος ἐνετείλατο αὐτῇ ἐπὶ τὴν Ἀσκά λωνα, καὶ ἐπὶ τὰς παραθαλασσίους, καὶ ἐπὶ τὰς καταλοίπους πορευθῆναι
耶和華吩咐這刀去攻擊亞實基倫和沿海一帶,以及所剩下的人。
And the Lord gave it a charge to go against Ashkelon, and against the regions by the sea, and against the remnant.
1:2410
Τῇ μέντοι προσωποποιΐᾳ κέχρηται, σαφέστερον διδάσκων, ὡς οὐκ ἀκυβέρνη τος ἡ κτίσις, ἀλλ' ὁ ταύτης ποιητὴς τοῖς πᾶσιν ἐφ έστηκε, καὶ ποτὲ μὲν αὐτοῖς χορηγεῖ τῶν ἀγαθῶν τὴν ἀφθονίαν, ποτὲ δὲ συγχωρεῖ συμφοραῖς περιπίπτειν
他運用了擬人化的手法,更清楚地教導:受造之物並非無人掌舵,乃是那造它的主宰管理萬有,有時賜給他們豐盛的美物,有時又容許他們陷入災禍之中。
He has employed personification, teaching more clearly that the creation is not without a pilot, but that its Maker presides over all things, and at one time supplies them with an abundance of good things, and at another permits them to fall into calamities.
1:2411
Ὁ δὲ προφήτης ἐπὶ τὴν Μωὰβ μεταφέρει τὴν πρόῤῥησιν
先知又將預言轉向摩押。
And the prophet transfers the prediction to Moab.
1:2412
Τῇ Μωὰβ οὕτως εἶπε Κύριος τῶν δυνά μεων, ὁ Θεὸς Ἰσραήλ·
論到摩押,萬軍之耶和華以色列的神如此說:
Concerning Moab thus says the Lord of hosts, the God of Israel:
1:2413
Οὐαὶ ἐπὶ Νεβὼ, ὅτι ἀπ ώλετο·
尼波有禍了,因為它已被毀滅。
Woe to Nebo, for it is destroyed.
1:2414
Τοῦτο εἴδωλον ἦν, καὶ μέμνηται αὐτοῦ Ἡσαΐας ὁ προφήτης·
這是一個偶像,先知以賽亞也提到它。
This was an idol, and Isaiah the prophet also mentions it.
1:2415
Ἔπεσε Βὴλ, συνετρίβη Νεβών· ἔστι δὲ καὶ πόλις ἐπ ώνυμος τοῦ εἰδώλου
彼勒屈身,尼波彎腰;也有一座城以這偶像為名。
Bel is fallen, Nebo is broken; and there is also a city named after the idol.
1:2416
κατῃσχύνθη καὶ ἡτ τήθη Μασιγάθ
瑪西迦被羞辱、被打敗了。
Masigath was put to shame and was defeated.
1:2417
( βʹ.) Οὐκ ἔστιν ἔτι ἰατρεία Μωὰβ, γαυρίαμα ἐν Ἐσεβών
(第二節)摩押不再有醫治,在希實本也不再有誇耀。
(v. 2) There is no longer any healing for Moab, no boasting in Heshbon.
1:2418
Πόλεις ἦσαν λαμπραὶ, ἐφ' αἷς μέγα ἐφρόνουν οἱ Μωαβῖται
這些原是華美的城邑,摩押人曾大大以此自豪。
These were splendid cities, in which the Moabites took great pride.
1:2419
Ἐλογίσαντο ἐπ' αὐτὴν κακά·
他們設計謀害她。
They devised evils against her.
1:2420
Ὄπισθέν σου βαδιεῖται μάχαιρα. Τοῦτο δὲ τοὺς διώκοντας δηλοῖ
刀必在你後面追趕。這是指那些追逼的人。
Behind you the sword shall march. And this signifies the pursuers.
1:2421
Ὅτι φωνὴ κεκραγότων ἐξ Ὠρωναΐμ
因為有人從何羅念發出哀號的聲音。
For there is a voice of men crying out from Horonaim.
1:2422
Λέγει δὲ καὶ τὴν Ζογορὰ τὴν λυπη ροῦ δέξασθαι ἀγγελίαν, καὶ τὰς ἄλλας πόλεις ὀλο λυγῆς ἐμπλησθήσεσθαι·
他說瑣珥也要接到這悲慘的消息,其餘的城邑也要充滿哀號。
He says that Zoar too will receive the grievous tidings, and that the other cities will be filled with wailing.
1:2423
παρακελεύεται αὐτοῖς καὶ φυγὴν, καὶ τοῖς ἀγρίοις ὄνοις παραπλησίως ἐν τῇ ἐρήμῳ διάγειν·
他勸他們逃跑,並像野驢一樣在曠野度日。
He urges them to flee, and to pass their lives in the wilderness like the wild asses.
1:2424
Ἐπειδὴ ἐπεποίθεις ἐν τῷ ὀχυρώματί σου, ἥξουσί σοι θλίψεις·
因你倚靠你的堅固之處,患難必臨到你。
Since you trusted in your stronghold, afflictions shall come upon you.
1:2425
καὶ οὐ μόνον σὺ τοῖς πο λεμίοις συλληφθήσῃ, ἀλλὰ καὶ Χαμὼς ἐξελεύ σεται ἐν ἀποικίᾳ
你不但要被仇敵擄去,連基抹也要被擄去,流亡他鄉。
And not only shall you be taken captive by the enemies, but Chemosh also shall go forth into exile.
1:2426
Εἴδωλον δὲ ἦν τοῦτο τῶν Μωα βιτῶν
這也是摩押人的一個偶像。
And this was an idol of the Moabites.
1:2427
Οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα
它的祭司和它的首領一同(被擄)。
Its priests and its rulers together.
1:2428
(ηʹ.) Καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν
(第八節)毀滅必臨到各城。
(v. 8) And destruction shall come upon every city.
1:2429
Λέγει δὲ τὸν αὐλῶνα, καὶ τὴν πεδιάδα, τὸ αὐτὸ δέξεσθαι πάθος
他說山谷和平原也要遭受同樣的災禍。
He says that the valley and the plain shall suffer the same calamity.
1:2430
Προλέγει καὶ τὴν παντελῆ τῶν πολεμίων ἐρημίαν
他也預言仇敵所帶來的徹底荒涼。
He also foretells the utter desolation caused by the enemies.
1:2431
Ἐν ταῖς ἐρήμοις καὶ παντελῶς ἀβάτοις, σημεῖά τινα τιθέντες ἐκ λίθων, οὕτω τὴν πορείαν ποιοῦνται, καὶ εἰς ἐκεῖνα ἀφορῶντες ὁδεύουσιν ἀπλανῶς
在曠野和全然無路可行之地,人們用石頭立起某些記號,就這樣趕路,望著那些記號行走,便不至於迷失。
In the deserts and utterly untrodden places, men set up certain signs made of stones, and thus make their journey, and looking to those they travel without going astray.
1:2432
Ὅτι ἁφῇ ἀναφθήσεται. Τουτέστιν, ἐμπρησθήσεται
因為它必被火點著。就是說,它必被焚燒。
For it shall be kindled with fire. That is, it shall be burned up.
1:2433
Καὶ αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται. Παρὰ τὸ μὴ εἶναι ἐνοικοῦντα ἐν αὐτῇ
它的城邑必成為無人行走之地。因為其中無人居住。
And its cities shall become untrodden. Because there is no one dwelling in it.
1:2434
Ἐπικατάρατος ὁ ποιῶν τὰ ἔργα τοῦ Θεοῦ ἀμελῶς, καὶ ἐπικατάρατος ὁ ἐξαίρων μάχαι ραν αὐτοῦ ἀφ' αἵματος
懶惰做耶和華工作的必受咒詛,禁止刀劍沾血的也必受咒詛。
Cursed is he who does the works of God carelessly, and cursed is he who keeps back his sword from blood.
1:2435
Εἰ δὲ τοὺς ἀμελῶς σφάτ τοντας, ἔνθα κελεύει Θεὸς, ἀραῖς ὁ προφητικὸς ὑπο βάλλει λόγος, ποίας ἡμεῖς τίσομεν δίκας τῆς πνευ ματικῆς ἐργασίας ὀλιγωροῦντες; ιαʹ
既然先知之言將那些在神所吩咐之處懶惰擊殺的人置於咒詛之下,那麼我們這些在屬靈工作上懈怠的人,又當償還怎樣的刑罰呢?第十一節
But if the prophetic word subjects to curses those who slay carelessly where God commands, what penalties shall we pay who are negligent in the spiritual labor?
1:2436
Ἀνεπαύσατο Μωὰβ ἐκ παιδαρίου, καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ, καὶ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον
摩押自幼年以來安逸無事,倚靠自己的榮耀,未曾從這器皿倒在那器皿。
Moab has been at ease from his youth, and he has trusted in his glory, and he has not been poured from vessel to vessel.
1:2437
Τουτέστιν, οὐκ ἐνήλλαξεν αὐτοῦ τὴν ἐνοίκησιν, οὐδὲ μετανάστης ἐγένετο
就是說,他未曾更換居所,也未曾成為遷移之人。
That is, he did not change his dwelling, nor did he become a migrant.
1:2438
Καὶ εἰς ἀποικισμὸν οὐκ ᾤχετο·
他也未曾被擄去;
And he did not go into captivity;
1:2439
διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ, καὶ ἡ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν. Ἐπ έμεινε τῇ τροπῇ, καὶ ἐπειδὴ ἀγγείου ἐμνημόνευσεν, ἀναγκαίως καὶ γεύσεως, καὶ ὀσμῆς
因此他的滋味存留在他裡面,他的香氣也未曾消散。他延續了這個比喻,既然提到了器皿,就必然也提到滋味和香氣。
therefore his taste remained in him, and his scent did not depart. He continued in the figure, and since he had mentioned a vessel, necessarily also taste and scent.
1:2440
ὡς ἀεὶ τοῖς αὐτοῖς ἐνδιατρίψας χωρίοις ιβʹ
因為他向來停留在同樣的地方。(第十二節)
as one who has always tarried in the same places. (v. 12)
1:2441
καὶ ἀποστελῶ αὐτῷ κλίνοντας, καὶ κλινοῦσιν αὐτὸν, καὶ τὰ σκεύη αὐτοῦ λεπτυ νοῦσι, καὶ τὰ κέρατα αὐτοῦ συντρίψουσιν
我要差傾倒的人到他那裡去,把他傾倒,並倒空他的器皿,打碎他的角。
and I will send to him men who tilt, and they shall tilt him, and shall thin out his vessels, and shall break his horns in pieces.
1:2442
Παραβολικῶς καὶ ταῦτα καὶ τροπικῶς τέθεικε·
這些話他也是用比喻和象徵的方式陳述的。
These things too he has set down parabolically and figuratively.
1:2443
καὶ. γὰρ τὸ κλίνουσιν ὡς περὶ ἀγγείου εἴρηκεν, ἀντὶ τοῦ ἐκκενώσουσι·
因為他說「他們要傾倒」是就器皿而言,意思是「他們要倒空」;
For he said 'they shall tilt' as concerning a vessel, meaning 'they shall empty out';
1:2444
καὶ οὐκ ἀποχρήσει αὐτοῖς τὰ ἐν τοῖς ἀγγείοις λαβεῖν, ἀλλὰ καὶ ταῦτα συντρίψουσι
而且他們僅取器皿中之物還不夠,還要把這些器皿也打碎。
and it shall not suffice them to take what is in the vessels, but they shall break these in pieces as well.
1:2445
Καλεῖ δὲ ἀγγεῖα μὲν τὰς πόλεις, τὰ δὲ ἔνδον τῶν ἀγγείων τὸν πλοῦτον·
他所稱的「器皿」是指那些城邑,器皿中所盛的則是指財富;
By 'vessels' he calls the cities, and by the contents of the vessels the wealth;
1:2446
ἀμφότερα δὲ πεποιήκασιν οἱ πολέμιοι, καὶ ἐπόρθησαν, καὶ ἐνέπρησαν
仇敵兩樣都做了,既擄掠又焚燒。
and the enemies did both, for they both plundered and set on fire.
1:2447
Καὶ καταισχυνθήσεται Μωὰβ ἀπὸ Χα μὼς, ὥσπερ κατῃσχύνθη οἶκος Ἰσραὴλ ἀπὸ Βαι θὴλ, ἐλπίδος αὐτῶν
摩押必因基抹蒙羞,正如以色列家因他們所倚靠的伯特利蒙羞一樣。
And Moab shall be ashamed of Chemosh, just as the house of Israel was ashamed of Bethel, their hope.
1:2448
Ἐν τῇ Βαιθὴλ ὁ Ἱεροβοὰμ τὴν δάμαλιν ἔστησεν·
耶羅波安在伯特利設立了牛犢;
In Bethel Jeroboam set up the calf;
1:2449
διδάσκει τοίνυν ὁ προφητικὸς λόγος, ὅτι καθάπερ ὁ Ἰσραὴλ οὐδεμιᾶς ἐπικουρίας ἐκ τῶν εἰδώλων τετύχηκεν, οὕτως ἡ Μωὰβ οὐδὲν ἀπ ώνατο τοῦ Χαμώς
所以先知之言教導說,正如以色列從偶像得不著任何幫助,摩押也從基抹得不著任何益處。
the prophetic word therefore teaches that, just as Israel obtained no help from the idols, so too Moab profited nothing from Chemosh.
1:2450
Εἶτα δείκνυσιν αὐτοὺς ἐπὶ τῇ ῥώμῃ μεγαλοῤῥημονοῦντας, ὄλεθρον δὲ ὑπομένοντας, ἐπειδὴ τοῦτο προσέταξεν ὁ τῶν ὅλων Θεός
然後他指明他們仗著自己的力量誇口,卻要遭受毀滅,因為萬有的神已如此定意。
Then he shows them boasting proudly in their strength, yet undergoing destruction, since the God of all things had ordained this.
1:2451
Εἰρηκὼς δὲ τὸν τῆς τιμωρίας ἐληλυθέναι καιρὸν, τοῖς γει τνιῶσι παρακελεύεται διεγεῖραι αὐτὸν εἰς ἀνδρείαν, καὶ εἰς τὴν προτέραν διαναστῆσαι ῥώμην·
先知既已宣告刑罰的時候已經來到,便勸勉鄰近的列邦激勵他奮起勇力,恢復從前的強盛。
Having declared that the time of the punishment had come, he exhorts the neighboring peoples to rouse him up to manful courage and to restore him to his former strength.
1:2452
παρ εγγυᾷ δὲ αὐτοὺς εἰπεῖν·
他吩咐他們說:
And he charges them to say:
1:2453
καὶ τὸ ὑπὲρ τὴν ἰσχύν σου φρόνημα·
以及那超過你力量的自高之心。
and the pride that exceeds your strength.
1:2454
ἀπαριθμεῖται δὲ καὶ τὰς πόλεις, αἳ πάλαι ἦσαν λαμπραὶ καὶ ἐπί σημοι, καὶ διδάσκει τὴν τῆς εὐπραξίας μεταβολήν·
他又一一數點那些昔日輝煌顯赫的城邑,教導人看見其興盛景況的翻轉。
He also enumerates the cities which of old were splendid and renowned, and he teaches the reversal of their prosperity.
1:2455
δείκνυσι δὲ καὶ τὴν αἰτίαν
他也指明其中的緣由。
And he shows the cause as well.
1:2456
Μεθύσατε γὰρ αὐτὸν, φησὶν, ὅτι ἐπὶ τὸν Κύ ριον ἐμεγαλύνθη
他說:「你們要使他沉醉,因為他向耶和華誇大。」
'For make him drunk,' he says, 'because he magnified himself against the Lord.'
1:2457
Μαθόντες γὰρ Μωαβῖται τὰ Ἰου δαίοις συμβάντα ἐπετώθαζον ἀσθένειαν κατηγοροῦντες τοῦ τῶν ὅλων Θεοῦ
原來摩押人得知猶大人所遭遇的事,便加以譏誚,指控萬有之神軟弱無能。
For when the Moabites learned of what had befallen the Jews, they jeered, charging the God of all with weakness.
1:2458
Τοῦτο γὰρ διδάσκει καὶ τὰ ἑξῆς
下文所說的也是教導這事。
For this is what the following words also teach.
1:2459
Ἐπικρούσει Μωὰβ ἐν χειρὶ αὑτοῦ. Ἀντὶ τοῦ, χορεύων καὶ ἐπιχαίρων
「摩押要拍手」──意思是手舞足蹈,幸災樂禍。
'Moab shall clap with his hand'—that is, dancing and rejoicing over another's misfortune.
1:2460
Καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός. Εἶτα σαφέστερον·
「連他自己也要成為笑柄。」接著說得更明白:
'And he too shall become a laughingstock.' Then more plainly:
1:2461
Καὶ μὴν εἰς γελοιασμόν σοι ἦν Ἰσραήλ·
「以色列豈不是曾被你譏笑嗎?」
'And was not Israel a derision to you?'
1:2462
καὶ ἐν κλοπαῖς σου εὑρέθη, ὅτι ἐπολέμεις αὐτόν; Τί σε, φησὶν, ἠδικηκότα κατεπολέμεις; Τοιχωρυχοῦντας εὗρες, ἢ λωποδυτοῦντας; Ἐν αὐτῷ μεταναστεύσεις. Τουτέστι διὰ τὴν εἰς αὐτὸν ἀδικίαν·
「他豈是在你的偷竊之中被查出,以致你要與他爭戰嗎?」他說:他有何虧負你的,你竟攻打他?你可曾拿住他們挖牆行竊,或剝人衣物嗎?「你必因他被遷徙」──就是因著加在他身上的不義。
'And was he found among your thefts, that you made war upon him?' What wrong, he says, had he done you, that you warred against him? Did you catch them breaking through walls or stripping garments off men? 'You shall be removed for him'—that is, on account of the injustice done to him.
1:2463
λέγει δὲ αὐτῶν καὶ τὴν φυγήν
他也述說他們的逃亡。
He also speaks of their flight.
1:2464
Κατέλιπον τὰς πόλεις, καὶ ᾤκησαν πέ τρας οἱ κατοικοῦντες Μωὰβ, ἐγένοντο ὡς περι στεραὶ νοσσεύουσαι ἐν πέτραις, στόματι βοθύνου
「摩押的居民離棄城邑,住在磐石中,他們如鴿子在坑口的磐石中搭窩。」
'The inhabitants of Moab left the cities and dwelt in the rocks; they became like doves nesting in the rocks, at the mouth of a pit.'
1:2465
Τὰ γὰρ ἐν ταῖς ἀκρωρείαις κατέλαβον σπήλαια, τῶν πολεμίων οὐκ ἐνεγκόντες τὴν προσβολήν
他們躲進山頂的洞穴,因為抵擋不住仇敵的攻擊。
For they took to the caves in the mountain-tops, being unable to withstand the assault of the enemy.
1:2466
Καλεῖ δὲ αὐτὸν καὶ ὑβριστὴν, καὶ ἀλαζόνα, καὶ ὑπερήφανον
他又稱他為狂傲的、自誇的、驕傲的。
He also calls him insolent, and a braggart, and proud.
1:2467
Καὶ τούτων, φησὶν, αὐτόπτης ἐγενόμην ἐγώ. Καὶ διδάσκων, ὡς ἤλεγξε τῶν ἔργων ἡ πεῖρα τῶν λόγων τὸν ὄγκον, ἐπήγαγεν
他說:「這些事我親眼看見了。」他為要教導人:事實的經歷如何駁倒了那些言語的浮誇,便接著說:
'And of these things,' he says, 'I myself was an eyewitness.' And teaching how the experience of the deeds refuted the pomp of the words, he added:
1:2468
Οὐχὶ κατὰ τὸ ἱκανὸν αὐτοῦ οὕτως βρα. χίονες αὐτοῦ; οὐχ οὕτως ἐποίησε
「他的膀臂豈不是照著他所自誇的能力嗎?他豈不是這樣行了嗎?」
'Are not his arms according to his sufficiency thus? Has he not done thus?'
1:2469
Πρὸ τοῦ πολέμου γὰρ ἀλαζονευόμενος, καὶ ἀπειλῶν ἀριστεύειν, ἰδὼν τοὺς πολεμίους ἀπέδρα
因為在戰爭之前,他自誇並揚言要逞勇稱雄,及至看見仇敵,卻逃跑了。
For before the battle, boasting and threatening to prove himself a champion, when he saw the enemy he fled.
1:2470
Τὸ δὲ, κειράδας αὐ χμοῦ, ὁ Σύρος οὕτως ἡρμήνευσε·
至於「因乾旱剃光」一語,敘利亞譯本如此翻譯:
As for the phrase 'shorn of drought,' the Syrian rendered it thus:
1:2471
Κεφαλαὶ αὐ τῶν κεκαρμέναι, καὶ οἱ πώγωνες αὐτῶν ἐξυρημέ νοι. Αἰχμαλώτων δὲ τοῦτο τὸ σχῆμα·
「他們的頭剃了,他們的鬍鬚剃淨了。」這正是被擄之人的樣式。
'Their heads shorn, and their beards shaven.' This is the appearance of captives.
1:2472
δηλοῖ δὲ καὶ ὁ προφητικὸς λόγος ἐπὶ Μωάβ·
論到摩押的先知之言也顯明這事:
The prophetic word concerning Moab also makes this plain:
1:2473
Ὀλολύζετε ἐπ' ἄνδρας τείχους, κειρά δας αὐχμοῦ
「你們要為城牆的人哀號,他們因乾旱被剃光。」
'Wail for the men of the wall, shorn of drought.'
1:2474
Τουτέστι, τοὺς πάλαι μὲν τείχεσι κε χρημένους καὶ περιβόλοις, νῦν δὲ ἀποκειραμένους τὴν προτέραν εὐημερίαν, καὶ αὐχμὸν περικει μένους
就是說,那些昔日擁有城牆與城郭的人,如今卻被剝去從前的興盛,反倒披上荒涼枯槁。
That is, those who of old possessed walls and ramparts, but now are shorn of their former prosperity and clothed with squalor.
1:2475
Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαί σοι
「我要為你哀哭,如同雅謝人的哀哭。」
'As the weeping of Jazer I shall weep for you.'
1:2476
Ἱστορίας τινὸς ἀνέμνησε, δεδήλωκε δὲ τὴν τοῦ θρή νου ὑπερβολήν
他提及某段歷史,藉此指明那哀哭之極其深切。
He recalled a certain history, and thereby indicated the exceeding greatness of the lament.
1:2477
Ἄμπελος Σεβαμὰ, κλήματά σου διῆλθε θάλασσαν. Εὔοινος ἦν αὐτὴ καὶ πολύοινος
「西比瑪的葡萄樹啊,你的枝子伸過了海。」這葡萄樹出產佳釀,且極其豐盛。
'O vine of Sibmah, your branches passed over the sea.' It was rich in wine and abundant in wine.
1:2478
Ἀπεικάζει τοίνυν θαλάττῃ τῆς ἀμπέλου τὸ πλῆθος
因此他將這葡萄樹的繁多比作大海。
He therefore likens the multitude of the vine to the sea.
1:2479
Λέγει δὲ ταύτης διαχθῆναι τὴν γῆν, καὶ διαφθαρῆναι τὴν ἄμπελον
他說這地被蹂躪荒廢,葡萄樹也被毀壞了。
And he says that its land was laid waste and the vine destroyed.
1:2480
Οἶνος ἦν, φησὶν, ἐν ληνοῖς σου·
他說:「你的酒醡裡曾有酒;」
'There was wine,' he says, 'in your winepresses;'
1:2481
πρωῒ οὐκ ἐπάτησαν, οὐδὲ δείλης οὐκ ἐποίησαν
「清晨無人踹酒,晚上也無人釀造。」
'in the morning they did not tread, nor in the evening did they make it.'
1:2482
Τοῦτο ὁ Σύρος οὕτως ἡρμήνευσεν·
敘利亞譯本如此翻譯這句:
The Syrian rendered this thus:
1:2483
Οὐκέτι δὲ ληνοβατοῦντες λέγοντες, Ἰὰ, ἰά. Καὶ διαφόρως τὰ αὐτὰ εἰρηκὼς, ἡρμήνευσε τὸ κειράδας αὐ χμοῦ. λζʹ, ληʹ
「不再踹酒醡,也不再喊叫『歡呼,歡呼』。」他以不同的說法陳述同一件事,藉此解釋了「因乾旱被剃光」這句話。(三十七、三十八節)
'No longer treading the winepress and crying, Hurrah, hurrah.' And having said the same things in different ways, he interpreted the phrase 'shorn of drought.' (verses 37, 38)
1:2484
Πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρή σονται, καὶ πᾶς πώγων ξυρηθήσεται·
「各處的頭都必剃光,各人的鬍鬚都必剃淨;」
'Every head in every place shall be shaven, and every beard shall be shaven;'
1:2485
καὶ πᾶσαι αἱ χεῖρες κόψονται, καὶ ἐπὶ πάσης ὀσφύος σάκ κος
「各人的手都必割破,各人的腰間都要束上麻布。」
'and all hands shall be cut, and upon every loin sackcloth.'
1:2486
Καὶ ἐπὶ πάντων τῶν δωμάτων Μωὰβ, καὶ ἐν ταῖς πλατείαις αὐτῆς κοπετός
「摩押的各屋頂上和街市中,處處有哀哭。」
'And upon all the housetops of Moab, and in its broad places, lamentation.'
1:2487
Ὅτι συνέτριψα τὸν Μωὰβ, ὡς ἀγγεῖον, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, φησὶν ὁ Κύριος. Ἔδειξεν αὐτοῦ τὸ παντελῶς ἄχρηστον·
「因為我打碎了摩押,好像打碎無用的器皿,這是耶和華說的。」他指明摩押全然無用。
'For I have broken Moab like a vessel for which there is no use, says the Lord.' He showed his utter uselessness.
1:2488
δείκνυσι δὲ σαφῶς καὶ τὴν τοῦ Ναβουχοδονόσορ ὀξύτητα
他也明明指出尼布甲尼撒的迅疾。
He also clearly shows the swiftness of Nebuchadnezzar.
1:2489
Ἰδοὺ ὡς ἀετὸς ὁρ μήσει, καὶ ἐκπετάσει τὰς πτέρυγας αὑτοῦ ἐπὶ Μωάβ
「看哪,他必如鷹飛撲,向摩押展開翅膀。」
'Behold, like an eagle he shall swoop, and shall spread out his wings over Moab.'
1:2490
Καὶ ὁ θεσπέσιος Ἐζεκιὴλ ἀετῷ τὸν Ναβου-χοδονόσορ ἀπεικάζει·
受神感的以西結也將尼布甲尼撒比作鷹;
The inspired Ezekiel also likens Nebuchadnezzar to an eagle;
1:2491
βασιλικὸν γὰρ τὸ ζῶον, καὶ τῶν πτηνῶν ἁπάντων ὀξύτατόν τε καὶ δυνατώτατον
因為這飛禽有王者之姿,是眾飛鳥中最迅捷、最強壯的。
for the creature is kingly, and the swiftest and most powerful of all winged things.
1:2492
Προλέγει καὶ τοῦ Μωὰβ τὴν δειλίαν, καὶ ἀπει κάζει αὐτοῦ τὴν καρδίαν γυναικὸς ὠδινούσης καρ δίᾳ·
他也預言摩押的膽怯,將他的心比作臨產婦人的心;
He foretells also the cowardice of Moab, and likens his heart to the heart of a woman in travail;
1:2493
διδάσκει δὲ αὐτοῦ καὶ τὴν ἀσέβειαν
他也教導人看見摩押的不敬虔。
and he teaches his impiety as well.
1:2494
Ἀπολεῖται Μωὰβ ἀπὸ ὄχλου, ὅτι ἐπὶ τὸν Κύριον ἐμεγαλύνθη
「摩押必被剪除,不再成國,因為他向耶和華誇大。」
'Moab shall be destroyed from being a people, because he magnified himself against the Lord.'
1:2495
Προλέγει καὶ τὰ ἐπάλληλα κακά
他也預言接連而來的禍患。
He foretells also the successive calamities.
1:2496
Φόβος καὶ βόθυνος, καὶ παγὶς ἐπὶ σὲ τὸν καθήμενον ἐν Μωὰβ, φησὶ Κύριος
「摩押的居民哪,恐懼、陷坑、羅網都臨到你身上,這是耶和華說的。」
'Fear and the pit and the snare are upon you who dwell in Moab, says the Lord.'
1:2497
Ὁ φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλληφθήσεται ἐν τῇ παγίδι
「躲避恐懼的必墜入陷坑,從陷坑爬上來的必陷在羅網裡。」
'He who flees from the face of the fear shall fall into the pit, and he who climbs up out of the pit shall be caught in the snare.'
1:2498
Ὅτι ἐπάξω ταῦτα ἐπὶ Μωὰβ, ὡς ἐν ἐνιαυτῷ, ᾧ ἐπισκέψομαι αὐτὴν, φησὶ Κύριος. Ἐνιαυτὸν τὸν καιρὸν καλεῖ·
「因為到我追討摩押的那年,我必使這些事臨到她,這是耶和華說的。」他把那定期稱為「年」;
'For I will bring these things upon Moab, in the year in which I will visit her, says the Lord.' He calls the appointed time a year;
1:2499
ὅταν, φησὶ, δοκιμάσω τιμωρήσασθαι αὐτοὺς, τούτοις αὐτοὺς περιβαλῶ τοῖς κακοῖς
他說:「當我定意刑罰他們時,我必以這些禍患環繞他們。」
'when,' he says, 'I purpose to punish them, I will envelop them in these calamities.'
1:2500
Προθεσπίζει δὲ αὐτῶν καὶ τὸν ἐμφύλιον πόλεμον
他也預言他們之間的內戰。
He also prophesies to them their civil war.
1:2501
ἐξῆλθεν ἐξ Ἐσεβὼν, φλὸξ ἐκ πόλεως Σεὼν, καὶ κατέφαγεν ἀρχηγοὺς Μωάβ
「有火從希實本發出,有火焰從西宏的城發出,燒滅了摩押的首領。」
'A fire went forth from Heshbon, a flame from the city of Sihon, and devoured the chief men of Moab.'
1:2502
Προλέγει δὲ αὐτοῖς καὶ θυμήρη τινά
然而他也向他們預言某件令人欣慰的事。
But he also foretells to them something agreeable.
1:2503
Καὶ ἐπιστρέψω τὴν αἰχμαλωσίαν Μωὰβ ἐπ' ἐσχάτων τῶν ἡμερῶν, φησὶ Κύριος
「到末後的日子,我必使摩押被擄的人歸回,這是耶和華說的。」
'And I will restore the captivity of Moab in the latter days, says the Lord.'
1:2504
Ἔδειξε καὶ διὰ τῆς τιμωρίας, καὶ διὰ τῆς φιλανθρωπίας, ὡς αὐτός ἐστι Κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτὸν, καὶ ὅτι οὐχὶ Ἰουδαίων μόνον ἐστὶ Θεὸς, ἀλλὰ πάντων ἀνθρώπων
他藉著刑罰、也藉著他的慈愛顯明:他自己是萬有的主,向一切呼求他的人大施豐富,並且他不單是猶太人的神,也是全人類的神。
He showed, both through the punishment and through his loving-kindness, that he himself is Lord of all, rich toward all who call upon him, and that he is God not of the Jews only, but of all mankind.
1:2505
Ἕως ἐνταῦθα τὸ κρῖμα Μωάβ. Τουτέστιν, ἡ κατ' αὐτοῦ ἐξ ενεχθεῖσα ψῆφος
「摩押的審判到此為止」──就是對他所宣告的判決。
'Thus far the judgment of Moab'—that is, the sentence pronounced against him.
1:2506
Μεταβαίνει δὲ λοιπὸν ἐπὶ τοὺς υἱοὺς Ἀμμὼν τῆς προφητείας ὁ λόγος, καί φησι πρὸς αὐτοὺς τῶν ὅλων ὁ Κύριος·
接著預言之言便轉向亞捫人,萬有的主對他們說:
The word of prophecy then passes on to the sons of Ammon, and the Lord of all says to them:
1:2507
Τούτων τοίνυν αἰχμαλώτων γεγενη μένων, ταύτην κατέσχον οἱ Ἀμμωνῖται
當那些人如此被擄之後,亞捫人便佔據了這地。
When these people had thus been taken captive, the Ammonites seized this land.
1:2508
Πρὸς τού τους φησὶν ὁ Θεός·
神對這些人說:
To these God says:
1:2509
Τοῦ λαοῦ κατεφρονήσατε, ἢ ἐμοῦ; Παραληψόμενον γὰρ ἀντὶ τοῦ τὸν ληψόμενον καὶ ἐπικουρήσοντα, ἑαυτὸν κέκληκε
「你們是藐視這百姓,還是藐視我呢?」因為他稱自己為那要承接他們的一位,意思就是那接納並援助他們的一位。
'Did you despise the people, or me?' For he called himself the One who would take up their cause, in the sense of the One who would receive and defend them.
1:2510
Μελχὼμ δὲ εἴδωλον ἦν τῶν υἱῶν Ἀμμών
米勒公是亞捫人的偶像。
Milcom was an idol of the sons of Ammon.
1:2511
Ἐκεῖνο, φησὶ, τὸ μὴ ὂν, ἐμοῦ τοῦ ἀεὶ ὄντος περιγενέσθαι νομίζετε; βʹ
他說:「你們豈以為那不存在之物,能勝過我這永遠自有永有的嗎?」(第二節)
'Do you suppose,' he says, 'that that which is not can prevail over me who ever am?' (verse 2)
1:2512
Ῥαββὰθ πόλις ἦν τῆς Ἀρα-βίας·
拉巴是亞拉伯的一座城;
Rabbah was a city of Arabia;
1:2513
τὸ δὲ, ἀκουτιῶ ἀκουσθῆναι ποιήσω
至於「我要使人聽見」一語,意思是「我必使它被聽見」。
and the phrase 'I will cause to be heard' means 'I will make it to be heard.'
1:2514
Καὶ ἔσται εἰς ἄβατον καὶ ἀπώλειαν·
「它必成為荒場與廢墟;」
'And it shall become a desolation and a ruin;'
1:2515
καὶ οἱ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται, καὶ παραλήψεται Ἰσραὴλ τὴν ἀρχὴν αὐτῶν, φησὶ Κύριος. Καὶ ἐπιμένει τὰ συμβησόμενα τοῖς Ἀμμωνίταις προ λέγων
「它的祭壇必被火焚燒,以色列必得他們的國權,這是耶和華說的。」他繼續預言那將臨到亞捫人的事。
'and its altars shall be burned with fire, and Israel shall take possession of their dominion, says the Lord.' And he continues, foretelling what shall befall the Ammonites.
1:2516
Ὀλόλυξον, Ἐσεβὼν, ὅτι ὤλετο ἡ ἰσχύς σου·
「希實本哪,你要哀號,因為你的力量已經滅絕了;」
'Wail, O Heshbon, for your strength is perished;'
1:2517
κεκράξατε, θυγατέρες Ῥαββάθ·
「拉巴的眾女子啊,你們要呼喊;」
'cry out, O daughters of Rabbah;'
1:2518
περιζώ σασθε σάκκους, καὶ κόπτεσθε, καὶ ἀναδρά μετε διὰ τῶν τειχῶν, ὅτι Μελχὼμ εἰς ἀποικίαν βαδιεῖται, καὶ οἱ ἱερεῖς αὐτοῦ, καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα
「你們要束上麻布哀哭,在城牆上奔跑,因為米勒公必被擄去,他的祭司和首領也一同被擄。」
'gird yourselves with sackcloth, and lament, and run about upon the walls, for Milcom shall go into exile, and his priests, and his princes together.'
1:2519
Ἔδειξε καὶ τὴν τῶν εἰδώλων ἀσθένειαν·
他也顯明偶像的軟弱無能;
He showed also the weakness of the idols;
1:2520
αἰχμάλωτα γὰρ καὶ αὐτὰ μετὰ τῶν προσκυνούντων ἀπῆλθον
因為它們也與那些敬拜它們的人一同被擄去了。
for they too went into captivity together with those who worshiped them.
1:2521
Τί ἀγαλλιᾶσθε ἐν τοῖς πεδίοις Ἐνακίμ; διέῤῥευσε τὰ πεδία σου, θύγατερ τῆς ἀτι μίας
你為何在亞衲人的平原中歡騰呢?羞辱之女啊,你的平原已經流失了。
Why do you exult in the plains of the Anakim? Your plains have flowed away, O daughter of dishonor.
1:2522
Ἀναίδειαν αὐτῆς κατηγορεῖ, καὶ τὸ ἐπὶ τῷ πλούτῳ θράσος
他指控她的無恥,以及她因財富而生的狂傲。
He accuses her of shamelessness, and of the insolence she took in her wealth.
1:2523
Τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάσκει
因為下面的話同樣教導這一點。
For this is what the following words also teach.
1:2524
Ἡ πεποιθυῖα ἐπὶ τοῖς θησαυροῖς αὑτῆς, ἡ λέ γουσα, Τίς ἐπελεύσεται ἐπ' ἐμέ; Καὶ ἐπειδὴ τοῖς ὁρωμένοις προσεῖχε, καὶ τὸν ἀόρατον ἠγνόει Θεὸν, διδάσκει τίς ὁ κολάζων
那倚靠自己財寶的,那說「誰能來攻擊我呢?」的。既然她只顧念眼所見之物,卻不認識那不可見的神,他便教導誰是那施行懲罰者。
She who trusted in her treasures, who said, 'Who shall come against me?' And since she gave heed to the things that are seen and knew not the invisible God, he teaches who it is that chastises her.
1:2525
Ἰδοὺ ἐγὼ φέρω ἐπὶ σὲ φόβον, εἶπε Κύριος τῶν δυνάμεων, ἀπὸ πάσης τῆς περιοίκου σου
萬軍之主說:看哪,我要使懼怕臨到你,從你四圍所有的居民而來。
Behold, I bring fear upon you, says the Lord of hosts, from all who dwell round about you.
1:2526
Πανταχόθεν, φησὶ, δραμοῦνται οἱ μηνύοντές σοι τῶν πολεμίων τὴν στρατιάν
他說,那些向你報告仇敵軍隊的人,必從四面八方奔跑而來。
From every side, he says, those who announce to you the army of your enemies shall come running.
1:2527
Καὶ διασπαρήσεσθε ἕκα στος εἰς τὸ πρόσωπον αὑτοῦ, καὶ οὐκ ἔσται ὁ συν άγων μετανάστην
你們必各人向著自己的面前四散,無人收聚那逃亡的。
And you shall be scattered, each one before his own face, and there shall be none to gather up the fugitive.
1:2528
Οὐ γὰρ κατὰ ταὐτὸν φεύξετε, ἀλλὰ διὰ τὴν τοῦ δέους ὑπερβολὴν σκεδασθήσεσθε·
因為你們不會一同朝同一方向逃跑,乃要因著懼怕過甚而被驅散。
For you shall not flee in one direction together, but by reason of the excess of your terror you shall be dispersed.
1:2529
προλέγει δὲ καὶ τούτοις ἐπάνοδον, ἵνα μὴ μέγα φρονῶσιν Ἰουδαῖοι, ἅτε μόνοι τῆς ἐπανόδου τετυ χηκότες
但他也向這些人預言歸回,免得猶太人自高自大,以為唯獨他們得著了歸回。
But he foretells to these also a return, lest the Jews should be high-minded, as though they alone had obtained the return.
1:2530
Προλέγει δὲ καὶ τῇ Ἰδουμαίᾳ τὰ σκυθρωπά·
他也向以東預言那些悽慘之事。
He foretells the grievous things to Idumaea as well.
1:2531
καὶ ἐπειδὴ ηὔχουν ἐπὶ σοφίᾳ, ταύτης αὐτοὺς ἐστε ρῆσθαί φησιν
既然他們以智慧自誇,他便說他們已被剝奪了這智慧。
And since they boasted in their wisdom, he says that they have been deprived of it.
1:2532
Οὐκ ἔστι σοφία ἐν Θαιμὰν, ἀπώ λετο βουλὴ ἐκ συνετῶν. Πόλις ἦν αὕτη, καὶ ταύτης ἐβασίλευσεν Ἐλιφάζ·
提幔中不再有智慧,謀略從聰明人中滅絕了。這曾是一座城,以利法作了它的王。
There is no more wisdom in Teman; counsel has perished from the prudent. This was a city, and Eliphaz reigned over it.
1:2533
Ἐλιφὰζ γὰρ ὁ Θαιμανῶν βασιλεύς
因為以利法是提幔人的王。
For Eliphaz was king of the Temanites.
1:2534
ἤγαγον ἐπ' αὐ. τὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην αὐτόν
「我在眷顧他的時候,將這些帶到他身上。」
'I brought upon him in the time when I visited him.'
1:2535
παρακελεύεται δὲ αὐτοῖς ὑπὸ γῆν κρυβῆναι·
他勸勉他們藏身於地下。
He exhorts them to hide themselves under the earth.
1:2536
τοῦτο γάρ ἐστι, βαθύνατε εἰς κάθισιν. Καὶ διδάσκει, ὡς αὐτὸς αὐτοῖς ἐπάγει τὴν τιμωρίαν·
因為「深深下去居住」即是此意。他也教導說,正是他自己將懲罰帶到他們身上。
For this is the meaning of 'go deep to dwell.' And he teaches that it is he himself who brings the punishment upon them.
1:2537
εἰ καὶ ἐν τῷ προλαβόντι χρόνῳ, φησὶν, ἐχρησάμην μακροθυμίᾳ
他說:「即使在先前的時候,我曾施以恆久的忍耐。」
'Even if in the time that went before,' he says, 'I made use of long-suffering.'
1:2538
Ὅτι τρυγηταὶ ἦλθόν σοι, καὶ οὐ κατα λείψουσί σοι κατάλειμμα
因為摘葡萄的人臨到你,他們必不給你留下餘剩。
Because grape-gatherers have come upon you, and they shall leave you no remnant.
1:2539
Τρυγητὰς τοὺς πολε μίους καλεῖ, οὓς λέγει πάντα ληΐζεσθαι καὶ πορθεῖν·
他把仇敵稱為摘葡萄的人,說他們擄掠、蹂躪一切。
He calls the enemies grape-gatherers, whom he says plunder and lay waste everything.
1:2540
διδάσκει δὲ καὶ τὸν τῆς ἐφόδου καιρόν
他也教導那侵襲的時候。
He teaches also the time of the assault.
1:2541
Ὡσεὶ κλέπται ἐν νυκτὶ ἐπιθήσουσι χεῖρα αὑτῶν. ιʹ
他們必如夜間的賊,向你們下手。(十)
As thieves in the night they shall lay their hand upon you. (10)
1:2542
Ὅτι ἐγὼ κατέσυρα τὸν Ἠσαῦ, ἀνεκάλυψα κρυπτὰ αὐτῶν·
因為我掃除了以掃,我揭露了他們隱密之處。
Because I have swept away Esau, I have uncovered their hidden places.
1:2543
Μέγιστα ὄρη καὶ ὑψηλὰ τῇ Ἰδουμαίᾳ παράκεινται·
極大而崇高的山嶺環繞著以東。
Very great and lofty mountains lie about Idumaea.
1:2544
σπήλαια τοίνυν ἐν τούτοις ὀρύττοντες, εἰς ἐκεῖνα κατέφυγον δυσμενῶν ἐπιόντων·
因此他們在這些山中鑿出洞穴,當仇敵來攻時便逃入其中。
Digging caves therefore in these, they took refuge in them when their foes came upon them.
1:2545
Ὤλετο σπέρμα αὐτοῦ διὰ χειρὸς ἀδελφοῦ καὶ γείτονος αὐτοῦ. Οὐκ ᾐδέσθη, φησὶ, οὔτε τὴν φύσιν οὔτε τὴν γειτνίασιν
他的後裔藉著他弟兄和鄰舍的手滅亡了。他說,他既不顧親屬之情,也不顧毗鄰之誼。
His seed is perished by the hand of his brother and his neighbor. He was ashamed, he says, neither of kinship nor of neighborliness.
1:2546
Ἀδελφοὶ γὰρ ἦσαν Ἰακὼβ καὶ Ἠσαῦ, καὶ μέντοι καὶ ὅμοροι·
因為雅各和以掃是弟兄,而且他們還彼此相鄰接壤。
For Jacob and Esau were brothers, and moreover they were also neighbors bordering one another.
1:2547
οὐδεὶς γὰρ ἕτερος αὐτοὺς ἀπ' ἀλλήλων διέστησεν
因為沒有別的民族夾在他們中間,將他們彼此分開。
For no other people came between to separate them from one another.
1:2548
Οὐκ ἔστιν ὁ ἐλεῶν ὑπολείπεσθαι ὀρφανούς σου, ἵνα σωθῶσι, καὶ ἐγὼ αὐτοὺς διασώσω
無人施憐憫,好使你的孤兒存留得救,使我也保全他們。
There is none who has pity, to leave your orphans behind that they may be saved, that I too may preserve them.
1:2549
Πάντες, φησὶ, διὰ τὴν πολλήν σου πονη ρίαν ἀπεχθῶς πρὸς σὲ διάκεινται·
他說,眾人都因你極大的邪惡,對你懷著仇恨。
All men, he says, on account of your great wickedness are disposed with hatred toward you.
1:2550
κἀγὼ ὁ δίκαιος κριτὴς ἐπίκουρός σου γένωμαι; Καὶ αἱ χῆραί σου ἐπ' ἐμοὶ πεποιθέτωσαν. Καὶ τοῦτο κατ' εἰρωνείαν τέθεικεν, ὡς δηλοῖ τὰ ἑξῆς
「難道我這公義的審判者,要作你的幫助嗎?」「讓你的寡婦倚靠我吧。」這話他也是帶著諷刺說的,正如下文所顯明的。
'And shall I, the righteous judge, become your helper?' 'And let your widows trust in me.' This too he has set down ironically, as the following words make clear.
1:2551
Ἰδοὺ οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον, πίοντες ἔπιον, καὶ σὺ ἀθωωμένη οὐ μὴ ἀθωωθῇς
看哪,那些本不該喝這杯的人尚且真喝了,難道你這自以為無罪的,就必不受刑罰嗎?
Behold, those for whom it was not appointed to drink the cup have surely drunk it; and shall you, being held guiltless, go unpunished?
1:2552
Τοὺς ἀσεβείᾳ καὶ πονηρίᾳ συζῶντας κολάζειν μοι νόμος·
他說:「懲罰那些活在不敬虔與邪惡中的人,於我乃是律例。」
'It is a law with me to chastise those who live in impiety and wickedness,' he says.
1:2553
Ἐκεῖνοι τοίνυν, φησὶν, οὐχ ὑπέκειντο διὰ τὴν ἀρετὴν τῇ τιμωρίᾳ, γεγένηνται δὲ δορυάλωτοι·
他說:「那些人並非因著德行才免於懲罰,然而他們卻成了刀下的俘虜。」
'Those men then,' he says, 'were not subject to punishment on account of any virtue, yet they have become captives of the spear.'
1:2554
καὶ σὺ διαφυγεῖν προσδοκᾷς; Ἀλλ' οὐ τεύξῃ τῆς ἐλπίδος, Ὅτι πίνουσα πίῃ. ιγʹ
「你倒指望逃脫嗎?但你必得不著所盼望的,因為你必定要喝這杯。」(十三)
'And do you expect to escape? But you shall not attain your hope, for drinking you shall surely drink.' (13)
1:2555
Ὅτι κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἀφανισμὸν, καὶ ὀνειδισμὸν, καὶ εἰς ἄβατον, καὶ εἰς ἐπικατάρασιν ἔσῃ
主說:因為我指著自己起誓,你必成為荒涼、羞辱、無人經過之地,並成為咒詛。
Because I have sworn by myself, says the Lord, that you shall be for desolation and a reproach, and for an untrodden waste and a curse.
1:2556
Βοσὼρ ἐν μέσῳ μέρους αὐτῆς, καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι ἕως τοῦ αἰῶνος
波斯拉在她境內的中央,她一切的城邑必永遠荒涼。
Bosor is in the midst of her territory, and all her cities shall be desolate forever.
1:2557
Βοσὼρ οὐ ταύτην λέγει τὴν Βόστραν, ἀλλ' ἑτέραν ἐπὶ τῇ Ἰδουμαίᾳ διακειμένην
他所說的波斯拉,並非指那波斯特拉,乃是指另一座位於以東的城。
By Bosor he does not mean this Bostra, but another situated in Idumaea.
1:2558
Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε·
我從主那裡聽見了信息,他差遣使者到列國去,說:你們要聚集,前來攻擊她,起來與她爭戰。
I have heard a report from the Lord, and he has sent messengers to the nations, saying: Gather yourselves together, and come against her, and arise to war against her.
1:2559
συνάχθητε, καὶ παραγένεσθε ἐπ' αὐτὴν, καὶ ἀνάστητε εἰς πόλεμον ἐπ' αὐ τήν
你們要聚集,前來攻擊她,起來與她爭戰。
Gather yourselves together, and come against her, and arise to war against her.
1:2560
Τὸ δὲ, ἀγγέλους εἰς τὰ ἔθνη ἀπέστειλεν, ἀντὶ τοῦ ἐκέλευσε τέθεικεν·
「他差遣使者到列國」這話,他是取「他吩咐了」的意思而說的。
The words 'he sent messengers to the nations' he has set down in the sense of 'he commanded.'
1:2561
εἰκὸς δὲ καὶ τῷ θείῳ προστάγματι διακονοῦντας ἀγγέλους διεγείρειν τοὺς πολεμίους·
並且服事神聖旨意的天使,也很可能激動了那些仇敵。
And it is likely that angels ministering to the divine command also stir up the enemies.
1:2562
Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ·
他向他們發出他烈怒的忿恨。
He sent forth upon them the wrath of his anger.
1:2563
θυμὸν, καὶ ὀργὴν, καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Πονηροὺς δὲ καλεῖ, οὐχ ὡς φύσει τοιού τους, ἀλλ' ὡς τιμωρίας χάριν ἐκπεμπομένους
忿怒、烈怒與患難,是藉惡使者所差遣的。他稱他們為惡的,並非因他們本性如此,乃因他們是為了施行懲罰而被差出的。
Fury, and wrath, and affliction, a mission by evil angels. He calls them evil, not as being such by nature, but as being sent forth for the sake of punishment.
1:2564
Κακὰ γὰρ καλεῖν εἰώθαμεν καὶ τὰς ἐπαγομένας συμ φοράς
因為我們也習慣把臨到人身上的災禍稱為「惡」。
For we are accustomed to call 'evils' also the calamities that are brought upon men.
1:2565
Οὕτως ἄγγελος τὰ τῶν Αἰγυπτίων ἀνεῖλε πρωτότοκα·
正如一位天使擊殺了埃及人的長子。
Thus an angel destroyed the firstborn of the Egyptians.
1:2566
Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῇ θείᾳ Γραφῇ ιεʹ
在神聖的經典中,人還可以找到許多其他這樣的事。(十五)
And one may find many other such things in the divine Scripture. (15)
1:2567
Ἰδοὺ μικρὸν δέδωκά σε ἐν ἔθνεσιν·
看哪,我使你在列國中變為微小。
Behold, I have made you small among the nations.
1:2568
εὐκα ταφρόνητον ἐν ἀνθρώποις
在世人中成為被藐視的。
Contemptible among men.
1:2569
Ἄσημοι γάρ εἰσιν Ἰδουμαῖοι·
因為以東人是無名之輩。
For the Idumaeans are obscure.
1:2570
καὶ παντελῶς ἠγνοήθησαν, εἰ μὴ δήλους αὐ τοὺς πεποίηκεν ἡ θεία Γραφή·
他們本要完全默默無聞,若不是神聖的經典使他們為人所知的話。
And they would have been utterly unknown, had not the divine Scripture made them manifest.
1:2571
καὶ δήλους αὐτοὺς οὐ πᾶσιν, ἀλλὰ τοῖς σπουδαίοις ποιεῖ
並且它使他們為人所知,不是向所有人,乃是向那些勤勉的人。
And it makes them manifest not to all, but to the diligent.
1:2572
Ἡ παιγνία σου ἐνεχείρησέ σοι ταῦτα, καὶ ἡ ἀτιμία τῆς καρδίας σου
你的戲耍與你心中的無恥,把這些事招到你身上。
Your sport has brought these things upon you, and the dishonor of your heart.
1:2573
Εἰδωλολατρείαν, καὶ τρυφὴν, καὶ ἀκολασίαν διὰ τούτων κατηγορεῖ
他藉這些話指控他們拜偶像、奢華放縱與淫亂。
By these words he accuses them of idolatry, and luxury, and licentiousness.
1:2574
Κατέλυσεν ἐν τρυμαλιαῖς πετρῶν. Καὶ ἤδη προ ειρήκαμεν, ὁποίας εἶχον καταφυγάς
他棲身在磐石的裂縫中。我們先前已經說過,他們有怎樣的避難所。
He has lodged in the clefts of the rocks. And we have already said before what kind of refuges they had.
1:2575
Συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ. Τὰς ἀκρωρείας λέγει·
他抓住了高岡的堅固。他所指的是那些山巔。
He has laid hold of the strength of a lofty hill. He means the mountain peaks.
1:2576
μέγι σται δὲ αὗται, καὶ ὑψηλαί
這些山極其巨大而崇高。
And these are very great and lofty.
1:2577
Ὅτι ἐὰν ὑψώσῃς, ὡς ἀετὸς, νοσσιάν σου·
因為你雖如鷹高築你的巢。
For though you exalt your nest like an eagle.
1:2578
ἐκεῖθεν καθελῶ σε, λέγει Κύ ριος. ιζʹ
主說:我必從那裡把你拉下來。(十七)
From there I will bring you down, says the Lord. (17)
1:2579
Καὶ ἔσται ἡ Ἰδουμαία εἰς ἄβατον
以東必成為無人經過的荒地。
And Idumaea shall become an untrodden waste.
1:2580
Λέγει δὲ, ὅτι καὶ οἱ διιόντες δι' αὐτῆς θαυμάσουσι, καὶ τῷ συρίγματι δηλώσουσι τὴν τῆς ἐρημίας ὑπερβολήν·
他說,那些經過她的人必驚駭,並要以嗤笑顯明她荒涼的極度。
He says that those who pass through her shall marvel, and by their hissing shall make plain the exceeding measure of her desolation.
1:2581
καὶ ὅτι Σοδόμοις καὶ Γομόροις, καὶ ταῖς ἄλλαις πό λεσιν αἳ τοῦ πάθους ἐκοινώνησαν ταύταις, ἔρημοι παραπλησίως αἱ προῤῥηθεῖσαι γενήσονται πόλεις
並且像所多瑪、蛾摩拉,以及其他與這些同受苦難的城邑一樣,前面所說的那些城也必照樣成為荒涼。
And that, like Sodom and Gomorrah and the other cities which shared with these in their suffering, the aforementioned cities shall become desolate in like manner.
1:2582
Λέγει δὲ καὶ τὸν Βαβυλώνιον λέοντι παραπλησίως κατ' αὐτῆς ὁρμήσειν, καὶ διὰ τοῦ Ἰορδάνου τὴν πορείαν ποιή σεσθαι·
他也說,那巴比倫人必如獅子撲向她,並要經過約旦河進軍。
He says also that the Babylonian shall rush upon her like a lion, and shall make his way through the Jordan.
1:2583
καὶ κελεύει τοὺς λογάδας κατ' αὐτῆς ὁπλί σασθαι, καὶ ἐπάγει·
他吩咐那些精選的人武裝起來攻擊她,又接著說:
And he commands the chosen men to arm themselves against her, and he adds:
1:2584
Ὅτι τίς ὥσπερ ἐγώ; καὶ τίς ἀντιστήσεταί μοι; τίς οὗτος ὁ ποιμὴν, ὃς στήσεται κατὰ πρόσ ωπόν μου; Οὔτε γὰρ οἱ βασιλεῖς, οὔτε τὰ τούτων εἴδωλα, ἐμοῦ κελεύοντος, ἀντιστῆναι δυνήσονται
因為有誰像我呢?誰能抵擋我呢?哪一個牧人能站在我面前呢?因為當我發命令時,無論是列王還是他們的偶像,都不能抵擋。
For who is like me? And who shall withstand me? Who is this shepherd that shall stand before my face? For neither the kings nor their idols, when I give command, shall be able to withstand.
1:2585
Εἶτα λέγει εὐαρίθμητα μὲν αὐτῶν ἔσεσθαι τὰ πρόβατα, ἄβατον δὲ τὴν χώραν·
接著他說,他們的羊群必寥寥可數,他們的地必無人經過。
Then he says that their sheep shall be few in number, and their land untrodden.
1:2586
ἀετῷ δὲ παραπλησίως τὸν Βαβυλώνιον ἐπιστήσεσθαι, καὶ τῶν ὀχυρωμάτων κρατήσειν·
並且那巴比倫人必如鷹撲向他們,攻取他們的堅固營壘。
And that the Babylonian shall set upon them like an eagle, and shall prevail over their strongholds.
1:2587
τοὺς δὲ Ἰδουμαίους δει λίᾳ καὶ ὀδύνῃ περιπεσεῖσθαι, ὡς γυναικὶ τικτούσῃ τὴν καρδίαν αὐτῶν παραβάλλεσθαι
並且以東人必陷入怯懦與痛苦,以致他們的心如同臨產的婦人。
And that the Idumaeans shall fall into cowardice and anguish, so that their heart shall be likened to a woman in travail.
1:2588
Κατῃσχύνθη Ἠμὰθ καὶ Ἀρφὰθ, ὅτι ἀκοὴν πονηρὰν ἤκουσαν
哈馬和亞珥拔蒙羞,因為他們聽見了凶惡的信息。
Hamath is ashamed, and Arphad, because they heard an evil report.
1:2589
Ἠμὰθ, ὡς καὶ ἤδη προειρήκα μεν, τὴν Ἔμεσαν λέγει·
哈馬,正如我們先前所說的,是指以每撒。
Hamath, as we have already said before, means Emesa.
1:2590
ἔστι δὲ καὶ ἄλλη Ἠμὰθ, ἡ νῦν Ἐπιφάνεια
但還有另一個哈馬,就是如今的伊皮法尼亞。
But there is also another Hamath, which is now Epiphania.
1:2591
Ἀρφὰθ δέ τινές φασι τὰς νῦν Ῥεφανέας καλουμένας
至於亞法,有些人說這就是現今稱為利法尼亞的地方。
As for Arphath, some say that these are the places now called Rhephanea.
1:2592
Ἐξέστησαν ἐν θαλάσσῃ, ἐθυμώθησαν, ἀναπαύσασθαι οὐ μὴ δύνανται. Θά λασσαν ἐκάλεσε τὸ πλῆθος τῆς στρατιᾶς·
「他們在海中驚惶,他們發怒,總不能安歇。」他以「海」來稱呼那大軍的眾多;
'They were confounded in the sea, they were troubled, they can find no rest.' By 'the sea' he named the multitude of the host;
1:2593
περὶ γὰρ αὐτῶν ἔφη, Ἐθυμώθησαν· ἐλέγχει δὲ τὴν μετὰ ταῦτα δειλίαν
因為論到他們他說:「他們發怒」;他又揭露了此後所生的怯懦。
for concerning them he said, 'They were troubled'; and he exposes the cowardice that followed thereafter.
1:2594
τρόμος ἐπελάβετο αὐτῆς, καὶ ὠδῖνες κατέσχον αὐτὴν ὡς τικτούσης
「戰兢抓住了她,疼痛抓住了她,如同臨產的婦人。」
'Trembling took hold of her, and pangs seized her as of a woman in travail.'
1:2595
Πῶς οὐχὶ ἐγκατέλιπε πόλεις ἐμὰς, ἐμὴν κώμην ἠγάπησεν; Ἐμὰς, φησὶ, πόλεις καὶ κώμας λαβεῖν ἐπεχείρησε·
「他怎麼沒有撇棄我的眾城,反倒愛慕我的村莊呢?」他說:「他企圖奪取我的眾城與村莊」;
'How has he not forsaken my cities, but has loved my village?' 'My cities,' he says, 'and villages he undertook to seize';
1:2596
πόλεις δὲ αὑτοῦ καὶ κώμας, τὰς τοῦ Ἰσραὴλ ὀνομάζει·
他以「自己的城與村」來稱呼以色列的城與村;
and by 'his own cities and villages' he names those of Israel;
1:2597
Βαραδὰδ γὰρ ἐκαλεῖτο τῇ Σύρων φωνῇ·
因為他在敘利亞話中被稱為巴拉達;
for he was called Baradad in the Syrian tongue;
1:2598
οἷς τὸν ἐμ πρησμὸν ἀπειλεῖ
他向這些人威嚇要施行焚燒。
against whom he threatens the burning.
1:2599
Προλέγει δὲ ὁ προφήτης καὶ τοῖς Ἰσμαηλίταις, τοῖς νῦν καλουμένοις Σαρακηνοῖς, τὰς ἐπενεχθείσας συμφοράς
先知也向以實瑪利人,就是如今稱為撒拉森人的,預言那將臨到他們身上的災禍。
The prophet also foretells to the Ishmaelites, those now called Saracens, the calamities that were brought upon them.
1:2600
Τῇ Κηδὰρ, τῇ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, οὕτως εἶπε Κύριος
「論到基達,就是那被巴比倫王尼布甲尼撒所擊打的宮廷之后,主如此說。」
'To Kedar, the queen of the court, whom Nebuchadnezzar king of Babylon smote, thus said the Lord.'
1:2601
Κηδὰρ εἷς τῶν υἱῶν Ἰσμαὴλ, καὶ τοῦτο διδάσκει τῆς Κτίσεως τὸ βιβλίον·
基達是以實瑪利眾子之一,這是創世記所教導的;
Kedar was one of the sons of Ishmael, and this the book of Genesis teaches;
1:2602
κατ'. ἐκεῖνον δὲ τὸν καιρὸν, ὡς εἰκὸς, αὕτη τῶν ἄλλων ἐκράτει φυλῶν·
在那時,正如所料,這一支派掌管著其餘的各支派;
and at that time, as is likely, this tribe held dominion over the others;
1:2603
ὅθεν αὐτὴν καὶ βασίλισσαν ὀνο μάζει
因此他也稱她為后。
wherefore he also names her queen.
1:2604
Αὐλὴν δὲ καλεῖ ἅπασαν τὴν τῶν Σαρακηνῶν στάσιν·
他以「宮廷」稱呼撒拉森人全體的營帳;
By 'court' he calls the whole encampment of the Saracens;
1:2605
ἐπειδὴ νομάδες εἰσὶν, ἐν σκηναῖς κατοι κοῦντες
因為他們是游牧的民,住在帳棚裡。
since they are nomads, dwelling in tents.
1:2606
Παρακελεύεται δὲ στρατεῦσαι ἐπ' αὐτοὺς, καὶ ληΐσασθαι τὰ πρόβατα, καὶ τὰς καμήλους, ἐκ πορθῆσαι δὲ καὶ τὰς σκηνάς·
他吩咐要攻打他們,擄掠他們的羊群和駱駝,並且要毀壞他們的帳棚;
He commands to make war upon them, and to plunder their sheep and their camels, and moreover to lay waste their tents;
1:2607
καὶ ὁ Κεδὲμ δὲ υἱὸς ὑπῆρχε τοῦ Ἰσμαήλ·
基德瑪也是以實瑪利的兒子;
and Kedem also was a son of Ishmael;
1:2608
παρακελεύεται δὲ καὶ τούτοις ὑπὸ γῆν λαθεῖν·
他也吩咐這些人藏身於地下,
and to these too he commands that they hide themselves beneath the earth,
1:2609
Ὥστε φυγεῖν τῶν πολεμίων τὴν προσβολήν
為要逃避仇敵的攻擊。
so as to flee the onslaught of the enemy.
1:2610
Ἀνάστηθι, ἀνάβηθι ἐπὶ ἔθνος εὐστα θοῦν, καθήμενον εἰς ἀναψυχὴν, φησὶ Κύριος
主說:「起來,上去攻擊那安然居住、安逸而坐的國。」
'Arise, go up against a nation dwelling at ease, sitting in security,' says the Lord.
1:2611
Οἷς οὐκ εἰσὶ θύραι, οὐδὲ μοχλοί·
「他們既沒有門,也沒有閂」;
'Who have neither doors nor bars';
1:2612
Ῥᾳδία σοι, φησὶν, ἡ νίκη·
他說:「你的得勝是容易的」;
'Easy,' he says, 'is your victory';
1:2613
οὐ δεῖ σοι πολιορκίας, οὐδὲ προσεδρείας, οὐδὲ χρόνου μακροῦ·
「你不需要圍攻,也不需要圍困,也不需要長久的時間;
'you need no siege, nor blockade, nor long time;
1:2614
εὐάλωτοί εἰσι, καὶ εὐχείρωτοι
他們容易被攻取,容易被制伏。」
they are easily captured and easily overcome.'
1:2615
Καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους τὰ πρόσωπα αὑτῶν, καὶ ἐκ παντὸς πέρατος αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν. Τουτέστιν, εἰς ἕκαστον κλῖμα τραπήσονται εἰς φυγήν
「我要用各樣的風把他們簸散,就是那些四圍剃了臉的;我要從他們的各方帶來他們的傾覆。」也就是說,他們必朝各個方向轉身逃跑。
'And I will winnow them with every wind, them that shave their faces round about, and from every quarter of theirs I will bring their overthrow.' That is, in every direction they shall be turned to flight.
1:2616
Καὶ οἱ πρὸς ἀνίσχοντα ἥλιον ἱδρυμένοι, καὶ οἱ πρὸς ἑσπέραν ἐσκηνωμένοι
「無論是那些定居在日出之處的,還是那些在西方支搭帳棚的。」
'Both those settled toward the rising sun, and those encamped toward the west.'
1:2617
Καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν, καὶ ἄβατος ἕως αἰῶνος
「那宮廷必成為鴕鳥出沒之地,永遠無人經過。」
'And the court shall be a haunt of ostriches, and untrodden for ever.'
1:2618
Οὐ μὴ καθίσει ἐκεῖ ἄνθρωπος, καὶ οὐ μὴ κατοικήσει υἱὸς γηγε νοῦς
「必沒有人在那裡居住,也沒有地上所生的人在那裡寄居。」
'No man shall settle there, nor shall any son of earth dwell there.'
1:2619
Καὶ μαρτυρεῖ τοῖς λόγοις τὰ πράγματα·
事實也為這些話作見證;
And the events bear witness to the words;
1:2620
καταλιπόντες γὰρ τὴν πανέρημον, τοῖς οἰκουμένοις φρουρίοις πελάζουσι
因為他們離棄了那全然荒涼之地,如今卻靠近有人居住的堡壘。
for having forsaken the utter wilderness, they now draw near to the inhabited strongholds.
1:2621
Προθεσπίζει δὲ καὶ τὰ τῇ Αἰλὰμ συμβεβηκότα·
他也預先預言了臨到以攔的事;
He also prophesies beforehand the things that befell Elam;
1:2622
δηλοῖ δὲ καὶ τῆς προφητείας τὸν χρόνον
他也表明了這預言的時間。
and he makes plain also the time of the prophecy.
1:2623
Εὐθὺς γὰρ βασιλεύσαντος Σεδεκίου ταύτην ἔφη γενέσθαι
因為他說,這事是在西底家一登基時立刻發生的。
For he says that this came to pass immediately upon Zedekiah's reigning.
1:2624
Τάδε λέγει Κύριος τῶν δυνάμεων·
「萬軍之主如此說:
'Thus says the Lord of hosts:
1:2625
Ἰδοὺ ἐγὼ συντρίβω τόξον Αἰλὰμ, ἀρχὴν δυναστείας αὐτῶν
看哪,我要折斷以攔的弓,就是他們勢力的根本。」
Behold, I break the bow of Elam, the chief of their might.'
1:2626
Αἰλὰμ πόλις ἐστὶν ἐν τῷ στομίῳ τῆς Ἐρυ θρᾶς κειμένη θαλάττης
以攔是一座位於紅海口的城。
Elam is a city lying at the mouth of the Red Sea.
1:2627
Ἐμπόριον δὲ ἦν τοῦτο πά λαι λαμπρὸν, καὶ νῦν οἱ πρὸς Ἰνδοὺς ἀποπλέοντες ἐκεῖθεν ἀνάγονται
這城從前是繁華的商埠,如今那些航向印度人之地的,也是從那裡啟航的。
This was of old a splendid emporium, and even now those who sail off to the Indians set out from there.
1:2628
Καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους ἐκ τῶν τεσσάρων ἄκρων τοῦ οὐρανοῦ, καὶ οὐκ ἔσται ἔθνος ὃ οὐχ ἥξει ἐκεῖ
「我要使四風從天的四方颳到以攔,必沒有一國不臨到那裡。」
'And I will bring upon Elam four winds from the four ends of heaven, and there shall be no nation to which they shall not come.'
1:2629
στρατιὰν ἀπὸ τῶν βορειο τέρων καὶ ἑῴων συνειλεγμένην μερῶν·
這是從較北和較東之地聚集而成的軍隊;
an army gathered together from the more northerly and easterly parts;
1:2630
συνῆν δὲ αὐτῷ καὶ νησιωτῶν πλῆθος, ὃ τὴν ἑσπέραν ᾤκει·
與他同來的還有海島眾民,就是住在西方的;
and with him was also a multitude of islanders, who dwelt in the west;
1:2631
καὶ προσέλαβε δὲ ἐπ' αὐτὸν, καὶ Αἰγυπτίους, καὶ Λίβυας, καὶ Αἰθίοπας, οἳ τὸ νοτιώτερον οἰκεῖν ἔλαχον τμῆμα
此外他還帶上了埃及人、呂彼亞人和古實人,就是那些命定住在較南之區的。
and he took to himself besides, Egyptians and Libyans and Ethiopians, who had for their lot to dwell in the more southerly region.
1:2632
Ταῦτα ὁ προφητικὸς προεθέσπισε λόγος
這些事是那預言的話所預先宣告的。
These things the prophetic word foretold.
1:2633
Καὶ πτοήσω αὐτοὺς ἐναντίον τῶν ἐχθρῶν αὑτῶν, τῶν ζητούντων τὴν ψυχὴν αὐτῶν·
「我要使他們在仇敵,就是尋索他們性命的人面前驚惶;
'And I will dismay them before their enemies, that seek their life;
1:2634
καὶ ἐπάξω ἐπ' αὐτοὺς κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου, φησὶ Κύριος, καὶ ἐπαποστελῶ ὀπίσω αὐτῶν τὴν μάχαιράν μου, ἕως οὗ ἀναλώσῃ αὐτούς
主說:『我要照我烈怒的忿怒降在他們身上,並要打發刀劍追趕他們,直到將他們滅盡。』」
and I will bring upon them, according to the wrath of my anger,' says the Lord, 'and I will send forth my sword after them, until I have consumed them.'
1:2635
Πάλιν μάχαιραν αὑτοῦ τοὺς Βαβυλωνίους ἐκάλεσε·
他再次稱巴比倫人為他的刀劍;
Again he called the Babylonians his sword;
1:2636
δι' αὐτῶν γὰρ καὶ τούτους εἰσεπράξατο δίκας
因為他也藉著他們向這些人施行了刑罰。
for through them he also exacted justice from these.
1:2637
Καὶ θήσω τὸν θρόνον μου ἐν Αἰλὰμ, καὶ ἀπολῶ ἐκεῖθεν βασιλέα καὶ μεγιστᾶνας, φησὶ Κύριος
主說:「我要在以攔設立我的寶座,並要從那裡除滅君王和貴冑。」
'And I will set my throne in Elam, and I will destroy thence king and nobles,' says the Lord.
1:2638
Τὸ, θήσω τὸν θρόνον μου, ἀντὶ τοῦ, ἐκεῖ δικάσω, καὶ τὴν ψῆφον ἐξοίσω, οἷόν τισι δημίοις κε χρημένος τοῖς πολεμίοις
「我要設立我的寶座」這句話,意思是「我要在那裡審判並宣告判決」,彷彿以仇敵為行刑者一般。
The phrase 'I will set my throne' stands for 'there I will judge and pronounce the verdict,' using the enemies as it were as executioners.
1:2639
Ἔχει δὲ καὶ νῦν ἐκεῖ τὸν θρόνον, εἰς εὐσέβειαν καὶ ταύτης μεταβληθείσης τῆς πόλεως·
如今他在那裡仍有寶座,因為這城也已歸向了敬虔;
And even now he has his throne there, this city too having been changed unto piety;
1:2640
ὥστε καὶ κατὰ τοῦτον τὸν λόγον ἀληθὴς ἡ πρόῤῥησις
因此按這層意思,這預言也是真實的。
so that according to this sense also the prediction is true.
1:2641
Καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν, ἐπι στρέψω τὴν αἰχμαλωσίαν Αἰλὰμ, λέγει Κύριος
主說:「到了末後的日子,我要使以攔被擄的歸回。」
'And it shall come to pass in the last of the days, I will turn again the captivity of Elam,' says the Lord.
1:2642
πλείονα γὰρ ποιεῖται τῶν ψυχῶν ἐπιμέλειαν·
因為他更加看顧眾人的靈魂;
for he takes greater care of souls;
1:2643
διὰ γάρ τοι τοῦτο καὶ τοῖς σώμασι τὰς παιδείας προσφέρει
正因如此,他也把管教施加在人的身體上。
for this very reason he applies chastisements also to bodies.
1:2644
Προλέγει τοίνυν τὴν τοῦ διαβόλου κατάλυσιν, καὶ ἀσεβείας τὴν παῦλαν, καὶ τὴν τῶν αἰχμαλώτων ὑπὸ τῆς ἁμαρ τίας γεγενημένων ἀνθρώπων ἐλευθερίαν
因此他預言了魔鬼的傾覆、不敬虔的止息,以及那些被罪擄去之人得著自由。
He foretells therefore the abolition of the devil, and the ceasing of impiety, and the freedom of men who had been made captives by sin.
1:2645
Ἧς τε τυχηκότες τὸν ταύτης χορηγὸν ἀνυμνήσωμεν, καὶ τὴν ἐλευθέραν ζωὴν ἀγαπήσωμεν, καὶ τὴν προτέραν βδελυξώμεθα δουλείαν·
我們既已得著這自由,就當歌頌那賜下它的主,愛慕那自由的生命,並憎惡先前為奴的光景;
Having obtained which, let us hymn the Giver thereof, and love the life of freedom, and abhor our former bondage;
1:2646
Τὰ τοῖς ἄλλοις ἔθνεσι συμβησόμενα προθεσπίσας, τῆς Βαβυλῶνος λοιπὸν προλέγει τὸν ὄλεθρον
他既預言了那將臨到列國的事,接著便預告巴比倫的毀滅。
Having foretold what should befall the other nations, he next predicts the destruction of Babylon.
1:2647
Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, καὶ ἀκου στὸν ποιήσατε, καὶ ἐπάρατε σημεῖον·
「你們要在列國中宣告,使人聽見,並要豎起旗號;
'Declare among the nations, and make it heard, and lift up a signal;
1:2648
ἀκου. τίσατε, καὶ μὴ κρύψητε·
要使人聽見,不可隱瞞」;
make it heard, and hide it not';
1:2649
Ἐπειδὴ τὰς ἄλλας βασιλείας καταλύσας τῶν Βαβυ λωνίων ὁ βασιλεὺς, ὑπὸ τὴν ἑαυτοῦ τελεῖν δυνα στείαν ἠνάγκασε, μηνυθῆναι κελεύει τοῖς ἔθνεσι τὴν ταύτης κατάλυσιν
由於巴比倫的王消滅了其餘的列國,強迫他們臣服於自己的權下,他便吩咐要向列國宣告這國的傾覆。
Since the king of the Babylonians, having dissolved the other kingdoms, compelled them to be subject to his own dominion, he commands that the dissolution of this one be announced to the nations.
1:2650
Κατῃσχύνθη Βήλ. Εἴδωλον ἦν σφόδρα παρὰ τῶν Βαβυλωνίων τιμώμενον·
「彼勒蒙羞。」這是巴比倫人極其尊崇的一個偶像;
'Bel is put to shame.' It was an idol exceedingly honoured by the Babylonians;
1:2651
πρῶτον μὲν ὡς ἐπαρκέσαι τοῖς προσκυνοῦσιν οὐ δυνηθέντα, ἔπειτα ὡς τῶν τιμών των παντελῶς στερηθέντα
首先是因它不能幫助那些敬拜它的人,其次是因它完全被奪去了所受的尊榮。
first as being unable to help those who worshipped it, and then as being utterly deprived of its honours.
1:2652
Ἡ ἀπτόητος, ἡ τρυ φερά. Καὶ τὸ δυνατὸν αὐτῶν δεδήλωκε, καὶ τὸ ἁβροδίαιτον
「那無所畏懼的,那嬌貴的。」他同時顯明了他們的強盛與奢華的生活。
'The undaunted, the delicate.' He has shown both their power and their luxurious living.
1:2653
Παρεδόθη Μαιρωδάχ. Καὶ τὸν πρῶτον Βαβυλωνίων βασιλεύσαντα Μαιρωδὰχ ὠνό μασαν
「米羅達被交出了。」他們稱那首先統治巴比倫人的為米羅達。
'Merodach is delivered up.' They named the first who reigned over the Babylonians Merodach.
1:2654
Ἐνταῦθα τοίνυν ἢ τὸν τελευταῖον λέγει, ἐφ' οὗ γέγονεν ἡ τῆς βασιλείας κατάλυσις, ἢ τὸν πρῶτον, ὃς ἀπὸ τῆς Νινευῒ εἰς τὴν Βαβυλῶνα τὴν βασιλείαν μετέθηκε
所以他在此所指的,或是那末代的王,就是王國在其時代傾覆的那位;或是那頭一位,就是把王國從尼尼微遷到巴比倫的那位。
Here therefore he speaks either of the last king, in whose time the dissolution of the kingdom took place, or of the first, who transferred the kingdom from Nineveh to Babylon.
1:2655
Καὶ ἐπὶ μὲν τοῦ δευτέρου λάβοι τις ἂν, καὶ ἐπὶ τοῦ πρώτου, τὸ παρεδόθη· ἐπὶ δὲ τοῦ δευτέρου τὴν βασιλείαν αὐτήν·
「被交出了」既可指第二位,也可指第一位;但論到第二位,所指的乃是王國本身;
And of the second one might take the 'is delivered up,' and also of the first; but of the second, the kingdom itself;
1:2656
λέγει δὲ αὐτῆς καὶ τὰ εἴδωλα πάντα καταισχυνθῆναι, καὶ γενέσθαι δήλην αὐτῶν τὴν ἀσθένειαν
他又說,她所有的偶像也都蒙了羞,它們的無能也顯明了。
and he says that all her idols too were put to shame, and their weakness made manifest.
1:2657
Ἔθνος δὲ ἀπὸ βοῤῥᾶ κατὰ τῆς Βαβυλῶνος στρατεῦσαν τοὺς Μήδους λέγει
他以「一國從北方前來攻打巴比倫」所指的乃是瑪代人。
By 'a nation from the north that marched against Babylon' he means the Medes.
1:2658
Οὗτοι δὲ, φησὶ, καὶ τὴν γῆν αὐτῶν ἀπέφηναν ἔρημον, καὶ αὐτὴν ἐξεπόρθησαν
他說:「這些人使他們的地荒涼,並將它徹底毀壞了。」
'These,' he says, 'both made their land desolate, and utterly laid it waste.'
1:2659
ἀπολήψονται ἐλευθερίαν αἵ τε δέκα φυλαὶ, καὶ αἱ δύο·
那十個支派和那兩個支派都必得著自由;
both the ten tribes and the two shall receive their freedom;
1:2660
καὶ κατ' αὐτὸ ἐπανήξουσι, καὶ φεύ ξονται πρὸς Κύριον
此後他們必歸回,並要奔向主。
and thereupon they shall return, and shall flee unto the Lord.
1:2661
Εἶτα ἀπεικάζει αὐτοὺς προ βάτοις ἀπολωλόσι·
接著他把他們比作迷失的羊;
Then he likens them to lost sheep;
1:2662
τοῖς ποιμέσι τῆς ἀπωλείας τῶν προβάτων ἀνατίθησι τὴν αἰτίαν·
他把羊群喪亡的罪責歸咎於牧人;
and he lays the blame for the sheep's ruin upon the shepherds;
1:2663
ποιμένας δὲ καλεῖ οὐ μόνον τοὺς βασιλέας, ἀλλὰ καὶ τοὺς ἱερέας·
他所稱的牧人不僅指君王,也指祭司;
and by shepherds he means not only the kings, but also the priests;
1:2664
λέγει δὲ καὶ ποῦ παρεσκεύασαν αὐτὰ πλανηθῆναι
他也說明他們是如何設法使羊群走迷的:
and he tells also in what way they contrived to lead them astray:
1:2665
Ἔξωσαν αὐτοὺς ἐπὶ τὰ ὄρη·
「他們把羊趕上山嶺;」
'They drove them out onto the mountains;'
1:2666
ἐπλάνησαν αὐτοὺς, ἐξ ὄρους ἐπὶ βουνὸν ᾤχοντο, ἐπελάθοντο κοίτης αὑτῶν. Βου νοὺς καὶ ὄρη τὰ τῶν εἰδώλων τεμένη καλεῖ·
「他們使羊群走迷,從這山流蕩到那岡,忘了自己安歇之處。」他所稱的「岡」與「山」,是指偶像的廟宇;
'they led them astray; they wandered from mountain to hill, they forgot their resting-place.' By 'hills' and 'mountains' he means the precincts of the idols;
1:2667
ἐν ἐκείνοις γὰρ προσεκύνουν τὰ εἴδωλα·
因為他們正是在那些地方敬拜偶像;
for it was in those places that they worshipped the idols;
1:2668
κοίτην δὲ αὐ τῶν τὸν θεῖον νεών·
他所稱他們的「安歇之處」,是指那神聖的殿宇;
and by their 'resting-place' he means the divine temple;
1:2669
ἐκεῖθεν γὰρ εἶχον τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν
因為他們正是從那裡得享美善之物。
for it was from there that they had the enjoyment of good things.
1:2670
Αὕτη, φησὶν, ἡ πλάνη τοῖς πολεμίοις αὐτοὺς παραδέδωκεν, ἀνθ' ὧν ἥμαρτον Κυρίῳ
他說:「這迷惑已把他們交在仇敵手中,是因他們得罪了耶和華。」
'This error,' he says, 'has delivered them over to their enemies, in return for the sins they committed against the Lord.'
1:2671
Νομὴ δικαιοσύνης τῷ συναγαγόντι τοὺς πατέρας αὐτῶν τῷ Κυρίῳ
「向那將他們列祖聚集歸於耶和華者,這是公義的草場。」
'A pasture of righteousness to him who gathered their fathers unto the Lord.'
1:2672
Ἡμεῖς δὲ λαὸς αὐτοῦ, καὶ πρόβατα νομῆς αὐτοῦ. Τοῦτο καὶ ἐνταῦθα λέγει·
「我們是他的子民,是他草場的羊。」他在此所說的也正是這意思:
'But we are his people, and the sheep of his pasture.' This too is what he says here:
1:2673
ὅτι νομὴ δικαιοσύνης ἦσαν τῷ Κυρίῳ, ὃς τοὺς πατέρας αὐτῶν ἐξελέξατο
就是說,他們曾是耶和華——那揀選他們列祖者——公義的草場。
namely, that they were a pasture of righteousness to the Lord, who chose out their fathers.
1:2674
Ἀπαλλοτριώθητε ἐκ μέσου Βαβυλῶνος, καὶ ἀπὸ γῆς Χαλδαίων ἐξέλθατε·
「你們要從巴比倫中間離開,從迦勒底人之地出來;」
'Be estranged from the midst of Babylon, and go forth from the land of the Chaldeans;'
1:2675
καὶ γένεσθε ὥσπερ ἔριφοι κατὰ πρόσωπον προβάτων
「並要成為羊群前面的公山羊羔。」
'and become like young goats before the flock.'
1:2676
Τοὺς ἐρίφους, τράγους ὁ Σύρος ἡρμήνευσε
「小山羊」,敘利亞譯本譯作「公山羊」。
The 'young goats' the Syrian rendered as 'he-goats.'
1:2677
Παρακελεύεται τοίνυν αὐτοῖς περιγενέσθαι τῶν Βαβυλωνίων, καὶ τὴν ἐνεγ. κοῦσαν καταλαβεῖν·
因此他勸勉他們要勝過巴比倫人,並要奪取那壓迫他們的;
He therefore urges them to prevail over the Babylonians, and to seize the one who oppressed them;
1:2678
διὰ τοῦτο γὰρ αὐτοὺς καὶ τρά γοις ἀπείκασεν·
正是為此,他才把他們比作公山羊;
for it was for this reason that he likened them also to he-goats;
1:2679
ἰσχυρότεροι γὰρ τῶν προβάτων οἱ τράγοι·
因為公山羊比綿羊強壯。
for the he-goats are stronger than the sheep.
1:2680
Λέγει δὲ καὶ τὸ πλῆθος τῶν ἐπιόντων τῇ Βα βυλῶνι καὶ ὅτι περιέσονται, καὶ τῶν ἠθροισμένων ἐκεῖ ἀγαθῶν ἐμπλησθήσονται
他也述說進攻巴比倫者的眾多,說他們必得勝,並必飽享那裡積聚的美物。
He tells also of the multitude of those advancing against Babylon, and that they shall prevail, and shall be filled with the good things gathered together there.
1:2681
Ὅτι ηὐφραίνεσθε, καὶ κατεκαυχᾶσθε διαρπάζοντες τὴν κληρονομίαν μου
「因為你們歡喜誇勝,搶奪我的產業。」
'Because you rejoiced and boasted, plundering my inheritance.'
1:2682
Καὶ διότι ἐσκιρτᾶτε, ὡς βοΐδια ἐν βοτάνῃ, καὶ ἐκερατίζετε ὡς ταῦροι
「又因你們像草場上的牛犢跳躍,像公牛用角牴觸。」
'And because you leaped like calves in the pasture, and gored like bulls.'
1:2683
Καὶ κατῃσχύνθη ἡ μήτηρ αὐτῶν σφόδρα
「他們的母親大大蒙羞。」
'And their mother was greatly put to shame.'
1:2684
Κατωρύγη ἡ τεκοῦσα ὑμᾶς μήτηρ εἰς ἀγαθά
「那生你們的母親被埋葬,脫離了昌盛。」
'She who bore you was buried out of prosperity.'
1:2685
Ἀντὶ τοῦ, φροῦδος γεγένηται·
意即:她已歸於烏有;
That is to say, she has been brought to nothing;
1:2686
τὴν ὑπερβολὴν δὲ τῆς κατα λύσεως τοῦτο δηλοῖ·
這乃是表明那傾覆之徹底;
and this signifies the utterness of the overthrow;
1:2687
τοῦτο γὰρ καὶ τὰ ἑξῆς διδάξει
因為接下來的話也要教導這一點。
for this is what the following words will also teach.
1:2688
Ἰδοὺ ἐσχάτη ἐθνῶν ἔρημος, καὶ ἄνυδρος
「看哪,列國中末後的,成為曠野、乾旱之地。」
'Behold, the last of the nations, a desert and a waterless land.'
1:2689
(ιγʹ.) Καὶ ἀπὸ ὀργῆς Κυρίου οὐ κατοικηθήσεται, καὶ ἔσται εἰς ἀφανισμὸν πᾶσα
「(十三節)又因耶和華的忿怒,她必無人居住,全然荒涼。」
'(v. 13.) And because of the Lord's wrath she shall not be inhabited, and all of her shall become an utter desolation.'
1:2690
Λέγει δὲ καὶ τοὺς διοδεύοντας σκυθρωπάζειν μὲν διὰ τὴν τοῦ πάθους ὑπερβολὴν, τῷ δὲ συρίγματι μηνύειν τὴν ἔκπληξιν
他又說,經過的人因這災禍的極大而愁苦,並以其發出的噓聲顯明他們的驚駭。
He says also that those passing through are gloomy because of the exceeding greatness of the calamity, and by their hissing make plain their astonishment.
1:2691
Κελεύει δὲ καὶ τοῖς τοξόταις ἀφειδῶς ἀφεῖναι τὰ βέλη, καὶ τῆς ἀσεβείας αὐτῆς ἀπαιτῆσαι δίκας
他也吩咐弓箭手毫不吝惜地射出箭來,並為她的不虔追討報應。
He commands also the archers to loose their arrows unsparingly, and to exact penalties for her impiety.
1:2692
Τῷ Κυ ρίῳ γὰρ, φησὶν, ἥμαρτε
他說:「因為她得罪了耶和華。」
'For she sinned,' he says, 'against the Lord.'
1:2693
Προλέγει δὲ καὶ τὴν τῶν Βαβυλωνίων δειλίαν, καὶ τὴν τῶν περιβόλων κατά λυσιν·
他也預言巴比倫人的怯懦,以及他們城牆的拆毀;
He foretells also the cowardice of the Babylonians, and the demolition of their walls;
1:2694
καὶ ἐπιλέγει τὴν αἰτίαν τῆς συμφορᾶς
並補述這災難的緣由。
and he adds the cause of the disaster.
1:2695
Ὅτι ἐκδίκησις παρὰ τοῦ Θεοῦ ἐστιν, ἐκδική σατε αὐτήν·
「因為報應出於神,你們要向她施行報應;」
'Because vengeance is from God, take vengeance upon her;'
1:2696
καθὼς ἐποίησεν, οὕτως ποιήσατε αὐτῇ·
「她怎樣行,你們也要照樣待她;」
'as she has done, so do to her;'
1:2697
( ιϛʹ.) Ἐξολοθρεύσατε σπέρματα ἐκ Βα βυλῶνος, κατέχοντα δρέπανον ἐν καιρῷ θερισμοῦ
「(十六節)你們要從巴比倫剪除撒種的,和收割時手拿鐮刀的。」
'(v. 16.) Cut off the seed from Babylon, and him that holds the sickle in the time of harvest.'
1:2698
Ἀντὶ τοῦ, Μὴ μόνους τοὺς στρατευομένους, ἀλλὰ καὶ τοὺς γεωργοῦντας θανάτῳ παράδοτε
意即:不僅要把作戰的人交於死亡,連耕種的人也要一併交出。
That is to say: deliver over to death not only those who wage war, but also those who till the ground.
1:2699
Τοῦτο γὰρ καὶ αὐτοὶ δεδράκασι τῷ Ἰσραὴλ πολεμοῦντες
因為這正是他們攻打以色列時所行的。
For this is what they too had done in warring against Israel.
1:2700
Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς ἕκαστος εἰς τὸν λαὸν αὑτοῦ ἀναστρέψουσι, καὶ ἕκαστος εἰς τὴν γῆν αὑ τοῦ φεύξονται. Πρὸ τῆς Βαβυλῶνος, Λυδοὺς ὁ Κῦρος κατεστρέψατο·
「因怕希臘人的刀劍,各人必歸回本民,各人必逃回本地。」在攻打巴比倫之前,居魯士已征服了呂底亞人;
'From before the Greek sword each shall return to his own people, and each shall flee to his own land.' Before Babylon, Cyrus overthrew the Lydians;
1:2701
ὑπέταξε δὲ καὶ Ἴωνας, καὶ Αἰολέας·
他也制伏了愛奧尼亞人和伊奧利亞人;
and he subjugated also the Ionians and the Aeolians;
1:2702
ἐκ δὲ τῆς Ἑλλάδος ἀπῳκίσθησαν οὗτοι, καὶ τὴν Ἀσίαν ᾤκησαν·
這些人原是從希臘遷來,定居於亞細亞的;
and these had migrated out of Greece, and settled in Asia;
1:2703
ἄγων τοίνυν καὶ τούτους ὁ Κῦρος ἐπεστράτευσε τῇ Βαβυλῶνι
居魯士遂率領這些人,出征攻打巴比倫。
leading these also, then, Cyrus made his campaign against Babylon.
1:2704
Ὁ μέντοι προφητικὸς λόγος οὐ μάτην τῶν Ἑλλήνων ἐμνήσθη·
然而先知的話提及希臘人並非徒然;
The prophetic word, however, did not mention the Greeks in vain;
1:2705
ἀλλὰ διδάσκων, ὡς καὶ τὰ πόῤῥω που κατῳκισμένα ἔθνη θεία ψῆφος κατὰ τῶν Βαβυλωνίων συνήγαγε
乃是要教導:神聖的判定連那些遙遠定居的列國,也都聚集起來對付巴比倫人。
but rather teaching that the divine decree gathered even the nations settled far away against the Babylonians.
1:2706
Πρόβατον πλανώμενον Ἰσραήλ
「以色列是走迷的羊。」
'Israel is a wandering sheep.'
1:2707
Ἡ περὶ τὰ εἴδωλα πλάνη τῶν κακῶν αὐτῷ γεγένηται πρόξενος
那拜偶像的迷惑,成了他一切禍患的媒介。
The error concerning the idols became for him the procurer of his evils.
1:2708
Λέοντες ἔξωσαν αὐτόν. Τοὺς Ἀσσυρίων βασιλέας οὕτως ὠνόμασεν
「有獅子把他趕出去。」他如此稱呼亞述諸王。
'Lions drove him out.' He so named the kings of the Assyrians.
1:2709
Ὁ πρῶτος κατέφαγεν αὐτοὺς βασιλεὺς Ἀσσούρ. Θεγλαθφαλασὰρ, καὶ Σαλμανα. σὰρ, καὶ Σεναχηρείμ·
「起先吞吃他們的是亞述王」:提革拉毗列色、撒縵以色和西拿基立;
'The first devoured them, the king of Assyria': Tiglath-pileser, and Shalmaneser, and Sennacherib;
1:2710
καὶ οὕτως ὕστερος βασιλεὺς Βαβυλῶνος Ναβουχοδονόσορ τὰ ὀστᾶ αὐτοῦ κατ έφαγεν
後來巴比倫王尼布甲尼撒又吞吃了他的骨頭。
and thus a later king of Babylon, Nebuchadnezzar, devoured his bones.
1:2711
Ἀντὶ τοῦ, τῶν προπατόρων τὰ λείψανα
意即:指列祖的遺骸。
That is to say, the remnants of the forefathers.
1:2712
πράξομαι, καὶ ταῦτα πείσεται, ἃ πέπονθεν ἡ Νινευῒ, ἡ παλαιὰ τῶν Ἀσσυρίων μητρόπολις
「我必追討」,她也必遭受尼尼微——亞述人那古老的都城——所遭受的這些事。
'I will exact,' and she shall suffer these things which Nineveh suffered, the ancient metropolis of the Assyrians.
1:2713
Τούτους δὲ τιμωρησά μενος, ἐπανάξω τὸν Ἰσραὴλ εἰς τὴν πατρῴαν γῆν·
但我懲罰了這些人之後,必領以色列歸回他祖宗之地;
But having punished these, I will bring Israel back to his ancestral land;
1:2714
Βάσαν γὰρ, καὶ Κάρμηλον, καὶ ὄρος Ἐφραῒμ, αὐτὴν καλεῖ
因為他以「巴珊、迦密和以法蓮山」稱呼這地。
for by 'Bashan, and Carmel, and Mount Ephraim' he means this land.
1:2715
Προλέγει δὲ καὶ τὴν ἐπὶ τὰ κρείττω μετα βολὴν, καὶ τὴν τῆς προτέρας πλάνης ἀπαλλαγήν
他也預言那向好的轉變,以及脫離先前迷惑的釋放。
He foretells also the change for the better, and the deliverance from the former error.
1:2716
Εἶτα γῆν παραπικραινόντων πάλιν τὴν τῶν Χαλ δαίων καλεῖ·
接著他又把迦勒底人之地稱作那惹動苦毒之人的地;
Then again he calls the land of the Chaldeans a land of those who provoke to bitterness;
1:2717
μάχαιραν δὲ τοὺς πολεμίους·
他所稱的「刀劍」,是指仇敵;
and by 'sword' he means the enemies;
1:2718
καὶ κε λεύει τούτοις κατ' ἐκείνων ὁρμῆσαι, καὶ τὰ παρ' αὐτοῦ κελευόμενα πράξαι
他吩咐這些人衝向那些人,並要行他所吩咐的事。
and he commands these to rush against those, and to do the things commanded by him.
1:2719
Σφύραν δὲ πάσης τῆς γῆς, τὴν τῶν Βαβυλωνίων βασιλείαν ὠνόμασεν, ὡς πᾶσι τοῖς ἔθνεσι ἐπενεγκοῦσαν πληγὴν, καὶ τὰς ἄλλας καταλύσασαν βασιλείας
他以「全地的大鎚」稱呼巴比倫的國度,因它擊打了萬國,並傾覆了其餘的列國。
And by 'hammer of the whole earth' he named the kingdom of the Babylonians, as having inflicted a blow upon all the nations, and having overthrown the other kingdoms.
1:2720
Ἴδιον γάρ ἐστι σφύρας τὸ λεπτύνειν τὰ παρ' αὐτῆς τυπτόμενα
因為粉碎其所擊打之物,正是鎚子的特性。
For it is proper to a hammer to crush the things struck by it.
1:2721
Ἤνοιξε Κύριος τὸν θησαυρὸν αὑτοῦ, καὶ ἐξήνεγκε τὰ σκεύη τῆς ὀργῆς αὑτοῦ·
「耶和華開了他的府庫,取出他忿怒的器皿;」
'The Lord opened his treasury, and brought forth the vessels of his wrath;'
1:2722
ὅτι ἔργον ἐστὶ τῷ Θεῷ, καὶ Κυρίῳ τῶν δυνάμεων, ἐν γῇ Χαλδαίων
「因為這是神——萬軍之耶和華——在迦勒底人之地所要作的工。」
'for it is a work for God, even the Lord of hosts, in the land of the Chaldeans.'
1:2723
Ὅτι ἐληλύθασιν οἱ καιροὶ αὐτῆς
「因為她受罰的日期已經來到。」
'For her appointed times have come.'
1:2724
Σκεύη ὀργῆς τοὺς πολεμίους καλεῖ, ὡς τῇ ὀργῇ ὑπουργοῦντας
他以「忿怒的器皿」指仇敵,因他們是執行他忿怒的僕役。
By 'vessels of wrath' he means the enemies, as ministering to his wrath.
1:2725
Θησαυροὺς δὲ, τὴν τιμωρητι κὴν ψῆφον, καιροὺς δὲ αὐτῆς, τὴν τιμωρίαν ἐκάλε σεν
他以「府庫」稱那定罪的判決,以「她的日期」稱那刑罰本身。
And by 'treasures' he called the sentence of punishment, and by 'her times' the punishment itself.
1:2726
Εἶτα διδάσκων, ὡς αὐτὸς ἐπάγει τὴν τιμωρίαν, παρακελεύεται καὶ τὰς ἀποθήκας ἐρευνῆσαι, καὶ πάντα διαφθεῖραι, καὶ μηδὲ ἴχνος τῆς προτέρας εὐπραξίας καταλιπεῖν
接著,他教導說是他自己降下這刑罰,並勸勉他們搜查那些倉庫,毀滅一切,連先前昌盛的痕跡也不留下。
Then, teaching that he himself brings on the punishment, he urges them also to search out the storehouses, and to destroy everything, and to leave not even a trace of the former prosperity.
1:2727
Προλέγει δὲ καὶ τοὺς ἐκεῖθεν ἀποδιδράσκοντας, τῶν Ἰουδαίων τὸ πλῆθος, καὶ τὴν Ἱερουσαλὴμ καταλαμ-βάνοντας, καὶ μηνύοντας τὰ κατειληφότα τὴν Βαβυ λῶνα κακά
他也預言那些從那裡逃出來的猶太人眾多,來到耶路撒冷,報告臨到巴比倫的災禍。
He foretells also those fleeing from there, the multitude of the Jews, and coming to Jerusalem, and reporting the evils that had overtaken Babylon.
1:2728
Ἔπειτα παρακελευσάμενος αὐτὴν πα θεῖν ἃ δέδρακεν, Ἀνταπόδοτε γὰρ αὐτῇ, φησὶ, κατὰ τὰ ἔργα αὐτῆς, καὶ τὴν κατ' αὐτοῦ τοῦ Θεοῦ μανίαν ἐπιδείξας, πρὸς αὐτὴν ποιεῖται τοὺς λόγους
接著,他勸令她遭受她所行的(因他說:「你們要照她所行的報應她」),並顯明了神對她的震怒之烈,便向她發言。
Then, having urged that she suffer what she had done, for he says, 'Repay her according to her works,' and having displayed the very frenzy of God against her, he directs his words to her.
1:2729
Ἰδοὺ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος τῶν δυνά μεων, τὴν ὑβρίστριαν
「萬軍之耶和華說:狂傲的啊,看哪,我與你為敵。」
'Behold, I am against you, you insolent one, says the Lord of hosts.'
1:2730
Ἡ τεθεῖσα προσηγορία τὸν κατὰ τοῦ Θεοῦ τύφον αἰνίττεται, καὶ τὴν εἰς πάντας ἀνθρώπους παρανομίαν δηλοῖ
加給她的這稱號,暗示她對神的傲慢,並顯明她對眾人的橫行不法。
The appellation applied to her hints at her arrogance against God, and makes plain her lawlessness toward all men.
1:2731
Ὅτι ἥκει ἡμέρα τῆς πτώσεώς σου, καὶ καιρὸς ἐκδικήσεώς σου
「因為你傾覆的日子已經來到,你受報應的時候已至。」
'For the day of your fall is come, and the time of your vengeance.'
1:2732
(λβʹ.) Καὶ ἀσθενήσει ἡ ὕβρις σου, καὶ πεσεῖται, καὶ οὐκ ἔσται ὁ ἀνιστῶν αὐτήν·
(三十二節)「你的驕傲必衰弱倒下,無人能將它扶起;」
(32.) 'And your pride shall grow weak and fall, and there shall be none to raise it up;'
1:2733
καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς, καὶ καταφάγεται πάντα τὰ κύκλῳ αὐτῆς
「我要在她的樹林中點火,火必燒盡她四圍的一切。」
'and I will kindle a fire in her forest, and it shall devour all that is round about her.'
1:2734
Τὰ δὲ κύκλῳ, τοὺς ὑπηκόους·
所謂「四圍的」,是指她的臣屬。
By 'those round about' he means her subjects.
1:2735
ἀσθένειαν δὲ ὕβρεως, τὴν τῆς δυνα στείας κατάλυσιν
所謂「驕傲的衰弱」,是指她權勢的瓦解。
And by 'the weakening of pride' he means the dissolution of her dominion.
1:2736
Ταῦτα δὲ, φησὶ, πείσονται, ὅτι τὸν ἐμὸν ἐξανδραποδίσαντες λαὸν, ἀποδοῦναι τὴν ἐλευθε ρίαν αὐτοῖς εἰς καιρὸν οὐκ ἠθέλησαν
他說:「他們必遭受這些,因為他們奴役了我的百姓,卻不肯在適當的時候將自由歸還給他們。」
'These things,' he says, 'they shall suffer, because, having enslaved my people, they were unwilling to restore their freedom to them in due time.'
1:2737
Τούτου δὴ. χάριν, ἀπειλεῖ παραδώσειν τοῖς πολεμίοις, καὶ τὴν πόλιν, καὶ τοὺς ἐνοικοῦντας, καὶ τὰ τῆς ψευδολο γίας μαντεῖα, καὶ τοὺς ἀριστεύειν ἐν αὐτῇ εἰω θότας, καὶ τοὺς εἰς ἐπικουρίαν αὐτῶν ἀφικομένους, καὶ τοὺς ἀποκειμένους θησαυρούς
因此之故,他威嚇說,要將這城、城中的居民、她虛謊預言的神諭、慣於在城中稱雄的人、前來援助他們的人,以及所積存的財寶,都交在仇敵手中。
For this reason, therefore, he threatens to deliver up to the enemy both the city and its inhabitants, and the oracles of her false prophecy, and those accustomed to hold pre-eminence in her, and those who came to their aid, and the treasures laid up in store.
1:2738
Ἀπειλεῖ δὲ καὶ τὸ ὕδωρ αὐτῆς φροῦδον ποιήσειν·
他又威嚇說,要使她的水枯乾消失;
He threatens also to make her waters vanish away;
1:2739
ὕδωρ δὲ τροπικῶς τὸ πλῆθος καλεῖ·
他以「水」比喻地指稱她眾多的百姓;
and by 'water' he figuratively names the multitude of her people;
1:2740
εἰκὸς δὲ προαγορεύειν καὶ τὰ τῷ ὕδατι συμβησόμενα
然而他很可能也預言了那水本身將要遭遇的事。
yet it is likely that he also foretells what would befall the water itself.
1:2741
Πάλαι γὰρ αὐτὴν μέσην ἔτεμνεν ὁ Εὐφράτης, νῦν δὲ ὁ μὲν ποταμὸς ἐτέτραπτο εἰς ἑτέραν ὁδὸν, σμικροτάτη δὲ διώρυξ διὰ τῶν ἐρει πίων ὁδεύει
因為從前幼發拉底河貫穿她的中央,如今那河卻被引向另一條道路,只有一條極小的溝渠穿行於廢墟之間。
For of old the Euphrates cut through the midst of her, but now the river has been turned into another course, and only a very small channel makes its way through the ruins.
1:2742
Νήσους δὲ καλεῖ τὰς τῆς πόλεως οἰκίας, ὡς κύκλῳ τοὺς περιβόλους ὕδατος περικλύζοντος, καὶ πάλιν ἐν μέσῳ τῆς πόλεως ἐχούσας τὸν ποταμόν
他以「海島」稱呼城中的房屋,因為水從四圍環繞沖刷著城牆,而那河又流貫城的中央。
By 'islands' he calls the houses of the city, since the water washed around the enclosing walls on every side, and again the river ran through the midst of the city.
1:2743
Ἰνδάλματα δὲ τὰς τῶν δαιμόνων φαντασίας κα λεῖ·
他以「幻象」指稱群鬼的顯現;
By 'phantoms' he means the apparitions of the demons;
1:2744
θυγατέρας δὲ Σειρήνων ὁ Σύρος τοὺς στρουθο καμήλους ἡρμήνευσε·
至於「海妖的女兒」,敘利亞譯本則譯作鴕鳥;
and 'daughters of Sirens' the Syriac rendered as ostriches;
1:2745
καὶ δαίμονας δὲ ἔθος οὕτω καλεῖν τῇ θείᾳ Γραφῇ, διὰ τὸ καταθέλγειν καὶ ἐξ απατᾷν τοὺς ἀνθρώπους·
神聖的聖經慣於如此稱呼群鬼,因為牠們迷惑並欺騙世人;
and it is the custom of divine Scripture so to call demons, because they bewitch and deceive men;
1:2746
καὶ οὗτοι μέντοι κἀκεῖνοι τῆς ἐρημίας σημαντικοί
無論這些生物或那些,都是荒涼的表徵。
and both these creatures and those are indicative of desolation.
1:2747
Καὶ οὐκ οἰκοδομηθήσε ται ἔτι εἰς τὸν αἰῶνα, καὶ οὐ κατοικηθήσεται ἔτι εἰς γενεὰς καὶ γενεάς. Καὶ τετύχηκεν ἀμφό τερα πέρατος·
「她必永不再被建造,也必世世代代不再有人居住。」這兩者都確已應驗;
'And it shall no more be built up for ever, neither shall it be inhabited any more from generation to generation.' And both have come to pass in fact;
1:2748
οὔτε γὰρ ᾠκοδομήθη, ἀλλ' ἐστέρηται τῶν περιβόλων μέχρι καὶ τήμερον, καὶ ἐπὶ πλεῖστον ἀοίκητος ἔμεινε·
因為她既未曾重建,直到今日仍被剝奪了城牆,並且長久以來荒無人煙;
for neither has it been rebuilt, but has been stripped of its walls even to this day, and has remained uninhabited for a very long time;
1:2749
τοῦτο γὰρ εἶπεν εἰς γενεὰς καὶ γενεάς. Καὶ νῦν δὲ ὀλίγοι τὴν γῆν ταύτην οἰκοῦ σιν Ἰουδαῖοι
這正是他所說「世世代代」的意思。就是如今,也只有少數猶太人住在這地。
for this is what he meant by 'from generation to generation.' And even now only a few Jews dwell in this land.
1:2750
Ἀπεικάζει δὲ αὐτὴν Σοδόμοις καὶ Γομόῤῥοις, καὶ διὰ τὴν προτέραν ἀσέβειαν, καὶ διὰ τὴν ἐπενεχθεῖσαν ὕστερον ζημίαν
他將她比作所多瑪與蛾摩拉,既因她從前的不敬虔,也因後來臨到她的毀滅。
He likens her to Sodom and Gomorrah, both on account of her former impiety, and on account of the ruin subsequently brought upon her.
1:2751
Ὑποδείκνυσι δὲ καὶ τῶν πολεμίων τὴν πανοπλίαν, καὶ ἐοικέναι φησὶ θαλάσσῃ κυμαινούσῃ·
他又描述仇敵的全副武裝,說它彷彿翻騰洶湧的海;
He also indicates the full armament of the enemy, and says it is like a surging sea;
1:2752
Τῶν δὲ Βαβυλωνίων ὑπὸ δειλίας λέγει παρα λυθῆναι τὰς χεῖρας, καὶ τὴν ὀδύνην αὐτῶν ὠδῖσι γυναικὸς ἀπεικάζει
他說巴比倫人的手因懼怕而癱軟,並將他們的痛苦比作婦人分娩的陣痛。
and he says that the hands of the Babylonians were paralysed with fear, and he likens their anguish to the birth-pangs of a woman.
1:2753
καὶ τίς ἀντιστήσεταί μοι; καὶ τίς οὗτος ποιμὴν, ὃς στήσε ται κατὰ πρόσωπόν μου; Ἐπειδὴ ποιμὴν τοῦ Ἰσραὴλ ὠνομάζετο, ἐνόμισαν δὲ τῆς Βαβυλῶνος οἱ βασιλεῖς αὐτοῦ περιγενήσεσθαι τοῦ τῶν ὅλων Θεοῦ, διδάσκει, ὡς αὐτὸς αὐτοῖς ἐπάγει τὴν τιμω ρίαν, ἀσύγκριτον ἔχων τὴν δύναμιν
「誰能抵擋我呢?又有哪一個牧人能站在我面前呢?」既然他被稱為以色列的牧者,而巴比倫的諸王卻以為能勝過萬有的神,他便教導說,是他自己親自將刑罰加於他們,其能力無可比擬。
'And who shall withstand me? And who is this shepherd that shall stand before my face?' Since he was called the shepherd of Israel, and the kings of Babylon supposed that they would prevail over the God of all, he teaches that it is he himself who brings the punishment upon them, having power beyond all comparison.
1:2754
Εἶτα παρακε λεύεται καὶ αὐτὰ διαφθεῖραι τὰ ἀρνία τῶν προβά των, καὶ τὴν νομὴν ἀφανίσαι·
接著他又吩咐,連羊群中的羔羊也要毀滅,草場也要荒廢;
Then he further commands that the very lambs of the flock be destroyed and the pasture be laid waste;
1:2755
καλεῖ δὲ ἀρνία τὰ βρέφη, νομὴν δὲ τὴν πόλιν, καὶ τὴν ὑποκειμένην γῆν
他以「羔羊」指嬰孩,以「草場」指那城及其所屬的土地。
and by 'lambs' he means the infants, and by 'pasture' the city and the land lying beneath it.
1:2756
Μακάριος γὰρ, φησὶν, ὃς κρατή σει τὰ νήπιά σου, καὶ ἐδαφιεῖ αὐτὰ πρὸς τὴν πέτραν
他說:「凡拿住你的嬰孩摔在磐石上的,那人便為有福。」
'For blessed,' he says, 'is he who shall seize your little ones and dash them against the rock.'
1:2757
Ἐπειδὴ γὰρ ἐπίσημος ἦν ἡ πόλις, πάντοσε διέδραμε καὶ τοῦ πάθους ἡ φήμη
因為這城既是顯赫聞名,她受難的消息便傳遍各處。
For since the city was renowned, the report of her calamity also ran everywhere.
1:2758
ΚΕΦΑΛΑΙΟΝ ΝΑʹ Εἶτα διαφόροις ὀνόμασι τοὺς πολεμίους καλεῖ·
第五十一章 然後他以不同的名稱稱呼那些仇敵;
CHAPTER 51. Then he calls the enemy by various names;
1:2759
καὶ πρῶτον μὲν ἄνεμον καύσωνα·
首先稱之為灼熱的風;
and first, a scorching wind;
1:2760
διαφθείρειν γὰρ οὗτος πέφυκε τὰ φυτά
因為這風本性慣於摧殘草木。
for this is wont by nature to destroy plants.
1:2761
διὰ τούτου δὲ δηλοῖ τῆς τιμωρίας τὸ δίκαιον
他藉此表明這刑罰的公義。
And by this he signifies the justice of the punishment.
1:2762
Πείσῃ γὰρ, φησὶν, ὃ πεποίηκας
他說:「你必遭受你所行的。」
'For you shall suffer,' he says, 'what you have done.'
1:2763
Τούτοις ἐντειλάμενος ἀφειδῶς κατὰ πάντων χρήσασθαι τῷ θυμῷ, ἐπήγαγε·
他既吩咐這些人毫不留情地向眾人施行忿怒,便又補充說:
Having commanded these to employ their wrath unsparingly against all, he added:
1:2764
οὐ γὰρ δὴ παντε λῶς αὐτοὺς τῆς ἐμῆς κηδεμονίας ἐγύμνωσα
「因為我並未完全撤去我對他們的眷顧。」
'for I have not utterly stripped them of my care.'
1:2765
Ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν ἀπὸ τοῦ οἴνου αὑτῆς·
「巴比倫是耶和華手中的金杯,使全地都喝醉;」
'Babylon is a golden cup in the Lord's hand, that made all the earth drunk with her wine;'
1:2766
ἔπιεν ἔθνη τοῦτο, ἐσαλεύθη ἔθνη
「列國喝了這杯,列國就顛狂。」
'the nations drank of this, the nations were shaken.'
1:2767
Καὶ ἄφνω ἔπεσε Βαβυλὼν, καὶ συνετρί βη
「巴比倫忽然傾倒破碎。」
'And suddenly Babylon has fallen and is shattered.'
1:2768
καὶ ἐνταῦθα τὴν δι' αὐτοῦ τιμωρίαν, τοῖς ἄλ λοις ἐπενεχθεῖσαν ἔθνεσι, ποτήριον χρυσοῦν προσ ηγόρευσε
在此他也將藉她加於別國的刑罰稱為「金杯」。
And here too he named the punishment inflicted through her upon the other nations a 'golden cup.'
1:2769
Λέγει τοίνυν, ὅτι καὶ τοῖς ἄλλοις ἔθνεσι τὴν τιμωρίαν ἐπήνεγκε, καὶ ἐξαίφνης αὐτὴ παρὰ πᾶσαν ἐλπίδα ἑάλω, καὶ ἀνάστατος γέγονεν
所以他說,她既將刑罰加於別國,卻出乎眾人意料之外,忽然被攻取,遭到傾覆。
He says, therefore, that she brought punishment upon the other nations also, yet she herself was suddenly, beyond all expectation, captured and overthrown.
1:2770
Εἶτα τοῖς εἰς ἐπικουρίαν ἐληλυθόσιν ἔθνεσι λέγει, Θρηνεῖτε αὐτήν·
接著他向那些前來援助她的列國說:「你們要為她哀哭;」
Then to the nations that had come to her aid he says, 'Lament for her;'
1:2771
λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἰ πως ἰαθήσεται. Ἀντὶ τοῦ, προσενέγκατε αὐτῇ τῆς βοηθείας τὰ φάρμακα·
「要為她的毀壞取乳香,或者她可以痊癒。」意即:將救助的良藥施於她身上;
'take balm for her destruction, if perhaps she may be healed.' That is to say, apply to her the remedies of help;
1:2772
κέχρηται δὲ καὶ ἠθοποιίᾳ ὁ προφήτης, καὶ τὴν παρ' ἐκείνων ἀπόκρισιν τίθη σιν
先知在此運用了擬人化的手法,並記下那些人的回答。
and the prophet employs personification, and sets down the reply of those others.
1:2773
Ἰατρεύσαμεν αὐτὴν, καὶ οὐκ ἰάθη·
「我們本想醫治她,她卻未得痊癒;」
'We would have healed her, but she was not healed;'
1:2774
ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὑτοῦ·
「我們不如撇下她,各歸本地去;」
'let us forsake her, and let us go each one to his own land;'
1:2775
ὅτι ἤγγικεν εἰς οὐρανὸν τὸ κρῖμα αὐτῆς, καὶ ἐπήρθη ἕως τῶν ἄστρων
「因為她的罪案已達於天,並上升直到星宿。」
'for her judgment has drawn near to heaven, and is lifted up even to the stars.'
1:2776
Εἰσήνεγκε Κύριος τὸ κρίμα αὐτοῦ
「耶和華已顯明祂的判斷。」
'The Lord has brought forth his judgment.'
1:2777
Τοῦτον τοῦ Βαβυλωνίου τὸν τῦφον καὶ ὁ μακάριος προεθέ σπισεν Ἡσαΐας·
巴比倫這樣的驕橫,蒙福的以賽亞也曾預言過;
This arrogance of the Babylonian the blessed Isaiah also foretold;
1:2778
Ἤγειρε Κύριος τὸ πνεῦμα βασιλέως Μήδων·
「耶和華激動了瑪代王的心;」
'The Lord has stirred up the spirit of the king of the Medes;'
1:2779
ὅτι ἐπὶ Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ, τοῦ ἐξολοθρεῦσαι αὐτήν·
「因為祂的忿怒指向巴比倫,要將她全然毀滅;」
'for his anger is against Babylon, to destroy her utterly;'
1:2780
ὅτι ἐκδίκησις Κυρίου ἐστὶν, ἐκδίκησις ναοῦ αὑτοῦ, ἐπὶ τειχῶν Βαβυ λῶνος
「因為這是耶和華的報應,是為祂殿宇所施的報應,臨到巴比倫的城牆。」
'for it is the vengeance of the Lord, the vengeance for his temple, upon the walls of Babylon.'
1:2781
Ἃ τετόλμηκε κατὰ τοῦ ναοῦ, τοῖς τῆς Βαβυ λῶνος περιβόλοις ἐπάξω
「她膽敢向我的殿所行的,我必加於巴比倫的城牆之上。」
'What she has dared against the temple, I will bring upon the walls of Babylon.'
1:2782
Εἶτα εἰρωνικῶς τοῖς Βαβυ λωνίοις παρακελεύεται, καὶ φύλακας ἐπιστῆσαι τοῖς τείχεσι, καὶ τούτους διεγεῖραι, καὶ εὐτρεπίσαι τὰ ὅπλα·
然後他以反諷的口吻吩咐巴比倫人,既要在城牆上設立守望的人,又要喚醒他們,並要預備兵器;
Then ironically he commands the Babylonians both to set watchmen upon the walls, and to rouse them, and to make ready their arms;
1:2783
καὶ διδάσκων, ὡς οὐδὲν αὐτοῖς ὄφελος ἐντεῦ θεν γενήσεται, ἐπήγαγε·
他教導說,這對他們毫無益處,便又補充說:
and teaching that no benefit will come to them from this, he added:
1:2784
Καὶ ποιήσει Κύριος ὅσα. ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα. Προ ηγόρευσε γὰρ διὰ τῶν προφητῶν τὴν ταύτης κατάλυ σιν
「耶和華必成就祂指著住在巴比倫之人所說的一切。」因為祂早已藉眾先知預言了她的傾覆。
'And the Lord will do all that he has spoken against those who dwell in Babylon.' For he foretold her destruction through the prophets.
1:2785
Κατὰ δὲ τοῦ βραχίονος τὸν Θεὸν ὀμωμο κέναι λέγει, ἀντὶ τοῦ, κατὰ τῆς ἑαυτοῦ δυνάμεως·
他又說神指著自己的膀臂起誓,意即指著祂自己的能力;
And he says that God swore by his arm, that is to say, by his own power;
1:2786
Ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὑτοῦ·
「祂以自己的能力造地;」
'Who makes the earth by his strength;'
1:2787
ἑτοιμά ζων τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὑτοῦ·
「以自己的智慧建立世界;」
'who prepares the inhabited world by his wisdom;'
1:2788
ἐν τῇ συνέσει αὑτοῦ ἐξέτεινε τὸν οὐρανόν
「以自己的聰明鋪張諸天。」
'by his understanding he stretched out the heaven.'
1:2789
οὐρανῷ, καὶ ἀνήγαγε νεφέλας ἐξ ἐσχάτου τῆς γῆς·
「……在天上,並使雲霧從地極上騰;」
'... in heaven, and he brought up clouds from the ends of the earth;'
1:2790
ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν·
「祂為雨造閃電;」
'he made lightnings for the rain;'
1:2791
ἐξήγαγε φῶς ἐκ θησαυρῶν αὑτοῦ
「祂從自己的府庫中發出光來。」
'he brought forth light out of his treasuries.'
1:2792
Καὶ τὰ τῆς δημιουργίας τέ θεικεν, καὶ τὰ τῆς προμηθείας·
他既陳明了創造之工,也陳明了眷佑之工;
He has set down both the works of creation and the works of providence;
1:2793
οὐ γὰρ μόνον πε ποίηκε τὰ σύμπαντα, ἀλλὰ καὶ διατελεῖ κυβερνῶν
因為祂不僅造了萬有,並且持續掌管治理著萬有。
for he has not only made all things, but also continues to govern them.
1:2794
Τὸ εἰς φωνὴν ἤχους αὐτοῦ ἔθετο πλῆθος ὕδατος ἐν οὐρα νῷ, διδάσκει τὸν διὰ τῶν νεφελῶν τῆς βροντῆς ἐπιτελούμενον κτύπον
「祂發聲時,便使諸水的洪流在天上」這句話,是教導那藉雲層而發的雷聲轟鳴。
The phrase 'At the voice of his sound he set a multitude of water in heaven' teaches concerning the crash of thunder produced through the clouds.
1:2795
Παρατίθησι δὲ τῇ θεολογίᾳ τὴν τῶν δαιμόνων ἀσθένειαν·
他在論神的道理旁邊,並列陳明群鬼的無能;
He sets alongside his theology the weakness of the demons;
1:2796
καὶ δείκνυσιν αὐτὰ τῆς τῶν χρυσοχόων δεόμενα τέχνης, καὶ ὅτι ὑπ' ἄλλων γινό μενα, οὐδὲ τοῖς ἀλόγοις ζώοις ἀναπνεῖν ὁμοίως ἰσχύει
他顯明它們需要金匠的手藝,並且既是被別人所造的,就連像無理性的走獸那樣呼吸的能力也沒有。
and he shows that they stand in need of the craft of goldsmiths, and that, being made by others, they have not even the power to breathe like the irrational animals.
1:2797
Προλέγει δὲ αὐτῶν καὶ τὴν παῦλαν
他也預言了它們的止息。
He also foretells their cessation.
1:2798
Ἐν καιρῷ γὰρ, φησὶν, ἐπισκοπῆς ἀπολοῦν ται
他說:「因為到了追討的時候,它們必歸於滅亡。」
'For in the time of their visitation,' he says, 'they shall perish.'
1:2799
( ιθʹ.) Οὐ τοιαύτη ἡ μερὶς τῷ Ἰακὼβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός ἐστι μερὶς αὐτοῦ καὶ Ἰσραὴλ ῥάβδος κληρονομίας αὐτοῦ·
(十九節)「雅各的分不像這些;因為那造成萬物的,祂自己就是雅各的分,以色列是祂產業的杖;」
(19.) 'Not such is the portion of Jacob; for he who formed all things, he himself is his portion, and Israel is the rod of his inheritance;'
1:2800
Κύ ριος τῶν δυνάμεων ὄνομα αὐτῷ
「萬軍之耶和華是祂的名。」
'the Lord of hosts is his name.'
1:2801
Τῆς Βαβυλῶ νος ἐκεῖνοι θεοὶ, τοῦ δὲ Ἰσραὴλ ὁ τῶν ἁπάντων ποιη τής
那些乃是巴比倫的諸神,惟以色列的神乃是萬有的創造者。
Those were the gods of Babylon, but the God of Israel is the Maker of all things.
1:2802
Εἰκότως τοίνυν οἱ μὲν καταλύονται, οἱ δὲ ἐπανέρχονται
因此,前者被毀滅,後者卻得歸回,這是合宜的。
With good reason, therefore, the former are dissolved, while the latter return home.
1:2803
Τοῦτο ὁ Σύρος ἡρμή νευσεν, Ἑτοίμασόν μοι σκεύη πολέμου. Κατὰ μέντοι τὴν ἑλληνικὴν ἑρμηνείαν, οὕτω νοητέον·
敘利亞譯本將此譯作:「為我預備爭戰的兵器。」然而按希臘文的譯法,當如此理解:
This the Syriac rendered thus: 'Prepare for me the weapons of war.' According to the Greek rendering, however, it is to be understood in this way:
1:2804
Ἐπειδὴ τοῖς ὅπλοις σου κατὰ τοῦ ἐμοῦ ἐχρήσω λαοῦ, καὶ βέλη καὶ δόρατα κατὰ τούτων ἠκόντισας, κἀγὼ διασκορπιῶ ἔθνη ἐν σοί
因為你用你的兵器攻擊我的百姓,向他們射出箭矢與長矛,我也要藉著你驅散列國。
Since you employed your weapons against my people, and hurled arrows and spears against them, I too will scatter nations by means of you.
1:2805
Σκορπί σας σκεδάσω κἀγὼ τὰ εἰς ἐπικουρίαν σου ἐληλυ θότα ἔθνη, καὶ τοὺς ἵππους, καὶ τοὺς τούτων ἀναβά τας, καὶ πᾶσαν ἡλικίαν, καὶ γένος ἑκάτερον, καὶ ἄρχοντας, καὶ ἀρχομένους, καὶ ποιμαίνοντας, καὶ γεωργοῦντας
我要打散並驅逐那些前來援助你的列國、馬匹、以及騎馬的人、各樣年紀的人、兩種性別、掌權者與受治者、牧放牲畜的人與耕田的人。
Having scattered them, I too will disperse the nations that have come to your aid, and the horses, and their riders, and every age, and both sexes, and rulers and ruled, and shepherds and farmers.
1:2806
Καὶ ταῦτα πείσεσθε, ὑπὲρ ὧν κατὰ τῆς Σιὼν ἐτολμήσατε
你們必要遭受這些事,因為你們竟敢如此對待錫安。
And these things you shall suffer, for what you dared to do against Zion.
1:2807
Ἰδοὺ ἐγὼ πρὸς σὲ, τὸ ὄρος τὸ διεφθαρμέ νον, λέγει Κύριος, τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν
耶和華說:「行毀滅的山哪,看哪,我與你為敵,你毀滅了全地。」
Behold, I am against you, O destroying mountain, says the Lord, that destroys all the earth.
1:2808
Ὄρος αὐτὴν καλεῖ διὰ τὸ περιφανὲς τῆς δυνα στείας, διεφθαρμένον δὲ διὰ τὸ δυσσεβὲς καὶ παρά νομον
他因其權勢的顯赫而稱它為山,卻因其不敬虔與違法而稱其為「被毀壞的」。
He calls it a mountain because of the conspicuousness of its dominion, but 'destroyed' because of its impiety and lawlessness.
1:2809
Καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ, καὶ κατακυλιῶ σε ἀπὸ τῶν πετρῶν. Τουτέστι,. ταπεινήν σε δείξω
「我必向你伸手,把你從磐石上滾下去。」這就是說:我要使你顯為卑微。
And I will stretch out my hand against you, and roll you down from the rocks. That is: I will show you to be brought low.
1:2810
Καὶ δώσω σε εἰς ὄρος ἐμπεπυρισμένον, ἀντὶ τοῦ, ἄχρηστον παντελῶς·
「我必使你成為燒毀的山」,意思是:全然無用。
And I will make you a burnt mountain, that is, utterly useless.
1:2811
Καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν, καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν ἔσῃ εἰς τὸν αἰῶνα, λέγει Κύριος
「人必不從你那裡取石頭為房角石,也不取石頭為根基,因為你必永遠荒涼」,這是耶和華說的。
And they shall not take from you a stone for a corner, nor a stone for a foundation, for you shall be a perpetual desolation, says the Lord.
1:2812
Οὔτε βασιλέα, οὔτε ἄρχοντα ἐκ τῶν νέων οἰκητόρων ἐχειροτόνη σαν·
他們並未從新的居民中選立君王或首領。
They appointed neither king nor ruler from among the new inhabitants.
1:2813
οἱ μὲν γὰρ θεμέλιοι τὴν οἰκοδομὴν φέ ρουσιν, αἱ δὲ γωνίαι συνάπτουσιν
因為根基承載建築,而房角則將建築連結為一。
For the foundations bear the building, and the corners join it together.
1:2814
Ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε σάλπιγγι ἐν ἔθνεσιν·
要在地上豎起旗號,在列國中吹起號角。
Raise a signal upon the earth, sound a trumpet among the nations.
1:2815
Παραγγείλατε ἐπ' αὐτὴν βα σιλείαις Ἀραρὰτ παρ' ἐμοῦ, καὶ τοῖς Ἀσχαναζαίοις
要按我的吩咐,招聚亞拉臘諸國與亞實基拿人來攻擊她。
Summon against her, at my command, the kingdoms of Ararat, and the Ashkenazites.
1:2816
Ἀραρὰτ τὴν Ἀρμενίαν καλεῖ·
他以「亞拉臘」稱亞美尼亞。
By 'Ararat' he means Armenia.
1:2817
Ἀσχαναζαῖοι δὲ, ἔθνος ἕτερον ἐκείνοις πελάζον
亞實基拿人則是與那些人相鄰的另一民族。
And the Ashkenazites are another nation neighboring upon those.
1:2818
Τούτους δὲ πάντας ὁ Περσῶν καὶ Μήδων συνήγαγε βασιλεύς·
波斯與瑪代的王將這一切都聚集起來;
All these the king of the Persians and Medes gathered together;
1:2819
τὸν βασιλέα τῶν Μήδων, καὶ ἡγουμένους αὐτοῦ, καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ
就是瑪代的王、他的首領,以及他所有的將帥。
the king of the Medes, and his leaders, and all his commanders.
1:2820
Λέγει δὲ καὶ τὴν γῆν σει σθῆναι
他又說地必震動。
He says also that the earth was shaken.
1:2821
Προλέγει καὶ τὴν πολιορκίαν, καὶ τὴν ἀσθένειαν τῶν ἔνδοθεν πολεμούντων, καὶ τὸν τῆς πόλεως ἐμπρησμὸν, καὶ τοὺς τῷ βασιλεῖ τὴν ταύτης μηνύοντας ἅλωσιν
他也預言了圍攻、城內爭戰之人的軟弱、城的焚燒,以及那些向王報告此城被攻陷的人。
He foretells also the siege, and the feebleness of those fighting within, and the burning of the city, and those who announce its capture to the king.
1:2822
Ἀπεικάζει καὶ ἅλῳ λεπτυνθείσῃ, καὶ ἀμητῷ ὡρίμῳ, τῶν οἰκιῶν τὴν κατάλυσιν
他將房屋的傾毀比作被輾細的禾場,並成熟待割的莊稼。
He likens the demolition of the houses to a threshing-floor made fine, and to a ripe harvest.
1:2823
Τίθησι καὶ τῆς Ἱερουσα λὴμ τὰ ῥήματα, ἃ περὶ τοῦ Βαβυλωνίων ἔλεγε βα σιλέως
他也記下耶路撒冷論到巴比倫王所說的話。
He sets down also the words of Jerusalem, which she spoke concerning the king of the Babylonians.
1:2824
Ἐμερίσατό με, κατέφαγέ με, κατ έλαβέ με ὡς σκότος λεπτὸν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος
巴比倫王尼布甲尼撒將我分割,將我吞吃,如細微的黑暗將我抓住。
Nebuchadnezzar king of Babylon has divided me, devoured me, seized me like fine darkness.
1:2825
Ὁ λεπτότατος ἀὴρ μᾶλ λον τῶν ἡμετέρων καθικνεῖται σωμάτων
最細微的空氣更容易穿透我們的身體。
The finest air penetrates our bodies more readily.
1:2826
Λέγει τοί νυν, ὅτι Τὸ σκότος τῆς συμφορᾶς καὶ αὐτά μου τῆς ψυχῆς ἐπλήρωσε τὰ μέλη
所以她說:「災禍的黑暗充滿了我魂中的每一肢體。」
She says, then, that 'the darkness of calamity filled the very members of my soul.'
1:2827
Κατέστησέ με ὡς σκεῦος κενὸν, καὶ κατέπιέ με ὡς δράκων·
他使我如同空的器皿,又像大蛇將我吞下;
He set me as an empty vessel, and swallowed me down like a dragon;
1:2828
ἐν έπλησε τὴν κοιλίαν αὑτοῦ ἀπὸ τῆς τρυφῆς μου. Πάντων, φησὶν, ἐγύμνωσέ με τῶν ἀγαθῶν, καὶ δρά κοντα ἐμιμήσατο στρουθῶν νεοττοὺς καταπιόντα, πάντα μου τὸν πλοῦτον λαβὼν, καὶ τῆς εὐπραξίας γυμνώσας
他用我的珍饈填滿他的肚腹。她說:「他剝奪了我一切的美物,效法大蛇吞吃麻雀的雛鳥,奪去我一切的財富,剝去我的興盛。」
he filled his belly from my delicacies. He says: 'He stripped me of all good things, and imitated a dragon swallowing sparrows' young, taking away all my wealth and stripping me of my prosperity.'
1:2829
ταλαιπω ρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σιών·
住在錫安的必說:「我所受的苦難歸與巴比倫。」
'My afflictions be upon Babylon,' shall Zion's inhabitant say;
1:2830
καὶ τὸ αἷμά μου, ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίαν, ἐρεῖ Ἱερουσαλήμ
耶路撒冷必說:「我的血歸與住在迦勒底的人。」
'and my blood upon those who dwell in Chaldea,' shall Jerusalem say.
1:2831
Ἐκδικηθήσεται, φησὶ, τὸ αἷμά μου παρ' αὐτῶν, καὶ δίκας τίσουσιν ὧν παρηνόμησαν. εἰς ἐμέ
她說:「我的血必向他們追討,他們必為對我所行的不法之事償還罪責。」
'My blood,' she says, 'shall be avenged upon them, and they shall pay the penalty for the lawless deeds they committed against me.'
1:2832
Οὕτω τὰ περὶ τῆς Ἱερουσαλὴμ ὁ προφήτης δείκνυσι, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἐξενεχθεῖσαν δι καίαν ψῆφον
先知如此陳明有關耶路撒冷的事,以及神所頒下的公義判決。
Thus the prophet sets forth the matters concerning Jerusalem, and the just sentence pronounced by God.
1:2833
Ἰδοὺ ἐγὼ κρινῶ τὸν ἀντίδικόν σου, καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου
看哪,我必審判你的仇敵,為你伸冤報仇。
Behold, I will judge your adversary, and will execute vengeance for you.
1:2834
Ἐπειδὴ ἔγνως τὴν ἀπὸ τῆς ἁμαρτίας ἐγγιγνομέ νην βλάβην
因為你已認識到由罪所生的損害。
Since you have come to know the harm that arises from sin.
1:2835
Καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς. Τουτέστι, τὸ πλῆθος τῶν ὑπηκόων
「我必使她的海荒涼」,這就是說:她眾多的臣民。
And I will make her sea desolate. That is, the multitude of her subjects.
1:2836
Καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς. Τὴν βασιλείαν, καὶ τὴν κατὰ πάν των δυναστείαν
「我必使她的泉源乾涸」,就是她的國度,以及她轄制萬有的權勢。
And I will dry up her fountain. That is, her kingdom and her dominion over all.
1:2837
Εἶτα λέγει καὶ τὰ τῆς ἐρημίας ἴδια, περὶ ὧν πολλάκις εἰρήκαμεν·
接著他又論到荒涼所特有的景況,這些我們已多次提及。
Then he speaks also of the things proper to desolation, concerning which we have often spoken.
1:2838
Οὐ κατοικηθήσεται δὲ ἐπὶ τὸ αὐτό. Ὀλίγας γὰρ ἔχει νῦν οἰκίας, καὶ ταύτας ἐσκεδασμένας
她必不再作為一整體有人居住。因為她如今只有少數的房屋,且是零散分佈的。
It shall not be inhabited as a single whole. For it now has few houses, and these scattered.
1:2839
Ἀπεικάσας δὲ λέουσι τοὺς ἀριστέας αὐτῆς, προλέγει αὐτῶν τήν τε δειλίαν, καὶ τὸν ὄλεθρον
他將她的貴族比作獅子,卻預言他們的怯懦與滅亡。
Having likened her nobles to lions, he foretells both their cowardice and their destruction.
1:2840
Καὶ καταβιβάσω αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν, καὶ ὡς κριοὺς μετ' ἐρίφων
我必使他們下去,如同羔羊被牽到宰殺之地,又如公綿羊與山羊羔一同下去。
And I will bring them down like lambs to the slaughter, and like rams with kids.
1:2841
Τούς τε ἄρχοντας καὶ ἀρχομένους, καὶ μετὰ τοῦ βα σιλέως τοὺς ὑπηκόους·
就是掌權者與受治者,以及那與王一同的臣民;
That is, both rulers and ruled, and along with the king his subjects;
1:2842
ἄρνας γὰρ καὶ ἐρίφους τοὺς ὑπηκόους ἐκάλεσε, κριοὺς δὲ τοὺς ἄρχοντας
因為他以「羔羊」與「山羊羔」稱那些臣民,以「公綿羊」稱那些掌權者。
for by 'lambs' and 'kids' he called the subjects, and by 'rams' the rulers.
1:2843
Πῶς ἑάλω Σεσὰχ, καὶ ἐθηρεύθη τὸ καύ χημα πάσης τῆς γῆς; Αὐτὴν οὕτω καλεῖ τὴν Βαβυ λῶνα
示沙克怎麼被攻取了?全地所稱讚的怎麼被擄掠了?他這樣稱呼巴比倫本身。
How is Sheshach taken, and the boast of all the earth captured? Thus he calls Babylon herself.
1:2844
Καὶ γὰρ τὸν ταύτης βασιλέα Σεσὰχ ἐν τοῖς πρόσθεν ἑρμηνευομένοις προσηγόρευσε
因為他在前面所解釋的經文中,也曾以「示沙克」稱她的王。
For indeed he named her king 'Sheshach' in what was interpreted earlier.
1:2845
Εἰκὸς δὲ αὐτὴν οὕτως ὀνομασθῆναι πάλαι, μετονομασθῆναι δὲ Βαβυλῶνα
她大概在古時被如此稱呼,後來才改名為巴比倫。
It is likely that she was so named of old, and was later renamed Babylon.
1:2846
Ὅτι γὰρ τὴν πόλιν οὕτω καλεῖ, τὰ ἐπαγόμενα μαρτυρεῖ
他確實以此名稱呼那城,接下來的話便可為證。
That he does indeed call the city by this name, what follows bears witness.
1:2847
Ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα·
海水漲溢淹沒巴比倫;
The sea has come up upon Babylon;
1:2848
ἐν ἤχῳ κυμάτων αὐτῆς κατελήφθη
她被那波浪的響聲所淹沒。
she was overwhelmed by the roar of its waves.
1:2849
Εἶτα προαγο ρεύσας τὴν ἐρημίαν, πάλιν εἰς μέσον φέρει τὸν Βήλ
接著,他預言了荒涼之後,又將彼勒帶到眾人面前。
Then, having foretold the desolation, he again brings Bel into the midst.
1:2850
Ἐκδικήσω γὰρ, φησὶν, ἐπὶ τὸν Βὴλ ἐν Βαβυλῶνι, καὶ ἐξοίσω ἃ κατέπιεν ἐκ τοῦ στόμα τος αὐτοῦ·
他說:「我必在巴比倫向彼勒追討,使他把所吞的從口中吐出;」
For I will take vengeance, he says, upon Bel in Babylon, and I will bring forth out of his mouth what he has swallowed;
1:2851
καὶ οὐ μὴ συναχθῶσι πρὸς αὐ τὸν ἔτι τὰ ἔθνη
列國必不再聚集歸向他。
and the nations shall no longer be gathered together unto him.
1:2852
Προλέγει δὲ ὁ προφητικὸς λόγος καὶ τῆς πλάνης τὴν παῦλαν·
這先知的話語也預言了那迷惑(偶像崇拜)的止息;
The prophetic word foretells also the cessation of the error;
1:2853
ψυχαγωγεῖ δὲ καὶ τὸν λαὸν, καὶ παρακελεύεται μὴ δεῖσαι τὰ ἐπερχόμενα τῇ Βαβυλῶνι κακὰ, καὶ διδάσκει ὡς πρὸ πολλοῦ ταῦτα μεμήνυται
它安慰百姓,勸勉他們不要懼怕臨到巴比倫的災禍,並教導他們這些事早已預先宣示。
and it consoles the people, and exhorts them not to fear the evils coming upon Babylon, and teaches that these things were made known long beforehand.
1:2854
Εἰσελεύσεται γὰρ ἐν τῷ αὐτῷ ἐνιαυτῷ ἡ ἀκοὴ, καὶ μετ' αὐτὸν ἐν τῷ ἐνιαυτῷ ἡ ἀκοὴ καὶ ἡ ἀδικία ἐν τῇ γῇ
因為那風聲必在同一年來到,其後在次年又有風聲,並地上的不義。
For the report shall come in the same year, and after it, in the following year, the report and the injustice in the land.
1:2855
Καὶ ἐξουσιαστὴς ἐπὶ ἐξουσιαστὴν, καὶ παραβολὴ ἐπὶ παραβολήν
掌權者攻擊掌權者,比喻攻擊比喻。
And ruler against ruler, and parable against parable.
1:2856
Πρὸ γὰρ ἑνὸς καὶ δύο ἐνιαυτῶν τῆς ἐφόδου τῶν πο λεμίων μηνυομένης, ἐπέμειναν ἀδικοῦντες καὶ συν ήθως παρανομοῦντες
因為雖然仇敵的入侵早在一兩年前已預先宣告,他們仍執意行惡,一如往常地違法犯禁。
For though the assault of the enemy was announced one or two years beforehand, they persisted in wrongdoing and transgressing after their custom.
1:2857
διδάσκει δὲ καὶ τῆς τιμωρίας τὸ δίκαιον
他也教導這刑罰的公義。
And he teaches also the justice of the punishment.
1:2858
Καὶ μέντοι ἐν Βαβυλῶνι, τοῦ πεσεῖν τραυ ματίας Ἰσραὴλ ἐν αὐτῇ
以色列被殺的人確要在巴比倫城中倒下。
And indeed in Babylon the slain of Israel shall fall within her.
1:2859
Καὶ τῆς οὖν Βαβυλῶνος πεσοῦνται τραυματίαι ὑπὸ πάσης τῆς γῆς·
照樣,巴比倫被殺的人也必因全地而倒下;
So also the slain of Babylon shall fall by all the earth;
1:2860
ἃ γὰρ εἰς τὸν Ἰσραὴλ εἰργάσατο, ὑφ' ἑτέρων πείσεται
因為她向以色列所行的,她必從別人手中照樣承受。
for what she wrought against Israel, she shall suffer at the hands of others.
1:2861
Ἀνασωζόμενοι ἐκ γῆς, πορεύεσθε, καὶ μὴ ἵστασθε·
你們從那地逃脫的人哪,要去,不可站住;
You who have escaped from the land, go, and do not stand still;
1:2862
μνήσθητε, οἱ μακρόθεν, τοῦ Κυρίου
你們在遠方的人哪,要記念耶和華。
remember the Lord, you who are far off.
1:2863
Τοῖς αἰχμαλωτευθεῖσιν Ἰουδαίοις ταῦτα λέγει
他將這些話對被擄的猶太人說。
These things he says to the captive Jews.
1:2864
Καὶ Ἱερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν. Τῆς ἀνακειμένης τῷ Θεῷ μὴ ἐπιλάθησθε πόλεως
「願耶路撒冷放在你們心上。」不要忘記那歸於神的城。
And let Jerusalem come up upon your heart. Do not forget the city that is consecrated to God.
1:2865
Εἶτα ἐκ προσώπου ἐκείνων·
接著,他以那些人的口吻說:
Then, in the person of those very ones:
1:2866
Ἠσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν
我們聽見辱罵,就蒙羞抱愧。
We were put to shame, because we heard our reproach.
1:2867
Κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμῶν
羞辱遮蓋了我們的臉。
Disgrace has covered our face.
1:2868
Εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου
外邦人進入了我們的聖所,就是耶和華的殿。
Strangers have entered into our holy places, into the house of the Lord.
1:2869
Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐπὶ πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι
耶和華說:「看哪,日子將到,我必懲罰她的雕刻偶像,在她全地遍處必有被殺的人倒下。」
Behold, the days are coming, says the Lord, when I will take vengeance upon her graven images, and throughout all her land the slain shall fall.
1:2870
Ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανὸς, καὶ ἐὰν ὀχυρώσῃ ὕψος τῆς ἰσχύος αὑτῆς, παρ' ἐμοῦ ἥξουσιν ἐξολοθρεύοντες αὐτὴν, λέγει Κύριος
耶和華說:「巴比倫雖升到天上,雖使她堅固的高處更加穩固,滅命者仍必從我而來攻擊她。」
For though Babylon should mount up to heaven, and though she should fortify the height of her strength, from me shall come those who destroy her, says the Lord.
1:2871
Περιβόλους εἶχε μεγίστους, καὶ λίαν ὑψηλούς·
它有極其巨大且非常高聳的城牆。
It had very great walls, and exceedingly high ones.
1:2872
αὐτοῦ κατ' αὐτῶν τὴν ψῆφον ἐκφέροντος
當祂對他們宣告祂的判決之時。
when He pronounces His sentence against them.
1:2873
Συνάπτει δὲ τῇ θείᾳ ψήφῳ τὸ ἔργον, καί φησι·
祂又將這作為與神聖的判決連結起來,說道:
And He joins the deed to the divine sentence, and says:
1:2874
Φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συν τριβὴ μεγάλη ἐν γῇ Χαλδαίων
在巴比倫有哀號之聲,在迦勒底人之地有極大的毀滅。
A sound of crying in Babylon, and great destruction in the land of the Chaldeans.
1:2875
Ὅτι ἐξωλόθρευσε Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἐξ αὐτῆς φωνὴν ἠχοῦσαν ὡς ὕδατα πολλά
因為主已徹底毀滅了巴比倫,並從她中間除滅了那如眾水般轟鳴的聲音。
For the Lord has utterly destroyed Babylon, and has cut off from her the voice that resounded like many waters.
1:2876
Τὸ πλῆθος τῶν οἰκητόρων διὰ τούτων δεδήλωκεν·
藉著這些話,祂顯明了居民的眾多。
By these words He has made plain the multitude of the inhabitants.
1:2877
καὶ οὐδὲν, φησὶν, ἀπώνατο τῶν τόξων, οὔτε τῶν δοράτων, τοῦ Θεοῦ δίκας αὐτὴν πραττομένου
祂說,當神向她施行公義的審判時,她的弓箭與長矛都無濟於事。
And she gained no benefit, He says, from her bows nor from her spears, since God was exacting justice upon her.
1:2878
Πρὸς γὰρ τοῖς στρατ ηγοῖς, καὶ τοῖς ἀριστεῦσι, Καὶ τὸ μέγιστον τεῖχος αὐτῆς κατασκαφήσεται, καὶ αἱ ὑψηλαὶ πύλαι πυρὸς γενήσονται παρανάλωμα. Οὕτω ταῦτα προειρηκὼς, διδάσκει, ὡς τήνδε τὴν πρόῤῥησιν ἔγρα ψεν ἐν τῷ τετάρτῳ τῆς Σεδεκίου βασιλείας, τοῦ Θεοῦ τοῦτο προστάξαντος·
因為除了她的將帥與勇士之外——她那最巨大的城牆必被夷為平地,她那高聳的城門必成為火的燃料。他既如此預言了這些事,便教導說:他是在西底家在位第四年寫下這預言的,是神吩咐他這樣做的——
For besides her generals and her champions—And her greatest wall shall be razed to the ground, and her lofty gates shall become fuel for the fire. Having thus foretold these things, he teaches that he wrote this prophecy in the fourth year of the reign of Zedekiah, God having commanded this—
1:2879
Σαραίᾳ, ὃς εἰς τὴν Βαβυλῶνα παρὰ Σεδεκίου ἐπέμφθη·
是給西萊雅的,他是被西底家差往巴比倫去的;
to Seraiah, who was sent by Zedekiah to Babylon;
1:2880
καὶ ὡς τοῦτο παρηγγύησεν ἀναγνῶναι τὸ βιβλίον ἐν Βαβυλῶνι, καὶ εἰπεῖν·
以及祂如何吩咐他在巴比倫宣讀那書卷,並且說:
and how He charged him to read the book in Babylon, and to say:
1:2881
Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον, τοῦ ἐξολοθρεῦσαι αὐτὸν, καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντα, ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται
主啊,祢曾論到這地方說,要徹底毀滅它,使其中無人居住,從人到牲畜都沒有,因為它必永遠荒涼。
O Lord, You have spoken concerning this place, to utterly destroy it, so that there should be no inhabitant in it, from man even to beast, for it shall be a desolation for ever.
1:2882
Ταῦτα δὲ, ἔφη, προσευξάμενος, καὶ λίθῳ τὸ βιβλίον προσδήσας, ῥίψον εἰς τὸν Εὐφράτην, καὶ ἐρεῖς·
祂說,你既如此禱告了,就把那書卷拴在一塊石頭上,拋入幼發拉底河中,並且要說:
And when you have prayed these things, He said, and have bound the book to a stone, cast it into the Euphrates, and you shall say:
1:2883
Οὕτως καταδύσεται Βαβυλὼν, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν κακῶν, ὧν ἐγὼ ἐπάγω ἐπ' αὐτήν
巴比倫必如此沉沒,且不再興起,這是因我所降在她身上的災禍。
Thus shall Babylon sink down, and shall not rise again, because of the evils which I bring upon her.
1:2884
ἵνα μαθόντες καὶ ταύτης τὴν ἅλωσιν, καὶ τὴν οἰκείαν ἐλευθερίαν, παραψυχὴν ἔχωσι τῶν ἀγαθῶν τὴν ἐλπίδα
為要使他們既得知這城的被攻取,並得知自己的得釋放,就能以美善之事的盼望作為安慰。
so that, learning both of this city's capture and of their own liberation, they might have the hope of good things as a consolation.
1:2885
Ἡ μὲν οὖν προφητεία ἐντεῦθεν ἔσχε τὸ τέλος
如此,這預言便在此結束了。
The prophecy, then, here reached its conclusion.
1:2886
Ἱστορικώτερον δὲ διέξεισι τὰ ἑξῆς·
然而他以較為歷史敘述的方式陳述接下來的事。
But in a more historical manner he recounts what follows.
1:2887
καὶ διδάσκων, ὅπως τε ἐβασίλευσεν ὁ Σεδεκίας, καὶ ὅτι παρανο μῶν διετέλεσε·
他既教導西底家如何登基作王,又教導他始終行不法之事;
And teaching both how Zedekiah reigned, and that he persisted in transgressing;
1:2888
καὶ ὡς ἐν τῷ ἐννάτῳ ἔτει τῆς βα σιλείας αὐτοῦ ἐπεστράτευσε Ναβουχοδονόσορ, καὶ τὴν Ἱερουσαλὴμ πολιορκῶν διετέλεσε μέχρις ἑν δεκάτου ἔτους, ἕτερον ἔξωθεν ἐγείρας περίβολον ἀπὸ λίθων μεγίστων·
以及在他在位第九年,尼布甲尼撒如何出兵攻打他,並持續圍困耶路撒冷直到第十一年,在城外築起另一道用極大石頭砌成的壘牆;
and how in the ninth year of his reign Nebuchadnezzar marched against him, and continued besieging Jerusalem until the eleventh year, having raised outside another rampart of very great stones;
1:2889
καὶ ὅπως ὁ λιμὸς τοὺς ἔνδον τῶν πολεμίων χαλεπώτερον κατειργάζετο
以及饑荒如何比仇敵更嚴厲地折磨城內的人。
and how the famine wrought upon those within more grievously than the enemy did.
1:2890
ὁ δὲ διελέγξας ἐπὶ τῇ τῶν ὅρκων παραβάσει τὸν Σεδεκίαν, πρῶτον μὲν ἀνεῖλε τοὺς υἱοὺς αὐτοῦ, εἶτα τοὺς ἄρχοντας·
他既定了西底家背棄誓言的罪,就先殺了他的眾子,然後殺了眾首領;
And he, having convicted Zedekiah of the breaking of his oaths, first slew his sons, then the princes;
1:2891
καὶ ὅτι μετὰ τὴν πικρὰν ἐκείνην θεωρίαν, τοῦ βασι λέως τοὺς ὀφθαλμοὺς ἐξορύξας, καὶ πέδας αὐτῷ παραθεὶς, ἀπήγαγέ τε εἰς Βαβυλῶνα, καὶ μύλωνι παρέδωκε
以及在那慘痛的景象之後,他如何剜出王的雙眼,給他戴上腳鐐,把他擄到巴比倫,並把他交去推磨。
and how, after that bitter spectacle, he gouged out the king's eyes, and having put fetters upon him, carried him off to Babylon, and delivered him to the millhouse.
1:2892
Καὶ τοὺς στύλους τοὺς χαλκοῦς τοὺς παμμεγέθεις, οὓς Σολομὼν κατεσκευάκει, καὶ τὴν θάλασσαν τὴν χαλ κῆν χωνεύσας, ἀπεκόμισεν εἰς Βαβυλῶνα, καὶ τοὺς ποδιστῆρας, καὶ τοὺς ἀναληπτῆρας·
所羅門所造的那些巨大的銅柱,以及那銅海,他都熔化了帶到巴比倫去,連同那些座架與盆子;
And the huge bronze pillars which Solomon had made, and the bronze sea, he melted down and carried away to Babylon, together with the bases and the lavers;
1:2893
τοὺς δὲ ποδιστῆ ρας ὁ Σύρος νιπτῆρας ποδῶν ἡρμήνευσε
至於那些「座架」,敘利亞文譯本則譯作「洗腳盆」。
and the bases the Syriac version rendered as foot-basins.
1:2894
Καὶ τὰ ἄλλα δὲ σκεύη μετὰ τούτων ἀπήνεγκε
此外他也把其餘的器皿連同這些一併擄去。
And the other vessels also he carried off along with these.
1:2895
Σαπφὼθ δὲ τοὺς ὀβελίσκους καλεῖ·
他所說的「撒福特」,是指那些小柱(尖柱);
And by 'Sapphoth' he means the small pillars (obelisks);
1:2896
διδάσκει δὲ, ὅπως καὶ τὸν πρῶτον ἱερέα, καὶ τὸν δεύτερον, καὶ τοὺς μετὰ τούτων ἀπ αχθέντας ἀνεῖλε τῶν Βαβυλωνίων ὁ βασιλεύς·
他又教導巴比倫王如何殺了首席祭司與副祭司,以及那些與他們一同被擄去的人;
and he teaches how the king of the Babylonians slew both the first priest and the second, and those who were led away captive with them;
1:2897
λέγει. τε καὶ τῶν ἀπαχθέντων αἰχμαλώτων τὸν ἀριθμόν·
他也述說了那些被擄去之俘虜的數目;
and he states also the number of the captives who were led away;
1:2898
πρὸς δὲ τούτοις ἐξηγεῖται, ὅπως μετὰ τὰ ἑπτὰ καὶ τριάκοντα ἔτη τῆς Ἰεχονίου αἰχμαλωσίας·
此外,他還解說在耶哥尼雅被擄三十七年之後——
and in addition to these, he explains how, after the thirty-seven years of Jeconiah's captivity—
1:2899
αὐτὸν γὰρ Ἰωακεὶμ ὀνομάζει·
因為他稱他為約雅斤——
for he calls him Joakim—
1:2900
Ἀϊλὰδ Μαροδὰκ βασιλεὺς τοῦτον αὐτὸν τὸν Ἰεχονίαν τῆς εἱρκτῆς ἠλευθέ ρωσε, καὶ μεταδοὺς εὐμενείας, ἠξίωσε θρόνων βασι λικῶν, καὶ πρὸ τῶν ἄλλων αὐτὸν βασιλέα καθῆσθαι προσέταξε, καὶ ὁμοδίαιτον εἶχεν, ἀφθόνως αὐτῷ χορηγῶν τὴν τῶν ἀναγκαίων ἀπόλαυσιν
以未米羅達王把這同一位耶哥尼雅從監牢裡釋放出來,向他施恩慈,看他配坐王位,吩咐他坐在其他諸王之上為王,並與他同席用膳,慷慨地供給他一切所需之物的享用。
Evil-merodach the king freed this same Jeconiah from prison, and, showing him kindness, deemed him worthy of a royal throne, and commanded him to sit as king above the others, and kept him as a table-companion, generously supplying him with the enjoyment of all necessities.
1:2901
Κολά ζων γὰρ ἐλεεῖ, καὶ παιδείαν ἐπάγων ψυχαγωγεῖ, καὶ τοῦ δικαίου τὴν ψῆφον τῇ φιλανθρωπίᾳ κιρνᾷ
因為神在懲罰之中施憐憫,藉著施行管教安慰人的心靈,並以祂的慈愛調和公義的判決。
For in punishing He shows mercy, and by bringing chastisement He consoles the soul, and He tempers the sentence of justice with lovingkindness.
1:2902
Ἡμεῖς τοίνυν τῆς κρίσεως τὸ δίκαιον δείσωμεν, καὶ τῇ φιλ ανθρωπίᾳ θαῤῥοῦντες, μὴ ἀπαγορεύσωμεν τὴν σω τηρίαν·
所以,讓我們敬畏那審判的公義,並且因祂的慈愛得著勇氣,不要對救恩絕望;
Let us, therefore, fear the justice of the judgment, and, taking courage in His lovingkindness, let us not despair of salvation;
1:2903
ἀλλὰ τὸν θεῖον προσμείνωμεν ἔλεον, καὶ τὴν εὐθεῖαν πορείαν ὁδεύωμεν, ἵνα τὸ μακάριον κατα λάβωμεν τέλος, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡμῶν ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεῖ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
反倒讓我們等候神聖的憐憫,行走那正直的道路,使我們可以在我們的主基督耶穌裡達到那蒙福的結局;願榮耀藉著祂歸與我們的父,同著至聖的聖靈,從今直到永永遠遠。
but let us wait for the divine mercy, and walk the straight path, that we may attain the blessed end, in Christ Jesus our Lord, with whom to our Father be glory, together with the all-holy Spirit, now and ever, and unto the ages of ages.
1:2904
Ὁ θαυμάσιος Βαροὺχ συναπῆρε μὲν εἰς Αἴγυπτον τοῖς πεφευγόσιν Ἰουδαίοις·
那可敬的巴錄與逃到埃及去的猶太人一同起行;
The admirable Baruch departed together with the Jews who had fled into Egypt;
1:2905
τοῦτο γὰρ ἐν τοῖς πρό σθεν ἐδιδάχθημεν·
因為這事我們在前文中已經受教了;
for this we were taught in what preceded;
1:2906
μετὰ πέντε μέντοι ἔτη τοῦ ἁλῶναι τὴν πόλιν, τὴν Βαβυλῶνα κατέλαβε
然而在那城被攻取五年之後,他到了巴比倫。
yet five years after the taking of the city, he arrived at Babylon.
1:2907
Πᾶσαν γὰρ εἰσ έφερον σπουδὴν τῆς εὐσεβείας οἱ τρόφιμοι, ὥστε τοὺς ἀσθενεῖς ἐπερείδειν, καὶ πρὸς τὴν ἀλήθειαν ποδηγεῖν
因為那些在敬虔中受栽培的人竭盡一切殷勤,為要扶助軟弱的人,並引導他們歸向真理。
For those reared in piety brought all diligence to bear, so as to support the weak and to guide them toward the truth.
1:2908
Ἀφικόμενος τοίνυν εἰς τὴν Βαβυλῶνα, τοῦ θείου Ἱερεμίου τὴν προφητείαν ὑπανέγνω πᾶσι τοῖς αἰχμαλώτοις, καὶ μέντοι καὶ τῷ Ἰεχονίᾳ, ὃς ὀλίγον βασιλεύσας χρόνον ἐγένετο δορυάλωτος·
他既到了巴比倫,就向眾被擄的人宣讀神聖的耶利米的預言,甚至也向耶哥尼雅宣讀——他作王的時候不長,就成了刀下的俘虜;
Having therefore arrived at Babylon, he read out the prophecy of the divine Jeremiah to all the captives, and indeed also to Jeconiah, who, having reigned only a short time, had become a captive of the spear;
1:2909
καὶ οὐ δι ήμαρτε τοῦ σκοποῦ
而他並未偏離他的目標。
and he did not fail of his aim.
1:2910
Τὸ γὰρ μάννα θυσίαν οἱ Ἑβραῖοι καλοῦσι
因為希伯來人稱那嗎哪為祭物。
For the Hebrews call the manna a sacrifice.
1:2911
Αἰτοῦσι δὲ ζωὴν, καὶ τῷ Ναβου χοδονόσορ, καὶ τῷ Βαλτάσαρ τῷ υἱῷ αὐτοῦ
他們並為尼布甲尼撒和他兒子伯沙撒祈求生命。
And they ask for life both for Nebuchadnezzar and for Belshazzar his son.
1:2912
Οὕτω καὶ ὁ θεῖος Ἀπόστολος ὑπὲρ τῶν ἔτι πολεμούντων τῇ εὐσεβείᾳ βασιλέων, καὶ τῶν ἐν ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἐνομοθέτησεν εὔχεσθαι
照樣,那神聖的使徒也定下律法,要為那些仍與敬虔為敵的君王,並那些居高位掌權柄的人代禱。
Thus too the divine Apostle laid down the law of praying on behalf of kings who still warred against piety, and of those in positions of eminence and authority.
1:2913
Τοσαύτη συμφωνία τῶν παλαιῶν πρὸς τὰ νέα
舊約與新約之間的和諧竟是如此之大。
So great is the harmony of the old with the new.
1:2914
Αἰτοῦσι δὲ καὶ αὐτοὶ δου λεύειν ἠναγκασμένοι φωτισθῆναι τοὺς ὀφθαλμοὺς, ἵνα μή τινα ὑπομένωσι πλάνην
他們自己既被迫為奴,也祈求他們的眼睛得蒙光照,免得他們陷入任何迷惑。
And they too, being compelled to serve, ask that their eyes may be enlightened, lest they should suffer any deception.
1:2915
Ἀναμιμνήσκουσι δὲ καὶ τῶν οἰκείων ἁμαρτημάτων, καὶ τῆς ψήφου τῆς θείας ὁμολογοῦσι τὸ δίκαιον
他們也追念自己的罪過,並承認神聖判決的公義。
And they call to mind also their own sins, and they confess the justice of the divine sentence.
1:2916
Παρακαλοῦσι δὲ καὶ αὐτὴν αὐτῶν ἀναγνωσθῆναι τῷ Θεῷ τὴν ἐπιστολὴν ἐν ταῖς λαμπραῖς ἑορταῖς
他們並懇求,願他們這封書信在那些盛大的節期中於神面前被宣讀。
And they entreat that this very letter of theirs be read before God at the splendid feasts.
1:2917
Καὶ ἐρεῖτε, φησὶ, Τῷ κυρίῳ Θεῷ ἡμῶν ἡ δικαιοσύνη, ἡμῖν δὲ ἡ αἰσχύνη τοῦ προσώπου ἡμῶν, ὡς ἡ ἡμέρα αὕτη ἀνθρώπῳ Ἰούδα, καὶ τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, καὶ τοῖς ἄρ χουσιν ἡμῶν, καὶ τοῖς ἱερεῦσιν ἡμῶν, ἐναντίον Κυρίου
祂說,你們要說:公義是屬於主我們的神的,臉上的羞愧卻是屬於我們的,就如今日一樣,臨到猶大人、耶路撒冷的居民、我們的官長和我們的祭司,都在主面前蒙羞。
And you shall say, He says: To the Lord our God belongs righteousness, but to us belongs the shame of our face, as at this day, to the man of Judah, and to the inhabitants of Jerusalem, and to our rulers, and to our priests, before the Lord.
1:2918
ἡμεῖς δὲ αἰσχύνης ἄξιοι, κοινῇ πάντες παρανομήσαντες
我們實在配受羞愧,因為我們眾人都一同干犯了律法。
And we are worthy of shame, having all in common transgressed the law.
1:2919
Μετὰ γὰρ τῶν βασιλέων, καὶ οἱ ἱερεῖς τὴν ἐναντίαν ἐτρέποντο
因為祭司與君王一同轉向了相反的道路。
For along with the kings, the priests also turned to the opposite course.
1:2920
Καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς Κυρίου Θεοῦ ἡμῶν, πορεύεσθαι τοῖς προστάγμασι Κυρίου, οἷς ἔδωκε κατὰ πρόσωπον ἡμῶν
我們也沒有聽從主我們神的話,去遵行主擺在我們面前的誡命。
And we did not hearken to the voice of the Lord our God, to walk in the commandments of the Lord which He set before our face.
1:2921
Ἀναμιμνήσκονται δὲ καὶ τῶν παλαιῶν
他們也追念那些古時的事。
And they call to mind also the things of old.
1:2922
Ἐξ οὗ γὰρ τῆς Αἰγυπτίων δουλείας ἠλευθερώθησαν οἱ πατέρες ἡμῶν, μέχρι τοῦ παρ όντος, παραβαίνοντες τὸν θεῖον διετελέσαμεν νόμον·
因為從我們列祖脫離埃及人的奴役之時,直到如今,我們始終不斷地干犯神聖的律法;
For from the time when our fathers were freed from the bondage of the Egyptians until the present, we have continued transgressing the divine law;
1:2923
καὶ ἐσχεδιάζομεν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ
並且我們草率行事,以致不肯聽從祂的聲音。
and we acted heedlessly, so as not to hearken to His voice.
1:2924
Τὸ δὲ ἐσχεδιάζομεν, ἀντὶ τοῦ, καὶ ἐπενοοῦμεν ἁμαρτημάτων εἴδη· τοὺς τοιούτους καὶ ὁ μακάριος Παῦλος ἐφευρετὰς καλεῖ κακῶν·
至於「我們草率行事」這句話,其意乃是「我們竟發明各樣罪的形式」;這樣的人,蒙福的保羅也稱之為「發明惡事的人」;
And the phrase 'we acted heedlessly' stands for 'we even devised forms of sins'; such men the blessed Paul also calls inventors of evils;
1:2925
ἐδρεψάμεθα δὲ, φησὶ, τοὺς τῶν ἁμαρτημά των καρπούς
他說,我們也收割了自己罪的果子。
and we have reaped, he says, the fruits of our sins.
1:2926
Ἐκολλήθη γὰρ εἰς ἡμᾶς τὰ κακὰ, καὶ ἡ ἀρὰ, ἣν συνέταξε Κύριος τῷ Μωσεῖ τῷ παιδὶ αὑτοῦ
因為災禍緊緊纏著我們,還有那咒詛,就是主為祂僕人摩西所命定的。
For evils clung to us, and the curse which the Lord ordained for Moses His servant.
1:2927
Περιέχει καὶ τὰς ἀρὰς, καὶ τὰς εὐλογίας ὁ νόμος·
律法既包含咒詛,也包含祝福;
The law contains both the curses and the blessings;
1:2928
τοῖς μὲν φυλάσσουσι τὰς εὐλογίας, τοῖς δὲ παραβαίνουσι τὰς ἀράς
祝福是給那些遵守律法的人,咒詛卻是給那些干犯律法的人。
the blessings for those who keep it, but the curses for those who transgress it.
1:2929
Λέγουσι δὲ, ὅπως καὶ τῶν προφητῶν κατεφρό νουν ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς πεμπομένων, καὶ ὅτι τὰ προῤῥηθέντα ὑπ' ἐκείνων τετύχηκε πέ ρατος
他們並述說,他們如何連神差到他們那裡的先知也加以藐視,以及那些先知所預言的事如何都應驗了。
And they tell how they despised even the prophets who were sent to them by God, and that the things foretold by those prophets came to their fulfillment.
1:2930
Καὶ ἤγαγε, φησὶν, ἐφ' ἡμᾶς κακὰ μεγάλα, ἃ οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ,. καθὰ ἐποίησεν ἐν Ἱερουσαλήμ
他說,祂已使極大的災禍臨到我們,就是在普天之下未曾行過的,正如祂在耶路撒冷所行的一樣。
And He has brought, he says, upon us great evils, such as have not been done under the whole heaven, according to what He did in Jerusalem.
1:2931
Καὶ διδάσκοντες, ὡς καὶ ταῦτα προεῤῥέθη, ἐπήγαγον·
他們既教導說這些事也早已預言過了,就接著說:
And teaching that these things too had been foretold, they added:
1:2932
Κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωσοῦ. γʹ
正如摩西律法上所寫的。
According to what is written in the law of Moses.
1:2933
Τοῦ φαγεῖν ἄνθρωπον υἱοῦ αὐτοῦ σάρ κας, καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὑτοῦ
就是人要吃自己兒子的肉,人也要吃自己女兒的肉。
That a man should eat the flesh of his own son, and a man the flesh of his own daughter.
1:2934
Ἡ γὰρ πολιορκία κατεσκεύασε τὸν λιμόν·
因為那圍困造成了饑荒;
For the siege brought about the famine;
1:2935
ὁ δὲ ἀνθρωπείων σωμάτων μεταλαβεῖν κατηνάγκασεν
而那饑荒逼使他們去吃人的身體。
and the famine constrained them to partake of human bodies.
1:2936
Ἐγενόμεθα, φησὶν, ἐπίχαρτοι καὶ τοῖς γειτονεύουσιν ἔθνεσι
他說,我們竟成了連鄰近列國都幸災樂禍的對象。
We have become, he says, an object of gloating even to the nations that are our neighbours.
1:2937
Καὶ ἐγενήθημεν ὑποκάτω καὶ οὐκ ἐπάνω, τουτέστι δοῦλοι καὶ οὐ δεσπόται
我們也成了在下的,而不是在上的——這就是說,成了奴僕,而不是主人。
And we have become underneath and not on top—that is, slaves and not masters.
1:2938
Εἶτα τὴν αἰτίαν ἐπιφέρουσιν, Ὅτι ἡμαρτήκαμεν Κυρίῳ τῷ Θεῷ ἡμῶν, πρὸς τὸ μὴ ὑπακούειν τῆς φωνῆς αὐτοῦ. Πάλιν τῇ θείᾳ ψήφῳ τὸ δίκαιον ἀπονείμαντες, σφίσιν αὐτοῖς ἀπονέμουσι τὴν αἰσχύνην
然後他們述說緣由:因為我們得罪了主我們的神,不肯聽從祂的聲音。他們再次將公義歸於神聖的判決,卻將羞愧歸於自己。
Then they add the cause: Because we have sinned against the Lord our God, in not hearkening to His voice. Again, having assigned the justice to the divine sentence, they assign to themselves the shame.
1:2939
Πολλάκις γὰρ ἀπειλήσαντι τῷ Θεῷ, καὶ ταῦτα διὰ τῶν προ φητῶν προθεσπίσαντι, οὐχ ἥξαμεν πρὸς τὸν Αἰώ νιον ἐν ταῖς ἡμέραις ἡμῶν, ἀλλ' ἀντιτείνοντες δι ετελέσαμεν
因為神雖屢次警告,並藉眾先知預先宣告了這些事,我們在我們的日子裡卻沒有歸向那永恆者,反倒始終抗拒。
For though God had often threatened, and had foretold these things through the prophets, we did not turn to the Eternal One in our days, but continued resisting.
1:2940
Καὶ ἐγρηγόρησε Κύριος ἐπὶ τοῖς κακοῖς οἷς ἐπήγαγεν ἐφ' ἡμᾶς
於是主便警醒看守那祂所降在我們身上的災禍。
And the Lord kept watch over the evils which He brought upon us.
1:2941
Ἐγρήγορσιν Θεοῦ τὴν τιμωρίαν καλεῖ
他將這懲罰稱為神的甦醒。
He calls the punishment the awakening of God.
1:2942
Τὴν γὰρ μακροθυμίαν αὐτοῦ ὕπνον ἔθος τῇ θείᾳ Γραφῇ καλεῖν
因為神聖的經文慣於將祂的恆久忍耐稱為睡眠。
For it is the custom of divine Scripture to call His long-suffering a sleep.
1:2943
Παραβάντας γὰρ, καὶ ἰαθῆναι μὴ βουληθέντας, ἐκόλασεν
因為那些干犯律法、又不願得醫治的人,祂加以懲治。
For those who transgressed and were unwilling to be healed, He chastised.
1:2944
Εἶτα ποτνιώμενοι ἀντιβολοῦσι, καὶ ἀνα μιμνήσκουσι τῆς παλαιᾶς ἐλευθερίας, ἧς ἔτυχον οἱ πατέρες αὐτῶν, τῆς πικρᾶς τῶν Αἰγυπτίων ἀπαλλα γέντες δουλείας
然後他們哀哭懇求,並追念他們列祖所得的古時的自由,就是脫離埃及人苦毒奴役時所享的自由。
Then, lamenting, they entreat Him, and call to remembrance the ancient freedom which their fathers obtained when they were delivered from the bitter bondage of the Egyptians.
1:2945
Ἀναμιμνήσκουσι δὲ καὶ τῶν γεγε νημένων θαυμάτων
他們又追念從前所行的一切奇事。
And they also call to remembrance the wonders that had been wrought.
1:2946
Προφέρουσι δὲ καὶ τὰς οἰκείας πλημμελείας, καὶ βοῶσιν·
他們也陳述自己的過犯,並且呼喊說:
They also set forth their own transgressions, and cry aloud:
1:2947
Ἡμάρτομεν, ἠσεβήσαμεν, ἠδικήσαμεν, Κύριε ὁ Θεὸς ἡμῶν, ἐν πᾶσι τοῖς δικαιώμασί σου
「主我們的神啊,我們得罪了祢,我們行了不敬虔的事,我們在祢一切的律例上行了不義。」
'We have sinned, we have acted impiously, we have done wrong, O Lord our God, against all Thy ordinances.'
1:2948
Πᾶσάν σου, φησὶ, παρέβημεν ἐντολὴν, πάντα πεπατήκαμεν νόμον
他說:「我們違背了祢一切的誡命,踐踏了一切的律法。」
'We have transgressed,' he says, 'Thine every commandment, we have trampled underfoot every law.'
1:2949
Ἀποστραφήτω ὁ θυμός σου ἀφ' ἡμῶν, ὅτι κατελείφθημεν ὀλίγοι ἀπὸ πολλῶν, ἐν τοῖς ἔθνεσιν, οὗ διέσπειρας ἡμᾶς ἐκεῖ
「求祢使祢的忿怒離開我們,因為我們在祢分散我們所到的列國中,從眾多之數只剩下寥寥數人。」
'Let Thy wrath be turned away from us, for we are left few out of many among the nations, whither Thou hast scattered us.'
1:2950
Ὁμολογοῦμεν τῆς τιμωρίας τὸ δίκαιον
「我們承認這懲罰是公義的。」
'We confess the justice of the punishment.'
1:2951
Στῆναι δὲ ταύτην ἀντιβο λοῦμεν·
「但我們懇求這懲罰止息;」
'But we beseech that it may cease;'
1:2952
εἰς ὀλίγους γὰρ περιέστημεν οἱ πάλαι τῇ ψάμμῳ παραβαλλόμενοι
「因為我們這些從前多如海沙的人,如今只剩下寥寥數人。」
'for we who once were likened to the sand have been reduced to a few.'
1:2953
Εἰσάκουσον, Κύριε, τῆς προσευχῆς ἡμῶν, καὶ τῆς δεήσεως ἡμῶν, καὶ ἐξελοῦ ἡμᾶς ἕνεκέν σου
「主啊,求祢垂聽我們的祈禱和懇求,並為祢自己的緣故拯救我們。」
'Hearken, O Lord, unto our prayer and unto our supplication, and deliver us for Thine own sake.'
1:2954
Οὐχ ἡμεῖς ἄξιοι, ἀλλὰ σὺ φιλάνθρωπος·
「不是因為我們配得,乃是因為祢是仁愛人的;」
'Not that we are worthy, but that Thou art loving toward mankind;'
1:2955
χρη ματίζομεν δὲ καὶ σὸς λαός·
「並且我們也稱為祢的子民;」
'and we are also called Thy people;'
1:2956
διά τοι τοῦτο φειδοῦς ἀπολαύσομεν
「因此我們必蒙祢的寬容。」
'therefore shall we enjoy Thy forbearance.'
1:2957
Καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσ ωπον τῶν ἀποικισάντων ἡμᾶς. Ἵνα μὴ μισήσωσιν, ἀλλ' ἐάσωσιν
「求祢使我們在擄掠我們的人面前蒙恩。」好叫他們不恨我們,反倒容我們離去。
'And give us grace before the face of those who have carried us into exile.' That they may not hate us, but let us go.
1:2958
Ἵνα γνῷ πᾶσα ἡ γῆ, ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν, καὶ ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ἰσραὴλ καὶ τὸ γένος αὐτοῦ
「好叫全地都知道祢是主我們的神,並且祢的名是稱在以色列和他的後裔身上的。」
'That all the earth may know that Thou art the Lord our God, and that Thy name is called upon Israel and his kindred.'
1:2959
Ἡ μεταβολὴ τῶν ἡμετέρων κακῶν πρόφασις εὐσεβείας τοῖς ἄλλοις. γενήσεται
我們苦難的轉變,將成為別人敬虔的緣由。
The reversal of our misfortunes shall become an occasion of godliness for others.
1:2960
Μαθήσονται γάρ σου τοῦ ἡμετέρου Θεοῦ τὴν ἰσχύν
因為他們必認識祢,就是我們的神的大能。
For they shall learn the might of Thee, our God.
1:2961
Κύριε, κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου, καὶ ἐννόησον εἰς ἡμᾶς
「主啊,求祢從祢的聖所垂看,眷念我們。」
'O Lord, look down from Thy holy house, and give heed unto us.'
1:2962
Οἶκον ἅγιον τὸν ἐν Ἱεροσολύμοις καλεῖ·
他所說的「聖所」是指耶路撒冷的那所殿;
By 'holy house' he means the one in Jerusalem;
1:2963
ἐν ἐκείνῳ γὰρ τὴν οἰκείαν ἐπι φάνειαν ἐποιεῖτο
因為祂在那裡顯出祂自己的同在。
for in that place He made His own appearing.
1:2964
Κλῖνον, Κύριε, τὸ οὖς σου, καὶ ἄκουσον ιζʹ
「主啊,求祢側耳而聽。」(第十七節)
'Incline, O Lord, Thine ear, and hear.' (verse 17)
1:2965
Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε
「求祢睜開祢的眼睛觀看。」
'Open Thine eyes, and behold.'
1:2966
Εἰώθασιν οἱ χαλεπαίνοντες μύειν τοὺς ὀφθαλμοὺς, ὅταν οἱ ἠδικηκότες ὀφθῶσι, καὶ τὰς κόρας ἀπο στρέφειν τῶν ἡμαρτηκότων παρακαλούντων·
動怒的人習慣於,當那些行不義的人出現時就閉上眼睛,當犯罪的人懇求時就把眼珠轉開;
Those who are angered are wont to shut their eyes when the wrongdoers appear, and to turn away their pupils when those who have sinned entreat them;
1:2967
ἀνθρω πίνως τοίνυν ταῦτα τεθείκασιν
所以他們是按著人的樣式這樣說的。
so they have set these things down after the manner of men.
1:2968
Οὐ γὰρ σύνθετον τὸ θεῖον, ἀλλ' ἁπλοῦν καὶ ἀπερίγραφον
因為神性不是複合的,乃是單純且不受限量的。
For the Divine is not composite, but simple and uncircumscribed.
1:2969
Τούτοις προστιθέασιν Ὅτι οὐχ οἱ τεθνεῶτες ὑμνεῖν σε πεφύκασιν. Ἀλλ' ἴδιον τοῦτο τῶν ζώντων
他們又加上說:「因為死人不能頌讚祢;這乃是活人所特有的事。」
To these they add: 'For it is not the dead that are made to praise Thee; but this belongs properly to the living.'
1:2970
ιηʹ Ψυχὴ γὰρ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος βα δίζει·
(第十八節)「因為憂傷的靈魂朝向祢的偉大而行;」
(verse 18) 'For the soul that is grieved walks toward Thy greatness;'
1:2971
πνεῦμα κύπτον καὶ ἀσθενοῦν, καὶ ὀφθαλ μοὶ οἱ ἐκλείποντες, καὶ ἡ ψυχὴ ἡ πεινῶσα, δώ σουσί σοι δόξαν καὶ δικαιοσύνην, Κύριε
「那俯伏軟弱的靈,那昏花的眼目,那飢餓的靈魂,主啊,都要將榮耀和公義歸給祢。」
'the spirit that is bowed down and grown weak, and the eyes that fail, and the hungering soul, shall give Thee glory and righteousness, O Lord.'
1:2972
Οἱ μεγί σταις περιπεσόντες συμφοραῖς, καὶ ἐν ἀπογνώσει τῶν κρειττόνων γενόμενοι·
那些陷入極大災難、又對更美之事絕望的人;
Those who have fallen into the greatest calamities, and who have come to despair of better things;
1:2973
εἶτά τινος μεταβολῆς ἀπολαύσαντες, τὴν σὴν γνησίως ἀνυμνοῦσι φιλαν θρωπίαν
然後,一旦得享某種轉變,便真誠地歌頌祢對人的仁愛。
and then, having enjoyed some change, sincerely hymn Thy love for mankind.
1:2974
Ὅτι οὔτε ταῖς τῶν πατέρων, οὔτε ταῖς ἡμετέραις δικαιοσύναις θαῤῥοῦντες, οἴκτου τινὸς ἀντιβολοῦμεν τυχεῖν
「因為我們不是倚仗列祖的義行,也不是倚仗我們自己的義行,而懇求得著憐憫。」
'For it is not by trusting in the righteous deeds of the fathers, nor in our own, that we beseech to obtain some compassion.'
1:2975
οὗτοι γὰρ ἡμῖν παρῄνουν τὴν ὑπὸ τῆς δικαίας σου κρίσεως δέξα σθαι παιδείαν, καὶ δουλεῦσαι τῷ βασιλεῖ Βαβυλῶνος·
「因為正是這些人勸告我們,要領受從祢公義判斷而來的管教,並要服事巴比倫王;」
'for these were they who exhorted us to receive the discipline that comes from Thy just judgment, and to serve the king of Babylon;'
1:2976
καὶ διετελέσαμεν ἀντιλέγοντες
「我們卻始終抗拒他們。」
'yet we continued to gainsay them.'
1:2977
Καὶ οὐ μόνον ἡμεῖς οἱ ζῶντες παρεδόθημεν δουλείᾳ·
「不但我們這些活著的人被交付為奴;」
'And not only were we the living delivered up to bondage;'
1:2978
ἀλλὰ καὶ τῶν πατέρων ἡμῶν οἱ τάφοι, καὶ μέντοι καὶ τῶν βασι λέων, ἀνεσπάσθησαν ἐκ βάθρων, ὡς τὰ ἐκείνων ὀστᾶ ὕπαιθρα ἐῤῥῖφθαι, καὶ ταῖς ἐναντίαις τοῦ ἀέρος μεταβολαῖς διαφθείρεσθαι
「就連我們列祖的墳墓,甚至列王的墳墓,也都從根基被掘出,以致他們的骸骨暴露在露天之下,被氣候惡劣的變遷所毀壞。」
'but even the tombs of our fathers, and indeed of our kings, were torn up from their foundations, so that their bones were cast out under the open sky and are destroyed by the adverse changes of the air.'
1:2979
Καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς, ἐν λιμῷ, καὶ ἐν ῥομφαίᾳ, καὶ ἐν ἀποστολῇ
「他們在痛苦的勞苦中死了,或因饑荒,或因刀劍,或因被擄放逐。」
'And they died in grievous pains, in famine, and by the sword, and in banishment.'
1:2980
Οὐ μόνον δὲ ἡμᾶς λιμῷ, καὶ σφαγῇ, καὶ δουλείᾳ παρέδωκας·
「祢不但將我們交付饑荒、殺戮和奴役;」
'And not only didst Thou deliver us to famine, and slaughter, and bondage;'
1:2981
ἀποστολὴν γὰρ τὴν αἰχμαλωσίαν καλεῖ·
因為他將被擄稱為「放逐」;
for he calls the captivity a 'banishment;'
1:2982
ἀλλὰ καὶ τὸν ἅγιόν σου νεὼν, τὸν διὰ τὸ σὸν ὄνομα γεγενημέ νον περιφανῆ καὶ περίβλεπτον, ἀπέφηνας ἔρημον
「祢也使祢的聖殿荒涼了,那殿本是為祢的名而變得顯赫且眾所矚目的。」
'but Thou hast also rendered desolate Thy holy temple, which for Thy name's sake had become renowned and conspicuous.'
1:2983
Καὶ ταῦτα μέντοι οὐ πρὸς ἀξίαν τῆς ἡμετέρας ἀσε βείας ἐπήγαγες, ἀλλ' ἐκέρασας φιλανθρωπίᾳ τὸ δίκαιον
「然而祢降這些事在我們身上,並非照我們不敬虔所應得的,乃是以仁愛調和了公義。」
'And yet these things Thou didst bring upon us not according to the desert of our impiety, but Thou didst temper justice with love for mankind.'
1:2984
Ἐποίησας γὰρ, φησὶν, εἰς ἡμᾶς, Κύριε ὁ Θεὸς ἡμῶν, πᾶσαν ἐπιείκειάν σου, καὶ πάντα οἰκτιρμόν σου τὸν μέγαν
他說:「主我們的神啊,因為祢向我們施行了祢一切的寬容,和祢一切的大憐憫。」
'For Thou hast done unto us, O Lord our God,' he says, 'all Thy clemency, and all Thy great compassion.'
1:2985
Ἀναμιμνήσκουσι δὲ καὶ τῶν ἐν τῷ νόμῳ γεγραμμένων ἀπειλῶν·
他們又追念律法中所記載的一切警戒;
They also call to remembrance the threats written in the Law;
1:2986
διαφερόν τως γὰρ ἐν τῇ ᾠδῇ τὰ συμβησόμενα αὐτοῖς προεῖπε κακά·
因為祂尤其在那首歌中預言了將要臨到他們的災禍;
for especially in the Song did He foretell the evils that would befall them;
1:2987
Ὀδόντας θηρίων ἀποστελῶ εἰς αὐτούς.. Καὶ διδάσκων, ὡς τοὺς πολεμίους θῆρας καλεῖ, ἐπ ήγαγεν·
「我要打發野獸的牙齒臨到他們。」為要教訓人知道祂是將仇敵稱為「野獸」,他又加上說:
'I will send against them the teeth of wild beasts.' And teaching that He calls the enemies 'beasts,' he added:
1:2988
ἀναμιμνήσκουσι δὲ καὶ τῶν ἀγαθῶν ὑποσχέ σεως
他們又追念那美善之事的應許。
and they also call to remembrance the promise of good things.
1:2989
Εἶπας γὰρ, φησὶ, μεταμελομένοις ὀρέξειν τὸν ἔλεον, καὶ τῆς αἰχμαλωσίας ἐλευθερώσειν, καὶ τὴν προτέραν ἀποδώσειν ἐλευθερίαν
他說:「因為祢曾說過,祢必向悔改的人施憐憫,救他們脫離被擄之地,並使他們恢復從前的自由。」
'For Thou hast said,' he says, 'that Thou wouldest extend mercy to those who repent, and wouldest free them from captivity, and wouldest restore their former liberty.'
1:2990
Κύριε παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραήλ·
「主,全能者,以色列的神啊;」
'O Lord Almighty, the God of Israel;'
1:2991
ψυχὴ ἐν στενοῖς, καὶ πνεῦμα ἀκηδιῶν κέκραγε πρὸς σέ
「困苦的靈魂,喪膽的靈,向祢呼求。」
'a soul in straits, and a spirit that is despondent, cries out unto Thee.'
1:2992
Τὴν ὑπερβολὴν, φησὶ, βλέπω τῶν συμ φορῶν, καὶ τῆς ἀθυμίας τὸ μέγεθος
他說:「我看見我苦難的深重,和我沮喪的重大。」
'I behold,' he says, 'the excess of my misfortunes, and the greatness of my dejection.'
1:2993
Ἄκουσον, Κύριε, καὶ ἐλέησον, ὅτι Θεὸς ἐλεήμων εἶ·
「主啊,求祢垂聽,並施憐憫,因為祢是有憐憫的神;」
'Hear, O Lord, and have mercy, for Thou art a merciful God;'
1:2994
καὶ ἐλέησον, ὅτι ἡμάρτομεν ἐναντίον σου. Πέλαγος ἔχεις φιλανθρωπίας, ἄβυσσον ἔχεις ἐλέου, ὄρεξον τοῦτον τοῖς δεομένοις·
「求祢施憐憫,因為我們在祢面前犯了罪。」祢有仁愛的汪洋,祢有憐憫的深淵,求祢將這憐憫賜給懇求祢的人;
'and have mercy, for we have sinned before Thee.' Thou hast an ocean of love for mankind, Thou hast an abyss of mercy; extend it to those who beseech Thee;
1:2995
τοῖς γὰρ ἡμαρτηκόσι καὶ μεταμελουμένοις ἁρμόττει ὁ ἔλεος
因為憐憫是與那些犯罪又悔改的人相稱的。
for mercy befits those who have sinned and repented.
1:2996
Ὅτι σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα
「因為祢永遠坐著為王,而我們卻要永遠滅亡。」
'For Thou sittest enthroned for ever, and we perish for ever.'
1:2997
Σὺ, φησὶν, αἰώνιος, ἡμεῖς δὲ πρόσκαιροι·
他說:「祢是永恆的,而我們卻是短暫的;」
'Thou,' he says, 'art eternal, but we are transitory;'
1:2998
ἡμῶν δὲ ὁ βίος μικρῷ μέτρῳ μετρεῖται
「並且我們的生命是用短小的尺度量度的。」
'and our life is measured by a small measure.'
1:2999
Τὸ καθήμενος εἰς τὸν αἰῶνα, εἰς τοῦτο τέθεικεν
他寫下「永遠坐著為王」這句話,正是為了表達這個意思。
The phrase 'who sittest for ever' he has set down to this effect.
1:3000
Κύριε παντοκράτωρ ὁ Θεὸς τοῦ Ἰσραήλ·
「主,全能者,以色列的神啊;」
'O Lord Almighty, the God of Israel;'
1:3001
ἄκουσον δὴ τῆς προσευχῆς τῶν τεθνηκότων Ἰσραήλ
「現在求祢垂聽以色列死人的祈禱。」
'hearken now unto the prayer of the dead of Israel.'
1:3002
Ἔδειξεν ὁ λόγος σαφῶς τῆς ψυχῆς τὸ ἀθάνατον
這話清楚地顯明了靈魂的不朽。
The word has shown clearly the immortality of the soul.
1:3003
Καὶ τῶν υἱῶν, τῶν ἡμαρτηκότων ἐναν τίον σου. Σὺ, φησὶν, εἶπας, Τῶν φαγόντων τὸν ὄμφακα αἱμωδιάσουσιν οἱ ὀδόντες. Εἰς τὰ μειράκια τοίνυν ἀπόβλεψαι τὰ ἁμαρτίας ἐλεύθερα, καὶ μὴ μνησθῇς τῶν πατρῴων ἁμαρτημάτων
「以及那些在祢面前犯罪之人子孫的祈禱。」他說:「祢曾說過,吃酸葡萄的人牙齒必酸倒。」所以求祢眷顧那些沒有罪的少年人,不要記念列祖的罪孽。
'And of the sons of those who have sinned before Thee.' 'Thou,' he says, 'hast said, The teeth of those who have eaten the sour grape shall be set on edge.' Look therefore upon the youths who are free of sin, and remember not the sins of the fathers.
1:3004
Ἀλλὰ μνή σθητι τῆς χειρός σου, καὶ τοῦ ὀνόματός σου ἐν τῷ καιρῷ τούτῳ. Τῇ συνήθει, φησὶ, χρῆσαι θαυμα τουργίᾳ, καὶ ὡς ἐξήγαγες ἐξ Αἰγύπτου, οὕτως ἐλευ θέρωσον ἐκ Βαβυλῶνος
「但求祢在這時候記念祢的手和祢的名。」他說:「求祢施展祢慣常的奇妙作為,正如祢曾領我們出埃及,照樣救我們脫離巴比倫。」
'But remember Thy hand, and Thy name in this time.' 'Employ,' he says, 'Thy wonted wonder-working, and as Thou didst bring us out of Egypt, so free us from Babylon.'
1:3005
Ὅτι σὺ εἶ Κύριος ὁ Θεὸς ἡμῶν
「因為祢是主我們的神。」
'For Thou art the Lord our God.'
1:3006
Ὅτι σὺ εἶ ὁ αὐτὸς, καὶ οὐκ ἠλλοίωσαι·
「因為祢是一樣的,並不改變;」
'For Thou art the same, and art not changed;'
1:3007
τὴν αὐτὴν ἔχεις δύναμιν, τὴν αὐτὴν φιλανθρωπίαν
「祢有同樣的能力,同樣對人的仁愛。」
'Thou hast the same power, the same love for mankind.'
1:3008
Αἰνέσομέν σε, Κύριε, (ζʹ.) ὅτι διὰ τοῦτο ἔδωκας τὸν φόβον σου ἐπὶ καρδίαν ἡμῶν, τοῦ ἐπικλη θῆναι τὸ ὄνομά σου
「主啊,我們要頌讚祢,(第七節)因為祢為此將敬畏祢的心賜在我們心裡,使我們求告祢的名。」
'We will praise Thee, O Lord, (verse 7) because for this cause Thou hast put Thy fear upon our heart, that we should call upon Thy name.'
1:3009
Ἔδειξε τῆς τιμωρίας τὴν ὄνησιν·
他顯明了這懲罰的益處;
He has shown the benefit of the punishment;
1:3010
παιδευθέντες γὰρ, φησὶν, ἐπεστράφημεν, Καὶ αἰνέσομέν σε ἐν τῇ ἀποικίᾳ ἡμῶν·
他說:「因為我們受了管教,就回轉歸向祢。並且我們要在我們被擄之地頌讚祢。」
'for having been chastened,' he says, 'we turned back. And we will praise Thee in the land of our sojourning.'
1:3011
ὅτι ἀπ εστρέψαμεν ἐπὶ καρδίαν ἡμῶν πᾶσαν ἀδικίαν πατέ ρων ἡμῶν, τῶν ἡμαρτηκότων ἐναντίον σου. Οὐχ ἑπόμεθα, φησὶ, τοῖς πατράσιν, οὐδὲ τὴν ἐκείνων παιδείαν ὁδεύομεν, ἀλλὰ τοῖς σοῖς ἀκολουθοῦμεν νόμοις
「因為我們已將列祖一切的罪孽——他們在你面前所犯的罪——都放在心上而回轉。」他說,我們不再效法列祖,也不行他們所受的管教之路,乃是遵從你的律法。
'For we have turned back to our heart every iniquity of our fathers, who sinned before you.' We do not follow, he says, our fathers, nor do we walk in their manner of discipline, but we follow your laws.
1:3012
Βλέπε τοίνυν ἡμῶν τὰ ὀνείδη, καὶ τὴν χαλε πὴν δουλείαν, ἣν ὑπομένομεν διά τε τὴν ἡμετέραν ἀσέβειαν, καὶ τὴν πατρῴαν παρανομίαν
他說:「求你看顧我們所受的羞辱,並我們所忍受的苦難奴役」——這苦役乃因我們自己的不敬虔,又因列祖違背律法而來。
'Behold, therefore, our reproaches, and the grievous servitude which we endure' both because of our own impiety and because of our fathers' transgression of the law.
1:3013
Ταύτην ὁ θαυμάσιος Βαροὺχ τὴν προσευχὴν τοῦ λαοῦ ἐν τεθεικὼς τῷ συγγράμματι, τίθησι καὶ τὴν θείαν ἀπόκρισιν
那可敬佩的巴錄,在他的著作中記下了百姓這篇禱告,又記下了神的回應。
The admirable Baruch, having set down this prayer of the people in his writing, also sets down the divine answer.
1:3014
ἐντολὰς ζωῆς, ἐνωτίσασθε γνῶναι φρόνησιν
「這生命的誡命,你們要側耳而聽,好認識智慧。」
'the commandments of life; give ear, that you may know understanding.'
1:3015
Τί ἐστιν, Ἰσραὴλ, τί ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; Ἐπαλαιώθης, ἐν γῇ ἀλλοτρίᾳ·
「以色列啊,這是甚麼緣故?你為何在仇敵之地?你在異邦之地漸漸衰老,」
'What is it, O Israel, why is it that you are in the land of your enemies? You have grown old in a strange land;'
1:3016
συνεμιάνθης τοῖς νεκροῖς, προσ ελογίσθης μετὰ τῶν εἰς ᾅδου
「你與死人一同被玷污,被算在下到陰間的人中間。」
'you have been defiled together with the dead, you have been reckoned among those who go down to Hades.'
1:3017
τί τὸ παράδοξον; Ὁ ἐμὸς χρηματίσας λαὸς, ὁ περι φανὴς, ὁ πολυθρύλλητος, δοῦλος ἀντ' ἐλευθέρου, καὶ ἀλλοφύλοις ἀνδράσι καὶ δυσσεβέσι συμβιοτεύων, νεκροῖς ἔοικε διὰ τὴν ὑπερβολὴν τῶν κακῶν
這何等奇異?那曾稱為我子民的、那顯赫的、那名聲遠播的,如今卻淪為奴僕而非自由之人,與異族並不敬虔之人同住,竟因禍患之極多而彷彿死人一般。
What is the paradox? The people who bore my name, the renowned, the much-celebrated, now a slave instead of free, dwelling among men of another race and of impiety, has become like the dead through the excess of its evils.
1:3018
Εἶτα τὰ τούτων αἴτια διδάσκει
接著他教導這些事的緣由。
Then he teaches the causes of these things.
1:3019
Ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας
「你離棄了智慧的泉源。」
'You have forsaken the fountain of wisdom.'
1:3020
Τῇ ὁδῷ τοῦ Θεοῦ εἰ ἐπορεύθης, κατῴκεις ἂν ἐν εἰρήνῃ τὸν αἰῶνα χρόνον
「你若行在神的道中,就必永遠安居於平安裡。」
'If you had walked in the way of God, you would have dwelt in peace for time everlasting.'
1:3021
Σαυτῷ, φησὶ, πρό ξενος ἐγένου τῶν παρόντων κακῶν·
他說,這些眼前的禍患,乃是你自己招來的;
It is to yourself, he says, that you have become the procurer of these present evils;
1:3022
δέον γάρ σε ποδηγῷ χρήσασθαι τῷ νόμῳ, ὃν ἡ τῆς σοφίας σοι πηγὴ προσενήνοχε, ματαίοις ἠκολούθησας λογισ μοῖς
你本當以智慧的泉源所賜給你的律法為引導,你卻隨從了虛妄的思念。
for whereas you ought to have used as your guide the law which the fountain of wisdom brought to you, you instead followed vain reasonings.
1:3023
Μάθε, ποῦ ἐστι φρόνησις, ποῦ ἐστιν ἰσχὺς, ποῦ ἐστι σύνεσις, τοῦ γνῶναι ἅμα ποῦ ἐστι μακροβίωσις καὶ ζωὴ, ποῦ ἐστι φῶς ὀφθαλμῶν, καὶ εἰρήνη
「你要學習明白智慧在哪裡,力量在哪裡,聰明在哪裡,好一同認識長壽與生命在哪裡,眼目之光與平安在哪裡。」
'Learn where is understanding, where is strength, where is discernment, that you may know at the same time where is length of days and life, where is light of the eyes, and peace.'
1:3024
Νῦν γοῦν, ἐπειδήπερ οὐ πρότερον, ζήτησον καὶ γνῶθι, τίς ὁ τούτων χορηγὸς τῶν ἀγαθῶν
如今至少,既然以往未曾如此,你就當尋求並認識這一切美善之物的賜予者是誰。
Now at least, since not before, seek and know who is the giver of these good things.
1:3025
καὶ τίς εἰσῆλ θεν εἰς τοὺς θησαυροὺς αὐτῆς; Τουτέστι, τῆς φρονήσεως
「又有誰進入她的寶庫呢?」就是聰明的寶庫。
'and who entered into her treasuries?' That is, the treasuries of understanding.
1:3026
Ποῦ εἰσιν οἱ ἄρχοντες τῶν ἐθνῶν, οἱ κυριεύοντες τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, οἱ ἐν τοῖς ὀρνέοις τοῦ οὐρανοῦ ἐμπαίζοντες, καὶ τὸ ἀργύριον θησαυρίζοντες, καὶ τὸ χρυσίον, ᾧ ἐπεποίθεισαν οἱ ἄνθρωποι, καὶ οὐκ ἔστι τέλος τῆς κτήσεως αὐτῶν, οἱ τὸ ἀργύριον τεκταί νοντες, καὶ μεριμνῶντες, καὶ οὐκ ἔστιν ἐξεύρεσις τῶν ἔργων αὐτῶν; Σύγκρισιν εὐσεβείας ποιεῖται καὶ πλούτου καὶ δυναστείας, καὶ παρακελεύεται τῶν ἀνομωτάτων ἀναμνησθῆναι βασιλέων, οἳ κόρον οὐκ ἔσχον τοῦ πλούτου
「列國的官長在哪裡呢?就是那些轄制地上走獸的,那些戲弄空中飛鳥的,那些積蓄銀子和金子、為人所倚靠、貲財無窮無盡的,那些鑄造銀子、心中掛慮、所行之事無從測度的,如今都在哪裡呢?」他將敬虔與財富、權勢作了比較,並勸人回想那些最不法的君王,他們對財富永不知足。
'Where are the rulers of the nations, those who lord it over the beasts upon the earth, who make sport with the birds of heaven, who hoard up silver and the gold in which men trusted, and there is no end of their acquiring, who work the silver and take anxious thought, and there is no finding out of their works?' He makes a comparison between piety and wealth and power, and exhorts them to remember the most lawless of kings, who had no satiety of wealth.
1:3027
Οὗτοι δὲ, φησὶ, καὶ τῶν θηρίων καὶ τῶν ὀρνέων διὰ τῆς θηρευτικῆς ἐκράτησαν τέχνης
他說,這些人甚至藉著狩獵之術,制伏了走獸和飛鳥。
These men, he says, gained mastery even over the beasts and the birds by the art of hunting.
1:3028
Ἠφανίσθησαν, καὶ εἰς ᾄδου κατ έβησαν, καὶ ἄλλοι ἀνέστησαν ἀντ' αὐτῶν
「他們都消滅了,下到陰間,別人興起接替他們。」
'They vanished, and went down to Hades, and others rose up in their stead.'
1:3029
Νεώτεροι εἶδον φῶς, καὶ κατῴκησαν ἐπὶ τῆς γῆς·
「年幼的人見了光,得以住在地上,」
'Younger men saw the light, and dwelt upon the earth;'
1:3030
ὁδὸν δὲ ἐπιστήμης οὐκ ἔγνωσαν
「他們卻不曉得知識的道路。」
'but the way of knowledge they knew not.'
1:3031
Οὐδὲ συνῆκαν τρίβους αὐτῆς, οὐδὲ ἀντελάβοντο αὐτῆς
「他們也不明白她的途徑,並不持守她。」
'Neither did they understand her paths, nor did they lay hold of her.'
1:3032
Κἀκεῖ νοι, φησὶ, φθορᾷ παρεδόθησαν, καὶ οἱ ἐξ ἐκείνων τοῖς μὲν ζῶσι συνηριθμήθησαν, καὶ τοῦ αἰσθητοῦ φωτὸς τῆς αἴγλης μετέλαχον·
他說,那些人被交付於敗壞,他們的後裔固然被算在活人之中,也分享了可見之光的照耀;
And those men, he says, were given over to corruption, and their descendants were indeed numbered among the living and partook of the radiance of the perceptible light;
1:3033
οὐκ ἐδέξαντο δὲ συν έσεως καὶ θεογνωσίας ἀκτῖνα
然而他們卻未領受聰明與認識神的光輝。
but they did not receive the ray of understanding and of the knowledge of God.
1:3034
Ἀπαριθμεῖται δὲ καὶ τοὺς μεγαφρονοῦντας ἐπὶ σοφίᾳ Χαναναίους, καὶ Ἰδουμαίους, καὶ Ἰσμαηλίτας·
他又列舉那些以智慧自誇的人——迦南人、以東人和以實瑪利人;
He also enumerates those who pride themselves upon wisdom—the Canaanites, and the Idumeans, and the Ishmaelites;
1:3035
Θαιμὰν γάρ ἐστιν Ἰδουμαία, Ἄγαρ δὲ μήτηρ τοῦ Ἰσμαήλ·
因為提幔就是以東,夏甲是以實瑪利的母親;
for Teman is Idumea, and Hagar is the mother of Ishmael;
1:3036
τού. τους καλεῖ μυθολόγους·
他稱這些人為說寓言的人;
these he calls tellers of fables;
1:3037
παραβολικῶς γὰρ εἰώθασι διαλέγεσθαι
因為他們慣於用比喻談論。
for they were accustomed to converse in parables.
1:3038
Ἀλλ' ὅμως οὐδὲ οὗτοι τῆς σοφίας ἔγνω σαν τὴν ὁδόν·
然而即便這些人也不曉得智慧的道路;
But nevertheless not even these knew the way of wisdom;
1:3039
τῇ γὰρ ἀσεβείᾳ δουλεύοντες διετέ λεσαν
因為他們始終作不敬虔的奴僕。
for they continued in slavery to impiety.
1:3040
Ὦ Ἰσραὴλ, ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτήσεως αὐ τοῦ!
「以色列啊,神的殿何等廣大!他所擁有之地何等寬闊!」
'O Israel, how great is the house of God, and how spacious the place of his possession!'
1:3041
Μέγας, καὶ οὐκ ἔχει τελευτὴν, ὑψηλὸς καὶ ἀμέτρητος
「這殿廣大,沒有窮盡;崇高,不可測度。」
'It is great, and has no end; lofty and immeasurable.'
1:3042
Μὴ τοῦτον, φησὶ, νόμιζε εἶναι τοῦ Θεοῦ τὸν νεὼν, ὃν Σολομὼν κατεσκεύασεν·
他說,不要以為神的殿就是所羅門所建造的那座殿;
Do not suppose, he says, that this is the temple of God which Solomon built;
1:3043
ὁ γὰρ τοῦ Θεοῦ ναὸς παμμεγέθης τίς ἐστι, καὶ ἀμέτρητος, καὶ μέντοι καὶ ἀνώλεθρος·
因為神的殿乃是極其廣大、不可測度、並且是不朽壞的。
for the temple of God is something of vast magnitude, and immeasurable, and indeed also imperishable.
1:3044
Εἶτα τῶν γιγάντων μνημονεύσας, τῶν ἐπὶ μεγέθει σώμα τος πολυθρυλλήτων γεγενημένων, ἐπήγαγεν κζʹ, κηʹ
接著,他提到那些巨人——他們因身量高大而聲名遠播——便加上說(第二十七、二十八節):
Then, having made mention of the giants, who had become much-talked-of for the greatness of their bodies, he added (verses 27, 28):
1:3045
Οὐ τούτους ἐξελέξατο ὁ Θεὸς, οὐδὲ ὁδὸν ἐπιστήμης ἔδωκεν αὐτοῖς
「神並沒有揀選這些人,也沒有將知識的道路賜給他們。」
'God did not choose these, nor did he give them the way of knowledge.'
1:3046
Καὶ ἀπώλοντο διὰ τὴν ἀβουλίαν αὑτῶν
「他們就因自己的無知妄行而滅亡了。」
'And they perished through their own lack of counsel.'
1:3047
Ταῦτα μέντοι διεξέρχεται, δεῖξαι βουλόμενος, ὡς πάντων αὐτοὺς προτετίμηκε τῶν ἐθνῶν, καὶ μόνοις τε νόμον ἔδωκεν ἔγγραφον, καὶ προφήτας ἐπέστησε, καὶ πάσης ἐπιμελείας ἠξίωσεν, ὕστερον μέντοι καὶ πρὸς αὐτοὺς ἐνανθρω πίσας ἀφίκετο·
然而他敘述這些事,乃是要表明神看重他們過於萬國,惟獨賜給他們成文的律法,又立先知監管他們,以各樣的眷顧待他們,並且後來甚至成為人,親自來到他們中間;
These things, however, he recounts, wishing to show that God honored them above all the nations, and to them alone gave a written law, and set prophets over them, and deemed them worthy of all care, and later indeed, having become man, came even to them;
1:3048
τοῦτο γὰρ δηλῶν διὰ τῶν ἑξῆς δι δάσκει
因為他藉著下文將這事顯明而加以教導。
for this is what he teaches by making it plain through what follows.
1:3049
Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τουτέστι, τὴν σοφίαν λʹ
「誰升到天上,取了她,又從雲中將她帶下來呢?」就是智慧(第三十節)。
'Who has gone up into heaven, and taken her, and brought her down from the clouds?' That is, wisdom (verse 30).
1:3050
Τίς διέβη πέραν τῆς θαλάσσης καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου καθαροῦ; Οὐκ ἔστι, φησὶν, ὠνητὴ, οὐδὲ ἐμπόροις ἁπλῶς προκει μένη λαʹ
「誰渡過海到那邊,尋見了她,又肯用精金將她買來呢?」他說,她不是可買賣的,也不是隨隨便便擺在商人面前的(第三十一節)。
'Who has crossed over beyond the sea, and found her, and will bring her for pure gold?' She is not, he says, purchasable, nor is she simply set forth for merchants (verse 31).
1:3051
Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς
「沒有人知道她的道路,也沒有人思念她的途徑。」
'There is none who knows her way, nor any who ponders her path.'
1:3052
Ὑπερ βαίνει, φησὶ, τὸν ἀνθρώπινον λογισμόν
他說,她超越人的思量。
She surpasses, he says, human reasoning.
1:3053
Ἀλλ' ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, καὶ ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὑτοῦ
「惟有那知曉萬事的認識她,他用自己的聰明尋見了她。」
'But he who knows all things knows her, and found her out by his understanding.'
1:3054
Τὸ ἐξεῦρεν ἀνθρωπίνως τέθεικε·
「尋見」一詞,他是按人的說法使用的;
The word 'found' he has used in a human manner;
1:3055
πηγὴν γὰρ αὐτὸν τῆς σοφίας ἐκάλεσε, καὶ ἐν τῷ προοιμίῳ τῆσδε τῆς προφητείας πηγὴν αὐτὸν ζωῆς ὠνόμασε
因為他稱他為智慧的泉源,又在這預言的引言中稱他為生命的泉源。
for he called him the fountain of wisdom, and in the prologue of this very prophecy he named him the fountain of life.
1:3056
Ὁ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλη σεν αὐτὴν κτηνῶν τετραπόδων. Αἰὼν καλεῖται καὶ ὁ τῶν ἀνθρώπων παρὼν βίος·
「那位造地存到永遠的,使地上充滿四足的牲畜。」人現今的生命也被稱為一個世代;
'He who prepared the earth for time everlasting filled it with four-footed cattle.' The present life of men is also called an age;
1:3057
Ὁ ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται·
「他發出光來,光就前行;」
'He who sends forth the light, and it goes;'
1:3058
ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ, τρόμῳ
「他召喚它,它就戰兢地聽從了他。」
'he called it, and it obeyed him with trembling.'
1:3059
Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὑτῶν, καὶ εὐφράνθησαν
「眾星在自己的守望中發光,並且歡喜。」
'And the stars shone in their watches, and rejoiced.'
1:3060
Ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν·
「他召喚它們,它們就說:我們在這裡;」
'He called them, and they said, Here we are;'
1:3061
ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς
「它們為那造它們的歡然發光。」
'they shone with gladness for him who made them.'
1:3062
Πάντα, φησὶν, εἴκει τῷ ποιητῇ·
他說,萬物都順服它們的創造者;
All things, he says, yield to their Maker;
1:3063
ἕκαστον τῶν γεγενημένων τοὺς οἰκείους. ὅρους φυλάττει·
凡受造之物各守自己的界限;
each of the things that have come into being keeps its own bounds;
1:3064
φυλακὰς δὲ ἀστέρων τοὺς καιροὺς καλεῖ·
他所說眾星的「守望」,是指它們定準的時令;
and by the 'watches' of the stars he means their appointed seasons;
1:3065
κατὰ γὰρ τὸν ὡρισμένον ἕκαστος ἀνίσχει καιρόν
因為每一顆都按其定準的時令而升起。
for each rises according to its appointed season.
1:3066
Ἁπάντων δημι ουργὸς, ὁ τούτων κυβερνήτης καὶ πρύτανις
萬物的創造者,乃是這一切的掌管者和主宰。
The Fashioner of all things is the governor and president of these.
1:3067
Οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Οὐχ Υἱοῦ καὶ Πατρὸς ποιεῖται σύγκρισιν, ἀλλὰ τοὺς καλουμένους ὁ λόγος ἐκβάλλει θεούς
「沒有別的可與他相比。」他並非將子與父作比較,乃是那話語要摒棄那些被稱為神明的。
'No other shall be reckoned in comparison with him.' He is not making a comparison of Son and Father, but the word casts out those who are called gods.
1:3068
Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης
「他尋出了知識的一切道路。」
'He found out every way of knowledge.'
1:3069
Πάλιν τὸ ἐξεῦρεν ἀνθρωπίνως τέθεικε
他再次按人的說法使用了「尋見」一詞。
Again he has used 'found' in a human manner.
1:3070
Καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὑτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Τὴν τῆς θεογνωσίας διδασκαλίαν, τὸν διὰ Μωσέως δοθέντα νόμον
「他將她賜給他的僕人雅各,和他所愛的以色列。」這就是認識神的教訓,就是藉摩西所賜的律法。
'And he gave her to Jacob his servant, and to Israel who was beloved by him.' That is, the teaching of the knowledge of God, the law given through Moses.
1:3071
Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη
「此後,她在地上出現,與世人同住。」
'After this she appeared upon the earth, and dwelt among men.'
1:3072
Σαφῶς ἡμῖν ὁ λόγος ὑπέδειξε τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ ὡς αὐτός ἐστι τῶν ἁπάντων δημιουργὸς, καὶ τῆς σοφίας πηγή
這話語清楚地向我們顯明了獨生子的道成肉身,並且他自己就是萬物的創造者和智慧的泉源。
Clearly the word has shown us the incarnation of the Only-begotten, and that he himself is the Fashioner of all things and the fountain of wisdom.
1:3073
καὶ περὶ αὐτοῦ φησιν ἐν Παροιμίαις·
論到他,箴言書上說:
And concerning him it says in Proverbs:
1:3074
Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν εἰς ἔργα αὑτοῦ. Οὐ γὰρ ὁ Θεὸς Λόγος ἐκεῖνα λέγει, ἀλλὰ τοῦ Θεοῦ Λόγου ἡ ὑπ' αὐτοῦ κατασκευασθεῖσα σοφία
「主為了自己的作為,以我為他道路的起頭而創造了我。」因為說這話的並非神的道自己,乃是那由他所造、屬於神之道的智慧。
'The Lord created me as the beginning of his ways for his works.' For it is not God the Word who says these things, but the wisdom fashioned by him, which belongs to God the Word.
1:3075
Αὕτη ἡ βίβλος τῶν προσταγμάτων τοῦ Θεοῦ
「這就是神典章的書卷。」
'This is the book of the ordinances of God.'
1:3076
Τουτέστιν, ἡ διὰ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ δεδομένη
就是那藉著神獨生子道成肉身所賜下的。
That is, the one given through the incarnation of the only-begotten Son of God.
1:3077
Πάντες οἱ κρατοῦντες αὐτὴν εἰς ζωὴν, οἱ δὲ καταλιπόντες αὐτὴν ἀποθανοῦνται. Ἔδειξεν ἀμφοτέρων τὸ τέλος·
「凡持守她的必得生命,離棄她的必致死亡。」他顯明了兩者的結局;
'All who hold her fast are unto life, but those who forsake her shall die.' He showed the end of both;
1:3078
εἶτα παραινεῖ τῷ λαῷ τῷ χρη ματίζοντι Ἰακώβ
接著他勸勉那稱為雅各之名的百姓。
then he exhorts the people that bears the name of Jacob.
1:3079
Ἐπιστρέφου, Ἰακὼβ, καὶ ἐπιλαβοῦ αὐτῆς·
「雅各啊,你要回轉,持守她;」
'Turn back, O Jacob, and lay hold of her;'
1:3080
διόδευσον πρὸς τὴν λάμψιν κατέναντι τοῦ φωτὸς αὐτῆς
「你要朝著她的光輝,向著她的光前行。」
'make your way toward the shining, over against her light.'
1:3081
Ἀκολούθησον τῇ αὐγῇ τῆς ἀκτῖνος·
要跟隨那光線的破曉,因為它以光引導你,帶領你的腳步走向生命。
Follow after the dawning of the ray, for it guides you with its light and leads your steps toward life.
1:3082
φωτ αγωγεῖ γάρ σε, καὶ ποδηγεῖ πρὸς ζωήν
因為它以光引領你,帶領你走向生命。
for it guides you with its light and directs your steps toward life.
1:3083
Μὴ δῷς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμ φέροντά σοι ἔθνει ἀλλοτρίῳ
不要把你的榮耀給別人,也不要把於你有益的給外邦異族。
Give not your glory to another, nor the things that profit you to an alien nation.
1:3084
οὗ δὴ χάριν αὐτοὶ μὲν πόῤῥω τῶν ἀγαθῶν καθεστήκασι, τῶν δὲ θεοσδότων ἀγαθῶν ἀπολαύει τὰ ἔθνη
正因如此,他們自己遠離了福分,而列國卻享受神所賜的美好。
For this very reason they themselves stand far removed from good things, while the nations enjoy the God-given blessings.
1:3085
Μακάριοί ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τοῦ Θεοῦ ἡμῖν γνωστά ἐστι
以色列啊,我們是有福的,因為神所喜悅的事已向我們顯明。
Blessed are we, O Israel, because the things that are pleasing to God are made known to us.
1:3086
Οὐκ ἔχομεν, φησὶ, πρόφασιν ἀγνοίας, δεδήλωκε γὰρ ἡμῖν τὰ ἀρέσκοντα
他說:我們沒有無知的藉口,因為祂已把祂所喜悅的事向我們指明。
We have, he says, no pretext of ignorance, for He has declared to us the things that please Him.
1:3087
Εἶτα παραθαῤῥύνει, καὶ διδάσκει, ὡς παρεδόθησαν εἰς δουλείαν τηνικαῦτα, οὐ παντελῶς αὐτοὺς ἀποστρα φέντος τοῦ τῶν ὅλων Θεοῦ, ἀλλὰ διὰ τῆς παιδείας αὐ τοὺς εὐεργετῆσαι πειραθέντος·
接著他鼓勵他們,並教導說:他們那時被交於奴役之中,並非因為萬有的神完全轉離了他們,而是因為祂試圖藉著管教施恩於他們。
Then he encourages them and teaches that they were at that time handed over into slavery, not because the God of all had utterly turned away from them, but because He sought to do them good through discipline.
1:3088
τὸν γὰρ εὐεργέτην, φη σὶ, καταλιπόντες, τὴν τῶν δαιμόνων προτετιμήκατε λατρείαν·
他說:因為你們離棄了那施恩的主,反倒看重了對邪靈的敬拜;
For you forsook your Benefactor, he says, and preferred the worship of demons;
1:3089
πρόξενοι δὲ καὶ τῇ θρεψαμένῃ τῆς ἐρη μίας ἐγένεσθε
並且你們竟使那養育你們的成了荒涼。
and you became authors of desolation even to her who nurtured you.
1:3090
Μηδεὶς ἐπιχαιρέτω μοι τῇ χήρᾳ καταλει φθείσῃ ὑπὸ λαῶν
不要有人因我這被眾民離棄的寡婦而幸災樂禍。
Let no one exult over me, the widow forsaken by peoples.
1:3091
Χήραν ἑαυτὴν καλεῖ, ὡς ἔρημον τῆς θείας γεγενημένην κηδεμονίας
她稱自己為寡婦,因為她成了失去神眷顧的孤零者。
She calls herself a widow, as one who has been left bereft of the divine care.
1:3092
Ἠρη μώθην διὰ τὰς ἁμαρτίας τῶν τέκνων μου. Ἀπαρι θμεῖται δὲ καὶ ταύτας, καὶ διηγεῖται τὴν τῶν πολε μίων ὠμότητα
我因我兒女的罪而變為荒涼。她也一一數點這些罪,並敘述仇敵的殘暴。
I was made desolate because of the sins of my children. And she enumerates these very sins, and recounts the cruelty of the enemies.
1:3093
Οὐκ ᾐσχύνθησαν, φησὶ, πρεσβύτην, οὐδὲ παιδίου ἠλέησαν
她說:他們不敬重老年人,也不憐憫孩童。
They had no shame, she says, before the aged man, nor did they show mercy to the child.
1:3094
( ιϛʹ.) Καὶ ἀπήγαγον τοὺς ἀγα πητοὺς τῆς χήρας, καὶ ἀπὸ τῶν θυγατέρων τὴν μόνην ἠρήμωσαν
(十六節)他們擄去了寡婦所疼愛的兒女,又使她在眾女之中孤獨一人、盡都荒涼。
(16) And they led away the beloved ones of the widow, and left her, of her daughters, all alone desolate.
1:3095
Μόνην ἑαυτὴν, ὡς ἡγοῦμαι, καλεῖ, διὰ τὸ ἐν αὐτῇ μόνῃ εἶναι τοῦ Θεοῦ τὸν νεὼν, ἢ τάχα ἐπειδὴ μόνῃ κατελείφθη, τῶν Ἀσσυρίων τὰς ἄλλας πόλεις πορθησάντων
我認為她稱自己為孤獨一人,是因為唯獨在她那裏有神的殿;又或許是因為當亞述人劫掠其他城邑時,唯獨剩下她一座。
She calls herself alone, as I suppose, because in her alone was the temple of God; or perhaps because she alone was left, when the Assyrians had sacked the other cities.
1:3096
Εἶτα λέγει, ὡς αὐτὴ μὲν ἐπαμῦναι οὐ δύναται, ὑπισχνεῖται δὲ τοῦ Θεοῦ τὴν βοήθειαν
接著她說:她自己無力施援,卻應許神的幫助。
Then she says that she herself is unable to give aid, but she promises the help of God.
1:3097
Θρηνεῖ μέντοι τὴν παροῦσαν ἐρημίαν
然而她為眼前的荒涼哀哭。
Yet she laments the present desolation.
1:3098
Κατελείφθην γὰρ, φησὶν, ἔρημος
她說:因為我被撇下,成了荒涼。
For I have been left, she says, desolate.
1:3099
( κʹ.) Καὶ ἐξ εδυσάμην τὴν στολὴν τῆς εἰρήνης
(二十節)我已脫去平安的袍子。
(20) And I have put off the robe of peace.
1:3100
Καὶ ἐνεδυσά μην τὸν σάκκον τῆς δεήσεώς μου, καὶ κράξω. Ἀλλ' οὐχ οἱ τοῖχοι ταῦτα ἔδρων ἢ ἔλεγον, ἀλλ' οἱ ἐνοικοῦντες
我已披上我懇求的麻衣,我要呼求。然而作這些事、說這些話的並非牆垣,乃是住在其中的人。
And I have put on the sackcloth of my supplication, and I will cry out. But it was not the walls that did or said these things, but those who dwelt within.
1:3101
Εἶτα παρακελεύεται αὐτοῖς τῇ τοῦ Θεοῦ θαῤῥῆσαι φιλανθρωπίᾳ, καὶ αἰτῆσαι τὸν ἔλεον·
接著她勸勉他們,要仰賴神的慈愛,並求祂的憐憫;
Then she exhorts them to take courage in the loving-kindness of God, and to ask for His mercy;
1:3102
Καὶ γὰρ ἐγὼ, φησὶν, ἀναμένω τὴν ὑμετέραν ἐπάνοδον
她說:因為我也在等候你們歸回。
For I too, she says, am awaiting your return.
1:3103
Ἐξέπεμψα γὰρ ὑμᾶς μετὰ πένθους καὶ κλαυθμοῦ·
因為我曾以悲傷哭泣打發你們出去;
For I sent you forth with mourning and weeping;
1:3104
ἀποδώσει δέ μοι ὁ Θεὸς ὑμᾶς μετὰ χαρ μονῆς καὶ εὐφροσύνης
但神必以喜樂歡欣把你們歸還給我。
but God will restore you to me with joy and gladness.
1:3105
Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον, βάλλοντες τὰ σπέρματα αὑτῶν·
他們去的時候一面走一面哭,撒著他們的種子;
Going forth they went, and wept, as they cast their seed;
1:3106
ἐρχόμε νοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα αὑτῶν. Λέγει δὲ καὶ τῶν γειτονευόντων ἐθνῶν τήν τε ἐπὶ τῇ αἰχμαλωσίᾳ θυμηδίαν, καὶ τὴν μετὰ τὴν ἐπ άνοδον σκυθρωπότητα
但回來的時候必歡呼而來,帶著他們的禾捆。他也述說鄰近列國因這擄掠而幸災樂禍,以及在歸回之後所生的愁苦。
but coming they shall come in rejoicing, carrying their sheaves. And he speaks also of the neighbouring nations' delight over the captivity, and their gloom after the return.
1:3107
Παρακελεύεται δὲ αὐτοῖς, ὑπο μεῖναι τὴν ἐπενεχθεῖσαν παιδείαν, καὶ ὑπισχνεῖται τὴν τῶν πραγμάτων μεταβολήν
他勸勉他們忍受所加給他們的管教,並應許境遇必有轉變。
He exhorts them to endure the discipline that has been laid upon them, and promises a change in their circumstances.
1:3108
Κατεδίωξέ σε, φησὶν, ὁ ἐχθρός σου, καὶ ὄψῃ αὐτοῦ τὴν ἀπώλειαν ἐν τάχει, καὶ ἐπὶ τοῦ τραχήλου αὐτοῦ ἐπιβήσῃ. Ἐχθροὺς καλεῖ Ἰδουμαίους Μωαβίτας, Ἀμμανίτας,Ἀλλοφύλους
他說:你的仇敵追趕了你,你必速速看見他的滅亡,並要踏在他的頸項上。他所稱的仇敵是指以東人、摩押人、亞捫人和非利士人。
Your enemy has pursued you, he says, and you shall see his destruction speedily, and you shall tread upon his neck. By enemies he means the Idumeans, Moabites, Ammonites, and Philistines.
1:3109
Οἱ τρυφεροί μου ἐπορεύθησαν ὁδοὺς τρα χείας·
我那嬌養的兒女走了崎嶇的道路;
My delicate ones have walked rough roads;
1:3110
ἤρθησαν ὡς ποίμνιον ἡρπασμένον ἐχθρῷ
他們被擄去,如同被仇敵搶奪的羊群。
they were carried off like a flock snatched by an enemy.
1:3111
Τρυφεροὺς καλεῖ τοὺς ἐν εὐπορίᾳ καὶ πλούτῳ, ὡς πεῖραν οὐκ ἔχοντας τῶν λυπηρῶν·
他稱那些生活富裕安逸、未曾經歷困苦的人為嬌養之人;
He calls delicate those who lived in ease and wealth, as having no experience of hardships;
1:3112
εἶτα παρακελεύ εται αὐτοῖς τῇ μεταμελείᾳ τὴν σωτηρίαν καρπώ σασθαι
接著他勸勉他們,要藉著悔改而收取救恩。
then he exhorts them to reap salvation through repentance.
1:3113
Ταῦτα ὡς ἐκ προσώπου τῆς Ἱερουσαλὴμ. εἰρηκὼς, αὐτῇ λοιπὸν παρακλητικοὺς προσφέρει λόγους
他既以耶路撒冷的口吻說了這些話,接下來便向她獻上安慰的言語。
Having said these things as from the person of Jerusalem, he then addresses to her words of consolation.
1:3114
Θάρσει, Ἱερουσαλὴμ, παρακαλέσει σε ὁ ὀνομάσας σε
耶路撒冷啊,你要放心,那給你起名的必安慰你。
Take courage, O Jerusalem; He who named you will comfort you.
1:3115
Μεταβαλεῖ σοι τὴν συμφορὰν ὁ τὴν προσηγορίαν σοι τεθεικώς·
那給你起稱號的必為你將災禍轉變;
He who gave you your appellation will change your calamity for you;
1:3116
τουτέστιν, ὁ δημιουργός σου, ὁ πάσης σε πόλεως προτιμήσας
就是你的創造者,那看重你過於一切城邑的。
that is, your Maker, who honoured you above every city.
1:3117
Ἔδωκαν γὰρ δίκας Βα βυλώνιοι τῆς παρανομίας ἀξίας
因為巴比倫人為他們的不法付出了應得的懲罰。
For the Babylonians paid penalties worthy of their transgression.
1:3118
Εἶτα διδάσκει, ὡς τὰ οἰκεῖα λοιπὸν ἡ Βαβυλὼν θρηνήσει κακά
接著他教導說:巴比倫反過來必為自己的禍患哀哭。
Then he teaches that Babylon in turn will bewail her own woes.
1:3119
Περιελῶ γὰρ αὐτῆς, φησὶ, τὸ ἀγαλλία μα τῆς πολυοχλίας αὐτῆς, καὶ τὸ γαυρίαμα αὐτῆς εἰς πένθος ἔσται
他說:因為我必除去她眾民的歡騰,她的驕矜必變為悲哀。
For I will take away from her, he says, the exultation of her great multitude, and her arrogance shall be turned into mourning.
1:3120
Πῦρ γὰρ ἐπελεύσεται αὐτῇ παρὰ τοῦ Αἰωνίου εἰς ἡμέρας μακρὰς, καὶ κατοικηθήσεται ὑπὸ δαιμονίων τὸν πλείονα χρόνον
因為從永恆者那裏必有火臨到她,直到多日之久,她大部分的時間必被邪靈所居住。
For fire shall come upon her from the Eternal for many days, and she shall be inhabited by demons for the greater part of time.
1:3121
Ταύτην διὰ Περσῶν τὴν τιμωρίαν ἐδέξατο·
她藉著波斯人的手受了這懲罰;
This punishment she received by means of the Persians;
1:3122
ἔδειξε δὲ ὁ λόγος, ὡς οὐ παντελῶς αὐτὴν ἀοίκητον ἔσεσθαι προηγόρευσεν, ἀλλ' ἐπὶ πολὺν χρόνον·
這話已表明,它並未預言她會完全無人居住,而是要荒涼許久;
and the word has shown that it did not foretell that she would be utterly uninhabited, but for a long time;
1:3123
οἰ κεῖται δὲ νῦν ὑπὸ ὀλίγων Ἰουδαίων
如今她有少數猶太人居住其中。
and now she is inhabited by a few Jews.
1:3124
Περίβλεψαι πρὸς ἀνατολὰς, Ἱερουσαλὴμ, καὶ ἴδε τὴν εὐφροσύνην σου, τὴν παρὰ τοῦ Θεοῦ σοι ἐρχομένην
耶路撒冷啊,向東觀看,看那從神臨到你的歡欣。
Look about toward the east, O Jerusalem, and behold the gladness that comes to you from God.
1:3125
Τὴν τῶν αἰχμαλώτων ἐπάνο δον προθεσπίζει
他預言被擄之人的歸回。
He foretells the return of the captives.
1:3126
Ἰδοὺ ἔρχονται οἱ υἱοί σου, οὓς ἐξαπ έστειλας·
看哪,你的兒子們正歸來,就是你所打發出去的;
Behold, your sons are coming, whom you sent away;
1:3127
ἔρχονται συνηγμένοι ἀπὸ ἀνατολῶν ἕως δυσμῶν, τῷ ῥήματι τοῦ Ἁγίου, χαίροντες τῇ τοῦ Θεοῦ δόξῃ
他們奉聖者的命令,從東到西被聚集歸來,因神的榮耀而歡喜。
they come gathered together from the east to the west, at the word of the Holy One, rejoicing in the glory of God.
1:3128
Οὐ γὰρ τῇ οἰκείᾳ δυνάμει περιεγένοντο τῶν ἐχθρῶν, ἀλλ' ὁ παραδοὺς Θεὸς τὴν ἐλευθερίαν ἀπέδωκε
因為他們並非靠自己的力量勝過仇敵,乃是那曾把他們交出去的神,將自由歸還了他們。
For it was not by their own power that they prevailed over their enemies, but God, who had delivered them up, gave back their freedom.
1:3129
Κελεύει δὲ καὶ τὴν πενθήρη στολὴν ἀποθέσθαι, καὶ περιτίθησιν αὐτῇ τῆς ἱερωσύνης τὸ σχῆμα
他也吩咐她脫下哀傷的衣裳,並給她穿上祭司的服飾。
He bids her also to lay aside the garment of mourning, and he clothes her with the vesture of the priesthood.
1:3130
Περιβαλοῦ γὰρ, φησὶ, τὴν διπλοΐδα τῆς παρὰ τοῦ Θεοῦ δικαιοσύνης, καὶ ἐπίθου τὴν μίτραν ἐπὶ τῆς κεφαλῆς σου, τῆς δόξης τοῦ αἰωνίου
他說:你要披上從神而來之公義的重袍,並將永恆者榮耀的冠冕戴在你頭上。
Put on, he says, the double cloak of the righteousness that comes from God, and set upon your head the mitre of the glory of the Eternal.
1:3131
Ἐν γὰρ τῇ μίτρᾳ τὸ πέταλον ἔκειτο τὸ χρυσοῦν·
因為在那冠冕上安著金牌;
For upon the mitre lay the golden plate;
1:3132
ἐν ᾧ τὸ ὄνομα τοῦ Θεοῦ προσεγέγραπτο
牌上刻著神的名。
on which the name of God was inscribed.
1:3133
Ὁ γὰρ Θεὸς δείξει τῇ ὑπ' οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα
因為神必向普天下顯明你的光輝。
For God will show to all that is under heaven your splendour.
1:3134
Κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ Θεοῦ εἰς τὸν αἰῶνα εἰρήνη δι καιοσύνης, καὶ δόξα θεοσεβείας
因為神必稱你的名,直到永遠,為「公義的平安」與「敬虔的榮耀」。
For your name shall be called by God for ever: Peace of righteousness, and Glory of godliness.
1:3135
Ταῦτα δὲ τὰ ὀνόματα νῦν ἔχει·
如今她確實擁有這些名號;
And these names she now bears;
1:3136
διὰ τοῦτο καὶ εἰς αὐτὴν συντρέ χουσιν ἅπαντες
因此眾人都一同奔向她。
for this reason all men flock together to her.
1:3137
Λαμπρὰν γὰρ αὐτὴν καὶ περιφανῆ πεποίηκε τὸ σωτήριον πάθος
因為那救恩的受難使她光耀顯赫。
For the saving Passion has made her radiant and renowned.
1:3138
Πάλιν δὲ αὐτῇ παρα κελεύεται ἰδεῖν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν τοὺς αἰχ μαλώτους ἐπανιόντας, καὶ διδάσκει, ὡς ἀπήχθησαν μὲν πεζοὶ δεσμὰ περικείμενοι, ἐπανήξουσι δὲ πάσης τιμῆς ἀξιούμενοι
他又勸勉她觀看那從東從西歸回的被擄之人,並教導說:他們曾徒步被擄去,身上帶著鎖鏈,卻要在歸回時被尊以各樣的尊榮。
Again he exhorts her to behold the captives returning from the east and the west, and teaches that they were led away on foot, bound with chains, but they shall return being deemed worthy of every honour.
1:3139
κατειληφότες, ἐπανῆλθον λοιπὸν, ὡς εἰ ρήνης τῷ ἔθνει παρασχεθείσης·
他們既已得著,便歸回了,彷彿平安已賜給了這民族;
having taken possession, they then returned, as though peace had been granted to the nation;
1:3140
οὗ δὴ χάριν καὶ τῶν ἀπὸ δυσμῶν ἐμνημόνευσεν
正因如此,他也提到了那從西方而來的人。
for which reason he made mention also of those from the west.
1:3141
Συνέταξε γὰρ ὁ Θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν, καὶ θῖνας ἀεννάους, καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς, ἵνα βαδίσῃ Ἰσραὴλ ἀσφαλῶς τῇ τοῦ Θεοῦ δόξῃ
因為神已吩咐一切高山降為卑,永存的沙丘填平,深谷充滿,使地面平坦,好叫以色列在神的榮耀中穩妥而行。
For God has commanded every high mountain to be brought low, and the perpetual sand-hills, and the ravines to be filled up, for the levelling of the earth, that Israel may walk securely in the glory of God.
1:3142
Πᾶσαν, φησὶ, δυσκολίαν κατηνύασε·
他說:祂已挪去了一切艱難;
He has removed, he says, every difficulty;
1:3143
τοὺς ἐοικότας ὄρεσιν ὑψηλοῖς Βαβυλωνίους κατέλυσε·
祂拆毀了那如高山般的巴比倫人;
He has broken down the Babylonians, who were like high mountains;
1:3144
τοὺς ἐκείνοις ὑπο κειμένους, φάραγξι ταπειναῖς ἐοικότας, ἀνανεῦσαι πεποίηκεν·
祂使那些臣服於他們、如同低谷之人昂首挺立;
those who were subject to them, who were like lowly ravines, He has caused to lift up their heads;
1:3145
ἡμῶν δὲ πανταχόθεν ἄδεια τῆς ἐπαν όδου γεγένηται
而我們則從四面八方獲得了歸回的自由。
and for us there has come, from every side, freedom of return.
1:3146
Αἱ σκιάδες, καὶ οἱ δρυμοὶ, καὶ πᾶν ξύλον εὐωδία τῷ Ἰσραὴλ προστάγματι τοῦ Θεοῦ
那蔽蔭的樹林、叢林,以及每一棵芳香的樹木,都奉神的命令,為以色列成了馨香之氣。
The shady groves, and the thickets, and every fragrant tree, at the command of God, have become a sweet savour for Israel.
1:3147
Τὸν μέντοι Ἰσραὴλ ἐπανιόντα μετὰ πάσης προὔπεμψαν θεραπείας
他們果然以各樣的服事護送歸回的以色列。
And indeed they escorted Israel on his return with all attendant service.
1:3148
Λέγει δὲ καὶ τὸ αἴ τιον τῶν ἀγαθῶν
他也述說這些美善之事的緣由。
And he states also the cause of these good things.
1:3149
Ἡγήσεται γὰρ ὁ Θεὸς τοῦ Ἰσραὴλ μετ' εὐφροσύνης, τῷ φωτὶ τῆς δόξης αὐτοῦ, σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ παρ' αὐτοῦ
因為神必以喜樂帶領以色列,藉著祂榮耀的光,並帶著出於祂的憐憫與公義。
For God will lead Israel with gladness, by the light of His glory, together with mercy and righteousness from Him.
1:3150
Θεοῦ ἡγουμένου πάντα λεῖα καὶ εὐμαρῆ
神既在前引領,凡事都平坦順利。
When God leads the way, all things are smooth and easy.
1:3151
Κέχρηται ἐλεη μοσύνῃ μὲν περὶ τὸν λαὸν, δικαιοσύνῃ δὲ κατὰ Βαβυλωνίων
祂對百姓施行憐憫,對巴比倫人卻施行公義。
He employs mercy toward the people, but justice against the Babylonians.
1:3152
Οὗτοι μὲν γὰρ ἁμαρτάνοντες διὰ τῆς παιδείας ὠφέλειαν ἐδέξαντο·
因為這些人雖然犯了罪,卻藉著管教得了益處;
For these, though they had sinned, received benefit through the chastisement;
1:3153
ἐκείνους δὲ μανικωτέ ρους καὶ δυσσεβεστέρους ἡ νίκη πεποίηκεν
那些人卻因得勝而變得更加狂妄、更加不敬虔。
but those the victory rendered more frenzied and more impious.
1:3154
Ἀντιβο λήσωμεν τοιγαροῦν καὶ ἡμεῖς, ξεναγὸν ἡμῶν γενέ σθαι καὶ ποδηγὸν τὸν τῶν ὅλων Θεόν·
因此,讓我們也懇求那萬有之神,作我們的嚮導與領路者,引導我們前行;
Let us therefore also beseech the God of all things to become our guide and to lead us on our way;
1:3155
ἧς ἡμᾶς γένοιτο ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, σὺν τῷ παναγίῳ Πνεύ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們藉著我們主耶穌基督的恩典與慈愛得以蒙受這福分;願榮耀藉著祂歸於父,並與至聖的聖靈同得,從今直到永遠,直到世世代代。
may it be ours to attain to it by the grace and loving-kindness of our Lord Jesus Christ, with whom be glory to the Father, together with the all-holy Spirit, now and ever, and unto the ages of ages.
1:3156
Ὁ μὲν θρῆνος συμπαθείας καὶ φιλοστοργίας ση μεῖον·
哀哭是同情與慈愛之情的表記;
Lamentation is a sign of compassion and tender affection;
1:3157
ἡγοῦμαι δὲ τὸν θεσπέσιον προφήτην ὠφελείας. ἕνεκα, καὶ τῶν τηνικαῦτα ἀνθρώπων, καὶ τῶν εἰς ὕστερον ἐσομένων, τοὺς θρήνους συγγράψαι·
我認為那位受神默示的先知寫下哀歌,是為了使當時的人與後來的人都得益處,
and I consider that the inspired prophet composed his laments for the sake of benefit, both of the people of that time and of those who should come after,
1:3158
ἵνα κἀκεῖνοι καὶ οὗτοι μάθωσι διὰ τῶν γραμμάτων, ὅσων πρόξενος ἡ ἁμαρτία κακῶν·
好叫這兩代人都能藉著這些文字,明白罪帶來何等多的禍患。
so that both those and these might learn through the writings how many evils sin procures.
1:3159
τέσσαρας μέντοι συγγέγραφε Θρήνους, τὰ ἑκάστου ῥήματα καὶ κατὰ τὸν ἀριθμὸν καὶ τὴν τάξιν τῶν στοιχείων συντεθεικώς·
他確實寫了四篇哀歌,把每一篇的字句都按著字母的數目與次序編排;
He composed indeed four Lamentations, arranging the verses of each according to the number and order of the letters of the alphabet;
1:3160
θρηνεῖ δὲ τῆς πόλεως τὴν ἐρημίαν, τῆς προτέρας τῶν οἰκητόρων μεμνημένος πληθύος, καὶ δυσφοροῦσαν ὁρῶν τὴν πάλαι παρὰ τῶν ἄλλων πόλεων δεχομένην τὸν φόρον·
他為那城的荒涼而哀哭,追念昔日居民的眾多,並看見那從前向別城收取貢賦的城如今哀傷難忍。
and he laments the desolation of the city, recalling the former multitude of its inhabitants, and beholding her grieving who of old received tribute from the other cities.
1:3161
προσωποποιίᾳ δὲ κε χρημένος, λέγει νύκτωρ καὶ μεθ' ἡμέραν τὴν πόλιν δακρύειν, τοῦ ψυχαγωγοῦντος οὐκ ὄντος, καὶ τῶν φίλων αὐτῆς παντελῶς ἠρνημένων
他運用擬人的手法,說那城晝夜哭泣,因為無人安慰她,她的朋友也全然離棄了她。
Employing personification, he says that the city weeps by night and by day, since there is none to comfort her, and her friends have utterly denied her.
1:3162
Φέρει δὲ εἰς μέσον καὶ τῆς Ἰουδαίας ἁπάσης τὴν μετανάστασιν, καὶ τὴν χαλεπὴν δουλείαν, καὶ εὐχειρώτους αὐτοὺς λέγει γεγενῆσθαι διὰ τὴν ἁμαρτίαν
他又提出全猶太的遷徙、悲慘的奴役,並說他們因罪而輕易被制伏。
He also brings forward the migration of all Judea, and the grievous servitude, and says that they became easily subdued because of sin.
1:3163
Πάντες γὰρ, φησὶν, οἱ διώκοντες αὐτὴν, κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων
他說:「凡追趕她的,都在窘迫她之人的中間追上了她。」
For 'all who pursued her,' he says, 'overtook her between the oppressors.'
1:3164
Ἀναμιμνήσκει καὶ τῶν πο ταμοὺς μιμουμένων ὁδῶν κατὰ τὸν τῶν ἑορτῶν και ρόν·
他又提醒他們,在節期之時那些如同河流般的道路;
He also reminds them of the roads that resembled rivers at the time of the feasts;
1:3165
πάντοθεν γὰρ εἰς τήνδε τὴν πόλιν συνέτρεχον ἅπαντες·
因為眾人從四面八方一同奔向這城;
for from every quarter all came running together to this city;
1:3166
λέγει δὲ καὶ τὰ τούτων αἴτια
他也述說了這些事的緣由。
and he tells also the causes of these things.
1:3167
Ἐγένοντο οἱ θλίβοντες αὐτὴν εἰς κεφαλὴν, καὶ οἱ ἐχθροὶ αὐτῆς εὐθηνοῦσιν·
「窘迫她的人成了首領,她的仇敵亨通;」
'Those who oppress her have become the head, and her enemies prosper;'
1:3168
ὅτι Κύριος ἐτα πείνωσεν αὐτὴν ἐπὶ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῆς
「因為耶和華為她眾多的罪孽使她受了苦。」
'because the Lord humbled her for the multitude of her impieties.'
1:3169
Τοῦτο καὶ ὁ μακάριος αὐτοῖς προλέγει Μω σῆς τὸν θεῖον παραβαίνουσι νόμον·
這事也是那有福的摩西預先告訴他們的,若他們違犯神的律法:
This the blessed Moses also foretold to them when they should transgress the divine law:
1:3170
Ὅτι ἔσονται οἱ ἐχθροί σου ἄνω, καὶ σὺ κάτω· λέγει δὲ καὶ τοῖς θηλάζουσι σὺν τοῖς πρεσβυτέροις τὸν ὄλεθρον·
「你的仇敵必居上,你必居下;」他也預言毀滅要臨到吃奶的嬰孩與長老身上。
'Your enemies shall be above, and you below;' and he foretells destruction also to the sucklings together with the elders.
1:3171
καθεστηκότος πρεσβυτέ ρου. Οὕτω κἀνταῦθα·
指一位地位穩固的長老。此處亦然;
of an established elder. So also here;
1:3172
ἐγυμνώθησαν γὰρ τῆς προτέρας ἰσχύος
因為他們被剝奪了先前的力量。
for they were stripped of their former strength.
1:3173
Εἶτα λέγει τῆς Ἱερουσαλὴμ παλαιᾶς εὐπρα ξίας καὶ δυσπραξίας μνησθῆναι, καὶ παραθεῖναι ἐκεί νοις τὰ νῦν ἐπελθόντα κακά·
他接著說,她追念耶路撒冷從前的興盛與艱難,並將如今臨到她的禍患與之相較;
Then he says that she remembers the former prosperity and adversity of Jerusalem, and sets beside them the evils that have now come upon her;
1:3174
καὶ πλεῖον ἀνιᾶ σθαι διὰ τὸ γενέσθαι τοῖς δυσμενέσιν ἐπίχαρτον
她更加憂傷,因為她成了仇敵幸災樂禍的對象。
and she is grieved the more, because she has become an object of gloating to her adversaries.
1:3175
Συνεχῶς δὲ διδάσκει τῶν συμφορῶν τὴν αἰτίαν, τὴν ὠφέλειαν πραγματευόμενος
他不斷地教導這些災禍的緣由,藉此謀求益處。
Continually he teaches the cause of the calamities, working out the benefit thereof.
1:3176
Ἁμαρτίαν γὰρ, φησὶν, ἡμάρτηκεν Ἱερουσαλὴμ, διὰ τοῦτο εἰς σάλον ἐγένετο
他說:「耶路撒冷大大犯了罪,所以陷入動盪。」
'For Jerusalem,' he says, 'has sinned a sin; therefore she was thrown into commotion.'
1:3177
Οὗ δὴ χάριν καὶ οἱ πρότερον αὐτὴν γεραίροντες ἐξύβρισαν εἰς αὐτὴν, τὴν δυσκληρίαν αὐτῆς θεασάμενοι
因此,那從前尊敬她的人,看見她的不幸,也就凌辱她。
For which cause also those who formerly honored her insulted her, when they beheld her ill fortune.
1:3178
Εἶτα τῶν παντοδαπῶν ἁμαρτημάτων ἀναμιμνήσκει
他接著提醒他們那各樣的罪。
Then he reminds them of the manifold sins.
1:3179
Ἀκαθαρσία πρὸ ποδῶν αὐτῆς·
「她的污穢就在她腳前;」
'Her uncleanness is before her feet;'
1:3180
οὐκ ἐμνή σθη ἐσχάτων αὑτῆς, καὶ πέπτωκε θαυμα. στῶς
「她不追念自己的結局,竟驚人地跌倒了。」
'she did not remember her latter end, and has fallen astonishingly.'
1:3181
Προσήκει γὰρ μὴ τῇ εὐπραξίᾳ θαῤῥεῖν, ἀλλὰ καὶ τὴν μεταβολὴν προσμένειν
因為人不當因興盛而自恃,倒要預料到變遷的臨到。
For it behooves one not to be confident in prosperity, but also to look for the change.
1:3182
Θρηνεῖ δὲ διαφερόντως τὸ τῶν ἀδύτων τοῦ ναοῦ κατατολμῆσαι τοὺς δυσμενεῖς, καί φησι·
他尤其哀嘆仇敵竟膽敢闖入聖殿至內的密所,並說:
He laments especially that the adversaries dared to enter the innermost sanctuaries of the temple, and says:
1:3183
Χεῖρα αὑτοῦ ἐξεπέτασε θλίβων, ἐπὶ πάντα τὰ ἐπιθυμητὰ αὐτῆς·
「那窘迫她的伸手奪取她一切所喜愛的;」
'The oppressor has stretched out his hand over all her desirable things;'
1:3184
εἶδε γὰρ ἔθνη εἰσελθόντα εἰς τὸ ἁγίασμα αὐτῆς, ἃ ἐνετείλω μὴ εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν σου
「因她看見列國進入她的聖所,就是你所吩咐不可進入你會中的。」
'for she saw nations entering into her sanctuary, whom you commanded not to enter into your congregation.'
1:3185
Εἰς μὲν τὰ ἅγια τῶν ἁγίων μόνῳ τῷ ἀρχιερεῖ εἰσιτητὸν ἦν, καὶ τοῦτο μέντοι ἅπαξ τοῦ ἐνιαυτοῦ·
至聖所惟有大祭司才可進入,而且一年只有一次;
Into the holy of holies only the high priest was permitted to enter, and that indeed once in the year;
1:3186
εἰς δὲ τὰ πρὸ τούτων ἅγια οἱ ἱερεῖς εἰσῄεσαν μόνοι·
至於這至聖所之前的聖所,惟有祭司才可進入;
into the holy places before these the priests alone went in;
1:3187
εἰς δὲ τὴν ἐνδοτέραν αὐλὴν καὶ οἱ Λευΐται·
至於較內的院子,利未人也可進入;
into the inner court the Levites also;
1:3188
εἰς δὲ τὴν ἐξωτέραν οἵ τε ἐκ γέ νους Ἰσραὴλ, καὶ οἱ περιτετμημένοι προσήλυτοι·
至於外院,凡以色列族的人與受了割禮的歸信者皆可進入;
into the outer court both those of the race of Israel and the circumcised proselytes;
1:3189
πάντα γὰρ ἀπερίτμητον καὶ εἰς ἐκείνην εἰσελθεῖν ὁ νόμος ἐκώλυε·
因為律法禁止一切未受割禮的人,連那院子也不可進入;
for the law forbade every uncircumcised person to enter even into that court;
1:3190
διαφερόντως μέντοι Μωαβίτας καὶ Ἀμμανίτας εἰσελθεῖν ἀπαγορεύει·
律法尤其禁止摩押人與亞捫人進入;
and it especially forbids the Moabites and Ammonites to enter;
1:3191
Ἀμμανίτης γὰρ, καὶ Μωαβίτης, οὐκ εἰσελεύσεται εἰς ἐκκλη σίαν Κυρίου, οὐδὲ εἰς τὸν αἰῶνα. Τοῦτον ἀνέ μνησε τὸν νόμον ὁ Θρῆνος·
「亞捫人與摩押人不可入耶和華的會,直到永遠。」哀歌追念了這條律法;
'for an Ammonite and a Moabite shall not enter into the congregation of the Lord, even unto the age.' This law the Lamentation recalled;
1:3192
εἶτα διηγεῖται τὰ ἀπὸ τοῦ λιμοῦ συμβεβηκότα κακά
他接著述說饑荒所帶來的禍患。
then he recounts the evils that came about from the famine.
1:3193
Πᾶς ὁ λαὸς αὐτῆς καταστενάζοντες, ζη τοῦντες ἄρτον
「她所有的百姓歎息,尋求食物。」
'All her people groaning, seeking bread.'
1:3194
Ἔδωκαν γὰρ τὰ ἐπιθυμήματα αὐτῆς ἐν βρώσει, τοῦ ἐπιστρέψαι ψυχήν
「因他們把自己所喜愛的交出來換取食物,好使性命得以維持。」
'For they gave their desirable things for food, to restore the soul.'
1:3195
Ἐν ταῦθα ἐπιθυμήματα τὰ βρέφη καλεῖ·
在此,他把嬰孩稱為「所喜愛的」;
Here he calls the infants 'desirable things;'
1:3196
ἐγεύσαντο γὰρ ἐν τῷ λιμῷ καὶ ἀνθρωπίνων κρεῶν
因為在饑荒中他們甚至吃了人肉。
for in the famine they even tasted human flesh.
1:3197
Αἰτεῖ μέντοι τὴν θείαν φιλανθρωπίαν
然而,他祈求神的慈愛。
He asks, nevertheless, for the divine loving-kindness.
1:3198
Ἴδε Κύριε, καὶ ἐπίβλεψον, ὅτι ἐγενόμην ἠτιμωμένη
「耶和華啊,求你觀看,因為我成了被藐視的。」
'Behold, O Lord, and look, for I have become dishonored.'
1:3199
Εἶτα τοὺς δι' αὐτὴν παρ ιόντας παρακαλεῖ τὴν ἀσύγκριτον αὐτῆς ὀδύνην ἰδεῖν
他接著呼籲那些為她經過的人,觀看她那無可比擬的痛苦。
Then he calls upon those passing by on her account to behold her incomparable anguish.
1:3200
τουτέστι, προσέταξε μόνον, καὶ ἐπηνέχθη μοι τὰ κακά·
就是說,祂只吩咐一聲,禍患便臨到我身上;
that is, he merely gave command, and the evils were brought upon me;
1:3201
Ἧψέ μοι, ὁ Σύρος ἡρμήνευσε
「祂在我身上點起了火,」正如敘利亞譯本所翻。
'He kindled it upon me,' as the Syrian rendered it.
1:3202
Ἐξ ὕψους αὑτοῦ ἐξαπέστειλε πῦρ ἐν τοῖς ὀστέοις μου, καὶ κατήγαγεν αὐτὸ ἐπ' ἐμέ
「祂從高天降火進入我的骨頭,並使它落在我身上。」
'From on high he sent fire into my bones, and brought it down upon me.'
1:3203
Αὐτὸς γὰρ συνεχώρησε τοῖς πολεμίοις, καὶ πολιορκῆ σαι, καὶ πορθῆσαι, καὶ ἐμπρῆσαι τὴν πόλιν
因為祂自己容許仇敵圍困、劫掠並焚燒那城。
For he himself permitted the enemies both to besiege, and to sack, and to burn the city.
1:3204
καὶ γὰρ οἱ ἀποδράντες ἑάλωσαν
因為連那些逃跑的也被擄了去。
for indeed even those who fled were captured.
1:3205
Ἐγρηγόρησεν ἔτι τὰ ἀσεβήματά μου, ἐν χερσὶν αὑτοῦ συνέπλεξέ με
「我的罪孽儆醒不睡;祂用手把我纏繞起來。」
'My impieties have kept watch; in his hands he has entwined me.'
1:3206
Ἀντὶ τοῦ, Συν επόδισε, καὶ τοῖς ἐχθροῖς παρέδωκεν
意即:祂捆住我的腳,將我交給仇敵。
Instead of, He bound my feet together and delivered me to the enemies.
1:3207
Ἐβάρυνε τὸν ζυγὸν αὑτοῦ ἐπὶ τὸν τράχηλόν μου. Πικρῶς γὰρ τοῖς ὠμοτάτοις Βαβυλωνίοις δουλεύειν ἠνάγκασε
「祂使祂的軛沉重地壓在我的頸項上。」因為祂痛苦地強逼他們服事那最兇暴的巴比倫人。
'He made his yoke heavy upon my neck.' For he bitterly compelled them to serve the most savage Babylonians.
1:3208
Καὶ ἠσθένησεν ἡ ἰσχύς μου, ὅτι ἔδωκε Κύριος ἐν χερσί. μου ὀδύνας, ἃς οὐ μὴ δύνωμαι ὑποστῆναι. Ὀδύρεται δὲ καὶ τῶν ἀριστέων τὸν ὄλεθρον
「我的力量衰弱了,因為耶和華把我不能承受的苦楚交在我手中。」他也為那些勇士的毀滅而哀哭。
'And my strength grew weak, for the Lord gave into my hands pains which I cannot endure.' And he laments also the destruction of the mighty men.
1:3209
Ἐξῆρε πάντας τοὺς ἰσχυρούς μου·
「祂除滅了我一切的勇士;」
'He removed all my strong men;'
1:3210
ὁ Κύριος ἐκάλεσεν ἐπ' ἐμὲ καιρὸν τοῦ συντρίψαι τοὺς ἐκλεκτούς μου
「耶和華召聚一個時候攻擊我,要壓碎我所揀選的人。」
'the Lord called against me a time to crush my chosen men.'
1:3211
Τὴν συμφορὰν καὶ ὁ Σύρος, καὶ ὁ Ἑβραῖος, καιρόν καλεῖ·
敘利亞譯本與希伯來文都把這災難稱為「時候」;
Both the Syrian and the Hebrew call the calamity a 'time;'
1:3212
καὶ ἡμεῖς δὲ πολ λάκις εἰώθαμεν τῶν καιρῶν τὰς δυσκολίας ὀδύρε σθαι
我們也常習慣哀嘆時勢的艱難。
and we too are often accustomed to lament the difficulties of the times.
1:3213
Ληνὸν ἐπάτησε Κύριος παρθένῳ θυγατρὶ Ἰού δα
「主為猶大處女踹了酒醡。」
'The Lord has trodden the winepress for the virgin daughter of Judah.'
1:3214
( ιϛʹ.) Ἐπὶ τούτοις ἐγὼ κλαίω
(第十六節。)「我為這些事哭泣。」
(16.) 'For these things I weep.'
1:3215
Καὶ οἱ ὀφθαλμοί μου κατήγαγον ὕδωρ, ὅτι ἐμακρύνθη ἀπ' ἐμοῦ ὁ παρακαλῶν με. Καὶ διδάσκων, τίς οὗ τος, ἐπήγαγεν·
「我的眼睛流下淚水,因為那安慰我、使我心甦醒的離我遠了。」他為了說明這是誰,便接著說:
'And my eyes have run down with water, for the comforter who should restore my soul is far from me.' And, teaching who this is, he added:
1:3216
Θρηνεῖ δὲ καὶ τῶν υἱῶν τὴν ἀπώλειαν, καὶ τὴν τῶν ἐχθρῶν ἐπι κράτειαν
他也為兒女的滅亡與仇敵的轄制而哀哭。
He laments also the destruction of the sons, and the dominion of the enemies.
1:3217
Εἰ ώθασι γὰρ αἱ πενθοῦσαι, καὶ ἐκτείνειν, καὶ συστέλ λειν τὰς χεῖρας
因為哀哭的婦女慣於伸開又收回她們的手。
For mourning women are accustomed both to stretch out and to draw in their hands.
1:3218
Λέγει δὲ αὐτὴν καὶ ἀπαραμύθητον εἶναι, ἅτε δὴ τοῦ Θεοῦ τοῖς ἐχθροῖς ὁρμῆσαι κατ' αὐτῆς συγχωρήσαντος, καὶ τὴν καθιερωμένην μολῦ ναι
他說她也無人安慰,因為神容許仇敵衝擊她,並玷污那被分別為聖的。
He says that she is also without comfort, inasmuch as God permitted the enemies to rush against her, and to defile that which was consecrated.
1:3219
Ἐγενήθη γὰρ, φησὶν, Ἱερουσαλὴμ, ὡς ἀποκαθημένη ἐν μέσῳ αὐτῶν. Ἀκάθαρτος δὲ ἦν κατὰ τὸν νόμον ἡ τοῦ αἵματος τὸν ῥοῦν ὑπομένουσα·
他說:「因為耶路撒冷在他們中間成了不潔之婦。」按律法,那患血漏的婦人是不潔淨的;
'For Jerusalem has become,' he says, 'as a woman set apart in their midst.' Now according to the law she who endured the flow of blood was unclean;
1:3220
ταύτῃ τοίνυν ἀπεικάζει τὴν πόλιν ἀλλοφύλων καὶ δυσσεβῶν πληρωθεῖσαν ἀνθρώπων
因此,他把那充滿了外邦與不敬虔之人的城,比作這樣的婦人。
to her, therefore, he likens the city, filled as it was with foreign and impious men.
1:3221
Συνεχῶς μέντοι ὁ προφήτης τῆς ψήφου τὸ δίκαιον εὐφημεῖ, τὴν ἐντεῦθεν ὠφέλειαν προσφέρων τοῖς ἐντυγχάνουσιν
然而先知不斷稱頌這判決的公義,藉此使讀者從中得益。
Yet continually the prophet extols the justice of the sentence, thereby offering benefit to those who read.
1:3222
Τοὺς γὰρ ὑπ' αὐτοῦ τεθέντας παρ έβην νόμους
「因為我干犯了祂所設立的律法。」
'For I transgressed the laws that had been laid down by Him.'
1:3223
Θρηνήσας δὲ τῶν παρθένων καὶ τῶν νεανίσκων ἀνδραποδισμὸν, διδάσκει, ὡς ἀνωφε λὴς ἡ τῶν εἰδώλων δουλεία
先知哀悼童女與少年被擄為奴之後,教導人說:事奉偶像的奴役毫無益處。
Having lamented the enslavement of the virgins and the young men, he teaches that the servitude paid to idols is of no profit.
1:3224
Ἱκετεύει δὲ τὸν λῦσαι δυνάμενον τὴν τῶν κακῶν ἀωρίαν, οἰκτεῖραι αὐτὴν ὁμολογοῦσαν τὴν ἁμαρτίαν
他懇求那能解除這些禍患之無時的主,憐憫這承認自己罪過的城。
He implores Him who is able to loose the untimeliness of these evils to have compassion on her who confesses her sin.
1:3225
Παραπικραίνουσα γὰρ, φησὶ, παρεπί κρανα. Ἀνιᾷ δὲ αὐτὴ διαφερόντως τὸ τοὺς ἐχθροὺς ἐπιτωθάζειν·
他說:「我大大惹動了苦毒的憤怒。」而她尤其痛苦的,是仇敵對她的譏笑。
'For provoking to bitterness,' he says, 'I have provoked.' And she is grieved beyond measure that her enemies mock her.
1:3226
καὶ τοῦτο δὲ, φησὶ, σοῦ νεύσαντος γέ γονεν
他說:「這事也是照你的旨意而成就的。」
'And this too,' he says, 'has come to pass by Your nod.'
1:3227
Ἐπήγαγες γὰρ ἡμέραν, καὶ ἐκάλεσας και ρὸν, καὶ ἐγένοντό μοι οἴμοι, οἴμοι. Αἰτεῖ δὲ κἀκείνους ταῖς αὐταῖς περιπεσεῖν συμφοραῖς
「因為你宣告了日子,招聚了時候,這對我便成了:唉哉,唉哉。」她並求那些仇敵也落在同樣的災禍中。
'For You brought on a day, and You called a season, and they became to me: Woe, woe.' And she asks that those enemies too may fall into the same calamities.
1:3228
Εἰσέλθοι γὰρ, φησὶ, πᾶσα ἡ κακία αὐτῶν κατὰ πρόσωπόν σου
她說:「願他們一切的惡都達到你面前。」
'For let all their wickedness,' she says, 'enter in before Your face.'
1:3229
Ὡς ἐθεάσω, φησὶ, τὴν ἐμὴν παρανομίαν, βλέπε καὶ τὴν ἐκείνων ἀσέβειαν
她說:「你既看見了我的違法,也求你看他們的不敬虔。」
'As You have beheld,' she says, 'my transgression, look also upon their impiety.'
1:3230
Καὶ ἐπιφύλλισον αὐτοὺς, ὃν τρόπον ἐπεφύλλισας ἐμὲ. περὶ πάντων τῶν ἁμαρτιῶν μου·
「求你摘取他們,如同你為我一切的罪摘取了我一樣;
'And glean them, in the manner You gleaned me for all my sins;
1:3231
ὅτι πολλοὶ οἱ στε ναγμοί μου, καὶ ἡ καρδία μου λυπεῖται. Καὶ ἐν ταῦθα ὁ Σύρος τὸ ἐπιφύλλισον οὕτως ἡρμήνευσεν·
因為我歎息甚多,我的心也憂傷。」在此處,敘利亞譯本將「摘取」如此翻譯:
for many are my groanings, and my heart is grieved.' And here the Syrian rendered 'glean' thus:
1:3232
Θλῖψον αὐτοὺς, ὡς ἔθλιψας ἐμέ. Ὁ μὲν οὖν πρῶ τος Θρῆνος τοῦτο ἔχει τὸ τέλος
「求你苦待他們,如同你苦待了我。」第一篇哀歌便以此為結束。
'Afflict them, as You afflicted me.' The first Lamentation, then, has this for its end.
1:3233
Βʹ Τοῦ δὲ δευτέρου τὸ προοίμιον τοῦτο·
第二篇。第二篇的序言如下:
II. The prologue of the second is this:
1:3234
Προσκυ νεῖτε γὰρ, φησὶ, τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ὁ μέντοι προφήτης ἀπείκασε γνόφῳ τὴν συμφοράν·
他說:「當在祂腳凳前敬拜。」此外,先知把這災難比作幽暗;
'For worship,' he says, 'at the footstool of His feet.' The prophet, moreover, likened the calamity to thick darkness;
1:3235
καὶ λέγει ἐξ οὐρανῶν εἰς γῆν ῥιφῆναι τὴν πόλιν Ἐπειδὴ τῆς ἐπανθούσης χάριτος ἐγυμνώθη, ἐγέ νετο τοῖς πολεμίοις εὐάλωτος
他說這城從天上被拋擲於地。因她被剝去了曾在她身上盛開的恩典,就成了仇敵易於攻取的獵物。
and he says that the city was cast down from the heavens to the earth. Since she was stripped of the grace that had flourished upon her, she became an easy prey to her foes.
1:3236
Κατεπόντισε Κύριος οὐ φεισάμενος πάντα τὰ ὡραῖα Ἰακώβ·
「主吞滅了,並不顧惜,雅各一切的美物;
'The Lord has drowned, not sparing, all the beautiful things of Jacob;
1:3237
καθεῖλεν ἐν θυμῷ αὑτοῦ τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα, ἐκόλλησεν αὐτὰ εἰς τὴν γῆν
祂在烈怒中拆毀了猶大女子的堅固營壘,使它們貼於地面。」
He has thrown down in His wrath the strongholds of the daughter of Judah, He has brought them down to the ground.'
1:3238
Τουτέστι, μέχρις ἐδάφους κατ ήνεγκεν
就是說,祂把它們夷為平地。
That is, He brought them down to the very foundations.
1:3239
Ἔθου, γὰρ, φησὶ, τὰ ὀχυρώματα αὐτοῦ δειλίαν, διήρπασαν αὐτὸν πάντες παραπορευόμενοι τὴν ὁδόν. γʹ
他說:「你使他的堅固營壘成了怯懦;凡從路上經過的都搶奪了他。」第三段。
'For You have made,' he says, 'his strongholds cowardice; all who pass along the way plundered him.' III.
1:3240
Συνέκλασεν ἐν ὀργῇ θυμοῦ αὑτοῦ πᾶν κέ ρας Ἰσραήλ
「祂在烈怒中折斷了以色列一切的角。」
'He has broken in the anger of His wrath every horn of Israel.'
1:3241
Κέρας καλεῖ τοὺς ἄρχοντας, καὶ τοὺς δυνάστας
他所說的「角」,是指那些首領與掌權者。
By 'horn' he means the rulers and the mighty ones.
1:3242
Ἀπέστρεψεν ὀπίσω δεξιὰν αὑτοῦ ἀπὸ προσώπου ἐχθροῦ, καὶ ἀνῆψεν ἐν Ἰακὼβ πῦρ φλέ γον, καὶ κατέφαγε πάντα τὰ κύκλῳ αὐτοῦ. Οὐ γὰρ ἠθέλησεν ἐπαμῦναι τῶν δυσμενῶν ἐπελθόντων, ἀλλ' ἐῴκει στρατηγῷ γενναίῳ καταλῦσαι ῥᾳδίως δυνα μένῳ τοὺς πολεμίους, καὶ τὰς χεῖρας εἰς τοὐπίσω μεταφέροντι, καὶ παραχωροῦντι τοῖς δυσμενέσι τὴν νίκην
「祂在仇敵面前收回了自己的右手,又在雅各中點起了烈焰之火,燒滅了他四圍的一切。」因為當仇敵來攻時,祂不肯施援,反倒像一位本能輕易擊敗敵人的高貴將領,卻把雙手向後縮回,將勝利讓與仇敵。
'He has turned back His right hand from before the enemy, and He has kindled in Jacob a flaming fire, and it devoured all things round about him.' For He was unwilling to defend them when their foes attacked, but was like a noble general well able easily to overthrow the enemy, who yet shifts his hands behind him and yields the victory to the adversaries.
1:3243
Ἐπ' ἐμὲ δὲ, φησὶ, τοὐναντίον ἐχρήσατο ταῖς χερσίν
他說:「然而祂卻反其道而向我動手。」
'But against me,' he says, 'He used His hands to the contrary.'
1:3244
Ἐνέτεινε γὰρ τὸ τόξον αὑτοῦ ὡς ἐχθρὸς, καὶ ἐστερέωσε δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος, καὶ ἀπέκτεινε πάντα τὰ ἐπιθυμήματά μου ἐν σκηνῇ θυγατρὸς Σιών·
「因為祂如仇敵張開了弓,如敵人站穩了右手,在錫安女子的帳幕中殺盡了我一切所喜愛的;
'For He bent His bow like an enemy, and made firm His right hand like an adversary, and slew all my desirable things in the tent of the daughter of Zion;
1:3245
ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὑ τοῦ
祂如火傾倒了自己的忿怒。」
He poured out His wrath like fire.'
1:3246
Καὶ γὰρ ἐν τῷ ναῷ τὰς σφαγὰς ἐτόλμησαν οἱ πολέμιοι
因為仇敵竟敢在聖殿之中行殺戮之事。
For indeed the enemies dared to commit slaughters even in the temple.
1:3247
ἐπειδὴ γὰρ ἐξ ήμαρτον, τὰ δυσμενῶν εἰργάσατο, καὶ διὰ τῶν πο λεμίων καὶ τοὺς περιβόλους κατέλυσε, καὶ τὰς οἰκίας ἐνέπρησε, καὶ ἀνδράσι καὶ γυναιξὶ τὸ πένθος ἐπ ήνεγκε
因為他們既犯了罪,祂便行仇敵所行的,藉著敵人拆毀了圍牆,焚燒了房屋,並使男女都陷入哀慟。
For since they had sinned, He wrought the deeds of foes, and through the enemies He both demolished the enclosures and burned the houses, and brought mourning upon both men and women.
1:3248
Ἐπλήθυνε θυγατρὶ Ἰούδα τεταπεινωμένον. καὶ τεταπεινωμένην
「祂使猶大女子中被貶抑的加多——被貶抑的男子與被貶抑的女子。」
'He has multiplied for the daughter of Judah what is humbled — both the humbled man and the humbled woman.'
1:3249
(ϛʹ.) Ἐξέσπασεν ὡς ἄμ πελον τὸ σκήνωμα αὑτοῦ
(第六段。)「祂如拔葡萄樹一般拔出了自己的帳幕。」
(6.) 'He has torn out His tabernacle like a vine.'
1:3250
Κατέκαυσαν γὰρ οἱ πολέμιοι τὸν θεῖον νεών
因為仇敵焚毀了神聖的殿。
For the enemies burned down the divine temple.
1:3251
Ἐπιλαθέσθαι ἐποίησε Κύριος Σιὼν ἑορτῆς, καὶ σαββάτου. Προστέθεικε δὲ καὶ τῶν βασιλέων καὶ τῶν ἱερέων τὸν ὄλεθρον, καὶ τοῦ ναοῦ τὴν ἐρημίαν, καὶ τοῦ θυσιαστηρίου τὸν μια σμὸν, καὶ τὴν τοῦ τείχους κατάλυσιν, καὶ τὸ πάν των ἀνιαρώτατον
「主使錫安忘記了節期與安息日。」他又加上君王與祭司的滅亡、聖殿的荒涼、祭壇的玷污、城牆的拆毀,以及那最令人痛心的一件——
'The Lord has caused Zion to forget feast and sabbath.' And he has added the destruction of the kings and the priests, and the desolation of the temple, and the defilement of the altar, and the demolition of the wall, and — most grievous of all —
1:3252
Φωνὴν πολέμου ἔδωκαν ἐν οἴκῳ Κυρίου· ὡς ψαλμὸν Λευϊτῶν
「他們在耶和華的殿中發出戰爭的喧聲,如同利未人的詩歌」
'They gave forth a sound of war in the house of the Lord, as a psalm of the Levites'
1:3253
Ἐν ἡμέρᾳ ἑορτῆς. Ἀντὶ γὰρ τῆς συνήθους ὑμνῳδίας ὁ τῶν πολεμίων ἀλαλαγμὸς ἀνεπέμπετο
「在節期之日。」因為代替慣常的頌讚詩歌,所發出的乃是仇敵的吶喊。
'on a day of feast.' For instead of the customary hymnody, the war-shout of the enemies was sent up.
1:3254
Ἐλογίσατο Κύριος τοῦ διαφθεῖραι τεῖχος θυγατρὸς Σιών·
「主定意要毀壞錫安女子的城牆。」
'The Lord has purposed to destroy the wall of the daughter of Zion.'
1:3255
Τουτέστι, τὴν ἴσην καὶ δικαίαν ψῆφον·
就是說,那公平又公義的判決;
That is, the equal and just sentence;
1:3256
τοῦτο καὶ ὁ μακάριος ἐθεάσατο Ζαχαρίας
這事蒙福的撒迦利亞也曾看見。
this too the blessed Zechariah beheld.
1:3257
Πάλιν δὲ τῶν πυλῶν, καὶ τῶν τειχῶν, καὶ τῶν ἀρχόντων μνημονεύσας, ἐπήγαγε, Καὶ οὐκ ἔστι νόμος. Πρὸ γὰρ τῆς ἐφόδου τῶν πολεμίων, ἀδεῶς παρεβαίνετο·
他再次提到城門、城牆與首領之後,加上說:「律法也沒有了。」因為在仇敵來攻之前,律法被人肆無忌憚地干犯;
And again, having made mention of the gates and the walls and the rulers, he added, 'And there is no law.' For before the assault of the enemies it was heedlessly transgressed;
1:3258
μετὰ δὲ τὴν τῆς πόλεως ἅλωσιν, καὶ τοῦ ναοῦ τὸν ἐμπρησμὸν, οὐδὲ βουλόμενοι πληροῦν τὴν κατὰ νόμον λατρείαν ἠδύ ναντο
而在城被攻陷、聖殿被焚之後,他們即使願意,也無法履行律法所定的敬拜。
but after the capture of the city and the burning of the temple, even if they wished, they were unable to fulfil the worship according to the law.
1:3259
Καί γε προφῆται αὐτῆς οὐχ εὗρον ὅρασιν παρὰ Κυρίου. Τοὺς ψευδοπροφήτας λέγει, τοὺς τὰ ψευδῆ μαντευσαμένους αὐτῇ
「她的先知也不能從主得著默示。」他所指的是那些假先知,就是向她說假預言的人。
'Yea, her prophets found no vision from the Lord.' He means the false prophets, who prophesied lies to her.
1:3260
Ὑποδείκνυσι καὶ τοὺς γεγηρακότας θρηνοῦντας, καὶ σάκκον περιεζωσμέ νους, καὶ αὐτὸς δὲ ὁ προφήτης βοᾷ·
他又指出年老的人在哀悼、腰束麻布;先知自己也放聲哀呼:
He points also to the aged as mourning and girded with sackcloth; and the prophet himself cries aloud:
1:3261
Ἐξέλιπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ κοιλία μου·
「我的眼睛因流淚而昏花,我的肺腑攪擾不安;
'My eyes have failed with tears, my bowels were troubled;
1:3262
ἐξεχύθη εἰς γῆν ἡ δόξα μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μοῦ
我的榮耀因我百姓女子的破碎而傾倒於地」
my glory was poured out upon the earth at the crushing of the daughter of my people'
1:3263
Ἐν τῷ ἐκλύεσθαι νήπια καὶ θηλάζοντα ἐν πλατείαις πόλεως. Ὁ γὰρ λιμὸς καὶ τὴν τῆς φύσεως φιλοστοργίαν ἐνίκησε
「當嬰孩與吃奶的在城中的街上發昏之時。」因為饑荒竟勝過了天性中的慈愛。
'while infants and sucklings fainted in the streets of the city.' For the famine overcame even the natural tenderness of affection.
1:3264
Ταῖς μητράσιν αὑτῶν εἶπον, Ποῦ σῖτος καὶ οἶνος; ἐν τῷ ἐκλύεσθαι αὐτούς
「他們對母親說:五穀和酒在哪裡呢?就在他們發昏之時。」
'They said to their mothers, Where is corn and wine? while they fainted away.'
1:3265
Λέγει δὲ μὴ εὑρίσκειν ἀξίαν εἰκόνα τοῦ πάθους
他又說,他找不到足以配得上這苦難的比方。
And he says that he finds no fitting image of the suffering.
1:3266
Τί γὰρ, φησὶ, μαρτυρήσω σοι, καὶ τί ὁμοιώσω σοι, θύγατερ Ἱερουσαλήμ; Ἀναμιμνήσκει δὲ καὶ τῶν ψευδοπροφητῶν, τῶν τὰ χρηστὰ προλεγόντων
他說:「女子耶路撒冷啊,我可用甚麼向你作證,可用甚麼與你相比呢?」他又提起那些假先知,就是預言吉祥之事的人。
'For to what,' he says, 'shall I testify to you, and to what shall I liken you, O daughter of Jerusalem?' And he calls to mind also the false prophets, who foretold prosperous things.
1:3267
Προφῆται γάρ σου, φησὶν, εἶδόν σοι μά ταια, καὶ ἀφροσύνην·
他說:「你的先知為你所見的是虛假與愚妄的事;
'For your prophets,' he says, 'saw for you vain things and folly;
1:3268
καὶ οὐκ ἀπεκάλυψαν τὴν ἀδικίαν σου, τοῦ ἀποστρέψαι τὴν αἰχμα λωσίαν σου
他們並不揭露你的罪孽,好使你被擄的得以歸回。」
and they did not uncover your iniquity, so as to turn back your captivity.'
1:3269
Καὶ εἶδόν σοι λήμματα μάταια, καὶ ἔξωσάν σε
「他們為你所見的是虛妄的默示,把你驅逐出去。」
'And they saw for you vain oracles, and drove you out.'
1:3270
Ἐμποδὼν γὰρ ἐγένοντο τῇ μετα μελείᾳ τὰ θυμήρη προλέγοντες, καὶ οὐκ εἴων αὐτοὺς τῆς πολλῆς ἀποστῆναι παρανομίας
因為那些預言悅耳之事的人,成了悔改的攔阻,不容他們離開自己極大的違法。
For those who foretold pleasing things became a hindrance to repentance, and would not let them depart from their great transgression.
1:3271
Ἐκρότησαν ἐπὶ σὲ χεῖρας πάντες οἱ παρα πορευόμενοι τὴν ὁδόν·
「凡從路上經過的都向你拍掌;
'All who pass along the way clapped their hands at you;
1:3272
ἐσύρισαν, ἐκίνησαν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα Ἱερουσαλήμ
他們嗤笑,向女子耶路撒冷搖頭。」
they hissed, they shook their head at the daughter of Jerusalem.'
1:3273
Ἴδιον τοῦτο τῶν θαυμαζόντων τὴν ἐπὶ τὰ χείρω μεταβολήν
這正是那些對每況愈下之變遷感到驚愕之人的慣常表現。
This is characteristic of those who marvel at a change for the worse.
1:3274
Λέγει δὲ καὶ ἅπερ ἔλεγον·
他也述說了他們所說的話:
And he tells also the very things they were saying:
1:3275
Εἰ αὐτὴ ἦν ἡ πόλις στέφανος δόξης, καλὴ εὐπρέπεια, εὐφροσύνη πάσης τῆς γῆς; Λέγει πάντα ταῦτα πεπληρῶσθαι κατὰ τὰς θείας προῤῥήσεις·
「這就是那稱為榮耀冠冕、佳美秀麗、全地喜樂的城嗎?」他說這一切都照著神的預言應驗了;
'Is this the city, the crown of glory, the fair comeliness, the joy of all the earth?' He says that all these things were fulfilled according to the divine predictions;
1:3276
διδάσκει δὲ καὶ οἵοις οἱ δυσμενεῖς ἐκέχρηντο λόγοις, ἐφ ηδόμενοι τοῖς συμβεβηκόσιν αὐτῇ κακοῖς
他又教導人:仇敵用了怎樣的言語,對臨到她身上的災禍幸災樂禍。
and he teaches also with what sort of words the foes made use, exulting over the evils that had befallen her.
1:3277
Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. Καὶ πάλιν·
「我們成了鄰舍羞辱的對象,成了四圍之人譏誚戲弄的話柄。」又說:
'We have become a reproach to our neighbours, a scorn and a derision to those round about us.' And again:
1:3278
Ἔθου ἡμᾶς εἰς ὀνειδισμὸν ἐν τοῖς ἔθνεσι, κίνησιν κεφαλῆς ἐν τοῖς λαοῖς. Πάλιν δὲ προσωποποιίᾳ κεχρημένος ὁ προφήτης, τοῖς περιβόλοις καὶ τῇ πόλει παρακελεύεται νύκτωρ καὶ μεθ' ἡμέραν δακρύειν, διὰ τὰς παντοδαπὰς συμφο ράς·
「你使我們在列國中成了羞辱,在萬民中成了搖頭的對象。」先知又運用擬人的手法,勸戒圍牆與城池,要因這種種災難晝夜哭泣;
'You have made us a reproach among the nations, a shaking of the head among the peoples.' And again, employing personification, the prophet exhorts the enclosures and the city to weep by night and by day on account of the manifold calamities;
1:3279
λέγει δὲ καὶ τὴν ὑπερβολὴν τῶν κακῶν
他又述說了這些禍患的極致。
and he tells also the excess of the evils.
1:3280
Εἰ φάγονται γυναῖκες καρπὸν κοιλίας αὑτῶν; ἐπι φυλλίδα ἐποίησε μάγειρος. Τουτέστι, τὸν ὀψί γονον καρπὸν ἥψησε
「婦人豈可吃自己腹中所生的果子嗎?廚子竟把它當作可摘取之物。」就是說,她烹煮了自己遲生的兒女。
'Shall women eat the fruit of their womb? A cook has made of it a gleaning.' That is, she boiled her late-born offspring.
1:3281
Φονευ θήσονται νήπια πολλὰ θηλάζοντα μασθούς. Προστίθησι δὲ καὶ τὴν ἑτέραν ἀτοπίαν·
「許多吃奶的嬰孩必被殺戮。」他又加上另一件駭人之事:
'Many infants sucking at the breast shall be slain.' And he adds also the other monstrous thing:
1:3282
Εἰ ἀπο κτενοῦσιν ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφή την; Καὶ τῇ τῶν προσώπων ποιότητι, καὶ τοῦ τόπου, ἔδειξε τὴν τοῦ πάθους ὑπερβολήν
「難道他們要在主的聖所中殺戮祭司與先知嗎?」他藉著這些人物的身分與地點的性質,顯明了這苦難的極致。
'Shall they slay in the sanctuary of the Lord priest and prophet?' And by the quality of the persons and of the place he displayed the excess of the suffering.
1:3283
τῶν γεγηρακότων καὶ τῶν μειρακίων καὶ τῶν παρθένων τὸν ἀνδραποδισμὸν, ἐπήγαγεν·
至於年老的、少年的與童女的被擄為奴,他加上說:
the enslavement of the aged, the youths, and the virgins — he added:
1:3284
Ἐκάλεσας ὡς εἰς ἡμέραν ἑορτῆς παρ οικίαν μου κυκλόθεν·
「你招聚了我四圍寄居的人,如同招聚到節期之日;
'You have summoned as to a feast-day my sojourning from round about;
1:3285
καὶ οὐκ ἐγένετο ἐν ἡμέρᾳ ὀργῆς Κυρίου ἀνασωζόμενος, καὶ καταλελειμ μένος
在耶和華發怒的日子,無一人得救存留。」
and in the day of the Lord's wrath there was none saved and left remaining.'
1:3286
Τῶν γὰρ πολεμίων τὴν ἔφοδον δείσαντες, ὡς εἰς ὀχυρὰν τὴν πόλιν κατέφυγον·
因為他們懼怕仇敵的攻擊,就逃入城中,以為那是堅固之處;
For fearing the assault of the enemies, they fled into the city as into a stronghold;
1:3287
ἐκεῖ μέντοι πάντες ἑάλωσαν·
然而他們卻都在那裡被擄;
yet there they were all taken captive;
1:3288
εἰώθασι δὲ καὶ κατὰ τὸν τῶν ἑορτῶν καιρὸν ἐκεῖ πάντες συντρέχειν·
而且按他們的慣例,在節期的時候,眾人也都聚集到那裡;
and it was their custom too at the season of the feasts to run together there all of them;
1:3289
οὗ δὴ χάριν τὴν ἅλωσιν ἀπείκασε τῇ ἑορτῇ
因此他把這被攻陷之事比作節期。
for which reason he likened the capture to the feast.
1:3290
Ἐξέθρεψα, καὶ ἐπεκράτησα καὶ ἐπλήθυνα, καὶ ὁ ἐχθρὸς πάντα συνετέλεσε. Μάταιός μου, φησὶν, ὁ πόνος ἐγένετο·
「我養育、我得勢、我增多,仇敵卻把一切都毀滅了。」他說:「我的勞苦成了徒然。」
'I reared, and I prevailed, and I multiplied, and the enemy has consumed all.' 'My labour,' he says, 'has become in vain.'
1:3291
τῶν τροφίμων γὰρ πάντων ἔρημος ἐγενόμην
因為我被剝奪了一切的糧食。
For I was made bereft of all my nourishment.
1:3292
Ἐνταῦθα τὸν δεύτερον συνεπέρανε Θρῆνον
他在此處結束了第二篇哀歌。
Here he brought the second Lamentation to its close.
1:3293
Ἄρχεται δὲ οὕτω τοῦ τρίτου·
他這樣開始第三篇:
And he begins the third thus:
1:3294
Ἐγὼ ἀνὴρ ὁ βλέπων πτωχείαν
「我是那看見貧窮的人。」
I am the man who beholds poverty.
1:3295
πτωχείαν τοί νυν καλεῖ τὴν ἔνδειαν τῶν ἀγαθῶν
他在此所說的「貧窮」,是指美善之物的缺乏。
By 'poverty' he here means the lack of good things.
1:3296
Ἐν ῥάβδῳ θυμοῦ, (βʹ.) Παρέλαβέ με, καὶ ἀπ ήγαγέ με εἰς σκότος καὶ οὐ φῶς
「藉著祂忿怒的杖。」(第二節)「祂領我,帶我進入黑暗,而非光明。」
By the rod of his wrath. (v. 2) He took me and led me away into darkness and not light.
1:3297
Οἰκειοῦται τὰ κατὰ τῆς πόλεως πάθη, καὶ καλεῖ σκότος τὴν δυσκληρίαν
他把臨到那城的苦難當作自己的,並稱那災禍為「黑暗」。
He takes upon himself the sufferings that befell the city, and he calls the misfortune 'darkness.'
1:3298
ἤλλαξε χεῖρα αὑτοῦ ὅλην τὴν ἡμέραν
「祂終日轉手攻擊我。」
He turned his hand against me all the day long.
1:3299
Πάλαι γάρ μοι τὰ ἀγαθὰ χορηγῶν, νῦν τὰς παιδείας ἐπάγει
因為那位從前將美善之物賜給我的,如今卻降下管教。
For he who of old bestowed good things upon me now brings chastisements upon me.
1:3300
Τοῦτο γὰρ δηλοῖ τὸ, Ἤλλαξε χεῖρα αὑτοῦ. δʹ
因為「祂轉手」一語所表明的正是此意。(第四節)
For this is what is signified by 'He turned his hand.' (v. 4)
1:3301
Ἐπαλαίωσε σάρκας μου, καὶ δέρμα μου·
「祂使我的肉和皮枯乾衰殘。」
He has made old my flesh and my skin.
1:3302
Ταῦτα γὰρ πάντα ἡ ἀθυμία ποιεῖ
因為這一切都是憂愁所造成的。
For all these things despondency brings about.
1:3303
Ἀνῳκοδόμησε κατ' ἐμοῦ, καὶ ἐκύκλωσέ με
「祂築壘攻擊我,將我環繞。」
He has built up siegeworks against me and encircled me.
1:3304
Ἀντὶ τοῦ, διαφυγεῖν οὐ δύναμαι τὰ ἐπενε χθέντα κακά·
意思是:我無法逃脫那臨到我身上的災禍;
That is, I am unable to escape the evils that have been brought upon me;
1:3305
δηλοῖ δὲ καὶ τὸν ἔξωθεν περίβολον, ὃν οἱ πολέμιοι πολιορκήσαντες ἐδείμαντο
這也表明敵人在圍攻時所築起的外圍壁壘。
and it also signifies the outer rampart which the enemy, in besieging, threw up.
1:3306
Κεφαλήν μου ἐμόχθησεν, ἐκάθισέ μου ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος
「祂使我的頭困乏,使我坐在幽暗之處,如同久已死去的人。」
He has wearied my head, he has set me in dark places, like those long dead.
1:3307
Τὴν πι κρὰν δουλείαν διὰ τούτων αἰνίττεται·
他藉這些話暗示那苦楚的奴役;
By these words he hints at the bitter servitude;
1:3308
καὶ γὰρ τοῦ Σεδεκίου τοὺς ὀφθαλμοὺς ὁ Βαβυλώνιος ἐξορύξας, μύλωνι παρέδωκε·
因為那巴比倫王剜出了西底家的雙眼,把他交給推磨的苦工;
for the Babylonian, having gouged out the eyes of Zedekiah, delivered him over to the mill;
1:3309
τοῦτο δὲ καὶ τὰ ἐπαγόμενα δηλοῖ
接下來的話語也表明了這事。
and this too the words that follow make plain.
1:3310
Ἐβάρυνε τὸν ζυγὸν τοῦ τραχήλου μου
「祂加重了我頸項上的軛。」
He has made heavy the yoke upon my neck.
1:3311
Ὠμοτάτοις γάρ με δεσπόταις δουλεύειν ἠνάγκασε
因為祂迫使我服事那最兇殘的主人。
For he compelled me to serve most savage masters.
1:3312
Καί γε ὅτι κεκράξομαι, καὶ βοήσω
「縱然我哀求呼喊。」
And though I cry out and shout aloud.
1:3313
Οὐ δέχεται γάρ μου δεομένου τὴν δέησιν
因為當我懇求時,祂卻不接納我的祈求。
For he does not receive my petition when I make supplication.
1:3314
Ἀνῳκοδόμησε τὰς ὁδούς μου ἐν μαρμάρῳ, καὶ τὰς τρίβους μου ἠφάνισε
「祂用鑿石堵住我的道路,使我的路徑消失。」
He has walled up my ways with hewn stone and made my paths to vanish.
1:3315
Συνέχομαι γὰρ κακοῖς, ἃ διαφυγεῖν οὐ δύναμαι
因為我被無法逃脫的災禍所困。
For I am beset by evils which I cannot escape.
1:3316
Ἄρκος ἐνεδρεύουσα ἐγένετό μοι αὐ τὸς, ὡς λέων ἐν κρυφίοις
「祂於我如伏擊的熊,如藏匿的獅子。」
He became to me as a bear lying in wait, as a lion in hiding.
1:3317
Κατεδίωξέ με ἀφ εστηκότα, καὶ διετάραξέ με
「我轉離時,祂追趕我,使我惶亂。」
He pursued me as I turned aside, and threw me into confusion.
1:3318
Ἔδειξε τῆς παιδείας τὸ δίκαιον·
他表明了那管教的公義;
He has shown the justice of the chastisement;
1:3319
ἐγὼ γὰρ, φησὶν, ἀπέστην προτέρα·
因為他說,是我先離棄了祂;
for I, he says, was the first to depart;
1:3320
εἶθ' οὕτως αὐτὸς τιμωρίαν ἐπήνεγκε
此後祂才降下懲罰於我。
and only thereafter did he bring punishment upon me.
1:3321
Τούτων μέντοι τῶν προῤῥήσεων καὶ οἱ ἀρχαιότεροι μέμνηνται προ φῆται
這些預言,那更早的眾先知也曾提及。
Of these predictions the earlier prophets also make mention.
1:3322
(ιβʹ.) Ἐνέτεινε τὸ τόξον αὐτοῦ·
(第十二節)「祂張弓;」
(v. 12) He bent his bow;
1:3323
καὶ ἐστήλωσέ με ὡς σκοπὸν εἰς βέλος
「並立我為箭靶。」
and he set me up as a target for the arrow.
1:3324
Οἱ κατὰ σκοποῦ βάλλοντες, καὶ ταύτην μελετῶντες τὴν τέχνην, οὐ δύο καὶ τρία καὶ τέσσαρα, ἀλλὰ πολλὰ πέμπειν εἰώθασι βέλη
那些向標靶射擊、並精練此技藝的人,習慣不只射兩三四支,乃是射許多箭。
Those who shoot at a mark, and who practice this art, are wont to send not two or three or four, but many arrows.
1:3325
Τὸ ἐπάλληλον τῆς συμφορᾶς διὰ τῶν εἰκόνων δεδήλωκε
他藉這些比喻表明了災禍接連不斷。
By these images he has made plain the unremitting succession of calamity.
1:3326
Λέγει δὲ καὶ τῆς ψυχῆς τὴν ὀδύνην·
他也述說心靈的痛苦;
And he speaks also of the anguish of the soul;
1:3327
νεφροὺς γὰρ τοὺς λογι σμοὺς καλεῖ·
因為他以「腎」指思慮;
for by 'kidneys' he means the thoughts;
1:3328
καὶ ὅτι ἐπίχαρτος ἐγένετο τοῖς ἐχθροῖς, οἳ καὶ τὰς ἐπενεχθείσας αὐτῇ συμφορὰς ᾄδοντες διετέλουν·
又說他成了仇敵幸災樂禍的對象,他們不斷歌唱那臨到她的災禍。
and that he became an object of malicious joy to his enemies, who continually sang of the calamities brought upon her.
1:3329
Ἐγύμνωσε γάρ με, φησὶ, πάσης ἰσχύος
他說:因為祂剝奪了我一切的力量。
For he stripped me, he says, of all strength.
1:3330
Ἐξέβαλεν ἐν ψήφῳ τοὺς ὀδόντας μου, καὶ ἐψώμισέ με σποδόν
「祂用石子打落我的牙齒,用灰塵餵我。」
He cast out my teeth by lot, and fed me with ashes.
1:3331
Ὁ δὲ Σύρος, Ἐν πέτρᾳ, λέγει, ἐστέρησέ με καὶ τῆς προτέρας εἰρήνης, καὶ τῶν παντοδαπῶν ἀγαθῶν
但敘利亞譯本說:祂在磐石上奪去了我從前的平安,以及各樣的美物。
But the Syriac says: He has deprived me on a rock both of my former peace and of good things of every kind.
1:3332
Καὶ εἶπον, Ἀπώλετο νίκη μου, καὶ ἡ ἐλπίς μου ἀπὸ Κυρίου
「我便說:我的勝利消滅了,我從耶和華而來的指望也絕了。」
And I said, My victory has perished, and my hope from the Lord.
1:3333
Τὰ ἐλέη Κυρίου πολλὰ ὅτι οὐκ ἐξελί πομεν, ὅτι οὐ συνετελέσθησαν οἱ οἰκτιρμοὶ αὐτοῦ
「耶和華的慈愛甚多,因我們尚未滅絕,因祂的憐憫並未斷絕。」
The mercies of the Lord are many, because we have not been utterly consumed, because his compassions have not come to an end.
1:3334
Εἰ γὰρ σύμμετρον τῇ ἁμαρτίᾳ τὴν τιμω ρίαν ἐπήγαγεν, οὐκ ἂν οὐδὲ ἡμεῖς διεφύγομεν τὴν σφαγήν
因為若祂按著罪的分量施行懲罰,就連我們也無法逃過那殺戮。
For if he had brought punishment commensurate with the sin, not even we would have escaped the slaughter.
1:3335
Ἀνακαίνισον αὐτοὺς, ὡς ὄρθρον πρωϊνόν
「求祢使他們更新,如同清晨的曙光。」
Renew them, as the morning dawn.
1:3336
Ἐπειδὴ σκότος τὴν συμφορὰν προσηγόρευσεν, ὄρ θρῳ παραβάλλει τὴν ταύτης μεταβολήν
既然他曾稱那災禍為「黑暗」,他便將其轉變比作黎明。
Since he had called the calamity 'darkness,' he likens the change from it to the dawn.
1:3337
Ἐπλη θύνθη ἡ πίστις σου εἰς τὰς πρωΐας. Τῆς γὰρ μεταβολῆς γενομένης, γνησιώτερον τῇ εὐσεβείᾳ προσέξουσι
「祢的信實在每個清晨增多。」因為當那轉變成就時,他們就要更真誠地持守敬虔。
Your faithfulness was multiplied toward the mornings. For when the change has come to pass, they will attend to piety more sincerely.
1:3338
Πολλοὶ γάρ εἰσιν οἱ στεναγμοί μου, καὶ ἡ καρδία μου ἐξέλιπε
「因我的歎息甚多,我的心也發昏。」
For many are my groanings, and my heart has failed.
1:3339
Μερίς μου Κύριος, εἶπεν ἡ ψυχή μου, διὰ τοῦτο ὑπομενῶ αὐτόν
「我的心說:耶和華是我的分,因此我要仰望祂。」
The Lord is my portion, said my soul; therefore I will wait for him.
1:3340
Ἑτέραν, φησὶν, οὐκ ἔχω καταφυγὴν, ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν
他說:我別無其他避難所,惟仰望祢的幫助。
I have, he says, no other refuge, but I wait upon your help.
1:3341
Εἶτα διδάσκει τῆς εἰς Θεὸν ἐλπίδος τὸ χρήσιμον
然後他教導人仰望神之盼望的益處。
Then he teaches the usefulness of hope in God.
1:3342
Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτόν·
「耶和華善待那等候祂的人;」
The Lord is good to those who wait for him;
1:3343
ψυχὴ, ἣ ζητήσει αὐτὸν, ζήσεται
「並善待那尋求祂的心靈,它必存活。」
to the soul that will seek him, it shall live.
1:3344
Ἀγα θὸν τὸ ὑπομένειν, καὶ ἐλπίζειν εἰς τὸ σωτήριον τοῦ Κυρίου
「等候並仰望耶和華的救恩,這原是好的。」
It is good to wait and to hope for the salvation of the Lord.
1:3345
Ταῦτα εἰς ψυχαγωγίαν τῶν ἀθυμούν των διδάσκει, καὶ ἕτερα
這些話,以及其他的話,他都是為安慰灰心的人而教導的。
These things, and others, he teaches for the consolation of the despondent.
1:3346
Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ ζυγὸν ἐκ νεότητος αὑτοῦ
「人在幼年負軛,這原是好的。」
It is good for a man when he bears the yoke in his youth.
1:3347
Καθήσεται κατὰ μόνας, καὶ σιωπήσει, ὅτι ἦρεν ἐφ' ἑαυτὸν ζυγὸν βαρύν
「他要獨自靜坐無言,因為這軛是他自己所背負的。」
He shall sit alone and keep silence, because he has taken a heavy yoke upon himself.
1:3348
Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου· τὸ δὲ, Καθήσεται κατὰ μόνας καὶ σιωπή σει, καρτερεῖν διδάσκει, καὶ ὑπομένειν τὰ λυπηρά
「祢使我受苦是與我有益的,好叫我學習祢的律例。」至於「他要獨自靜坐無言」一語,則教導人堅忍,並忍耐承受那些憂苦之事。
It is good for me that you humbled me, that I might learn your statutes. And the words 'He shall sit alone and keep silence' teach endurance, and to bear patiently what is grievous.
1:3349
Συμφωνεῖ δὲ καὶ τὰ ἐπαγόμενα·
接下來的話語也與此相合;
And the words that follow are in harmony with this;
1:3350
εἰ ἄρα ἐστὶν ὑπομονῆς ἐλπίς
「若果真有忍耐的盼望;」
if indeed there is hope of endurance;
1:3351
καὶ χορτασθήσεται ὀνει δισμῶν
「他必飽受凌辱。」
and he shall be filled with reproaches.
1:3352
Εὐαγγελικὸς οὗτος ὁ νόμος·
這是一條合乎福音的律;
This is an evangelical law;
1:3353
ὁ γὰρ Κύριος διηγόρευσε, τῷ παίοντι τὴν σιαγόνα τὴν δεξιὰν,. στρέψαι καὶ τὴν ἄλλην
因為主曾明言:有人打你的右臉,連左臉也轉過來由他打。
for the Lord declared that to him who strikes the right cheek one should turn the other also.
1:3354
τουτέστι, Σιγήσει, καὶ οἴσει γενναίως τὰς λοιδορίας καὶ τὰ ὀνείδη, ὥσπερ γῆς ἔχων πεπληρωμένον τὸ στόμα
意思是:他要默然無聲,並要豪邁地承受辱罵與譏誚,如同口中滿了塵土一般。
That is, He shall be silent, and shall nobly bear reviling and reproaches, as though his mouth were filled with earth.
1:3355
γὰρ ἐταπείνωσε, φησὶν, ἐξ ὅλης καρ δίας αὐτοῦ οὐδὲ ἀπώσατο υἱοὺς ἀνθρώπων
他說:因為祂並非甘心使人受苦,也未曾丟棄世人。
For he did not humble, he says, from his whole heart, nor did he cast off the sons of men.
1:3356
Ὀργιζομένου γὰρ τὸ σχῆμα, τὸ δὲ βούλημα φιλ ανθρωπίας μεστόν
因為那外在的姿態雖是忿怒的模樣,祂的旨意卻滿有仁慈。
For the outward appearance is that of one who is angry, but his intention is full of loving-kindness.
1:3357
Εἰς ὠφέλειαν μέντοι τῶν ἀν θρώπων κέχρηται τῇ παιδείᾳ·
誠然,祂施行管教乃是為了人的益處;
Indeed, it is for the benefit of men that he employs chastisement;
1:3358
Τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὑτοῦ πάντας δεσμίους γῆς, τουτέστι, τοὺς τῇ γῇ προσ δεδεμένους, καὶ μετάρσιον οὐκ ἔχοντας φρόνημα·
「要將地上一切被囚的人踐踏在祂腳下」,意即那些緊繫於地、心志毫不高尚的人;
To crush under his feet all the prisoners of the earth, that is, those bound fast to the earth and having no lofty mind;
1:3359
ἀδικίᾳ γὰρ συζῶσι, καὶ τὸν ἐφορῶντα οὐ δειμαί νουσι
因為他們活在不義之中,並不懼怕那鑒察萬事的主。
for they live in wickedness, and do not fear him who oversees all.
1:3360
Τίς οὕτως εἶπε, καὶ ἐγένετο; Κύριος οὐκ ἐνετείλατο
「有誰說話便成就的呢?除非是耶和華所命定的。」
Who thus spoke, and it came to pass? The Lord did not command it.
1:3361
Ἐκ στόματος Ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὰ ἀγαθὰ ἡμῶν
「我們的災禍與福樂,並非出於至高者的口。」
'Out of the mouth of the Most High shall not go forth our evils and our good things.'
1:3362
Τὴν πρόνοιαν ἀναιρούντων ὁ λόγος κατηγορεῖ·
這話是控告那些否認神護理之人的;因為這些人把所發生的事歸於命運與機運。
The saying accuses those who do away with providence; for such men attribute the things that come to pass to fate and to chance.
1:3363
οὗτοι γὰρ εἱμαρμένῃ καὶ τύχῃ ἀνατιθέασι τὰ γιγνόμενα
因為這些人把所發生的一切歸於命運與偶然。
For these men attribute the things that happen to fate and to chance.
1:3364
Τί γογγύσει ἄνθρωπος ζῶν, ἀνὴρ περὶ τῆς ἁμαρτίας αὑτοῦ; Ἡ ῥᾳθυμία γὰρ, ἀλλ' οὐχὶ φύσις, πρόξενος τῆς ἁμαρτίας, οὗ δὴ χάριν καὶ τὴν τιμωρίαν ὁ δικαστὴς ἐπιφέρει τοῖς ἁμαρτάνουσιν
「活人為何抱怨呢?人為何為自己罪的刑罰而怨言呢?」因為懶惰、而非本性,才是罪的根源;正因如此,審判者才將刑罰加在犯罪的人身上。
'Why doth a living man murmur, a man concerning the punishment of his own sin?' For it is sloth, and not nature, that is the author of sin; and it is on this account that the Judge brings punishment upon those who sin.
1:3365
Ἐξηρευνήθη ἡ ὁδὸς ἡμῶν, καὶ ἠτάσθη
「我們的道路被察驗,被審問。」
'Our way was searched out and examined.'
1:3366
Εἶδε γὰρ τὴν παρ' ἡμῶν τολμηθεῖσαν παρανομίαν
因為祂看見了我們所膽敢犯下的不法。
For He saw the transgression that had been dared by us.
1:3367
Καὶ ἐπιστρέψωμεν πρὸς Κύριον. Γένοιτο δὲ ἡμῖν πρόφασις μεταμελείας ἡ τιμωρία
「讓我們歸向主。」願這刑罰成為我們悔改的契機。
'And let us turn again unto the Lord.' Let the punishment become for us an occasion of repentance.
1:3368
Ἀναλάβωμεν καρδίας ἡμῶν, καὶ ἐμβλέ ψωμεν πρὸς τὸν ὑψηλὸν, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ
「我們要舉起我們的心,仰望那住在天上的至高者。」
'Let us lift up our hearts, and look toward the Most High, who dwelleth in heaven.'
1:3369
Τῶν περιττῶν, φησὶ, φροντίδων τοὺς λο γισμοὺς ἀπαλλάξαντες, τὸν θεῖον αἰτήσωμεν ἔλεον
他說,讓我們的思念脫離那些多餘的憂慮,來祈求神的憐憫。
Freeing our thoughts, he says, from superfluous cares, let us entreat the divine mercy.
1:3370
Ἡμεῖς ἡμάρτομεν, καὶ ἠσεβήσαμεν, καὶ σὺ οὐχ ἱλάσθης
「我們犯了罪,行了不敬虔的事,你也沒有施憐憫。」
'We have sinned, and have committed impiety, and thou hast not been propitious.'
1:3371
Ἐσκέπασας ἐν θυμῷ, καὶ κατεδίω ξας ἡμᾶς·
「你在忿怒中遮蔽了我們,又追趕了我們;」
'Thou hast covered us in wrath, and hast pursued us;'
1:3372
ἀπέκτεινας, καὶ οὐκ ἐφείσω
「你殺戮了,並不顧惜。」
'thou hast slain, and hast not spared.'
1:3373
Ἀπ εσκέπασας νεφέλην ἐστερεωμένην σεαυτῷ, ἕνεκεν τοῦ μὴ διελθεῖν πρὸς σὲ προσευχὴν ἡμῶν
「你以一朵堅固的雲遮蔽自己,使我們的禱告不能達到你面前。」
'Thou hast covered thyself with a cloud made firm, that our prayer might not pass through unto thee.'
1:3374
Τοῦτο καὶ δι' ἑτέρου προφήτου φησὶν ὁ Θεὸς, Ὅτι τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀναμέσον ὑμῶν καὶ ἐμοῦ. Ταύτας καὶ οὗτος τῇ νεφέλῃ ἀπείκασεν, ἣ διεκώλυσε τὴν πρόσοδον τῆς προσευχῆς
神藉另一位先知也說了這話:「因為你們的罪過使你們與我隔絕。」這位先知也把這些罪過比作那攔阻禱告上達的雲。
This also God says through another prophet: 'For your sins make a separation between you and me.' These same things this prophet also likened to the cloud which hindered the approach of prayer.
1:3375
Θρηνεῖ δὲ καὶ ὀδύρεται διαφερόντως, ὁρῶν ἐπικερτομοῦντας τοὺς δυσμενεῖς, καὶ τῷ λαῷ τὰ ὀνείδη προσφέροντας·
他格外地哀哭悲歎,因見仇敵譏誚、將羞辱加在百姓身上;
He laments and mourns exceedingly, seeing the enemies mocking, and heaping reproaches upon the people;
1:3376
λέγει δὲ τούτους θηρεῦσαι, καὶ κατασφάξαι, καὶ εἰς λάκκον ῥίψαι, καὶ λίθον ἐπιθεῖναι, καὶ ὑποβρύχιον ποιῆσαι τῷ ὕδατι·
他說這些人獵捕了他們,宰殺了他們,把他們扔進坑中,又壓上石頭,使他們沉沒在水裡;
and he says that these men hunted them down, and slaughtered them, and cast them into a pit, and laid a stone upon them, and made them to sink beneath the water;
1:3377
διὰ δὲ τούτων ἁπάντων τὴν ὑπερ βολὴν δεδήλωκε τῶν κακῶν
藉著這一切,他表明了災禍的極重。
and through all these things he has shown the excess of the evils.
1:3378
Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου
「神啊,求你救我,因為水已經淹到我的頸項(直到我的性命)。」
'Save me, O God, for the waters are come in even unto my soul.'
1:3379
Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις
「我陷在深淵的淤泥中,沒有立足之地。」
'I am sunk in deep mire, where there is no standing.'
1:3380
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καταιγὶς κατ επόντισέ με. Καὶ πάλιν·
「我來到海的深處,狂濤把我淹沒了。」又說:
'I am come into the depths of the sea, and the tempest hath overwhelmed me.' And again:
1:3381
Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθὸς, μηδὲ συσχέτω ἐπ' ἐμὲ φρέαρ τὸ στόμα αὑτοῦ. Οὕτω καὶ ἐνταῦθα·
「求你不容水的狂濤淹沒我,不容深淵吞滅我,不容坑坎向我閉口。」在此處也是如此:
'Let not the tempest of water drown me, neither let the deep swallow me up, nor let the pit shut its mouth upon me.' So also here:
1:3382
Ἐπεκαλεσάμην τὸ ὄνομά σου, Κύριε, ἐκ λάκκου κατωτάτου
「主啊,我從最深的坑中呼求你的名。」
'I called upon thy name, O Lord, out of the lowest pit.'
1:3383
μὴ φράξῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου, καὶ εἰς τὴν κραυγήν μου
「求你不要掩耳不聽我的懇求和我的呼喊。」
'Stop not thine ears at my supplication, and at my crying.'
1:3384
Ἤγγισας γὰρ, φησὶν, ἐν ἡμέρᾳ, ἦ ἐπ εκαλεσάμην σε, καὶ εἶπάς μοι, Μὴ φοβοῦ
他說:「我呼求你的日子,你就臨近,對我說:不要懼怕。」
'For thou didst draw near,' he says, 'in the day when I called upon thee, and thou saidst unto me, Fear not.'
1:3385
Ἀπό χρη δὲ εἰς παραψυχὴν καὶ ὁ βραχὺς οὗτος λόγος
這簡短的一句話也足以帶來安慰。
And even this brief word suffices for consolation.
1:3386
Εἶτα διδάσκει, ὡς αὐτοῖς καὶ τοῖς δυσμενέσι δικαίως δικάσας, ἐκείνους μὲν δουλείᾳ παρέδωκεν, αὐτοὺς δὲ ἐλευθερίας ἠξίωσεν
接著他教導說,神既公義地審判了他們與他們的仇敵,就把仇敵交付奴役,卻使他們得享自由的尊榮。
Then he teaches that, having judged justly both them and their enemies, He delivered those over to slavery, but deemed these worthy of freedom.
1:3387
Αἰτήσας δὲ τοῖς δυσσεβέσι πο λεμίοις τὸν ὄλεθρον, τὸν τρίτον πεπλήρωκε θρῆ νον
他既為那些不敬虔的仇敵求了毀滅,就完成了第三首哀歌。
And having asked for destruction upon the impious enemies, he has completed the third lamentation.
1:3388
Πῶς ἠμαυρώθη χρυσίον, ἠλλοιώθη τὸ ἀρ γύριον τὸ ἀγαθόν·
「金子何竟失去光澤,純淨的銀子何竟變質!」
'How is the gold become dim, the good silver changed!'
1:3389
ἐξεχύθησαν λίθοι ἅγιοι ἀπ' ἀρχῆς πασῶν διεξόδων; Ταύταις ἀπεικάζει ταῖς ὕλαις τὴν τῶν προγόνων εὐσέβειαν, καὶ θρηνεῖ τῶν ἐγγόνων τὴν γεγενημένην μεταβολήν
「聖石傾倒在各街的角上。」他把先祖的敬虔比作這些寶貴的材料,並為後裔所發生的變遷而哀哭。
'The holy stones are poured out at the top of every street.' To these materials he likens the piety of the forefathers, and laments the change that has come upon their descendants.
1:3390
Οἱ υἱοὶ Σιὼν, οἱ τίμιοι, οἱ ἐπηρμένοι, οἱ ὑπὲρ χρυσίον·
「錫安寶貴的眾子,就是那尊貴、被高舉、勝過精金的,」
'The sons of Zion, the precious, the exalted, who were valued above gold;'
1:3391
Ὅτι ἔσονται ἄχρηστοι, ὡς κεράμιον συντριβὲν εἰς λεπτὰ ἐν οἷς οὐκ ἔστιν ὕδωρ ἀρύσασθαι, ἢ πῦρ λαβεῖν ἀπὸ καύστρας. γʹ
「因為他們竟成了無用的,像打碎的瓦器,其中無水可舀,也無火可從爐中取用。」
'Because they shall become useless, as an earthen vessel broken into small pieces, wherein there is no water to draw, nor fire to take from the hearth.'
1:3392
Καί γε δράκοντες ἐξεδύσαντο μασθοὺς, ἐθήλασαν σκύμνους αὑτῶν, θυγατέρες λαοῦ μου εἰς ἀνίατον, ὡς στρουθίον ἐν ἐρήμῳ
「連海怪也露出乳房,乳養牠們的幼崽;我民的女子卻成了無可救藥的殘忍,如同曠野中的麻雀。」
'Yea, the sea-monsters have drawn out their breasts, they have given suck to their whelps; the daughters of my people are turned to cruelty incurable, like the sparrow in the wilderness.'
1:3393
Καὶ τὰ πικρότερα, φησὶ, θηρία τῶν τέκνων ἐπιμελεῖται·
他說:「連那些更兇猛的野獸也顧念自己的兒女;」
'Even the more savage beasts,' he says, 'care for their young;'
1:3394
ἡ δὲ τοῦ πάθους ὑπερβολὴ τῆς Σιὼν τοὺς οἰκήτορας καὶ αὐτῆς ἐπιλαθέσθαι τῆς φύσεως παρεσκεύασε·
但這災禍的極重,竟使錫安的居民連本性都忘記了;
but the excess of the calamity caused the inhabitants of Zion to forget even nature itself;
1:3395
καὶ τῶν μὲν πλείστων σφαγέντων, τῶν δὲ λοιπῶν ἀν δραποδισθέντων, ὀλίγοι τινὲς μεμενήκασιν ἐοικότες στρουθίῳ μόνῳ κατὰ τὴν ἔρημον πλανωμένῳ
大多數人被殺戮,其餘的被擄去為奴,只剩下少數幾人,好像一隻孤獨的麻雀在曠野中漂泊。
and while most were slaughtered, and the rest were led away into captivity, a few remained, resembling a solitary sparrow wandering through the wilderness.
1:3396
Ἐκολλήθη γλῶσσα θηλάζοντος πρὸς τὸν φάρυγγα αὐτοῦ ἐν δίψει·
「吃奶孩子的舌頭因乾渴貼住上膛;」
'The tongue of the suckling child cleaveth to the roof of his mouth for thirst;'
1:3397
νήπια ᾔτησαν ἄρτον, καὶ ὁ διακλῶν αὐτοῖς οὐκ ἦν
「幼童求餅,卻無人為他們擘開。」
'the little ones asked for bread, and there was none to break it unto them.'
1:3398
Οἱ ἐσθίοντες τρυφὰς ἠφανίσθησαν ἐν ταῖς ἐξόδοις
「素來吃美食的,如今在街上滅絕了。」
'They that fed on dainties have perished in the streets.'
1:3399
Ἀντὶ τοῦ κατὰ τὴν ἀγορὰν ἐῤῥιμμένοι
意即被棄置在市集之上。
That is to say, cast out along the marketplace.
1:3400
Οἱ τιθηνούμενοι ἐπὶ κοκκίνῳ περιελάβοντο κοπρίας. Λέγει δὲ τούτων τὴν ἁμαρτίαν πρόξενον γεγενῆσθαι·
「那素來穿朱紅衣養大的,如今懷抱糞堆。」他說他們的罪就是這些事的起因;
'They that were reared in scarlet have embraced dunghills.' And he says that their sin was the cause of these things;
1:3401
καὶ τῇ Σοδόμων παρατίθησι ταύτην
他又把這罪與所多瑪的罪相比。
and he sets this beside the sin of Sodom.
1:3402
Λέγει δὲ καὶ τῶν Ναζιραίων τὴν πρὸ τῶν συμ φορῶν εὐδοξίαν, καὶ τὴν ἐν τῇ συμφορᾷ κακουχίαν·
他也提到拿細耳人在災難之前的美好聲譽,以及他們在災難中的困苦;
He speaks also of the good repute of the Nazirites before the calamities, and of their affliction in the calamity;
1:3403
καὶ τὴν ἐν πολέμῳ δὲ σφαγὴν τῶν τοῦ λιμοῦ βελῶν αἱρετωτέραν εἶναί φησιν
他又說,死於刀兵比死於飢荒的箭更為可取。
and he says that death in war is more to be chosen than the arrows of famine.
1:3404
Ἐντίθησι δὲ τῷ θρήνῳ καὶ τὸ πάντων χαλεπώτατον πάθος·
他又把一切苦難中最慘痛的一件放進哀歌中;
And he sets into the lamentation the most grievous suffering of all;
1:3405
Χεῖρες γυναικῶν οἰκτιρμόνων ἥψησαν τὰ παιδία ἑαυτῶν·
「慈心的婦人親手煮了自己的兒女;」
'The hands of compassionate women have boiled their own children;'
1:3406
ἐγένοντο εἰς βρῶσιν αὐταῖς ἐν τῷ συντρίμματι τῆς θυγατρὸς τοῦ λαοῦ μου
「在我民的女子毀滅的時候,這些兒女成了她們的食物。」
'they became meat for them in the destruction of the daughter of my people.'
1:3407
Τὴν γὰρ φυσικὴν φιλοστοργίαν ἡ βία τῆς πείνης ἐνίκησε
因為飢餓的猛烈勝過了天性的慈愛。
For the violence of hunger overcame natural affection.
1:3408
Οὐκ ἐπίστευσαν βασιλεῖς τῆς γῆς, καὶ πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, ὅτι εἰσελεύσεται ἐχθρὸς καὶ ἐκθλίβων διὰ τῶν πυλῶν Ἱερουσαλήμ
「地上的君王和世上所有的居民都不信,仇敵與欺壓者竟能從耶路撒冷的城門進入。」
'The kings of the earth believed not, nor all the inhabitants of the world, that the enemy and the oppressor should enter in through the gates of Jerusalem.'
1:3409
Εἶχον γὰρ ἐνέχυρα μεγάλα τοῦ πιστεῦσαι, τὰ κατὰ τὸν Σεναχηρεὶμ, οὗ τὴν στρατιὰν ἐν βραχεῖ μορίῳ νυκτὸς κατηνάλωσε
因為他們有充分的憑據可以相信,就是關乎西拿基立的事——神在夜間短短的片刻之間就消滅了他的軍隊。
For they had great pledges for their believing, namely the things concerning Sennacherib, whose army He consumed in a brief portion of the night.
1:3410
Παρεδόθη δὲ τοῖς πολεμίοις καὶ διὰ τὴν τῶν ψευδοπροφητῶν ἐξαπάτην, καὶ διὰ τὴν τῶν ἱερέων μιαιφόνιαν
但她被交在仇敵手中,一是因為假先知的欺騙,二是因為祭司所犯的流血之罪。
But she was delivered up to the enemies both because of the deceit of the false prophets, and because of the bloodshed committed by the priests.
1:3411
Εἷρψαν νεανίσκοι αὐτῆς ἐν ταῖς ἐξόδοις
「她的少年人在街上匍匐爬行。」
'Her young men crept along in the streets.'
1:3412
Ἐξόδους τὰς ἀγυιὰς καλεῖ, καὶ τὰς καλουμένας ῥύμας·
他所說的「出口」是指街道,以及所謂的巷弄;
By 'exits' he means the streets, and what are called the lanes;
1:3413
Ἐμολύνθησαν ἐν αἵματι ἐν τῷ μὴ δύνασθαι αὐτοὺς, ἐῤῥίφθησαν σὺν τοῖς ἐνδύμασιν αὐτῶν. Ὁ μὲν λιμὸς ἠνάγκαζεν ἐῤῥίφθαι·
「他們被血玷污,以致不能自持;他們連同衣服一起被拋棄。」飢荒逼使他們仆倒;
'They were defiled with blood, so that they could not; they were cast off together with their garments.' Famine compelled them to be cast down;
1:3414
προκαθήμενοι δὲ οἱ πολέμιοι θάπτειν ἐκώλυον, οἱ δὲ κύνες τοὺς ἐῤῥιμμένους ἀνήλισκον
仇敵坐守在旁,攔阻埋葬,而狗卻吞吃那些被拋棄的人。
and the enemies, sitting close by, prevented their burial, while the dogs devoured those who had been cast out.
1:3415
Λέγει δὲ καὶ τὰ παρὰ τῶν πολεμίων θρυλλούμενα·
他也提到仇敵所傳揚喧嚷的話;
He speaks also of the things noised abroad by the enemies;
1:3416
Εἶτα δείξας, τίνας ὀνομάζει ἀκαθάρτους, ἀνέλαβε τὸ ῥητὸν, καί φησιν·
接著,他既指明他所稱為不潔的是誰,就重提那話,說:
Then, having shown whom he calls unclean, he takes up the saying, and declares:
1:3417
ἀπόστητε, μὴ ἐγγίσητε αὐτοῖς, ὅτι παρώξυναν, τουτέστι, τὸν Θεόν
「你們躲開吧,不要挨近他們,因為他們惹動了(神的忿怒)」——就是說,惹動了神。
'Depart, come not near them, for they have provoked' — that is, God.
1:3418
Καὶ ἀνήφθησαν, καί γε ἐσαλεύθησαν. Ἐγυμνώθησαν, φησὶ, διὰ τὴν παρανομίαν τῆς θείας ἐπικουρίας
「他們被點燃了,並且動搖了。」他說,他們因自己的不法,被剝奪了神的援助。
'And they were kindled, yea, they were shaken.' They were stripped bare, he says, of the divine help because of their transgression.
1:3419
Εἴπατε ἐν τοῖς ἔθνεσιν, Οὐ μὴ προσθῶσι τοῦ παροικεῖν πρὸ προσώπου Κυρίου. Παντελῶς, φησὶν, ἡμᾶς ἀπηγόρευσεν
「你們要在列國中說:他們必不再寄居在主的面前。」他說:「神已經徹底棄絕了我們。」
'Say among the nations, They shall no more sojourn before the face of the Lord.' 'Utterly,' he says, 'hath He renounced us.'
1:3420
Οἱ ὀφθαλμοὶ ἡμῶν εἰς τὴν βοήθειαν ἡμῶν ἐξέλιπον, μάταια σκοπούντων ἡμῶν·
「我們的眼睛因盼望幫助而失明,我們徒然守望;」
'Our eyes have failed in looking for our help, while we watched in vain;'
1:3421
ἀπεσκοπεύσαμεν εἰς ἔθνος οὐ σῶζον
「我們指望一個不能拯救的國。」
'we looked out for a nation that could not save.'
1:3422
Τῇ γὰρ Αἰγυπτίων. ἐπικουρίᾳ θαῤῥήσαντες, ἐψεύσθημεν τῆς ἐλπίδος
因為我們倚靠埃及人的援助,結果所盼望的落了空。
For trusting in the help of the Egyptians, we were disappointed of our hope.
1:3423
Εἶτα τὴν τῶν πολεμίων ὠμότητα δείκνυσιν·
接著他顯明仇敵的兇殘;
Then he shows the cruelty of the enemies;
1:3424
οὔτε γὰρ γῆρας φειδοῦς, οὔτε μὴν αἰδοῦς ἱερωσύνην ἠξίωσαν
因為他們既不因年老而顧惜,也不因祭司的職分而敬重。
for they neither counted old age worthy of mercy, nor the priesthood worthy of reverence.
1:3425
Ἐθηρεύσαμεν μικροὺς ἡμῶν, τοῦ μὴ εἰσπορεύεσθαι ἐν ταῖς πλατείαις ἡμῶν
「我們獵捕我們的幼小者,使他們不能行走在我們的寬闊處。」
'We hunted our little ones, that they should not walk in our broad places.'
1:3426
Ὁ δὲ Σύρος ἐθήρευσαν ἡρμήνευσεν·
敘利亞譯本則譯作「他們獵捕」;
The Syriac rendered it 'they hunted';
1:3427
καὶ ἔχει τὸ ἀκόλουθον λόγος·
如此,文意便前後連貫;
and the sense follows consistently;
1:3428
οἱ γὰρ πολέμιοι μετὰ τῶν γεγηρακότων καὶ τοὺς νέους ἐθήρευσαν
因為仇敵連同年老的,也一併獵捕了年輕的。
for the enemies hunted the young along with the aged.
1:3429
Ταῦτα δὲ, φησὶν, ὑπεμείναμεν, ὅτι ἤγγικεν ὁ καιρὸς ἡμῶν, ἐπλη-ρώθησαν αἱ ἡμέραι ἡμῶν. Ἔδειξεν ὁ λόγος, ὡς σταθμῷ καὶ μέτρῳ κεχρημένος ὁ τῶν ὅλων Θεὸς καὶ μακροθυμεῖ καὶ κολάζει
他說:「我們忍受了這些事,因為我們的時候臨近了,我們的日子滿了。」這話表明,萬有的神是按著權衡與尺度,既恆久忍耐,又施行懲罰。
'These things,' he says, 'we endured, because our time hath drawn near, our days are fulfilled.' The saying has shown that the God of all, employing weight and measure, both is longsuffering and chastises.
1:3430
Ὅταν γὰρ τῇ μακροθυμίᾳ χρησάμενος καταφρονοῦντας θεάσηται, τὴν τιμωρίαν ἐπιφέρει, ἵνα παύσῃ τὴν ἁμαρτίαν
因為當神施行恆久忍耐,卻見人藐視這忍耐時,祂便降下刑罰,為要止住罪惡。
For when, having exercised longsuffering, He sees men despising it, He brings on punishment, that He may put an end to sin.
1:3431
Εἶτα διδάσκει, ὡς ἡ τῶν πολεμίων ταχύτης ἐνίκησε καὶ τῶν ἀστῶν τὴν κουφότητα
接著他教導說,敵人的迅捷連城中居民的輕快也勝過了。
Then he teaches that the swiftness of the enemies overcame even the nimbleness of the citizens.
1:3432
Προλέγει δὲ τὸ σωτήριον πάθος·
他又預言那救恩的受難,說:
And he foretells the saving Passion, saying:
1:3433
Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος, συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, ᾧ εἴπαμεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν
「我們臉上的氣息,基督我主,在我們的敗壞中被擒拿;論到祂,我們曾說:『我們必在祂的蔭下、在列邦中存活。』」
'The breath of our countenance, Christ the Lord, was taken in our corruptions; of whom we said, Under his shadow we shall live among the nations.'
1:3434
Εἰπάτωσαν οἱ Ἰουδαῖοι, τίνα καλεῖ Χριστὸν ὁ προφητικὸς λόγος; τίς δὲ τῶν παρ' αὐτοῖς κληθέντων χριστῶν, ἢ βασιλεὺς, ἢ προφήτης, ἢ ἱερεὺς, Κύριος ὠνομάσθη; ἀλλ' οὐκ ἂν ἔχοιεν δεῖξαι, καίτοι πολλῇ κεχρημένοι ψευδολογίᾳ
讓猶太人說說,先知的話所稱的基督是誰?在他們當中那些被稱為受膏者的人裡——無論是君王、先知或祭司——有誰曾被稱為主呢?他們無從指出來,儘管他們慣用大量虛謊之言。
Let the Jews say whom the prophetic word calls Christ. Which of those among them who were called christs—whether king, or prophet, or priest—was ever named Lord? They could not point to any, however much they employ their abundant falsehood.
1:3435
Τούτους δὲ ἐν τῇ σκιᾷ οἱ προφῆται ζήσεσθαι λέγουσι
眾先知說,這些人必在祂的蔭下存活。
The prophets say that these shall live in his shadow.
1:3436
Καὶ ἐπίστευον διὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν θείων αὐτῶν θεσπισμάτων κηρυττομένων τοῖς ἔθνεσι
他們藉著聖使徒、並藉那向列邦所傳揚的、屬神的神諭而信了。
And they believed through the holy apostles and through their divine oracles, which were proclaimed to the nations.
1:3437
Προΐδωμεν δὲ τὰ κατ' αὐτὸν, τοῦ παναγίου ἡμᾶς φωτίσαντος Πνεύματος
讓我們既蒙至聖之靈光照,就前瞻論到祂的那些事。
But let us look ahead to the things concerning him, since the all-holy Spirit has enlightened us.
1:3438
Πνεῦμα, φησὶ, προσώπου ἡμῶν Χριστὸς Κύριος. Ταύτην μέντοι τὴν προφητείαν ὁ προφήτης τοῖς θρήνοις ἐντέθεικε, τοὺς τηνικαῦτα Ἰουδαίους διδάσκων, ὡς διὰ τὸ μηδέπω τεχθῆναι τὴν τούτων ἐλπίδα, φειδοῦς τεύξονται, καὶ τῆς ἀνακλήσεως ἀπολαύσονται, καίτοι μέλλοντες σταυρῷ τὸν τῆς οἰκουμένης παραδώσειν Σωτῆρα
他說:「我們臉上的氣息,就是基督我主。」先知把這預言置於哀歌之中,教導當時的猶太人:因他們的盼望尚未誕生,他們必蒙寬容,並得享復興——縱然他們日後要把普世的救主交付十字架。
'The breath of our countenance,' he says, 'is Christ the Lord.' This prophecy the prophet has inserted into his Lamentations, teaching the Jews of that time that, because their hope had not yet been born, they would obtain forbearance and enjoy restoration—even though they were destined to hand over to the cross the Saviour of the whole world.
1:3439
Χαῖρε καὶ εὐφραίνου, θύγατερ Ἰδουμαίας, ἡ κατοικοῦσα ἐν γῇ Οὔζ·
「以東的女子啊,住在烏斯地的居民哪,你歡樂喜悅罷;
'Rejoice and be glad, O daughter of Idumea, that dwellest in the land of Uz;
1:3440
καί γε ἐπὶ σὲ ἐπελεύσεται, τὸ ποτήριον τοῦ Κυρίου, καὶ πίεσαι, καὶ μεθυσθήσῃ, καὶ ἀποχεεῖς
主的杯必臨到你,你要喝,且要喝醉,並要傾倒出來。」
yea, upon thee also shall come the cup of the Lord, and thou shalt drink, and be drunken, and shalt pour out.'
1:3441
Ὑπερβολὴν αὐτοῖς κακῶν ὁ προφητικὸς προείρηκε λόγος·
先知的話已向他們預言了滿溢的災禍。
The prophetic word has foretold to them an excess of evils.
1:3442
τῶν λεγόντων, Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως. τῶν θεμελίων αὐτῆς. Καὶ γὰρ ἀδελφοὶ ὄντες, καὶ γειτονεύοντες, εἰρηνεύειν μὲν οὐκ ἐβούλοντο, τὸ δὲ προγονικὸν διεφύλαξαν μῖσος
就是那些說「拆毀,拆毀,直到根基」之人的話。因為他們雖是弟兄、又是鄰舍,卻不肯和睦,反倒持守著祖傳的仇恨。
of those who say, 'Rase it, rase it, even to the foundations thereof.' For though they were brethren and neighbours, they would not be at peace, but preserved the ancestral hatred.
1:3443
Ἐξέλιπεν ἀνομία σοῦ, θύγατερ Σιών·
「錫安的女子啊,你的罪孽已受了刑罰;
'Thine iniquity is accomplished, O daughter of Zion;
1:3444
οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἔτι·
祂必不再使你被擄去;
he will no more carry thee away into captivity;
1:3445
ἐπεσκέψατο ἀνομίαν σου, θύγατερ Ἐδὼμ, ἀπεκάλυψεν ἐπὶ τὰ ἀσεβήματά σου
以東的女子啊,祂已追討你的罪孽,顯露你的種種不敬虔。」
he hath visited thine iniquity, O daughter of Edom; he hath uncovered thine impieties.'
1:3446
Τῇ μὲν Σιὼν προηγόρευσε τὰ χρηστά, τἀναντία δὲ τῇ Ἰδουμαίᾳ·
他向錫安宣告美善之事,卻向以東宣告相反的事;
To Zion he proclaimed good things, but the opposite to Idumea;
1:3447
ἐπ' αὐτῆς γὰρ ἔφη τὴν τιμωρίαν χωρήσειν
因他說那刑罰必臨到以東身上。
for he said that the punishment would pass over upon her.
1:3448
Ἀληθὲς δὲ καὶ τὸ, Οὐ προσθήσει τοῦ ἀποικίσαι σε ἔτι. Παντελῶς γὰρ οἱ ἀνδραποδίσαντες κατελύθησαν, καὶ ὑπὸ τὴν Περσῶν δυναστείαν ἐγένοντο
「祂必不再使你被擄去」這話也是真實的。因為那些擄掠他們的人已被徹底剪除,落在波斯人的權勢之下。
True also is the saying, 'He will no more carry thee away into captivity.' For those who had enslaved them were utterly destroyed, and came under the dominion of the Persians.
1:3449
Ὁ μὲν οὖν προφήτης τοῦτο τοῖς θρήνοις τὸ τέλος ἐπέθηκεν·
如此,先知便以此作為他哀歌的結尾;
So then the prophet set this as the conclusion to his Lamentations;
1:3450
Τοὺς δέ γε ἐντευξομένους παρακαλῶ, δέξασθαι μὲν τὰ εὖ καὶ καλῶς εἰρημένα·
我勸勉那些將要讀這些話的人,領受其中所說得正確美善的部分;
and I exhort those who shall read them to receive what has been rightly and well said;
1:3451
εἰ δέ τι ἐλλείπει, συγγνῶναι
若有欠缺之處,也求他們寬宥。
and if anything is wanting, to grant pardon.
1:3452
Ἄνθρωποι γὰρ ὄντες, καὶ τῆς τελειότητος ἀποδέοντες, τὴν οἰκείαν εἰσηνέγκαμεν προθυμίαν, ὠφέλειάν τινα τοῖς φιλοθέοις καὶ φιλοπόνοις πορίζοντες, οὓς ἀντιδοῦναι παρακαλοῦμεν τῷ πόνῳ τῆς ἑρμηνείας τῆς προσευχῆς τὴν βοήθειαν·
因我們既是人,又未臻完全,只是獻上我們自己的熱忱,為那些愛神又愛勞苦的人謀求些許益處;我們懇求他們,為著這番詮釋的辛勞,以他們的禱告作為回報的幫助;
For being men, and falling short of perfection, we have contributed our own zeal, providing some benefit to those who love God and love labour; whom we entreat to render, in return for the toil of this interpretation, the aid of their prayer;
1:3453
ἵν' ὑπὸ ταύτης ἐρειδόμενοι τὸ λειπόμενον τῆς ζωῆς ἐξανύσωμεν, ἔργοις καὶ λόγοις καὶ λογισμοῖς τὸν Θεὸν καὶ Σωτῆρα καὶ Κύριον ἡμῶν θεραπεύοντες, μεθ' οὗ τῷ Πατρὶ, σὺν τῷ παναγίῳ Πνεύματι, δόξα πρέπει, καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
願我們藉此得蒙扶持,以行為、言語和心思,事奉我們的神、救主和主,好度完餘生。願榮耀與威嚴歸與祂,並歸與父,同著至聖之靈,從今直到永永遠遠。
that, being upheld by it, we may accomplish what remains of life, serving in deeds and words and thoughts our God and Saviour and Lord, with whom, to the Father, together with the all-holy Spirit, belong glory and majesty, now and ever, and unto the ages of ages.