📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 論天意(十講)

論天意(十講) 第 1 章 第 9/11 段

希臘文原文.192 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:1367–1:1558(全章共 1762 節)

← 上一段下一段 →
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:1367
τὸ δὲ μὴ πάντας τοὺς τούτων ἐργάτας τῶν ἴσων μετα λαγχάνειν, τὸν μέλλοντα βίον τεκμηριοῖ, καὶ βε βαιοῖ τὴν τῶν προσδοκωμένων ἐλπίδα
而並非所有實行這些美德的人都同享同等的份,這一事實則證明了來世的存在,並堅立了對所盼望之事的指望。
while the fact that not all the workers of these virtues obtain equal shares proves the life to come, and confirms the hope of the things expected.
1:1368
Τούτου χάριν οὐ πάντας ἀνακηρύττει κατὰ τὸν παρόντα βίον, τοὺς εὖ καὶ καλῶς βεβιωκότας τῶν ὅλων ὁ Πρύτανις, οὐδὲ πάντας ὡσαύτως κολάζει τοὺς κακίᾳ συνεζηκό τας·
正因如此,萬有的統治者並不在今生就公開表彰所有善度美好一生的人,也不同樣懲罰所有與邪惡為伍的人;
For this reason the Ruler of all things does not proclaim all who have lived well and nobly in the present life, nor does he likewise punish all who have lived in company with wickedness;
1:1369
ἀλλὰ τοὺς μὲν παραδίδωσι τιμωρίᾳ, καὶ τῆς ψήφου τὸ δίκαιον παραδεικνὺς, καὶ διὰ τούτων τοὺς λοιποὺς δεδιττόμενος, καὶ εἰς μεταμέλειαν προκαλού μενος·
反倒,祂把一些人交付懲罰,藉此顯明祂判決的公義,並藉這些人來警戒其餘的人,呼召他們悔改;
but he hands some over to punishment, thereby exhibiting the justice of his sentence, and through these deterring the rest, and calling them to repentance;
1:1370
ἀφανίζων τοὺς τῆς πονη ρίας ἐργάτας, πάλιν ἡμῖν τὸν μέλλοντα προση μαίνει βίον
而藉著讓一些作惡的人未受懲罰便消逝而去,祂再一次向我們昭示了那將來的生命。
while, by letting the workers of wickedness vanish unpunished, he again signifies to us the life to come.
1:1371
Εἰ δὲ μηδεὶς ἕτερός ἐστι βίος μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν, ἠδίκηνται μὲν ἄντικρυς οἱ κολα σθέντες ἐνθάδε, τῶν ἄλλων διαπεφευγότων τὴν δίκην·
但若在此世離去之後並無其他生命,那麼那些在此世受懲罰的人便顯然是受了冤屈,因為其餘的人卻逃脫了審判;
But if there is no other life after departure from this world, then those who were punished here have plainly been wronged, since others have escaped justice;
1:1372
ἠδίκηνται δὲ προφανῶς λίαν οἱ φιλοσοφίαν μὲν ἀσπαζόμενοι, θεραπείας δὲ διὰ ταύτην ἢ τιμῆς οὐ δεμιᾶς ἀπολαύοντες, τῶν ἄλλων ὅμοια μὲν ἐν βίῳ κατωρθωκότων, ἐν εὐκλείᾳ δὲ πολλῇ τὸν βίον διεξελ θόντων
同樣,那些擁抱哲學(愛智之道)、卻因此未得絲毫敬重或尊榮的人,也顯然是大大受了冤屈——因為另一些人雖在生活中成就相似之事,卻是以極大的美譽度過一生。
and manifestly and greatly wronged are also those who embraced philosophy, yet enjoyed no attention or honor because of it, while others, who achieved similar things in life, passed through life in great renown.
1:1373
Ἀλλ' ἄδικον ὀνομάζειν τὴν τῆς δικαιοσύνης πηγὴν, πάσης ἐστὶ βλασφημίας ἐπέκεινα, καὶ οὐδε μίαν μανίας ὑπερβολὴν καταλείπει
然而,稱公義的泉源為不義,乃是超乎一切褻瀆之上的惡言,再沒有任何瘋狂能超越此舉了。
But to call the fountain of justice unjust surpasses every blasphemy, and leaves no excess of madness beyond it.
1:1374
Εἰ δὲ δίκαιος, ὥσπερ οὖν καὶ δίκαιος, ὁ τῶν ὅλων Ἔφορος, καὶ ὁρᾷ τὰ γινόμενα, καὶ κρίνει δικαίως, καὶ ἴσως κατέχει τὰ τῆς δίκης ζυγὰ, κἂν κλῖναι θελήσῃ, φιλαν θρωπίας ψῆφον, ἀλλ' οὐκ ἀδικίας προστίθησιν·
但若萬有的監察者確是公義的——祂本來就是公義的——祂既看見所發生的事,又公義地審判,並持平地掌握公義的天平;即便祂願意使天平傾斜,祂所加上的也是憐愛之票,而非不義之票;
But if the Overseer of all things is just, as indeed he is just, and sees what happens, and judges justly, and holds the scales of justice evenly, even if he should wish to tip them, he adds a vote of loving-kindness, but not of injustice;
1:1375
ἔστιν ἕτερος βίος, ἐν ᾧ καὶ οἱ διαφυγόντες τὴν τιμω ρίαν ἐνθάδε, τὰς ἀξίας τίσουσι δίκας, καὶ οἱ τιμῆς οὐδεμιᾶς κατὰ τὸν παρόντα βίον ὑπὲρ τῶν τῆς ἀρε τῆς ἀπολαύσαντες πόνων, κομιοῦνται τῶν ἱδρώτων τὰς ἀντιδόσεις
那麼,就必有另一種生命存在——在其中,那些在此世逃脫懲罰的人,必償還他們當得的刑罰;而那些在今生為德性的辛勞未得絲毫尊榮的人,也必得著他們汗水的報償。
then there is another life, in which both those who escaped punishment here will pay the penalties they deserve, and those who enjoyed no honor in the present life for the labors of virtue will receive the recompense of their toils.
1:1376
Ἀλλὰ τυχὸν καὶ ὑμεῖς ἂν συνομολο γήσητε
或許,就連你們也會贊同這一點。
But perhaps you too would agree to this.
1:1377
Καὶ γὰρ Ἑλλήνων παῖδες, οὐ προφήτην, οὐκ ἀπόστολον, οὐκ εὐαγγελιστὴν δεξάμενοι κήρυκα, ὑπὸ τῆς φύσεως μόνης ποδηγηθέντες, ταῦτα οὕτως ἔχειν ὑπέλαβον, εἰ καὶ πολὺν ὑπέμειναν πλάνον, τὸ μυθῶδες ταῖς ἀληθέσιν ἐγκαταλέξαντες δόξαις·
因為,就連希臘人的子孫,他們未曾接受過先知、使徒或福音傳道者作為傳信者,僅僅單獨受本性的引導,卻也認定事情確是如此——儘管他們陷入了許多謬誤,將荒誕的神話與真實的見解混雜在一起——
For indeed the sons of the Greeks, having received no prophet, no apostle, no evangelist as herald, but guided by nature alone, supposed that these things were so—even though they underwent much error, mingling the mythical with true opinions—
1:1378
ἐπεὶ καὶ ποιηταὶ, καὶ φιλόσοφοι, καὶ πονηρῶν ἀνθρώ πων κολάσεις, καὶ δικαίων ἀνδρῶν θεραπείας μετὰ. τὴν ἐντεῦθεν ἐκδημίαν ἔσεσθαι, καὶ ἐπίστευσαν καὶ ἐδίδαξαν, καὶ τὴν τῆς διδασκαλίας μνήμην διὰ τῶν συγγραμμάτων κατέλιπον
因為就連詩人和哲學家,也相信並教導說,惡人在離世之後必受懲罰,義人必得善待,並且藉著他們的著作,將這教導的記憶留傳了下來。
since both poets and philosophers believed and taught that there would be punishments for wicked men and rewards for righteous men after their departure from this world, and left the memory of this teaching in their writings.
1:1379
Εἰκὸς τοίνυν καὶ ὑμᾶς, καὶ τῇ φύσει πειθομένους, κἀκεῖνα δεδιδαγμένους, καὶ ὑπὸ τῶν ἀρτίως εἰρημένων συνωθουμένους, συμφῆσαι, καὶ ταῦτα οὕτως ἔχειν ὁμολογῆσαι·
因此,理當你們也是如此:既信服於本性,又曾受過那些教導,又受方才所述之言的推動,就理應表示贊同,承認事情確是如此;
It is reasonable, then, that you too, being persuaded by nature, and having been taught those things, and being pressed by what has just now been said, should agree, and confess that these things are so;
1:1380
μό νων δὲ τῶν ψυχῶν, ἢ ἄνεσιν, ἢ κόλασιν ὑποπτεῦσαι γενήσεσθαι, τὸ δὲ σῶμα οὕτως ἐῤῥίφθαι, τῇ ση πεδόνι παραδεδομένον, ὡς ἄχρηστον παντελῶς καὶ ἄλογον
然而,你們卻設想安逸或懲罰只臨到靈魂,而身體則如此被拋棄、任憑腐朽,彷彿身體全然無用、毫無理性可言。
yet suppose that relief or punishment will come to souls alone, while the body has been thus cast away, given over to decay, as being altogether useless and irrational.
1:1381
Καὶ πῶς ἂν ἔχοι λόγον, μετὰ τοῦ σώμα τος τὴν ψυχὴν ἀγωνισαμένην καὶ νικήσασαν, μόνην στεφανωθῆναι, ἢ τούτου ἐστερημένην, μόνην κολάσει παραδοθῆναι; Εἴποι γὰρ ἂν εἰκότως πρὸς τὸν κριτὴν ἡ κολαζομένη·
然而,靈魂既是與身體一同競賽、一同得勝,怎會單獨得著冠冕;抑或,靈魂若失去身體,怎會單獨被交付懲罰呢?這豈能講得通?因為受懲罰的一方大可對審判者這樣說:
And how would it make sense that the soul, having contended and conquered together with the body, should be crowned alone; or, being deprived of it, should alone be handed over to punishment? For the one being punished might reasonably say to the judge:
1:1382
μᾶλλον δὲ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνό με εἰς τὸ τῆς ἁμαρτίας παρέσυρε βάραθρον·
不如說,若要說出真相,正是那身體把我拖入了罪的深淵;
or rather, if I must speak the truth, it was that body which dragged me down into the pit of sin;
1:1383
ὑπὸ τῶν ἐκείνου δελεασθεῖσα ὀμμάτων, εὐνὰς ἀλλοτρίας ἐσύλησα, ὥραν περιειρ γασάμην ἑτέρῳ προσήκουσαν·
被它的眼目所引誘,我褻瀆了他人的婚床,貪戀了屬於別人的美色;
enticed by its eyes, I plundered another's marriage-bed, and coveted a beauty belonging to another;
1:1384
κτημάτων καὶ χρη μάτων ἐπεθύμησα, τούτων με βλέπειν ἀναγκαζόντων·
我貪求財物與錢財,是因它們強迫我去注視這些東西;
I desired possessions and money, since they compelled me to look upon these things;
1:1385
ἐντεῦθεν εἰς τὸν τῆς ἀδικίας ἐξέπεσα βυθόν·
由此我墮入了不義的深淵;
and from there I fell into the depth of injustice;
1:1386
τὰ γὰρ τούτου με κατεδούλωσε πάθη, καὶ ἣν ἔδωκας ἐλευθε ρίαν ἀφείλοντο·
因為它的情慾使我淪為奴僕,並奪去了你所賜給我的自由;
for its passions enslaved me, and took away the freedom which you gave;
1:1387
θεραπεύειν γὰρ ἠναγκαζόμην ὡς ὁμοφυὲς καὶ ὁμόδουλον, καὶ ταῖς τούτου χρείαις ὑπ ηρετεῖν
因為我被迫服事它,如同服事同性同體、同為奴僕之物一般,並且供應它的需要。
for I was compelled to serve it as one of the same nature and a fellow-slave, and to minister to its needs.
1:1388
Ἡ γαστὴρ πρὸς γαστριμαργίαν κατήπειγεν, ἡ δὲ γαστριμαργία τὴν ἀδδηφαγίαν εἰργάζετο, ἡ δὲ ἀδδηφαγία τὰς τῆς ἀδικίας ὤδινεν ἐπινοίας
肚腹催逼人貪食,貪食造成了饕餮,饕餮又孕育出種種不義的詭計。
The belly urged on to gluttony, and gluttony produced greediness, and greediness gave birth to schemes of injustice.
1:1389
Καὶ πολλάκις μὲν ἀντέσχον, καὶ τὰς ἐκεῖθεν προσβο λὰς γενναίως ἀπεκρουσάμην·
我也曾多次抵擋,勇敢地擊退由此而來的攻擊;
And often I resisted, and nobly repelled the assaults that came from that quarter;
1:1390
ἡ δὲ τοῦ πολέμου συχνότης κατηγωνίσατό μου πολλάκις, καὶ ἑάλων ἡ ταλαίπωρος ἀδελφῇ πειθομένη, καὶ τοῦτο κατατρύχουσα ἠνιώμην
但這場戰爭連綿不絕,屢屢將我擊敗,我這可憐的靈魂終於被擄,屈服於我的姊妹(身體),並因這消磨而滿心憂苦。
but the constant warfare often overcame me, and I, wretched, was taken captive, submitting to my sister, and I was distressed, being worn down by this.
1:1391
Ἐγὼ γὰρ πάλιν τὴν ὀδύνην ὑπεδεχόμην, καὶ τρέφουσα ἐπεβουλευόμην·
因為我又再一次承受了那痛苦;我雖然滋養著它,卻反被它所謀害;
For I in turn received the pain, and, though nourishing it, was plotted against;
1:1392
τὰ γὰρ ἐντεῦθεν σκιρτήματα πάλιν ὑπεδεχόμην, καὶ τὸ πρακτέον ἠγνόουν·
因為我又再次承受由此而生的騷動衝動,卻不知該當如何行事;
for I again received the leapings that arose from this, and did not know what was to be done;
1:1393
ἥ τε γὰρ ταλαιπωρία τούτου πολ λήν μοι τὴν ἀνίαν εἰργάσατο, καὶ ἡ θεραπεία σφο δροτέραν ἀπετέλει τὴν μάχην, καὶ τὴν παράταξιν ἀνεῤῥίπιζε
因為這身體的困苦帶給我極大的憂愁,而對它的服事調養,卻使爭戰更加劇烈,並且煽動了對陣的烽火。
for the affliction of this body wrought much distress in me, and the tending of it made the battle fiercer, and fanned the conflict into flame.
1:1394
Εἴποι δ' ἂν καὶ τὸ σῶμα, τὸ καλῶς τοῖς τῆς ψυχῆς ὑπηρετῆσαν βουλεύμασιν, ὁμοίως πρὸς τὸν δίκαιον κριτὴν, εἴ τινος μεταλάβοι φωνῆς·
但身體——這曾善於服事靈魂之謀劃的身體——若能得著發言的機會,也同樣可以向那公義的審判者說:
But the body too, having well served the counsels of the soul, might likewise say to the just judge, if it were to be granted some voice:
1:1395
εἰ δὲ δεῖ τῇ ἀρχῇ πᾶσαν τῆς φύσεως τὴν ὁδὸν τεκμη ριῶσαι, πρότερον ἐγὼ τῆς δημιουργίας ἀπήλαυσα, εἶθ' οὕτως τὴν ζωτικήν μοι τῆς ψυχῆς ἐνέθηκας δύ ναμιν
若要從起頭將本性的整個歷程說明清楚:起初,是我先蒙受了受造之工,然後你才將靈魂的生命力植入我裡面。
if I must trace the whole course of nature from the beginning, I first enjoyed the work of creation, and then you implanted in me the vital power of the soul.
1:1396
Ἀπήλαυσα καὶ τῆς ἐν παραδείσῳ διαίτης μετ' αὐτῆς ἐγώ·
我也曾與靈魂一同在樂園中共享生活;
I also enjoyed dwelling in paradise together with it;
1:1397
κοινῇ τὸν τῆς κυήσεως ἐν τῇ μήτρᾳ συνδιηγάγομεν χρόνον
我們共同在母腹中經過了孕育的時期。
together we passed through the time of gestation in the womb.
1:1398
Κοινῇ τῶν ὠδίνων λυθέντων εἰς τόνδε τὸν βίον ἐξεληλύθαμεν, καὶ τοῦδε τοῦ φωτὸς. ἀπηλαύσαμεν, καὶ τοῦ ἀέρος τὴν χρείαν ἐσπάσαμεν·
當產痛解除,我們一同來到這世上,共享這光明,共同吸入空氣以維生;
together, when the birth-pangs were released, we came forth into this life, and enjoyed this light, and drew in the use of the air;
1:1399
Οὐδὲν αὐτὴ καθ' αὑτὴν τῶν ἀγαθῶν εἰργάσατο πώποτε, ἀλλ' ἐμοὶ τῇ σαρκὶ συνεργῷ κεχρημένη, τὸν τῆς ἀρετῆς συνήγαγε πλοῦτον
靈魂本身從未獨自成就任何善事,乃是以我這肉體作為她的同工,才積聚起德性的財富。
She never wrought any good thing by herself alone, but using me, the flesh, as her fellow-worker, gathered the wealth of virtue.
1:1400
Ἐγὼ τὰς ἀπὸ νηστείας ἀγρυπνίας τε καὶ χαμευνίας, καὶ τῆς ἄλλης ἁπάσης κακουχίας τηκε δόνας δεχομένη, τὸν ἐντεῦθεν αὐτῇ συνήθροισα πλοῦ τον
我承受了禁食、儆醒守夜、臥地而眠,以及其他一切苦行所帶來的消瘦耗損,正是藉此為她積聚了這財富。
I, receiving the wasting effects of fasting, and vigils, and sleeping on the ground, and of every other hardship, gathered for her from this the wealth that resulted.
1:1401
Ἐγὼ δάκρυον ἐχορήγουν προσευχομένῃ·
我供應淚水,當她禱告之時;
I supplied the tear as she prayed;
1:1402
ἐγὼ τὴν καρδίαν αὐτῇ πρὸς ὑπουργίαν πνεύματος παρ ειχόμην στένειν ἐπειγομένῃ
我供給她心臟以歎息,好使她能服事聖靈,在她急切懇求之時;
I furnished her the heart to groan, for the service of the Spirit, as she pressed eagerly on;
1:1403
τοῖς ἐμοῖς χείλεσιν ὀργάνοις κεχρημένη, σοὶ τὰς αἰτήσεις προσ έφερε·
她以我的嘴唇為器官,向祢獻上祈求;
using my lips as her instruments, she offered up her petitions to you;
1:1404
τὰς ἐμὰς χεῖρας εἰς οὐρανὸν ἐκτείνουσα, τῆς σῆς φιλανθρωπίας ἐδρέπετο τοὺς καρπούς·
她伸展我的雙手向天,採擷祢仁愛的果實;
stretching out my hands to heaven, she gathered the fruits of your loving-kindness;
1:1405
ἐπὶ τῶν ἐμῶν φερομένη ποδῶν, ἔτρεχε πρὸς τοὺς ἱερούς σου σηκούς
她藉我的雙腳奔走,跑向祢的聖所
borne upon my feet, she ran to your sacred shrines
1:1406
Ἐγὼ παρεῖχον αὐτῇ τὰς ἀκοὰς, εἰς τὴν τῶν σῶν λογίων ὑποδοχήν·
我供給她雙耳,以領受祢的聖言;
I furnished her with ears, for the reception of your oracles;
1:1407
Τοῖς ἐμοῖς δακτύλοις ὀργάνοις κεχρημένη, τὰς θείας σου διδασκαλίας γράμμασιν ἐνεχάραξε, καὶ ἀθάνατον τὴν τούτων καταλέλοιπε μνήμην
她以我的手指為器官,將祢神聖的教訓刻寫成文字,為此留下不朽的記念
using my fingers as her instruments, she inscribed your divine teachings in writing, and left behind an undying remembrance of them
1:1408
Ἐμοὶ συνεργῷ κεχρη μένη, τοὺς τῆς ἀγάπης ἐπλήρωσε νόμους·
她以我為同工,成全了愛的律法;
using me as her fellow-worker, she fulfilled the laws of love;
1:1409
διὰ τῶν ἐμῶν χειρῶν, τῶν ἁγίων τοὺς πόδας ἔνιψε·
她藉我的雙手洗淨了聖徒的腳;
through my hands she washed the feet of the saints;
1:1410
διὰ τῶν ἐμῶν χειρῶν θλιβομένοις ἐπήρκεσε, τὰ πεπονη κότα σώματα θεραπείας ἠξίωσε
她藉我的雙手扶助受苦的人,使疲憊的身體得蒙看顧
through my hands she came to the aid of the afflicted; she deemed worn-out bodies worthy of her care
1:1411
ἀλλ' ἕνα στέφανον τοῖς ἕνα δρόμον δεδραμηκόσιν ἀπόδος·
求祢賜一個冠冕給那同跑一場賽程的人;
but render one crown to those who have run one race;
1:1412
τοῦτο γὰρ τῆς σῆς ἰσότητος ἴδιον·
因為這是祢公平的本色;
for this is proper to your equity;
1:1413
τοῦτο πρέπει τῇ δικαίᾳ σου ψήφῳ
這合乎祢公義的判決
this befits your righteous verdict
1:1414
Ταῦτα ἂν εἴποι καὶ τὸ σῶμα, τὸ καλῶς τῇ ψυχῇ συναγωνισάμενον, εἴ τινος μεταλάβοι φωνῆς
這些話,那與靈魂一同奮力爭戰的身體若能發聲,也會如此陳述
This is what the body too would say — the body that strove nobly together with the soul — if it should partake of some voice
1:1415
Ἀλλ' οὔτε τὸ σῶμα ταῦτα ἐρεῖ, οὔτε ἐκείνη ἡ παρα νομίᾳ συνεζηκυῖα ψυχή
然而身體不會如此說,那與罪惡同居度日的靈魂,也不會如此說
But neither will the body say this, nor that soul which has lived in fellowship with iniquity
1:1416
Οὐ δεῖται γὰρ ἱκετείας τοιαύτης ὁ κριτής·
因為審判者並不需要這樣的懇求;
For the judge has no need of such supplication;
1:1417
ἀλλ' ὥσπερ ἰθύνει σοφῶς, οὕτω δικάζει δικαίως·
祂如何以智慧治理,也照樣以公義審判;
but just as he governs wisely, so he judges justly;
1:1418
καὶ τὰ σώματα ταῖς ψυχαῖς ἀποδι δοὺς, οὕτως ἀπονέμει τὰ πρὸς ἀξίαν ἁπάσαις
祂使身體歸還靈魂之時,便照各人的價值分配一切
and in restoring bodies to souls, he thus apportions to all according to their worth
1:1419
Πῶς γὰρ οὐκ ἄτοπον, ἀριστέα μὲν ἐν παρατάξει νίκην νενικηκότα τινὰ, εἰκόνι παρὰ τῶν ὁμοφύλων τιμώ μενον, μετὰ τῆς σκευῆς ἐκείνης, ᾗ χρώμενος τοὺς πολεμίους ἐτρέψατο, ἢ γράφεσθαι, ἢ πλάττεσθαι, ἢ διαγλύφεσθαι, εἴτε λίθος, εἴτε χαλκὸς εἴη, εἴτε σανὶς, τῆς εἰκόνος ἡ ὕλη·
試想,若某人身為勇士在戰陣中得勝,同胞便為他立像以示尊榮,連同他用以擊潰敵軍的那套裝備一併呈現——無論雕像材質是石、是銅、還是木——將他繪出、塑出、或雕刻出來,這豈非理所當然——
For would it not be fitting that a man who, as champion, has won victory in the line of battle, and is honored by his countrymen with a statue — together with that very equipment with which he routed the enemy — should be painted, or molded, or carved, whatever the material of the image may be: stone, or bronze, or wood —
1:1420
καὶ εἰ μὲν τόξοις κεχρημένος ἐνίκησε, μετὰ τῶν τόξων αὐτῶν ἐκτυποῦσθαι·
倘若他是憑弓箭得勝,便連弓箭一同刻畫其中;
and if he conquered using bows, he is depicted together with the bows themselves;
1:1421
εἰ δὲ αἰχμῇ, καὶ κράνει, καὶ ἀσπίδι, μετὰ ταύτης αὖ πά. λιν τῆς σκευῆς·
倘若是憑長矛、頭盔、盾牌,便又連同這套裝備一併呈現;
but if with spear, and helmet, and shield, again together with this same equipment;
1:1422
Τούτων γὰρ ἕκαστος μεθ' οὗ ἐνίκησε σχήματος, τὴν στάσιν ἐν ταῖς εἰκόσι λαγχάνουσι
因為這些人各自在雕像中所呈現的姿態,都伴隨著他得勝時所憑藉的裝扮
for each of these, together with the guise in which he conquered, receives his stance in the images
1:1423
Καὶ ὁ μὲν, ἕστηκε μετὰ τῶν ἀκριβάντων, καὶ τῆς στρατηγικῆς στολῆς, Οἰνομάου τινὸς, ἢ Κρέοντος προσωπεῖον ἔχων, μο νονουχὶ λέγων πρὸς ἅπαντας, ὅτι μετὰ τούτων ὑπ εκρινάμην, καὶ μετὰ τούτων νενίκηκα
有人穿著高底靴與將軍之袍,戴著俄諾瑪俄斯或克瑞翁的面具而立,幾乎是在向眾人宣告:『我是憑這些裝扮演出,也憑這些裝扮得勝』
And one stands with the buskins and the general's robe, wearing the mask of some Oenomaus, or Creon, all but saying to everyone: 'With these I performed my role, and with these I have conquered'
1:1424
Ὁ δὲ γυμνὸς τρέχει, διδάσκων τοῦ ἀγῶνος τὸ εἶδος·
又有人赤身奔跑,顯明競賽的樣式;
And another runs naked, showing the very form of the contest;
1:1425
κατέχει τὸν στέφανον, καὶ διδάσκει τοὺς ἀγνοοῦντας, ποῖον ἀγῶνα ἠγώνισται·
他手持冠冕,教導那不知情的人明白他所爭戰的是何種競賽
he holds the crown, and teaches those who do not know what kind of contest he has contended
1:1426
ὁ δὲ πυ κτεύει, καὶ τὸν ἀντίπαλον παίει·
又有人正在拳擊,擊打對手;
and another boxes, and strikes his opponent;
1:1427
ὁ δὲ δηλοῖ διὰ τοῦ σχήματος καὶ τῆς μάστιγος, ὁποίαν μετιὼν τέχνην τῆς νίκης ἔτυχε
又有人藉姿態與馬鞭,顯明他所憑藉以獲勝的是何種技藝
and another shows, by his posture and his whip, what art he pursued to obtain victory
1:1428
Μὴ τοίνυν τούτων ἁπάντων ἀτιμο τέραν ἀποφήνῃς τὴν φύσιν, δι' ἧς τούτων ἕκαστον κατορθοῦται·
所以,切勿將本性——藉以成就這一切的本性——判定為比這一切更為卑賤;
Do not, then, declare nature — through which each of these things is achieved — more dishonored than all these;
1:1429
μηδὲ τῶν ἀνθρώπων ἀδικώτερον τὸν Θεὸν ὑπολάβῃς, δικαιοσύνης ὄντα πηγήν·
也不要以為神——公義的泉源——竟比世人更為不義;
nor suppose God, the fountain of righteousness, to be more unjust than men;
1:1430
μηδὲ τοῖς ἀνθρώποις αὐτὸν παραπλησίως τοὺς οἰκείους νικητὰς ὑποπτεύσῃς γεραίρειν
也不要懷疑祂尊榮自己的得勝者,是仿照世人的方式
nor suspect that he honors his own victors in a manner like that of men
1:1431
Εἰ γὰρ ἄνθρωποι πολ λάκις, οὐδὲ τὸ δίκαιον περὶ πολλοῦ ποιούμενοι, ἀλλὰ καὶ τούτου λίαν ὀλιγωροῦντες, τοὺς ἐν τοῖς εὐτελέσι τούτοις καὶ ἀκερδέσιν ἀγῶσιν οὕτω τιμᾷν εἰώθασι, πολλῷ μᾶλλον τοὺς λαμπροὺς καὶ μεγάλους τῆς ἀρε τῆς ἀγωνιστὰς, ὁ ταύτης καὶ νομοθέτης, καὶ ἀγωνοθέτης τιμήσει, καὶ στεφανώσει, καὶ τὸ δίκαιον νικήσει τῷ μεγέθει τῶν δωρεῶν
既然世人縱然常常不甚看重公義,甚至大加輕忽,尚且慣於如此尊榮那些在這等瑣屑無益的競賽中角逐的人,那麼那位既是德行的立法者、又是德行競賽的主判的神,豈不更要尊榮並加冠於那些傑出偉大的德行競賽者,且以祂恩賜之浩大超越公義本身
For if men, though often not valuing justice highly, but rather greatly disregarding it, are nevertheless accustomed to honor in this way those who compete in these paltry and profitless contests, how much more will he who is both the lawgiver and the judge of the contest of virtue honor and crown its brilliant and great contestants, and surpass justice by the magnitude of his gifts
1:1432
Ἀλλ' οἶδα πόθεν εἰς ταυτηνὶ τὴν βλασφημίαν ἐξώκειλας·
但我知道你是從何處觸礁,以致陷入這褻瀆之言;
But I know from what source you have run aground into this blasphemy;
1:1433
ἀπὸ γὰρ τῆς σῆς ἀσθενείας τὰ θεῖα τεκμαίρῃ, καὶ τὴν σὴν ἀσθένειαν ὅρον ποιεῖς τῆς θείας δυνάμεως, καὶ τὰ σοὶ λίαν ἀδύνατα παραπλησίως εἶναι Θεῷ νομίζεις ἀδύνατα
因為你是憑自己的軟弱去揣度神聖的事,將自己的軟弱當作神聖大能的界限,以為對你而言全然不可能的事,對神也同樣不可能
for you infer divine things from your own weakness, and you make your own weakness the boundary of divine power, and you suppose that things utterly impossible for you are likewise impossible for God
1:1434
Ἀλλ' οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν
然而事實並非如此,絕非如此
But it is not so, it is not so
1:1435
Οὔτε γὰρ ταὐτὸν ὁ πηλὸς τῷ κεραμεῖ δύναται, καὶ μὴν ἄμφω μιᾶς ὑπάρχουσι φύσεως·
因為陶土所能做的,並不等同於陶匠所能做的,然而二者原屬同一本性;
For the clay is not able to do what the potter can, and yet both belong to one and the same nature;
1:1436
ἀπὸ γὰρ γῆς καὶ οὗτος κἀ κεῖνος
因為此者與彼者皆出於塵土
for both this one and that one are from the earth
1:1437
Καὶ μάρτυς ὁ τῷ Ἰὼβ προσδιαλεγόμενος ἄνθρωπος·
與約伯對話的那人便是明證:
And witness to this is the man who conversed with Job:
1:1438
Ἐκ τοῦ αὐτοῦ διήρτισαι, λέγων, πηλοῦ σὺ ὡς καὶ ἐγώ. Ἀλλ' ὅμως καὶ μιᾶς φύσεως οὔσης τοῦ τε πηλοῦ καὶ τοῦ κεραμέως, οὐ τὴν ἴσην δύναμιν ἐν ἀμφοῖν ἔστιν εὑρεῖν
他說:『你我原是出於同一塊泥土所塑,你也和我一樣是泥土所造。』然而陶土與陶匠雖同屬一個本性,二者的能力卻不可等量齊觀
'You were fashioned from the same clay,' he says; 'you are of clay, as I also am.' Yet nevertheless, though the nature of both the clay and the potter is one, one cannot find equal power in both
1:1439
Ὁ μὲν γὰρ κινεῖ ὁ δὲ κινεῖται, καὶ ὁ μὲν πλάττει ὁ δὲ πλάττεται, καὶ ὁ μὲν κε ράννυσιν ὁ δὲ κεράννυται, καὶ ὁ μὲν εἰδοποιεῖ ὁ δὲ εἰδοποιεῖται καὶ ὡς ἂν ὁ κεραμεὺς ἐθέλοι, μετασχη ματίζεται
因為一方施動,另一方受動;一方塑造,另一方被塑造;一方調和,另一方被調和;一方賦形,另一方受形;且照陶匠所願而改換形狀
For the one moves, the other is moved; the one molds, the other is molded; the one mixes, the other is mixed; the one gives form, the other receives form; and it is reshaped just as the potter wishes
1:1440
Εἰ δὲ ἔνθα μία ἡ φύσις, οὐκ ἴση ἡ δύναμις, πολλῷ μᾶλλον ἔνθα διάφορος ἡ φύσις, διάφορος καὶ ἡ δύναμις·
既然本性相同之處,能力尚且不相等,那麼本性相異之處,能力更是懸殊;
But if, where the nature is one, the power is not equal, much more where the nature is different, the power too is different;
1:1441
ἀλλὰ γὰρ οὐδὲ συγκρῖναι δυνατὸν τὰ ἀσύγκριτα
況且,不可相比之物本就無從比較
moreover, it is not even possible to compare the incomparable
1:1442
Πῶς γὰρ ἂν παραβληθείη τὸ ἐκ μὴ ὄντων τῷ ἀεὶ ὄντι; τὸ ἐν χρόνῳ τῷ πρὸ αἰώνων; τὸ ἐκ πηλοῦ τῷ οὐρανοῦ καὶ γῆς Ποιητῇ; Μὴ τοίνυν τὰ σοὶ λίαν ἀδύνατα, νομίσῃς εἶναι ἀδύνατα καὶ Θεῷ·
因為那出於無有的,豈能與那永恆常存者相提並論?那存於時間之內的,豈能與那先於萬世者相比?那出於泥土的,豈能與那創造天地的主相較?所以,切勿以為對你而言全然不可能的事,對神也同樣不可能;
For how could that which comes from non-being be set beside that which always is? That which exists in time, beside that which is before the ages? That which is from clay, beside the Maker of heaven and earth? Do not, then, suppose that things utterly impossible for you are impossible also for God;
1:1443
πάντα γὰρ ἐκείνῃ τῇ φύσει δυνατὰ καὶ λίαν εὔπορα
因為對那本性而言,萬事都是可能的,且極其輕易
for to that nature all things are possible, and exceedingly easy
1:1444
Ἠθέλησε γὰρ μόνον, καὶ ἐγένετο οὐρανός·
祂只需意願,天便造成了;
For he only willed, and heaven came to be;
1:1445
καὶ ἐκυρτώθη τοσοῦτον, ὅσον ἠθέλησεν
且照祂所願的程度弓起穹隆
and it was arched to whatever extent he willed
1:1446
Ἠβουλήθη, καὶ ὑπεστορέσθη ἡ γῆ, καὶ κρέμαται μόνον τοῦ Θεοῦ τὸν ὅρον θεμέλιον ἔχουσα
祂一意願,大地便鋪展開來,懸掛於虛空之中,惟以神的定命為其根基
He willed, and the earth was spread out, and it hangs, having only God's decree as its foundation
1:1447
Εἶπε, καὶ ἐγένετο φῶς. Ἐκέλευσε, καὶ παρήχθη τῶν ὑδάτων ἡ φύσις·
祂說有,就有了光。祂一吩咐,水的本體便被造出;
He spoke, and light came to be. He commanded, and the nature of the waters was brought forth;
1:1448
προσέταξε, καὶ τῆς γῆς ἀπεκρίθη·
祂一下令,水便與地分離;
he ordered, and it was separated from the earth;
1:1449
ἔνευσε, καὶ ἐκοσμήθη ἡ γῆ, λειμῶσι, καὶ ἄλσεσι, καὶ ληΐοις παντοδαποῖς·
祂一頷首,大地便妝點以草場、樹林,以及各樣的莊稼;
he nodded assent, and the earth was adorned with meadows, and groves, and crops of every kind;
1:1450
εἶπε, καὶ παρ ήχθη ζώων εἴδη μυρία, χερσαῖα, ἔνυδρα, καὶ ἀέρια
祂一發言,無數種類的生物便被造出——陸上的、水中的、空中的
he spoke, and countless kinds of living creatures were brought forth — creatures of the land, of the water, and of the air
1:1451
Ὁ ταῦτα λόγῳ πεποιηκὼς, ῥᾷον κἀκ τούτων πολλῷ τὴν τοῦ σώματος ἀνίστησι φύσιν·
那憑一句話成就這一切的主,要使身體的本性復起,遠比成就這些更為容易;
He who made these things by a word raises up the nature of the body far more easily than these;
1:1452
ῥᾷον γὰρ πολλῷ τὸ παλαιωθὲν καινουργῆσαι, ἢ τὰ μὴ ὄντα δίχα ὕλης ποιῆσαι
因為使已衰老之物更新,遠比從無有之中創造那不存在之物來得容易
for it is far easier to renew what has grown old than to make out of nothing that which does not exist
1:1453
Εἰ δὲ ἀπιστεῖς, ἐρεῖ σοι Παῦλος ὁ μέγας τῆς οἰκουμένης διδάσκαλος·
但你若不信,普世偉大的教師保羅將告訴你:
But if you disbelieve, Paul, the great teacher of the world, will tell you:
1:1454
Ἄφρον, σὺ ὃ σπεί ρεις, οὐ ζωογονεῖται ἐὰν μὴ ἀποθάνῃ. Καὶ ὃ σπείρεις, οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις, ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου, ἤ τινος τῶν λοι πῶν·
『無知的人哪,你所種的,若不死就不能生;你所種的,並不是那將來的形體,不過是子粒,或者是麥子,或者是別樣的穀種;』
'Fool, what you sow is not brought to life unless it dies. And what you sow, you do not sow the body that is to be, but a bare kernel — perhaps of wheat, or of some other grain;'
1:1455
ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα, καθὼς ἠθέλησεν
『但神隨自己的意思給它一個形體』
'but God gives it a body just as he willed'
1:1456
Εἰ δὲ καὶ τὴν τούτου διδασκαλίαν λῆρόν τινα καὶ μῦθον νομίζεις, δέξαι τὴν φύσιν διδάσκου σαν καὶ κηρύττουσαν τὴν ἀνάστασιν
但你若也認為他的教導不過是無稽之談與虛構的神話,那就接受本性本身的教導與宣告,聽它述說復活之事
But if you also consider his teaching to be some nonsense and myth, then accept nature as it teaches and proclaims the resurrection
1:1457
Ὁ γὰρ γηπό νος τέμνει μὲν πρότερον τὰς αὔλακας, καὶ οἷόν τι νας τάφους ὀρύττει, εἶτα καταβάλλει τὰ σπέρματα, καὶ ὥσπερ σώματα τάφῳ παραδιδοὺς, καταχώννυσι·
因為農夫先開溝掘壟,彷彿挖掘墳墓;然後撒下種子,如同將屍體交付墳塚一般,將其埋入土中;
For the farmer first cuts the furrows, digging them as it were like tombs; then he casts down the seeds, and, as though delivering bodies to a tomb, buries them;
1:1458
καὶ τούτων πλέον οὐδὲν ἐκεῖνος ἰσχύει ποιεῖν·
除此之外,他再無能力多做甚麼;
and beyond this he is able to do nothing more;
1:1459
ἀλλὰ κἂν ὕδατος εὐπορῇ, προσφέρειν τοῦτο δύναται μόνον·
縱然他水源充足,也只能供應這一點而已;
but even if he has abundant water, he can only supply this much;
1:1460
ὁ δὲ Θεὸς, ἢ οὐρανόθεν ὕει, ἢ τὸ ἐκ πηγῶν καὶ ποταμῶν ὕδωρ τοῖς σπέρμασι χορηγεῖ·
但神或從天降雨,或從泉源河流供水給種子;
but God either rains from heaven, or supplies the seeds with water from springs and rivers;
1:1461
παραπλησίως παραδιδοὺς, ἄχρηστα μὲν λοιπὸν τοῖς ἀνθρώποις εἰς ἐδωδὴν ἐργά ζεται, χρήσιμα δὲ λίαν τοῖς ἐξ αὐτῶν τικτομένοις σώμασιν
祂雖以同樣的方式供水,此後卻使種子對人不再可作食用,反而對從其中孕育而生的形體極其有用
delivering it in the same way, he thereafter renders the seeds useless to men for food, but exceedingly useful to the bodies begotten from them
1:1462
Ὑποδεχόμενα γὰρ τὴν νοτίδα, καὶ εὐρυ νόμενα, καὶ οὕτω πως διασηπόμενα, γεννᾷ μὲν τὰς τῶν ῥιζῶν προβολὰς, ἐπιλαμβάνεται δὲ ταῦτα τῆς παρακειμένης γῆς, εἶτα τὴν ἐκ ταύτης νοτίδα, καθάπερ δι' αὐλῶν τινων τῶν ῥιζῶν ἕλκει πρὸς ἑαυτὰ, καὶ τίκτει τὴν ἄνω φυομένην βοτάνην·
種子接受了濕氣,便膨脹,並如此漸漸腐化,於是萌生根鬚;這些根鬚攫住周圍的泥土,再藉由某種管道——即根本身——從中汲取濕氣,孕育出向上生長的植物;
For the seeds, receiving the moisture, and swelling, and thus in a manner decaying, generate the shoots of roots; and these take hold of the surrounding earth, then draw to themselves the moisture from it, as though through certain channels — the roots — and beget the plant that grows up above;
1:1463
καὶ κατὰ μέρος δὲ τῷ προειρημένῳ τρέφει λόγῳ, καὶ τήν τε καλάμην εἰς ὕψος παραπέμπει, καὶ τὸν μὲν ἄσταχυν ἐκφέρει, κεκρυμμένον ἔχοντα τὸν καρπὸν, οἷον δέ τινας δορυφόρους τοὺς ἀνθέρικας περι κείμενον
並依照同樣的道理,漸次滋養莖稈,使其向上抽高,結出穗來,穗中隱藏著果實,四周彷彿環繞著護衛一般的芒刺
and by degrees it nourishes the plant according to the same principle, and sends the stalk up to its height, and puts forth the ear, holding its fruit hidden within, encircled, as it were, by certain bodyguards — the awns
1:1464
Μὴ τοίνυν ἀπιστήσῃς τῇ τῶν σωμάτων ἀναστάσει, διηνεκῶς βλέπων τῆς ἀναστάσεως τὰ μι μήματα, καὶ διηνεκῶς ἀκούων τῶν τῆς ἀναστάσεως κηρυγμάτων
所以,切勿不信身體的復活,既然你不斷目睹復活的預表,又不斷聽聞復活的宣告
Do not, then, disbelieve the resurrection of bodies, when you continually behold the images of the resurrection, and continually hear the proclamations of the resurrection
1:1465
Ἵνα δὲ βεβαίαν δέξῃ τὴν περὶ τῆς ἀναστάσεως πίστιν, ἐλθέ μοι πάλιν ἐπὶ τὴν τῶν φυ τῶν ἱστορίαν, καὶ βλέπε τὰ κλήματα τῶν ἀμπέλων, καὶ τῶν ἄλλων δένδρων, ἢ τὰς καλουμένας ἀποσπά δας, ἢ τὰς ἀπὸ τῶν ῥιζῶν χελώνας, τῇ μὲν τομῇ, τὴν οἱονεὶ τελευτὴν δεχόμενα, τῇ δὲ ἐν τῷ βόθρῳ θέσει, καθάπερ τινὶ τάφῳ παραδιδόμενα·
但為使你對復活得著堅固的信心,且隨我再次觀察植物:留意葡萄枝與其他樹木的插條,或所謂的移植枝,或取自根部的根插,這些枝條因被切斷而彷彿遭逢終結,卻因被埋入坑穴,彷彿被交付墳塚一般;
But that you may receive a firm faith concerning the resurrection, come with me again to the study of plants, and behold the cuttings of vines and of other trees, or the so-called slips, or the root-cuttings taken from the roots — which by the cutting receive, as it were, their end, but by their placement in the pit are delivered, as it were, to a tomb;
1:1466
εἶτα χων. νύμενα καὶ σηπόμενα, ἔπειτα τῷ θείῳ βουλήματι, καὶ ῥίζας κάτω γεννῶντα, καὶ βλαστοὺς ἄνω φύον τα, καὶ ἡβῶντα, καὶ εἰς ὕψος αἰρόμενα, καὶ βρίθοντα τῷ καρπῷ, καὶ τῶν ταφέντων κλημάτων εὐπρεπέστερα τὰ τεχθέντα γινόμενα
隨後被土掩蓋而腐朽,此後憑神聖的旨意,既在下方生根,又在上方萌芽,漸漸茁壯,長至高處,結實纍纍——那新生之物竟比原先埋下的枝條更為秀美
then, being covered over and decaying, thereafter, by the divine will, both generating roots below and putting forth shoots above, growing to maturity and rising to their height, and laden with fruit — the things that are born become more comely than the cuttings that were buried
1:1467
Καὶ τί λέγω κλήματα, καὶ δένδρα, καὶ σπέρματα; Ἐλθέ μοι παρ' αὐτὸ τὸ τῆς σῆς φύσεως ἐργαστήριον
何必說到枝條、樹木、種子呢?且隨我來到你自身本性的工坊
And why do I speak of cuttings, and trees, and seeds? Come with me to the very workshop of your own nature
1:1468
Βλέπε τῆς σῆς διαπλάσεως τὰς ὕλας, πῶς εὐτελεῖς, καὶ μικραὶ, καὶ κορύζης οὐδὲν διαφέρουσαι
看哪,你自身塑造所用的材料,是何等低賤、何等微小,與鼻涕並無二致
Behold the materials of your own formation — how cheap, and small, and no different from mucus
1:1469
Ἀλλ' ὅμως τὸ εὐτελὲς ἐκεῖνο, καὶ σμικρὸν, καὶ ἄψυχον, καὶ ἄπνουν, καὶ παντελῶς ἀναίσθητον, Θεοῦ νεύσαντος, ἄνθρωπος γίνεται, καὶ ἓν ἔχον εἶδος, εἰς μυρίας ἰδέας μεταποιεῖται, τὰς μὲν στεγα νὰς καὶ ἀντιτύπους, τὰς δὲ εὐείκτους καὶ μαλακὰς, καὶ τὰς μὲν μανὰς καὶ πολυπόρους, τὰς δὲ συ χνὰς καὶ πυκνὰς, καὶ τὰς μὲν παχείας καὶ λείους, τὰς δὲ λεπτὰς καὶ ἠτρίους καὶ ὑμενώδεις, καὶ τὰς μὲν αὐλοειδεῖς καὶ σηραγγώδεις, τὰς δὲ ναστὰς καὶ οὐδὲν σηραγγῶδες ἐχούσας
然而那低賤、微小、無魂無息、全然無知覺之物,一旦神頷首應允,便成為人;它雖只具一種形式,卻轉化為無數種樣態:有的緻密而堅韌,有的柔順而軟弱;有的疏鬆而多孔,有的稠密而緊實;有的厚實而光滑,有的薄細如絲、狀如薄膜;有的呈管狀而中空,有的則堅實而全無空洞
Yet nevertheless, that cheap and small thing — soulless, breathless, and utterly without sensation — when God gives his nod, becomes a human being; and though possessing but one form, it is transformed into countless kinds of tissue: some dense and resistant, others yielding and soft; some porous and full of passages, others compact and dense; some thick and smooth, others thin, gossamer-like, and membranous; some tube-shaped and cavernous, others solid and having nothing cavernous in them
1:1470
Καὶ ἔστιν ἰδεῖν ἀπὸ τῆς βραχείας ἐκείνης ὕλης γινομένους καὶ αἵματος ὀχε τοὺς, καὶ πνεύματος ἀγωγοὺς, καὶ συνδέσμους στε γανοὺς, καὶ σαρκῶν μαλακότητα, καὶ ὀστῶν στεῤ ῥότητα, καὶ ὀφθαλμῶν λαμπρότητα, καὶ κόρης καθαρότητα, καὶ παρειᾶς λειότητα, καὶ τρι χῶν λεπτότητα, καὶ τἄλλα μυρία ὅσα σῶμα τὸ ἀνθρώπειον ἔχει γένος·
由此可見,從那微小的材質中,竟生出血液的通道、氣息的導管、密封的關節韌帶、肌肉的柔軟、骨骼的堅硬、眼目的明亮、瞳仁的清澈、面頰的光滑、毛髮的纖細,以及人體所具有的其他無數特質
And one can see, arising from that scant matter, both channels for the blood, and conduits for the breath, and watertight ligaments, and the softness of the flesh, and the firmness of the bones, and the brightness of the eyes, and the clarity of the pupil, and the smoothness of the cheek, and the fineness of the hair, and the countless other things which the human body possesses as its kind
1:1471
καὶ ταῦτα οὐδὲ τῆς ἡμετέρας ὄντες αὐλῆς, ἀλλὰ τῶν ἔξω πλανωμένων προβάτων
而這些羊,雖不屬於我們的羊圈,而是在外面迷失的羊,
and these too, though not being of our own fold, but of the sheep straying outside,
1:1472
Ἀλλ' ὅμως τὴν ἀγαθὴν πόαν νεμόμενοι, καὶ ὑπὸ τῆς φύσεως μόνης κινού μενοι καὶ παιδαγωγούμενοι, τὸν ποιμένα καὶ κηδε μόνα καὶ Ποιητὴν τοῦ παντὸς, ὡς ἐχώρησαν, ὕμνη σαν
卻仍然吃著美好的草場,單單被本性所引導、所教養,便照著自己所能領受的程度,讚美那牧者、看顧者、萬有的創造者。
nevertheless, feeding on the good pasture, and moved and instructed by nature alone, hymned, as far as they were able, the shepherd and guardian and Maker of the universe.
1:1473
Σὺ δὲ πρὸς τῇ φύσει καὶ νόμον ἔχων διδά σκαλον, καὶ προφήτας τὰ θεῖα παιδεύοντας, καὶ τῶν ἀποστόλων τὸν χορὸν, περί τε τῶν ὄντων διδάσκοντα, καὶ περὶ τῶν μελλόντων κηρύττοντα, δέξαι παντα χόθεν τῆς ὠφελείας τὸν ἔρανον
但你除了本性之外,還有律法作師傅,有眾先知教導你屬神的事,又有眾使徒的合唱團,既講論現在的事,又宣告將來的事;你當從四方接受這益處的捐獻。
But you, who in addition to nature also have the law as teacher, and the prophets instructing you in divine things, and the choir of the apostles teaching about things that are and proclaiming things that are to come, receive from every quarter the collected contribution of benefit.
1:1474
Ἀπόχρη δὲ καὶ μό νη τῶν ἐμβρύων ἡ φύσις, καὶ ἡ πρώτη τῶν ἀνθρώ πων διάπλασις, ὑποδεῖξαί σοι τὴν τῶν κειμένων σωμάτων ἀνάστασιν
單單胚胎的本性,以及人類最初的形成過程,已足以向你顯明那安臥之身體的復活。
The very nature of embryos alone, and the first formation of man, suffice to show you the resurrection of bodies that lie [in the earth].
1:1475
Πίστευσον εἶναι γαστέρα μητρῴαν τὴν γῆν, μήτραν τὸν τάφον, σπέρμα δὲ τῆς φύσεως τὸ βραχύτατον ἐκεῖνο καὶ χνοῶδες τοῦ σώματος λείψανον, ὃ καὶ παντάπασιν ὂν ἀφανὲς πᾶσιν ἀνθρώποις, θεωρητόν ἐστι τῷ Θεῷ, καὶ τὸν ὀφθαλμὸν ἐκεῖνον οὐδεὶς πέφευγεν
當相信大地是母親的腹,墳墓是子宮,而本性的種子,就是那極其微小、如塵埃般的身體遺骸;此遺骸雖對眾人完全不可見,卻是神所鑒察的,無人能逃脫那眼目。
Believe that the earth is a maternal belly, the tomb a womb, and that the seed of nature is that most minute and dust-like remnant of the body—which, though wholly invisible to all men, is beheld by God, and no one has ever escaped that eye.
1:1476
Ἐν γὰρ τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Καὶ, Αὐτὸς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ τὴν γῆν πᾶσαν δρακί. Καὶ ῥᾴδιον αὐτῷ θεάσασθαι τὰ ἐν τῇ χειρί·
因為『地的四極都在祂手中』。又說:『祂親自用手量過眾水,用一虎口量過諸天,用一捧量過全地。』祂要看清自己手中的東西,是何等容易;
For 'in his hand are the ends of the earth.' And, 'He himself measured the water with his hand, and the heaven with a span, and the whole earth with a handful.' And it is easy for him to behold the things that are in his hand;
1:1477
Καὶ γὰρ καὶ σοὶ. τοῦτο λίαν εὐπετές·
因為對你來說,這也是極其容易的。
for indeed to you too this is very easy.
1:1478
κἂν ἀναμίξαι θελήσῃς κέγχρον καὶ φακὸν, καὶ πυροὺς καὶ κριθὰς, πάλιν αὐτὰ δια κρίνεις εὐμαρῶς, ὥσπερ ἐθέλεις
即便你想要把小米和扁豆、小麥和大麥混在一起,你仍能輕易地按己意再次分辨出來;
even if you should wish to mix millet and lentil, and wheat and barley together, you can again distinguish them with ease, just as you wish;
1:1479
ῥᾷστον αὐτῷ κο μιδῇ, καὶ τὰ παντελῶς ἀναμιγέντα εὐκρινῆ καταστῆσαι
那麼,就算是徹底混雜在一起的東西,對祂而言,要使之各歸其類,也是再容易不過的事了。
it is altogether easiest of all for him to render distinct even things that have been thoroughly intermingled.
1:1480
Πίστευσον τοίνυν μήτραν εἶναι τὸν τά φον, σπέρμα δὲ τὸ ἀποκείμενον λείψανον, πλάστην δὲ τὸν Πλάστην, ὠδῖνας δὲ τὴν ἐσχάτην τοῦ βίου ἡμέραν, καὶ τὴν φοβερὰν τοῦ ἀρχαγγέλου φωνήν
所以,當相信墳墓是子宮,那存放的遺骸是種子,那塑造者依然是塑造者,那生產的陣痛就是今生的末日,以及那大天使可畏的號聲。
Believe, then, that the tomb is a womb, and the deposited remnant a seed, and the Fashioner still the Fashioner, and the birth-pangs the last day of life, together with the fearful voice of the archangel.
1:1481
Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι. Τότε τῶν βεβιωμένων τὰς εὐθύνας εἰσ πραχθησόμεθα·
經上說:『號筒要響,死人要復活成為不朽壞的。』那時,我們必要為所度過的一生交帳;
'For the trumpet shall sound,' it says, 'and the dead shall be raised incorruptible.' Then we shall be called to account for the things we have lived;
1:1482
τότε τῶν καλῶς ἡμῖν ἢ κακῶς εἰρ γασμένων τὸν λόγον ἀποδώσομεν·
那時,我們必要為自己所行的善事或惡事交出說明;
then we shall render account of the things we have done well or ill;
1:1483
τότε τὰ κεκρυμ μένα τῆς διανοίας ἡμῶν βουλεύματα δῆλα πᾶσι γε νήσεται·
那時,我們心中隱藏的意念,必要向眾人顯明;
then the hidden counsels of our mind shall become manifest to all;
1:1484
τότε πάντες παραστησόμεθα τῷ βή ματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν
那時,我們眾人都要站在基督的審判台前,使各人按著本身所行的,或善或惡,受得回報。
then we shall all stand before the judgment seat of Christ, that each may receive the things done through the body, according to what he has practiced, whether good or evil.
1:1485
Ταῦτα δείσαντες, ὦ ἄνθρωποι, ἀπόθεσθε τὴν κατὰ τῆς Προνοίας ἀπέχθειαν·
眾人啊,你們既懼怕這些事,就當放下對天意的敵意;
Fearing these things, O men, lay aside your hostility against Providence;
1:1486
φύγετε τὴν πονηρὰν ταύ την δυσμένειαν·
當逃避這惡毒的仇視;
flee this wicked enmity;
1:1487
παύσασθε βλασφημίας ἀπολογίας ἐστερημένης
當停止那毫無辯解餘地的褻瀆。
cease from blasphemy that admits of no defense.
1:1488
Σπείσασθε πρὸς τὸν Πεποιηκότα φι λίαν, ἵν' ὡς φίλους ἡμᾶς κυβερνήσῃ, καὶ μὴ ὡς πο λεμίους ἔξω βάλῃ τοῦ σκάφους
當與那位造物者締結友好之約,好叫祂以朋友的身份駕馭我們,而不是把我們當作仇敵拋出船外。
Make a treaty of friendship with the Maker, that he may pilot us as friends, and not cast us as enemies out of the vessel.
1:1489
Ὑμνήσατε τὰ τῆς Προνοίας πηδάλια, ἵν' ὑπὸ τούτων κυβερνώμενοι, τοῦ παρόντος βίου τὰ κύματα διαφύγητε, καὶ τῶν λιμένων ἐκείνων τῶν ἀπηνέμων ἀπολαύσητε, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ὅτι αὐτῷ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας
當讚美天意的舵,好叫你們藉此掌舵而逃脫今生的波濤,得享那些風平浪靜的港灣,在我們的主基督耶穌裡;願一切榮耀都歸於祂,直到永永遠遠。
Hymn the rudders of Providence, that being piloted by them you may escape the waves of the present life, and enjoy those windless harbors, in Christ Jesus our Lord, to whom belongs all glory unto the ages.
1:1490
Ὅτι ἄνωθεν ὁ Θεὸς οὐκ Ἰουδαίων μόνον, ἀλλὰ καὶ ἁπάντων ἀνθρώπων κηδόμενος διετέλεσε·
論神自古以來,不僅眷顧猶太人,也眷顧所有的人;
That from of old God continued to care not only for the Jews, but for all men;
1:1491
καὶ περὶ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως
以及論救主的道成肉身。
and concerning the incarnation of the Savior.
1:1492
Ἄπλωτον μὲν εὖ οἶδα σαφῶς τῆς θείας σοφίας καὶ Προμηθείας τὸ πέλαγος
我十分清楚知道,神的智慧與天意這片汪洋,是無法航行到底的。
I know full well and clearly that the sea of divine wisdom and Providence is unnavigable.
1:1493
Καὶ μέμνημαί γε τοῦ θειοτάτου Προφήτου βοῶντος·
我也記得那位至為神聖的先知呼喊說:
And I do recall the most divine prophet crying out:
1:1494
Τὰ κρίματά σου ἄβυσσος πολλή. Μέμνημαι δὲ καὶ τοῦ μεγάλου κή ρυκος τῆς ἀληθείας, τοῦ θεσπεσίου Παύλου, τοι αύτην πάλιν ῥήξαντος φωνήν·
『你的判斷如同深淵。』我也記得真理的偉大使者,那受神默示的保羅,也曾再度發出這樣的呼聲:
'Your judgments are a vast abyss.' And I recall also the great herald of truth, the divinely inspired Paul, again bursting forth with such a cry:
1:1495
Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Οὐ τοίνυν ἀνοήτως τῶν ἀνεφίκτων κατατολμῶμεν, ἀλλ' εἰς δύναμιν τὰ θεῖα θαυμάζομεν, καὶ ὅσον χω ροῦμεν, ὑμνοῦμεν
『深哉,神豐富的智慧和知識!祂的判斷何其難測!祂的蹤跡何其難尋!』所以,我們不應愚昧地擅自妄圖那些不可企及之事,而應當按著自己的能力對神聖之事心生敬畏,並照著我們所能領會的來加以頌讚。
'O the depth of the riches, and wisdom, and knowledge of God! How unsearchable are his judgments, and untraceable his ways!' Let us not, then, foolishly presume upon things unattainable, but let us marvel at things divine to the extent of our power, and hymn them so far as we are able to comprehend.
1:1496
Ἴσμεν γὰρ καὶ τοὺς τὸν ἥλιον πλέον ἢ δεῖ κατιδεῖν φιλονεικοῦντας, οὔτε ὧν ποθοῦ σιν ἀπολαύοντας, καὶ τὴν ὄψιν λυμαινομένους, καὶ οὐ μόνον φῶς ἐκεῖθεν οὐχ ἕλκοντας, ἀλλὰ καὶ σκότος ἐπισπωμένους
因為我們也知道,那些爭著要過度注視太陽的人,不但無法享受他們所渴望的,反而傷害了自己的視力,不僅未能從中得著光,反倒為自己招來黑暗。
For we also know that those who contend to gaze upon the sun more than they should neither enjoy what they desire, but ruin their sight, and not only draw no light from it, but even draw darkness upon themselves.
1:1497
Ταὐτὸ δὲ τοῦτο καὶ τὸν νοῦν τὸν ἀν θρώπινον ἔστιν ἰδεῖν ὑπομένοντα
而人的心思,也可見到正經歷同樣的遭遇。
And it is possible to observe the human mind undergoing this very same thing.
1:1498
Ἐρευνῆσαι γὰρ πολλάκις ὑπὸ ἀβελτηρίας φιλονεικῶν, τί τὸ τὴν γῆν ὑπερεῖδον, καὶ τίς αὖ πάλιν ἡ ἐκείνου κρηπὶς, καὶ ἐπὶ τίνος αὖθις κἀκεῖνο φέρεται, ἢ ποῖα τὰ ἄνω τῶν οὐρανῶν, τί δὲ τὰ ἔξω τοῦ σύμπαντος κόσμου, οὐ μόνον οὐδὲν εὑρίσκει τῶν ζητουμένων, ἀλλὰ καὶ. ζόφου πολλοῦ καὶ ἀπορίας ἀναπλησθεὶς ἐπανέρ χεται
因為心思常出於愚妄,爭相探究究竟是什麼籠罩著大地,又其根基何在,那根基又立於何物之上,或諸天之上有何物,宇宙之外又有何物;結果不僅一無所獲,反倒帶著滿身的昏暗與困惑折返。
For often, contending out of folly to search out what it is that overarches the earth, and again what its foundation is, and in turn upon what that too rests, or what lies above the heavens, and what is outside the whole cosmos, [the mind] not only finds none of the things it seeks, but returns filled with much gloom and perplexity.
1:1499
Ταύτην εἰδὼς τοῦ νοῦ τὴν ἀσθένειαν ὁ μακάριος Παῦλος παρεγγυᾷ λέγων Εἰ δέ τις δοκεῖ ἐγνωκέναι τι, οὐδέπω οὐδὲν ἔγνω καθὼς δεῖ γνῶναι. Καὶ πάλιν·
有福的保羅深知心思的這種軟弱,便勸誡說:『若有人以為自己知道什麼,他還不知道他所當知道的。』又說:
Knowing this weakness of the mind, the blessed Paul admonishes us, saying: 'But if anyone thinks he knows anything, he does not yet know as he ought to know.' And again:
1:1500
Ἐκ μέρους γινώ σκομεν, καὶ ἐκ μέρους προφητεύομεν·
『我們現在所知道的有限,先知講道也是有限的;』
'We know in part, and we prophesy in part;'
1:1501
ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. Καὶ ἑτέρωθι·
『等那完全的來到,這有限的必歸於無有了。』另有一處又說:
'but when that which is perfect has come, then that which is in part shall be done away.' And elsewhere:
1:1502
Ἄρτι βλέπω ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον·
『我如今彷彿對著鏡子觀看,模糊不清,到那時就要面對面了;』
'Now I see as in a mirror, in a riddle, but then face to face;'
1:1503
ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι κα θὼς καὶ ἐπεγνώσθην. Καὶ αὖθις·
『我如今所知道的有限,到那時就全知道,如同主知道我一樣。』又說:
'now I know in part, but then I shall know fully, even as I have also been fully known.' And again:
1:1504
Ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐφρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος·
『我做孩子的時候,話語像孩子,心思像孩子,意念像孩子;』
'When I was a child, I spoke as a child, I thought as a child, I reasoned as a child;'
1:1505
ὅτε δὲ γέγονα ἀνὴρ, κατήρ γηκα τὰ τοῦ νηπίου. Ταῦτα δὲ πάντα διέξεισιν ὁ θεῖος ἐκεῖνος ἀνὴρ, πεῖσαι βουλόμενος ἅπαντας, καὶ χαλινοῦν τοῦ νοῦ τὴν ἀπληστίαν, ἵνα μὴ τῶν ἀδυνάτων κατατολμᾷ, καὶ ἀναμένειν τὴν ἐσομέ νην ἐν τῷ μέλλοντι βίῳ τῶν πραγμάτων ἀκριβῆ κα τανόησιν
『既成了人,就把孩子的事丟棄了。』那位屬神的人陳明這一切,是要說服眾人,並勒住心思那貪得無厭的慾望,使它不敢妄圖那不可能之事,而是等候在來世將要臨到的、對萬事精確的領悟。
'but when I became a man, I put away the things of the child.' All these things that divine man sets forth, wishing to persuade everyone, and to bridle the insatiable appetite of the mind, so that it may not presume upon things impossible, but await the exact understanding of these matters that is to come in the life hereafter.
1:1506
Καὶ τῇ μὲν νομικῇ διδα σκαλίᾳ ταύτην παραβάλλων, τελείαν αὐτὴν ὀνο μάζει·
他將這(未來的知識)與律法的教導相比,稱之為完全;
And comparing this [future knowledge] with the teaching of the law, he calls it perfect;
1:1507
τῷ δὲ ἀπαθεῖ βίῳ καὶ ἀθανάτῳ συγκρίνων, μειρακιώδη προσαγορεύει
但將其與那無苦難、不朽的生命相比,卻稱之為幼稚。
but comparing it with the impassible and immortal life, he calls it childish.
1:1508
Καὶ τοῦτο δὲ τῆς θείας Προμηθείας τεκμήριον
這也是神聖天意的一項明證。
This too is a proof of divine Providence.
1:1509
Ὁ γὰρ σοφῶς ἅπαντα πρυτανεύων, εἰδὼς ἡμῶν τῆς ἀλαζονείας τὸ φύσημα, οὐδὲ τοῖς ἁγίοις ἀκριβῆ δέδωκεν τῶν θείων τὴν γνῶ σιν
因為那位智慧地治理萬有的神,深知我們狂傲之心的膨脹,故此連給聖徒們,也未曾賜下對神聖事物的精確知識。
For he who wisely governs all things, knowing the swelling pride of our arrogance, has not granted even to the saints an exact knowledge of things divine.
1:1510
Φυσιοῖ γὰρ ἡ γνῶσις, ὡς μακαρίῳ Παύλῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ
因為『知識叫人自高自大』,這不僅是有福的保羅所認為的,也確實合乎真理。
For 'knowledge puffs up,' as seems true to the blessed Paul, and indeed to the truth itself.
1:1511
ἀγωνισάμενοι, καὶ τὰ πάθη παντελῶς ἀποδυσά μενοι, καὶ φθορᾶς καὶ παθῶν ἐλεύθερον ἐνδυσάμενοι τὸ σῶμα, τηνικαῦτα τελείαν τὴν γνῶσιν ὑποδεξώμε θα·
等我們已經奮力爭戰過、已完全脫去諸般情慾、並已穿上那脫離敗壞與情慾的身體之後,我們才要領受完全的知識;
having contended [in the struggle], and having entirely stripped off the passions, and having put on a body freed from corruption and passions—then let us receive perfect knowledge;
1:1512
οὐδεμίαν λοιπὸν, ἅτε δὴ παθῶν ἀπηλλαγμένοι, καὶ τῶν ἀγώνων ἔξω γινόμενοι, δεχόμενοι τὴν βλά βην
從此之後,我們既已脫離情慾,又不再身處爭戰之中,也就不會再從中受到任何損害了。
receiving thenceforth no more harm from it, inasmuch as we shall have been freed from the passions and shall stand outside the contests.
1:1513
Ὁρῶμεν ἄνδρας ἀρετῆς ἐργάτας ἐν εὐκλείᾳ ζῶντας καὶ τιμῇ καὶ θε ραπείᾳ; Προσκυνήσωμεν τὸν τῆς ἀρετῆς νομοθέτην, καὶ ἀγωνοθέτην, ὀρθῶς αὐτὴν καὶ δικαίως ἀνακηρύτ τοντα
我們是否看見那些勤修美德的人,生活在美名、尊榮與眾人服事之中呢?就讓我們敬拜那美德競賽的立法者與裁判者,祂公正、公義地宣告勝者。
Do we see men who are workers of virtue living in good repute, honor, and attendance? Let us worship the lawgiver and judge of the contest of virtue, who proclaims her [victors] rightly and justly.
1:1514
Θεωροῦμεν ἄλλους, τὸν αὐτὸν μὲν βίον προ αιρουμένους, οὐ τῶν αὐτῶν δὲ παρὰ ἀνθρώποις ἀπο λαύοντας; Μὴ δυσχεράνωμεν, ὦ φιλότης, ἀλλὰ πι στεύσωμεν αὐτοὺς μὲν καλῶς ἀγωνίζεσθαι τῆς καρ τερίας τὸν ἆθλον, ἀνακηρύττεσθαι δὲ διὰ τούτου εἰς τὸν προσδοκώμενον βίον, ὡς ἐν τῷ πρὸ τοῦδε διεξ εληλύθαμεν λόγῳ·
我們是否看見另一些人,選擇了同樣的生活方式,卻在世人當中未得同樣的待遇呢?親愛的朋友啊,我們不要因此煩惱,而要相信他們正在忍耐的競賽中英勇奮戰,並藉此為那將來所盼望的生命被宣告為勝者,正如我們在前一篇講論中所論述的;
Do we behold others who have chosen the same manner of life, yet do not enjoy the same things among men? Let us not be vexed, dear friend, but let us believe that they are contending nobly in the contest of endurance, and are being proclaimed victors through it for the life that is expected, as we have discussed in the preceding discourse;
1:1515
καὶ μὴ βλασφήμους κατὰ τῆς Προ νοίας ἀκοντίσωμεν λόγους
我們也不要向天意投擲褻瀆的言語。
and let us not hurl blasphemous words against Providence.
1:1516
Ἄτοπον γὰρ, καὶ πολλῆς. γέμον ἀβελτηρίας, μᾶλλον δὲ μανίας ἐσχάτης, αὐτοὺς μὲν ἐκείνους διὰ τρικυμιῶν πλέοντας, καὶ ὑπὸ καταιγίδων βαλλομένους, καὶ μετὰ πολλῆς δυσ κληρίας τὸν βίον ὁδεύοντας, τὸν κυβερνήτην ὑμ νεῖν·
因為,那些本身正航行於滔天巨浪之中、遭受風暴襲擊、以重重艱難走過人生旅程的人,竟去頌讚那舵手;
For it is absurd, and full of great folly—or rather, of utter madness—that those very men who sail through towering waves, and are struck by tempests, and journey through life with much hardship, should hymn the pilot;
1:1517
τοὺς δὲ ἔξω βελῶν, τὸ δὲ λεγόμενον, καθημέ νους, καὶ θεατὰς μᾶλλον ἢ ἀγωνιστὰς γενομένους, τὸν ἀγωνοθέτην λόγοις βάλλειν βλασφήμοις, ἐπειδὴ τοῖς ἔργοις οὐ δύνανται
而那些如俗話所說『在箭矢射程之外』坐著、作旁觀者而非參賽者的人,卻用褻瀆的言語投擲那競賽的裁判,只因他們無法以行為做到這一點——這是何等荒謬,何等充滿了愚妄,或者說,是何等的瘋狂至極。
while those who are out of range of the missiles, as the saying goes, sitting [at ease] and having become spectators rather than contestants, pelt the judge of the contest with blasphemous words, since they cannot do so with deeds—this is absurd, and full of great folly, or rather utmost madness.
1:1518
Λιμῷ πιεζόμενος ὁ μέ γας Ἀβραὰμ ὁ πατριάρχης, ὁ τὰς ὑποσχέσεις ἐκεί νας θεόθεν δεξάμενος, ἔφερε γενναίως τὴν τοῦ λιμοῦ προσβολήν
偉大的族長亞伯拉罕,那位曾從神領受那些應許的人,也曾受饑荒的逼迫,卻英勇地承受了饑荒的襲擊。
The great patriarch Abraham, he who had received those promises from God, was pressed by famine, yet bore the assault of the famine nobly.
1:1519
Βλέπε τοίνυν τὸν Πέτρον καὶ Ἰωάννην, τοὺς πύρ γους τῆς εὐσεβείας, τοὺς στύλους τῆς ἀληθείας, τοὺς τῆς Ἐκκλησίας τὴν οἰκοδομὴν ὑπερείδοντας, ὑπὸ μὲν Ἰουδαίων μαστιγουμένους, χαίροντας δὲ καὶ γεγηθότας, Ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Ὁ γὰρ ταῦτα συγγε γραφὼς, εἰρηκὼς ὅτι ῥάβδοις ᾐκίσθησαν, οὐκ ἔφη καρτερῶς αὐτοὺς φέρειν καὶ γενναίως τὰς μάστιγας, ἀλλὰ χαίροντας ἐξεληλυθέναι, καὶ γαννυμένους
你且看彼得和約翰,這兩位敬虔的高塔、真理的柱石、支撐教會建構的人,他們被猶太人鞭打,卻仍歡喜快樂,『因被算是配為那名受辱。』因為那記載此事的人,雖說他們被杖責,卻並未說他們是忍耐而英勇地承受了鞭打,而是說他們歡喜快樂地離去。
Look, then, at Peter and John, the towers of piety, the pillars of truth, who uphold the very structure of the Church, being scourged by the Jews, yet rejoicing and exulting 'because they had been counted worthy to suffer dishonor for the name of Christ.' For he who wrote this account, having said that they were maltreated with rods, did not say that they bore the scourging with patience and nobility, but that they went forth rejoicing and exulting.
1:1520
Φέρει μὲν γάρ τις πολλάκις τὴν τῶν ἀνιαρῶν προσ βολὴν, ἀλλ' ὀδυνώμενος καὶ ἀνιώμενος·
因為人常常能忍受痛苦之事的襲擊,卻是在悲傷憂苦之中忍受的;
For a man often bears the assault of painful things, but while grieving and being distressed;
1:1521
ὁ δὲ χαίρων κηρύττει τὴν τῆς ψυχῆς θυμηδίαν
但那歡喜的人,卻是在宣揚他靈魂的喜樂。
whereas he who rejoices proclaims the gladness of his soul.
1:1522
Οὕτω καὶ ὁ μα κάριος Παῦλος ἐβόα, ἡ μεγίστη τοῦ κηρύγματος σάλπιγξ·
有福的保羅,這宣道的最偉大號角,也曾這樣呼喊說:
Thus also the blessed Paul, that greatest trumpet of the proclamation, cried out:
1:1523
Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν. ἀνάγκαις, ἐν διωγμοῖς καὶ στενοχωρίαις ὑπὲρ Χριστοῦ. Καὶ οὐκ εἶπε, Φέρω, ἢ Καρτερῶ, ἀλλ' Εὐδοκῶ, ὅπερ πολλὴν σημαίνει τῆς ἡδονῆς τὴν ἐπίτασιν
『我為基督的緣故,就以軟弱、凌辱、艱難、逼迫、困苦為喜樂。』他並沒有說『我忍受』或『我忍耐』,而是說『我喜樂』,這表明了一種強烈至極的喜悅。
'I take pleasure in weaknesses, in insults, in hardships, in persecutions and distresses, for the sake of Christ.' And he did not say, 'I bear,' or 'I endure,' but 'I take pleasure,' which signifies a great intensity of delight.
1:1524
Νῦν χαίρω, φησὶν, ἐν τοῖς παθήμασιν ὑπὲρ Χριστοῦ. Καὶ αὖθις·
他說:『現在我為那為你們所受的苦楚歡樂。』又說:
'Now I rejoice,' he says, 'in my sufferings for Christ.' And again:
1:1525
Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Καὶ πάλιν·
『我想,現今的苦楚,若比起將來要顯於我們的榮耀,就不足介意了。』又說:
'The sufferings of this present time are not worthy to be compared with the glory that is about to be revealed to us.' And again:
1:1526
Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ διωγμὸς, ἢ λιμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καὶ μετ' ὀλίγα·
『誰能使我們與基督的愛隔絕呢?難道是患難嗎?是困苦嗎?是逼迫嗎?是飢餓嗎?是赤身露體嗎?是危險嗎?是刀劍嗎?』略過數語之後又說:
'Who shall separate us from the love of Christ? Tribulation, or distress, or persecution, or famine, or nakedness, or peril, or sword?' And after a little:
1:1527
Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος, οὔτε ζωὴ, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγά πης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Ἀλλ' ἐπιλείψει με ἡμέρα, τοῦ μεγάλου παιδοτρίβου τῶν τῆς εὐσεβείας ἀθλητῶν τοὺς τοιού τους λόγους συλλέγοντα
『因為我深信,無論是死、是活,是現在的事、是將來的事,是高處的、是低處的,是別的受造之物,都不能叫我們與神的愛隔絕;這愛是在我們的主基督耶穌裡的。』但若要我繼續蒐羅這位敬虔運動員的偉大教練所留下的這類話語,恐怕時日將不足夠了。
'For I am persuaded that neither death, nor life, nor things present, nor things to come, nor height, nor depth, nor any other creature, shall be able to separate us from the love of God, which is in Christ Jesus our Lord.' But the day would fail me were I to go on collecting such words of the great trainer of the athletes of piety.
1:1528
Εἰ τοίνυν οἱ πᾶν εἶδος ἀρε τῆς συνειληχότες, καὶ τὴν ἀκροτάτην αὐτῆς κορυ φὴν κατειληφότες, οὐ μόνον οὐ δυσχεραίνουσι τῆς τοῦ βίου θαλάττης τὴν ζάλην, ἀλλὰ καὶ τοῦ ῥοθίου ζέοντος, καὶ πνευμάτων καὶ καταιγίδων προσρηγνυμένων, καὶ στροβίλων διακυκώντων τὸ πέλαγος, ὡς ἐξ οὐρίων φερόμενοι διετέλεσαν εὐφραινόμενοι, καὶ ἔργον ἦν αὐτοῖς, οὐ πολυπραγμονεῖν τὰ γινόμενα, ἀλλὰ τὸν κυβερνήτην ὑμνεῖν
既然如此,那些已獲得各樣美德、並已攀上其至高頂峰的人,非但不因人生大海的風暴而心生厭煩,甚至當海浪翻騰、狂風暴雨襲來、旋渦攪動深淵之時,他們仍舊如同順風而行一般,持續歡喜快樂;他們所關心的事,不是好奇地追究所發生的一切,而是頌讚那位舵手——
If, then, those who have obtained every kind of virtue, and have laid hold of its very summit, not only do not chafe at the storm of life's sea, but even when the surf seethes, and winds and squalls break upon them, and whirlwinds churn up the deep, they continued rejoicing as though borne along by fair winds, and it was their business not to meddle inquisitively into what was happening, but to hymn the pilot—
1:1529
Τί δήποτε ὑμεῖς ἔξω τῶν κυμά των ὄντες, καὶ ἠπειρῶται μᾶλλον, ἢ θαλάττιοι, σκώπτετε τὰ γινόμενα, καὶ τοὺς μὲν ἀγωνιστὰς ἐπαινεῖτε, τοῦ δὲ ἀγωνοθέτου κατηγορεῖτε; Καὶ μὴν προσήκει τοὺς τὴν τῶν ἀθλητῶν θαυμάζοντας ἀρετὴν, στέργειν ἐκείνων τὴν ψῆφον·
那麼你們既身在波濤之外,是陸上之人而非航海之人,為何竟嘲弄所發生的事,稱讚那些選手,卻控告那競賽的裁判呢?其實,凡欽佩運動員美德的人,理當也接受他們的判決;
why then do you, who are outside the waves, being landsmen rather than seafarers, mock at what happens, praising the contestants but accusing the judge of the contest? And yet it is fitting that those who admire the virtue of the athletes should also accept their verdict;
1:1530
ἐκεῖνοι δὲ ὡς εὐεργεσίαν μεγίστην ἐδέχοντο τὴν ὑπὲρ τοῦ κηρύγ ματος δυσκληρίαν, τὰς σφαγὰς, τὰς καταλεύσεις, τοὺς ἐμπρησμοὺς, τὰς αἰκίας, τὰς λοιδορίας, τὰ δεσμωτήρια, τοὺς κινδύνους, τοὺς ἐν γῇ, τοὺς ἐν θαλάσσῃ, τοὺς ἐν πόλεσι, τοὺς ἐν ἀγροῖς, τοὺς ἐκ τῶν οἰκείων, τοὺς ἐκ τῶν ἀλλοτρίων
而那些人,卻將他們為福音的緣故所遭受的一切艱難,視為最大的恩惠——那些屠殺、石擊、焚燒、虐待、辱罵、監禁,那些在陸上、在海上、在城中、在鄉野、來自親屬、來自外人的種種危險。
and those men received as the greatest benefaction the hardship they endured for the sake of the proclamation—the slaughters, the stonings, the burnings, the maltreatments, the reviling, the imprisonments, the dangers on land, the dangers at sea, the dangers in the cities, the dangers in the country, the dangers from kinsmen, the dangers from strangers.
1:1531
Ἐπειδὴ δὲ εἰς τούτους ἐξέβημεν τοὺς λόγους, φέρε καὶ περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως μικρὰ διεξέλθωμεν, ὃ κεφάλαιόν ἐστι μέγιστον τῆς τοῦ Θεοῦ περὶ τοὺς ἀνθρώπους κηδεμονίας
既然我們已論述到這些話題,來吧,讓我們也簡要地論述我們救主的道成肉身,這乃是神眷顧世人一事中最重要的一章。
But since we have come out into these considerations, come, let us also briefly go through the incarnation of our Savior, which is the greatest chapter of God's care for mankind.
1:1532
Οὐδὲ γὰρ οὕτως αὐτοῦ δείκνυσι τὴν ἀμέτρητον ἀγαθότητα οὐρανὸς, καὶ γῆ, καὶ θάλαττα, καὶ ἀὴρ, καὶ ἥλιος, καὶ σελήνη, καὶ ἀστέρες, καὶ πᾶσα ἡ ὁρωμένη καὶ ἀό ρατος κτίσις, λόγῳ μόνῳ δημιουργηθεῖσα, μᾶλλον δὲ ἅμα τῷ βουληθῆναι τῷ λόγῳ φανεῖσα, ὡς τὸ αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, (τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, τὸ ἀπαύγασμα τῆς δόξης, τὸν χαρακτῆρα τῆς ὑποστάσεως, τὸν ἐν ἀρχῇ ὄντα, καὶ πρὸς τὸν Θεὸν ὄντα, καὶ Θεὸν ὄντα, δι' οὗ τὰ πάντα ἐγέ. νετο), τὴν τοῦ δούλου λαβόντα μορφὴν, ἐν ὁμοιώματι ἀνθρώπου γενέσθαι, καὶ σχήματι ἀνθρώπου εὑρεθῆ ναι ὡς ἄνθρωπον, καὶ ἐπὶ τῆς γῆς ὀφθῆναι, καὶ τοῖς ἀνθρώποις συναναστραφῆναι, καὶ τὰς ἀσθενείας ἡμῶν λαβεῖν, καὶ τὰς νόσους βαστάσαι
因為即便是天、地、海、空氣、太陽、月亮、眾星,以及一切可見與不可見的受造之物——雖僅憑一言便被造成,或者說,僅因祂的旨意一動,藉著這道便顯現出來——都不曾像這件事一樣,彰顯出祂那無可測度的良善:就是神的獨生子本身——那本有神的形像者、祂榮耀的光輝、祂本質的真像、那太初就有、與神同在、且就是神、萬物都藉著祂而造的那一位——竟取了奴僕的形像,成為人的樣式,被看見具有人的形狀,如同一個人一般,顯現在地上,與世人同住,並且擔當了我們的軟弱,背負了我們的疾病。
For not even heaven, and earth, and sea, and air, and sun, and moon, and stars, and all creation both visible and invisible—brought into being by word alone, or rather, appearing the very instant he willed it, through the word—display his immeasurable goodness in the way that this does: that the Only-begotten Son of God himself—he who exists in the form of God, the radiance of his glory, the exact representation of his substance, he who was in the beginning, and was with God, and was God, through whom all things came into being—took the form of a servant, came to be in the likeness of man, and was found in the fashion of a man, as a man, and was seen upon the earth, and lived among men, and took our weaknesses upon himself, and bore our diseases.
1:1533
Καὶ ὁ μακά ριος δὲ Παῦλος τοῦτο τεκμήριον οἶδε μέγιστον τῆς τοῦ Θεοῦ περὶ τοὺς ἀνθρώπους ἀγάπης, καὶ βοᾷ λέ γων·
有福的保羅也深知這是神愛世人最大的明證,因而呼喊說:
And the blessed Paul, too, recognizes this as the greatest proof of God's love toward mankind, and cries out, saying:
1:1534
Συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ πάλιν·
『惟有基督在我們還作罪人的時候為我們死,神的愛就在此向我們顯明了。』又說:
'But God commends his own love toward us, in that while we were still sinners, Christ died for us.' And again:
1:1535
Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρ έδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσηται; Συνομολογεῖ δὲ ταῦθ' οὕτως ἔχειν καὶ ὁ θεσπέσιος Ἰωάννης·
『神既不愛惜自己的兒子,為我們眾人捨了,豈不也把萬物和祂一同白白地賜給我們嗎?』受神默示的約翰也同樣證實這些事確實如此:
'He who did not spare his own Son, but delivered him up for us all—how shall he not also, along with him, freely give us all things?' And the divinely inspired John also confirms that these things are so:
1:1536
Οὕτω γὰρ, φησὶν, ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ αὐτοῦ, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, οὐ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Ὃς τοίνυν οὐχ ἁπλῶς κήδεται τῶν ἀνθρώ πων, ἀλλὰ καὶ ἀγαπῶν κήδεται
他說:『神愛世人,甚至將祂的獨生子賜給他們,叫一切信祂的,不至滅亡,反得永生。』由此可見,祂並非僅僅單純地眷顧世人,更是出於愛而眷顧他們。
'For God so loved the world,' he says, 'that he gave his only-begotten Son for it, that whoever believes in him should not perish, but have eternal life.' He, then, does not merely care for mankind, but cares for them out of love.
1:1537
Τοσαύτη δὲ ἡ τῆς ἀγάπης ὑπερβολὴ, ὡς τὸν Υἱὸν τὸν μονογενῆ, τὸν ὁμοούσιον, τὸν ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεννηθέντα, ᾧ συνεργῷ κεχρημένος τὴν κτίσιν ἐδημιούργησεν, ἰατρὸν ἡμῖν ἀποφῆναι καὶ Σωτῆρα, καὶ δι' αὐτοῦ τῆς υἱοθεσίας ἡμῖν τὸ δῶρον χαρίσασθαι
祂的愛竟是如此過於豐盛,以至於祂使那獨生子——與祂同質、在晨星之先從腹中所生、祂曾用以為同工創造世界的那一位——向我們顯現為醫治者與救主,並藉著祂,恩賜我們兒子名分這份禮物。
So great, indeed, is the excess of his love, that he made the Only-begotten Son, the consubstantial one, begotten from the womb before the morning star, whom he employed as fellow-worker in creating the world, to appear to us as physician and Savior, and through him graciously bestowed on us the gift of adoption.
1:1538
γησίαν ἐσχάτην ἐκπεπτωκότας, σοφῶς καὶ δικαίως τὴν ἡμετέραν πραγματεύεται σωτηρίαν
因為我們已從尊貴墮落至最深的地步,祂便智慧而公義地為我們成就救恩。
for us, who had fallen from our nobility to the very last extremity, he wisely and justly works out our salvation.
1:1539
Οὐ γὰρ ἠθέλησεν ἐξουσίᾳ μόνῃ τὴν ἐλευθερίαν ἡμῖν χαρί σασθαι, οὐδὲ ἔλεον μόνον ὁπλίσαι κατὰ τοῦ ἐξανδρα ποδίσαντος τῶν ἀνθρώπων τὴν φύσιν, ἵνα μὴ ἄδικον ἐκεῖνος προσαγορεύῃ τὸν ἔλεον, ἀλλὰ μηχανᾶται πόρον καὶ φιλανθρωπίας γέμοντα, καὶ δικαιοσύνῃ κεκοσμημένον
因為祂並不願單憑權柄便賜給我們自由,也不願單以憐憫來對抗那使人的本性淪為奴役的仇敵,免得那仇敵指責這憐憫為不義;反倒設計出一條既滿有仁愛、又飾以公義的道路。
For he did not wish to grant us freedom by sheer authority alone, nor to arm mere mercy against him who had enslaved the nature of man, lest that one should call the mercy unjust; but he contrives a means both full of loving-kindness and adorned with justice.
1:1540
Αὐτὴν γὰρ ἑαυτῷ τὴν ἡτ τηθεῖσαν φύσιν ἑνώσας, εἰς τοὺς ἀγῶνας εἰσάγει, καὶ παρασκευάζει τὴν ἧτταν ἀνακαλέσαι, καὶ τὸν κακῶς πάλαι νενικηκότα καταγωνίσασθαι, καὶ τοῦ πικρῶς δουλωσαμένου καταλῦσαι τὴν τυραννίδα, καὶ τὴν προτέραν ἐλευθερίαν ἀναλαβεῖν
因為祂使那已然戰敗的本性與自己聯合為一,領它進入競技場,使它預備好挽回那次的失敗,並在戰鬥中制伏那昔日惡意得勝的仇敵,推翻那殘酷奴役者的暴政,重新奪回從前的自由。
For having united to himself that very nature which had been defeated, he leads it into the contests, and prepares it to retrieve its defeat, and to overcome in battle the one who had wickedly conquered it of old, and to overthrow the tyranny of the one who had bitterly enslaved it, and to recover its former freedom.
1:1541
Χριστὸν δὲ ὅταν ἀκούσῃς, νόει τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα μονο γενῆ Υἱὸν Λόγον, ἀνθρωπείαν περικείμενον φύσιν, καὶ μὴ νομίσῃς εὐτέλειαν τοῦ Θεοῦ τὴν κηρυττο μένην οἰκονομίαν·
當你聽見「基督」之名時,當知乃是那在萬世之先由父所生的獨生子——道,披上了人的本性;不要以為所宣講的這救贖經綸是神的卑賤。
But whenever you hear "Christ," understand the only-begotten Son, the Word, begotten of the Father before the ages, clothed about with human nature, and do not suppose that the proclaimed dispensation is a debasement of God;
1:1542
οὐδὲν γὰρ μολύνειν δύναται τὴν ἀκήρατον φύσιν
因為沒有任何事物能玷污那純淨無染的本性。
for nothing can defile that undefiled nature.
1:1543
Καὶ ὅτι ταῦτα οὕτως ἔχει, νοήσωμεν οὑτωσί
這些事確實如此,讓我們如此理解:
And that these things are so, let us understand thus:
1:1544
Ἀπεριόριστον αὐτοῦ τὴν φύσιν εἶναι καὶ φαμὲν καὶ πιστεύομεν
我們既宣稱、也相信:祂的本性是無限、不受範限的。
We both say and believe that his nature is unbounded and uncircumscribed.
1:1545
Μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος; Καί·
「我豈不充滿天地嗎?」主如此說。又說:
"Do I not fill heaven and earth?" says the Lord. And:
1:1546
Ὁ οὐ ρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Καί·
「天是我的座位,地是我的腳凳。」又說:
"Heaven is my throne, and earth the footstool of my feet." And:
1:1547
Ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς. Καὶ ὁ θεσπέσιος Παῦλος·
「地的四極都在祂手中。」神聖的保羅又說:
"In his hand are the ends of the earth." And the divinely inspired Paul says:
1:1548
Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Εἰ τοίνυν ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, κατὰ τὴν τοῦ Ἀποστόλου φωνὴν, οὐδὲν ἔστι τῆς κτίσεως μό ριον ἐστερημένον Θεοῦ
「因為我們生活、動作、存留,都在乎祂。」既然照使徒所言,我們生活、動作、存留都在祂裡面,那麼受造之物中就沒有任何一部分是被神所離棄的。
"For in him we live and move and have our being." If, then, in him we live and move and have our being, according to the Apostle's word, there is no part of creation deprived of God.
1:1549
Ἀλλ' ἐν τῇ κτίσει τὰ μὲν ἔστιν ἅγια, τὰ δὲ βέβηλα, καὶ τὰ μὲν εὐωδίας, τὰ δὲ δυσωδίας μεστά·
然而在受造界中,有些是聖潔的,有些是褻瀆的;有些充滿馨香,有些則充滿惡臭;
But in creation some things are holy, and some profane; and some are full of fragrance, and others of foul stench;
1:1550
καὶ τῶν ἀνθρώπων, οἱ μὲν εὐσεβείᾳ κοσμοῦνται, οἱ δὲ ἀνοσιουργίᾳ ἐγκαλινδοῦνται·
在人類之中,有人以敬虔為裝飾,也有人沉溺於不敬神的惡行;
and among men, some are adorned with piety, while others wallow in impious deeds;
1:1551
ὁ δὲ πάντα πληρῶν, Εὐδοκεῖ μὲν ἐν τοῖς φοβουμένοις αὐτὸν, μισεῖ δὲ πάντας τοὺς ἐργαζομένους τὴν ἀνο μίαν, καὶ ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, καὶ ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος, καὶ οὐ παροικεῖ αὐτῷ πονηρευόμενος. Οὐδὲν τοι γαροῦν τῷ ἀκηράτῳ λυμαίνεται
然而那充滿萬有者,卻喜悅敬畏祂的人,恨惡一切作惡的人,要滅絕一切說謊言的人;主厭惡好流人血、詭詐的人,惡人不得與祂同住。所以,沒有任何事物能傷害那純淨無染者。
yet he who fills all things takes delight in those who fear him, but hates all who work iniquity, and will destroy all who speak lies; the Lord abhors the bloodthirsty and deceitful man, and the wicked shall not dwell with him. Nothing, therefore, does injury to the undefiled one.
1:1552
Εἰ γὰρ οἱ τὴν ἰατρι κὴν μετερχόμενοι τέχνην, οὐ μεταλαμβάνουσι τραυ μάτων τραύματα θεραπεύοντες, ἀλλ' ὑγίειαν μὲν πραγματεύονται τοῖς ἀῤῥωστοῦσι, βλάβην δὲ οὐδε μίαν ἐκεῖθεν πορίζονται, πολλῷ μᾶλλον ὁ ἀριστο τέχνης Θεὸς ἀπαθῆ τὴν φύσιν ἔχων, καὶ τροπῆς ὑπερ τέραν, καὶ ἀλλοίωσιν οὐ δεχομένην, οὐδένα παν τελῶς ἐκ τῆς ἡμετέρας ἰατρείας εἵλκυσε μολυσμόν
假若那些行醫術的人在醫治傷口時,並不因此自己受了創傷,反倒為病者謀求康健,自身卻毫無損害;那麼那位至善的巧匠——神,其本性是不受動情、超乎變易、不容更改的,豈不更加絲毫未曾因醫治我們而沾染任何玷污?
For if those who practice the art of medicine do not themselves partake of wounds in healing wounds, but rather procure health for the sick without incurring any harm from it, how much more did God, the master craftsman—whose nature is impassible, superior to change, and admitting no alteration—draw absolutely no defilement from his healing of us.
1:1553
Θαυμάσωμεν τοίνυν αὐτὸν οὐκ ἀγγέλοις τὴν ἡμετέ ραν ἐπιτρέψαντα θεραπείαν, ἀλλ' αὐτὸν τὴν τῶν ἀνθρώπων ἀναδεξάμενον ἰατρείαν
因此,讓我們讚嘆祂:祂並沒有把醫治我們的工作交託給天使,而是親自承擔了醫治人類的工作。
Let us marvel, then, at him who did not entrust our healing to angels, but himself undertook the healing of mankind.
1:1554
Ἐπειδὴ δὲ εἰς ἑαυτὴν ἐπανῆλθεν ἡ φύσις, καὶ τὴν εἰ κόνα τὴν θείαν περικεῖσθαι σαφῶς ἐπέγνω, τηνι καῦτα λοιπὸν ἐπὶ τὴν λογικὴν μετέβη τράπεζαν ἡ τροφή
當本性回歸自身,清楚認識到自己披戴著神聖的形像時,此後其食物便轉向理性的筵席。
And since nature had returned to itself, and clearly recognized that it wore the divine image, then at that point the nourishment passed over to the rational table.
1:1555
Ἐδέξατο δὲ καὶ περιτομὴν, καὶ θυσίας προσ ενήνοχε·
祂也接受了割禮,並獻上了祭物;
He also received circumcision, and offered sacrifices;
1:1556
ἔδει δὲ τῇ φυλακῇ τοῦ νόμου, τὴν νίκην ἀποδοῦναι τὴν φύσιν
因為本性必須藉著遵守律法,來償還那勝利。
for it was necessary that nature restore the victory by keeping the law.
1:1557
Φεύ γει δὲ καὶ ἀνθρωπίνως εἰς Αἴγυπτον, πανταχοῦ παρὼν ὡς Θεὸς, καὶ τοῖς πᾶσι παριστάμενος, ὥς φησιν ἡ θεία Γραφή
祂又以人的方式逃往埃及——雖然祂身為神無所不在,並與萬有同在,正如聖經所言。
And he flees, in a human manner, into Egypt—he who as God is present everywhere and stands by all, as the divine Scripture says.
1:1558
Ἀφικνεῖται δὲ καὶ πρὸς Ἰωάννην τὸν Βαπτιστὴν, καὶ ἁμαρτίας οὐ δεξάμενος ῥύπον, ἀνέχεται τοῦ βαπτίσματος, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην
祂又來到施洗約翰那裡;祂雖未沾染罪的污穢,卻甘願受洗,為要成全一切的義。
He comes also to John the Baptist, and though he had received no stain of sin, he submits to baptism, that he might fulfill all righteousness.
← 上一段下一段 →
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。