📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 詩篇註釋

西奧多勒

詩篇註釋 第 1 章 第 11/42 段

希臘文原文.220 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2522–1:2741(全章共 10218 節)

← 上一段下一段 →
1:2522
καὶ . ἀλγηδών μου ἐνώπιόν μού ἐστι διὰ παντός. Ἄξιόν με, φησὶ, μαστίγων ἁμαρτία πεποίηκε·
「我的痛苦常在我面前。」他說,罪使我配受鞭打;
'And my pain is ever before me.' Sin, he says, has made me worthy of scourges;
1:2523
διόπερ ἐμαυτὸν ὑποτίθημι ταῖς τιμωρίαις·
因此我甘願承受這些懲罰;
wherefore I submit myself to the punishments;
1:2524
ἐφίεμαι γὰρ τῆς θεραπείας, ταῖς τῆς ἁμαρτίας ὀδύναις κεντού μενος
因為我被罪的劇痛所刺,切望得著醫治。
for I long for healing, being pierced by the pangs of sin.
1:2525
Οἱ δὲ ἐχθροί μου ζῶσι, καὶ κεκραταίων ται ὑπὲρ ἐμέ·
「但我的仇敵仍然活著,且比我強盛;」
'But my enemies live, and are made stronger than I;'
1:2526
καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως
「無理恨我的人也加增了。」
'and they that hate me unjustly are multiplied.'
1:2527
Ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. Πάλιν τὸν Ἀβεσσα λὼμ διὰ τούτων παραδηλοῖ, τὰς κρίσεις αὐτοῦ δια βάλλοντα καὶ ἀδίκους ἀποκαλοῦντα
「他們毀謗我,因我追求良善。」他藉這些話再次暗指押沙龍,就是那毀謗他的審判、稱之為不義的人。
'They slandered me, because I pursued goodness.' Again through these words he alludes to Absalom, who slandered his judgements and called them unjust.
1:2528
Καὶ ἐπειδὴ υἱὸς ἦν πατροκτόνος γενέσθαι φιλονεικῶν, εἰκότως ἐπήγαγε·
既是一個兒子力圖弒父,他便合宜地接著說:
And since it was a son striving to become his father's murderer, fittingly he added:
1:2529
Καὶ ἀπέῤῥιψάν με τὸν ἀγαπητὸν, ὡς νεκρὸν ἐβδελυγμένον
「他們把我這蒙愛的丟棄了,如同可憎的屍首。」
'And they cast me out, the beloved, as an abominable corpse.'
1:2530
Ὃν γὰρ ἀγαπᾷν ἔδει κατὰ τοὺς τῆς φύσεως νόμους, τοῦτον ὡς δυσώδη νεκρὸν ἐμυσάττετο
那按著自然的律法本當被愛的人,他竟厭惡如同發臭的屍首。
For him whom by the laws of nature it behoved to love, this one loathed as a foul-smelling corpse.
1:2531
Μὴ ἐγκαταλίπῃς με, Κύριε Θεός μου, μὴ ἀποστῇς ἀπ' ἐμοῦ
「耶和華我的神啊,求你不要離棄我;不要遠離我。」
'Forsake me not, O Lord my God; depart not from me.'
1:2532
Εἰς τὸ τέλος, τῷ Ἰδιθούμ·
「交與伶長耶杜頓。」
'For the end, for Idithun.'
1:2533
Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου·
「我曾說:我要謹守我的道路,免得我用舌頭犯罪;」
'I said, I will take heed to my ways, that I sin not with my tongue;'
1:2534
ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρ τωλὸν ἐναντίον μου
「當惡人在我面前的時候,我要用嚼環勒住我的口。」
'I set a guard upon my mouth, while the sinner stood before me.'
1:2535
Πολλὴν γὰρ, φησὶ, προμήθειαν τῆς γλώττης ἐποιήσατο·
他說,他對舌頭大加防範;
For he took great forethought, he says, concerning the tongue;
1:2536
εὐόλισθον τοῦτο διαφερόντως τὸ μόριον ἐπιστάμενος, καὶ οἷόν τινι τειχίῳ ταύτην ἀεὶ περιβάλλων
因深知這肢體格外容易失足,便總是如同用牆垣將它圍護。
knowing this member to be especially prone to slipping, and ever surrounding it as with a wall.
1:2537
Οὐχ ἥκιστα δὲ, ἡνίκα Σεμεεὶ οὐδὲν ἠδικημένος ἀντέστη·
尤其是當示每毫無被虧負卻起來抵擋他的時候;
And not least when Shimei, though in no way wronged, set himself against him;
1:2538
αὐτὸν γὰρ ἁμαρτωλὸν, ὡς ἄδικον ὀνομάζει·
因他稱那人為惡人,指其不義。
for he names him a sinner, as being unjust.
1:2539
εἴπερ ἴδοι Κύριος τὴν ταπεί νωσίν μου, καὶ ἐξελῆταί με σήμερον ἐκ χειρὸς τῶν ἐχθρῶν μου
「或者耶和華顧念我的卑微,今日救我脫離仇敵的手。」
'if perchance the Lord should look upon my humiliation, and deliver me this day from the hand of my enemies.'
1:2540
Τοῦτο κἀνταῦθα λέγει, ὅτι Κωφῷ ἐῴκειν παντελῶς οὐκ ἀκούοντι, καὶ ἐταπείνωσα ἐμαυτὸν, τὸ ἐντεῦθεν κέρδος προσμένων
他在此也如此說:「我就像個全然不聽的聾子」,我也謙卑自己,期待從中得著益處。
This he says here also, that 'I became like a deaf man that hears not at all,' and I humbled myself, awaiting the gain that comes thereby.
1:2541
Καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη. Ὑπ' ἐκείνου, φησὶ, λοιδορού μενος, τῆς ὑπ' ἐμοῦ τολμηθείσης ἁμαρτίας ἦλθον εἰς μνήμην, καὶ ταῖς ἐντεῦθεν ἀκίσιν ἐβαλλό μην, λογιζόμενος ὅτι ταύτης ἕνεκα καὶ λοιδοροῦ μαι, καὶ τυραννοῦμαι, καὶ τῶν βασιλειῶν ἐξελαθεὶς, φεύγειν ἀναγκάζομαι
「我的痛苦又發作了。」他說,被那人辱罵,使我想起我所膽敢犯下的罪,並被隨之而來的箭刺透,思想我正是因這罪才被辱罵、被欺壓、被逐出王位、被迫逃亡。
'And my grief was renewed.' Being reviled by that man, he says, I came to the remembrance of the sin I had dared to commit, and was smitten by the darts thereof, reckoning that it was on this account that I am reviled, and tyrannized over, and driven from the kingdom, and compelled to flee.
1:2542
Καὶ ταῦτα δὲ πολλὴν ἔχει πρὸς τὴν ἱστορίαν συγγένειαν
這些話與歷史也極為相合。
And these things too have much kinship with the history.
1:2543
Ἐθερμάνθη καρδία μου ἐντός μου, καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ. Τοῦτο . Σύμμαχος οὕτως ἡρμήνευσεν·
「我的心在我裡面發熱;我默想的時候,火就燒起。」這句話西馬庫斯如此翻譯:
'My heart grew hot within me, and in my meditation a fire shall be kindled.' This Symmachus rendered thus:
1:2544
Ἐξεθερμάνθη καρδία μου ἐντός μου, ἐν τῷ ἀναπολεῖν με, ἀνεκαιόμην πυρὶ
「我的心在我裡面發熱;我沉思之際,就被火焚燒。」
'My heart was made hot within me; while I mused, I was set on fire with flame.'
1:2545
Ἀναμιμνησκόμενος, φησὶ, τῆς ἁμαρτίας μου, τῷ τῆς ἀθυμίας ἐνεπιμπράμην πυρί
他說,我一想起我的罪,就被憂愁的火所焚燒。
Remembering my sin, he says, I was set ablaze with the fire of despondency.
1:2546
Ἐλάλησα ἐν γλώσσῃ μου, Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου·
「我便用舌頭說話:耶和華啊,求你叫我曉得我身之終;」
'I spoke with my tongue: Make known to me, O Lord, my end;'
1:2547
καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου, τίς ἐστιν·
「並我的壽數幾何,」
'and the number of my days, what it is.'
1:2548
Πρὸς μὲν οὖν τὸν λοιδορούμενον ἀπεκρινάμην οὐδὲν, τὸν δὲ τῶν ὅλων ἱκέτευσα Κύριον, δῆλόν μοι ποιῆσαι τῆς ζωῆς μου τὸ τέλος, σφόδρα τῆς τελευτῆς ἐφιέμενος
那麼,對那辱罵我的人我一言不答,卻懇求萬有的主,使我明白我生命的終局,因我極其切望離世。
To him that reviled me, then, I answered nothing, but I besought the Lord of all to make plain to me the end of my life, greatly longing for my departure.
1:2549
Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου, καὶ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου. Τοῦτο πάλιν Σύμμαχος οὕτως ἡρμήνευσεν·
「看哪,你使我的年日窄如手掌;我一生的年數,在你面前如同無有。」這句話西馬庫斯又如此翻譯:
'Behold, thou hast made my days as handbreadths, and my substance is as nothing before thee.' This again Symmachus rendered thus:
1:2550
Ἰδοὺ ὡς σπιθαμὰς ἔδωκας τὰς ἡμέρας μου, καὶ βίωσίς μου ὡς οὐδὲν ἀντικρύς σου
「看哪,你使我的年日僅如指距;我的一生在你面前如同無有。」
'Behold, thou hast granted my days as spans, and my life is as nothing over against thee.'
1:2551
Ἐφίεμαι δὲ τελευτῆς, οὐ μακρόβιον τὴν ἀνθρωπείαν ἐπιστά μενος φύσιν
我切望死亡,因知人的本性並不長久。
And I long for death, knowing human nature not to be long-lived.
1:2552
γὰρ ἡμετέρα βιοτὴ οὐδὲ συνεστά ναι δοκεῖ τῇ σῇ παραβαλλομένη ζωῇ
因為我們的生命,與你的生命相比,甚至似乎全無實存。
For our life does not even seem to have subsistence when compared with thy life.
1:2553
Σὺ μὲν γὰρ ἄναρχος καὶ ἀπέραντος, δὲ ἡμέτερος βίος οἷόν τισι σπιθαμαῖς καὶ παλαισταῖς ἐκμετρεῖται
因你無始無終,我們的一生卻好似用指距與手掌來量度。
For thou art without beginning and without end, but our life is measured out as it were by spans and handbreadths.
1:2554
Ὅτι χίλια ἔτη ὑπὸ ὀφθαλμοῖς σου, Κύριε, ὡς ἡμέρα ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Καὶ ἀλλαχοῦ τῶν οὐρανῶν καὶ τῆς γῆς μνημονεύ σας, Αὐτοὶ, φησὶν, ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται·
「主啊,在你眼中,千年如已過的昨日,又如夜間的一更。」他在別處提到諸天與大地時說:「天地都要滅沒,你卻長存;天地都要像衣服漸漸舊了;」
'For a thousand years in thine eyes, O Lord, are as the day of yesterday which is past, and as a watch in the night.' And elsewhere, making mention of the heavens and the earth, he says: 'They shall perish, but thou endurest; and they all shall wax old as a garment;'
1:2555
καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται·
「你要將天地捲起如同外袍,天地就都改變了。」
'and as a mantle thou shalt roll them up, and they shall be changed.'
1:2556
Μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται
「世人行動實係幻影;他們忙亂真是枉然。」
'Surely man walks about as an image; yet in vain is he troubled.'
1:2557
Θησαυρίζει, καὶ οὐ γινώ σκει τίνι συνάξει αὐτά. Οὐδὲν, φησὶ, τῶν ἐν εἰκόνι γεγραμμένων οἱ ζῶντες διαφέρουσιν ἄνθρω ποι·
「他積蓄財寶,不知將來有誰收取。」他說,活著的人與畫在圖像中的人毫無分別;
'He heaps up treasure, and knows not for whom he shall gather it.' In nothing, he says, do the living differ from men painted in an image;
1:2558
ὁμοίως γὰρ καὶ τούτων κἀκείνων φύσις ὑποῤῥεῖ τῷ χρόνῳ καὶ διαφθείρεται
因為這些人與那些人的本性,都同樣隨時間流逝而朽壞。
for the nature of both these and those alike flows away with time and is corrupted.
1:2559
Ἀλλ' ὅμως οὐ δὲν ἧττον διαταράττονται φιλονεικοῦντες, διαμα χόμενοι, πολεμοῦντες, ἐμπορευόμενοι·
然而他們仍舊照樣忙亂,彼此爭競、爭鬥、交戰、經商;
But nevertheless they are none the less troubled, contending, striving, warring, trading;
1:2560
καὶ ζάλης ἅπας βίος μεστὸς, τέλος ἔχων τὸν θάνατον·
整個人生充滿風浪,以死亡為終局;
and the whole of life is full of tempest, having death for its end;
1:2561
σὺν πόνῳ δὲ πολλῷ καὶ ἱδρῶτι τὸν πλοῦτον ἀθροίζοντες, τὸν ἐσόμενον οὐκ ἴσασι κληρονόμον
他們以許多勞苦與汗水積攢財富,卻不知將來承受的人是誰。
and gathering wealth with much toil and sweat, they know not who shall be the heir to come.
1:2562
Τοῖς γὰρ ἐκ τῶν πολέμων λαφύ ροις, καὶ τῷ παρὰ τῶν ἀλλοφύλων φερομένῳ δα. σμῷ, μεγίστην καὶ περιφανῆ λίαν ἀποφήνας τὴν βασιλείαν, ἠγνόει τοῦ παιδὸς τὴν δυσσεβῆ καὶ παρά νομον γνώμην
因他藉著戰爭的擄物與外邦人所納的貢賦,使他的國度極其偉大顯赫,卻不知他兒子那不敬虔、不法的心意。
For having, by the spoils of war and the tribute brought from foreign peoples, shown his kingdom to be very great and illustrious, he was ignorant of the impious and lawless purpose of his son.
1:2563
Εἶτα θεασάμενος αὐτὸν ἐγκρατῆ τῶν βασιλειῶν γινόμενον, καὶ τὸν ἀποκείμενον σφετε ρισάμενον πλοῦτον, τὴν θαυμασίαν ἀφῆκε φωνὴν, Πλὴν μάτην ταράσσεται, θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά
後來,見那人得掌王權,並將所積蓄的財富據為己有,他便發出那奇妙的話說:「他忙亂真是枉然;他積蓄財寶,不知將來有誰收取。」
Then, seeing him become master of the kingdom, and appropriating to himself the treasured wealth, he uttered that wonderful saying: 'Surely in vain is he troubled; he heaps up treasure, and knows not for whom he shall gather it.'
1:2564
Καὶ νῦν τίς ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. Πᾶσιν ἐκείνοις ἐῤῥῶσθαι φράσας, τὴν παρὰ σοῦ προσμένω βοήθειαν
「主啊,如今我等候什麼呢?豈不是等候你嗎?我的指望在乎你。」我既向這一切告別,就專等從你而來的幫助。
'And now what is my patience? Is it not the Lord? And my substance is from thee.' Having bidden farewell to all those things, I await the help that comes from thee.
1:2565
Τὴν δὲ ὑπόστασιν Ἀκύλας καραδοκίαν εἴρηκεν·
「指望」一詞,亞居拉譯作「期待」;
'Substance' Aquila rendered as 'expectation';
1:2566
ἀντὶ τοῦ, Σὲ καραδοκῶ περισκοπῶν, τὴν σὴν εὐμένειαν ἀναμένω
意即:我在守望中等待你,盼望你的恩眷。
as if to say, Thee do I await, keeping watch, awaiting thy favour.
1:2567
Εἶτα τὴν αἰτίαν τῶν ἀλγει νῶν ὑποδείκνυσιν
接著他指出他痛苦的緣由。
Then he indicates the cause of his pains.
1:2568
Ἀπὸ πασῶν τῶν ἀνομιῶν ῥυσαί με. Καὶ τοῦ Σεμεεὶ πάλιν φέρει τὴν μνήμην·
「求你救我脫離一切的過犯。」他又提起示每;
'Deliver me from all my iniquities.' And again he brings to mind Shimei;
1:2569
Ὄνειδος ἄφρονι ἔδωκάς με. Σφόδρα καὶ τοῦτο τοῖς ἐν τῇ ἱστορίᾳ εἰρημένοις συμβαίνει·
「你使我成為愚昧人所羞辱的。」這話也與歷史所記的極為相合;
'Thou hast made me a reproach to the foolish.' This too accords greatly with the things said in the history;
1:2570
Ἐκωφώθην, καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ ἐποίησας. Σοῦ γὰρ, φησὶ, συγχωρήσαν τος, πεπαρῴνηκεν ἐκεῖνος·
「我默然不語,並不開口,因為這是你所作的。」他說,因你的許可,那人才狂妄辱罵;
'I was made dumb, and opened not my mouth, for thou didst it.' For with thy permission, he says, that man raged drunkenly;
1:2571
καὶ μὲν ἐῴκει μάστι γι, σὺ δὲ δι' ἐκείνης τὴν παιδείαν ἐπέφερες
他好比一條鞭子,你卻藉著他施行管教。
and he was like a scourge, while thou didst through him bring chastisement.
1:2572
Προσφυῶς δὲ μάλα καὶ τὰ ἐπαγόμενα τέθεικεν
他又極為貼切地加上下面的話。
And very aptly did he add what follows.
1:2573
Ἀπόστησον ἀπ' ἐμοῦ τὰς μάστιγάς σου
「求你把你的責罰從我身上挪去;」
'Remove thy scourges from me;'
1:2574
τῷ πλήθει γὰρ τῶν μαστίγων κατηναλώθην
因我被眾多的鞭打所消耗。
for by the multitude of the scourges I was consumed.
1:2575
Ἐν ἐλεγμοῖς ὑπὲρ ἀνομίας ἐπαίδευ σας ἄνθρωπον, καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυ χὴν αὐτοῦ. Οὐκ εἰκῆ, φησὶ, καὶ μάτην κέχρησαι ταῖς παιδείαις, ἀλλὰ διελέγχων τὰ ἐπταισμένα, καὶ ἰατρικῶς τέμνων, καὶ ἐξάγων τὸν κεκρυμμένον ἰχῶρα·
「你因人的罪惡懲罰他,責備他,叫他的美貌消滅如蛛網。」他說,你施行管教並非徒然無益,乃是責備過犯,如醫者施刀,引出潛藏的膿血;
'With rebukes for iniquity thou hast chastened man, and thou hast made his soul to melt away like a spider's web.' Not idly, he says, nor in vain hast thou employed the chastisements, but reproving the transgressions, and cutting as a physician, and drawing out the hidden matter;
1:2576
καὶ ταῖς μὲν ἐκ τῆς θεραπείας κατα τήκεις ὀδύναις, ὑγίειαν δὲ πραγματεύῃ τοῖς τεμνομένοις
你藉治療之苦使他們消融,卻為受刀者成就了健康。
and by the pains of the treatment thou meltest them away, yet workest health for those who are cut.
1:2577
Πλὴν μάτην ταράσσεται πᾶς ἄν θρωπος. Ταῦτα τοίνυν παρ' ἐμαυτῷ λογιζόμε νος, εἰς οὐδὲν δέον ὁρῶ τοὺς ἀνθρώπους ὑπὲρ προσκαίρων ταραττομένους πραγμάτων
「世人忙亂真是枉然。」那麼,我在自己心裡思想這些事,就看見人為那些暫時的事物毫無益處地忙亂。
'Surely every man is troubled in vain.' Considering these things, then, within myself, I see men troubling themselves over transient matters to no purpose.
1:2578
Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου·
「耶和華啊,求你聽我的禱告,留心聽我的呼求;」
'Hear my prayer, O Lord, and my supplication;'
1:2579
ἐνώτισαι τῶν δακρύων μου·
「側耳聽我的眼淚;」
'give ear to my tears;'
1:2580
μὴ παρασιωπήσῃς, ὅτι πάροικος ἐγώ εἰμι, καὶ. παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου
「求你不要靜默無聲,因為我在你面前是客旅,是寄居的,像我列祖一般。」
'be not silent, for I am a sojourner with thee, and a stranger, as were all my fathers.'
1:2581
Οὐδὲ γὰρ κατοικῶ τὴν γῆν, ἀλλὰ παροι κῶ, καὶ τοῖς πατράσι παραπλησίως, ὀλίγον βιώσας χρόνον, τὸν θάνατον δέξομαι
因我並非長住地上,乃是寄居;且像我列祖一樣,活了短短的時日,就要面對死亡。
For I do not dwell in the earth, but sojourn, and like my fathers, having lived a short time, I shall receive death.
1:2582
Μικρᾶς τοίνυν ἀνακω χῆς μοι μετάδος, ἵνα ὀλίγας γοῦν ἡμέρας δίχα ὀδύ νης βιώσω, πρὶν τόνδε τὸν βίον ὑπεξελθεῖν
因此求你給我些許的舒緩,好叫我在離開此生以前,至少能有幾日脫離痛苦地活著。
Grant me, then, a little respite, that I may live even a few days free from pain, before I depart from this life.
1:2583
Ἐξελ θὼν γὰρ οὐκ ἀναστρέψω
「因我一去,就不再回來。」
'For having gone forth, I shall not return.'
1:2584
Τοῦτο γὰρ εἶπεν, οὐκ έτι οὐ μὴ ὑπάρξω, τουτέστι, πρὸς τὸν φθαρτὸν τοῦ τον οὐκ ἀναστρέψω βίον
他這樣說,並非指「我將全然不再存在」,而是指:我不再回到這朽壞的生命。
For he said this, not 'I shall no longer exist at all,' that is, I shall not return to this corruptible life.
1:2585
Τῷ ὄντι γὰρ σοφίας μεστὰ τὰ ῥήματα, καὶ τὴν φύσιν τῶν ὄντων ἐπισταμένης, καὶ τούτου χάριν τῆς παρ ούσης εὐημερίας καταφρονούσης
這些話實在滿有智慧,出於明白萬有本性、因而輕看今世興盛之人。
For in truth the words are full of wisdom, and of one who understands the nature of things that are, and for this reason despises the present prosperity.
1:2586
ἐπειδὴ κἀκεῖνος καὶ οὗτος εἰς λάκκον ἐβλήθησαν, μέμνηται δὲ λάκκου τοῦ ψαλμοῦ τὸ προοίμιον·
因為那人與這人都被扔在坑中,而詩篇的序言也提到坑;
since both that man and this one were cast into a pit, and the introduction of the psalm makes mention of a pit;
1:2587
καὶ τῷ ἑνὶ προσεσχηκότες ῥητῷ, εἰς ἐκείνην ἐτράποντο τὴν διάνοιαν
他們既緊抓這一句話,便轉向那種解釋。
and clinging to this one saying, they turned to that interpretation.
1:2588
Τινὲς δὲ τοῖς οἰκήσασι τὴν Βαβυλῶνα δορυαλώτοις ἁρμότ τειν ἔφασαν τὸν ψαλμόν
但有些人說,這詩篇合乎那些被擄住在巴比倫的人。
But some have said that the psalm fits those taken captive who dwelt in Babylon.
1:2589
ἀναφέρεσθαι δὲ καὶ εἰς ἅπασαν τῶν ἀνθρώπων τὴν φύσιν, ὑπὸ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὰς τῆς ἀναστάσεως δεξαμένην ἐλπίδας
又說它也指向全人類的本性,就是那從神和我們救主領受了復活盼望的本性。
and that it also refers to the whole nature of mankind, which has received from God and our Saviour the hopes of the resurrection.
1:2590
Εἰς δὲ ταύτην ἡμᾶς ποδηγεῖ τὴν διάνοιαν θεσπέσιος Παῦλος, ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ῥητῶν ἐνίων μνησθείς
那受神默示的保羅,在希伯來書中提到其中若干話語,正引導我們歸向這一解釋。
And to this interpretation the divinely-inspired Paul guides us, in the Epistle to the Hebrews, having called to mind certain of these sayings.
1:2591
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι
「我等候耶和華,我專心等候,祂便垂顧我。」
'Waiting I waited for the Lord, and he gave heed to me.'
1:2592
σύμφωνα γάρ ἐστι τῷ προτεταγμένῳ ψαλμῷ
因為這篇詩與前面所排列的那一篇彼此和諧一致。
For this psalm is in harmony with the one set before it.
1:2593
Ἐν ἐκείνῳ μὲν γὰρ ἔλεγεν·
因為在那一篇裡他說:
For in that one he said:
1:2594
Εἰσάκουσον τῆς προσευχῆς μου, Κύριε, καὶ τῆς δεήσεώς μου·
「耶和華啊,求祢聽我的禱告,留心聽我的懇求;」
'Hear my prayer, O Lord, and my supplication;'
1:2595
ἐνώτισαι τῶν δακρύων μου·
「側耳聽我的眼淚;」
'give ear to my tears;'
1:2596
μὴ παρασιωπήσῃς, καὶ ἄνες μοι ἵνα ἀναψύξω πρὸ τοῦ με ἀπελθεῖν, καὶ οὐ κέτι οὐ μὴ ὑπάρξω. Καὶ ἀνωτέρω δὲ ἔφη·
「求祢不要靜默無聲,求祢寬容我,好讓我在離世歸於無有之先得以舒暢。」而在稍前他又說:
'do not keep silence, but grant me relief that I may find refreshment before I depart and am no more.' And a little earlier he had said:
1:2597
Καὶ νῦν τίς ὑπομονή μου; οὐχὶ Κύριος; καὶ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν. Ἐνταῦθα δὲ, ὡς τῆς ἱκε τείας δεχθείσης, καὶ τῆς αἰτήσεως δοθείσης, Ὑπο μένων, φησὶν, ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Ἀπεστραμμένος γὰρ τὴν ἁμαρτίαν, εὐμενές μοι πρόσωπον ἔδειξε, καὶ εἰσήκουσε τῆς δεήσεώς μου
「如今我等候甚麼呢?豈不是等候主嗎?我的指望在乎祢。」但在這裡,彷彿他的懇求已蒙悅納、他的祈求已蒙應允,他說:「我等候耶和華,我專心等候,祂便垂顧我。」因為祂使我轉離了罪,向我顯出恩慈的面容,並垂聽了我的懇求。
'And now what is my patient waiting? Is it not the Lord? And my very substance is from you.' But here, as though his entreaty had been received and his petition granted, he says, 'Waiting I waited for the Lord, and he gave heed to me.' For having turned me away from sin, he showed me a gracious countenance and hearkened to my supplication.
1:2598
Καί τι πεποίηκεν εἰσακούσας; Καὶ ἀνήγα γέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος.. Οὕτω δὲ τοὺς μεγίστους κινδύνους σύνηθες ὀνομά ζειν τῇ θείᾳ Γραφῇ, καθὰ καὶ ἤδη προειρήκαμεν
祂垂聽以後又做了甚麼呢?「祂從禍患的坑裡、從淤泥中把我拉上來。」聖經慣於這樣稱呼最大的危難,正如我們先前已經說過的。
And what did he do when he had hearkened? 'And he brought me up out of a pit of misery, and out of miry clay.' It is customary for the divine Scripture thus to name the greatest dangers, as we have already stated before.
1:2599
Τῶν δὲ κινδύνων ἀπαλλάξας, τί σοι πάλιν κεχάρι σται; Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου. Οὐ γὰρ εἴασέ με κλονεῖσθαι καὶ περιφέρεσθαι, ἀλλ' ἑδραίαν μοι τὴν στάσιν εἰργάσατο
祂既救你脫離危難,又進一步恩賜了你甚麼呢?「祂使我的腳立在磐石上。」因為祂不容我搖動漂蕩,反倒使我站立得穩固。
And having delivered you from the dangers, what further did he graciously grant you? 'And he set my feet upon a rock.' For he did not allow me to be shaken and carried about, but made my standing firm.
1:2600
Ἐπὶ ταύτῃ γὰρ, φησὶ, πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. –Καὶ κατεύθυνε τὰ διαβήματά μου. Ἀκωλύτως με τρέχειν εἰς τὴν τῆς δικαιοσύνης ὁδὸν παρεσκεύασε
祂說:「我要把我的教會建造在這磐石上,陰間的門不能勝過它。」——「又使我的腳步穩當。」祂使我得以毫無阻攔地奔向公義的道路。
'For upon this rock,' he says, 'I will build my Church, and the gates of Hades shall not prevail against it.' — 'And he directed my steps.' He prepared me to run unhindered into the way of righteousness.
1:2601
Τῆς γὰρ πλάνης ἐλευθερώσας, τὴν εὐθεῖαν ὑπ έδειξε τῆς ἀληθείας ὁδόν
因為祂使我脫離了迷惑,向我指明了真理的正直道路。
For having freed me from error, he showed me the straight way of truth.
1:2602
Καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινὸν, ὕμνον τῷ Θεῷ ἡμῶν. Ἀντὶ γὰρ τῆς δυσσεβοῦς τῶν εἰδώλων λατρείας τὸν ὄντα Θεὸν ἐδιδάχθην ὑμνεῖν, καὶ προσφέρειν ᾆσμα, οὐ παλαιὸν, ἀλλὰ καινὸν, καὶ ταῖς καιναῖς εὐεργεσίαις συμβαῖνον
「祂使我口唱新歌,就是讚美我們神的詩歌。」因為我得了教導,不再敬拜偶像那不虔的敬奉,反倒歌頌那真實的神,並獻上詩歌,不是舊的,乃是新的,與那些新的恩惠相配。
'And he put in my mouth a new song, a hymn to our God.' For in place of the impious worship of idols I was taught to hymn the true God, and to offer a song not old but new, and befitting the new benefactions.
1:2603
Οὐκέτι γὰρ θρηνῳδῶν ἱκετεύω, ἀλλ' ἐπὶ ταῖς εὐερ γεσίαις ὑμνῶ
因為我不再哀哭懇求,乃是為著那些恩惠而歌唱讚美。
For no longer do I supplicate with lamentation, but I sing hymns over the benefactions.
1:2604
Ἁρμόττει δὲ διαφερόντως τῇ φύσει τῶν ἀνθρώπων, εἰς αὐτὸν κατενεχθείσῃ τὸν τῆς ἁμαρτίας πυθμένα, καὶ τῷ θανάτῳ παραπεμφθείσῃ, καὶ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως ἀνιμηθείσῃ, καὶ δεξαμένῃ τῆς ἀναστάσεως τὰς ἐλπίδας, λέγειν, Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι
而且這話尤其適合人的本性來說——這本性已沉淪到罪的深淵底處,被交付於死亡,卻藉著我們救主的道成肉身被拉上來,並領受了復活的盼望——因此可以說:「我等候耶和華,我專心等候,祂便垂顧我。」
And it is especially fitting for the nature of human beings — which has sunk down into the very depth of sin, and has been consigned to death, and through the incarnation of our Saviour has been drawn up, and has received the hopes of the resurrection — to say, 'Waiting I waited for the Lord, and he gave heed to me.'
1:2605
Καὶ εἰσ ήκουσέ μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπω ρίας. Λάκκος δὲ ταλαιπωρίας εἰκότως θάνατος ἐκλήθη, φθορᾶς ὑπάρχων μεστός·
「祂垂聽了我,把我從禍患的坑裡拉上來。」死亡被恰當地稱為禍患的坑,因為它充滿了朽壞;
'And he hearkened to me, and brought me up out of a pit of misery.' Death is fittingly called a pit of misery, being full of corruption;
1:2606
πηλός δὲ ἰλύος, ἁμαρτία, ὡς δυσοσμίαν ἀφιεῖσα πολλὴν, καὶ τὸν εὐθυτενῆ τῶν ἀνθρώπων ἐπέχου σα δρόμον
而那淤泥就是罪,因為它發出極大的惡臭,並攔阻人正直的路程。
and the miry clay is sin, as sending forth a great stench and impeding the straight course of human beings.
1:2607
Ὄψονται πολλοὶ, καὶ φοβηθήσονται, καὶ ἐλπιοῦσιν ἐπὶ Κύριον. Ἐπειδὴ εἰς τῶν τῆς σωτηρίας ἀπολελαυκότων τὸ πρόσωπον ταῦτα διέξεισιν, εἰκότως Προφήτης ἔφη, ὅτι οἱ μηδέπω γεγευσμένοι τῶν ἀγαθῶν, θεωροῦντες καὶ φοβηθήσονται, ὡς ἤδη μὴ προσεληλυθότες, καὶ τῇ ἐλπίδι κρατυνθέντες, τῆς παρὰ τοῦ Θεοῦ τεύ ξονται σωτηρίας
「許多人必看見而懼怕,並要倚靠耶和華。」既然他是以一位已經得享救恩之人的口吻述說這些事,先知便恰當地說:那些尚未嘗到美善之人,看見這些,也必懼怕,因為他們還未曾親近,卻要因盼望得著堅固,從神那裡獲得救恩。
'Many shall see, and shall fear, and shall hope in the Lord.' Since he recounts these things in the person of one who has enjoyed salvation, the Prophet fittingly said that those who have not yet tasted the good things, beholding them, shall also fear, as not yet having drawn near, and, being strengthened by hope, shall obtain salvation from God.
1:2608
Μακάριος ἀνὴρ, οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ, καὶ οὐκ ἐπέβλεψεν εἰς ματαιότητας καὶ μανίας ψευδεῖς. Τῶν ματαιοτήτων τούτων ἐμνημόνευσεν Προφήτης, καὶ ἐν τῷ πρὸ τούτου ψαλμῷ·
「那以耶和華的名為所倚靠、不理會虛妄和虛假狂妄之事的人,便為有福。」先知在前面那一篇詩裡也提到了這些虛妄之事:
'Blessed is the man whose hope is the name of the Lord, and who has not looked to vanities and false frenzies.' The Prophet made mention of these vanities also in the psalm before this one:
1:2609
Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄν θρωπος ζῶν. Καὶ πάλιν, Πλὴν μάτην ταράσσε. ται Κἀνταῦθα τοίνυν μακαρίζει τὸν τῶν μὲν παρ όντων καταφρονήσαντα, τὴν ἐλπίδα δὲ τὴν θείαν ἀντὶ πάντων κτησάμενον
「其實,各人一生的日子,全是虛空。」又說:「他忙亂原是枉然。」所以在這裡,他也稱那藐視今世之事、卻以那屬神的盼望代替萬有而得著它的人為有福。
'Yet every living man is altogether vanity.' And again, 'Yet he is troubled in vain.' Here too, then, he pronounces blessed the one who has despised present things, but has gained the divine hope in place of all.
1:2610
οὐκ ἔστι τίς ὁμοιωθήσεταί σοι
「沒有一個能比得上祢。」
'there is none who shall be likened to you.'
1:2611
Ἀπήγγειλα καὶ ἐλάλησα, ἐπλη θύνθησαν ὑπὲρ ἀριθμόν. Νικᾷ, φησὶν, ἀριθμὸν καὶ πᾶσαν διήγησιν τὰ ὑπὸ τῆς σῆς δυνάμεως γενό μενα θαύματα
「我要傳說宣揚,這些事多得不能勝數。」他說:那藉著祢大能所行的奇事,勝過數目,也勝過一切的述說。
'I declared and I spoke; they were multiplied beyond number.' The wonders wrought by your power, he says, surpass number and all narration.
1:2612
Οὐ γάρ ἐστιν τὰ ὅμοιά σοι δράσαι δυνάμενος·
因為沒有一個能行像祢所行之事的;
For there is none able to do the like of you;
1:2613
μέγιστα μὲν γὰρ καὶ περικαλλῆ σου τὰ ποιήματα·
因為祢的作為極其偉大、極其美麗;
for your works are indeed most great and most beautiful;
1:2614
νικᾷ δὲ τοὺς ἀνθρωπίνους ἐπαίνους τὰ καθ' ἕκαστον καιρὸν ὑπὸ τῆς σῆς προμηθείας οἰκονομούμενα, τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ τὰ ἐπὶ Μωσοῦ, τὰ ἐπὶ Ἰησοῦ, τὰ ἐπὶ Σαμουὴλ, καὶ τὰ τούτων πρεσβύτερα, τὰ κατὰ τὸν Ἀβραὰμ, τὰ κατὰ τὸν Ἰσαὰκ, τὰ κατὰ τὸν Ἰακὼβ, διὰ δουλείας τοῦ Ἰωσὴφ βασιλεία, καὶ τὰ ἄλλα, ἵνα μὴ καθ' ἕκαστον διεξέρχωμαι
那在各個時期由祢的眷顧所安排的事,勝過一切人的稱讚——在埃及所行的事,在曠野所行的事,摩西時代的事,約書亞時代的事,撒母耳時代的事,以及比這些更古老的事,關乎亞伯拉罕的事,關乎以撒的事,關乎雅各的事,藉著約瑟為奴而得的王位,以及其餘的事,我就不一一細數了。
and the things dispensed at each season by your providence surpass all human praises — the things in Egypt, the things in the wilderness, the things under Moses, the things under Joshua, the things under Samuel, and those older than these, the things concerning Abraham, the things concerning Isaac, the things concerning Jacob, the kingship attained through the servitude of Joseph, and the rest, that I may not recount each one.
1:2615
Ἀλλὰ τὸ νῦν γεγενημέ νον τούτων ἁπάντων θαυμασιώτερον
但如今所成就的,比這一切更為奇妙。
But what has now come to pass is more wonderful than all these.
1:2616
Οὐδὲ γὰρ ἑνὸς ἀνδρὸς, ἑνὸς ἔθνους, ἀλλὰ τῶν ἐθνῶν ἁπάν των πραγματεύῃ τὴν σωτηρίαν, καὶ, τὴν νομικὴν λατρείαν καταπαύσας, τῇ τῶν Ἰουδαίων ἀσθενείᾳ συμβαίνουσαν, τὴν καινὴν ἔδωκας χάριν, τὴν λογι κὴν λατρείαν νομοθετοῦσαν
因為祢所成就的救恩,不是一個人的,也不是一國的,乃是萬國的;祢既止息了那合乎猶太人軟弱的律法敬拜,便賜下新的恩典,就是那立為法度、屬於理性的敬拜。
For you are working the salvation not of one man, nor of one nation, but of all the nations; and, having put an end to the legal worship, which suited the weakness of the Jews, you have given the new grace, which lays down as law the rational worship.
1:2617
Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι
「祭物和禮物,祢不喜悅,祢卻為我預備了身體。」
'Sacrifice and offering you did not desire, but a body you have fitted for me.'
1:2618
Ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας
「燔祭和贖罪祭,祢也沒有要。」
'Whole burnt offerings and sin offerings you did not require.'
1:2619
Τότε εἶπον, Ἰδοὺ ἥκω. Τούτοις ἀποστολικὴ συνᾴδει παραίνεσις·
「那時我說:看哪,我來了。」與這些話相合的,是使徒的勸勉:
'Then I said, Behold, I come.' With these the apostolic exhortation is in accord:
1:2620
Παρακαλῶ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον τῷ Θεῷ, τὴν λογικὴν λατρείαν
「弟兄們,我以神的慈悲勸你們,將身體獻上,當作活祭,是聖潔的,是神所喜悅的,這就是你們理所當然的敬拜。」
'I beseech you, brethren, by the mercies of God, to present your bodies a living sacrifice, holy, well-pleasing to God, which is your rational worship.'
1:2621
Ταύτην δέ σου, φησὶ, τὴν χάριν ἰδὼν, ἐμαυτόν σοι προσήγαγον, λέγων, Ἰδοὺ πάρειμι
他說:「我看見祢這恩典,就把自己獻給祢,說:看哪,我在這裡。」
'And having seen this your grace,' he says, 'I brought myself to you, saying, Behold, I am here.'
1:2622
Τῆς γὰρ ἡμετέρας φύσεώς ἐστιν ἀπαρχὴ, καὶ πρώτῳ πρέπει τὰ ἡμέτερα λέγειν, καὶ ἐν αὐτῷ προτυποῦν παρ' ἡμῶν προσ ήκει γενέσθαι
因為祂是我們本性的初熟果子,那作為元首者,本當說出我們的事,並在祂自己身上預先描畫出當從我們而出的事。
For he is the first-fruits of our nature, and it befits the first one to speak our concerns, and in himself to prefigure what ought to come from us.
1:2623
Οὕτω πρῶτος τῷ βαπτίσματι προσ ελήλυθεν, ἡμῖν ὑποδεικνὺς τὴν τοῦ βαπτίσματος χάριν·
因此祂率先前來受洗,向我們指明洗禮的恩典;
Thus he was the first to come to baptism, showing us the grace of baptism;
1:2624
οὕτως ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, ταπει νοφροσύνης ἡμῖν ἀρχέτυπον προτιθείς
祂又這樣為門徒洗腳,向我們立下謙卑的原型。
thus he washed the feet of the disciples, setting before us an archetype of humility.
1:2625
Ἄφες ἄρτι, οὕτω γὰρ πρέπον ἡμῖν ἐστι πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἁρμόττει τοίνυν αὐτῷ καὶ τὰ ἡμέτερα λέγειν, ὡς. κεφαλῇ σώματος, ὡς πολλῶν ἀδελφῶν πρωτοτόκῳ κατὰ τὴν σάρκα
「你暫且許我,因為我們理當這樣盡諸般的義。」所以祂本當也說出我們的事,因為祂是身體的頭,是照肉體在許多弟兄中作長子的。
'Let it be so now, for thus it is fitting for us to fulfil all righteousness.' It befits him, then, to speak our concerns also, as the head of a body, as the firstborn of many brethren according to the flesh.
1:2626
Ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ. Ἄνωθεν, φησὶν, ἐν ταῖς προφητικαῖς βίβλοις ταῦτα περὶ ἐμοῦ προηγόρευται
「經卷上記著論到我的話。」他說:「從古時起,在眾先知的書卷裡,這些論到我的事就已被預言了。」
'In the roll of a book it is written concerning me.' 'From of old,' he says, 'in the prophetic books these things concerning me were foretold.'
1:2627
Τὴν κεφαλίδα, εἴλημα εἰρήκασιν Ἀκύλας καὶ Σύμμα χος·
「經卷」一詞,亞居拉和西馬庫斯譯作「捲軸」;
The word 'roll' Aquila and Symmachus rendered as 'a wrapping';
1:2628
οὕτω δὲ τὰς θείας Γραφὰς μέχρι καὶ τήμε ρον Ἰουδαῖοι κατασκευάζειν εἰώθασι
因為猶太人直到今日仍慣於這樣製作聖經卷冊。
for thus the Jews have been accustomed to prepare the divine Scriptures even down to the present day.
1:2629
Τοῦ ποιῆσαι τὸ θέλημά σου, Θεός μου, ἠβουλήθην·
「我的神啊,我樂意照祢的旨意行;」
'To do your will, O my God, I have desired;'
1:2630
καὶ τὸν νόμον σου ἐν μέσῳ τῆς κοι λίας μου. Προσελθών σοι, φησὶ, πᾶσαν ἔχω σπουδὴν τὰς σὰς πληροῦν ἐντολὰς, καὶ κατὰ τὸ σὸν πολιτεύεσθαι θέλημα
「祢的律法在我心裡。」他說:我既來到祢面前,就竭力遵行祢的誡命,並照祢的旨意度日。
'and your law is in the midst of my belly.' Having come to you, he says, I have all diligence to fulfil your commandments and to conduct myself according to your will.
1:2631
Τὸ δὲ, ἐν μέσῳ τῆς κοιλίας μου, ἐκ μεταφορᾶς εἴρηκε τῶν εὖ περί τινα διακει μένων, καὶ ἔνδον ἐφιεμένων ἐμβαλεῖν τὸν ποθού μενον
而「在我心裡(腹中)」這句話,他是用一個比喻來說的,取自那些對某人心存善意、內心切慕擁抱所愛之人的情形。
And the phrase 'in the midst of my belly' he has spoken by a metaphor drawn from those who are well disposed toward someone and long inwardly to embrace the one they desire.
1:2632
Τοῦ νόμου γὰρ κρατοῦντος, ὁλοκαυτώματα καὶ θυσίαι προσ εφέροντο τῷ Θεῷ
因為當律法掌權的時候,人向神獻上燔祭和祭物。
For while the law held sway, whole burnt offerings and sacrifices were offered to God.
1:2633
δὲ προφητικὸς λόγος, ἐκβαλὼν πάντα τὰ τοιαῦτα, τὴν λογικὴν θυσίαν ὑπέδειξεν
但那先知的話語,既除去了一切這類的事,便指明了那屬理性的祭。
But the prophetic word, having cast out all such things, pointed to the rational sacrifice.
1:2634
ἐπειδὴ κἀκεῖνος προφητικῶς προεώρα τὰ μέλλοντα, καὶ κατ' ἐκεῖνα ζῇν ἐπεθύμει·
因為他也以先知的眼光預見了將來的事,並渴望照著那些事而活;
since he too prophetically foresaw the things to come, and desired to live according to them;
1:2635
ἀλη θῶς δὲ τοῖς τῆς σωτηρίας ἀξιωθεῖσιν ἔθνεσι, καὶ τῆς πλάνης ἀπαλλαγεῖσιν
但這話真正是指那些蒙算為配得救恩、並已脫離迷惑的萬民而言的。
but truly it applies to the nations that have been counted worthy of salvation and have been delivered from error.
1:2636
Εὐηγγελισάμην δικαιοσύνην ἐν ἐκκλησίᾳ μεγάλῃ, ἰδοὺ τὰ χείλη μου οὐ μὴ κωλύσω·
「我在大會中宣傳公義的佳音;看哪,我必不禁止我的嘴唇;」
'I preached good tidings of righteousness in a great assembly; behold, I will not restrain my lips;'
1:2637
Τὴν δικαιοσύνην σου οὐκ ἔκρυψα ἐν τῇ καρδίᾳ μου, τὴν ἀλήθειάν σου καὶ τὸ σωτήριόν σου εἶπα
「我未曾把祢的公義藏在心裡;我已述說祢的信實和祢的救恩。」
'I did not hide your righteousness within my heart; I have told your truth and your salvation.'
1:2638
καὶ αὕτη σεσωσμένη φύσις ταύτην ὑπὲρ τῆς σωτηρίας ὑπι σχνεῖται τὴν ἀντίδοσιν δώσειν, τὸ συντρέχειν εἰς ἐκκλησίαν, καὶ τὰ χείλη κινεῖν εἰς ὑμνῳδίαν, καὶ τοῦ Θεοῦ τὴν δικαίαν κρίσιν ἀνακηρύττειν, καὶ τὴν ἄῤῥητον διεξιέναι κηδεμονίαν, καὶ τῶν προφητικῶν ὑποσχέσεων ὑποδεικνῦναι τὸ ἀληθές
這蒙救的本性應許為著自己的救恩獻上這樣的報答——就是一同聚集到會中,動嘴唇歌唱讚美,宣揚神公義的審判,述說祂那難以言喻的眷顧,並指明眾先知應許的真確。
and this saved nature promises to render this recompense in return for its salvation — to run together into the assembly, and to move the lips in hymn-singing, and to proclaim the righteous judgment of God, and to declare his ineffable providential care, and to point out the truth of the prophetic promises.
1:2639
συναγωγῆς πολλῆς, Σύμμαχος ἐν πληθύϊ, δὲ Ἀκύλας καὶ Θεοδοτίων, ἐν ἐκκλησίᾳ μεγάλῃ τεθείκασιν·
「大會(大群眾)」——西馬庫斯譯作「在眾多之中」,而亞居拉和提阿多田則譯作「在大會中」;
'of a great congregation' — Symmachus put 'in a multitude', while Aquila and Theodotion put 'in a great assembly';
1:2640
ὡς εἶναι δῆλον, ὅτι περὶ τῆς αὐτῆς εἴρηκεν ἐκκλησίας
由此可見,他所說的乃是指同一個會。
so that it is clear that he has spoken concerning the same assembly.
1:2641
Σὺ δὲ, Κύριε, μὴ μακρύνῃς τοὺς οἰκτιρμούς σου ἀπ' ἐμοῦ·
「耶和華啊,求祢不要向我止住祢的憐憫;」
'But you, O Lord, do not remove your compassions far from me;'
1:2642
τὸ ἔλεός σου, καὶ ἀλήθειά σου διὰ παντὸς ἀντελάβοντό μου. Καὶ τυχοῦσα τῆς σωτηρίας τοῦ Θεοῦ Ἐκκλησία, δεῖται πάλιν τῆς αὐτῆς προμηθείας, διὰ τὰς παντοδαπὰς τῶν ἀνθρώ πων καὶ δαιμόνων ἐπαναστάσεις, ὧν ἐν τοῖς ἑξῆς τὴν μνήμην πεποίηται
「祢的慈愛和祢的信實常常保護我。」神的教會既已得著救恩,卻仍需要那同樣的眷顧,因為有人與鬼魔各樣的攻擊興起,這些教會在下文中都提到了。
'your mercy and your truth have continually upheld me.' And the Church of God, having obtained salvation, again has need of the same providential care, because of the manifold uprisings of men and demons, of which it makes mention in what follows.
1:2643
Ὅτι περιέσχον με κακὰ, ὧν οὐκ ἔστιν ἀριθμός·
「因有無數的禍患圍困我;」
'For evils beyond number have surrounded me;'
1:2644
κατέλαβόν με αἱ ἀνομίαι μου, καὶ οὐκ ἠδυνήθην τοῦ βλέπειν
「我的罪孽追上了我,使我不能看見。」
'my iniquities have overtaken me, and I was not able to see.'
1:2645
Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου, καὶ καρδία μου ἐγκατ έλιπέ με. Μηδεὶς δὲ ἀνάρμοστα τοῖς ἡρμηνευ μένοις ἡγείσθω τὰ εἰρημένα
「這罪孽比我的頭髮還多,我的心也離棄了我。」但願沒有人以為這話與前面所作的解釋不相符。
'They were multiplied beyond the hairs of my head, and my heart forsook me.' Let no one consider what is said to be out of keeping with the interpretations given.
1:2646
Χριστὸς γὰρ, φησὶν, Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον, ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ
他說:「基督耶穌降世,為要拯救罪人,在罪人中我是個罪魁。」
'For Christ Jesus,' he says, 'came into the world to save sinners, of whom I am first.'
1:2647
Καὶ πάλιν, Οὐκ εἰμὶ ἄξιος καλεῖσθαι ἀπόστολος. Οὕτω τοίνυν ταῖς παρὰ τῶν δυσσεβῶν τρικυμίαις βαλλομένη τοῦ Θεοῦ Ἐκκλησία, οὐ μεγαφρονεῖ, ὡς ἀγωνιζομένη, ἀλλὰ ἁμαρτίαις καὶ πλημμελείαις ἀνατίθησι τὰ γινόμενα, καὶ τῆς παρὰ τοῦ Σωτῆρος ἐπικουρίας ἀπολαῦσαι παρακαλεῖ
又說:「我不配稱為使徒。」所以,神的教會雖被不虔者洶湧的波濤衝擊,卻不因自己爭戰而自高,反倒把所遭遇的歸咎於罪過和過犯,並求告救主的援助,好得著祂的幫助。
And again, 'I am not worthy to be called an apostle.' So then, the Church of God, buffeted by the surging waves of the impious, does not exalt itself as though it were doing battle, but ascribes what happens to sins and transgressions, and calls upon the succour of the Saviour that it may enjoy it.
1:2648
Ἄλλως τε οὐδὲ ἐκ τελείων πᾶσα συνέστηκεν τοῦ Θεοῦ Ἐκκλησία·
再者,神的教會並非全由完全人所組成;
Besides, the Church of God is not composed entirely of the perfect;
1:2649
ἀλλ' ἔχει καὶ τοὺς ῥᾳστώνῃ συζῶντας, καὶ τὸν ἀνειμένον βίον ἀσπαζομένους, καὶ ἡδοναῖς δουλεύειν αἱρουμένους
反倒也有那些貪圖安逸、喜愛鬆散生活、甘願作情慾奴隸的人。
but it also has those who live in ease, and who embrace a slack manner of life, and who choose to be slaves to pleasures.
1:2650
Καὶ ἐπειδὴ ἕν ἐστι σῶμα, ὡς ἐξ ἑνὸς προσώπου καὶ ταῦτα κἀκεῖνα προφέρεται
既然它是一個身體,這些話和那些話便都彷彿出於一個人之口而發。
And since it is one body, both these things and those are uttered as from one person.
1:2651
Εὐδόκησον, Κύριε, τοῦ ῥύσασθαί με·
「耶和華啊,求祢喜悅搭救我;」
'Be pleased, O Lord, to deliver me;'
1:2652
Κύριε, εἰς τὸ βοηθῆσαί μοι πρόσχες
「耶和華啊,求祢速速幫助我。」
'O Lord, make haste to help me.'
1:2653
Καταισχυν θείησαν καὶ ἐντραπείησαν ἅμα οἱ ζητοῦντες τὴν ψυχήν μου, τοῦ ἐξᾶραι αὐτήν. Οὐ γὰρ τρῶσαι βού λονται, ἀλλᾶ τῷ αἰωνίῳ παραπέμψαι θανάτῳ
「願那些尋索我命、要除滅我命的,一同抱愧蒙羞。」因為他們不僅想要傷害,更想把它交付於永遠的死亡。
'Let them be put to shame and confounded together who seek my soul to snatch it away.' For they wish not merely to wound, but to consign it to eternal death.
1:2654
Ἀπο στραφείησαν εἰς τὰ ὀπίσω, καὶ καταισχυνθείησαν οἱ θέλοντές μοι κακά. Τρέψον αὐτοὺς εἰς φυγὴν, καὶ διαμαρτεῖν ὧν ἐφίενται παρασκεύασον·
「願那些向我懷惡意的,退後受辱。」求祢使他們轉身逃跑,使他們得不著所切望的;
'Let them be turned back and put to shame who desire evils against me.' Turn them to flight, and cause them to fail of what they long for;
1:2655
Κομισάσθωσαν αἰσχύνην παραχρῆμα οἱ λέγοντές μοι, Εὖγε, εὖγε. Καὶ τοῖς ἐπιτωθάζουσι δὲ καὶ ἐπιγελῶσί μοι, γενέσθω τούτοις καρπὸς αἰσχύνη
「願那些對我說『啊哈,啊哈』的,因羞愧速速敗亡。」而那些譏誚並嗤笑我的,願羞愧成為他們的果子。
'Let them speedily receive shame who say to me, Aha, aha.' And to those who mock and laugh at me, let shame become their fruit.
1:2656
Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε, καὶ εἰπάτω σαν διαπαντὸς, Μεγαλυνθήτω Κύριος, οἱ ἀγα πῶντες τὸ σωτήριόν σου διαπαντός. Τοὺς δὲ ζητοῦντάς σε, φησὶ, καὶ ὑμνοῦντας, καὶ διαπαντὸς ἀγαπῶντας, διηνεκοῦς ἔμπλησον εὐφροσύνης, καὶ τῆς σῆς ἀγάπης μεταβολὴν μὴ δεχόμενοι, μὴ δεξάσθωσαν θυμηδίας μεταβολήν
「耶和華啊,願一切尋求祢的,因祢歡喜快樂;願那些喜愛祢救恩的,常常說:當尊耶和華為大。」他說:求祢使那些尋求祢、歌頌祢、常常愛祢的人,充滿長久的喜樂;他們既不改變對祢的愛,也就不至於改變他們的歡欣。
'Let all who seek you, O Lord, rejoice and be glad in you, and let those who love your salvation say continually, Let the Lord be magnified.' Fill with perpetual gladness, he says, those who seek you and hymn you and love you continually; and, receiving no change in their love toward you, let them receive no change of their cheerfulness.
1:2657
Οὐ γὰρ τοῖς ἁπλῶς ἀγαπῶσιν ᾔτησε τὴν θυμηδίαν, ἀλλὰ τοῖς ἀεὶ καὶ διηνεκῶς ἔχουσι τὸν ἀξιέραστον ἔρωτα
因為他所求的歡欣,不是為那些只是泛泛而愛的人,乃是為那些常存並持守那配得一切愛慕之愛的人。
For he did not ask cheerfulness for those who love simply, but for those who ever and continually hold the love that is worthy of all longing.
1:2658
Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης·
「但我是困苦窮乏的;」
'But I am poor and needy;'
1:2659
βοηθός μου καὶ ὑπερασπιστής μου εἶ σὺ, Κύριε, μὴ χρονίσῃς. Ὥσπερ ἁμαρτιῶν ἐμνημόνευσεν ἄνω, οὕτω καὶ πτωχὸν ἑαυτὸν ἀπο καλεῖ, ὡς βοηθείας σπανίζοντα, καὶ τῆς θείας δεόμενον ἐπικουρίας·
「主啊,祢是幫助我的,搭救我的;求祢不要遲延。」正如他在上文提到罪一樣,他也稱自己為貧窮的,因為他缺乏幫助,需要那屬神的援助;
'you are my helper and my defender, O Lord; do not delay.' Just as he made mention of sins above, so also he calls himself poor, as one lacking help and needing the divine succour;
1:2660
καὶ ταύτης ὅτι τάχιστα ἱκετεύει τυχεῖν
並且他懇求儘速得著這援助。
and he supplicates to obtain this as speedily as possible.
1:2661
Ἡγοῦμαι γὰρ, ὅτι τὴν πρόῤ ῥησιν ἐκείνην θεασάμενος, καὶ τὴν φιλοτιμίαν τῆς χάριτος, πτωχὸν ἑαυτὸν καὶ πένητα προσηγόρευσε, καὶ τῆς θείας καὶ αὐτὸς ἀπολαῦσαι προνοίας ἱκέτευ σεν
因為我認為,他既已看見那預言以及恩典的豐厚慷慨,便稱自己為貧窮困乏之人,並且懇求自己也能得享那神聖的眷顧。
For I consider that, having beheld that prophecy and the munificence of grace, he called himself poor and needy, and himself besought that he too might enjoy the divine providence.
1:2662
Ἀντιβολεῖ δὲ μὴ χρονίσαι τὴν τεθεσπισμένην σωτηρίαν, μηδὲ εἰς μακροὺς ἀναβληθῆναι χρό νους, ἀλλὰ τάχιστα τοῖς ἀνθρώποις ταύτην παρα σχεθῆναι
他懇求那所預定的救恩不要遲延,也不要推遲到久遠的時日,乃要極速地賜給世人。
He entreats that the appointed salvation may not be delayed, nor put off to distant times, but that it may most swiftly be granted to mankind.
1:2663
οὐκ ἐᾷ δὲ ἡμᾶς τὸ θεῖον Εὐαγγέ λιον οὐδέτερον δέξασθαι
然而神聖的福音不容許我們接受這兩種解釋中的任何一種。
But the divine Gospel does not permit us to accept either of these interpretations.
1:2664
Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε, ἐὰν ποιῆτε ταῦτα
「你們既知道這些事,若是去行就有福了。」
'If you know these things, blessed are you if you do them.'
1:2665
πάντων ὑμῶν λέγω, οἶδα οὓς ἐξελεξάμην·
「我這話不是指著你們眾人說的,我知道我所揀選的是誰;」
'I speak not of you all; I know whom I have chosen;'
1:2666
ἀλλ' ἵνα Γραφὴ πληρωθῇ·
「但這是要應驗經上的話;」
'but that the Scripture may be fulfilled;'
1:2667
τρώγων μετ' ἐμοῦ τὸν ἄρτον, ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὑτοῦ·
「同我吃飯的人,用腳踢我。」
'He that eats bread with me has lifted up his heel against me;'
1:2668
ἀπ' ἄρτι λέγω ὑμῖν πρὸ τοῦ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε ὅτι ἐγώ εἰμι. Τοῦ Κυρίου τοίνυν λέγοντος, Ἵνα Γραφὴ πληρωθῇ, καὶ δεικνύντος τὸν παρόντα ψαλμὸν αὐτῷ καὶ οὐκ ἄλλῳ τῳ προσήκοντα, θρασὺ νομίζω καὶ τολμηρὸν, ἄλλην αὐτῷ καὶ μὴ προσ ήκουσαν ὑπόθεσιν διαπλάσαι
「如今事情還沒有成就,我先告訴你們,叫你們到事情成就的時候,可以信我是基督。」既然主說:「這是要應驗經上的話」,並且指明本篇詩篇是屬於祂、而非屬於別人,我認為若為它虛構另一個不相稱的主題,乃是輕率而僭妄的。
'From now on I tell you before it comes to pass, that when it does come to pass you may believe that I am he.' Since, then, the Lord says, 'That the Scripture may be fulfilled,' and shows that the present psalm belongs to him and to no other, I think it rash and presumptuous to fabricate for it another and inappropriate subject.
1:2669
Μακάριος συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα. Τὸ καὶ πένητα ἐν ἐνίοις εὗρον ἀντιγράφοις·
「顧念貧窮困乏之人的,有福了。」我在某些抄本中找到「困乏」這詞;
'Blessed is he that considers the poor and needy.' I found the words 'and needy' in some copies;
1:2670
οὔτε δὲ παρὰ τῷ Ἑβραίῳ, οὔτε παρὰ τῷ Σύρῳ, οὔτε παρὰ τοῖς ἄλλοις ἑρμηνευταῖς
但無論在希伯來文本、敘利亞文本,或其他譯者的譯本中,都找不到這詞。
but they are found neither in the Hebrew, nor in the Syriac, nor among the other translators.
1:2671
Πτωχὸν μέν τοι καλεῖ τὸν τῶν ὅλων Κύριον
如今他稱萬有的主為「貧窮的」,
Now he calls the Lord of all 'poor,'
1:2672
ἐπειδὴ πλούσιος ὢν, ὥς φησιν θεῖος Ἀπόστολος, δι' ἡμᾶς ἐπτώ χευσεν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσω μεν. Καὶ Ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπα γμὸν ἡγήσατο εἶναι ἶσα Θεῷ·
因為祂本是富足的,正如神聖的使徒所說,卻為我們的緣故成了貧窮,叫我們因祂的貧窮可以成為富足。並且「祂本有神的形像,不以自己與神同等為強奪的;」
since, being rich, as the divine Apostle says, he became poor for our sake, that we by his poverty might become rich. And 'being in the form of God, he counted it not a thing to be grasped to be equal with God;'
1:2673
ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών. Καὶ ὁρατῶν καὶ ἀοράτων δεσπόζων, οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλῖναι, καὶ γεννηθεὶς ἐκ Παρθένου, διὰ σπάνιν κλίνης ἐπὶ φάτνης ἐτέθη
「反倒虛己,取了奴僕的形像。」祂雖是有形無形萬物的主宰,卻沒有枕頭的地方;祂由童貞女所生,因缺少床鋪而被放在馬槽裡。
'but emptied himself, taking the form of a servant.' And though he is Lord of things visible and invisible, he had nowhere to lay his head; and being born of a Virgin, for lack of a bed he was laid in a manger.
1:2674
Μακαρίζει τοίνυν προφητικὸς λό γος τὸν ταύτην συνιέναι τὴν πτωχείαν δυνάμενον, καὶ εἰς δύναμιν ἀνυμνῆσαι προθυμούμενον τὸν ταύτην ἀναδεξάμενον·
因此,先知的話稱那能明白這貧窮、並竭力照自己的力量歌頌那位承受此貧窮者為有福的;
The prophetic word therefore pronounces blessed the one who is able to understand this poverty, and who eagerly strives, according to his power, to praise him who took it up;
1:2675
εἶτα δείκνυσι τοῦ μακαρισμοῦ τοὺς καρ. πούς
接著它顯明這福分的果子。
then it shows the fruits of the blessing.
1:2676
Ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν Κύριος. Τὴν δὲ πονηρὰν ἡμέραν, κακώσεως ἡμέραν Σύμ μαχος εἴρηκεν
「在患難的日子,耶和華必搭救他。」西馬庫斯把「惡日」稱作「苦難之日」。
'In the evil day the Lord shall deliver him.' Symmachus called the evil day 'the day of affliction.'
1:2677
Αἰνίττεται δὲ, ὡς οἶμαι, τὴν τῆς κρίσεως ἡμέραν, φοβερὰν οὖσαν, καὶ τῶν παρανοή μων κακωτικήν·
我認為他暗指審判之日,那日是可畏的,且要對違法者施行懲罰;
He hints, I think, at the day of judgment, which is fearful and works evil upon transgressors;
1:2678
καὶ ὑπισχνεῖται τὴν εἱλικρινῆ γνῶσιν τῆς πτωχείας ἐκείνης τῶν τῆς φοβερᾶς αὐτὸν ἡμέρας ἀπαλλάξαι κακῶν
他並應許:對那貧窮純全的認識,必救他脫離那可畏之日的災禍。
and he promises that the pure knowledge of that poverty will deliver him from the evils of the fearful day.
1:2679
Κύριος διαφυλάξαι αὐτὸν καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ πα ραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. Οὐ μόνον δὲ τῶν μελλόντων ἀγαθῶν ἀπολαύσει, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον τῆς θείας τεύξεται προμηθείας, περιφανής τε γενόμενος καὶ περίβλε πτος, καὶ τὰς τῶν δυσμενῶν διαφεύγων ἐπιβουλάς
「耶和華必保全他,使他存活;他必在地上享福,主必不把他交在仇敵的手中。」他不但要享受將來的美善,甚至在今生也必蒙神的看顧,成為顯赫矚目之人,並得脫離仇敵的詭計。
'The Lord shall preserve him and keep him alive, and make him blessed upon the earth, and shall not deliver him into the hands of his enemies.' Not only shall he enjoy the good things to come, but even in the present life he shall obtain the divine care, becoming illustrious and conspicuous, and escaping the plots of his adversaries.
1:2680
Καὶ ἐπειδὴ τὸν φθαρτὸν ἔχοντα σῶμα εἰκὸς καὶ νόσῳ περιπεσεῖν, ὑπισχνεῖται καὶ τὴν ταύτης ἀπαλλαγήν
既然有必朽壞身體的人也可能陷於疾病,他也應許脫離這疾病。
And since it is likely that one having a corruptible body should also fall into sickness, he promises deliverance from this too.
1:2681
Κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ·
「他病痛在榻,耶和華必扶持他;」
'The Lord shall help him upon the bed of his pain;'
1:2682
ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Πάσης αὐτὸν, φησὶν, ἀπαλλά ξει τῆς ἀῤῥωστίας, καὶ εἰς ὑγίειαν τὴν νόσον μεταβαλεῖ
「他在病中,你必給他鋪床。」它說,祂必救他脫離一切疾病,並要把病轉為健康。
'thou didst turn all his couch in his sickness.' He shall deliver him, it says, from all sickness, and shall change the disease into health.
1:2683
Τὸ γὰρ, ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ τὴν κοίτην, ἀντὶ τοῦ μετέβαλες τέθεικεν Οὕτω τοῦ συνιέντος τὴν ἀξιάγαστον ἐκείνην πτωχείαν τὰς ἀντιδόσεις διεξελθὼν, ὑποδείκνυσιν ἡμῖν, τίς ταύτην ἐσχηκὼς, καὶ πῶς αὐτὴν μετελήλυθεν, αὐτὸν εἰσάγων διδάσκοντα, καὶ τὰ καθ' ἑαυτὸν διηγούμενον
因為「你在病中翻轉他的床鋪」這句話,他是用來代替「你把它改變了」。他這樣述說了那明白那可讚嘆之貧窮者所得的報償後,便向我們指明是誰擁有這貧窮、以及祂如何承受它,引出祂親自教導、並敘述關於祂自己的事。
For the phrase 'thou didst turn his couch in his sickness' he has put instead of 'thou didst change it.' Thus, having recounted the recompenses for the one who understands that admirable poverty, he shows us who it was that possessed this poverty, and how he underwent it, introducing him as teaching and recounting the things concerning himself.
1:2684
Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Ἐγὼ δέ εἰμι, φησὶν, πτωχὸς, τὴν ἑκούσιον πτωχείαν ἀναδεξά μενος, Ἀμνὸς τοῦ Θεοῦ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, τὰ τῶν ἀνθρώπων οἰκειούμενος πάθη, ἁμαρτίαν μὲν μὴ πεποιηκὼς, τὴν δὲ ὑπὲρ τῆς ἀνθρωπείας φύσεως, ὡς ἀπαρχὴ τῆς φύσεως, εἰσφέ ρων παράκλησιν
「耶和華啊,求你憐恤我,醫治我的靈魂,因為我得罪了你。」祂說:「我就是那貧窮的,那甘願承受貧窮的,那除去世人罪孽的神的羔羊,那把世人的苦難據為己有的,那沒有犯罪、卻作為本性的初熟果子、為人性獻上代求的。」
'Lord, have mercy on me; heal my soul, for I have sinned against thee.' 'I am,' he says, 'the poor one, the one who took up voluntary poverty, the Lamb of God who takes away the sin of the world, the one who makes the sufferings of men his own, who committed no sin, but who, as the firstfruits of the nature, offers on behalf of human nature the propitiation.'
1:2685
Ἐπισημήνασθαι δὲ προσήκει, ὡς Σύμμαχος οὐκ εἶπεν, ὅτι ἥμαρτόν σοι, ἀλλὰ, καὶ εἰ ἥμαρτόν σοι
當注意的是,西馬庫斯並沒有說「因為我得罪了你」,而是說「即使我得罪了你」。
It should be noted that Symmachus did not say 'for I have sinned against thee,' but 'even if I have sinned against thee.'
1:2686
Οἱ ἐχθροί μου εἶπον κακά μοι, πότε ἀποθα νεῖται, καὶ ἀπολεῖται ὄνομα αὐτοῦ; Ἐχθροὺς τοὺς Ἰουδαίους καλεῖ, βασκαίνοντας καὶ τὸν θάνα τον καττύοντας
「我的仇敵用惡言議論我說:他幾時死,他的名才滅亡呢?」祂稱猶太人為仇敵,因他們嫉妒祂、圖謀殺害祂。
'My enemies spoke evil against me: When shall he die, and his name perish?' He calls the Jews enemies, envying him and contriving his death.
1:2687
Τοῦτο δὲ καὶ τῶν ἱερῶν Εὐαγ γελίων ἱστορία διδάσκει·
這事也是神聖福音書的記載所教導的;
This too the narrative of the sacred Gospels teaches;
1:2688
Καὶ συμβούλιον γὰρ, φησὶν, ἔλαβον, ὅπως αὐτὸν ἀπολέσωσιν. Ἐντεῦθεν ἐπὶ τὸν Ἰούδαν μεταφέρει τὴν πρόῤῥησιν
它說:「他們大家商議,要除滅祂。」接著他把預言轉到猶大身上。
'For they took counsel,' it says, 'that they might destroy him.' From here he transfers the prophecy to Judas.
1:2689
Καὶ εἰσεπορεύετο τοῦ ἰδεῖν·
「他進來要看;」
'And he came in to see;'
1:2690
μάτην ἐλάλει. καρδία αὐτοῦ·
「他的心說虛妄的話;」
'his heart spoke vainly;'
1:2691
ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει. Οὕτω δὲ καὶ οἱ θεῖοι ἡμᾶς διδάσκουσιν εὐαγγελισταὶ, ὅτι τοῖς μὲν Ἰουδαίοις εἶπε·
「他出到外面去說話。」神聖的福音書作者也照樣教導我們,說他對猶太人說:
'he went outside and spoke.' Thus also the divine evangelists teach us that to the Jews he said,
1:2692
Τί μοι δίδοτε, κἀγὼ ὑμῖν αὐτὸν παραδώσω; ἐζήτει δὲ καιρὸν, ὥστε παραδοῦναι αὐτόν
「你們願意給我多少錢,我就把祂交給你們?」他就找機會要把祂交出。
'What will you give me, and I will deliver him to you?' And he sought an opportunity to betray him.
1:2693
Ταῦτα καὶ πρόῤῥησις λέγει, Καὶ εἰσ επορεύετο τοῦ ἰδεῖν μάτην·
這些事預言也照樣說:「他進來為要看,卻是虛妄;」
These things the prophecy also says: 'And he came in to see vainly;'
1:2694
ἐξεπορεύετο ἔξω καὶ ἐλάλει. Εἰσιὼν γὰρ καὶ ἐξιὼν συνετύρευεν ἐκείνοις τὸν θάνατον·
「他出到外面去說話。」因為他進進出出,與那些人一同謀劃祂的死亡;
'he went outside and spoke.' For going in and coming out, he concocted death for him together with those men;
1:2695
εἶτα τὴν κακὴν αὐτῶν συμφωνίαν προλέγει
接著他預言他們邪惡的同謀。
then he foretells their evil conspiracy.
1:2696
Ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ, ἐλογίζοντο κακά μοι
「一切恨我的,都一同交頭接耳議論我;他們設計要害我。」
'All my enemies whispered together against me; against me they devised evil for me.'
1:2697
Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ. Τούτοις δὲ μαρτυρεῖ τῶν πραγμάτων τὸ τέλος
「他們立下不法的話攻擊我。」事情的結局為這些話作見證。
'They laid a lawless word against me.' The outcome of events bears witness to these things.
1:2698
ἐπιβουλῆς ἐπεζή τουν τὸν τρόπον
他們尋求陰謀的方式。
They sought a manner of plotting.
1:2699
Εἶτα τυραννίδος γραφὴν ἐποιή σαντο, εἰρηκότες τῷ Πιλάτῳ, Ὡς βασιλέα μὲν ἑαυτὸν ἀποφαίνει, κωλύει δὲ διδόναι τῷ Καίσαρι φόρον. Τοῦτο καὶ προφητεία λέγει·
接著他們捏造篡權的控告,對彼拉多說:「祂自稱是王,又禁止人納稅給該撒。」這事預言也照樣說:
Then they drew up an accusation of tyranny, saying to Pilate, 'He declares himself a king, and forbids to give tribute to Caesar.' This also the prophecy says:
1:2700
Λόγον πα ράνομον κατέθεντο κατ' ἐμοῦ, ἀντὶ τοῦ, παρα νομίας κατηγορίαν ἐποιήσαντο κατ' ἐμοῦ
「他們立下不法的話攻擊我」,就是說,他們以不法為由控告我。
'They laid a lawless word against me,' that is, they made an accusation of lawlessness against me.
1:2701
Μὴ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; Κἂν τὸν θάνατον ὑπομείνω, φησὶν, οὐκ ἀνίσταμαι πάλιν, καὶ σκεδάννυμι τοὺς τοῦτον κατασκευάσαντας; Καὶ τοῦτο ἔοικε τῷ εὐαγγελικῷ ῥητῷ, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ πάλιν·
「難道那睡了的不再起來嗎?」祂說:「縱使我忍受死亡,我豈不再復活,並驅散那些謀劃此事的人嗎?」這話與福音的話相似:「你們拆毀這殿,我三日內要再建立起來。」又說:
'Shall not he that sleeps rise up again?' 'Even if I endure death,' he says, 'shall I not rise again, and scatter those who contrived it?' And this resembles the Gospel saying: 'Destroy this temple, and in three days I will raise it up.' And again:
1:2702
Καὶ γὰρ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Τοῦτο Ἀκύλας καὶ Θεοδοτίων σαφέστερον εἰρήκασι·
「連我知己的朋友,我所倚靠、吃過我飯的,也用腳踢我。」亞居拉和狄奧多提翁把這話說得更清楚:
'For even the man of my peace, in whom I hoped, who ate my bread, magnified his heel against me.' Aquila and Theodotion have said this more clearly:
1:2703
Καί γε ἀνὴρ εἰρήνης μου, ἐπεποίθησα
「就是我平安的人,我所信賴的。」
'And indeed the man of my peace, in whom I trusted.'
1:2704
Ἀλλὰ καὶ ἄνθρωπος ὃς εἰρήνευέ μοι, ἐπεποίθειν
「還有那與我和睦、我所倚賴的人。」
'But also the man who was at peace with me, in whom I had trusted.'
1:2705
Οὐ γὰρ μόνον οἱ ἐχθροί μου κατεσκεύασάν μοι τὸν θάνατον, ἀλλὰ καὶ συνών μοι ἄνθρωπος, καὶ τὴν εὔνοιαν, καὶ τὴν εἰρήνην ὑποκρινόμενος, ὁμοτράπεζος ὤν μοι, καὶ σύσσιτος, ὃν εἶχε δόλον ἐγύμνωσε
因為不但我的仇敵謀害我,連那與我同在、假裝善意與和睦、與我同席共食的人,也顯露了他所懷藏的詭詐。
For not only did my enemies contrive death for me, but also the man who was with me, who feigned goodwill and peace, who was my table-companion and my mess-mate, laid bare the treachery he harboured.
1:2706
τάτε πρωτοτόκιά μου εἴληφε, καὶ τὴν εὐλογίαν μου. ιαʹ, ιβʹ
他奪去了我的長子名分和我的祝福。(第十一、十二節)
He has taken my birthright and my blessing. (verses 11, 12)
1:2707
Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστη σόν με, καὶ ἀνταποδώσω αὐτοῖς
「耶和華啊,求你憐恤我,使我起來,好叫我報復他們。」
'But thou, O Lord, have mercy on me, and raise me up, and I will requite them.'
1:2708
Ἐν τούτῳ ἔγνων ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ἐχθρός μου ἐπ' ἐμέ. Καὶ ταῦτα πάντα ὡς ἀπὸ τῆς λη φθείσης εἴρηται φύσεως, περὶ ἣν καὶ τὸ πάθος ἐγέ νετο
「因我的仇敵不得向我誇勝,我從此便知道你喜悅我。」而這一切都是從那被取用的本性而說的,苦難也是就這本性而發生的。
'By this I know that thou hast desired me, because my enemy shall not triumph over me.' And all these things are spoken as from the nature that was assumed, in regard to which the Passion also took place.
1:2709
Πά τερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ. ιγʹ
「父啊,倘若可行,求你叫這杯離開我。」(第十三節)
'Father, if it be possible, let this cup pass from me.' (verse 13)
1:2710
Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα. Ἁρμόττει καὶ ταῦτα τῇ τοῦ δούλου μορφῇ, ἣν Μονογενὴς τοῦ Θεοῦ ἀνέλαβεν
「你因我純全就扶持我,使我永遠站在你的面前。」這些話也適合於神的獨生子所取的奴僕形像。
'But as for me, thou hast upheld me because of my innocence, and hast established me before thee for ever.' These things too fit the form of the servant, which the Only-begotten of God assumed.
1:2711
Οὐ γὰρ δήπου ἀγγέλων ἐπελάβετο, φησιν θεῖος Ἀπόστολος, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται, καὶ πιστὸς ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. Ἐπειδὴ τοίνυν πάσης κακίας ληφθεῖσα φύσις ἐλευθέρα διέμεινεν, εἰκότως λέγει, Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώ πιόν σου εἰς τὸν αἰῶνα
正如神聖的使徒所說,祂並不救拔天使,乃是救拔亞伯拉罕的後裔;所以祂凡事該與祂的弟兄相同,為要在神的事上成為慈悲忠信的大祭司。既然那被取用的本性始終不沾一切的惡,祂就合宜地說:「你因我純全就扶持我,使我永遠站在你的面前。」
For he did not, of course, take hold of angels, as the divine Apostle says, but he took hold of the seed of Abraham; wherefore it behoved him in all things to be made like unto his brethren, that he might become a merciful and faithful high priest in things pertaining to God. Since, therefore, the assumed nature remained free from all evil, he fittingly says, 'But as for me, thou hast upheld me because of my innocence, and hast established me before thee for ever.'
1:2712
Βεβαίαν γὰρ ἐδεξάμην τὴν ἕνωσιν, καὶ ἄτμητος συνάφεια, καὶ δόξα αἰ ώνιος
因為我已領受了穩固的合一,這聯合是不可分割的,這榮耀是永恆的。
For I have received a firm union, and the conjunction is undivided, and the glory is eternal.
1:2713
Εὐλογητὸς Κύριος Θεὸς Ἰσραὴλ, ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα·
「耶和華以色列的神,是應當稱頌的,從亙古直到永遠;」
'Blessed be the Lord God of Israel from everlasting and to everlasting;'
1:2714
Εἰκότως δὲ μετὰ τὰ πάθη ὕμνον προσήνεγκε, διδάσκων ὡς οὐ μόνον ἄνθρωπος προφητευόμενος, ἀλλὰ καὶ Θεὸς προαιώνιος, ἀνώλεθρον ἔχων τὸ εἶναι, καὶ ἀτελεύτητον
在苦難之後獻上頌讚也是合宜的,藉此教導:那被預言的不僅是人,也是先於萬世的神,擁有不朽壞、無窮盡的存在。
And fittingly, after the sufferings, he offered up a hymn, teaching that the one prophesied is not only man, but also God before the ages, having an indestructible and unending being.
1:2715
Εἰς τὸ τέλος, εἰς σύνεσιν τοῖς υἱοῖς Κορέ. Ἡμαρτηκότα τὸν λαὸν Βαβυλωνίοις παρέδωκεν Θεὸς, ἑβδομηκοντοῦτιν αἰχμαλωσίαν αὐτῶν κατα ψηφισάμενος
「交與伶長,是可拉子孫的訓誨詩。」百姓犯了罪,神就把他們交給巴比倫人,判定他們七十年的被擄。
'To the end, for understanding, for the sons of Korah.' The people having sinned, God delivered them to the Babylonians, having decreed for them a captivity of seventy years.
1:2716
Ὡς ἐκ προσώπου οὖν τούτων εἴ ρηται ψαλμὸς, ὀλοφυρομένων καὶ τὴν ἐλευθερίαν. ποθούντων
因此,這篇詩篇是以這些人的身分說的,他們哀哭並渴望得自由;
The psalm is spoken, then, as in the person of these, lamenting and longing for freedom;
1:2717
ἐν τῷ τῆς συμφορᾶς ῥηθῆναι καιρῷ, πρὸ πολλῶν γενεῶν προδιδάσκει, ἵνα τῇ προῤ ῥήσει ψυχαγωγῶνται, καὶ τῇ διδασκαλίᾳ παιδεύων ται
既然它要在災難之時被說出,他便在許多世代以前預先教導,使他們可以因這預言得安慰,並因這教訓受教誨。
and since it was to be spoken at the time of the calamity, he teaches beforehand many generations in advance, that they may be comforted by the prophecy, and instructed by the teaching.
1:2718
Πρόσκειται δὲ καὶ εἰς σύνεσιν, ἐπειδὴ ταύτης μάλιστα δεῖ τοῖς περιπί πτουσι συμφοραῖς
又加上「為叫人明白」,因為陷於災難的人尤其需要這明白。
And 'for understanding' is added, since those who fall into calamities have especial need of this.
1:2719
Ὃν τρόπον ἐπιποθεῖ ἔλαφος ἐπὶ τὰς πη γὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ψυχή μου πρὸς σὲ, Θεός. Φασὶ τὰς ἐλάφους τὰ ἰοβόλα θοινᾶσθαι θηρία, καὶ σφοδρότερον ἐντεῦθεν εἰς δίψαν ἐκκαί εσθαι, καὶ θερμότερον τῶν ὑδάτων ὀρέγεσθαι
「神啊,我的心切慕你,如鹿切慕溪水。」據說鹿以毒蛇猛獸為食,因此更劇烈地生出乾渴,並更熱切地渴求水。
'As the hart pants after the springs of water, so pants my soul after thee, O God.' They say that harts feed upon venomous beasts, and from this are the more vehemently kindled to thirst, and long the more ardently for water.
1:2720
Βαβυλωνίοις τοίνυν οἱ προειρημένοι συνόντες, ἀν δράσι δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶσι, καὶ ἀτεχνῶς τοῖς ἑρπυστικοῖς ἐοικόσι θηρίοις, εἰκότως ταῖς ἐλά φοις παραπλησίως διψᾷν ἔλεγον τὸν Θεὸν, τὴν ἐκεῖ θεν ποθοῦντες ἀπαλλαγὴν, καὶ προσμένοντες τὴν θείαν ῥοπήν
因此,前面所說的那些人,寄居在巴比倫人中間,與不敬虔和不法之人同住,那些人簡直像爬行的毒獸,他們就合宜地說自己如鹿一般渴慕神,切望從那裡得釋放,並等候神的眷顧。
The aforementioned persons, therefore, dwelling among the Babylonians, living together with men of impiety and lawlessness, and utterly resembling creeping venomous beasts, fittingly said that they thirsted after God like the harts, longing for deliverance from thence, and awaiting the divine inclination.
1:2721
Ἐδίψησεν ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·
「我的心渴想神,就是永生的神;」
'My soul thirsted for God, the mighty, the living;'
1:2722
πότε ἥξω, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ· Ποθῶ δὲ, φησὶ, καὶ διψῶ τὴν τοῦ ζῶντος Θεοῦ μου λατρείαν
「我幾時得朝見神呢?」祂說:「我渴慕、我乾渴,要敬拜我永生的神。」
'when shall I come and appear before the face of God?' 'I long,' he says, 'and thirst for the worship of my living God.'
1:2723
Τὸ γὰρ ὀφθῆ ναι τῷ προσώπῳ τοῦ Θεοῦ, τὸ λατρεύειν αὐτῷ κατὰ τὸν νόμον λέγει·
因為「朝見神的面」,他是指「照律法敬拜祂」;
For 'to appear before the face of God' he means 'to worship him according to the law;'
1:2724
τῇ δὲ Ἱερουσαλὴμ τοιαύτη περιώρισται λατρεία
而這樣的敬拜是限定於耶路撒冷的。
and such worship was confined to Jerusalem.
1:2725
Καὶ ταῦτα οὐ μόνος μα κάριος διδάσκει Μωσῆς, ἀλλὰ καὶ οἱ τρεῖς μακά ριοι μάρτυρες, Ἀνανίας, Ἀζαρίας, καὶ Μιζαὴλ, ἐν τῇ καμίνῳ τὸν Θεὸν ἀντιβολοῦντες
這些事不僅蒙福的摩西教導,連那三位蒙福的殉道者——亞拿尼亞、亞撒利雅和米沙利——在火窰中懇求神時也教導了。
And these things not only the blessed Moses teaches, but also the three blessed martyrs, Ananias, Azarias, and Mishael, entreating God in the furnace.
1:2726
Μάλα δὲ ἁρ μοδίως ἰσχυρὸν καὶ ζῶντα τὸν Θεὸν ὀνομάζουσι, τοῖς ἀψύχοις καὶ ἀκινήτοις τῶν Βαβυλωνίων εἰδώ λοις προσέχοντες
他們稱神為「大能的、永生的」,與巴比倫人所崇奉那無生命、不能動的偶像相對,實在非常合宜。
And very fittingly they name God 'mighty and living,' in contrast to the lifeless and motionless idols of the Babylonians to which those men were devoted.
1:2727
Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός·
「我晝夜以眼淚當飲食;」
'My tears have been to me bread day and night;'
1:2728
ἐν τῷ λέγεσθαί μοι καθ' ἑκά στην ἡμέραν, ποῦ ἐστιν Θεός σου; Ταῦτα ἐμνή σθην, καὶ ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου. Νύ κτωρ, φησὶ, καὶ μεθ' ἡμέραν ὀλοφυρόμενος κόρον οὐκ ἔλαβον, ἀλλ' οἷόν τινα τροφὴν ποιοῦμαι τὰ δά κρυα, τὰ περὶ σοῦ ὀνείδη δεχόμενος
「人不住地對我說:你的神在哪裡呢?我從前……追想這些事,我的心極其悲傷。」祂說:「我晝夜哀哭,總不滿足,反把眼淚當作某種食物,忍受因你而來的辱罵。」
'while it is said to me daily, Where is thy God? These things I remembered, and poured out my soul upon myself.' 'By night,' he says, 'and by day I lamented and took no satisfaction, but I make my tears as a kind of food, receiving the reproaches concerning thee.'
1:2729
Οἱ γὰρ δυσμε νεῖς ἐπιτωθάζουσί μοι, τὴν σὴν κηδεμονίαν προσφέ ροντες ὡς ἀσθενῆ, καὶ τῆς αὐτῶν ῥώμης περιγενέ σθαι μὴ δυνηθεῖσαν
「因為敵人譏誚我,說你的看顧是軟弱的,不能勝過他們的勢力。」
'For my adversaries mock me, alleging that thy care is feeble and unable to prevail over their might.'
1:2730
Τοιγάρτοι ταῦτα διηνεκῶς λογιζόμενος, ἄπαυστον ἔχω τὸν θρῆνον
「因此,我不斷思想這些事,便有無止息的哀哭。」
'Therefore, continually pondering these things, I have unceasing lamentation.'
1:2731
Τὸ γὰρ, Ἐξέχεα ἐπ' ἐμὲ τὴν ψυχήν μου, τοῦτο σημαί. νει, ἀντὶ τοῦ, διεχύθην καὶ ἐκινήθην εἰς ὀδυρμούς
「我在我身上傾倒了我的心魂」這句話所指的是:我消融了,並被激動至於哀哭。
For the phrase, 'I poured out my soul upon myself,' signifies this: that I was dissolved and moved to lamentations.
1:2732
Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως ἤχου ἑορτάζοντος. Σκηνὴν κα λεῖ τὴν τοῦ Θεοῦ σκέπην
「因為我要進入那奇妙帳幕之地,直到神的殿,帶著歡呼與感謝之聲,如守節者的響聲。」他把神的蔽護稱作帳幕。
'For I will pass through into the place of the wondrous tabernacle, even unto the house of God, with a voice of rejoicing and thanksgiving, the sound of one keeping festival.' He calls the shelter of God a tabernacle.
1:2733
Μετὰ τὰ σκυθρωπὰ τοί νυν, τὰ θυμήρη διαγορεύει, καὶ προδιδάσκει ὡς τάχιστα τῆς ἀνακλήσεως τεύξονται, καὶ ὑπὸ τῆς θείας ποδηγούμενοι χάριτος, εἰς τὴν ποθουμένην ἐπανήξουσι γῆν, καὶ τὸν θεῖον ἀνοικοδομήσουσιν οἶκον, καὶ τὰς συνήθεις ἐπιτελέσουσι πανηγύρεις, καὶ τὸν ἑορταστικὸν ἦχον, καὶ τὴν πνευματικὴν με λῳδίαν ταῖς ἀκοαῖς εἰσδέξονται
所以,在憂愁之事以後,他宣告喜樂之事,並預先教導說:他們必極速得著歸回,並被神聖的恩典引導,回到所思慕的地方,重建神聖的殿宇,舉行慣常的節慶,並將節慶的響聲與屬靈的樂歌收入耳中。
After the gloomy things, then, he proclaims the joyful ones, and foretells that most swiftly they shall obtain their recall, and, guided by the divine grace, shall return to the longed-for land, shall rebuild the divine house, shall accomplish the accustomed festal assemblies, and shall receive into their ears the festive sound and the spiritual melody.
1:2734
Προθεσπίζει δὲ καὶ μακάριος Ἡσαΐας, ὡς μετὰ πλείστης ἐπαν ήξουσι τιμῆς, ἐν λαμπίναις ἡμιόνων ὀχούμενοι, καὶ σκιαδίοις σκεπόμενοι, καὶ τῆς ἀκτῖνος τὸ λυ ποῦν ἀποθέμενοι
蒙福的以賽亞也預言說:他們必帶著極大的尊榮歸回,乘坐騾子的轎輿,被涼傘遮蔽,卸下了日光的傷害。
The blessed Isaiah also foretells that they shall return with the greatest honour, borne in litters of mules, and sheltered by canopies, having laid aside the harm of the sun's ray.
1:2735
Τοῦτο δὲ καὶ Ἀκύλας ᾐνίξατο, Εἰσελεύσομαι ἐν συσκίῳ, παραβιβάζων αὐτοὺς ἕως οἴκου τοῦ Θεοῦ, ἐν φωνῇ αἰνέσεως καὶ εὐ χαριστίας ὄχλου ἑορτάζοντος. Χορεύοντες, φησὶ, καὶ τὸν Σωτῆρα Θεὸν ἀνυμνοῦντες, καὶ σκιᾶς κατὰ τὴν πορείαν ἀπολαύοντες, οὕτω τὸν θεῖον οἶκον καταληψόμεθα, ὡς ἐν πομπῇ τινι ποιούμενοι τὴν ἐπάνοδον
亞居拉也暗示了這事:「我要進入蔭涼之處」,將他們帶過去,直到神的殿,帶著守節眾人讚美與感謝之聲。他說:「我們跳舞,歌頌救主神,並在路途中享受蔭涼,如此我們必抵達神聖的殿宇,彷彿在某種盛大的行列中歸回。」
This too Aquila hinted at: 'I will enter into the shady place,' carrying them across even unto the house of God, with a voice of praise and thanksgiving of a crowd keeping festival. 'Dancing,' he says, 'and hymning God the Saviour, and enjoying shade along the journey, thus shall we reach the divine house, as though making our return in some solemn procession.'
1:2736
Ταύτης ἀκούσαντες τῆς προῤῥήσεως, σφᾶς αὐτοὺς ψυχαγωγοῦσι λέγοντες·
他們聽了這預言,就安慰自己的心魂,說:
Having heard this prediction, they comfort their own souls, saying:
1:2737
Ἱνατί περίλυπος εἶ, ψυχή μου; καὶ ἱνατί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ προσώπου μου, καὶ Θεός μου. Ταύτας, φησὶν, ψυχὴ, δεξαμένη τὰς ὑποσχέσεις, παῦσαι μὲν ἀλύουσα καὶ ἀσχάλλουσα·
「我的心魂哪,你為何憂悶?為何使我煩擾?當仰望神,因我還要稱謝祂,祂是我面前的拯救,是我的神。」他說:「我的心魂哪,既領受了這些應許,就止住你的煩躁與愁苦罷;」
'Why art thou cast down, O my soul? and why dost thou trouble me? Hope in God, for I will confess unto Him, the salvation of my countenance, and my God.' 'Having received these promises, O soul,' he says, 'cease from thy fretting and distress;'
1:2738
τῇ δὲ ἐλπίδι στηριζομένη, πρόσμει νον τὸ τῆς προῤῥήσεως τέλος·
「乃要立定在盼望中,等候那預言的成就;」
'but, being established in hope, await the fulfilment of the prediction;'
1:2739
ἐν τὴν γεγενημέ νην ὁρῶσα σωτηρίαν, ὕμνους προσοίσεις τῷ σεσω κότι Θεῷ
「在其中,你既見了那已成就的拯救,就必向那拯救你的神獻上頌讚。」
'wherein, beholding the salvation that has come to pass, thou shalt offer hymns to God who has saved thee.'
1:2740
Πρὸς ἐμαυτὸν ψυχή μου ἐταράχθη, διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου, καὶ Ἑρμωνιεὶμ, ἀπὸ ὄρους μικροῦ. Ἠθοποιία τίς ἐστι τῆς ψυχῆς πρὸς ἑαυτὴν διαλεγομένης
「我的心魂在我裡面憂悶;因此我要從約但地、從黑門嶺、從米薩山記念你。」這是心魂與自己對話的一種擬情之辭。
'My soul is troubled within me; therefore will I remember Thee from the land of Jordan, and of Hermoniim, from the little hill.' This is a kind of character-portrayal of the soul conversing with itself.
1:2741
Ἐπειδὴ γὰρ εἶπε, Παῦσαι ἀθυμοῦσα τῶν ἀγαθῶν δεξαμένη τὰς ὑποσχέσεις, ἀποκρίνεται πρὸς ταῦτα λέγουσα, ὅτι Οὐ μάτην ἀλύω, καὶ τοῖς εἰρημένοις κέχρημαι θρήνοις·
因為他既說:「當止住沮喪,既領受了美善之事的應許」,心魂就回答這話說:「我不是徒然煩躁,也不是無故用了前述的哀歌;」
For since he had said, 'Cease from despondency, having received the promises of good things,' the soul answers to this, saying: 'Not in vain do I fret, nor have I used the aforesaid laments without cause;'
← 上一段下一段 →
1