📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 詩篇註釋

西奧多勒

詩篇註釋 第 1 章 第 23/42 段

希臘文原文.254 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:5540–1:5793(全章共 10218 節)

← 上一段下一段 →
1:5540
μάννα τροφῆς ἀπολαύοντες, ἠχαρίστησαν·
他們享用嗎哪為食物,卻忘恩負義;
enjoying manna as their food, they were ungrateful;
1:5541
ἀπολα βεῖν τὴν ἐπηγγελμένην κελευσθέντες γῆν, τὸ δέος προὐβάλλοντο·
當受命去承受所應許之地時,他們卻以懼怕為推託;
when commanded to take possession of the promised land, they put forward their fear as a pretext;
1:5542
καὶ ἄλλα μυρία πρὸς τούτοις εἰργά σαντο, ἅπερ μηκύνειν οὐκ ἐθέλοντες τὸν λόγον παραλείψομεν
除此以外,他們還行了無數其他的惡事;我們因不願拉長論述,就略去不提。
and they committed countless other things besides these, which, not wishing to prolong the discourse, we shall pass over.
1:5543
Οὐκ ἐμνήσθησαν τῆς χειρὸς αὐτοῦ ἡμέρας ἧς ἐλυτρώσατο αὐτοὺς ἐκ χειρὸς θλίβοντος, Οὐκ ἐβουλήθησαν λαβεῖν εἰς διάνοιαν τὰς προτέρας εὐερ γεσίας, οὐδὲ λογίσασθαι τοῦ Θεοῦ τὴν ἰσχὺν, δι' ἧς ἀπηλλάγησαν τῆς Αἰγυπτίων δουλείας
「他們不記念他的手,就是他救贖他們脫離欺壓者之手的日子。」他們不肯將從前的恩惠放在心上,也不肯思想神的大能,就是他們藉以脫離埃及人奴役的大能。
'They did not remember His hand in the day when He redeemed them from the hand of the oppressor.' They were unwilling to bring to mind the former benefits, nor to consider the might of God, by which they were delivered from the slavery of the Egyptians.
1:5544
Εἶτα διέξεισι τὰς ἐκεῖ γεγενημένας θαυματουργίας
接著他敘述那裡所行的種種神蹟奇事。
Then he recounts the wonders that were wrought there.
1:5545
Ὡς ἔθετο ἐν Αἰγύπτῳ τὰ σημεῖα αὑτοῦ, καὶ τὰ τέρατα αὑτοῦ ἐν πεδίῳ Τάνεως. Τάνις εἶχε τοῦ Φαραὼ τὰ βασίλεια
「他怎樣在埃及顯出他的神蹟,在瑣安的平原顯出他的奇事。」瑣安是法老王宮的所在地。
'How He set His signs in Egypt, and His wonders in the plain of Tanis.' Tanis contained the royal palaces of Pharaoh.
1:5546
Ἐκεῖ δὲ τοῖς Αἰγυπτίοις τὰς τιμωρίας μέγας ἐπήγαγε Μωσῆς
偉大的摩西就在那裡把刑罰加在埃及人身上。
There, then, great Moses brought the punishments upon the Egyptians.
1:5547
Καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν. Πρῶτον μὲν γὰρ οὐ τὰ ποτάμια μόνον ὕδατα, ἀλλὰ καὶ τὰ ἐξ ὑετῶν συνιστάμενα μετέβαλεν εἰς αἵματος φύσιν, τῷ δίψει πιέζων τοὺς ἀντιλέ γοντας
「他把他們的江河變為血,使他們的雨水也是如此,以致他們不能喝。」因為神起初不但把江河的水,連那由雨所積成的水,都變成血的性質,用乾渴逼迫那些頂撞他的人。
'And He turned their rivers into blood, and their showers, that they might not drink.' For first He changed not only the waters of the rivers, but also those formed from the rains, into the nature of blood, pressing hard with thirst those who contradicted Him.
1:5548
Ἐξαπέστειλεν εἰς αὐτοὺς κυνόμυιαν, καὶ κατέφαγεν αὐτοὺς, καὶ βάτραχον, καὶ διέφθει ρεν αὐτούς
「他打發蒼蠅到他們中間,吞吃他們;又打發青蛙,毀壞他們。」
'He sent among them the dog-fly, which devoured them, and the frog, which destroyed them.'
1:5549
Καὶ ἔδωκε τῇ ἐρυσίβῃ τοὺς καρποὺς αὐτῶν, καὶ τοὺς πόνους αὐτῶν τῇ ἀκρίδι. Κυνο. μυίᾳ δὲ καὶ βατράχοις ὑπουργοῖς τῆς ὀργῆς χρησά μενος, πικρὰς αὐτοῖς τὰς ὀδύνας ἐπήγαγεν
「他將他們的果實交給蜢蟲,把他們的勞碌交給蝗蟲。」神用蒼蠅和青蛙作他忿怒的僕役,把痛苦的災難加在他們身上。
'And He gave their fruits to the blight, and their labors to the locust.' Using the dog-fly and the frogs as ministers of His wrath, He brought bitter pains upon them.
1:5550
Ἐρυ σίβῃ δὲ καὶ ἀκρίδι τῆς γῆς διέφθειρε τοὺς καρπούς
又藉著蜢蟲和蝗蟲,毀壞了地上的果實。
But by the blight and the locust He destroyed the fruits of the land.
1:5551
Ἀπέκτεινεν ἐν χαλάζῃ τὴν ἄμπελον αὐ τῶν, καὶ τὰς συκαμίνους αὐτῶν ἐν τῇ πάχνῃ. Ἐρυσίβῃ μὲν καὶ ἀκρίδι τὸν καρπὸν κατηνάλωσε, χαλάζῃ δὲ καὶ πάχνῃ καὶ αὐτὰς τὰς ῥίζας τῶν δένδρων ἐνέκρωσε
「他用冰雹打死他們的葡萄樹,用嚴霜打死他們的桑樹。」他藉蜢蟲和蝗蟲吞盡果實,又藉冰雹和嚴霜使樹木的根都枯死。
'He killed their vine with hail, and their sycamores with frost.' By the blight and the locust He consumed the fruit, but by the hail and the frost He deadened the very roots of the trees.
1:5552
Τὰς μέντοι συκαμίνους οἱ ἄλλοι ἑρμηνευταὶ συκομόρους ἡρμήνευσαν
然而其他的譯者把「桑樹」譯作「桑無花果樹」。
The other translators, however, rendered the sycamines as sycamores.
1:5553
Καὶ παρέδωκεν εἰς χάλαζαν τὰ κτήνη αὐτῶν, καὶ τὴν ὕπαρξιν αὐτῶν τῷ πυρί. δὲ Σύμμαχος οὕτως·
「他把他們的牲畜交給冰雹,把他們的財物交給火。」但西馬庫如此翻譯:
'And He gave over their cattle to the hail, and their possessions to the fire.' But Symmachus renders it thus:
1:5554
Τοῦ ἐκδόντος λοιμῷ τὰ κτήνη αὐτῶν, καὶ τὰ κτήματα αὐτῶν οἰωνοῖς
「就是那把他們的牲畜交給瘟疫,把他們的財產交給飛鳥的神。」
'Of Him who gave their cattle over to pestilence, and their livestock to the birds of prey.'
1:5555
Ἀθρόαν γὰρ δεξάμενα τελευτὴν, θοίνη τῶν σαρκοβόρων ὀρνί θων ἐγένετο
因為牲畜突然死亡,就成了食肉飛鳥的筵席。
For having met a sudden death, they became a feast for the flesh-eating birds.
1:5556
Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὑτοῦ·
「他將他忿怒的惱恨發在他們身上,」
'He sent upon them the anger of His wrath,'
1:5557
θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Θυμὸν, καὶ ὀργὴν, καὶ θλῖψιν, τὰς πικρὰς τιμωρίας ἐκάλεσεν·
「就是忿怒、惱恨、患難,成了一群降災的使者。」他用「忿怒、惱恨、患難」來稱那些苦毒的刑罰;
'wrath, and anger, and affliction, a sending by evil angels.' By 'wrath, and anger, and affliction' he named the bitter punishments;
1:5558
ἀγγέλους δὲ πονηροὺς, τῆς τιμωρίας τοὺς ὑπουργούς·
又用「惡使者」來稱那些施行刑罰的僕役;
and by 'evil angels,' the ministers of the punishment;
1:5559
οὔτε φύσεως, οὔτε προαιρέσεως μοχθηρίαν, τὴν πονηρίαν καλῶν, ἀλλὰ τὴν τῆς κολάσεως τιμωρίαν
他所稱的「惡」,既不是本性的敗壞,也不是意志的敗壞,乃是懲罰的報應。
calling 'evil' neither a wickedness of nature nor of will, but the retribution of chastisement.
1:5560
Οὕτω πονηρὰν ἡμέραν τὴν τῆς τιμωρίας ἡμέραν καλεῖ
照樣,他把刑罰的日子稱為「災禍的日子」。
Thus he calls the day of punishment 'an evil day.'
1:5561
Τοῦτο δὲ καὶ Σύμμαχος παρεδήλωσεν·
這一點西馬庫也表明了;
This also Symmachus made plain;
1:5562
ἀντὶ γὰρ ἀγγέλων πονηρῶν, ἀγγέλων κακούντων εἴρηκεν
因為他不用「惡使者」,而用「降災的使者」。
for instead of 'evil angels' he said 'angels who bring harm.'
1:5563
Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὑτοῦ. Ἀντὶ τοῦ, οὐκ ἐκώλυσεν φιλανθρωπία τὴν τιμωρίαν, ἀλλ' ἔδωκε χώραν τῇ δικαίᾳ παιδείᾳ
「他為自己的怒氣修平了道路。」意思是說,神愛人的心並未攔阻刑罰,反倒給公義的管教留出地步。
'He made a path for His anger.' That is to say, His love for mankind did not hinder the punishment, but gave place to the just discipline.
1:5564
Τοῦτο καὶ διὰ τῶν ἐπαγομένων ἐδήλωσεν
這一點他也藉著下面所加的話顯明了。
This he also showed through what follows.
1:5565
Οὐκ ἐφείσατο ἀπὸ θανάτου τῶν ψυχῶν αὐτῶν·
「他沒有寬容他們的性命脫離死亡,」
'He did not spare their souls from death,'
1:5566
καὶ τὰ κτήνη αὐτῶν εἰς θάνατον συνέκλεισε
「又把他們的牲畜關進死地。」
'and He shut up their cattle unto death.'
1:5567
[ ναʹ.] Καὶ ἐπάταξε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, ἀπαρ χὴν παντὸς πόνου αὐτῶν
〔五十一〕「他在埃及地擊殺了一切頭生的,就是他們所有勞力初結的果子,」
[51.] 'And He smote every firstborn in the land of Egypt, the firstfruits of all their labor,'
1:5568
ἐν τοῖς σκηνώμασι Χάμ. Θεασάμενος γὰρ αὐτῶν τὴν ἀντίτυπον γνώμην, ἀφειδῶς αὐτοῖς τὰς τιμωρίας ἐπήγαγε·
「在含的帳棚中。」因為神看見他們頑梗的心意,就毫不吝惜地把刑罰加在他們身上;
'in the tents of Ham.' For seeing their obstinate disposition, He brought punishments upon them without sparing;
1:5569
πρῶτον μὲν τοῖς κτήνεσιν ὄλεθρον, ὕστερον δὲ τοῖς πρωτοτόκοις θάνατον ἐπάγων ἀπροσδόκητον
起先把毀滅加在牲畜身上,後來又把出人意外的死亡加在頭生的身上。
first bringing destruction upon the cattle, and afterwards bringing an unexpected death upon the firstborn.
1:5570
Σκηνώ ματα δὲ Χὰμ, τὴν Αἴγυπτον προσηγόρευσεν, ἐπειδὴ τοῦ Χὰμ υἱὸς Μεσρὲμ, Μεσρὲμ δὲ Αἴγυ πτος
他用「含的帳棚」來指埃及,因為含的兒子是麥西,而麥西就是埃及。
By 'the tents of Ham' he designated Egypt, since the son of Ham was Mesrem, and Mesrem is Egypt.
1:5571
Καὶ ἀπῆρεν ὡς πρόβατα τὸν λαὸν αὑτοῦ·
「他領出自己的百姓好像羊群,」
'And He took away His people like sheep,'
1:5572
καὶ ἀνήγαγεν αὐτοὺς ὡσεὶ ποίμνιον ἐν ἐρήμῳ. Οὕτως ἐκείνους παιδεύσας, ἐπὶ τὴν ἔρημον ἤγαγε τὸν οἰκεῖον λαόν·
「又在曠野引導他們如同一群羊。」神既這樣管教了那些人,就把自己的百姓領進曠野;
'and He led them up like a flock in the wilderness.' Having thus chastised those others, He led His own people into the wilderness;
1:5573
ποιμένα μιμούμενος, τῆς ποίμνης ἡγούμενον
效法牧人走在羊群前頭引領牠們。
imitating a shepherd going before his flock.
1:5574
Καὶ ὡδήγησεν αὐτοὺς ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Πολλὰ γὰρ ἐνέγγυα τῆς οἰκείας δυνάμεως δεδωκὼς, θαῤῥεῖν αὐτῷ, καὶ μὴ δεδιέναι προσέταξε
「他懷著盼望引導他們,他們就不懼怕。」因為神既已賜下許多憑據,證明他自己的能力,就吩咐他們倚靠他,不要懼怕。
'And He guided them in hope, and they were not afraid.' For having given many pledges of His own power, He commanded them to take courage in Him and not to be afraid.
1:5575
Τοῦτο δὲ παρὰ μὲν τοῦ Θεοῦ τῶν ὅλων. ἐγένετο·
然而這事乃是出於萬有之神的作為;
But this came to pass from the God of all;
1:5576
ἐκεῖνοι δὲ τῇ δυνάμει τοῦ Θεοῦ θαῤῥεῖν οὐκ ἠβούλοντο
他們卻不肯倚靠神的能力。
yet they were unwilling to take courage in the power of God.
1:5577
Καὶ τοὺς ἐχθροὺς αὐτῶν ἐκάλυψε θάλασσα. γὰρ αὐτὴ θάλασσα τούτοις μὲν παρ έσχεν ὁδὸν, ἐκείνους δὲ τοῖς κύμασιν ἔχωσε
「海水淹沒了他們的仇敵。」因為同一片海,給這些人開了道路,卻把那些人埋在波浪之下。
'And the sea covered their enemies.' For the very same sea provided a way for these, but buried those beneath its waves.
1:5578
Καὶ εἰσήγαγεν αὐτοὺς εἰς ὄρος ἁγιάσματος αὑτοῦ, ὄρος τοῦτο ἐκτήσατο δεξιὰ αὐτοῦ. Ἐκεῖ θεν τοίνυν ἐλευθερώσας, ἔδωκεν αὐτοῖς ἣν ἐπηγ γείλατο γῆν·
「他領他們到自己聖所的山,就是他右手所得的這山。」神既從那裡救他們出來,就把他所應許的地賜給他們;
'And He brought them into the mountain of His sanctuary, this mountain which His right hand acquired.' Having freed them from there, then, He gave them the land which He had promised;
1:5579
διὰ γὰρ τοῦ Σιὼν ὄρους πᾶσαν τὴν γῆν παρεδήλωσε
因為他用錫安山來表明全地。
for through Mount Zion He indicated the whole land.
1:5580
Τοῦτο γὰρ δηλοῖ τὸ ἐν σχοινίῳ κληροδοσίας
因為「用繩量給他們為業」正是這個意思。
For this is what 'by a line of inheritance' signifies.
1:5581
Τὴν γὰρ οἰκείαν εἰώθασι γῆν οἱ κεκτημένοι μετρεῖν·
因為擁有土地的人,習慣測量自己的地界;
For those who possess land are accustomed to measure their own land;
1:5582
τοὺς δὲ κλή ρους καὶ τὰς διανεμήσεις ἀκριβέστερον διδάσκει τοῦ Ἰησοῦ τοῦ Ναυῆ συγγραφή
至於那些鬮分和分配,嫩的兒子約書亞的書更精確地教導了這事。
and the allotments and distributions the writing of Joshua son of Nun teaches more precisely.
1:5583
Καὶ κατεσκήνωσεν ἐν τοῖς σκηνώμασιν αὐτῶν τὰς φυλὰς τοῦ Ἰσραήλ. Κατὰ [φυλὰς] γὰρ τὴν γῆν διενείμαντο·
「他使以色列的支派住在他們的帳棚裡。」因為他們按支派把地分了;
'And He made the tribes of Israel to dwell in their tents.' For they divided the land among themselves by tribes;
1:5584
οὕτω τὴν μετὰ τὴν ἔρημον αὐτῶν ἀπιστίαν διδάξας, διηγεῖται τὰς ἐν τῇ γῇ τῆς ἐπαγγελίας παρανομίας
他既這樣講明了他們出曠野之後的不信,如今就敘述他們在應許之地所犯的罪行。
having thus taught their unbelief after the wilderness, he now narrates their transgressions in the land of promise.
1:5585
Καὶ ἐπείρασαν καὶ παρεπίκραναν τὸν Θεὸν τὸν ὕψιστον, καὶ τὰ μαρτύρια αὐτοῦ οὐκ ἐφυλάξαντο. Μετὰ τοσαύτας καὶ τηλικαύτας εὐεργεσίας ἐπέμει ναν παρανομοῦντες, καὶ τὰς θείας παραβαίνοντες ἐντολάς
「他們試探並惹動至高的神,不守他的法度。」在領受了那麼多、那麼大的恩惠之後,他們仍然堅持犯罪,違背神的誡命。
'And they tempted and provoked the Most High God, and did not keep His testimonies.' After so many and so great benefits they persisted in transgressing and in violating the divine commandments.
1:5586
Καὶ ἀπέστρεψαν, καὶ ἠθέτησαν καθὼς καὶ οἱ πατέρες αὐτῶν. Τὴν τῶν πατέρων ἐμιμή σαντο μοχθηρίαν, καὶ τὴν ἐκείνων θεασάμενοι τιμω ρίαν, οὐδὲν ἐντεῦθεν ἀπώναντο
「他們轉去行詭詐,像他們的列祖一樣。」他們效法列祖的敗壞,雖然看見了列祖所受的刑罰,卻毫無得益。
'And they turned back and dealt treacherously, just as their fathers did.' They imitated the wickedness of their fathers, and though they had seen the punishment of those, they gained no profit from it.
1:5587
Μετεστρά φησαν εἰς τόξον στρεβλόν. Τόξον, κατὰ μὲν τέχνην κατεσκευασμένον, κατὰ σκοποῦ πέμπει τὰ ἀφιέμενα βέλη·
「他們轉去,好像欺哄人的弓。」弓若按著技藝製造得法,就能把射出的箭送向標靶;
'They were turned aside like a deceitful bow.' A bow, when constructed according to art, sends the released arrows toward the target;
1:5588
διαστροφὴν δέ τινα δεξάμενον, τὰ πεμπόμενα βέλη κατευθύνειν οὐ δύναται
但弓若受了扭曲,就不能使所射的箭射準。
but when it has received some distortion, it cannot direct the arrows that are shot.
1:5589
Κἀκεῖνοι τοίνυν τῆς διανοίας τὴν εὐθύτητα διαφθείραντες, οὔτε ταῖς θείαις εὐεργεσίαις εἰς δέον ἐχρῶντο, καὶ βλάβης ἀφορμὰς τὰς τῆς ὠφελείας ἀπέφαινον ἀφορμάς
所以那些人既敗壞了心思的正直,就既不善用神的恩惠,反倒把那本可得益的機會,變成了受害的緣由。
Those men, therefore, having corrupted the uprightness of their mind, neither used the divine benefits as they ought, and turned the occasions of benefit into occasions of harm.
1:5590
Καὶ παρώργισαν αὐτὸν ἐν τοῖς βουνοῖς αὐ τῶν, καὶ ἐν τοῖς γλυπτοῖς αὐτῶν παρεζήλωσαν αὐτόν. Παρὰ τοῦ Θεοῦ τῶν ὅλων δεχόμενοι τὰ ἀγαθὰ, τοῖς ἀψύχοις εἰδώλοις ἐδούλευον
「他們在自己的邱壇上惹他發怒,用自己的雕刻偶像激動他的憤恨。」他們從萬有之神領受美善之物,卻去事奉無生命的偶像。
'And they provoked Him on their high places, and moved Him to jealousy with their graven images.' Receiving good things from the God of all, they served lifeless idols.
1:5591
Ταῦτα δὲ σαφέστερον τῶν Κριτῶν ἱστορία διδάσκει
這些事,士師記的記載教導得更清楚。
These things the history of the Judges teaches more clearly.
1:5592
Παρέ δωκε γὰρ αὐτοὺς, ποτὲ μὲν Ἀμμανίταις, ποτὲ δὲ Μωαβίταις, ἄλλοτε δὲ Μαδιηναίοις, καὶ ἀλλοφύλοις·
因為神把他們交出去,有時交給亞捫人,有時交給摩押人,又有時交給米甸人和外邦人;
For He gave them over, at one time to the Ammonites, at another to the Moabites, at other times to the Midianites and the foreigners;
1:5593
ποινὴν αὐτοὺς τῆς ἀσεβείας εἰσπραττόμενος
向他們追討不敬虔的刑罰。
exacting from them the penalty for their impiety.
1:5594
Καὶ ἐξουδένωσε σφόδρα τὸν Ἰσραήλ. Τὸν γὰρ πολυθρύλλητον ἐκεῖνον λαὸν, τὸν παραδόξως τῆς Αἰγυπτίων δουλείας ἀπαλλαγέντα, ὃν θάλασσα εἶδε καὶ ἔφυγε, καὶ Ἰορδάνης ἀνεχώρησεν εἰς τὰ ὀπίσω, τοῦτον οἱ ὅμοροι ῥᾳδίως κατηγωνίζοντο
「他就甚厭棄以色列。」因為那大有名聲的百姓,就是奇妙地脫離了埃及人奴役的百姓,海一看見他們就奔逃、約旦河也倒流退後的百姓,如今卻輕易地被鄰邦制伏了。
'And He greatly despised Israel.' For that much-celebrated people, delivered so marvelously from the slavery of the Egyptians, at whom the sea looked and fled, and the Jordan turned back—these the neighboring peoples easily overcame.
1:5595
Καὶ ἀπώσατο τὴν σκηνὴν Σηλὼμ, σκήνωμα κατεσκήνωσεν ἐν ἀνθρώποις. Ταῦτα δὲ λοιπὸν ἀρχὴ τῶν Βασιλειῶν διδάσκει, Ἡλεὶ μεμνημένη τοῦ ἀρχιερέως, καὶ τῆς τῶν ἐκείνου παίδων παρα νομίας
「他丟棄了示羅的帳幕,就是他設立在人間的帳棚。」這些事,列王紀(撒母耳記)的起首處如今教導了,其中提到大祭司以利,以及他兒子們的罪行。
'And He rejected the tabernacle of Shiloh, the tent which He had pitched among men.' These things the beginning of the Books of Kingdoms now teaches, making mention of Eli the high priest and of the transgression of his sons.
1:5596
Καὶ παρέδωκεν εἰς αἰχμαλωσίαν τὴν ἰσχὺν αὐτῶν·
「他把他們的力量交與擄掠,」
'And He gave over their strength into captivity,'
1:5597
καὶ τὴν καλλονὴν αὐτῶν εἰς χεῖρας ἐχθρῶν. Ἰσχὺν αὐτῶν καὶ καλλονὴν τὴν κιβωτὸν λέγει·
「把他們的榮美交在仇敵手中。」他所說的「他們的力量和榮美」,是指約櫃;
'and their beauty into the hands of enemies.' By 'their strength and beauty' he means the ark;
1:5598
ταύτην δὲ Ὀφνὶ καὶ Φινεὲς εἰς ἐπικουρίαν τῶν ὁμοφύλων ἐξαγαγόντες, τῆς οἰκείας παρανομίας ἔτισαν δίκας·
何弗尼和非尼哈把約櫃抬出來,要幫助本國的人,卻為自己的罪行付上了代價;
and Hophni and Phinehas, having brought this out to aid their countrymen, paid the penalty for their own transgression;
1:5599
εἴδωλον δὲ τοῦτο ἦν, ὑπ' ἐκείνων θεραπευόμενον
而那被那些人所敬奉的,卻是一個偶像。
and this was an idol, worshipped by those men.
1:5600
Καὶ συνέκλεισεν εἰς ῥομφαίαν τὸν λαὸν αὑτοῦ, καὶ τὴν κληρονομίαν αὑτοῦ ὑπερεῖδε. Παρέδωκε γὰρ αὐτοὺς ταῖς τῶν πολεμίων χερσὶ, διὰ τὴν τῆς παρανομίας ὑπερβολήν
「他把自己的百姓交給刀劍,不顧他的產業。」因為他們罪行過甚,神就把他們交在仇敵手中。
'And He shut up His people to the sword, and disregarded His inheritance.' For He gave them over into the hands of their foes, on account of the excess of their transgression.
1:5601
Κληρονομίαν δὲ αὐτοὺς ὠνόμασεν, ὡς κηδεμονίας ὅτι μάλιστα πλεί στης παρ' αὐτοῦ τετυχηκότας ἀεί
他稱他們為「產業」,因為他們始終從祂領受了最豐盛的看顧眷佑。
He named them 'an inheritance,' inasmuch as they had at all times received from Him the very fullest measure of protective care.
1:5602
Οὕτω δὲ αὐτοὺς καὶ μέγας προσηγόρευσε Μωσῆς
偉大的摩西也是如此稱呼他們。
In this same way the great Moses also addressed them.
1:5603
Ἐγενήθη γὰρ, φησὶ, μερὶς Κυρίου, λαὸς αὐτοῦ Ἰακὼβ, σχοί νισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Εἶτα καταλέγει τῆς τιμωρίας τὰ εἴδη
因他說:「耶和華的分本是祂的百姓雅各,祂的產業本是以色列這量地的繩。」隨後他便列舉那些刑罰的種類。
For he says: 'The Lord's portion became His people Jacob, Israel the measuring-cord of His inheritance.' Then he enumerates the kinds of punishment.
1:5604
Τοὺς νεανίσκους αὐτῶν κατέφαγε πῦρ·
「火燒滅了他們的少年人,」
'Fire devoured their young men,'
1:5605
καὶ αἱ παρθένοι αὐτῶν οὐκ ἐπενθήθησαν
「他們的處女也無人為之哀哭。」
'and their virgins were not bewailed.'
1:5606
Οἱ ἱερεῖς αὐτῶν ἐν ῥομφαίᾳ ἔπεσον, καὶ αἱ χῆραι αὐτῶν οὐ κλαυσθήσονται. Τοὺς μὲν γὰρ πυρὶ παρέδωκε·
「他們的祭司倒在刀下,他們的寡婦也不哀哭。」因為祂把一些人交給了火;
'Their priests fell by the sword, and their widows shall not be wept for.' For some He delivered over to the fire;
1:5607
τῶν δὲ συνήθης οὐκ ἐγένετο θρῆνος, ἑκάστου περὶ τὰ οἰκεῖα ἠσχολημένου κακά
而對另一些人,慣常的哀悼卻沒有舉行,因為各人都忙於自己家中的禍患。
while for others the customary lamentation did not take place, since each was preoccupied with his own troubles.
1:5608
Ὀφνὶ δὲ καὶ Φινεὲς οἱ ἱερεῖς, αὐτὴν ἐπιφερόμενοι τὴν κιβωτὸν, ἐδέξαντο τὴν σφαγὴν, δι' αὐτῶν διδασκόμενοι τῶν πραγμάτων, μὴ θαῤῥεῖν παρανομίᾳ συζῶντας τῇ θείᾳ κηδε μονίᾳ
祭司何弗尼和非尼哈抬著約櫃本身時卻遭殺戮,他們藉著這些事件本身受教訓:不可一面與不法為伍,一面又倚仗神的看顧而放膽。
Hophni and Phinehas, the priests, while carrying the very ark itself, met with slaughter, being taught by the events themselves not to take confidence in the divine care while living in company with transgression.
1:5609
Ἐξηγέρθη ὡς ὑπνῶν Κύριος. Ἀλλ' ὅμως ταύταις αὐτοὺς ταῖς τιμωρίαις ὑποβαλὼν, καὶ τοὺς τούτων ἐδίδαξε πολεμίους τὰς τῶν γεγενη μένων αἰτίας
「主便睡醒,好像睡覺的人。」然而,祂雖使他們遭受這些刑罰,卻也將所發生之事的原因教導了他們的仇敵。
'The Lord awoke as one that sleeps.' Yet nonetheless, having subjected them to these punishments, He also taught their enemies the causes of what had happened.
1:5610
Ὡς δυνατὸς, καὶ κεκραιπαληκὼς ἐξ οἴνου
「好像勇士,又像因酒發熱之人。」
'Like a mighty man, and one flushed with wine.'
1:5611
[ξ ʹ.] Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω ὄνειδος αἰώνιον ἔδωκεν αὐτοῖς. Οἷον γάρ τινα ὕπνον τὴν μακροθυμίαν ἀποσεισάμενος, τοῖς ἀλλοφύλοις ἐπήνεγκε τὴν πληγὴν, δι' ἣν ἐπ ονείδιστοι παρὰ πᾶσιν ἐγένοντο
〔詩七十八66〕「祂就打退了他們的敵人,叫他們永蒙羞辱。」祂彷彿抖去了像睡眠一般的忍耐,把打擊加在那些外邦人身上,使他們因此在眾人面前蒙受羞辱。
[Ps. 78:66.] 'And He smote His enemies backward; He gave them everlasting reproach.' For as though shaking off, like some sleep, His long-suffering, He brought the blow upon the foreigners, on account of which they became a reproach among all.
1:5612
Λέγει δὲ τῆς ἕδρας τὸ πάθος, ὅπερ ἱστορία διδάσκει
他所說的是臀部的患處(即痔瘡),正如史事記載所教導的。
He speaks of the affliction of the seat (i.e. the hemorrhoids), which the historical narrative teaches.
1:5613
Καὶ ἐπάταξε τοὺς ἐχθροὺς αὐτῶν εἰς τὰ ὀπίσω· σεμνότερον τὸ μέρος δηλώσασα τὸ δεξάμενον τὴν πληγήν
「祂就打退了他們的敵人」——經文較為含蓄地指明了那受打擊的部位。
'And He smote His enemies backward'—she indicated more decorously the part that received the blow.
1:5614
Ὕπνον δὲ τὴν μακροθυμίαν ἐκάλεσεν·
他以「睡眠」稱呼祂的忍耐;
By 'sleep' he called His long-suffering;
1:5615
ἐξ οἴνου δὲ κραιπά. λην, τὴν ἀγανάκτησιν
又以「因酒發熱」稱呼祂的憤怒。
and by 'the flush from wine,' His indignation.
1:5616
Καθάπερ γὰρ ἐπείσακτόν ἐστι Θεοῦ, τιμωρία δικαίως τοῖς πλημμελοῦσιν ἐπαγομένη
因為刑罰之於神,正如是從外面引入的一般,是公義地加在犯罪之人身上的。
For just as though brought in from without, so is punishment justly imposed upon transgressors by God.
1:5617
Καὶ ἀπώσατο τὸ σκήνωμα Ἰωσὴφ, καὶ τὴν φυλὴν Ἐφραῒμ οὐκ ἐξελέξατο. Πάλιν τὰς ἄλλας καταλιπὼν φυλὰς, μόνης μέμνηται τῆς Ἐφραΐμ, τὴν ἐσομένην προορῶν τυραννίδα
「並且祂棄掉約瑟的帳棚,不揀選以法蓮支派。」他再次撇下其餘的支派,單提以法蓮,因為他預見那將要來的僭政。
'And He rejected the tent of Joseph, and chose not the tribe of Ephraim.' Again, leaving aside the other tribes, he makes mention of Ephraim alone, foreseeing the tyranny that was to come.
1:5618
Ἰωσὴφ δὲ καὶ Ἐφραῒμ τὴν αὐτὴν λέγει φυλήν·
他以「約瑟」和「以法蓮」指的是同一支派;
By 'Joseph' and 'Ephraim' he means the same tribe;
1:5619
υἱὸς γὰρ τοῦ Ἰωσὴφ Ἐφραΐμ
因為以法蓮是約瑟的兒子。
for Ephraim was a son of Joseph.
1:5620
Ἀπωσθῆναι δὲ αὐτὴν λέγει, τῷ μὴ διαμεῖναι ἐν τῇ Σηλὼμ τὴν σκηνὴν, ἀλλ' ἐν τῇ Ἱερου σαλὴμ τῆς θείας κιβωτοῦ μεταβῆναι τὴν χάριν, ἐν καὶ Σολομὼν μετὰ ταῦτα τὸν θεῖον νεὼν ἐδεί ματο
他說它被「棄掉」,是因為帳幕沒有留在示羅,而神聖約櫃的恩典遷移到了耶路撒冷;後來所羅門也是在那裏建造了神的殿。
He says it was 'rejected' in that the tabernacle did not remain in Shiloh, but the grace of the divine ark passed over into Jerusalem, in which afterward Solomon also built the divine temple.
1:5621
Καὶ ἐξελέξατο τὴν φυλὴν Ἰούδα·
「卻揀選猶大支派,」
'And He chose the tribe of Judah,'
1:5622
τὸ ὄρος τὸ Σιὼν, ἠγάπησεν. Ἐξελέξατο μέντοι τὴν φυλὴν Ἰούδα, διὰ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον ἀνθήσειν προσδοκωμένην
「就是祂所喜愛的錫安山。」祂之所以揀選猶大支派,實在是為了那從耶西而出、預期要發芽的枝子。
'Mount Zion, which He loved.' He chose the tribe of Judah, indeed, on account of the rod from Jesse that was expected to blossom forth.
1:5623
Ταύτην δὲ τὴν βλάστην καὶ πατριάρ χης Ἰακὼβ προεθέσπισεν εὐλογῶν τὸν Ἰούδαν·
這枝芽,先祖雅各在祝福猶大時也早已預言過;
This shoot the patriarch Jacob too foretold when he blessed Judah;
1:5624
μέμνηται δὲ αὐτῆς καὶ θεσπέσιος Παῦλος, οὑτωσὶ λέγων·
受神默示的保羅也提到它,這樣說:
and the divinely-inspired Paul makes mention of it, speaking thus:
1:5625
Πρόδηλον δὲ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Ταύτης οὖν ἕνεκα τὴν Ἰούδα φυλὴν τῶν ἄλλων προείλετο·
「我們的主分明是從猶大出來的。」正是為此,祂才把猶大支派揀選在其他支派之上;
'For it is evident that our Lord Jesus Christ has sprung out of Judah.' It was therefore on this account that He preferred the tribe of Judah above the others;
1:5626
ἐπειδὴ δὲ τοῦτό πως ἠγνοεῖτο τοῖς πολλοῖς τὸ μυστήριον, μάλα σαφῶς ἐπήγαγε·
既然這奧祕對眾人多少還是隱藏的,他便極其明白地加上說:
and since this mystery was somehow unknown to the multitude, he added most plainly:
1:5627
Τὸ ὄρος τὸ Σιὼν, ἠγάπησεν, ἵνα τῶν ἄλλων φυλῶν κατασβέσῃ τὸν φθόνον, μο νονουχὶ λέγων·
「祂所喜愛的錫安山」——為要熄滅其他支派的嫉妒,幾乎就是說:
'Mount Zion, which He loved'—that he might quench the envy of the other tribes, all but saying:
1:5628
Μηδεμίαν ἀφορμὴν ζηλοτυπίας εἰσδέξησθε
「你們不要接受任何嫉妒的藉口。」
'Take in no occasion for jealousy.'
1:5629
Ἄλλως τε καὶ σεβάσμιον βούλεται δεῖξαι τὸ ὄρος, διὰ τὸν οἰκοδομηθησόμενον νεὼν ἐν αὐτῷ
他又以另一種方式,要顯明這山是可敬的,因為那將要建在其上的殿。
In another way too he wishes to show the mountain to be venerable, on account of the temple that was to be built upon it.
1:5630
Καὶ ᾠκοδόμησεν ὡς μονοκερώτων τὸ ἁγίασμα αὐτοῦ. Κέρατι τὸν μονόκερων ἑνὶ καθω πλίσθαι φασίν·
「祂建造祂的聖所,好像獨角獸的。」人說獨角獸是以一隻角為武裝的;
'And He built His sanctuary like that of unicorns.' They say that the unicorn is armed with a single horn;
1:5631
ἕνα δὲ προσκυνεῖν Θεὸν καὶ νόμος ἐδίδαξεν
而律法也教導人只當敬拜獨一的神。
and the Law taught that one God is to be worshipped.
1:5632
Εἰκότως τοίνυν ἀπείκασε μονοκέρωτι τὸν ἕνα νεὼν, τὸν τῷ ἑνὶ ἀφιερωμένον Θεῷ
所以,他把那奉獻給獨一之神的一座殿,恰當地比作獨角獸。
Fittingly, then, he likened to a unicorn the one temple, dedicated to the one God.
1:5633
Ἐν τῇ γῇ ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα. δὲ Σύμμαχος οὕτως·
「祂建立這殿,直到永遠,如同大地。」西馬庫斯則這樣譯:
'On the earth He founded it forever.' But Symmachus renders thus:
1:5634
Ὡς τὴν γῆν, ἣν ἐθεμελίωσας εἰς τὸν αἰῶνα
「如同你所建立、直到永遠的大地。」
'Like the earth, which You founded forever.'
1:5635
Καὶ οἱ ἄλλοι δὲ τὴν αὐτὴν διάνοιαν ἡρμηνεύκασι
其餘的譯者也都表達了同樣的意思。
And the others too have interpreted the same sense.
1:5636
Λέγει τοίνυν, ὅτι καθάπερ μίαν ἐδημιούργησε γῆν, οὕτω νεὼν Ἰουδαίοις ἕνα δημιουργῆσαι προσέταξε
所以他是說:正如祂造了一個大地,同樣祂也吩咐為猶太人造一座殿。
He is saying, then, that just as He created one earth, so He commanded that one temple be created for the Jews.
1:5637
Ἐξόπισθεν τῶν λοχευομένων ἔλαβεν αὐτόν. δὲ Σύμμαχος οὕτως·
「祂從生育的母羊背後把他取來。」西馬庫斯則這樣譯:
'From behind those that give birth He took him.' But Symmachus renders thus:
1:5638
Ἀκολουθοῦντα ἐγκύμοσιν ἤγαγεν αὐτόν
「祂領他跟隨著懷胎的母羊。」
'He led him following after the pregnant ewes.'
1:5639
Ἐπίτασις δὲ τῆς φιλοτιμίας καὶ τοῦτο·
這也是所賜尊榮的加深之處;
This too is an intensification of the honor bestowed;
1:5640
οὐδὲ γὰρ ποιμὴν τέλειος ἦν, ἀλλ' ὑπουργὸς ποιμένος, τοῖς τίκτουσι τῶν προβάτων ἑπόμενος
因為他甚至還不是一個正式的牧人,只是牧人的助手,跟隨著那些正在生育的羊。
for he was not even a full shepherd, but an assistant to a shepherd, following after the sheep that were giving birth.
1:5641
Ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὑτοῦ, καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὑτοῦ·
「為要牧養祂的百姓雅各,和祂的產業以色列;」
'To shepherd Jacob His servant, and Israel His inheritance;'
1:5642
καὶ ἐποίμα νεν αὐτοὺς ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὑτοῦ, καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὑτοῦ ὡδήγησεν αὐτούς. Καὶ τοῦτο δὲ δείκνυσι τὴν τῆς κηδεμονίας ὑπερβο λήν·
「於是他按心中的純正牧養他們,用手中的巧妙引導他們。」這也顯明了祂看顧的超絕;
'and he shepherded them in the innocence of his heart, and guided them by the understandings of his hands.' This too shows the surpassing greatness of His care;
1:5643
οὐ γὰρ τοῖς τυχοῦσιν ἀνθρώποις ἐπέστησε τὸν τῶν προβάτων νομέα, ἀλλ' ἁπλότητι σύνεσιν κεράσας, κατὰ τοὺς θείους αὐτοὺς ἐποδήγησε νόμους, Τούτοις ἔοικεν τοῦ Κυρίου νομοθεσία·
因為祂沒有立一個平凡的人來管理羊群,而是立了一個把智慧與純樸調和在一起的人,照著神的律法引導他們。主的立法正與此相似:
for He did not set over the flock of sheep an ordinary man, but one who, blending understanding with simplicity, guided them according to the divine laws. To these things the legislation of the Lord is like:
1:5644
Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστε ραί. Ἑκατέρου γὰρ ἐξορίσας κακίαν, καὶ τοῦ μὲν τὴν κακουργίαν, τῆς δὲ τὴν ἄνοιαν ἐξελὼν, τὴν ἐπαινουμένην ἐκέρασεν ἀρετήν
「你們要靈巧像蛇,馴良像鴿子。」因為祂驅除了兩者各自的惡:從蛇除去牠的狡詐,從鴿子除去牠的愚昧,就把那可稱讚的美德調和在一起。
'Be wise as serpents, and innocent as doves.' For having banished the vice of each, and removing from the one its cunning and from the other its folly, He blended together the praiseworthy virtue.
1:5645
μειζόνων γὰρ πραγμάτων διακονίαν ἐνεχειρί σθημεν·
因為我們所受託的,是更大之事的職分;
For we have been entrusted with the ministry of greater matters;
1:5646
ἀξίως περιπατῆσαι τῆς κλήσεως, ἧς ἐκλήθημεν, κατὰ τὴν τοῦ θεσπεσίου Παύλου νομοθεσίαν
照著受神默示之保羅的教訓,「行事為人要與蒙召的恩相稱」。
'to walk worthily of the calling with which we were called,' according to the legislation of the divinely-inspired Paul.
1:5647
Ψαλμὸς τῷ Ἀσάφ. Ἀντιόχου, τοῦ ἐπίκλην Ἐπιφανοῦς, τὴν κατὰ τοῦ λαοῦ τῶν Ἰουδαίων μανίαν προφητικὸς προθεσπίζει λόγος
亞薩的詩。這預言之言預先宣告那綽號「以彼法尼」的安提阿古對猶太民族所發的狂怒。
A Psalm of Asaph. The prophetic word foretells the madness of Antiochus, surnamed Epiphanes, against the people of the Jews.
1:5648
εἰς εὐχὴν σχηματίζει, ὡς ὑπὸ τῶν εὐσεβῶν τῶν ἐσομένων τηνικαῦτα προσφερομένην, οὐδέπω μὲν νενικηκότων, ἔτι δὲ περικλυζομένων ταῖς συμφο ραῖς
他把它寫成禱告的形式,彷彿是由那時將要在世的敬虔之人所獻上的;他們尚未得勝,仍被種種災難所淹沒。
He casts it in the form of a prayer, as though offered by the godly who would be living at that time—those who had not yet gained the victory, but were still being overwhelmed by their calamities.
1:5649
Θεὸς, ἤλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. Σοφῶς τοῦ Πνεύματος χάρις τοὺς ταῖς χαλεπαῖς ἐκείναις προσπαλαίοντας συμφοραῖς ἐδίδαξεν ἄρξασθαι τῆς ἱκετείας
「神啊,外邦人進入你的產業,污穢了你的聖殿。」聖靈的恩典何等智慧地教導那些與那些嚴酷災禍搏鬥的人,如此開始他們的懇求。
'O God, the nations have come into Your inheritance; they have defiled Your holy temple.' Wisely did the grace of the Spirit teach those wrestling with those grievous calamities to begin their supplication thus.
1:5650
Οὐ γὰρ τὰ οἰκεῖα πρότερον διηγήσαντο πάθη·
因為他們沒有先陳述自己所受的苦;
For they did not first recount their own sufferings;
1:5651
ἀλλὰ τὴν κατὰ τοῦ θείου νεὼ τολμηθεῖσαν ἀσέβειαν, ὡς τοῦ νεὼ μηδὲν εἰς τὸν θεῖον πλημμε λήσαντος νόμον
而是先陳述那向神殿所敢行的褻瀆,彷彿那殿並沒有絲毫干犯神的律法。
but rather the impiety that had been dared against the divine temple, as though the temple had in no way transgressed against the divine law.
1:5652
Ἔθνη, φησὶ, δυσσεβείᾳ καὶ παρα νομίᾳ συζῶντα τῆς σῆς κληρονομίας ἐκράτησαν
他說:「那些活在不敬虔與不法中的外邦人,霸佔了你的產業。」
'Nations,' he says, 'living in impiety and lawlessness, have taken possession of Your inheritance.'
1:5653
Ἐπιβῆναι γὰρ τῶν ἀδύτων τοῦ σοῦ νεὼ κατετόλμη σαν
「因為他們竟敢踏入你聖殿至聖的內室。」
'For they dared to set foot within the innermost sanctuaries of Your temple.'
1:5654
Οὐ βωμοῖς δὲ μόνον, καὶ θυσίαις δαιμόνων, τὰ σὰ κατεμίαναν ἅγια
「他們也不僅以獻給鬼魔的祭壇和祭物玷污了你的聖物。」
'And not with altars and sacrifices to demons alone did they defile Your holy things.'
1:5655
Ἔθεντο Ἱερουσαλὴμ εἰς ὀπωροφυλάκιον. Ἄρδην γὰρ πᾶσαν τὴν πόλιν πορθήσαντες, οὐδὲν σκηνῆς διαφέρειν εἰς ὀπωροφυλάκιον γενομέ νης, τὴν πολυθρύλλητον ἐπέφηναν Ἱερουσαλήμ
「使耶路撒冷變為看守果園的棚。」因為他們把整座城徹底洗劫,使那馳名遠近的耶路撒冷顯得與一座淪為果園看守棚的草舍毫無分別。
'They have made Jerusalem into a storehouse for fruit.' For having utterly sacked the whole city, they made the far-renowned Jerusalem appear to differ in no way from a hut turned into a fruit-storehouse.
1:5656
Ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς. Τοσαύτῃ θηριωδία καὶ μανίᾳ κατὰ τῶν σῶν θεραπόντων ἐχρήσαντο, ὡς τοῖς θηρίοις καὶ τοῖς τῶν πετεινῶν σαρκοβόροις τὰ τούτων σώματα προθεῖναι θοίνην
「把你僕人的屍首給天空的飛鳥作食物,把你聖民的肉給地上的野獸。」他們以何等野獸般的兇殘與瘋狂對待你的僕人,竟把這些人的身體擺出來,作野獸和食肉飛鳥的筵席。
'They have given the dead bodies of Your servants as food to the birds of heaven, the flesh of Your holy ones to the beasts of the earth.' With such bestial fury and madness did they treat Your servants, that they set out these men's bodies as a banquet for the wild beasts and for the flesh-eating birds.
1:5657
Ἐξέχεαν τὸ αἷμα αὐτῶν ὡσεὶ ὕδωρ κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν θάπτων. Μιαιφόνον δὲ κεκτημένοι τὴν γνώμην, ἀναιροῦσι μὲν τοὺς εὐσεβείᾳ συζῶντας·
「在耶路撒冷四圍流他們的血如水,無人埋葬。」他們懷著嗜殺的心意,殺害那些過敬虔生活的人;
'They have poured out their blood like water round about Jerusalem, and there was none to bury them.' Possessing a murderous disposition, they slay those who lived in godliness;
1:5658
αἱμάτων δὲ ὀχετοὺς κατὰ τῆς γῆς παρασκευάζουσι φέρεσθαι, τάφου δὲ ἀξιοῦ σθαι τοὺς σφαττομένους οὐ συγχωροῦσιν
又使血流成渠遍流於地,卻不容那些被殺的人得著埋葬。
and they cause streams of blood to run over the land, yet do not permit the slaughtered to be deemed worthy of a grave.
1:5659
Ἐγενήθημεν ὄνειδος τοῖς γείτοσιν ἡμῶν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ ἡμῶν. Ταῦτα ἡμᾶς ἐπονειδίστους τοῖς ὁμόροις εἰργάσαντο·
「我們成了鄰國的羞辱,成了四圍人的嗤笑譏刺。」這些事使我們成為鄰邦的羞辱;
'We have become a reproach to our neighbors, a mockery and a scorn to those around us.' These things made us a reproach to our neighbors;
1:5660
διὰ ταῦτα ἐπίχαρτοι τοῖς πλησιοχώροις γεγόναμεν
因這些事,我們成了鄰近之人幸災樂禍的對象。
on account of these things we have become an object of malicious joy to those dwelling near us.
1:5661
Γείτονας δὲ καλεῖ τοὺς Ἀλλοφύλους, τοὺς Ἰδουμαίους, τοὺς Ἀμμανίτας, τοὺς Μωαβίτας, καὶ τὰ ἄλλα ἔθνη τὰ ὅμορα, ἅπερ αὐτοῖς ἀντίπαλα καὶ πολέμια ἦν ἀεί
他所稱的「鄰國」,指的是非利士人、以東人、亞捫人、摩押人,以及其他接壤的邦國——這些邦國向來是他們的對頭和仇敵。
By 'neighbors' he means the Philistines, the Idumeans, the Ammonites, the Moabites, and the other bordering nations, which were always their adversaries and enemies.
1:5662
Ἕως πότε, Κύριε, ὀργισθήσῃ εἰς τέλος·
「耶和華啊,這到幾時呢?你要動怒到永遠嗎?
'How long, O Lord? Will You be angry forever?
1:5663
ἐκκαυθήσεται ὡς πῦρ ζῆλός σου; Νομοθετῶν Θεὸς αὐτῷ μόνῳ λατρεύειν προσέταξε, καὶ ἕτερον μηδένα καλούμενον προσκυνῆσαι Θεὸν, Ὅτι ἐγὼ, φησὶ, Κύριος Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ κατ αναλίσκον. [ Ἀλλ' ὡς πολλάκις ἡμῖν εἴρηται, μηδεὶς ἀκούων ἕνα Θεὸν μοναρχίαν ὑπολάβοι·
你的憤恨要如火焚燒嗎?」神在頒佈律法時,吩咐人單單事奉祂,不可敬拜任何別的所謂的神:「因為我,」祂說,「是耶和華你的神,是忌邪的神,是烈火。」〔但正如我們屢次所說,聽見「獨一之神」的人,切莫以為這只是單一位格的君權;
Shall Your jealousy burn like fire?' God, in giving the Law, commanded that He alone be served, and that no other so-called god be worshipped: 'For I,' He says, 'am the Lord your God, a jealous God, a consuming fire.' [But, as we have often said, let no one who hears of one God suppose a mere monarchy;
1:5664
τὴν γὰρ ἀπερινόητον καὶ ἀεὶ οὖσαν οὐσίαν τὴν ἐν Πα τρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι προσκυνουμένην, Θεὸν ὀνομάζει·
因為祂所稱為「神」的,乃是那不可思議、永恆自存、在父、子、聖靈裏受敬拜的本質;
for it is the incomprehensible and ever-existing Essence, worshipped in Father and Son and Holy Spirit, that He names 'God';
1:5665
ὅτι δὲ νομοθετεῖ Θεὸς Λόγος, ὅς ἐστιν Ἰησοῦς Χριστὸς Σωτὴρ ἡμῶν, οὐκ ἂν ἀμφι βάλοι ἕκαστος τῶν φιλομαθεστέρων.] Τοῦτο καὶ ἐνταῦθα προφητικὸς ἀνέμνησε λόγος·
而那頒佈律法的乃是神的道,就是我們的救主耶穌基督——凡較用心求學的人都不會對此有所疑惑。〕這一點,此處的預言之言也提醒了我們:
and that it is God the Word, who is Jesus Christ our Savior, who gives the Law, none of the more studious would doubt.] This too the prophetic word here called to mind:
1:5666
Ἔκχεον τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη, τὰ μὴ γινώσκοντά σε, καὶ ἐπὶ βασιλείας, αἳ τὸ ὄνομά σου οὐκ ἐπεκαλέσαντο. Ἐπειδὴ δίκας ἁμαρτημά των τοὺς ἀνθρώπους εἰσπράττῃ, κατ' ἐκείνων ἱκε τεύω σε τὴν ὀργὴν μεταθεῖναι, οἳ παντάπασι τὸ σὸν μαθεῖν οὐκ ἐθέλουσιν ὄνομα, ἀλλὰ τῇ ἀκροτάτῃ δυσ σεβείᾳ δουλεύουσιν
「願你將你的忿怒倒在那不認識你的外邦,和那不求告你名的國度上。」既然你向世人追討他們罪的刑罰,我便懇求你,把你的忿怒轉向那些全然不肯認識你名、反倒作了極端不敬虔之奴僕的人。
'Pour out Your wrath upon the nations that know You not, and upon kingdoms that have not called upon Your name.' Since You exact penalties from men for their sins, I entreat You to transfer Your wrath against those who by no means wish to learn Your name, but are enslaved to the utmost impiety.
1:5667
Ὅτι κατέφαγον τὸν Ἰακὼβ, καὶ τὸν τόπον αὐτοῦ ἠρήμωσαν. Σαφὲς δὲ καὶ τοῦτο τῆς ἐκείνων παρανομίας τεκμήριον·
「因為他們吞了雅各,把他的住處變為荒場。」這也是他們不法的明證;
'For they have devoured Jacob, and laid waste his place.' This too is a clear proof of their lawlessness;
1:5668
οὐδὲν γὰρ παρ' ἡμῶν κακὸν ὑπομείναντες, ἡμᾶς μὲν σφαγαῖς κατανάλωσαν, τὴν δὲ χώραν ἐδῄωσαν, καὶ τὰς πόλεις ἐπόρθησαν
因為他們在我們手中並未受過任何虧負,卻用殺戮把我們吞滅,蹂躪了地土,洗劫了城邑。
for having suffered no wrong at our hands, they consumed us with slaughters, ravaged the land, and sacked the cities.
1:5669
Τὸν δὲ τόπον αὐτοῦ, Ἀκύλας μὲν, ὡραῖον αὐτοῦ, Σύμμαχος δὲ καλλονὴν αὐτοῦ, δὲ Θεοδοτίων, εὐ πρέπειαν αὐτοῦ ἡρμήνευσαν·
至於「他的住處」:亞居拉譯作「他的華美」,西馬庫斯譯作「他的秀麗」,狄奧多提翁譯作「他的莊嚴」;
As for 'his place': Aquila rendered it 'his beauty,' Symmachus 'his comeliness,' and Theodotion 'his seemliness';
1:5670
δι' ὧν μᾶλλον θεῖος. οἶκος δεδήλωται
藉這些譯法,所指明的更是那神聖的殿。
and by these renderings the divine house is rather indicated.
1:5671
Καλῶς δὲ τὸν λαὸν Ἰακὼβ προσ ηγόρευσε, τῇ τοῦ προπάτορος μνήμῃ τὸν Θεὸν εἰς ἔλεον διεγείρων
他很恰當地稱這百姓為「雅各」,藉著對先祖的紀念激動神施憐憫。
Rightly did he call the people 'Jacob,' stirring God to mercy by the remembrance of their forefather.
1:5672
Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Εὐσε βεῖς ἦσαν οἱ ταύτην προσφέροντες τὴν εὐχὴν, καὶ πολὺν ὑπὲρ εὐσεβείας ἀναδεξάμενοι ζῆλον
「不要記念我們先前的罪孽。」獻上這禱告的人是敬虔的,他們為敬虔懷抱極大的熱心。
'Do not remember against us our ancient transgressions.' Godly were those who offered up this prayer, having taken upon themselves great zeal for true religion.
1:5673
Ἀοίδι μος γὰρ τῶν Μακκαβαίων ἀρετή
因為馬加比人的德行是為人所歌頌的。
For the virtue of the Maccabees is celebrated in song.
1:5674
Εἰκότως τοίνυν ἀντιβολοῦσι, μὴ τῶν προτέρων ἁμαρτημάτων εὐθύ νας τὸν λαὸν εἰσπραχθῆναι
因此,他們懇求百姓不要因先前的罪愆而被追討刑罰,這是合宜的。
Fittingly, then, do they entreat that the people not be exacted the penalties of their former sins.
1:5675
Ἀλλὰ τοῦτο μὲν τεθεί κασιν, οὐ μὴν καὶ τὸ δεύτερον προστεθείκασιν, ὥστε τὸν Θεὸν τὴν παροῦσαν αὐτῶν εὐσέβειαν κατ ιδεῖν
然而他們雖提出了這一點,卻沒有再加上第二點,就是求神垂顧他們現今的敬虔。
But this indeed they set down, though they did not add the second part as well—namely, that God should look upon their present piety.
1:5676
Τοῦτο γὰρ μάλιστα τὴν πολλὴν αὐτῶν δείκνυ σιν ἀρετήν·
因為這一點最能顯明他們極大的德行:
For this above all displays their great virtue:
1:5677
ἁμαρτημάτων μνησθῆναι, κρύψαι δὲ τὴν παροῦσαν εὐσέβειαν
就是提說自己的罪,卻隱藏自己現今的敬虔。
to make mention of their sins, but to conceal their present piety.
1:5678
Ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ οἰκτιρμοί σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα
「主啊,願你的憐憫速速臨到我們,因為我們已極其貧乏。」
'Let your compassions swiftly overtake us, O Lord, for we have become exceedingly poor.'
1:5679
[ θʹ] Βοήθησον ἡμῖν Θεὸς σωτὴρ ἡμῶν. Ὄρεξον ὅτι τάχιστα τὴν ἄμαχόν σου ῥοπήν·
﹝第九節﹞「神我們的救主啊,求你幫助我們。」求你儘速伸出你那無可抵擋的扶助之力;
[verse 9] 'Help us, O God our Savior.' Extend as speedily as possible your irresistible aid;
1:5680
πάσης γὰρ ἔρημοι προνοίας γεγόναμεν·
因為我們已被撇下,全然失去一切眷顧;
for we have been left bereft of all providential care;
1:5681
σὲ δὲ μόνον ἐπίκουρον ἔχομεν καὶ σω τῆρα
唯有你是我們的幫助者與救主。
and you alone we have as our helper and Savior.
1:5682
Ἕνεκεν τῆς δόξης τοῦ ὀνόματός σου, Κύριε, ῥῦσαι ἡμᾶς·
「主啊,求你為你名的榮耀拯救我們;」
'For the sake of the glory of your name, O Lord, deliver us;'
1:5683
καὶ ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν ἕνεκεν τοῦ ὀνόματός σου. Οὐδαμοῦ τῆς σφετέ ρας μνημονεύουσιν ἀρετῆς, ἀλλὰ διὰ τὸ θεῖον ὄνομα τῆς θείας ἐπικουρίας ἀντιβολοῦσι τυχεῖν·
「求你為你名的緣故赦免我們的罪。」他們絕不提說自己任何德行,只為著神聖的名懇求得著神的幫助;
'and be merciful to our sins for your name's sake.' Nowhere do they make mention of any virtue of their own, but on account of the divine name they entreat to obtain divine aid;
1:5684
ἡμῶν γὰρ, φησὶ, κακοπραγούντων, κατὰ τοῦ σοῦ ὀνόματος βλασφημία χωρεῖ
他說:因為當我們遭遇不幸時,褻瀆便臨到你的名。
for, he says, when we fare ill, the blasphemy proceeds against your name.
1:5685
Ἀντιβολοῦμεν τοίνυν, παριδεῖν μὲν σὲ τὰ πλημμελήματα·
因此我們懇求你不看我們的過犯;
We entreat, then, that you overlook our offenses;
1:5686
μετα βαλεῖν δὲ τὰς συμφορὰς, καὶ τὴν σὴν δύναμιν ὑπο δεῖξαι τοῖς ἀγνοοῦσι
並求你扭轉我們的災禍,向那些不認識你的人顯明你的大能。
and that you turn our calamities around, and display your power to those who do not know it.
1:5687
Μήποτε εἴπωσι τὰ ἔθνη, Ποῦ ἐστιν Θεὸς αὐτῶν; Οἱ δὲ ἄλλοι ἑρμηνευταὶ ὡς γεγενη μένον τοῦτο εἰρήκασιν·
「免得列邦說:他們的神在哪裡呢?」其他的譯者將此譯作已然發生之事:
'Lest the nations say, Where is their God?' The other translators have rendered this as though it had already come to pass:
1:5688
Εἰς τί λέγει τὰ ἔθνη, Ποῦ ἐστιν Θεὸς αὐτῶν; Τοῦτό με, φησὶν, ἀνιᾷ, τοῦτό με κεντεῖ πάσης ἀκίδος ὀξύτερον, τὸ ὑπὸ τῶν ἐθνῶν κατὰ σοῦ τὴν βλασφημίαν τολμᾶσθαι, καὶ ἐπιτωθάζοντας λέγειν, Ποῦ ἐστιν Θεὸς ὑμῶν, ὃν λέγετε μαστιγῶσαι τὴν Αἴγυπτον, διῃρηκέναι τὴν θάλατταν, [ ὑμῖν δὲ δωρῆσαι διάβασιν, καὶ τ' ἄλλα πάντα δεδρακέναι] τὰ μεγάλα καὶ πολυθρύλ λητα; Καὶ γνωσθήτω ἐν τοῖς ἔθνεσιν ἐνώπιον τῶν ὀφθαλμῶν ἡμῶν ἐκδίκησις τοῦ αἵματος τῶν δούλων σου, τοῦ ἐκκεχυμένου. Ἀντιβολοῦμεν τοίνυν, τού τους μὲν τῖσαι τῆς μιαιφονίας ποινὴν, τοὺς δὲ ἄλλους ἅπαντας ἰδεῖν σὺν ἡμῖν τὴν δικαίαν σου ψῆφον, καὶ τὴν ὑπὲρ τῶν ἀνῃρημένων σοῦ θεραπόντων ὀργήν
「列邦為何說:他們的神在哪裡呢?」他說:這使我憂傷,這刺透我比任何利刺更為尖銳——就是列邦竟敢褻瀆你,戲弄地說:你們的神在哪裡呢,就是你們所說鞭打埃及、分開海水、〔賜你們過去,並行了其他一切〕那些偉大而廣為傳頌之事的神?「願你僕人被流之血得伸的冤,在列邦中、在我們眼前顯明。」因此我們懇求:願這些人為其兇殺流血付出刑罰,願其餘眾人與我們一同看見你公義的判決,並你為被殺僕人所發的忿怒。
'To what end do the nations say, Where is their God?' This, he says, grieves me; this pierces me sharper than any barb—that the nations should dare to blaspheme against you, and mockingly say, Where is your God, whom you claim scourged Egypt, divided the sea, [granted you passage, and wrought all those other things] great and much-renowned? 'And let the vindication of the blood of your servants that has been poured out be made known among the nations before our eyes.' We entreat, then, that these pay the penalty for their murderous violence, and that all the others behold together with us your just verdict, and your wrath on behalf of your slaughtered servants.
1:5689
Εἰσελθέτω ἐνώπιόν σου στεναγμὸς τῶν πεπεδημένων·
「願被囚者的歎息達到你面前;」
'Let the groaning of the prisoners come before you;'
1:5690
κατὰ τὴν μεγαλωσύνην τοῦ βραχίονός σου περιποίησαι τοὺς υἱοὺς τῶν τεθανατωμένων. Ἀπιδεῖν ἱκετεύω σε καὶ εἰς τοὺς ἔτι μὲν περιόν τας, δεσμὰ δὲ περικειμένους, καὶ προσδεχομένους τὸν θάνατον, καὶ μὴ πανωλεθρίαν τοῦ ἡμετέρου κατα ψηφίσασθαι γένους·
「求你按你膀臂的大能,保全那些被處死之人的兒女。」我懇求你也垂顧那些仍存活、卻被鎖鏈捆綁、等候死亡的人,不要判定我們的宗族全然覆滅;
'according to the greatness of your arm preserve the sons of those who have been put to death.' I implore you to look also upon those still surviving, but who are bound in chains and awaiting death, and not to condemn our race to utter destruction;
1:5691
ἀλλὰ τῶν ἀνῃρημένων περισῶ. σαι τοὺς παῖδας, καὶ νεολαίαν ἐξ αὐτῶν κατα στῆσαι
反倒求你保全那些被殺之人的兒女,並從他們中間興起新的一代。
but rather preserve the children of those who have been slain, and establish from them a new generation.
1:5692
Ἀπόδος τοῖς γείτοσιν ἡμῶν ἑπταπλασίονα εἰς τὸν κόλπον αὐτῶν τὸν ὀνειδισμὸν αὐτῶν, ὃν ὠνείδισάν σε, Κύριε. Πολλαπλασίαν τοῖς ὁμόροις τῆς βλασφημίας τὴν τιμωρίαν ἐπάγαγε
「主啊,求你將我們鄰邦所加給你的辱罵,七倍歸還到他們懷中。」求你使我們四鄰所受的刑罰,遠超過他們褻瀆的罪。
'Repay to our neighbors sevenfold into their bosom the reproach with which they reproached you, O Lord.' Bring upon those who border us a punishment many times greater than their blasphemy.
1:5693
Οὐ γὰρ ὡρισμένον ἀριθμὸν διὰ τῶν εἰρημένων ἐδήλωσεν, ἀλλὰ μεγίστην αὐτοῖς ἐπαχθῆναι τιμωρίαν ἐξ ῄτησε
因為他所說的並非指定一個確定的數目,而是求將極大的刑罰加在他們身上。
For by what he said he did not indicate a fixed number, but requested that a very great punishment be brought upon them.
1:5694
Τοιοῦτο καὶ τὸ, Στεῖρα ἔτεκεν ἑπτὰ, ἀντὶ τοῦ πολλά
「不生育的婦人生養了七個」這句話也是如此,意思是「許多」。
Such too is the saying, 'The barren woman has borne seven,' meaning 'many.'
1:5695
Τὸν δὲ κόλπον εἴρηκεν, ἐκ μεταφορᾶς τῶν ἐν τῷ κόλπῳ τι φερόντων, καὶ ἀσφαλῶς συν εχόντων, ὥστε μηδὲν ἐκπεσεῖν·
他說「懷中」是借用比喻,取自那些在懷中攜帶物件、穩妥持守、使無一失落的人;
And he said 'bosom' by a metaphor drawn from those who carry something in the bosom and hold it securely, so that nothing falls out;
1:5696
ἀντὶ τοῦ, Πλήρωσον αὐτοὺς συμφορῶν ἐπικειμένων διηνεκῶς
意思是:「求你使他們常被災禍壓身,充滿災禍。」
meaning, 'Fill them with calamities continually pressing upon them.'
1:5697
Ἡμεῖς δὲ λαός σου, καὶ πρόβατα νομῆς σου·
「至於我們,是你的百姓,是你草場的羊;」
'But we are your people, and the sheep of your pasture;'
1:5698
ἀνθομολογησόμεθά σοι, Θεὸς, εἰς τὸν αἰῶνα·
「神啊,我們要永遠稱謝你;」
'we will give thanks to you, O God, forever;'
1:5699
εἰς γενεὰν καὶ γενεὰν ἐξαγγελοῦμεν τὴν αἴνεσίν σου. Ἡμεῖς δὲ οἱ λαὸς σὸς χρηματίσαντες, καὶ ποίμνιον ὀνομαζόμενοι σὸν, ἐνδελεχῶς σοι τοὺς ὕμνους προσοίσομεν·
「我們要世世代代傳揚對你的頌讚。」我們既蒙稱為你的百姓、被稱作你的羊群,就要不住地向你獻上頌歌;
'from generation to generation we will proclaim your praise.' And we who have been named your people, and are called your flock, will unceasingly offer to you our hymns;
1:5700
καὶ τὰς ὑπὲρ τῆς εὐεργεσίας ὁμολογήσομεν χάριτας·
並要為你的恩惠承認我們的感謝;
and we will confess our thanks for your beneficence;
1:5701
καὶ ἀναγράπτους ταύτας πεποιηκότες, τοῖς ἐσομένοις ἀνθρώποις προσοίσομεν τὴν τούτων διήγησιν·
我們要將這些事記錄下來,把其中的記述傳給後來的世人。
and having set these things down in writing, we will pass on the narration of them to the people who shall come after.
1:5702
τὸ μέντοι ἀνθομολογησόμεθα, ἀντὶ τοῦ ἐξομολογησόμεθα εἴρηκε·
「我們要稱謝」一詞,他是用作「我們要承認頌揚」的意思;
The word 'we will give thanks (anthomologēsometha)' he has used in the sense of 'we will confess (exomologēsometha)';
1:5703
τὴν εὐχα ριστίαν δὲ τὸ ὄνομα δηλοῖ
而這詞所指的乃是感恩。
and the word signifies thanksgiving.
1:5704
ὑπὲρ τῶν ἀλλοιω θησομένων
「論到那將要更變的事。」
'Concerning those things that are to be changed.'
1:5705
Ψαλμὸς ὑπὲρ τοῦ Ἀσσυρίου. Μεταβολήν τινων πραγμάτων παρὼν προλέγει ψαλμός·
「一篇論到亞述人的詩。」本篇詩預言某些事務的更變;
'A psalm concerning the Assyrian.' The present psalm foretells a change of certain affairs;
1:5706
γὰρ ἀλλοίωσις τοῦτο δηλοῖ, καὶ μαρτύρεται·
因為「更變」一詞正指明並見證此事;
for the word 'alteration' indicates and testifies to this;
1:5707
διὰ τοῦτο καὶ μαρτύριον πρόσκειται
也因此加上了「見證」一詞。
and for this reason the word 'testimony' is also added.
1:5708
Προθεσπίζει δὲ χάρις τοῦ Πνεύμα τος τὸν τῶν Ἰουδαίων ἀνδραποδισμὸν, καὶ τὴν ἐν Βαβυλῶνι δουλείαν
聖靈的恩典預告猶太人被擄為奴,以及他們在巴比倫的奴役。
And the grace of the Spirit foretells the enslavement of the Jews and their bondage in Babylon.
1:5709
Ἐσχημάτισται δὲ εἰς εὐχὴν ψαλμὸς τῷ Θεῷ τῶν ὅλων, ὡς ὑπ' αὐτῶν ἐκείνων προσφερομένην
這篇詩以向萬有之神禱告的形式寫成,彷彿是由那些人親自獻上。
The psalm has been cast in the form of a prayer to the God of all, as though offered by those very people.
1:5710
τοῦ λαοῦ προμηθούμενον δέξασθαί μου τὴν ἱκετείαν ἀντιβολῶ
我懇求你顧念這百姓,垂納我的祈求。
I entreat that, taking thought for the people, you receive my supplication.
1:5711
ὁδηγῶν ὡσεὶ πρόβατον τὸν Ἰωσήφ. Οἷόν τισι λύκοις πε ριπεσόντα τοῖς ἀδελφοῖς, τῶν ἐκείνων ἀπαλλάξας χειρῶν, ἐποδήγησας εἰς Αἴγυπτον, καὶ κρείττονα τῶν ἐπιβουλευσάντων ἀπέφηνας
「你引導約瑟如引導羊群。」當他落在弟兄們中間,如同落在狼群裡時,你救他脫離他們的手,引領他到埃及,使他顯為比那些謀害他之人更為尊大。
'You who lead Joseph like a sheep.' When he had fallen among his brothers as among wolves, you delivered him from their hands, led him to Egypt, and showed him greater than those who had plotted against him.
1:5712
Οὕτω τὴν εἰς αὐ τοὺς γεγενημένην κηδεμονίαν διεξελθὼν, ἐπὶ τὴν. γενικωτέραν ἐξουσίαν μετέβη
他這樣述說了神向他們所施的眷顧之後,便轉到那更為普遍的權能。
Having thus recounted the care shown toward them, he passed on to the more general dominion.
1:5713
καθήμενος ἐπὶ τῶν Χερουβὶμ, ἐμφάνηθι. Ἐπειδὴ γὰρ τούτων μό νων μέγας Μωσῆς ἐκτυπώματά τινα ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνέθηκε, καὶ μέσον τούτων τὸ ἱλα στήριον τέθεικε, δι' ἐκείνου δέ τις ἐπιφάνεια θεία τοῖς ἀρχιερεῦσιν ἐγένετο, εἰκότως ἐνταῦθα καὶ τῶν Χερουβὶμ ἐμνημόνευσε, καὶ τὸν τούτοις ἐπι καθήμενον ἐπιφανῆναι ἱκέτευσεν
「坐在基路伯之上的啊,求你顯現。」因為偉大的摩西曾在至聖所中安置了這些的某些造型,又在其間設立施恩座,藉此有某種神聖的顯現臨到大祭司,所以他在此提及基路伯,並懇求那坐在其上者顯現,乃是合宜的。
'You who sit upon the Cherubim, shine forth.' For since the great Moses set up certain representations of these in the Holy of Holies, and placed the mercy-seat in their midst, and through it a certain divine manifestation came to the high priests, fittingly here he made mention of the Cherubim also, and implored the one seated upon them to appear.
1:5714
Ἐναντίον Ἐφραῒμ, καὶ Βενιαμὶν, καὶ Μανασσῆ. Ἐπιφανῆναί σε, φησὶν, ἱκετεύω τῷ σῷ λαῷ
「在以法蓮、便雅憫、瑪拿西面前。」他說:我懇求你向你的百姓顯現。
'Before Ephraim, and Benjamin, and Manasseh.' I implore you, he says, to appear to your people.
1:5715
Τούτων δὲ ἐμνημόνευσεν, ἐπειδὴ καὶ τοῦ Ἰωσὴφ ἐποιήσατο μνήμην
他提及這些人,是因為他也提到了約瑟。
He made mention of these because he had also made mention of Joseph.
1:5716
Τοῦ δὲ Ἰωσὴφ μὲν Ἐφραῒμ καὶ Μανασσῆς παῖδες·
以法蓮和瑪拿西是約瑟的兒子;
Now of Joseph, Ephraim and Manasseh were the sons;
1:5717
δὲ Βενιαμὶν ἀδελφὸς ὁμομήτριος
便雅憫則是他同母的弟兄。
while Benjamin was his brother by the same mother.
1:5718
Ἐξέγειρον τὴν δυναστείαν σου, καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς. Ὡς μακροθυ μοῦντα, καὶ ἡσυχίᾳ χρώμενον, τὸν Θεὸν διανίστη σιν
「求你奮起你的大能,來拯救我們。」他把神當作那忍耐寬容、安居靜默者,激動祂行動。
'Stir up your might, and come to save us.' As one who is long-suffering and abides in stillness, he rouses God to action.
1:5719
Ἅπασάν σου τὴν δύναμιν, φησὶ, κίνησον, τὴν ἡμετέραν πραγματευσάμενος σωτηρίαν
他說:「求你發動你一切的能力,成就我們的救恩。」
'Set in motion all your power,' he says, 'to accomplish our salvation.'
1:5720
[ Τοῦτο μὲν, ὡς εἴρηταί μοι ἀνωτέρω, ἀνδραποδισθεὶς τὸ τηνικαῦτα παρὰ τῶν Ἀσσυρίων λαὸς, τοῦτο δὲ τὰ ἔθνη ἀντιβολεῖ, κηδόμενα τὴν παρὰ τοῦ εὐεργέτου σωτηρίαν·
﹝如我上文所說,這是當時被亞述人擄為奴的百姓所懇求的;這也是列邦所懇求的,他們渴望那從施恩者而來的救恩;
[This, as I have said above, the people who at that time had been enslaved by the Assyrians entreat; and this also the nations entreat, longing for the salvation that comes from the Benefactor;
1:5721
τοῦτο γὰρ θέλει εἰπεῖν προφητικὸς νοῦς καὶ διὰ τῶν ἑξῆς.] δʹ
因為先知的心意藉著隨後的話語,所要表達的也正是這個。﹞第四節
for this is what the prophetic mind means also through what follows.] verse 4
1:5722
Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς. Τῆς δουλείας ἐλευθέρωσον, καὶ τὴν ἐπάνοδον χά ρισαι
「萬軍之神啊,求你使我們回轉。」求你救我們脫離奴役,賜我們得歸回。
'O God of hosts, turn us back.' Set us free from bondage, and grant the return.
1:5723
[ μὲν τὴν ἐκ Βαβυλῶνος ἱκετεύων, δὲ τὴν ἐξ εἰδώλων ἐπιστροφήν.] Εἶτα τοῦ πράγματος διδάσκει τὴν εὐκολίαν
﹝一是懇求從巴比倫歸回,一是懇求離棄偶像回轉。﹞接著他教導此事之易成。
[The one entreating the return from Babylon, the other the turning away from idols.] Then he teaches the ease of the matter.
1:5724
Καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα. Ἀρκεῖς γὰρ φαινόμενος λῦσαι τὰς συμφοράς
「求你使你的臉發光,我們便得救。」因為你只要顯現,便足以解除我們的災禍。
'And cause your face to shine, and we shall be saved.' For it suffices that you but appear, to loose our calamities.
1:5725
Καὶ γὰρ οἱ ἄλλοι ἑρμηνευταὶ, Ἐπὶ τὴν προσευχὴν τοῦ λαοῦ σου, ἀντὶ τοῦ, δούλου σου, τεθείκασιν
誠然其他的譯者將「向你僕人的禱告」寫作「向你百姓的禱告」。
For indeed the other translators put 'Upon the prayer of your people' in place of 'of your servant.'
1:5726
Ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων·
「你以眼淚當食物給我們吃;」
'You will feed us the bread of tears;'
1:5727
καὶ πο τιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ. χρόνος ἐν ταῦθα ἐνήλλακται·
「又量出眼淚給我們喝。」此處的時態有所更換;
'and you will give us tears to drink in measure.' The tense here has been changed;
1:5728
καὶ γὰρ οἱ ἄλλοι ὡς γεγενημένα ταῦτα εἰρήκασιν·
因為其他的譯者確實把這些譯作已然發生之事:
for indeed the others have rendered these as things that had already come to pass:
1:5729
Ἐψώμισας ἡμᾶς ἄρτον δακρύων, καὶ ἐπότισας ἡμᾶς μετὰ δακρύων μέτρῳ. Λέγει δὲ, ὅτι Καὶ τὴν τροφὴν ἡμῶν, καὶ τὸ πόμα δάκρυσι συνεκέρασας·
「你曾以眼淚當食物給我們吃,又照量給我們眼淚喝。」他說:「你將我們的飲食都摻和了眼淚;」
'You fed us the bread of tears, and gave us to drink with tears by measure.' And he says that 'You mingled both our food and our drink with tears;'
1:5730
ὀδυρόμενοι γὰρ καὶ στένοντες μετα λαγχάνομεν τῆς ἀναγκαίας τροφῆς
因為我們是哀哭歎息地取用那必需的飲食。
for lamenting and groaning we partake of our necessary nourishment.
1:5731
Τοῦτο δὲ πε ποίηκεν ἀντιμετρήσας ταῖς ἁμαρτίαις τὴν τιμω ρίαν
祂如此行,是按著罪的分量量出相稱的刑罰。
This he did, measuring out the punishment in proportion to the sins.
1:5732
μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. Τοῦτο καὶ Ζαχαρίας εἶδεν προφήτης τὸ μέτρον, τῆς Βαβυλῶνος προ. θεσπίζων τὸν ὄλεθρον
「你們用甚麼量器量給人,也必用甚麼量器量給你們。」先知撒迦利亞也看見了這量器,那時他預言巴比倫的毀滅。
'With what measure you measure, it shall be measured back to you.' This measure also the prophet Zechariah beheld, when he foretold the destruction of Babylon.
1:5733
Ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν, καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς. Ἐπονείδιστοι γεγόναμεν καὶ τοῖς γειτονεύουσιν ἔθνεσιν, ἀεὶ τὴν πρὸς ἡμᾶς ἐσχηκόσι δυσμένειαν·
「你使我們成為鄰邦爭鬧的話柄,我們的仇敵也嗤笑我們。」我們甚至成了鄰近列邦的羞辱,他們向來對我們懷有敵意;
'You have made us a subject of dispute to our neighbors, and our enemies have mocked us.' We have become a reproach even to the neighboring nations, which have always borne enmity toward us;
1:5734
[ἀλλ' ὅμως οὐκ ἀπέστημέν σου·
﹝然而我們並未離棄你;
[but nevertheless we did not depart from you;
1:5735
τοῦτο γὰρ διὰ τῶν ἑξῆς ἔφη]
因為這一點他是藉著隨後的話說出的。﹞
for this he said through what follows.]
1:5736
Κύριε, Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς·
「主萬軍之神啊,求你使我們回轉;」
'O Lord, God of hosts, turn us back;'
1:5737
καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησό μεθα. Τῇ σῇ τοίνυν ἐπιφανείᾳ σκέδασον τὸ ζοφῶδες νέφος τῶν συμφορῶν, καὶ τὴν ἐπάνοδον χάρισαι·
「求你使你的臉發光,我們便得救。」因此求你藉著你的顯現,驅散我們災禍那陰霾的烏雲,並賜我們歸回;
'and cause your face to shine, and we shall be saved.' By your manifestation, then, scatter the gloomy cloud of our calamities, and grant the return;
1:5738
[τοῦτο μὲν λαὸς ἀντιβολῶν·
﹝這是百姓所懇求的;
[this the people entreat;
1:5739
[Τότε μὲν ἀοράτως ἐκείνους ἐκ τῆς αἰχμαλωσίας ἀνακα λούμενος, τὰ δὲ ἔθνη τῇ σῇ οἰκονομίᾳ περιποιησά μενος.] Εἶτα τὰς παλαιὰς εὐεργεσίας διέξεισι, τῆς ὁμοίας ἀπολαῦσαι προμηθείας ἀντιβολῶν
﹝那時你無形地將他們從被擄之地召回,卻藉你的安排護佑列邦。﹞接著他述說古時的種種恩惠,懇求得享同樣的眷顧。
[at that time invisibly recalling them from captivity, but by your dispensation preserving the nations.] Then he recounts the ancient acts of beneficence, entreating to enjoy the like providential care.
1:5740
Ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη, καὶ κατεφύτευσας αὐτήν
「你從埃及移出一棵葡萄樹,趕出列邦,把這樹栽上。」
'You transplanted a vine out of Egypt, you cast out nations, and planted it.'
1:5741
Ὡδοποίησας ἔμ προσθεν αὐτῆς·
祢在它面前開了道路。
You made a way before it.
1:5742
καθάπερ ἄμπελον ἐξ Αἰγύπτου μεταγαγὼν, καὶ πᾶσαν κατὰ τὴν ὁδὸν δωρησάμενος εὐκολίαν, ἐν τῇ τῶν Χαναναίων αὐτὸν κατεφύ τευσας γῇ
祢如同一棵葡萄樹,將它從埃及遷移出來,並在沿途賜下各樣的順遂,把它栽種在迦南人之地。
Like a vine, You transplanted it out of Egypt, and having granted it every ease along the way, You planted it in the land of the Canaanites.
1:5743
Ἐκάλυψεν ὄρη σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ Θεοῦ
它的影子遮蓋了群山,它的枝條攀上了神的香柏樹。
Its shadow covered the mountains, and its tendrils the cedars of God.
1:5744
Ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης·
它把枝子伸展到海邊。
It stretched out its branches as far as the sea.
1:5745
καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς. Ἄμπελον τροπικῶς τὸν λαὸν ὀνομάσας, ἐπέμεινε τῇ τροπῇ·
又把嫩枝伸展到江河。他既以比喻稱這民為葡萄樹,就繼續沿用這比喻。
and its shoots as far as the rivers. Having figuratively named the people a vine, he persisted in the figure.
1:5746
καὶ ὄρη μὲν καλεῖ τὴν τῶν ὁμόρων ἐθνῶν ἰσχύν·
他以「群山」指鄰近列國的勢力。
And by 'mountains' he means the might of the neighbouring nations.
1:5747
σκιὰν δὲ ταῦτα καλύπτουσαν τὴν τοῦ Ἰσραὴλ δυναστείαν τούτοις ἐπιτεθεῖσαν·
以覆蓋它們的「影子」指以色列的權勢,這權勢加諸在它們之上。
and by their 'shadow' the dominion of Israel, which was cast over them and overshadowed them.
1:5748
κέδρους δὲ τοῦ Θεοῦ τοὺς ὑψηλοὺς ἄρχοντας, τοὺς ὑπὸ τοῦ Θεοῦ τὸ ἄρχειν εἰληχότας·
以「神的香柏樹」指那些崇高的官長,就是從神領受了治理之權的人。
and by 'the cedars of God' the exalted rulers, those who have received the office of ruling from God.
1:5749
ἀναδενδράδας δὲ τὰς κέδρους συγκαλυπτούσας, τὴν Ἰσραηλιτικὴν βασιλείαν περιφανεστέραν τούτων γεγενημένην
以「枝條」指那遮蓋香柏樹的,因為以色列的國度已變得比這些更加顯赫。
and by 'tendrils' those covering over the cedars, since the kingdom of Israel had become more illustrious than these.
1:5750
πρὸς δὲ τὸν Σολομῶντα καὶ Αἰθιό πων ἔδραμε βασιλίς·
連衣索比亞人的女王也奔赴所羅門那裡。
and to Solomon even the queen of the Ethiopians came running.
1:5751
οὕτω παρὰ πᾶσιν ἐγένετο πολυθρύλλητος
他在眾人中就是如此廣受稱頌。
so renowned did he become among all men.
1:5752
Κλήματα δὲ τῆς ἀμπέλου, τοῦ λαοῦ λέγει τὸ πλῆθος·
他以「葡萄樹的枝子」指這民的眾多。
By 'branches of the vine' he means the multitude of the people.
1:5753
παραφυάδας δὲ, τοὺς προσηλύτους, τοὺς ἐκ τῶν ἐθνῶν προσεληλυθότας, καὶ τὴν θείαν ὑποδεξαμένους ἐπίγνωσιν
以「嫩枝」指歸信者,就是那些從列國歸來、領受了對神真知識的人。
and by 'shoots' the proselytes, those who had come over from the nations and had received the divine knowledge.
1:5754
Ἱνατί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Τί δήποτε τῆς σῆς αὐτὴν προνοίας ἐγύ μνωσας, καὶ πεποίηκας τοῖς ἀδικεῖν βουλομένοις εὐ χείρωτον; Φραγμὸν δὲ τὴν ἀσφάλειαν κέκληκεν
祢為何拆毀它的籬笆,以致凡沿路經過的都摘取它呢?祢為何剝去了對它的眷佑,使它成為那些懷惡意者容易得手的獵物呢?他以「籬笆」稱那份保障。
Why did You break down its wall, so that all who pass along the way pluck it? Why then did You strip it of Your providence, and make it easy prey for those who wish to do it wrong? By 'wall' he has named its security.
1:5755
γάρ ἐστιν ἀμπελῶνι φραγμὸς, τοῦτο τοῦ Θεοῦ πρόνοια τοῖς αὐτῆς ἠξιωμένοις
因為籬笆之於葡萄園是甚麼,神的眷佑之於那些蒙祂看為配得的人也是甚麼。
For what a wall is to a vineyard, this is the providence of God to those deemed worthy of it.
1:5756
Παραπο ρευομένους δὲ ὁδὸν, τοὺς πολεμίους
他以那些「沿路經過的」指仇敵。
And by those 'passing along the way' he means the enemies.
1:5757
Καθάπερ γὰρ οἱ ὁδοιπόροι τὴν ἄφρακτον καὶ ἀφύλακτον ἄμπελον τρυγῶσιν ἀδεῶς, καὶ τὸν αὐτῆς ἀφαιροῦνται καρπόν·
因為正如旅人肆無忌憚地摘取那沒有籬笆、無人看守的葡萄樹,奪去它的果子;
For just as travellers freely pluck a vine that is unfenced and unguarded, and carry off its fruit.
1:5758
οὕτως τῆς θείας γεγυμνωμένος Κηδεμονίας τοῖς ἀδικεῖν ἐθέλουσιν εὐχείρωτος γίνεται
照樣,那被剝去神照顧的,也就成為懷惡意者容易得手的獵物。
so too the one stripped of the divine care becomes easy prey for those who wish to do wrong.
1:5759
Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ·
林中的野豬蹂躪了它。
A boar out of the wood laid it waste.
1:5760
καὶ μο νιὸς ἄγριος κατενεμήσατο αὐτήν. Τὰς διαφόρους τῶν Ἀσσυρίων ἐφόδους διὰ τούτων ἐδήλωσε
獨行的野獸吞吃了它。他藉這些話指明亞述人多次的侵犯。
and a solitary wild beast devoured it. Through these words he indicated the various incursions of the Assyrians.
1:5761
Σαλμα νασὰρ γὰρ καὶ Σεναχηρεὶμ τὰς ἄλλας ἐξεπόρθησαν πόλεις·
因為撒縵以色和西拿基立攻陷了其餘的城邑;
For Shalmaneser and Sennacherib sacked the other cities.
1:5762
δὲ Ναβουχοδονόσορ, τὴν Ἱερουσαλὴμ πο λιορκήσας, τοὺς τὸν θάνατον διαφυγόντας ἐξηνδρα ποδίσατο
而尼布甲尼撒圍困耶路撒冷後,把那些逃過死亡的人擄去為奴。
while Nebuchadnezzar, having besieged Jerusalem, led into captivity those who had escaped death.
1:5763
Καὶ ἐπειδὴ ἄμπελον τὸν Ἰσραὴλ προσηγόρευσεν, εἰκότως ὗν ἄγριον ὠνόμασε τὸν τούτου πολέμιον·
他既稱以色列為葡萄樹,就恰當地稱它的仇敵為野豬;
And since he had called Israel a vine, fittingly he named its enemy a wild boar.
1:5764
διαφερόντως δὲ τόδε τὸ θηρίον ἀμπέλων ἐπίβουλον
因為這野獸尤其是葡萄樹的死敵。
for this beast in particular is a plotter against vines.
1:5765
Μονιὸν δὲ ἄγριον καλεῖ, τὸν καθ' ἑαυτὸν διάγοντα σῦν, ὃς τῶν ἄλλων ἐστὶν ἀγριώτερος, ἅτε δὴ καὶ τὴν πρὸς αὐτοὺς κοινω νίαν ἀποστρεφόμενος
他稱之為「獨行的野獸」,就是那獨自而行的野豬,牠比其餘的更兇猛,因為牠連與同類的交往也棄絕。
And he calls it a 'solitary wild beast', the boar that lives by itself, which is fiercer than the others, inasmuch as it turns away from fellowship with them.
1:5766
Ἐπειδὴ τοίνυν καὶ Ναβου χοδονόσορ τῶν ἄλλων βασιλέων θηριωδέστερος ἦν, εἰκότως αὐτὸν ὠνόμασε μονιὸν ἄγριον
既然尼布甲尼撒比其餘的君王更兇殘如獸,他就恰當地稱他為獨行的野獸。
Since then Nebuchadnezzar too was more beastlike than the other kings, fittingly he named him a solitary wild beast.
1:5767
Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δὴ, καὶ ἐπίβλεψον ἐξ οὐρανοῦ, καὶ ἴδε·
萬軍之神啊,求祢回轉,從天上垂顧觀看。
O God of hosts, turn back, we pray, and look down from heaven, and see.
1:5768
καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην
眷顧這葡萄樹。
and visit this vine.
1:5769
σὴ γὰρ αὐτὴ πρόνοια τὴν προτέραν ἔδωκεν εὐκληρίαν
因為正是祢的眷佑賜下了先前的興盛。
For it was Your own providence that gave the former prosperity.
1:5770
Ἱκετεύει γὰρ ἐπιμελείας ἀξιωθῆναι τὴν ἄμπελον, διὰ τὸν ἐξ αὐτῆς ληφθησόμενον ναὸν, ὃν Υἱὸν ἀν θρώπου σαφῶς προσηγόρευσεν
因為他懇求這葡萄樹蒙看顧,是為著那將要從它而出的聖殿,就是他明明稱為人子的那一位。
For he entreats that the vine be deemed worthy of care, for the sake of the temple that was to be taken from it, which he clearly called the Son of Man.
1:5771
Οὕτω καὶ Κύριος. ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις, καίτοι Θεὸς ὢν ὁμοῦ καὶ ἄνθρωπος, Υἱὸν ἀνθρώπου ἑαυτὸν ὀνομάζει, ἀπὸ τῆς ὁρωμένης φύσεως τὴν προσηγορίαν τιθείς
照樣,主在神聖的福音書中,雖然祂同時是神也是人,卻自稱為人子,是從那可見的本性取這稱謂。
So too the Lord in the sacred Gospels, although He is at once God and man, names Himself Son of Man, applying the title from the visible nature.
1:5772
Οὕτω γὰρ ἑαυτὸν καὶ Κύριος ὀνομάζει λέγων·
因為主也是這樣自稱說:
For thus the Lord too names Himself, saying:
1:5773
Ἐγώ εἰμι ἄμπελος ἀληθινὴ, ὑμεῖς τὰ κλήματα, καὶ Πατήρ μου γεωργός ἐστιν. Ὡς γὰρ ἄνθρωπος, ἄμπελός ἐστιν·
「我是真葡萄樹,你們是枝子,我父是栽培的人。」因為就人性而言,祂是葡萄樹;
'I am the true vine, you are the branches, and My Father is the husbandman.' For as man, He is a vine.
1:5774
ὡς δὲ Θεὸς, καὶ γεωργὸς, σπείρων σπέρμα καλὸν ἐν τῷ ἀγρῷ αὑτοῦ
就神性而言,祂也是那栽種的人,在自己的田裡撒下好種。
but as God, He is also the husbandman, sowing good seed in His own field.
1:5775
γέγονεν ἄμπελος, καὶ κλήματα ἐβλάστησε μέγιστα, τῶν εἰς αὐτὸν πε πιστευκότων τὸ πλῆθος
祂成了葡萄樹,長出了極大的枝子,就是那眾多信入祂的人。
He became a vine, and there sprang forth mightiest branches, the multitude of those who had believed on Him.
1:5776
Τούτων ἀληθῶς σκιὰ ἐκάλυψε τὰ ὄρη, καὶ αἱ ἀναδενδράδες τὰς κέδρους
這些人的影子真實地遮蓋了群山,他們的枝條也遮蓋了香柏樹。
The shadow of these truly covered the mountains, and their tendrils the cedars.
1:5777
Αὕτη ἀληθῶς ἄμπελος ἐξέτεινε τὰ κλήματα ἕως θαλάσσης, καὶ ἕως ποταμῶν τὰς παραφυάδας αὐτῆς
這葡萄樹真實地把枝子伸展到海邊,把嫩枝伸展到江河。
This vine truly stretched out its branches as far as the sea, and its shoots as far as the rivers.
1:5778
Ἐμπεπυρισμένη πυρὶ, καὶ ἀνεσκαμμένη. Ἐντεῦθεν μάλιστα δῆλον, ὡς τὰ κατὰ τὸν Βαβυ λώνιον ψαλμὸς καὶ οὐ τὰ κατὰ τὸν Ἀντίοχον, ὡς τισὶν ἔδοξε, προθεσπίζει
它被火焚燒,又被刨掘。由此尤其可見,這篇詩所預言的是關於巴比倫王的事,而非如某些人所以為的關於安提阿古的事。
It is burnt with fire and dug up. From this especially it is clear that the psalm foretells the events concerning the Babylonian and not those concerning Antiochus, as some have supposed.
1:5779
Βαβυλώνιος γὰρ καὶ τὸν νεὼν ἐνέπρησε, καὶ τῆς πόλεως τὸ πλεῖστον πυρὶ παραδέδωκεν·
因為巴比倫王既焚燒了聖殿,又把城中的大部分付之一炬。
For the Babylonian both burnt the temple and gave over the greater part of the city to fire.
1:5780
οὕτω καὶ ἐνταῦθά φησιν, ὅτι οὐ μόνον τὸν καρπὸν ἀπῆλθον τρυγήσαντες, ἀλλὰ καὶ ἀνέσκαψαν, καὶ πρόῤῥιζον αὐτὴν ἀνέσπασαν, καὶ πυρὶ κατηνάλωσαν
所以此處也說,他們不僅摘取了果子而去,還把它刨掘出來,連根拔起,用火焚盡。
so here too it says that they departed not only having gathered the fruit, but that they even dug it up, and tore it out by the roots, and consumed it with fire.
1:5781
Ἀπὸ ἐπιτιμήσεως τοῦ προσ ώπου σου ἀπολοῦνται. [ Ἀλλὰ σοῦ φαινομένου καὶ κινουμένου, φροῦδοι γενήσονται παντελῶς καὶ τὸν ὄλεθρον δέξονται.] ιηʹ
他們因祢臉上的斥責就滅亡了。〔但當祢顯現、行動之時,他們必全然消滅,遭受毀滅。〕(第十八節)
At the rebuke of Your countenance they will perish. [But when You appear and are moved, they will be utterly done away and receive destruction.] (v. 18)
1:5782
Γενηθήτω χείρ σου ἐπ' ἄνδρα δεξιᾶς σου, καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ. [ ̓Απολαύσωμεν τοίνυν τῆς σῆς κηδεμονίας διὰ τὸ οὕτω σε φιλανθρωπίᾳ νικώμενον ἐξ ἡμῶν σαρκοῦ σθαι·
願祢的手扶持祢右邊的人,就是祢為自己所堅固的人子。〔因此願我們得享祢的眷顧,因祢既如此被對人的慈愛所勝,便從我們取了肉身。〕
Let Your hand be upon the man of Your right hand, and upon the son of man whom You strengthened for Yourself. [Let us therefore enjoy Your care, because You, thus overcome by love for mankind, take flesh from us.]
1:5783
Υἱὸν δὲ ἀνθρώπου τὸν Κύριον τῆς δόξης ὀνο μάζει·
他以「人子」稱那榮耀的主;
And by 'son of man' he names the Lord of glory.
1:5784
Εἰ γὰρ ἔγνωσαν, οὐκ αὐτὸν Κύριον τῆς δόξης ἐσταύρωσαν.] ιθʹ
因為他們若曾曉得,就不會把榮耀的主釘十字架了。〕(第十九節)
For had they known, they would not have crucified the Lord of glory.] (v. 19)
1:5785
Καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ. [Ἀψευ. δὴς γὰρ ὑπάρχεις τὰς σὰς πληρῶσαι ὑποσχέσεις.] Ταύτης γὰρ ἐξ ἡμῶν λαμβανομένης τῆς ἀπαρχῆς, πᾶσα τῶν ἀνθρώπων φύσις τὸν ἀληθῆ Θεὸν ἐπι γνώσεται, καὶ τὴν γεγενημένην φιλανθρωπίαν ὑμνή σει
我們就不離開祢。〔因為祢是信實的,必成就祢的應許。〕因為當這初熟的果子從我們中間被取去時,全人類的本性就要認識那真神,並要頌讚那已顯明的、對人的慈愛。
And we will not depart from You. [For You are unfailing to fulfil Your promises.] For when this firstfruits is taken from us, the whole nature of mankind will come to know the true God, and will hymn the love for mankind that has been shown.
1:5786
Ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσό μεθα. Τῷ τρόπῳ δὲ τούτῳ καὶ τοῦ θανάτου τὸ κράτος λυθήσεται, καὶ ἡμεῖς τῆς ζωῆς τῆς αἰωνίου τευξόμεθα, σὲ προσκυνοῦντες τὸν Σωτῆρα Θεόν
祢必使我們存活,我們就要求告祢的名。藉著這方式,死亡的權勢也必被廢除,我們也必得著永生,敬拜祢這位救主神。
You will give us life, and we will call upon Your name. And in this way the power of death also will be dissolved, and we shall attain to eternal life, worshipping You the Saviour God.
1:5787
Κύριε Θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς·
主萬軍之神啊,求祢使我們回轉;
O Lord God of hosts, restore us.
1:5788
εἰ γὰρ μόνον φανῇς, τῆς σωτη ρίας τευξόμεθα
因為祢若只顯現,我們便得著救恩。
for if only You appear, we shall attain salvation.
1:5789
Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Ἀσάφ. Τὴν Ἰουδαίων οὗτος ψαλμὸς ἀνάκλησιν προθεσπίζει, καὶ τὴν μετὰ ταῦτα γενομένην ἀλ λοτρίωσιν·
交與伶長,為著酒醡,亞薩的詩。這篇詩預言猶太人的蒙召回,以及此後所發生的離棄;
For the end, concerning the winepresses, a psalm for Asaph. This psalm foretells the recalling of the Jews, and the estrangement that came afterwards.
1:5790
μεθ' ἣν κλῆσις τῶν ἐθνῶν, καὶ τῆς εὐσεβείας Καρπὸς, ὡς ἐν ληνοῖς τισὶ ταῖς ἁγίαις ἐκκλησίαις τῷ Θεῷ προσφερόμενος
在此之後,就是列國的蒙召,以及敬虔的果子,如同在酒醡中一般,在眾聖教會裡獻與神。
after which came the calling of the nations, and the fruit of godliness, offered to God in the holy churches as in certain winepresses.
1:5791
Ἐσχημάτισται δὲ τοῦ ψαλμοῦ τὸ προοίμιον, ὡς ἐπανελθόντων ἤδη τῶν τὴν ἱκετείαν προσενηνοχότων ἐκείνην, καὶ χορευόντων, καὶ ἀλλήλοις παρεγγυώντων ὑμνεῖν τὸν σεσωκότα Θεόν
這篇詩的引言乃是這樣構成的:彷彿那些獻上那懇求的人已然歸回,正在歡舞,並彼此勸勉頌讚那拯救他們的神。
The prelude of the psalm is fashioned as though those who had offered up that supplication had already returned, and were dancing, and exhorting one another to hymn the God who had saved them.
1:5792
Ἀγαλλιᾶσθε τῷ Θεῷ τῷ βοηθῷ ἡμῶν. δὲ Σύμμαχος, εὐφημεῖτε εἴρηκεν·
要向神我們的幫助歡呼。但西馬庫作「要讚美」。
Rejoice in God our helper. But Symmachus said, 'Sing praise'.
1:5793
Προσενέγκατε, φησὶ, τῷ Θεῷ τὸν χαρι στήριον ὕμνον, τῷ τῆς οἰκείας ἡμῖν μεταδεδωκότι προνοίας
他說,要向神獻上感恩的頌歌,就是向那將祂自己的眷佑分賜給我們的神。
Offer to God, he says, the thanksgiving hymn, to Him who has imparted to us His own providence.
← 上一段下一段 →
1