📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻
♥ 贊助

← 回書卷目次 · 希臘教父 › 列王紀與歷代志問答

列王紀與歷代志問答 第 1 章 第 11/11 段

希臘文原文.171 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:2533–1:2703(全章共 2703 節)

← 上一段
ℹ️ 本語料沒有逐節的詞法標註。原形主要取自同語言其他書卷的逐詞標註(不是這一節的標註),少數查不到的才回頭依字形比對詞典。同形的罕見字仍可能判錯,需要精確判斷時請覆核原文與專門詞典。
ℹ️ 中英對照為本站自譯,直接譯自本頁的原文(非和合本/WEB —— 那兩者譯自馬所拉文本,與本頁底本不同)。
1:2533
Ἐνταῦθα δὲ εἰπὼν, ὅτι καὶ τὸν Ὀχοζίαν ἐβασίλευσαν ἀντ' αὐτοῦ, τὸν υἱὸν αὐτοῦ τὸν νεώτερον, ἐπήγαγεν, ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινε τὸ λῃστήριον, τὸ ἐλθὸν ἐπ' αὐτοὺς ἀπὸ τῶν βαρβάρων, καὶ ἀπὸ τῶν Ἀμαζονιεὶμ ἐν τῇ παρεμ βολῇ
此處說到眾人立他年幼的兒子亞哈謝接續他作王之後,又接著說:那從蠻族及亞瑪索尼音人而來攻擊他們的匪徒,在營中把所有年長的兒子都殺了。
And here, having said that they made Ahaziah, his younger son, king in his place, he added that the band of raiders that had come upon them from the barbarians, and from the Amazonieim, killed all the elder sons in the camp.
1:2534
Καὶ οὗτος δὲ τοῦ πατρὸς ἐζήλωσε τὴν ἀσέβειαν
這人(亞哈謝)也效法了他父親的不敬虔。
And this man too emulated his father's impiety.
1:2535
Τοῦ τον ἀνεῖλεν ὁ Ἰηοῦ, σὺν τῷ Ἰωρὰμ τῷ βασιλεῖ Ἰσραήλ
耶戶把他與以色列王約蘭一同殺了。
Jehu killed him, together with Jehoram king of Israel.
1:2536
Ἔτυχε μέντοι ταφῆς διὰ τὴν τοῦ πάππου εὐσέβειαν·
然而,他因祖父的敬虔,仍得以安葬;
He obtained burial, however, on account of his grandfather's piety;
1:2537
ἔθαψε γὰρ αὐτὸν Ἰηοῦ, Ὅτι, εἶπεν, υἱός ἐστιν Ἰωσαφὰτ, ὅστις ἐζήτησε τὸν Κύριον ἐν ὅλῃ καρδίᾳ αὑτοῦ. Μετὰ ταῦτα ἐξηγεῖται τὰ κατὰ τὸν Ἰωὰς, ἅπερ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἡρμηνεύσαμεν·
因為耶戶埋葬了他,說:「他是約沙法的兒子,那曾一心尋求主的人。」此後,作者敘述約阿施的事蹟,這些我們已經在《列王紀》第四卷中詮釋過了;
for Jehu buried him, saying, 'He is the son of Jehoshaphat, who sought the Lord with all his heart.' After this he relates the affairs of Joash, which we have already expounded in the fourth book of Kingdoms;
1:2538
ἐροῦμεν δὲ ὅσα ἐν ἐκείνῃ τῇ βίβλῳ μὴ εὑρήκαμεν κείμενα
但我們將論及那些未曾記載於那卷書中的事。
but we shall speak of whatever we have not found recorded in that book.
1:2539
Ὁ γὰρ τὰς Παραλειπομέ νας συγγεγραφὼς βίβλους, ἐδίδαξεν, ὡς ὑπὸ θαυ μαστοῦ ἀρχιερέως εἰς ζῆλον ὁ λαὸς πυρσευθεὶς κατέσπασε τοῦ Βάαλ τὴν στήλην, καὶ συνέτριψε, καὶ ἐκ βάθρων ἀνέσπασε τὰ θυσιαστήρια, καὶ τὰς τῶν δαιμόνων εἰκόνας ἐλέπτυνε
因為撰寫《歷代志》諸卷的人指出,百姓受那位可敬的大祭司激勵而生出熱心,拆毀了巴力的柱像並將其打碎,又把祭壇連根拔起,並將鬼魔的偶像搗得粉碎。
For the writer of the books of Chronicles taught that, kindled to zeal by the admirable high priest, the people tore down the pillar of Baal and smashed it, and uprooted the altars from their foundations, and ground the images of the demons to pieces.
1:2540
Ματθὰν δὲ τοῦ Βάαλ τὸν ἱερέα κατέκτεινε·
他們又殺了巴力的祭司瑪坦;
And they killed Mattan, the priest of Baal;
1:2541
Συνήργει δὲ τοῖς ὑπὸ τοῦ ἀρχιερέως πραττομένοις ὁ βασιλεὺς φωτιζόμενος ὑπ' αὐτοῦ·
王受大祭司啟迪,便與大祭司所行之事同工;
And the king, enlightened by him, cooperated with what was done by the high priest;
1:2542
Ἐποίησε γὰρ, φησὶν, Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου πάσας τὰς ἡμέρας Ἰωδαὲ ἱερέως. Προσήνεγκε δὲ καὶ τῇ οἰκοδομίᾳ τοῦ ναοῦ τὴν ἁρ μόττουσαν θεραπείαν
經上說:「約阿施在祭司耶何耶大的一切日子裡,行耶和華眼中看為正的事。」他也對聖殿的建造給予了相應的照料;
'For,' it says, 'Joash did what was right before the Lord all the days of Jehoiada the priest.' And he also gave fitting attention to the building of the temple;
1:2543
Ἐν γὰρ τῷ παρελθόντι χρόνῳ ἠμελήθη, ὅτι Γοθολία, φησὶν, ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς, κατέσπασαν τὸν οἶκον τοῦ Θεοῦ, καὶ πάντα τὰ ἅγια Κυρίου ἐποίησαν τοῖς Βααλείμ. Τούτων δὲ πάντων ὁ ἀξιάγαστος ἀρχιερεὺς αἰτιώτατος, ὃς διὰ τὴν εὐσέβειαν, καὶ τὴν πολλὴν ἀρετὴν, ἐβίω μὲν ἔτη τριάκοντα καὶ ἑκατὸν, θήκης δὲ ἠξιώθη βασιλικῆς
因為在此之前,聖殿一直遭忽略荒廢;經上說,不法的亞他利雅和她的眾子拆毀了神的殿,將耶和華一切的聖物都用在巴力眾像之上。而這一切(的修復)最主要的緣由,就是那位可敬可佩的大祭司;他因著敬虔與極大的美德,活了一百三十歲,並蒙賜王者的墓穴;
for in the time past it had been neglected, since, it says, Athaliah the lawless woman and her sons tore down the house of God, and devoted all the holy things of the Lord to the Baals. And of all these it was the admirable high priest who was most responsible, who, on account of his piety and great virtue, lived one hundred and thirty years, and was accounted worthy of a royal tomb;
1:2544
ἀλλ' οὐκ ἠμέλησεν ὁ τῶν ψυχῶν ἰατρός
但那醫治靈魂者(神)並未忽視他們。
but the physician of souls did not neglect them.
1:2545
Ἀπέστειλε γὰρ, φησὶ, Κύριος εἰς αὐτοὺς προφήτας, ἐπιστρέψαι αὐτοὺς πρὸς Κύριον·
經上說:「耶和華差遣先知到他們那裡,要使他們歸向耶和華」;
'For,' it says, 'the Lord sent to them prophets, to turn them back to the Lord';
1:2546
ἤκουσαν. Ἑνὸς δὲ προφήτου καὶ ὀνομαστὶ ἐμνήσθη·
他們卻不聽從。作者甚至還提到了一位先知的名字:
yet they did not listen. And he even mentioned one prophet by name:
1:2547
Πνεῦ μα γὰρ, φησὶ, Κυρίου ἐνέδυσε τὸν Ζαχαρίαν, τὸν τοῦ Ἰωδαὲ τοῦ ἱερέως, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ,. καὶ εἶπεν αὐτοῖς, Τάδε λέγει Κύριος·
經上說:「耶和華的靈披戴了祭司耶何耶大的兒子撒迦利亞,他就站在百姓以上,對他們說:『耶和華如此說:
'For,' it says, 'the Spirit of the Lord clothed Zechariah, the son of Jehoiada the priest, and he stood above the people, and said to them, "Thus says the Lord:
1:2548
Ἵνα τί ὑμεῖς παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; Καὶ οὐκ εὐ οδωθήσεσθε, ὅτι ἐγκατελίπετε τὸν Κύριον, καὶ ἐγ καταλείψει ὑμᾶς. Ἀλλ' οὐ μόνον τοῖς θείοις λόγοις ἀντεῖπον, ἀλλὰ καὶ κατέλευσαν τὸν προφήτην, τοῦ βασιλέως κελεύσαντος, καὶ κατέλευσαν αὐτὸν ἔν δον ἐν τῷ ὑπαίθρῳ τοῦ ναοῦ
你們為何干犯耶和華的誡命呢?你們必不亨通,因為你們離棄了耶和華,耶和華也必離棄你們。』」他們不但頂撞這神聖的話語,甚至照著王的命令,用石頭把那先知打死;他們是在殿的院內把他用石頭打死的。
Why do you transgress the commandments of the Lord? You shall not prosper, for you have forsaken the Lord, and he will forsake you."' But they not only spoke against these divine words, but at the king's command they even stoned the prophet, stoning him within, in the courtyard of the temple.
1:2549
Τοιαύτην οὗτος ἀχα ριστίαν ἐνόσησε, καὶ περὶ τὸν σεσωκότα Θεὸν, καὶ περὶ τὸν ὑπουργηκότα τῇ σωτηρίᾳ
此人竟染上如此嚴重的忘恩之病,無論對那拯救他的神,或是那曾在他得救之事上效力的人,都是如此。
Such was the disease of ingratitude that afflicted this man, both toward the God who had saved him and toward the one who had served his salvation.
1:2550
Τοῦτο γὰρ ἡ ἱστορία διδάσκει
這正是史實所教導的。
For this is what the narrative teaches.
1:2551
Καὶ οὐκ ἐμνήσθη, φησὶν, Ἰωὰς ὁ βασιλεὺς τοῦ ἐλέους, οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ μετ' αὐτοῦ, καὶ ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ μετ' αὐτοῦ
經上說:「約阿施王不記念耶何耶大——他的父親——向他所施的恩,竟把他的兒子殺了。」
'And Joash the king,' it says, 'did not remember the kindness that Jehoiada his father had shown him, but put his son to death.'
1:2552
Ἴδοι Κύριος, καὶ κρίναι. Καὶ οὐ διήμαρτε τῆς αἰτή σεως
「願耶和華鑒察,願祂施行審判。」他的祈求並未落空。
'May the Lord see, and judge.' And he did not fail of his request.
1:2553
Ἐνιαυτοῦ γὰρ διελθόντος, ὀλίγη μὲν αὐτοῖς Σύρων προσέβαλε στρατιά·
因為過了一年,敘利亞人以少數軍隊來攻打他們;
For when a year had passed, a small army of the Syrians attacked them;
1:2554
καὶ τοὺς μὲν ἀνεῖλον, τοὺς δὲ ἐξανδραποδίσαντες ᾤχοντο
殺了一些人,又擄掠了另一些人為奴,然後離去。
and they killed some, and having enslaved others, they departed.
1:2555
Οὗτος δὲ ἀῤῥω στίᾳ περιπεσὼν ὑπὸ τῶν ὑπηκόων ἐσφάγη
他(約阿施)患病之後,竟被自己的臣僕所殺。
And he, having fallen into sickness, was murdered by his own subjects.
1:2556
Οὐ γὰρ ζήλῳ θείῳ πυρσευθέντες ἀνεῖλον, ἀλλὰ μιαιφόνῳ χρησάμενοι γνώμῃ
因為他們殺他,並非出於神聖的熱心所激勵,而是懷著兇殘嗜血的意圖。
For it was not kindled by divine zeal that they killed him, but acting with a murderous intent.
1:2557
Ἀντ' αὐτοῦ δὲ ἐβασίλευσεν ὁ υἱὸς αὐτοῦ Ἀμασίας
他的兒子亞瑪謝接續他作王。
And in his place his son Amaziah reigned.
1:2558
Οὗτος στρατεῦ σαι βουληθεὶς κατὰ τῶν Ἰδουμαίων, ἐμισθώσατο Ἰσραηλιτῶν ἑκατὸν χιλιάδας ἰσαρίθμων ταλάντων
他想要出兵攻打以東人,便用一百他連得銀子——其數目恰與雇兵人數相應——雇募了十萬以色列人。
He, wishing to make war against the Edomites, hired a hundred thousand Israelites for a hundred talents, a number equal to it.
1:2559
Ἀλλ' ὁ προφήτης πρὸς αὐτὸν θεόθεν ἀποσταλεὶς ταῦτα ἔφη·
但那奉神差遣到他那裡的先知,如此說:
But the prophet, sent to him from God, said these things:
1:2560
Βασιλεῦ, μὴ πορευέσθω μετὰ σοῦ δύ ναμις Ἰσραὴλ, ὅτι οὐκ ἔστι Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν υἱῶν Ἐφραΐμ
「王啊,不要讓以色列的軍隊與你同去,因為耶和華不與以色列同在,就是不與以法蓮的眾子同在。
'O king, let not the army of Israel go with you, for the Lord is not with Israel, that is, with all the sons of Ephraim.
1:2561
Ὅτι ἐὰν ὑπολάβῃς κατ- ισχῦσαι ἐν τούτοις ἐν τῷ πολέμῳ, τροπώσεταί σε Κύ ριος ἐναντίον τῶν ἐχθρῶν σου, ὅτι ἐστὶν ἰσχὺς τῷ Κυρίῳ τοῦ βοηθῆσαι καὶ τοῦ τροπώσασθαι. Ἀρκῶ σοι, φησὶν, εἰς βοήθειαν·
因為你若指望靠這些人在戰爭中得勝,耶和華必使你在仇敵面前潰敗;因為幫助人、使人潰敗的能力都在乎耶和華。」祂又說:「我足以作你的幫助;」
For if you suppose to prevail with these in the war, the Lord will rout you before your enemies, for it belongs to the Lord to help and to rout.' 'I am sufficient for you,' he says, 'for help;'
1:2562
οὐ χρῄζεις πλήθους παρα τασσόμενος, μὴ λάβῃ εἰς ἐπικουρίαν τοὺς εὐσεβείας γεγυμνωμένους
「你列陣打仗,並不需要眾多的人數」——這是為了使他不至於倚靠那些毫無敬虔之人為援助。
'you have no need of a multitude when you array for battle' — lest he take for his aid those who were stripped bare of piety.
1:2563
Τούτου δὲ εἰρηκότος, Καὶ τί ποιή σω τοῖς ἑκατὸν ταλάντοις, οἷς ἔδωκα τῇ δυνάμει Ἰσραήλ; ὑπολαβὼν ὁ προφήτης ἔφη·
他(亞瑪謝)說:「那麼我給以色列軍隊的那一百他連得銀子,我當怎麼辦呢?」先知回答說:
And when he had said, 'And what shall I do about the hundred talents which I have given to the army of Israel?' the prophet, taking up the question, said:
1:2564
Ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖον τούτων. Πιστεύσας δὲ τοῖς εἰρημένοις ἀπῆλθε, καὶ κατέκτεινε μυρίους, ἐξηνδραπόδισε δὲ τοσούτους·
「耶和華能賜給你比這更多的。」他相信了這話,就出去,殺了一萬人,又擄掠了同樣多的人為奴;
'It belongs to the Lord to give you more than these.' And believing what had been said, he went out, and killed ten thousand, and enslaved as many others;
1:2565
ἀλλὰ τῆς θείας ἐπικου. ρίας τυχὼν, οὐκ ἔγνω τὸν εὐεργέτην
但他雖蒙神的幫助,卻不認識那施恩者。
but though he had obtained divine assistance, he did not recognize his benefactor.
1:2566
Τῶν γὰρ ἡττη θέντων τοὺς θεοὺς, οὓς μετὰ τῶν λαφύρων ἐκόμισεν, ὡς δοτῆρας τῆς νίκης ἐτίμησε, καὶ ἱερουργίαις ἐγέραιρεν
因為他把那些被擊敗之人的神像,連同戰利品一併帶回,竟尊之為賜下勝利者,並用祭祀來尊崇它們。
For the gods of the defeated, which he brought back together with the spoils, he honored as the givers of victory, and glorified with sacrifices.
1:2567
Ἀλλ' ἤλεγξεν αὐτοῦ τὴν ἀσέβειαν ὁ Θεὸς διὰ τοῦ προφήτου
但神藉著先知,斥責了他的不敬虔。
But God exposed his impiety through the prophet.
1:2568
Εἶπε γὰρ αὐτῷ, Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν αὑ τῶν ἐκ χειρός σου; Ἐπὶ πολὺν, φησὶ, χρόνον τού τους ἐθεράπευσαν Ἰδουμαῖοι, ἀλλ' οὐκ ἀπώσαντο τῆς θεραπείας·
他對他說:「你為何尋求那百姓的神明呢?他們並不能救自己的百姓脫離你的手。」先知又說:「以東人事奉這些神明已久,卻未曾藉此得免於難;」
For he said to him, 'Why have you sought after the gods of that people, who did not deliver their own people from your hand?' 'For a long time,' he says, 'the Edomites worshiped these gods, yet they did not thereby ward off ruin;'
1:2569
οὐδεμιᾶς γὰρ παρ' αὐτῶν ἐπικουρίας ἀπήλαυσαν
因為他們從那些神明那裡,絲毫沒有得著任何幫助。
for they enjoyed no assistance whatsoever from them.
1:2570
Σὺ δὲ τῆς ἐμῆς ἀπολαύσας ῥοπῆς, οὐ μό νον κατέκτεινας ἐκείνους, ἀλλὰ καὶ τούτους ἐξ ηνδραπόδισας
「但你既蒙我(神)眷顧扶助,不但殺了那些人,又擄掠了這些人為奴。」
'But you, having enjoyed my favor, not only killed those men, but also enslaved these.'
1:2571
Τούτων οὐδὲν ὤνησε τὸν ἀνόητον
這一切都對這愚頑人毫無益處。
None of these things profited the senseless man.
1:2572
Ἔφη γὰρ πρὸς τὸν προφήτην, Μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε σεαυτῷ, ἵνα μὴ πα τάξω σε. Ὁ δὲ προφήτης εἶπε σὺν παῤῥησίᾳ·
他對先知說:「我豈立你作王的謀士呢?你要小心,免得我擊打你。」先知卻放膽直言:
For he said to the prophet, 'Have I made you counselor to the king? Take heed to yourself, lest I strike you.' But the prophet spoke with boldness:
1:2573
Ἔγνων ὅτι ἐβουλεύσατο Κύριος τοῦ διαφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο, καὶ οὐκ ἤκουσας τῆς συμβουλίας μου. Οὕτω τῆς θείας γυμνωθεὶς προμηθείας, προσκαλεῖται μὲν εἰς πόλεμον τοῦ Ἰσραὴλ τὸν βασι λέα·
「我知道耶和華已定意要毀滅你,因為你做了這事,並不聽從我的勸告。」他就這樣被剝去了神聖的護佑;於是他招惹以色列王前來爭戰;
'I know that the Lord has determined to destroy you, because you have done this, and have not listened to my counsel.' Thus stripped bare of divine providence, he summoned the king of Israel to war;
1:2574
πέπονθε δὲ ἅπερ ἐν ταῖς Βασιλείαις εἰρήκα μεν
他所遭遇的,正是我們已在《列王紀》中所論及的。
and he suffered what we have already related in Kingdoms.
1:2575
Ὁμοίως δὲ τῷ πατρὶ καὶ τὸ πέρας ἐδέξατο
他也像他父親一樣,落得同樣的結局。
And like his father, he too met the same end.
1:2576
Ἐπαινεῖ δὲ τὸν Ὀσίαν ἡ θεία Γραφή
聖經卻稱讚烏西雅。
But divine Scripture praises Uzziah.
1:2577
Ἦν γὰρ,φησὶν, ἐκζητῶν τὸν Κύριον ἐν φόβῳ Κυρίου, ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν ὁράσει Θεοῦ. Λέγει δὲ καὶ τοὺς τῆς εὐσεβείας καρπούς·
經上說:「他在明白神默示的撒迦利亞在世的日子,敬畏耶和華,尋求耶和華。」經文又述說了他敬虔的果效;
'For he was,' it says, 'seeking the Lord in the fear of the Lord, in the days of Zechariah, who had understanding in the vision of God.' And it also tells of the fruits of his piety;
1:2578
Ἐντεῦθεν μαν θάνομεν, ὡς πολλοὶ Ζαχαρίαι γεγένηνται
從此我們得知,名叫撒迦利亞的人有許多位。
from this we learn that there were many men named Zechariah.
1:2579
Καὶ γὰρ ὁ τοῦ Ἰωδαὲ υἱὸς, ὃν Ἰωὰς κατέλυσε, Ζαχαρίας ὠνόμασται·
因為耶何耶大的兒子,就是那被約阿施所殺的,名叫撒迦利亞;
For the son of Jehoiada, whom Joash destroyed, was named Zechariah;
1:2580
καὶ οὗτος ὁ ἐπὶ τοῦ Ὀζίου Ζαχαρίας κέκλη ται
而這一位,即烏西雅在位時的這一位,同樣名叫撒迦利亞。
and this one too, in the time of Uzziah, is called Zechariah.
1:2581
Οἶμαι δὲ τοῦτον εἶναι, περὶ οὗ πρὸς τὸν Ἡσαΐαν ἔφη Θεός·
我認為,這位正是神向以賽亞所提及的那一位:
And I think this is the one concerning whom God said to Isaiah:
1:2582
Ποίησόν μοι μάρτυρας πιστοὺς ἀν θρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ γὰρ ὁ Ἡσαΐας κατ' ἐκεῖνον προεφήτευσε τὸν καιρόν·
「你要為我立忠信的見證人,就是祭司烏利亞和比利家的兒子撒迦利亞。」因為以賽亞正是在那個時代作先知的;
'Make me faithful witnesses, men, Uriah the priest, and Zechariah son of Berechiah.' For indeed Isaiah prophesied in that very time;
1:2583
Ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας,καὶ κατὰ Ἱερουσαλὴμ, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Λέγει δὲ αὐτὸν καὶ ἐν πολέμοις ἀνδρεῖον, καὶ ἐν οἰκοδομαῖς φιλότιμον, καὶ ἐν γεωργίαις φι λόκαλον
經上說:「亞摩斯的兒子以賽亞所見的異象,論到猶大和耶路撒冷,是在烏西雅、約坦、亞哈斯、希西家作猶大王的時候所見的。」經文又說他驍勇善戰、熱衷建造,並且喜好農耕。
'For the vision,' it says, 'which Isaiah son of Amoz saw, which he saw concerning Judea and concerning Jerusalem, in the days of Uzziah, and Jotham, and Ahaz, and Hezekiah, who reigned over Judea.' And it also says that he was courageous in wars, and ambitious in buildings, and fond of cultivation in husbandry.
1:2584
Πέτρας δὲ τῆς πόλεως τοὺς οἰκήτορας Ἄραβας ὀνομάζει
經文又稱那西拉城的居民為「阿拉伯人」。
And it calls the inhabitants of the city of Sela (Petra) 'Arabs.'
1:2585
Ὡς γὰρ κατ ίσχυσε, φησὶν, Ὀζίας, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ. διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὑτοῦ, καὶ εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, τοῦ θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων. Οὐ γὰρ ἐν τῷ βωμῷ τῶν ὁλοκαυτωμάτων τοῦτο δρᾶσαι τετόλμηκεν, ἀλλ' ἔνδον ἐν τῷ ναῷ
經上說:「烏西雅強盛的時候,他的心高傲,以致敗壞;他得罪了耶和華他的神,擅自進入耶和華的殿,要在香壇上燒香。」因為他不敢在燔祭壇那裡這樣做,而是在殿的裡面。
'For when Uzziah became strong,' it says, 'his heart was lifted up to his own destruction, and he transgressed against the Lord his God, and entered into the temple of the Lord, to burn incense upon the altar of incense.' For he had not dared to do this at the altar of whole burnt offerings, but within, in the temple itself.
1:2586
Ἀλλ' οὐ παρεχώρησεν ὡς βασιλεῖ ὁ ἀρχιερεὺς, ἀλλ' ἐν παῤῥησίᾳ διήλεγξεν
但大祭司並未因他是王而讓步,反倒放膽責備他。
But the high priest did not yield to him as to a king, but reproved him with boldness.
1:2587
Εἰσῆλθε γὰρ, φησὶν, ὀπίσω αὐτοῦ Ζαχαρίας ὁ ἀρχιερεὺς, καὶ μετ' αὐτοῦ ὀγδοήκοντα ἱερεῖς, υἱοὶ δυνάμεως·
經上說:「大祭司撒迦利亞跟隨他進去,同他一起的還有八十位祭司,都是英勇之人;」
'For,' it says, 'Zechariah the high priest went in after him, and with him eighty priests, sons of valor;'
1:2588
καὶ ἐπέστησαν τὸν Ὀζίαν τὸν βασιλέα, καὶ εἶπον αὐτῷ·
「他們站在烏西雅王面前,對他說:」
'and they stood before Uzziah the king, and said to him:'
1:2589
Οὐ σοὶ, Ὀζία, τοῦ θυμιάσαι τῷ Κυρίῳ, ἀλλ' ἢ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρὼν, τοῖς ἡγιασμένοις τοῦ θυμιάσαι
「烏西雅啊,向耶和華燒香不是你的事,惟獨那些被分別為聖、可以燒香的祭司——亞倫的子孫——才可以。」
'It is not for you, Uzziah, to burn incense to the Lord, but only for the priests, the sons of Aaron, who are consecrated to burn incense.'
1:2590
Ἔξελθε ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ τοῦ Κυρίου·
「你出殿去吧,因為你已經離棄了耶和華;」
'Go out from the sanctuary, for you have departed from the Lord;'
1:2591
Γενικὸν ἔχουσι τὸ γέρας οἱ ἱερεῖς
祭司普遍享有此一特權,這是屬於祭司職分的通則。
The priests possess this privilege as a general right belonging to their order.
1:2592
Τί πατεῖς τὸν θεόσδοτον νόμον; τί παραβαίνεις τοὺς ὅρους; ἁρπάζων τὰ μὴ προσήκοντα, καὶ τὰ οἰκεῖα προσαπολέσεις
你為何踐踏神所賜的律法?你為何逾越律法所定的界限?你既奪取不屬於你的,也必連你自己所有的一併喪失。
Why do you trample the God-given law? Why do you transgress its bounds? By seizing what does not belong to you, you will also lose besides what is your own.
1:2593
Ἀλλ' οὐ μόνον οὐκ εἶξεν, ἀλλὰ καὶ ἐχαλέπηνε πρὸς τοὺς λόγους, καὶ ἐπέμεινε τῆς ἱε ρουργίας κατατολμῶν
然而他不但沒有讓步,反倒對這些話發怒,仍舊執意冒然行祭司的職事。
But he not only did not yield, but even grew angry at these words, and persisted in his rash daring to perform the priestly rite.
1:2594
Ἀλλ' ἀντὶ τῆς δόξης ἀτιμίαν ἐδρέψατο
然而他所收穫的,不是榮耀,乃是恥辱。
But instead of glory he reaped dishonor.
1:2595
Ἀνέτειλε γὰρ, φησὶν, ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ, καὶ ἐν τῷ οἴκῳ Κυρίου ἐναντίον τῶν ἱερέων, ἐπάνω τοῦ θυσιαστηρίου τῶν θυμιαμάτων. Παραυτίκα δὲ οἱ ἱερεῖς τὴν θεήλατον πληγὴν θεασά μενοι, καὶ ἄκοντα αὐτὸν ἐξήλασαν τοῦ νεώ·
經上說:「大痲瘋在他額上發作,就在耶和華殿中,眾祭司面前,香壇之上。」眾祭司一見這神所降的災殃,就立刻將他趕出殿外,雖非他所願;
"For leprosy broke out," it says, "on his forehead, in the house of the Lord, before the priests, above the altar of incense." And the priests, seeing at once the God-inflicted plague, drove him out of the temple against his will;
1:2596
καὶ τὰ αὐτὰ πέπονθεν Ἀδὰμ τῷ προπάτορι
他所遭遇的,與我們的始祖亞當所遭遇的相同。
and he suffered the same thing as our forefather Adam.
1:2597
Καὶ γὰρ ἐκεῖ νος ἐπιθυμήσας γενέσθαι Θεὸς, καὶ τὸ εἶναι εἰκὼν Θεοῦ προσαπώλεσεν·
因為亞當也曾切望成為神,結果連他本為神形像的身分也一併喪失了;
For that one too, having desired to become God, lost in addition even his being the image of God;
1:2598
καὶ οὗτος πειραθεὶς τὴν ἱερω σύνην ἁρπάσαι, καὶ τῆς βασιλείας ἐξέπεσεν
而這位王也是如此,他企圖奪取祭司的職分,結果連王位也一併失去了。
and this one too, having attempted to seize the priesthood, also fell from the kingship.
1:2599
Ἔνδον γὰρ ἐν θαλάμῳ ἐκάθητο, τῆς ἐν τῷ μετώπῳ λέ πρας τὴν ἐν τῷ πλήθει διατριβὴν καὶ παῤῥησίαν ἀπειργούσης
他只得留在內室之中,因為額上的大痲瘋,使他不能在眾人中往來交接,也不能坦然無懼地與人相見。
For he sat indoors in a chamber, since the leprosy on his forehead barred him from mingling and speaking freely among the multitude.
1:2600
Ἔφερε γὰρ ἐν τῷ μετώπῳ τῆς παρα νομίας τὸν ἔλεγχον
因為他額上帶著他違法之罪的明證。
For he bore on his forehead the proof of his transgression.
1:2601
Ἰωάθαμ δὲ ὁ τούτου παῖς ἰθύνων διετέλει τὴν βασιλείαν
他的兒子約坦便繼續治理國政。
Jotham his son continued to direct the kingdom.
1:2602
Αὐτὸς γὰρ καὶ τοῦ πατρὸς τελευτήσαντος τὰ σκῆπτρα παρέλαβεν
及至他父親去世,他便承接了王權。
For he also, when his father died, received the scepter.
1:2603
Ἠρίστευσε δὲ καὶ οὗτος ἐν πολέμοις, καὶ τοὺς Ἀμμανίτας δασμὸν φέρειν ἠνάγκασε
這位王在爭戰中也大有作為,使亞捫人納貢。
This one too excelled in wars, and compelled the Ammonites to bring tribute.
1:2604
Λέγει δὲ καὶ τὴν αἰτίαν ὁ συγγραφεὺς, ὅτι ἡτοίμασε τὰς ὁδοὺς αὑτοῦ ἔναντι Κυρίου τοῦ Θεοῦ αὑτοῦ. Ἄχαζ δὲ ὁ τού του παῖς ἐν ταῖς τῆς ἀσεβείας ἐπινοίαις τοὺς ὁμοίους ἀπέκρυψεν ἅπαντας
作者也說明了原因:「因他在耶和華他的神面前預備自己的道路。」但他的兒子亞哈斯,在不敬虔的種種發明上,勝過了所有與他相類的人。
And the writer also states the cause: that "he prepared his ways before the Lord his God." But Ahaz his son, in the inventions of his impiety, outdid all who were like him.
1:2605
Τοῦτο καὶ τῶν Βασιλειῶν ἡ βίβλος ἐδίδαξεν
這事《列王紀》一書也曾教導過。
This too the book of Kingdoms has taught.
1:2606
Αὕτη δὲ πρὸς τούτοις ἡ ἱστορία καὶ τὴν συμφορὰν ἐδήλωσεν, ἣν ὑπέμεινε
然而這卷史書除此之外,也將他所遭受的災難顯明出來。
But this narrative, besides these things, has also made known the calamity which he endured.
1:2607
Πρῶτον μὲν γὰρ ἐξεδόθησαν Σύροις·
因為他們首先被交在亞蘭人手中;
For first they were handed over to the Syrians;
1:2608
καὶ πολλοὶ μὲν ἀνῃρέθη σαν, πολλοὶ δὲ ἐξηνδραποδίσθησαν
許多人被殺,許多人被擄去為奴。
and many were slain, and many were led into captivity.
1:2609
Ἔπειτα δὲ Φα κεὲ, τῶν δέκα φυλῶν ὁ βασιλεὺς, ἐν μιᾷ συμπλοκῇ δώδεκα αὐτῶν μυριάδας κατέκτεινε, καὶ τοῦ βασι λέως τοὺς παῖδας, καὶ τοὺς στρατηγούς·
接著,十支派的王比加,在一次交戰中就殺了他們十二萬人,並王的眾子與眾將領;
Then Pekah, king of the ten tribes, in a single engagement slew a hundred and twenty thousand of them, together with the king's sons and the commanders;
1:2610
εἴκοσι δὲ μυριάδας ἐξηνδραπόδισεν
又擄去二十萬人為奴。
and he led away two hundred thousand into captivity.
1:2611
Ὠδὴδ δὲ ὁ προφήτης τοῖς νενικηκόσιν ὑπαντήσας ἠπείλησε τοῦ Θεοῦ τὴν. ὀργὴν, ὅτι δὴ παρὰ τὸν θεῖον νόμον εἰς δουλείαν ἦγον οὓς ᾐχμαλώτευσαν
先知俄德迎見得勝的軍兵,向他們宣告神的忿怒,因為他們違反神的律法,將所擄之人強帶為奴。
But Oded the prophet, meeting the victors, threatened them with the wrath of God, because contrary to the divine law they were leading into slavery those whom they had taken captive.
1:2612
Ἰδοὺ γὰρ, φησὶν, ὀργὴ τοῦ Θεοῦ τῶν πατέρων ἡμῶν ἐπὶ Ἰούδαν·
他說:「看哪,耶和華我們列祖的神向猶大發怒;」
"For behold," he says, "the wrath of the God of our fathers is upon Judah;"
1:2613
καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπ εκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ, καὶ ἕως τῶν οὐρανῶν ἔφθασε
「祂將他們交在你們手中,你們就在忿怒中將他們殺戮,這怒氣已經達到諸天。」
"and he delivered them into your hands, and you killed among them in wrath, and it reached even to the heavens."
1:2614
Καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἱερουσαλὴμ ὑμεῖς λέγετε κατακτήσασθαι εἰς δούλους καὶ δούλας
「如今你們竟說要強使猶大人和耶路撒冷人作你們的奴僕婢女。」
"And now you say you will subject the sons of Judah and Jerusalem to yourselves as male and female slaves."
1:2615
Ἰδοὺ οὐκ εἰμὶ μεθ' ὑμῶν, μαρτύρεται Κύριος ὁ Θεὸς ὑμῶν
「看哪,我不與你們同在;耶和華你們的神為證。」
"Behold, I am not with you; the Lord your God is witness."
1:2616
Τοῦτο κἀκείνοις τὴν ἧτταν, καὶ ὑμῖν παρέσχε τὴν νίκην
正是這緣故使他們遭敗,也使你們得勝。
This is what gave them defeat, and gave you the victory.
1:2617
Ὑμεῖς δὲ νε νικηκότες ἐπελήθητε τῆς συγγενείας, τὴν φύσιν εἰς νοῦν οὐκ ἐλάβετε, ἀλλ' ὡς βαρβάροις καὶ ἀλλοφύ λοις τοῖς ὁμοφύλοις ἐχρήσασθε
「但你們既已得勝,就忘記了骨肉之親,未曾念及天性,反倒待自己的同胞如同外邦異族一般。」
"But you, having conquered, forgot your kinship; you gave no thought to nature, but treated your own kinsmen as barbarians and foreigners."
1:2618
Καὶ οὐκ ἠρκέσθητε ταῖς μυρίαις σφαγαῖς, ἀλλὰ καὶ δουλεύειν τοὺς ὁμο γενεῖς ἀναγκάζετε
「你們不但不以那無數的殺戮為足,甚至強逼自己的同族作奴僕。」
"And you were not content with the countless slaughters, but you also compel your own kindred to be enslaved."
1:2619
Μαρτύρομαι τοίνυν ὑμᾶς, ὡς χαλεπώτερα πείσεσθε
「所以我鄭重警告你們,你們必要遭遇更重的災殃。」
"I therefore solemnly warn you, that you will suffer more grievous things."
1:2620
Εἶξαν οἱ ἄρχοντες τῷ προ φήτῃ·
眾首領便順從了先知的話;
The rulers yielded to the prophet;
1:2621
καὶ τῷ λαῷ παρῄνεσαν, καὶ θεραπείας τοὺς δορυαλώτους ἠξίωσαν
又勸勉百姓,並看顧那些被擄的人,視他們為當受眷顧的。
and they exhorted the people, and deemed the captives worthy of care.
1:2622
Ἐνέδυσαν γὰρ, φησὶ, τοὺς γυμνοὺς, καὶ ἀλοιφὴν αὐτοῖς προσήνεγκαν καὶ τροφὴν, καὶ τοῖς ἀσθενεστέροις ἔδωκαν ὑποζύγια, καὶ μέχρι τῆς Ἱεριχοῦς ἀπήγαγον πόλεως
經上說:「他們給赤身的人穿上衣服,又拿膏油和食物供給他們,把牲口給那軟弱的騎,一直送到耶利哥城。」
"For they clothed," it says, "the naked, and brought them ointment and food, and gave beasts of burden to the weaker ones, and led them as far as the city of Jericho."
1:2623
Ἐπισημαντέον δὲ, ὅτι πόλιν φοινίκων τὴν Ἱεριχὼ κέ κληκε
當注意的是,他稱耶利哥為「棕樹城」。
One must note that he has called Jericho "the city of palm trees."
1:2624
Κατέστησαν γὰρ αὐτοὺς, φησὶν, εἰς τὴν Ἱεριχὼ, τὴν πόλιν τῶν φοινίκων. Ἐδίδαξε δὲ καὶ τοῦτο ἡ ἱστορία, ὡς ἐπιμείναντες τῇ ἀσεβείᾳ παρ εδόθησαν τοῖς ἀλλοφύλοις, καὶ εἰς τὰς τούτων πόλεις ᾤκησαν οἱ πολέμιοι
經上說:「他們把他們安置在耶利哥,就是棕樹城。」這史事也教導我們:他們因執迷於不敬虔,便被交在外邦人手中,敵人竟佔據他們的城邑居住。
"For they set them," it says, "in Jericho, the city of palm trees." The narrative has also taught this: that when they persisted in impiety they were handed over to the foreigners, and the enemies came to dwell in their cities.
1:2625
Ἐταπείνωσε γὰρ, φησὶ, Κύριος τὸν Ἰούδα, διὰ τὸν Ἄχαζ τὸν βασιλέα Ἰούδαἀνθ' ὧν ἀπεκάλυψεν ἐν τῷ Ἰούδα ἀσέβειαν, καὶ ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου
經上說:「耶和華因猶大王亞哈斯的緣故,使猶大卑微;因為他在猶大顯露了不敬虔之事,並且悖逆離棄耶和華。」
"For the Lord," it says, "humbled Judah because of Ahaz king of Judah; because he had laid bare impiety in Judah, and had departed with apostasy from the Lord."
1:2626
Τὸ δὲ ἀπέκαμ ψεν, ἀντὶ τοῦ, ἐδίδαξεν αὐτὸν ἃ μὴ δεῖ
而「他偏離」一語,乃是指「他教導他行不當行的事」而言。
The word "he turned aside" stands for: "he taught him things he ought not [to learn]."
1:2627
Ξένα γὰρ εἰσήγαγεν ἔθη, καὶ τοὺς τῶν ἄλλων ἐθνῶν θεοὺς παρ εσκεύασε σέβειν
因為他引進外邦的風俗,使百姓去敬拜列國的神明。
For he introduced foreign customs, and caused them to worship the gods of other nations.
1:2628
Καλέσας δὲ τὸν Ἀσσύριον εἰς ἐπικουρίαν, διήμαρτε τῆς σπουδῆς
他招引亞述人前來相助,卻未能達成所求。
And having called upon the Assyrian for aid, he failed in his purpose.
1:2629
Οὐκ εἰς βοήθειαν αὐτῷ, ἀλλ' ἢ τοῦ θλι βῆναι αὐτόν. Καὶ ταύταις δὲ πάσαις ταῖς τιμω ρίαις ὑποβληθεὶς ἐπέτεινε τὴν ἀσέβειαν
「他來並非為幫助他,反倒使他受困苦。」他雖遭受了這一切懲罰,卻反而變本加厲,更加不敬虔。
"[He came] not to help him, but rather to afflict him." And though subjected to all these punishments, he nevertheless intensified his impiety.
1:2630
Καὶ προσέθηκεν Ἄχαζ ἀποστῆναι ἀπὸ Κυρίου
「亞哈斯又愈發離棄耶和華。」
"And Ahaz added further to depart from the Lord."
1:2631
Καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ·
「亞哈斯王說:」
"And King Ahaz said:"
1:2632
καὶ εἶπεν, ὅτι οἱ θεοὶ Συρίας κατισχύουσιν αὐτούς
「他說,亞蘭的神明使他們強盛。」
"and he said that the gods of Syria strengthen them."
1:2633
Θύσω τοίνυν αὐτοῖς, καὶ ἀντιλήψονταί μου·
「所以我要向它們獻祭,它們就必幫助我;」
"I will therefore sacrifice to them, and they will help me;"
1:2634
καὶ ἐγένοντο αὐτοὶ αὐτῷ εἰς σκῶλον. Οὐ γὰρ μόνον οὐκ ἐπεκούρησαν, ἀλλὰ καὶ παντοδαπῶν αὐτῷ συμφορῶν ἐγένοντο πρό. ξενοι
「它們反倒成了他的絆腳石。」因為它們不但沒有幫助他,反倒成了他遭遇各樣災禍的根源。
"and they became to him a stumbling-block." For not only did they not help him, but they even became the source of calamities of every kind for him.
1:2635
Εἰς ἐσχάτην δὲ πονηρίαν ἐλάσας, Καὶ τὰ ἱερὰ κατέκοψε σκεύη, καὶ τοῦ θείου ναοῦ τὰς θύρας ἀπέκλεισε, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλήμ. Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει κατηγορίαν
他既將自己驅向了極度的邪惡,「就把聖殿的器皿砍碎,關閉了聖殿的門,又在耶路撒冷各處角落為自己築起祭壇。」其後所記的,也同樣是這種罪狀。
And having driven himself to the utmost wickedness, "he cut in pieces the sacred vessels, and shut the doors of the divine temple, and made for himself altars in every corner in Jerusalem." And what follows bears the same accusation.
1:2636
Τοῦτον ἀποθανόντα τῆς μετὰ τῶν εὐσεβῶν βασιλέων ταφῆς οὐκ ἠξίωσαν
他死後,人不容他與敬虔的列王同葬。
When he died, they did not deem him worthy of burial with the pious kings.
1:2637
Ἐζεκίας δὲ ὁ τούτου υἱὸς τὴν ἀκροτάτην κατώρθω σεν ἀρετήν
他的兒子希西家,成就了至高的美德。
Hezekiah his son attained the highest virtue.
1:2638
Εἶτα τοὺς ἱερεῖς καὶ τοὺς Λευΐτας ἁγιάσας, ἐκκαθῆραι παρηγγύησε τὸν θεῖον ναόν
他先使祭司和利未人分別為聖,然後吩咐他們潔淨聖殿。
Then, having sanctified the priests and the Levites, he charged them to cleanse the divine temple.
1:2639
Οἱ δὲ παραυτίκα ἐξέβαλον, φησὶ, πᾶσαν τὴν ἀκαθαρσίαν, τὴν εὑρε θεῖσαν ἐν οἴκῳ Κυρίου, εἰς τὴν αὐλὴν οἴκου Κυ ρίου·
經上說:「他們就立刻把殿中所見一切污穢之物搬出來,搬到耶和華殿的院中;」
"And they immediately cast out," it says, "all the uncleanness that was found in the house of the Lord, into the court of the house of the Lord;"
1:2640
καὶ ἐδέξαντο οἱ Λευῖται ἐξενεγκεῖν εἰς τὸν χειμάῤῥουν Κέδρων ἔξω. Ἔπειτα τούτων γεγενη μένων τὰς νενομισμένας θυσίας προσήνεγκεν, οὐχ ὑπὲρ μόνων τῶν δύο φυλῶν, ἀλλ' ὑπὲρ τῶν δώ δεκα
「利未人便承擔起來,搬到外面的汲淪溪去。」這些事既已辦妥,他就照常獻上祭物,不僅是為兩個支派,乃是為全部十二支派而獻。
"and the Levites took it upon themselves to carry it out to the Kidron brook outside." Then, when these things had taken place, he offered the customary sacrifices, not on behalf of the two tribes alone, but on behalf of all twelve.
1:2641
Ἐξιλάσατο γὰρ, φησὶ, περὶ παντὸς Ἰσραὴλ, ὅτι περὶ παντὸς Ἰσραὴλ εἶπεν ὁ βασιλεὺς προσενεχθῆναι τὰ ὁλοκαυτώματα, καὶ τὰ περὶ ἁμαρ τίας·
經上說:「他為全以色列贖罪;因為王吩咐要為全以色列獻上燔祭和贖罪祭;」
"For he made atonement," it says, "for all Israel; because the king commanded that the whole burnt offerings and the sin offerings be presented on behalf of all Israel;"
1:2642
ὅτι δι' ἐντολὴν Κυρίου τὸ πρόσταγμα ἦν ἐν χειρὶ τῶν προφητῶν αὐτοῦ
「因為這條例是照耶和華的命令,藉他眾先知的手所定的。」
"because by the commandment of the Lord the ordinance was through the hand of his prophets."
1:2643
Ἐνταῦθα γὰρ ἡ Γραφὴ τῶν τριῶν μνημονεύουσα ἐπήγαγεν, Ὅτι δι' ἐντολὴν Κυρίου τὸ πρόσταγμα ἐν χειρὶ τῶν προ φητῶν αὐτοῦ. Μετ' ὀλίγα δὲ ὁ λόγος αἰνίττεται, ὅτι καὶ ὁ Ἀσὰφ ὑμνοποιὸς ἐγεγόνει
此處經文提及那三位,並補充說:「因為這條例是照耶和華的命令,藉他眾先知的手所定的。」稍後經文又暗示,亞薩也曾是一位詩歌的作者。
For here Scripture, mentioning the three, has added: "because by the commandment of the Lord the ordinance was through the hand of his prophets." And a little further on, the text hints that Asaph too had been a hymn-writer.
1:2644
δὲ καὶ νῦν ἔστιν εὑρεῖν γιγνόμενον
而這事直到如今,仍可見其發生。
And this too can be found happening even now.
1:2645
Πρεσβυτέρου γὰρ οὐ παρόντος, καὶ τῆς χρείας κατεπειγούσης, ἀναγκάζεται καὶ διάκονος προσφέρειν τῷ δεομένῳ τὸ βάπτισμα
因為當長老不在場,而事出緊急之時,甚至執事也不得不為那有需要的人施行洗禮。
For when no presbyter is present, and the need is pressing, even a deacon is compelled to administer baptism to the one who needs it.
1:2646
Ὁ μέντοι βασιλεὺς ἄγαν ὢν εὐσεβὴς, καὶ τοὺς ἐν ταῖς πόλεσι τῶν δέκα φυλῶν οἰκοῦντας εἰς τὴν ἑορτὴν συνεκάλεσε
然而王極其敬虔,也召集了十支派各城中的居民,前來守節。
The king, however, being exceedingly pious, also summoned to the feast those dwelling in the cities of the ten tribes.
1:2647
Καί τινες μὲν ἐκωμῴδουν τοὺς συγκαλοῦντας, τινὲς δὲ ὑπακούοντες ᾔεσαν
有些人譏誚那召他們來的人,另有些人卻順從而前來。
And some mocked those who summoned them, but others obeyed and went.
1:2648
Πλείστου δὲ πλήθους συναθροισθέντος, ἐπετελέσθη τοῦ Πάσχα ἡ ἑορτή
眾多百姓聚集之後,逾越節的節期便舉行了。
And when a very great multitude had gathered, the feast of the Passover was celebrated.
1:2649
Πάλιν μέντοι οὐκ ἐξαρκούντων τῶν ἱερέων, οἱ Λευῖται ἔθυον τῷ πλήθει τὰ θύματα,. καὶ τοῖς ἱερεῦσι τὸ αἷμα προσέφερον·
然而祭司人數又不敷使用,利未人便為百姓宰殺祭牲,將血獻與祭司;
Again, however, since the priests were not sufficient, the Levites slaughtered the sacrificial victims for the multitude, and offered the blood to the priests;
1:2650
οἱ δὲ τοῦ θυσιαστηρίου προσέχεον βάσει
祭司就把血澆在祭壇的座上。
and they poured it out upon the base of the altar.
1:2651
Ἐξαπίνης δὲ κλη θέντες πρὶν ἁγνισθῆναι τῶν ἱερείων μετέλαβον
他們既被倉促召來,就在尚未潔淨之前,先吃了祭牲。
And having been summoned suddenly, they partook of the sacrificial victims before being purified.
1:2652
Τοῦτο καὶ ἡ ἱστορία διδάσκει, ὅτι τὸ πλεῖστον τοῦ λαοῦ, ἀπὸ Ἐφραῒμ, καὶ Μανασσῆ, καὶ Ἰσάχαρ, καὶ Ζαβουλὼν, οὐχ ἡγιάσθησαν, ἀλλ' ἔφαγον τὸ Φασὲκ τοῦτο παρὰ τὴν θείαν Γραφήν
這史事也教導我們:百姓中大多數,就是從以法蓮、瑪拿西、以薩迦、西布倫來的人,都未曾自潔,竟違反聖經的規定吃了這逾越節的祭肉。
This too the narrative teaches: that most of the people, from Ephraim and Manasseh and Issachar and Zebulun, had not been sanctified, but ate this Passover contrary to the divine Scripture.
1:2653
Ἔτυχον δὲ συγγνώμης διὰ τὴν τοῦ βασιλέως εὐσέβειαν
然而因著王的敬虔,他們竟蒙了赦免。
But they obtained pardon on account of the king's piety.
1:2654
Προέθεσαν δὲ τῇ ἑορτῇ ἑτέρας ἰσαρίθμους ἡμέρας, τῶν ἀρχόντων παρεσχηκότων φιλοτίμως τὰ θύματα
他們又將節期延長了同等的日數,由眾首領慷慨供應祭牲。
And they added to the feast another equal number of days, the rulers having generously provided the sacrificial victims.
1:2655
Ἔφη δὲ τοιαύτην ἑορτὴν ἐκ τῶν ἡμερῶν Σολομῶντος μὴ γεγενῆσθαι
他又說,自所羅門的日子以來,未曾有過這樣的節期。
And he said that such a feast had not taken place since the days of Solomon.
1:2656
Ἐντεῦθεν ὁρμήσαντες, καὶ τὰ τεμένη τῶν εἰδώλων κατέλυσαν, καὶ τὰ ἄλση ἐξέτεμον, καὶ μετὰ τούτων τὰ ἐν τοῖς ὑψηλοῖς ἀνατεθέντα τῷ Θεῷ θυσιαστήρια ἐκ βάθρων ἀνέσπασαν
他們從那裡出發,既拆毀了偶像的聖地,又砍伐了樹叢,同時也把那些雖是奉獻給神、卻建在邱壇之上的祭壇,從根基連根拔起。
Setting out from there, they both demolished the precincts of the idols and cut down the sacred groves, and together with these they tore up from their foundations the altars that had been dedicated to God upon the high places.
1:2657
Ἐφρόντισε δὲ καὶ τῆς ἱερατικῆς τάξεως, καὶ τὴν ὑπὸ τοῦ προγόνου γεγενημένην ἐκράτυνε, καὶ τὸν λαὸν παρεσκεύασε τὰς κατὰ νόμον ἀπαρχὰς ἀποδοῦναι τοῖς ἱερεῦσιν
他又留心祭司的班次,鞏固了他祖先所定立的制度,並使百姓照律法將初熟的土產獻給祭司。
He also took care for the priestly order, and confirmed the arrangement made by his ancestor, and caused the people to render to the priests the firstfruits according to the law.
1:2658
Εἶτα ὁ συγγραφεὺς ἐπήγαγεν, ὡς μετὰ τοὺς λόγους τούτους, καὶ τὴν ἀλήθειαν ταύτην, ἦλθε Σεναχηρεὶμ ὁ βασιλεὺς Ἀσσυρίων
作者接著說,在這些話語和這番忠信的作為之後,亞述王西拿基立便來犯。
Then the writer adds that after these words, and this faithful conduct, Sennacherib king of the Assyrians came.
1:2659
Ὁ δὲ βασιλεὺς τῷ Θεῷ θαῤῥῶν, καὶ τὰ παρ' αὐτοῦ συνεισφέρων, πρῶτον τὰς πρὸ τῆς πόλεως πηγὰς ἐνέφραξεν·
王卻倚靠神,並且盡自己的本分,首先堵塞了城外的水泉;
But the king, trusting in God, and contributing his own part, first stopped up the springs before the city;
1:2660
ἵνα μὴ προσεδρεύων πολιορκῇ ἔχων τὴν ἀφθονίαν τοῦ ὕδατος
免得敵人安營圍城時,得以充分取用水源。
so that the enemy, while laying siege by encampment, might not have abundance of water.
1:2661
Ἔπειτα τοὺς περιβόλους ὠχύρωσε, καὶ τοὺς πύργους εἰς ὕψος ἀνέστησε, καὶ προτείχισμα προσῳκοδόμησεν ἕτερον
隨後他鞏固了城牆,將城樓築高,又另外增建了一道外牆。
Then he fortified the walls, and raised the towers to a height, and built on another outwork besides.
1:2662
Ἀλλ' οὔτε τούτοις, οὔτε τοῖς ὅπλοις ἐθάῤῥησεν, ἀλλὰ πρὸς τὸ πλῆθος ἔφη·
然而他所倚靠的既非這些工事,也非兵器,而是對眾人說:
But he trusted neither in these things nor in weapons, but said to the multitude:
1:2663
Ἀνδρίζεσθε, καὶ ἰσχύσατε·
你們要剛強壯膽;
Be strong and courageous;
1:2664
μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ βασιλέως Ἀσσυρίων, καὶ ἀπὸ προσώπου παντὸς ἔθνους τοῦ μετ' αὐτοῦ, ὅτι μεθ' ἡμῶν πλείους ὑπὲρ τοὺς μετ' αὐτοῦ
不要因亞述王和跟隨他的一切民族而懼怕,也不要驚惶;因為與我們同在的,比與他們同在的更多。
do not fear nor be dismayed before the king of the Assyrians, and before all the nation that is with him; for with us are more than with him.
1:2665
Τὰ δὲ λοιπὰ καὶ ἡ τετάρτη τῶν Βασιλειῶν ἔχει
其餘的記載,《列王紀》第四卷中也有記載。
The rest of the account is also contained in the fourth book of Kingdoms.
1:2666
Ἐπιμέμφεται δὲ αὐτῷ ἡ ἱστορία, ὅτι καὶ τοσαύτην νίκην νενικηκὼς, καὶ τῆς ἀῤῥωστίας ἀπαλλαγεὶς παραδόξως, οὐ κατὰ τὸ ἀνταπόδομα ὃ ἀνταπέδωκεν αὐτῷ Κύριος, ἀνταπέδωκεν αὐτῷ Ἐζεκίας, ἀλλ' ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ ἐγένετο ὀργὴ ἐπὶ Ἰούδα, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπ' αὐτόν
史書指責他:儘管他已贏得如此重大的勝利,又出人意外地脫離了疾病,希西家卻沒有照著耶和華所施給他的恩惠回報耶和華,反倒心裡高傲,於是忿怒臨到猶大和耶路撒冷,也臨到他自己身上。
The narrative rebukes him, in that though he had won so great a victory and had been extraordinarily delivered from his illness, Hezekiah did not requite the Lord according to the benefit which the Lord had rendered him, but his heart was lifted up, and wrath came upon Judah and upon Jerusalem and upon him.
1:2667
Καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὑτοῦ, αὐτὸς καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ
希西家就為自己心裡的高傲而自卑,他和耶路撒冷的居民都是如此,
And Hezekiah was humbled from the pride of his heart, he and the inhabitants of Jerusalem,
1:2668
Καὶ οὐκ ἦλθεν ἐπ' αὐτοὺς ὀργὴ Κυρίου ἐν ταῖς ἡμέραις Ἐζεκίου. Ἀληθὴς ἄρα ὁ λόγος ἐκεῖνος, ὅτι Ὁ. ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Οὗτος μέντοι διὰ τὴν εὐσέβειαν αὐτόπτης οὐκ ἐγένετο τῶν λυπηρῶν, ἀλλὰ πρὸ τῆς ἐφόδου τῶν πολεμίων τοῦ βίου τὸ τέλος κατέλαβε
耶和華的忿怒在希西家在世的日子裡就沒有臨到他們。可見那句話確實不假:「自高的,必降為卑;自卑的,必升為高。」然而這人因著他的虔敬,並未親眼目睹那些後來的憂患,反倒在仇敵入侵之前,就已走完了他人生的終點。
And the wrath of the Lord did not come upon them in the days of Hezekiah. That saying, then, is true, that "He who exalts himself shall be humbled, and he who humbles himself shall be exalted." This man, however, because of his piety, did not become an eyewitness of the sorrows to come, but reached the end of his life before the enemies' invasion overtook him.
1:2669
Γηὼν δὲ, ὡς προείρηται, τὸν Σιλωὰμ καλεῖ
至於基訓,正如前面所說,他稱之為西羅亞。
And Gihon, as has been said before, he calls Siloam.
1:2670
Ὅτι μέντοι διὰ τὸ ἀναστρέψαι τὸν ἥλιον τοὺς δέκα ἀναβαθμοὺς, ἀπέστειλε πρὸς αὐτὸν τῶν Βαβυλωνίων ὁ βασιλεὺς, ἡ ἱστορία διδάσκει
至於巴比倫王因日影倒退十度之事而遣使來見他,這一點史書已有教導。
That it was because the sun turned back the ten steps that the king of the Babylonians sent envoys to him, the narrative teaches.
1:2671
Καὶ εὐωδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὑτοῦ
希西家在他一切所行的事上,都亨通順利。
And Hezekiah prospered in all his works.
1:2672
τοῦτο σημαίνει, ὅτι ἠθέλησε γυμνῶσαι τοὺς λογισμοὺς αὐτοῦ
這表明:〔神〕想要顯露出他內心的意念。
this signifies that he wished to lay bare his inward thoughts.
1:2673
Οὐ γὰρ αὐτὸς ἀγνοεῖ τῶν ἀνθρώπων τὰ ἐνθυμήματα ὁ ἐπιστάμενος καρδίας μονώτατος·
因為那獨一知曉人心的神,自己並非不知道人的意念;
For he who alone knows the heart is not himself ignorant of men's thoughts;
1:2674
ἀλλὰ τοῖς ἄλλοις ἀποκαλύπτει τὰ κεκρυμμένα
只是祂向他人顯明那隱藏的事。
but he reveals to others the things that are hidden.
1:2675
Ἀπήλαυσε δὲ καὶ ἐπιταφίων λαμπρῶν
他也享受了隆重的喪禮。
And he also enjoyed a splendid funeral.
1:2676
Μετὰ πολλῆς γὰρ αὐτὸν τιμῆς καὶ δόξης κατέθηκαν
因為他們以極大的尊榮和榮耀將他安葬。
For they laid him to rest with much honor and glory.
1:2677
Τοῦ Μανασσῆ δὲ τὴν ἀσέβειαν καὶ ἡ τῶν Βασιλειῶν ἐδίδαξε βίβλος
《列王紀》一書也教導了瑪拿西的不虔。
The book of Kingdoms also teaches us of the impiety of Manasseh.
1:2678
Οὐ γὰρ μόνον τοὺς δυσσεβεῖς βασιλεῖς ὑπερηκόντισεν·
因為他不僅超過了那些不敬虔的列王;
For he not only surpassed the impious kings;
1:2679
ἀλλὰ καὶ τὰ ἔθνη, φησὶν, ἃ ἐξῆρε Κύριος ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ
而且,經文說,甚至超過了耶和華在以色列人面前所除滅的列國。
but also, it says, the nations which the Lord destroyed before the children of Israel.
1:2680
Ἔτισε δὲ καὶ δίκας τῆς ἀσεβείας
他也為自己的不虔而受了懲罰。
And he also paid the penalty for his impiety.
1:2681
Παρεδόθη γὰρ τῷ βασιλεῖ τῶν Ἀσσυρίων, καὶ ἀπήχθη πεπεδημένος εἰς Βαβυλῶνα
因為他被交在亞述王手中,被鎖鏈捆綁,帶往巴比倫。
For he was delivered up to the king of the Assyrians, and was led away in fetters to Babylon.
1:2682
Ἀλλὰ τῆς φιλανθρωπίας ἡ ἄβυσσος μετέδωκε καὶ τούτῳ τῶν τοῦ ἐλέους κρουνῶν·
然而,神那深不可測的仁慈,也讓這人分享了憐憫的泉源;
But the abyss of God's loving-kindness imparted to this man too a share of the streams of mercy;
1:2683
Ὡς γὰρ ἐθλίβη, φησὶ, Μανασσῆς, ἐδεήθη τοῦ προσώπου Κυρίου τοῦ Θεοῦ αὐτοῦ, καὶ ἐταπεινώθη σφόδρα ἀπὸ προσώπου τοῦ Θεοῦ τῶν πατέρων αὐτοῦ
因為經上說,瑪拿西受患難的時候,就懇求耶和華他神的面,並在他列祖的神面前極其自卑。
For when Manasseh, it says, was afflicted, he besought the face of the Lord his God, and humbled himself greatly before the face of the God of his fathers.
1:2684
Καὶ προσηύξατο πρὸς αὐτὸν, καὶ ἐπήκουσε τῆς φωνῆς αὐτοῦ, καὶ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ·
他向神禱告,神就垂聽他的聲音,使他歸回耶路撒冷,複位為王;
And he prayed to him, and he heard his voice, and restored him to Jerusalem, to his kingdom;
1:2685
καὶ ἔγνω Μανασσῆς, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεός. Τοσοῦτον ἡ παιδεία τοὺς βουλομένους ὀνίνησι
瑪拿西這才知道,耶和華才是神。管教對那些甘心受教的人,益處竟是如此之大。
and Manasseh knew that the Lord, he is God. To such a degree does discipline benefit those who are willing to receive it.
1:2686
Ἃ γὰρ βασιλεύων οὐκ εἶχε, ταῦτα δουλεύων ἐκτήσατο
因為他作王時所沒有的,反倒在為奴受轄制時得著了。
For what he did not possess while reigning as king, this he acquired while a captive slave.
1:2687
Τῆς γὰρ δουλείας ἀπαλλαγεὶς, περιεῖλε, φησὶ, τοὺς θεοὺς τοὺς ἀλλοτρίους, καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου, καὶ ἐν Ἱερουσαλήμ·
因為他脫離奴役之後,經上說,他除掉了外邦的諸神,以及耶和華殿中的雕刻偶像,又除掉他在耶和華殿的山上和耶路撒冷所築的一切祭壇;
For once freed from his servitude, it says, he removed the strange gods, and the carved image from the house of the Lord, and all the altars which he had built on the mountain of the house of the Lord, and in Jerusalem;
1:2688
καὶ Ἐξέβαλεν ἔξω τῆς πόλεως, καὶ κατώρθωσε θυσιαστήριον Κυρίου, καὶ ἔθυσεν ἐπ' αὐτῷ θυσίαν σωτηρίου καὶ αἰνέσεως. Ἐδίδαξε δὲ καὶ τὸν λαὸν εὐσεβεῖν
又把它們拋到城外,重新修好耶和華的祭壇,在其上獻平安祭和感謝祭。他也教導百姓要虔誠敬神。
and he cast them out of the city, and set right the altar of the Lord, and offered upon it a sacrifice of peace-offering and of praise. He also taught the people to be pious.
1:2689
Εἶπε γὰρ, φησὶ, Μανασσῆς τῷ Ἰούδα, δουλεύειν Κυρίῳ τῷ Θεῷ Ἰσραήλ. Τὸ δὲ ἀτελὲς τοῦ λαοῦ πάλιν ὁ λόγος δεδήλωκεν
因為經上說,瑪拿西吩咐猶大人要事奉耶和華以色列的神。然而經文又再次顯明百姓〔悔改〕的不徹底。
For Manasseh, it says, told Judah to serve the Lord God of Israel. But the text again reveals the incompleteness of the people's reform.
1:2690
Ἐπήγαγε γὰρ, ὅτι ἔτι ὁ λαὸς ἐπὶ τῶν ὑψηλῶν ἐθυσίαζεν
因為經文接著說,百姓仍在邱壇上獻祭。
For it adds that the people still sacrificed on the high places.
1:2691
Ὅτι δὲ τῷ Θεῷ ἐν τοῖς ὑψηλοῖς ἔθυον, σαφῶς ἐνταῦθα ἡ ἱστορία δεδήλωκεν·
至於他們在邱壇上所獻的祭乃是獻給神的,這一點史書在此已清楚說明;
That it was to God that they sacrificed on the high places, the narrative here clearly shows;
1:2692
Πλὴν εἰς κενὸν Κυρίῳ τῷ Θεῷ αὐτῶν. Τὰ δὲ κατὰ τὸν Ἀμὼν καὶ Ἰωσίαν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἡρμηνεύσαμεν
只是徒然向耶和華他們的神獻祭而已。至於亞們和約西亞的事蹟,我們已在《列王紀》第四卷中詮釋過了。
only it was in vain, to the Lord their God. As for the matters concerning Amon and Josiah, we have already expounded these in the fourth book of Kingdoms.
1:2693
Ζητητέον δὲ, πῶς ἔνδον οὔσης τῆς κιβωτοῦ ἐν τῷ Ἁγίῳ τῶν ἁγίων, τοῖς Λευΐταις ὁ Ἰωσίας ἁγνισθῆναι προσέταξε, τοῦ δοῦναι τὴν κιβωτὸν τὴν ἁγίαν ἐν τῷ οἴκῳ Κυρίου
然而必須探究的是:既然約櫃已經在至聖所之內,約西亞為何又吩咐利未人自潔,好將這聖約櫃安放在耶和華的殿中呢?
But it must be asked how, when the ark was already within the Holy of Holies, Josiah commanded the Levites to be sanctified, so as to place the holy ark in the house of the Lord.
1:2694
Καὶ τὰ ἑξῆς δὲ τοῦτο δηλοῖ·
後面的經文也將此表明清楚;
And what follows also makes this clear;
1:2695
ἤ τινα τῶν δυσσεβῶν βασιλέων, τῶν μετὰ τὸν Ἐζεκίαν βεβασιλευκότων, ἢ τὸν Μανασσὴν, ἢ τὸν Ἀμών·
或是希西家之後作王的某位不虔敬君王——無論是瑪拿西還是亞們——
or it was one of the impious kings who had reigned after Hezekiah, whether Manasseh or Amon —
1:2696
εἶτα τοῦτο τὸν Ἰωσίαν μεμαθηκότα εἰς τὸν οἰκεῖον ἀποκαταστῆσαι τόπον
隨後,約西亞得知此事後,便將其恢復到原本的位置。
then Josiah, upon learning of this, restored it to its proper place.
1:2697
Πάλιν μέντοι ἡ ἱστορία τὸν Ἀσὰφ, καὶ Αἰμὰν, καὶ Ἰδιθοὺμ προφήτας ἐκάλεσε
然而,史書又再次稱亞薩、希幔和耶杜頓為先知。
Again, however, the narrative calls Asaph, Heman, and Jeduthun prophets.
1:2698
τοῖς γὰρ ἐγγαστριμύθοις, καὶ τοῖς γνώσταις, καὶ τοῖς θεραφὶμ συνῆπται
因為它與招魂的、行巫術的和家中神像相提並論。
for it is linked together with the mediums, and the wizards, and the teraphim.
1:2699
Τοσαύτη δὲ ἦν τοῦδε τοῦ βασιλέως ἡ ἀρετὴ, ὅτι καὶ θρῆνον ὁ προφήτης Ἱερεμίας συνέγραψε, καὶ τοῦτον τοῖς ᾠδοῖς δέδωκε, καὶ ταῖς ᾀδούσαις, ὥστε τοῦτον ᾄδειν καθ' ἕκαστον ἐνιαυτὸν ἐπιτελοῦντας τὴν μνήμην
這位君王〔約西亞〕的美德是如此之大,以至於先知耶利米還特地為他作了一首哀歌,交給歌唱的男女,使他們每年吟唱,以紀念他。
So great was the virtue of this king that the prophet Jeremiah even composed a lament for him, and gave it to the male and female singers, so that they should sing it every year in commemoration of him.
1:2700
Τὰ δὲ κατὰ τοὺς λοιποὺς βασιλεῖς ὁ προφήτης Ἱερεμίας διὰ πλειόνων ἐδίδαξεν
至於其餘列王的事蹟,先知耶利米已詳盡地加以教導。
But the matters concerning the remaining kings the prophet Jeremiah has taught at greater length.
1:2701
Ἡμεῖς δὲ διὰ τῆς θείας χάριτος κἀκείνην τὴν βίβλον ἑρμηνεύσαντες αὖθις ἑρμηνεῦσαι ταύτην περιττὸν ὑπειλήφαμεν
而我們藉著神聖的恩典,既已詮釋過那卷書,便認為再重複詮釋這一卷實屬多餘。
But we, having by divine grace already expounded that book as well, have judged it superfluous to expound this one again.
1:2702
Ὅτι δὲ ἐκ πολλῶν προφητικῶν βίβλων ταῦτα ὁ ἱστοριογράφος μετὰ πολὺν χρόνον συνήγαγε, τὸ τέλος τῆς βίβλου ἐκδιδάσκει·
至於這位史書作者是在事隔多年之後,從許多先知書中彙集這些內容而成,這一點在本書結尾已清楚說明;
That the historian compiled these things from many prophetic books after a long interval of time, the end of the book plainly teaches;
1:2703
μέμνηται γὰρ Κύρου τοῦ Περσῶν βασιλέως, καὶ τῆς ἐπανόδου τῶν αἰχμαλώτων
因為書中提到了波斯王居魯士,以及被擄之人的歸回。
for it mentions Cyrus the king of the Persians, and the return of the captives.
← 上一段
1

新的原文誦讀上線時通知我

每次有新章節誦讀影片就寄一封信。採雙重確認,隨時可一鍵取消。