📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 希臘教父 › 十二先知書註釋

西奧多勒

十二先知書註釋 第 1 章 第 17/19 段

希臘文原文.216 節.部分字詞可點開查義.本章太長已分段,此段為 1:3342–1:3557(全章共 3828 節)

← 上一段下一段 →
1:3342
Ποίμαινε τὰ πρό βατα τῆς σφαγῆς· ἑλομένῳ λαβεῖν τὴν τοῦ δούλου μορφὴν, ἵνα τῆς δουλείας ἐλευθερώσῃ τῶν ἀνθρώπων τὴν φύσιν
你要牧養這將被宰殺的羊——祂本已揀選取了奴僕的形像,好叫人的本性從奴役中得釋放。
Shepherd the sheep of slaughter—to Him who had chosen to take the form of the servant, that He might free the nature of men from bondage.
1:3343
Ὡς ἄνθρωπος τοίνυν, οὐχ ὡς Θεὸς, ταύ τας λαμβάνει τὰς ἐντολάς·
所以祂是以人的身分,而非以神的身分,領受這些命令;
As man, therefore, not as God, He receives these commands;
1:3344
ὡς μὲν γὰρ Θεὸς, τοῦ γεγεννηκότος ὁμότιμος·
因為作為神,祂與那生祂者同尊同榮;
for as God He is equal in honour with Him who begat Him;
1:3345
ἐντολὴν ἔλαβον, τί εἴπω, καὶ τί λαλήσω. Οὕτως αὐτῷ καὶ ἐνταῦθα ἐντέλλεται·
「我領受了命令,該說甚麼,該講甚麼。」祂在此處也照樣吩咐祂:
I received a commandment, what I should say and what I should speak. Thus here too He commands him:
1:3346
Ποίμαινε τὰ πρόβατα τῆς σφαγῆς. Καὶ διδά σκων τίνος αὐτὰ χάριν οὕτως προσαγορεύει, ἐπήγα γεν·
你要牧養這將被宰殺的羊。祂又教導人祂為何如此稱呼牠們,接著說:
Shepherd the sheep of slaughter. And teaching for what reason He so names them, He added:
1:3347
οἱ κτησάμενοι κατέσφαζον, καὶ οὐ μετ εμέλοντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον·
買得牠們的人宰殺牠們,並不後悔,賣牠們的人說:
Which those who possessed them slaughtered, and did not repent, and those who sold them said:
1:3348
Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν·
耶和華是應當稱頌的,因我們發了財;
Blessed be the Lord, for we have grown rich;
1:3349
καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν ἐπ' αὐτοῖς. Ὑπὸ δυσσεβῶν γὰρ βασιλέων, καὶ παρανόμων ἱερέων ἀγόμενοι, μυρία ὅσα ὑπ' αὐτῶν ἔπασχον δεινά
他們的牧人並不憐恤他們。因為他們被不虔的君王和不法的祭司所轄制,在他們手下遭受了無數可怕的苦難。
and their shepherds felt no compassion for them. For being led by impious kings and lawless priests, they suffered countless dreadful things at their hands.
1:3350
Πλήρης δὲ τῶνδε τῶν διηγημάτων τῶν τε Μακκαβαίων ἱστορία, καὶ τὰ Ἰωσήππου συγγράμματα
馬加比的歷史,以及約瑟夫的著作,都充滿了這類的記載。
The history of the Maccabees, and the writings of Josephus, are full of such accounts.
1:3351
Φιλοτιμίας γὰρ καὶ φιλοχρηματίας εἰσδεξάμενοι νόσον, ὠνητὰς τὰς ἱερωσύνας εἰργάσαντο, καὶ τὴν οὐδαμόθεν προσ ήκουσαν αὐτοῖς ἀξίαν ἐπρίαντο
因為他們既染上了貪圖名位和貪愛錢財的病,就把祭司的職分變成買賣的東西,並買取了那本與他們毫不相干的尊位。
For having contracted the disease of ambition and love of money, they made the priesthoods a matter of purchase, and bought a dignity that in no way belonged to them.
1:3352
Ἐντεῦθεν τὰ μυρία Ἰουδαίοις συνέβη δεινά
由此便生出臨到猶太人身上無數的災禍。
From this arose the countless dreadful things that befell the Jews.
1:3353
Τούτου γε εἵνεκα τοῖς μὲν ποιμέσιν ἀπειλεῖ τιμωρίαν, τῶν δὲ προβάτων πᾶσαν ποιεῖται κηδεμονίαν
正因如此,祂便以刑罰威嚇那些牧人,卻對羊群施以一切的看顧。
For this very reason He threatens punishment to the shepherds, but takes all care of the sheep.
1:3354
Περὶ δὲ τῶν δυσσεβούντων φησί·
祂論到那些不虔的人說:
And concerning the impious He says:
1:3355
Καὶ ἰδοὺ ἐγὼ παρα δίδωμι τοὺς ἀνθρώπους ἕκαστον εἰς χεῖρας τοῦ πλησίον αὑτοῦ, καὶ κατακόψουσι τὴν γῆν, καὶ οὐ μὴ ἐξέλωμαι ἐκ τῆς χειρὸς αὐτῶν. Ἐκείνους δὲ, φησὶ, διὰ τὴν οἰκείαν παρανομίαν ἀτημελήτους κατα λιπὼν, τῶν ἐπιεικεστέρων πᾶσαν ποιήσομαι πρό νοιαν
看哪,我必將世人各交在他鄰舍的手中,他們必砍伐這地,我卻不救人脫離他們的手。祂說,至於那些人,因他們自己的過犯,我要撇下不顧,卻要為那些較為公正的人作一切的預備。
And behold, I deliver over men, each into the hand of his neighbour, and they shall cut down the land, and I will not deliver out of their hand. But those men, He says, because of their own transgression, I will leave unheeded, while I will make all provision for the more equitable.
1:3356
Τοῦτο γὰρ δι' ὧν ἐπήγαγε παρεδήλωσε
因為祂藉著所接續的話,把這事說明了:
For this He made clear by what He added:
1:3357
Καὶ ποιμανῶ τὰ πρόβατα τῆς σφαγῆς ἐν τῇ γῇ Χαναάν. Τοῦτο τισὶ μὲν ἔδοξε τὴν Παλαιστί νην αἰνίττεσθαι·
我必在迦南地牧養這將被宰殺的羊。有些人以為這是暗指巴勒斯坦;
And I will shepherd the sheep of slaughter in the land of Canaan. This seemed to some to hint at Palestine;
1:3358
ἐμοὶ δὲ δοκεῖ τὴν ἀλλοτρίαν ση μαίνειν·
但依我看,這是指異邦之地;
but to me it seems to signify a foreign land;
1:3359
διὰ γὰρ τοῦ Χαναὰν τοὺς ἀλλοτρίους αἰ νίττεται
因為藉著「迦南」,他暗指的是外邦人。
for by Canaan he hints at foreigners.
1:3360
Τοὺς ὁπουδήποτε πιστεῦσαί μοι προαιρουμένους ὑπὸ τὴν ἐμὴν τάξω κηδεμονίαν
凡是無論在何處,甘願信我的人,我都要置於我的看顧之下。
Those, wherever they may be, who choose to believe in Me, I will set under My care.
1:3361
Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους·
我要為自己取兩根杖。
And I will take for myself two staffs.
1:3362
τὴν μίαν ἐκάλεσα Κάλλος, καὶ τὴν ἑτέραν ἐπεκάλεσα Σχοίνι σμα·
一根我稱之為「美好」,另一根我稱之為「繩量(份地)」;至於居首的,乃是偶像的迷惑,古時各邦國各以不同方式被它轄制。
The one I called Beauty, and the other I named Portion; but that which held the primacy was the error of the idols, by which of old all the nations were severally held fast.
1:3363
τὸ δὲ πρεσβεῦον τῶν εἰδώλων τὴν πλάνην, διαφόρως ἅπαντα πάλαι τὰ ἔθνη κατείχετο
然而居首要地位的,乃是偶像的謬妄,古時列邦各以不同方式被它挾制。
But that which held the primacy was the error of the idols, by which of old all the nations were held fast in diverse ways.
1:3364
Καὶ ἐκ τούτων τοίνυν, φησὶ, καὶ ἐξ ἐκεί νων συναθροίσω πρόβατα, καὶ μίαν ἑκατέρωθεν ἐργάσομαι ποίμνην
他說:「因此,我要從這些人中,也從那些人中,聚集羊群,並要從兩方造成一群羊。」
'And from these therefore,' he says, 'and from those, I will gather sheep together, and out of both sides I will make a single flock.'
1:3365
Τοῦτο καὶ ἐν τοῖς ἱεροῖς Εὐαγ γελίοις ἔφη·
這事祂在神聖的福音書中也曾說過:
This too He said in the sacred Gospels:
1:3366
Καὶ ἄλλα πρόβατα ἔχω, οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης·
「我另外有羊,不屬於這圈;」
'And I have other sheep, which are not of this fold;'
1:3367
κἀκεῖνά με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, καὶ εἷς ποιμήν
「我必須領那些羊來,牠們也要聽我的聲音,並要合成一群,歸一個牧人。」
'those also I must lead, and they will hear My voice, and there shall be one flock and one shepherd.'
1:3368
πεπιστευκότας τοῖς ἐξ Ἰουδαίων ἀνέμιξε, καὶ μίαν ποίμνην ἀπ έφηνε
祂將出於猶太人中已信的人也混合在一起,並宣告他們為一群羊。
He mingled together those who had believed from among the Jews, and He declared them to be one flock.
1:3369
Καὶ ἐξαρῶ τρεῖς ποιμένας ἐν μηνὶ ἑνί. Τοὺς Ἰουδαίων λέγει βασιλέας, καὶ προφήτας, καὶ. ἱερέας·
「並且我要在一月之內剪除三個牧人。」祂指的是猶太人的君王、先知和祭司;
'And I will cut off three shepherds in one month.' He means the kings, prophets, and priests of the Jews;
1:3370
διὰ γὰρ τούτων τῶν τριῶν ἐποιμαίνοντο ταγμάτων
因為他們是藉著這三種職分被牧養的。
for through these three orders they were being shepherded.
1:3371
Καὶ τὴν αἰτίαν δεικνὺς ἐπάγει·
祂為了指明緣由,就接著說:
And, showing the reason, He adds:
1:3372
Καὶ βαρυνθήσεται ψυχή μου ἐπ' αὐτούς·
「我的心必為他們煩擾。」
'And My soul shall be grieved over them.'
1:3373
Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου·
「我已離棄我的殿,撇下我的產業;」
'I have forsaken My house, I have abandoned My inheritance;'
1:3374
ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς·
「我將我所愛的性命交在她仇敵的手中;」
'I have given My beloved soul into the hands of her enemies;'
1:3375
ἐγένετο κλη ρονομία μου ἐμοὶ, ὡς λέων ἐν δρυμῷ·
「我的產業對我竟如林中的獅子;」
'My inheritance became to Me as a lion in a forest;'
1:3376
ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὑτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Καὶ μέντοι καὶ διὰ Ἡσαΐου βοᾷ·
「她向我揚聲,所以我恨惡她。」而且祂藉著以賽亞也呼喊說:
'she lifted up her voice against Me, therefore have I hated her.' And indeed through Isaiah also He cries out:
1:3377
Ἔμεινα τοῦ ποιῆσαι κρίσιν, ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύ νην, ἀλλὰ κραυγήν. Ἐπειδὴ τοίνυν θηριωδῶς μοι προσῆλθον οἱονεὶ βρυχώμενοι, καὶ τὴν ἐμὴν διψῶντες σφαγὴν, θʹ
「我等候施行公義,她卻行不義,並非公義,倒有哀號。」既然如此,他們如同野獸般臨到我,彷彿咆哮著,渴慕殺害我,(第九節)
'I waited to execute judgment, but she wrought iniquity, and not righteousness, but a cry.' Since therefore they came against Me like wild beasts, as it were roaring, and thirsting for My slaughter, [verse 9]
1:3378
τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλι πέτω, καὶ τὰ κατάλοιπα κατεσθιέτω ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὑτοῦ. Ταῦτα δὲ ἅπαντα συμ βαίνειν ἀνάγκη τοῖς τῆς θείας γυμνουμένοις κηδε μονίας
「那將死的,任他死;那將亡的,任他亡;所剩下的,各人任他吞吃鄰舍的肉。」而這一切事,必然臨到那些被剝去神眷顧的人。
'let that which is dying die, and that which is failing fail, and let the remnant, each one, devour the flesh of his neighbor.' And all these things must of necessity befall those who are stripped of divine care.
1:3379
Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν διαθήκην μου, ἣν διεθέμην εἰς πάντας τοὺς λαοὺς τῆς γῆς. Τῶν γὰρ δεξαμένων τῆς θεογνωσίας τὸ κήρυγμα τῷ θείῳ πτύῳ διακριθέντων, καὶ οἷόν τινος σίτου τῶν ἀχύρων ἀποκριθέντων, ἀνάγκη πᾶσα τὸ ἄχυρον κατακαυ θῆναι πυρὶ ἀσβέστῳ, κατὰ τὴν τοῦ μεγάλου Ἰωάννου φωνήν
「我要取我那美好的杖,將它折斷,好廢棄我與萬民所立的約。」因為那些領受了認識神之宣講的人既被神的簸箕篩選,並如同麥子般從糠秕中分別出來,那糠秕就必然要被不滅的火焚燒,正如那偉大約翰的話所言。
'And I will take My good staff, and cast it away, to break My covenant, which I had made with all the peoples of the earth.' For when those who had received the proclamation of the knowledge of God have been sifted by the divine winnowing-fan, and, as it were like grain, separated from the chaff, it is of all necessity that the chaff be burned with unquenchable fire, according to the word of the great John.
1:3380
Καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ὅτι οὐ περὶ πάντων λέγει ταῦτα τῶν ἐξ ἐθνῶν, ἀλλὰ περὶ τῶν ἀπίστων μόνον, τὰ ἐπαγόμενα μαρ τυρεῖ
「當那日,這約就廢棄了。」至於祂並非對所有出於外邦的人說這話,乃只是對那些不信的人說,接下來的經文便可作證。
'And it shall be broken in that day.' And that He does not say these things concerning all who are of the nations, but only concerning the unbelievers, what follows bears witness.
1:3381
Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα φυλασσόμενά μοι, ὅτι λόγος Κυρίου ἐστί. Χαναναίους δὲ τοὺς ἐξ ἐθνῶν πεπιστευκότας, ἅτε δὴ, ἀλλοφύλους καλεῖ·
「那些被我看守的羊,就是迦南人,必知道這是耶和華的話。」祂稱那些出於外邦而信的人為迦南人,因為他們原是外族人;
'And the Canaanites, the sheep that are kept for Me, shall know that it is the word of the Lord.' And He calls Canaanites those from among the nations who have believed, inasmuch as they were of another race;
1:3382
πρόβατα δὲ αὐτοὺς φυλακῆς ἄξια λέγει, δι' ἣν ἐκτήσαντο πίστιν
祂又稱他們為配受看守的羊,是因他們所獲得的信心。
and He calls them sheep worthy of keeping, on account of the faith which they had obtained.
1:3383
Οὗτοι, φησὶ, θεασάμενοι τῶν ἀπίστων τὸν ὄλεθρον, μαθήσονται διὰ τῆς πείρας, ὡς θεῖος λόγος προφητικὸς λόγος
他說:「這些人既目睹不信者的滅亡,就要藉著親身經歷學會:先知的話乃是神的話。」
'These,' he says, 'having beheld the destruction of the unbelievers, shall learn through experience that the prophetic word is a divine word.'
1:3384
Ταῦτα περὶ τῶν ἐξ ἐθνῶν καὶ ἠπιστηκότων καὶ πε πιστευκότων εἰπὼν, μεταφέρει τὸν λόγον πρὸς Ἰου δαίους, καί φησι·
他既論及那些出於外邦的人——無論是不信的還是相信的——說了這些話,就將話語轉向猶太人,說:
Having said these things concerning those of the nations, both those who disbelieved and those who believed, he transfers his discourse to the Jews, and says:
1:3385
Εἰ καλὸν ἐν ώπιον ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἀπείπασθε
「你們若以為美,就給我工價;不然,就罷了。」
'If it is good in your eyes, give Me My wage; but if not, refuse it.'
1:3386
Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς
「於是他們給了我工價三十塊銀子。」
'And they weighed out My wage, thirty pieces of silver.'
1:3387
Κάθες αὐτοὺς εἰς τὸ χω νευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν
「你把這銀子丟在窯戶裡(熔爐中),察看那是否算為足值,正如我為他們所受的試驗。」
'Cast them into the furnace, and consider whether it is approved, in the manner in which I was tested for their sake.'
1:3388
Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ καθῆκα, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου, εἰς τὸ χωνευτήριον. Ταῦτα, ὡς οἶμαι, οὐδεμιᾶς ἑρμηνείας προσδεῖται, τῆς τῶν ἱερῶν Εὐαγγελίων ἱστορίας ἐχούσης τούτων τὴν. ἑρμηνείαν
「我便拿了那三十塊銀子,撇下,丟在耶和華的殿裡,就是熔爐中。」我想,這些話無需任何解釋,因為神聖福音書的記載已含有它們的解釋。
'And I took the thirty pieces of silver, and cast them down, and threw them into the house of the Lord, into the furnace.' These things, as I think, require no interpretation, since the narrative of the sacred Gospels contains their interpretation.
1:3389
ἐπειδὴ δὲ λαβεῖν αὐτοὺς ἐκεῖνοι οὐκ ἠβουλήθησαν, ῥίψας αὐτοὺς ἀνεχώρησε, τὸν δίκαιον τῆς ἀδικίας μισθὸν, τὴν ἀγχόνην φημὶ, παρὰ τοῦ κριτοῦ τῆς ἀδικίας τοῦ διαβόλου δεξάμενος
他們既不肯收下,他便將那銀子丟開,隨即離去,從那不義的審判者魔鬼手中領受了他不義的公正報應——我是指那上吊的繩索。
And since they were unwilling to receive them, he cast them away and departed, having received the just wage of his injustice—the noose, I mean—from the devil, the judge of injustice.
1:3390
οἱ δὲ ἀντὶ ταύτης τοὺς τριάκοντα ἔδοσαν ἀργυροῦς·
而他們卻為此付出了那三十塊銀子;
But they, in exchange for this, gave the thirty pieces of silver;
1:3391
αὐτὸς δὲ τῷ προ φήτῃ παρακελεύεται, ὡς ἐν πυρί τινι δοκιμάσαι, εἰ ἄξιος τῆς εὐεργεσίας μισθός·
祂自己吩咐先知,彷彿在某種火中試驗,看那報答善行的工價是否算為足值;
and He Himself charges the prophet to test, as if in some fire, whether the wage of the benefaction is worthy;
1:3392
δὲ τούτους εἰς τὸν οἶκον ἔφη τοῦ Θεοῦ καταβεβληκέναι, ὃν εἰκότως ὠνόμασε χωνευτήριον
他說他把這銀子丟在神的殿裡,祂恰當地稱那殿為熔爐。
and he said that he cast them down into the house of God, which He fittingly named a furnace.
1:3393
Ἐν ἐκείνῳ γὰρ διὰ τῆς με τανοίας οἱ προσιόντες, ὡς ἐν χωνευτηρίῳ τινὶ νεουρ γοῦνται, τὸν τῆς ἁμαρτίας ἰὸν ἀποβάλλοντες, καὶ τῆς θείας φιλανθρωπίας τυγχάνοντες
因為在那裡,凡藉著悔改前來的人,就如同在某熔爐中被重新煉造,除去罪的鏽垢,並得著神的慈愛。
For in that place those who draw near, through repentance, are as it were renewed as in some furnace, casting off the rust of sin, and attaining the divine loving-kindness.
1:3394
Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν, τὸ Σχοίνισμα, τοῦ διασκεδάσαι τὴν διαθήκην τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ. Καὶ ἐκ τούτων γὰρ τοὺς πεπιστευκότας τῶν ἀπίστων ἀποκρί νας, τοὺς λοιποὺς τῆς οἰκείας ἐπιμελείας ἐγύμνωσε
「我又折斷第二根杖,就是那『繩量(份地)』,好廢棄猶大與以色列之間的盟約。」因為祂從這些人中也將信的人與不信的人分別開來,就剝去了其餘人所受祂的眷顧。
'And I cast away the second staff, the Portion, to break the covenant that is between Judah and between Israel.' For from these too, having separated the believers from the unbelievers, He stripped the rest of His own care.
1:3395
Καὶ μαρτυρεῖ τῇ προφητείᾳ τὰ νῦν θεωρούμενα·
而如今所見的景況,便為這預言作證;
And the things now beheld bear witness to the prophecy;
1:3396
ἔρημοι γὰρ Ἰουδαῖοι, καὶ προφητῶν, καὶ ἱερέων, καὶ βασιλέων, καὶ ναοῦ, καὶ κιβωτοῦ, καὶ βωμοῦ, καὶ ἱλαστηρίου, καὶ θυσιαστηρίου, καὶ λυχνίας, καὶ τραπέζης, καὶ τῶν ἄλλων, δι' ὧν κατὰ νόμον λα τρεία ἐπληροῦτο, ἔρημοι δὲ καὶ τῆς ἄνωθεν κηδεμο νίας γεγένηνται·
因為猶太人失去了先知、祭司、君王、聖殿、約櫃、祭壇、施恩座、燔祭壇、燈臺、陳設餅桌,以及一切藉以成全律法敬拜之物;他們也失去了從上而來的眷顧;
for the Jews are bereft of prophets, priests, kings, temple, ark, altar, mercy-seat, altar of sacrifice, lampstand, table, and of the other things by which the worship according to the Law was fulfilled; and they have become bereft also of the care from on high;
1:3397
καὶ σποράδες, καὶ μέτοικοι, καὶ μετανάσται γενόμενοι, τοῖς τὸν Χριστὸν κηρύσσουσι παρὰ γνώμην δουλεύουσιν·
他們既成了分散的、寄居的、被擄放逐的人,就不情願地服事那些傳揚基督的人;
and having become scattered, sojourners, and exiles, they serve against their will those who proclaim Christ;
1:3398
καὶ αὐτοῦ μὲν ἀρνοῦνται τὴν δεσποτείαν, τοῖς δὲ δούλοις αὐτοῦ τὴν δουλείαν προσφέρουσιν
他們一面否認祂的主權,一面卻向祂的僕人獻上服事。
and while they deny His lordship, they render servitude to His servants.
1:3399
Τοσαύτην νοσοῦσιν ἀναλγησίαν
他們竟患上如此嚴重的麻木無感之病。
With so great an insensibility are they sick.
1:3400
Ταῦτα μὲν οὖν Προφήτης περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Χριστοῦ προαγορεύσας, καὶ τὴν Ἰουδαίων ἀν τιτυπίαν ἐλέγξας, εἰκότως εὐθὺς ἐπὶ τὸν ἀντίθεον Χριστὸν μεταφέρει τὴν προφητείαν, ὃν Ἰουδαῖοι προσμένουσιν, ὡς αὐτοί φασι
先知既預言了這些關乎神和我們救主基督的事,又斥責了猶太人的頑梗,就恰當地立刻將預言轉向那與神為敵的「基督」(敵基督),就是猶太人所等候的——正如他們自己所說的。
Having therefore foretold these things concerning God and our Savior Christ, and having convicted the obstinacy of the Jews, the Prophet fittingly transfers the prophecy at once to the anti-God Christ (Antichrist), whom the Jews await, as they themselves say.
1:3401
Τοῦτο δὲ καὶ Κύ ριος πρὸς αὐτοὺς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔφη·
這事主在神聖的福音書中也曾對他們說過:
This too the Lord said to them in the sacred Gospels:
1:3402
Ἐγὼ ἦλθον ἐν τῷ ὀνόματι τοῦ Πατρός μου, καὶ οὐκ ἐδέξασθέ με·
「我奉我父的名而來,你們並不接待我;」
'I have come in My Father's name, and you did not receive Me;'
1:3403
ἔρχεται ἄλλος ἐν τῷ ἰδίῳ ὀνόματι, καὶ πιστεύσετε αὐτῷ. Τοῦτο περὶ αὐτῶν καὶ μα κάριος ἔφη Παῦλος·
「若有別人奉自己的名而來,你們倒要信他。」這事那有福的保羅論到他們也曾說過:
'another comes in his own name, and him you will believe.' This also the blessed Paul said concerning them:
1:3404
Ἀνθ' ὧν τὴν ἀγάπην τῆς ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτοὺς, πέμ ψει αὐτοῖς Θεὸς ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦ σαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ πι στεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ. Τοιαῦτα καὶ μακάριος Ζαχαρίας τοῦ θείου Πνεύματος δεξάμενος τὴν ἐνέργειαν προθεσπίζει
「他們既不領受愛真理的心使他們得救,神就給他們一個生發錯誤的心,叫他們信從虛謊,好叫一切不信真理、倒喜愛不義的人都被定罪。」有福的撒迦利亞既領受了那聖靈的動工,也預言了這樣的事。
'Because they did not receive the love of the truth, that they might be saved, God will send them a working of error, that they should believe the lie, so that all may be judged who did not believe the truth, but took pleasure in unrighteousness.' Such things also the blessed Zechariah, having received the working of the divine Spirit, foretells.
1:3405
Ἔτι λάβε σεαυτῷ σκεύη ποιμενικὰ ποιμένος ἀπείρου
「你仍要拿愚昧(無經驗)牧人的器具。」
'Still, take for yourself the implements of an inexperienced shepherd.'
1:3406
Ἔσται γὰρ, φησὶ, θλίψις μεγάλη, οἵα οὐ γέγονεν ἀπ' ἀρχῆς αἰῶνος, οὐδ' οὐ μὴ γένη ται·
他說:「因為那時必有大災難,是從世界的起頭直到如今未曾有過的,後來也必沒有;」
'For there shall be,' he says, 'great tribulation, such as has not been from the beginning of the age, nor ever shall be;'
1:3407
καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ·
「若不是那些日子減少了,凡有血氣的總沒有一個得救的;
'and unless those days had been shortened, no flesh would have been saved;'
1:3408
διὰ δὲ τοὺς ἐκλεκτούς μου κο λοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι. Ταῦτα καὶ Προ φήτης φησὶν, ὅτι Τὰ κρέα τῶν ἐκλεκτῶν κατα φάγεται, καὶ τοὺς ἀστραγάλους αὐτῶν ἐκστρέψει· τὴν ὑπερβολὴν τῶν κακῶν διὰ τούτων σημαίνων
「只是為我選民,那些日子必減少了。」這些事先知也說過,就是「他必吞吃選民的肉,扭斷他們的踝骨」——藉此表明那些禍患的極重。
'but for the sake of My elect those days shall be shortened.' These things too the Prophet says, that 'He shall devour the flesh of the elect, and shall wrench out their ankle-bones'—signifying by these things the excess of the evils.
1:3409
Ποιμένα δὲ αὐτῶν ἄπειρον, ἄφρονα, κατὰ τοὺς ἄλλους ἑρμηνευτὰς, ὀνομάζει, ὡς ἐξαπατώμενον μὲν ὑπὸ τῆς διαβολικῆς ἐνεργείας, τὸν ὡρισμένον δὲ αὐ τῶν ὄλεθρον ἀγνοοῦντα·
他稱他們的牧人為「無經驗的」,或按其他譯者所譯為「愚妄的」,因為他被魔鬼的動工所迷惑,且不曉得那已為他們所定的滅亡;
And he names their shepherd 'inexperienced,' or 'senseless' according to the other translators, as being deceived by the diabolical working, and ignorant of the destruction appointed for them;
1:3410
ἄφρονα δὲ θεία Γραφὴ καὶ τὸν δυσσεβῆ εἴωθεν ὀνομάζειν
神聖的經典也慣於稱那不敬虔的人為「愚妄的」。
and divine Scripture is accustomed to name the impious man also 'senseless.'
1:3411
Εἶπε γὰρ, φη σὶν, ἄφρων ἐν καρδίᾳ αὑτοῦ·
經上說:「愚頑人心裡說:」〔沒有神〕。
'For the fool has said,' it says, 'in his heart:' [there is no God].
1:3412
οἱ ποιμαίνοντες τὰ μάταια, καὶ καταλε λοιπότες τὰ πρόβατα! Ταῦτα πρὸς τοὺς ἐκείνῳ πειθομένους εἰρηκὼς, καὶ θρηνήσας αὐτοὺς, ὡς μὲν τῶν προβάτων τὴν κοινωνίαν καταλελοιπότας, τὴν ματαίαν δὲ καὶ ὀλέθριον τιμὴν τὴν ὑπ' ἐκείνου δεδομέ νην προελομένους, τὰ περὶ ἐκείνου διέξεισι
「這牧養虛妄之事、撇棄羊群的人有禍了!」他既對那些聽從他的人說了這些話,又為他們哀哭,因他們撇下了與羊群的相通,反而選了那由他所賜的虛妄且致命的尊榮,就接著詳述關乎他的事。
'Woe, O you who shepherd vain things, and who have forsaken the sheep!' Having said these things against those who obey him, and having lamented them as having forsaken the fellowship of the sheep, and as having chosen the vain and destructive honor bestowed by him, he goes on to recount the things concerning him.
1:3413
Μά χαιρα ἐπὶ τοῦ βραχίονος αὐτοῦ, καὶ ἐπὶ τὸν ὀφθαλμὸν αὐτοῦ τὸν δεξιόν. μὲν γὰρ πρὸς τὸν αἰώνιον ὄλεθρον ποδηγεῖ τοὺς πειθομένους, δὲ τοὺς ἀντι λέγοντας σφαγῇ παραδίδωσιν
「刀劍必臨到他的膀臂和他的右眼上。」因為他一面引領那些順從的人歸於永遠的滅亡,一面又將那些反對他的人交付宰殺。
'A sword upon his arm, and upon his right eye.' For the one leads those who obey to eternal destruction, while he delivers to slaughter those who contradict him.
1:3414
Ἐπὶ μὲν γὰρ τῆς σφαγῆς τὸν βραχίονα τέθεικεν·
因為就宰殺而言,他將膀臂擺上;
For upon the slaughter he has placed the arm;
1:3415
ἐπὶ δὲ τῆς ἐξαπά της τὸν ὀφθαλμόν·
就迷惑而言,他將眼目擺上;
and upon the deception, the eye;
1:3416
ἀλλ' ὅμως καὶ βραχίων αὐτοῦ ξηραινόμενος ξηρανθήσεται, καὶ ὀφθαλμὸς αὐτοῦ δεξιὸς ἐκτυφλούμενος ἐκτυφλωθήσεται. Καταλήψεται γὰρ αὐτὸν θεήλατος πληγή
然而他的膀臂終必枯乾,他的右眼終必昏暗失明。因為必有神所降的擊打臨到他。
but nevertheless his arm, withering, shall be withered, and his right eye, being blinded, shall be blinded. For a God-sent stroke shall overtake him.
1:3417
Οὕτω καὶ Ἀπόστολός φησιν·
使徒也是這樣說:
So too the Apostle says:
1:3418
Ὃν Κύριος Ἰησοῦς ἀναλώσει τῷ πνεύματι τοῦ στόματος αὑτοῦ, καὶ καταργή σει τῇ ἐπιφανείᾳ τῆς παρουσίας αὑτοῦ·
「主耶穌要用祂口中的氣滅絕他,並要用祂降臨的顯現除滅他;」
'Whom the Lord Jesus will consume with the breath of His mouth, and will bring to nought by the appearing of His coming;'
1:3419
οὗ ἐστιν παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πᾶσι ση μείοις καὶ τέρασι ψεύδους. Ταῦτα Ἀντιόχῳ τῷ Ἐπιφανεῖ προσήρμοσάν τινες τῶν τόνδε τὸν προ φήτην ἑρμηνευκότων, ποιμένα ἄπειρον αὐτὸν ὠνο μᾶσθαι φήσαντες
「那不法之人的來到,是照撒但的動工,行各樣的異能、虛謊的奇事。」有些解釋這位先知的人把這些話應用在安提阿古•以皮法尼身上,說他就是那被稱為無經驗牧人的。
'whose coming is according to the working of Satan, with all signs and lying wonders.' These things some of those who have interpreted this prophet have applied to Antiochus Epiphanes, saying that he is called the inexperienced shepherd.
1:3420
Πολλῷ τοίνυν τούτῳ μᾶλλον ἁρ μόττει, ἐπειδὴ τούτου τύπος ἐκεῖνος
因此,這話遠更適合於這一位(敵基督),因為那一位(安提阿古)乃是這一位的預表。
Much more, therefore, does it fit this one (Antichrist), since that one was a type of this one.
1:3421
Καθάπερ γὰρ ἐκεῖνος τὴν περὶ τὸν Θεὸν ἀνεδέξατο μάχην, ἐν τῷ ναῷ δαιμόνων ἀναστήσας βωμὸν, καὶ τοὺς ἀνακει μένους τῷ Θεῷ θύειν δαίμοσιν ἀναγκάσας·
因為正如那一位向神挑起爭戰,在聖殿中立起鬼魔的祭壇,並強逼那些獻與神的人向鬼魔獻祭;
For just as that one took up the battle against God, setting up in the temple an altar of demons, and compelling those consecrated to God to sacrifice to demons;
1:3422
Εἰ τοίνυν Ἀντιόχῳ προφητεία ἁρμόττει, καὶ τούτῳ πάντως ἁρμόσει·
所以這預言若適合安提阿古,就必然也適合這一位;
if therefore the prophecy fits Antiochus, it will assuredly fit this one also;
1:3423
μείζονα γὰρ οὗτος ἐκεῖνος τολμήσει, ἅτε δὴ πρὸς. μείζους ἀναδεχόμενος μάχην
因為這一位所膽敢行的,要比那一位更大,因他所挑起的爭戰是針對更大者的。
for this one will dare greater things than that one, inasmuch as he takes up battle against greater ones.
1:3424
πιστεύουσι, τὸν δὲ Σωτῆρα καὶ Κύριον ἠρνήθησαν, προφανῶς προλέγει διὰ τοῦ Προφήτου τὸ ἅγιον Πνεῦμα τὰ δι' ἀπιστίαν αὐτοῖς συμβησόμενα σκυθρωπά
〔既然他們〕信〔敵基督〕,卻否認了救主和主,聖靈就藉著先知明明地預言那因不信而必臨到他們的悲慘之事。
[since they] believe [in Antichrist], but denied the Savior and Lord, the Holy Spirit openly foretells through the Prophet the grievous things that shall befall them on account of their unbelief.
1:3425
Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραήλ·
「耶和華論以色列的默示(話語的重擔)。」
'The burden of the word of the Lord upon Israel.'
1:3426
Λέγει Κύριος, ἐκτείνων τὸν οὐρανὸν, καὶ θεμελιῶν τὴν γῆν, καὶ πλάσσων πνεῦμα ἀνθρώπου ἐν αὐτῷ. Οὐκ ἐγὼ, φησὶν Προφήτης, ταῦτα πρὸς ὑμᾶς διεξέρχο μαι, ἀλλ' τοῦδε τοῦ παντὸς ποιητὴς καὶ δημιουρ γός·
「鋪張諸天、建立地基、造人裡面之靈的耶和華如此說。」先知說:「向你們宣告這些事的並不是我,乃是這整個宇宙的創造者與造物主;」
'Thus says the Lord, who stretches out the heaven, and lays the foundation of the earth, and forms the spirit of man within him.' 'It is not I,' says the Prophet, 'who declare these things to you, but the Maker and Fashioner of this whole universe;'
1:3427
ἔτι νῦν ἐν ταῖς νηδύσι τὰ σώματα διαπλάτ των, καὶ ψυχὰς σὺν αὐτοῖς δημιουργεῖσθαι κελεύων, οὗτος δι' ἐμοῦ φθέγγεται
「那位如今仍在母腹中塑造身體、又吩咐靈魂與身體一同被造的,就是這一位藉著我發言。」
'He who even now fashions bodies in the wombs, and commands that souls be created together with them, this One speaks through me.'
1:3428
Καὶ ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ, ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ·
「看哪,我必使耶路撒冷向四圍的萬民、並在猶大,成為搖動的門柱(門檻);」
'And behold, I set Jerusalem as shaking doorposts to all the peoples round about, and in Judah;'
1:3429
ἔσται περιοχὴ ἐν τῇ Ἱερουσαλήμ. Εὐάλωτον, φησι
「必有圍困臨到耶路撒冷。」他說:「容易被攻取,」
'there shall be a siege against Jerusalem.' 'Easy to capture,' he says.
1:3430
καὶ εὐκαταγώνιστον πᾶσι τοῖς ἔθνε σιν ἀποκαταστήσω τήνδε τὴν πόλιν, καὶ ἐοικυῖαν δείξω προθύροις σαλευομένοις, καὶ καταφέρεσθαι μέλλουσιν, ὥστε τοὺς πολεμίους τῆς ἐμῆς προνοίας γεγυμνωμένην ὁρῶντας ἐπελθεῖν καὶ πολιορκῆσαι, καὶ τὰ φυόμενα ἐντεῦθεν ἐπαγαγεῖν κακά
「我必使這城在萬國面前變為容易被制伏的,並要使它顯得如同搖動、將要傾倒的門柱,好叫仇敵看見它已被剝去我的護理,就前來圍攻它,並由此招致那些滋生出來的禍患。」
'and easy to overcome by all the nations will I make this city, and I will show it to be like doorposts that are shaken, and about to fall down, so that the enemies, seeing it stripped of My providence, will come upon it and besiege it, and bring in from thence the evils that spring up.'
1:3431
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνε σι·
「到那日,我必使耶路撒冷成為被萬國所踐踏的石頭。」
And it shall come to pass in that day, I will make Jerusalem a stone trodden down by all the nations.
1:3432
πᾶς καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξε ται, καὶ ἐπισυναχθήσεται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς. Ἐπειδὴ γὰρ τὸν λίθον ἐκεῖνον, τὸν πολυ τελῆ, τὸν ἐκλεκτὸν, τὸν ἔντιμον, κατὰ τὴν τοῦ Ἡσαΐου προφητείαν, τὸν γενόμενον εἰς κεφαλὴν γωνίας, ἀπεδοκίμασαν ἀδοκίμῳ λίθῳ παραπλησίως, καταπατεῖσθαι αὐτὴν ὑπὸ πάντων παρασκευάσω ἐμπαροινούντων, καὶ ἐφ' ὕβρει συναγομένων
凡踐踏她的,戲弄的必戲弄她,地上的萬國都要聚集攻擊她。因為他們既照著以賽亞的預言,棄絕了那寶貴的、蒙揀選的、尊榮的、成了房角頭塊石頭的那石頭,如同棄絕無用之石一般,我也必使她被一切醉酒淩辱的人所踐踏,被那些為著羞辱她而聚集的人所踐踏。
Everyone who tramples her, mocking, shall mock her, and all the nations of the earth shall be gathered together against her. For since they rejected that costly, chosen, and honoured stone—the one which, according to the prophecy of Isaiah, was made into the head of the corner—treating it as though it were a worthless stone, I too will bring it to pass that she is trodden down by all who drunkenly insult her and who gather together for her outrage.
1:3433
Αὕτη δὲ προφητεία τῶν πραγμάτων ἔχει τὴν μαρτυρίαν
這預言有事實本身作為見證。
And this prophecy has the very course of events as its testimony.
1:3434
Ἔστι γὰρ ἰδεῖν τὸν πάλαι ἅγιον καὶ σεπτὸν κατα πατούμενον τόπον
因為人可以看見那昔日聖潔可敬的地方,如今被人踐踏。
For one may see that place, once holy and venerable, now trodden underfoot.
1:3435
Ἀλλὰ ταῦτα μὲν αὐτοῖς μετὰ τὸν σταυρὸν καὶ τὴν μανίαν ἐκείνην συνέβη·
然而這些事臨到他們,是在十字架之後,是在他們那狂妄之後。
But these things befell them after the cross and after that madness of theirs.
1:3436
πρὸ δὲ ταύτης τῆς τόλμης, τῆς θείας κηδεμονίας διηνεκῶς ἀπολαύοντες διετέλεσαν
但在這狂妄之舉以先,他們卻不斷地蒙受神的看顧。
But before this act of insolence, they continued to enjoy the divine care without interruption.
1:3437
Τοῦτο γὰρ καὶ προφητικὸς διδάσκει λόγος, τοῦ Θεοῦ τῶν ὅλων προσφέροντος τὴν ὑπόσχεσιν, ὅτι Τῶν Μακεδονικῶν αὐτοῖς ἐπελθόντων ἐθνῶν, καὶ τοὺς ἵππους τῆς φυσικῆς γυμνώσω θρασύτητος, καὶ τούτους μετὰ τῶν ὀχουμένων ἀνοίᾳ καὶ δειλίᾳ περιβαλῶ, τὸν δὲ Ἰούδαν τῆς ἐμῆς ἀξιώσω προνοίας
因為這也是先知的話所教訓的,就是萬有的神所賜下的應許,說:當馬其頓的列國臨到他們時,我既剝去了他們馬匹天生的兇猛,又使這些馬連同騎馬的人陷入愚妄與膽怯之中,卻使猶大配得我的眷顧。
For this too the prophetic word teaches, when the God of all offers His promise, that: When the Macedonian nations came upon them, I both stripped their horses of their natural boldness, and clothed these, together with their riders, in folly and cowardice; but Judah I deemed worthy of My providence.
1:3438
Τοῦτο γὰρ παρεδήλωσεν, εἰρηκώς·
因為這正是祂所指明的,祂說:
For this He signified when He said:
1:3439
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει Κύριος παν τοκράτωρ, πατάξω πάντα ἵππον ἐν ἐκστάσει, καὶ τὸν ἀναβάτην αὐτοῦ ἐν παραφρονήσει·
「當那日,全能的主說,我必使一切的馬都驚惶,使騎馬的都癲狂。」
In that day, says the Lord Almighty, I will smite every horse with panic, and its rider with madness.
1:3440
ἐπὶ δὲ τὸν οἶκον Ἰούδα διανοίξω τοὺς ὀφθαλμούς μου, καὶ πάντας τοὺς ἵππους τῶν λαῶν πατάξω ἐν ἀποτυφλώ σει
「我必睜眼看顧猶大家,卻使列邦的一切馬匹都瞎眼。」
But upon the house of Judah I will open My eyes, and I will smite all the horses of the peoples with blindness.
1:3441
Καὶ ἐροῦσιν οἱ χιλίαρχοι Ἰούδα πάντες ἐν ταῖς καρδίαις αὑτῶν·
「猶大的千夫長必心裏都說:
And the captains of thousands of Judah shall all say in their hearts:
1:3442
Εὑρήσομεν ἑαυτοῖς τοὺς κατ οικοῦντας Ἱερουσαλὴμ, ἐν Κυρίῳ παντοκράτορι. Θεῷ αὐτῶν. Οὐδὲν, φησὶ, τυφλωττόντων διοίσουσιν οἱ ἵπποι τῶν πολεμίων τῇδε κἀκεῖσε περιπλανώμενοι, ὥστε θαῤῥήσαντας τῶν Ἰουδαίων τοὺς στρατηγοὺς πρὸς ἀλλήλους εἰπεῖν, ὅτι Πλήρης Ἱερουσαλὴμ διὰ τὴν τοῦ Θεοῦ ῥοπὴν οἰκητόρων γενήσεται
『我們必因倚靠全能的主他們的神,得著耶路撒冷的居民作我們的力量。』祂說,仇敵的馬匹在此彼四處遊蕩,與瞎眼的馬毫無分別,以致猶太人的將領壯了膽,彼此說:因著神的扶助,耶路撒冷必滿了居民。
We shall find for ourselves the inhabitants of Jerusalem in the Lord Almighty, their God. The horses of the enemy, He says, wandering here and there, shall differ in nothing from those struck blind, so that the commanders of the Jews, taking courage, shall say to one another: Jerusalem shall be full of inhabitants because of God's favour.
1:3443
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θήσομαι τοὺς χιλιάρ χους Ἰούδα ὡς δαλὸν πυρὸς ἐν ξύλοις, καὶ ὡς λαμ πάδα πυρὸς ἐν καλάμῃ, καὶ καταφάγονται ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων πάντας τοὺς λαοὺς κυκλόθεν. Καθάπερ γὰρ, φησὶ, καὶ δαλὸς ἐξάπτει τὰ ξύλα, καὶ φλὸξ ἀναλίσκει καλάμην·
「當那日,我必使猶大的千夫長如同柴中的火把,又如禾捆中的火炬,他們必左右吞滅四圍列國的眾民。」祂說,因為正如火把點著柴木,火焰燒盡禾稭;
In that day I will make the captains of thousands of Judah like a firebrand among wood, and like a torch of fire among stubble, and they shall devour on the right hand and on the left all the peoples round about. For just as a firebrand, He says, kindles the wood, and the flame consumes the stubble;
1:3444
οὕτως οὗτοι τοὺς πάντοθεν αὐτοῖς ἐπιόντας καταναλώσουσι πολεμίους
照樣,這些人也必吞滅那從四面攻擊他們的仇敵。
so these men shall consume the enemies who come against them from every side.
1:3445
Καὶ κατοικήσει Ἱερουσαλὴμ ἔτι καθ' ἑαυτήν· ἀντὶ τοῦ, κατὰ νόμον πολιτευομένη, καὶ τῶν ἐθνῶν κε χωρισμένη
「耶路撒冷必仍舊自安居其中」——意思是按律法而行,與列邦分別開來。
And Jerusalem shall dwell yet again by herself—that is, governing herself according to the Law, and set apart from the nations.
1:3446
Τούτου δὲ ἀπήλαυσεν, ἕως κατὰ τοῦ Σωτῆρος ἐλύττησε
她一直享有這事,直到她向救主發狂為止。
And of this she had the enjoyment, until she raged against the Saviour.
1:3447
Τοῦτο δὲ μαθόντες, οὔτε τῇ βασιλικῇ δυνάμει μεγαφρονήσουσιν, οὔτε τῷ μεγέθει τῶν περιβόλων θαρσήσουσι
但他們既明白了這事,就必不因君王的權勢而自高,也不因城牆的宏大而壯膽。
But having learned this, they shall neither pride themselves upon royal power, nor take courage in the greatness of their walls.
1:3448
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὑπερασπιεῖ Κύριος ὑπὲρ τῶν κατοικούντων τὴν Ἱερουσαλήμ·
「當那日,主必保護耶路撒冷的居民。」
And it shall come to pass in that day, the Lord shall shield those who dwell in Jerusalem.
1:3449
τοσοῦτον γὰρ ἀπὸ τῆς νίκης οἱ περὶ Ἰούδαν καὶ Ἰωνάθαν ἐκαρπώσαντο κλέος, ὥστε τοὺς περιοίκους, καὶ ἀστυγείτονας, καὶ πλησιοχώρους, τούτων ἁρπά σαι τὴν συμμαχίαν·
因為猶大和約拿單一夥人從勝利中得著的榮譽如此之大,以致四鄰、鄰城、鄰境的人都爭相與他們結盟;
For so great was the renown that those around Judah and Jonathan reaped from their victory, that the neighbouring peoples, the near dwellers, and those in the surrounding regions eagerly sought their alliance;
1:3450
οὐ μόνον δὲ οἱ πελάζοντες, ἀλλὰ καὶ οἱ παμπόλλων ἡμερῶν ὁδὸν ἀφεστηκότες, καὶ ἐν τοῖς ἑσπερίοις κατοικοῦντες μέρεσι Ῥωμαῖοι, καὶ Σπαρτιᾶται, τὴν τούτων συμμαχίαν μετὰ πολ λῆς ἠσπάσαντο προθυμίας
不但是鄰近的人,就是那些相隔許多日路程、住在西方境內的羅馬人和斯巴達人,也都極其熱切地與他們結盟。
and not only those close at hand, but even those separated by a journey of very many days, and the Romans dwelling in the western regions, and the Spartans, embraced their alliance with great eagerness.
1:3451
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ζητήσω ἐξᾶραι πάντα τὰ ἔθνη τὰ ἐρχόμενα ἐπὶ Ἱερουσαλήμ
「當那日,我必尋求除滅一切前來攻擊耶路撒冷的列國。」
And it shall come to pass in that day, I will seek to destroy all the nations that come against Jerusalem.
1:3452
τοὺς μὲν ἐπιόντας αὐτοῖς πολεμίους παντοδαπαῖς εἰδέαις θανάτου παραδιδοὺς, αὐτοῖς δὲ ἀνοίγων τὰς τοῦ ἐλέου πηγὰς, καὶ παντοίας αὐ τοὺς ἀναπιμπλῶν χάριτος·
把那攻擊他們的仇敵交給各樣形式的死亡,卻向他們敞開憐憫的泉源,用各樣的恩典充滿他們;
delivering the enemies who assail them to death in every kind of form, but opening to them the fountains of mercy, and filling them with every sort of grace;
1:3453
αὐτοὶ δέ με παραγε νόμενον τοῖς ἐναντίοις ἠμείψαντο, καὶ σταυρῷ προσηλώσαντες στρατιωτικῷ δόρατι τὴν πλευρὰν. ἐξεκέντησαν, καὶ παροινοῦντες καὶ ἐπιτωθάζοντες διετέλεσαν
然而他們在我到來時,卻待我如同仇敵,把我釘在十字架上,用兵丁的槍紮我的肋旁,並且不住地醉酒淩辱、譏誚戲弄。
but they, when I came, requited Me as though I were an adversary, and having nailed Me to a cross, pierced My side with a soldier's spear, and continued in their drunken insolence and mockery.
1:3454
Ἀλλ' ὅμως οὐκ εἰς μακρὰν ὄψονταί με μετὰ τῆς θείας ἐπιφαινόμενον δόξης, καὶ τὴν οἰκείαν παραφροσύνην θρηνήσουσι, καὶ πρωτοτόκου νεανίου μιμήσονται πένθος, παραπλησίως τοῖς ἐκεῖνον ὀλο φυρομένοις κοπτόμενοι
然而不久之後,他們必看見我帶著神聖的榮耀顯現,必為自己的狂妄哀哭,並且要效法為長子少年所發的哀慟,如同那些為他悲號的人一樣捶胸痛哭。
But nevertheless, before long they shall see Me appearing with the divine glory, and shall bewail their own madness, and shall imitate the mourning over a firstborn youth, wailing in like manner to those who lament for him.
1:3455
Ὄψονται γὰρ, φησὶ, πρός με, εἰς ὃν ἐξεκέντη σαν, καὶ κόψονται ἐπ' αὐτῷ κοπετὸν, ὡς ἐπ' ἀγα πητῷ, καὶ ὀδυνηθήσονται ἐφ' ἑαυτοῖς ὀδύνην, ὡς ἐπὶ πρωτοτόκῳ
祂說,「他們必仰望我,就是他們所紮的;必為他悲哀,如喪愛子,又為他痛苦,如喪長子。」
For they shall look, He says, upon Me whom they pierced, and they shall mourn for Him with mourning as for a beloved one, and they shall be in bitter grief for themselves as over a firstborn.
1:3456
( ιαʹ.) Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυν θήσεται κοπετὸς Ἱερουσαλὴμ, ὡς κοπετὸς ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου. Καθάπερ γὰρ ὑλοτόμοι ῥόας ὅτι πλείστας ἐκτέμνοντες κτύπον ἀποτελοῦσι πολύν·
(十一。)「當那日,耶路撒冷必大大哀哭,如同在平原上被砍伐的石榴林的哀哭。」祂說,因為正如伐木的人砍下極多的石榴樹時發出大聲響;
(11.) In that day the mourning of Jerusalem shall be magnified, as the mourning of a pomegranate grove cut down in a plain. For just as woodcutters, when they cut down very many pomegranate trees, make a great din;
1:3457
οὕτως τούτων κομμὸς κατακτυπήσει πάν των τὰς ἀκοάς
照樣,這些人的哀號必響徹眾人的耳中。
so the wailing of these shall resound in the ears of all.
1:3458
Οὐχ ἁπλῶς δὲ, τὰ ἄλλα δένδρα κα ταλιπὼν, τῆς ῥόας τέθεικε τὴν εἰκόνα·
祂撇下別的樹木,單單擺出石榴的比喻,並非沒有緣故;
And not without reason, leaving aside the other trees, has He set forth the image of the pomegranate;
1:3459
ἀλλ' ἐπειδὴ καὶ ἀγαπητοῦ καὶ πρωτοτόκου πένθει τὸ ἐκείνων ἀπείκασε πένθος·
乃是因為祂把他們的哀哭比作為愛子和長子所發的哀哭;
but since He likened their mourning to the mourning over a beloved and a firstborn;
1:3460
ἀγάπης δὲ τύπος ῥόα, συνημ μένους ἔχουσα λίαν καὶ ἡνωμένους τοὺς κόκκους, εἰκότως τῇ τούτων τῶν δένδρων τομῇ τὸν ἐκεῖνον ἔφησεν ἐοικέναι κομμόν
而石榴乃是愛的表徵,因它的籽粒緊密相連、彼此合一,所以祂很恰當地說,他們的哀號好比這些樹木被砍伐。
and the pomegranate is a figure of love, having its seeds very closely joined and united together, He fittingly said that their wailing resembled the cutting down of these trees.
1:3461
Καὶ κόψεται γῆ κατὰ φυλάς·
「境內的居民必按著家族哀哭。」
And the land shall mourn tribe by tribe.
1:3462
Φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν, καὶ αἱ γυ ναῖκες αὐτῶν καθ' ἑαυτάς·
「拿單家的家族獨在一處,他們的婦女也獨在一處;」
The tribe of the house of Nathan by itself, and their wives by themselves;
1:3463
φυλὴ οἴκου Λευῒ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς·
「利未家的家族獨在一處,他們的婦女也獨在一處;」
the tribe of the house of Levi by itself, and their wives by themselves;
1:3464
φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐ τῶν καθ' ἑαυτάς
「西緬的家族獨在一處,他們的婦女也獨在一處。」
the tribe of Simeon by itself, and their wives by themselves.
1:3465
Πᾶσαι αἱ ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. Τοῦτο λέγει, ὅτι κατὰ φυλὰς διαιρεθέντες, χωρὶς μὲν ἄνδρες, χωρὶς δὲ γυναῖκες τοῦτο δράσουσι
「所剩下的各家族,每一家族獨在一處,他們的婦女也獨在一處。」這話的意思是:他們必按著家族分開,男丁單獨、婦女單獨地行此哀哭。
All the remaining tribes, each tribe by itself, and their wives by themselves. This is what He means: that being divided by tribes, the men apart and the women apart shall do this.
1:3466
Μνημονεύσας δὲ καὶ τῆς τοῦ Λευῒ φυλῆς καὶ τῆς τοῦ Συμεὼν, ὕστερον ἐπήγαγε·
祂既提到利未的家族和西緬的家族,隨後又接著說:
And having made mention both of the tribe of Levi and of that of Simeon, He afterward added:
1:3467
Πᾶσαι αἱ ὑπολε λειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν κόψεται, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς. Τοῦτο δὲ καὶ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις προείρηκε·
「所剩下的各家族,每一家族獨自哀哭,他們的婦女也獨在一處。」這事主在神聖的福音書中也早已預言過:
All the remaining tribes, each tribe by itself shall mourn, and their wives by themselves. And this the Lord also foretold in the holy Gospels:
1:3468
Ἀλλὰ ταῦτα μὲν ἔσται κατὰ τὸν τῆς συντελείας καιρόν
然而這些事必在末世終結的時候才發生。
But these things shall come to pass at the time of the consummation.
1:3469
Τέως δὲ, φησὶ, τῆς ἐμῆς αὐτοὺς ἀξιώσω προμηθείας, καὶ ταῦτα εἰδὼς ὡς παραγενόμενον ἐπ' εὐεργεσίᾳ σταυ ρώσουσιν
祂說,但目前我仍要使他們配得我的眷顧,儘管我知道,我為施恩而來時,他們卻要把我釘十字架。
But for the present, He says, I will deem them worthy of My care, and this though I know that they will crucify Me when I come for their benefit.
1:3470
Ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζωῆς. Καὶ ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησίν·
「他們離棄了我這生命水的泉源。」在神聖的福音書中祂也說:
They have forsaken Me, the fountain of the water of life. And in the holy Gospels He says:
1:3471
ἐξ ἐκείνης γὰρ τῆς συγγενείας τὴν ἀνθρωπείαν φύσιν ἀνέλαβεν
因為祂正是從那一族取了人的性情。
for from that kindred He took upon Himself human nature.
1:3472
Τηνικαῦτα, φησὶν τῶν δυνάμεων Κύριος·
萬軍之主說,到那時:
At that time, says the Lord of hosts:
1:3473
Ἐξολοθρεύσω τὰ ὀνόματα τῶν εἰδώλων ἀπὸ τῆς γῆς, καὶ οὐκέτι ἔσται αὐτῶν μνεία·
「我必從地上除滅偶像的名,使人不再記念;」
I will utterly destroy the names of the idols from the land, and there shall no longer be any remembrance of them;
1:3474
καὶ τοὺς ψευδοπροφήτας, καὶ τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐξαρῶ ἀπὸ τῆς γῆς
「我也必使假先知和污穢的靈從地上除去。」
and the false prophets and the unclean spirit I will remove from the land.
1:3475
Καὶ ἔσται ἐὰν προφητεύσῃ ἄνθρωπος ἔτι, καὶ ἐροῦσι πρὸς αὐτὸν πατὴρ αὐ τοῦ καὶ μήτηρ αὐτοῦ, οἱ γεννήσαντες αὐτόν·
「若再有人說預言,生他的父母必對他說:
And it shall come to pass, if a man shall yet prophesy, that his father and his mother, who begot him, shall say to him:
1:3476
Οὐ ζήσῃ, ὅτι ψευδῆ ἐλάλησας ἐν ὀνόματι Κυρίου·
『你不得存活,因為你託主的名說假話;』
You shall not live, because you have spoken lies in the name of the Lord;
1:3477
καὶ συμποδιοῦσιν αὐτὸν πατὴρ αὐτοῦ καὶ μήτηρ αὐ τοῦ, οἱ γεννήσαντες αὐτὸν, ἐν τῷ προφητεύειν αὐτόν
他說預言的時候,生他的父母必將他捆綁。」
and his father and his mother, who begot him, shall bind him hand and foot when he prophesies.
1:3478
Οὐ μόνον δὲ τῶν εἰδώλων, φησὶ, κατασβέσω τὸ ψεῦδος, ἀλλὰ καὶ τοὺς μαντείαις χρωμένους, καὶ ὑπὸ τοῦ πονηροῦ πνεύματος ἐνεργουμένους, ταύτης ἐλευθε ρώσω τῆς πλάνης
祂說,我不但要熄滅偶像的虛謊,也要把那些行占卜、受惡靈所驅使的人從這迷惑中釋放出來。
Not only, He says, will I quench the falsehood of the idols, but I will also free from this deception those who practise divinations and are worked upon by the evil spirit.
1:3479
Τοσαύτη γὰρ εὐσέβεια καθέξει τὴν οἰκουμένην, ὥστε μήτε πατέρα, μήτε μητέρα φείδεσθαι παιδὸς πειρωμένου μαντεύεσθαι, ἀλλὰ καὶ δεσμὰ αὐτῷ περιβάλλειν, καὶ μάστιγας ἐπιφέ ρειν, καὶ θάνατον ἀπειλεῖν
因為必有這樣大的敬虔充滿天下,以致父母都不寬容那試圖占卜的兒女,反倒要將他捆綁、鞭打,並且以死相威嚇。
For so great a piety shall possess the world, that neither father nor mother shall spare a child who attempts to divine, but shall even put bonds upon him, and inflict scourges, and threaten death.
1:3480
Καὶ πάντες δὲ οἱ τὰ ψευδῆ προλέγειν αἱρούμενοι, θεώμενοι τῆς εὐσεβείας τὴν ἐπικράτειαν, πένθιμον περιβαλοῦνται σχῆμα
凡那些選擇說假預言的人,看見敬虔得勢,就必披上哀傷的裝束。
And all those who choose to foretell falsehoods, seeing the prevalence of piety, shall put on a mournful garb.
1:3481
Τὸ γὰρ, Ἐνδύσονται δέῤῥιν τριχίνην, τοῦτο δηλοῖ
因為「他們必穿粗毛的衣服」這話,正是指此而言。
For the words, They shall put on a garment of hair, signify this.
1:3482
Τοσούτῳ δὲ κατασχεθήσονται δέει, ὡς ἀρνηθῆναι μὲν τὴν πλάνην, γεωργίαν δὲ ἀντ' ἐκείνης ἀσπάζεσθαι, καὶ λέγειν πᾶσιν, ὅτι Εὐθὺς τεχθεὶς ταύτην παρὰ τῶν πατέρων ἐδιδάχθην τὴν τέχνην
他們必被這樣大的懼怕所抓住,以致否認自己的迷惑之術,反倒選擇農耕來代替它,並且對眾人說:我一生下來,就從我列祖學了這行業。
And they shall be gripped by so great a fear, that they will deny their deception, and embrace husbandry instead of it, and say to all: From the very moment I was born I was taught this trade by my fathers.
1:3483
Οὐκ εἰμὶ προφήτης ἐγὼ, ὅτι ἄνθρωπος ἐργαζόμενος γῆν ἐγώ εἰμι καὶ ἄνθρωπος ἐγέννησέ με ἐκ νεότητός μου
「我不是先知,我是耕地的人,因為從我幼年起就有人生了我。」
I am not a prophet, for I am a man who works the ground, since a man begot me from my youth.
1:3484
Τί αἱ πληγαὶ αὗται ἀναμέσον τῶν ὤμων σου; Καὶ ἐρεῖ·
「你兩臂中間是什麼傷呢?」他必說:
What are these wounds between your shoulders? And he shall say:
1:3485
Ἐπλήγην ἐν τῷ οἴκῳ τοῦ ἀγαπητοῦ μου. Τοιαύτας γὰρ δέξεται παρὰ τῶν γεγεννηκότων πληγὰς, ὡς μέχρι πολλοῦ φέρειν ἐναργῆ τὰ σημεῖα, καὶ ἐρωτώμενον ὑπὸ τῶν ταῦτα ὁρώντων, πόθεν ταύτας ἐδέξατο τὰς αἰκίας, λέγειν προφανῶς, ὅτι ταύτας αὐτῷ οἱ γεγεννηκότες ὡς ἀγαπῶντες ἐπέθεσαν
「這是我在親愛之人家中所受的傷。」因為他必從生他的人手中受這樣的傷,以致長久之久仍帶著明顯的印記,當看見的人問他從何處受這些傷時,他必明明地說,是生他的人因愛他而加在他身上的。
I was wounded in the house of my beloved. For he shall receive such wounds from those who begot him, that for a long time he shall bear the marks plainly visible, and when asked by those who see them whence he received these blows, he shall openly say that those who begot him laid them upon him out of love.
1:3486
Ῥομφαία, ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντο κράτωρ·
「刀劍哪,應當興起,攻擊我的牧人,攻擊那作我同邑之人的,這是全能之主說的;」
Sword, awake against My shepherd, and against the man who is My fellow citizen, says the Lord Almighty;
1:3487
πάταξον τὸν ποιμένα, καὶ διασκορπισθή σεται τὰ πρόβατα. Ἐπειδὴ γὰρ ἔφη·
「擊打牧人,羊就分散了。」因為祂既說過:
smite the shepherd, and the sheep shall be scattered. For since He had said:
1:3488
Ἐπιβλέψονται πρός με, εἰς ὃν ἐξεκέντησαν, ἵνα μὴ νομί σωσι παρὰ γνώμην αὐτὸν τὸ σωτήριον ὑπομεῖναι πάθος, διδάσκει διὰ τοῦ Προφήτου, ὡς ἑκὼν ἐλήλυθε, καὶ ἑαυτὸν ἐταπείνωσε γενόμενος ὑπήκοος μέχρι θα νάτου, θανάτου δὲ σταυροῦ
「他們必仰望我,就是他們所紮的」——祂唯恐他們以為祂是非出於本意地忍受那救恩的苦難,就藉著先知教訓人說,祂乃是甘心而來,並且自己謙卑,存心順服以至於死,且死在十字架上。
They shall look upon Me whom they pierced—lest they should suppose that He endured the saving Passion against His will, He teaches through the Prophet that He came willingly, and humbled Himself, becoming obedient unto death, even the death of the cross.
1:3489
Οὗπερ ἕνεκεν προφη τικὸς λόγος τὴν θείαν σχηματίζει συγχώρησιν, καὶ ῥομφαίαν δείκνυσιν ὑπὸ τοῦ Πατρὸς ἐπιτρεπομένην πρότερον·
為此,先知的話便描繪出神聖的許可,顯明那刀劍首先是受父的差遣;
Wherefore the prophetic word represents the divine permission, and shows the sword first being commissioned by the Father;
1:3490
εἶθ' οὕτω κατὰ τοῦ ποιμένος χωροῦσαν·
然後如此臨到牧人;
then thus going forth against the shepherd;
1:3491
καὶ μετ' ἐκεῖνον, κατὰ τῶν ἐκείνου πολιτῶν, συμ φύλων, κατὰ τὸν Ἀκύλαν
在他之後,又照亞居拉的譯法,臨到他的同邑之人,或同族的人。
and after him, against his fellow citizens, or kinsmen, according to Aquila.
1:3492
Ταύτης δὲ τῆς μαρτυρίας καὶ Κύριος ἐν τοῖς θείοις Εὐαγγελίοις μέμνηται
這見證主在神聖的福音書中也曾提及。
And this testimony the Lord also recalls in the divine Gospels.
1:3493
Ἐν τῇ νυκτὶ ταύτῃ σκανδαλισθήσεσθε ἐν ἐμοί· ἐπήγαγε·
「今夜你們為我的緣故都要跌倒;」祂接著說:
In this night you shall all be offended in Me; He added:
1:3494
Πατάξω τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ πρόβατα τῆς ποίμνης. Εἶτα προφητικὸς ἐπάγει λόγος·
「我要擊打牧人,羊群的羊就分散了。」隨後先知的話又接著說:
I will smite the shepherd, and the sheep of the flock shall be scattered. Then the prophetic word adds:
1:3495
ποιμένων ἔχοντας, ἱερέας καὶ διδασκάλους, τοῦ δὲ πράγματος ἐρήμους ὑπ άρχοντας
他們雖有牧人,就是祭司和教師,卻是有名無實,缺乏這牧養的實質。
having shepherds, namely priests and teachers, yet being destitute of the reality.
1:3496
Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐν πάσῃ τῇ γῇ λέγει Κύριος, τὰ δύο αὐτῆς μέρη ἐξ ολοθρευθήσεται καὶ ἐκλείψει·
「當那日,在全地,主說,其中兩分必被剪除而消滅;」
And it shall come to pass in that day, in all the land, says the Lord, that two parts of it shall be utterly destroyed and shall fail;
1:3497
τὸ δὲ τρίτον ὑπολει φθήσεται ἐν αὐτῇ
「惟有三分之一必存留在其中。」
but the third shall be left in it.
1:3498
Καὶ διάξω τὸ τρίτον διὰ πυρὸς, καὶ πυρώσω αὐτοὺς, ὡς πυροῦται τὸ ἀργύριον, καὶ δοκιμῶ αὐτοὺς, ὡς δοκιμάζεται τὸ χρυσίον. Κατ' ἐκεῖνον, φησὶ, τὸν καιρὸν, μετὰ ταύτην αὐτῶν τὴν λύτταν, τὰς δύο μοίρας τοῦ πλήθους παραδώσω σφαγῇ, τὸ δὲ τρίτον καθάπερ ἀργύριον καὶ χρυσίον διὰ πυρὸς δοκιμάσω, τοῖς παντοδαποῖς παραδιδοὺς πειρασμοῖς·
「我要使這三分之一經過火,熬煉他們,如熬煉銀子;試煉他們,如試煉金子。」祂說,到那時候,在他們這狂妄之後,我要把群眾中的兩分交給刀殺,卻把三分之一如銀子金子一般用火試煉,把他們交在各樣的試煉之中;
And I will bring the third part through fire, and I will refine them as silver is refined, and I will try them as gold is tried. At that time, He says, after this madness of theirs, I will deliver the two portions of the multitude to slaughter, but the third I will try through fire, as silver and gold, handing them over to all manner of trials;
1:3499
ὧν καταφρονοῦντες, καὶ διὰ καρτερίας τῶν λυπηρῶν ἁπάντων περιγιγνόμενοι, εἰλικρινῆ μοι καὶ γνησίαν δείξουσι τὴν διάθεσιν
他們既輕看這些試煉,又藉著堅忍勝過一切的憂患,就必向我顯出真誠純正的心志。
and they, despising these trials and prevailing through endurance over all their sorrows, shall show Me a sincere and genuine disposition.
1:3500
Αὐτὸς γὰρ, φησὶν, ἐπικαλέσεται τὸ ὄνομά μου, καὶ ἐγὼ ἐπακούσομαι αὐτοῦ, καὶ ἐρῶ·
祂說,「他必求告我的名,我必應允他,並且我要說:」
For he, He says, shall call upon My name, and I will hearken to him, and I will say:
1:3501
Κύριος Θεός μου. Λέγει ταῦτα περὶ τῶν ἐξ Ἰουδαίων πεπιστευκότων
「主我的神。」他說這些話是指那些從猶太人中歸信的人。
'The Lord my God.' He says these things concerning those of the Jews who came to believe.
1:3502
Πρὸς γὰρ τοῖς δώδεκα ἀποστόλοις καὶ ἑτέρους ἑβδομήκοντα ἐξελέξατο·
因為除了十二使徒之外,祂又揀選了另外七十人;
For besides the twelve apostles He chose also another seventy;
1:3503
μετὰ δὲ τὴν ἀνάστασιν, καὶ ἑκατὸν εἴκοσι κατὰ ταυτὸν εὑρέθησαν ὄντες
並且在復活之後,有一百二十人被發現同聚在一處。
and after the resurrection, one hundred and twenty were found together in one place.
1:3504
δὲ θεσπέ σιος Παῦλος καὶ πεντακοσίοις αὐτὸν ὁμοῦ συνηγμέ νοις ἔφησεν ὀφθῆναι
而那受神啟示的保羅說,祂曾同時向聚集的五百人顯現。
And the divine Paul said that He was seen by five hundred gathered together at once.
1:3505
δὲ θειότατος Πέτρος δη μηγορήσας, νῦν μὲν τρισχιλίους, νῦν δὲ πεντακισχι λίους εἰς ζωὴν ἐσαγήνευσεν
那至聖的彼得,公開講道時,這一次將三千人、那一次將五千人,如同用網捕撈般收入生命之中。
And the most divine Peter, when he had preached publicly, now caught three thousand, now five thousand, into life as with a net.
1:3506
δὲ μέγας Ἰάκωβος τῷ μακαρίῳ Παύλῳ φησί·
那位偉大的雅各對蒙福的保羅說:
And the great James says to the blessed Paul:
1:3507
Θεωρεῖς, ἀδελφὲ,. πόσαι μυριάδες εἰσὶ τῶν πεπιστευκότων Ἰου δαίων. Ταῦτα διὰ τοῦ θεσπεσίου Ζαχαρίου προ είρηκεν Θεὸς, ὅτι τὰ δύο μέρη διὰ τὴν ἀπιστίαν ἐξολοθρευθήσεται, τὸ δὲ τρίτον τοῖς πειρασμοῖς πυρωθὲν καὶ ἀποφανθὲν δόκιμον, λαὸς αὐτοῦ χρη ματίσει, Κύριον αὐτὸν καὶ Θεὸν ὀνομάζων
「弟兄啊,你看猶太人中信主的有多少萬。」這些事,神藉著受感的撒迦利亞早已預言,就是說:其中兩分因不信要被除滅,而那三分之一在試煉的火中被熬煉、被證為精金的,要被稱為祂的子民,稱祂為主、為神。
'You see, brother, how many myriads there are of the Jews who have believed.' These things God foretold through the inspired Zechariah, namely that the two parts would be utterly destroyed on account of unbelief, while the third, being tried in the fire of trials and proved genuine, would be called His people, naming Him Lord and God.
1:3508
Τοῦτο καὶ δι' ἄλλου προφήτου φησὶν Θεός·
這事神也藉著另一位先知說:
This also God says through another prophet:
1:3509
Ἐὰν ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται. Τοῦτο καὶ διὰ τῶν ἐπαγομένων πάλιν μακάριος Ζαχαρίας ἔφη
「以色列子孫的數目雖如海沙,得救的不過是剩下的餘數。」這事蒙福的撒迦利亞也藉著接下來的話再度宣告。
'Though the number of the sons of Israel be as the sand of the sea, the remnant shall be saved.' This too the blessed Zechariah declared again through what follows.
1:3510
Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου, καὶ δια μερισθήσεται τὰ σκῦλά σου ἐν σοί. Τῶν πολε μίων δηλονότι ταῦτα διανεμομένων
「看哪,主的日子臨到,你的財物必在你中間被瓜分」——這顯然是指仇敵彼此瓜分這些財物。
'Behold, a day of the Lord comes, and your spoils shall be divided in the midst of you'—this plainly being the enemies dividing these things among themselves.
1:3511
Καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερου σαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται πόλις, καὶ διαρ παγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσον ται·
「我必聚集萬國與耶路撒冷爭戰,城必被攻取,房屋被搶奪,婦女被玷污;」
'And I will gather all the nations against Jerusalem to battle, and the city shall be taken, and the houses shall be plundered, and the women shall be defiled;'
1:3512
καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ·
「城中的一半必被擄去;」
'and half of the city shall go forth into captivity;'
1:3513
οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως· Φασὶ γὰρ, Οὐ εσπασιανοῦ καὶ Τίτου μελλόντων ἐπιστρατεύειν, τοὺς τηνικαῦτα πιστοὺς ἐξ ἀποκαλύψεως τὴν πόλιν κατα λιπεῖν
「但我民中剩下的必不從城中被剪除。」因為他們說,當維斯帕先和提多將要進軍之時,那時的信徒因得了啟示而離開了那城。
'but the residue of my people shall not be utterly destroyed from the city.' For they say that when Vespasian and Titus were about to make war, the faithful of that time, by a revelation, left the city.
1:3514
Ὅταν ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, γινώσκετε ὅτι ἐγγὺς τὸ τέλος αὐτῆς·
「你們看見耶路撒冷被軍隊圍困,就知道它的荒涼近了;」
'When you see Jerusalem encircled by armies, know that its end is near;'
1:3515
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ ἐπὶ τοῦ δώματος μὴ καταβάτω ἆραί τι ἐκ τῆς οἰκίας. Περὶ τούτων καὶ διὰ τοῦ μακαρίου προεθέσπισε Ζαχαρίου, ὅτι Οἱ κατάλοιποι οὐ μὴ ἐξολοθρευθῶσι
「那時,在猶太的應當逃到山上;在房頂上的,不要下來拿家裡的東西。」關於這些事,祂也藉著蒙福的撒迦利亞預言說:「剩下的必不被除滅。」
'then let those in Judaea flee to the mountains, and let him who is on the housetop not go down to take anything out of the house.' Concerning these things He also foretold through the blessed Zechariah, that 'the residue shall not be utterly destroyed.'
1:3516
(γʹ.) Καὶ ἐξελεύσεται Κύριος ἐν παρατάξει ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου. Παρατάξεται δὲ, οὐκ Ἰουδαίων ὑπερ μαχῶν, ἀλλὰ κατ' ἐκείνων στρατηγῶν
(三)「主必出去與那些國爭戰,好像祂在爭戰之日擺陣一樣。」但祂擺陣並非為猶太人爭戰,而是率軍攻擊他們。
(3) 'And the Lord shall go forth in battle-array against those nations, as in the day of His battle-array in the day of war.' But He will set Himself in array not fighting on behalf of the Jews, but leading the host against them.
1:3517
Καὶ παρέσται Κύριος Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. Λέγει δὲ τῶν ἀγγέλων τὰ τάγματα
「主我的神必降臨,眾聖者也與祂同來。」祂所說的是眾天使的行列。
'And the Lord my God shall come, and all the saints with Him.' He speaks of the ranks of the angels.
1:3518
Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ κατέναντι Ἱερουσαλὴμ ἐξ ἀνατολῶν. Ὅθεν γὰρ εἰς οὐρανοὺς ἀν ελήφθη, ἐκεῖθεν δίδωσι τοῖς κατ' Ἰουδαίων στρα τευομένοις τὴν νίκην
「那日,祂的腳必站在耶路撒冷東邊的橄欖山上。」因為祂從哪裡被接升入諸天,就從那裡將勝利賜給那些攻打猶太人的人。
'And His feet shall stand in that day upon the Mount of Olives, which is over against Jerusalem on the east.' For from the place whence He was taken up into the heavens, thence He grants victory to those who wage war against the Jews.
1:3519
Εἶτα λέγει, ὅτι διαιρεθήσεται τετραχὰ τὸ ὄρος, ὡς τὸ μὲν κατ' ἀνατολὰς, τὸ δὲ κατὰ δυσμὰς, τὸ δὲ κατὰ βοῤῥᾶν, τὸ δὲ κατὰ νότον χωρῆσαι
然後祂說,那山必分裂為四,一部分向東讓開,一部分向西,一部分向北,一部分向南。
Then He says that the mountain shall be divided into four, so that one part gives way toward the east, one toward the west, one toward the north, and one toward the south.
1:3520
Καὶ σχισθήσεται γὰρ, φησὶ, τὸ ὄρος τῶν Ἐλαιῶν, τὸ ἥμισυ αὐτοῦ πρὸς ἀνατολὰς, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς δύσιν θάλασσαν, χάος μέγα σφόδρα, καὶ κλινεῖ τὸ ἥμισυ τοῦ ὄρους πρὸς βοῤ ῥᾶν, καὶ τὸ ἥμισυ αὐτοῦ πρὸς νότον, φάραγξ με γάλη
祂說:「橄欖山必被劈裂,一半向東,一半向西面的海——成為極大的深谷——山的一半向北傾斜,一半向南——成為極大的裂谷」;
'For the Mount of Olives shall be split,' He says, 'half of it toward the east and half of it toward the sea in the west—an exceedingly great chasm—and half of the mountain shall incline toward the north and half of it toward the south—a great ravine';
1:3521
τὴν τῆς Ἱερουσα λὴμ πολιορκίαν διαιρουμένην, καὶ τοὺς μὲν τὸ ἑῷον αὐτῆς μέρος, τοὺς δὲ τὸ ἐσπέριον καταλαβόντας, καὶ ἄλλους μὲν τὰ βόρεια, ἄλλους δὲ τὰ νότια φρου ροῦντας
這是表明耶路撒冷之圍城的分佈:有些人佔據它的東面,有些佔據西面,有些把守北方,有些把守南方。
signifying the siege of Jerusalem as divided, some seizing its eastern part, others its western, and some guarding the northern quarters, others the southern.
1:3522
Εἰκὸς δὲ ἦν καὶ τὸ ὄρος αὐτὸ τὴν διαίρεσιν ταύτην ὑπομεῖναι, τοῦ Θεοῦ τὴν κατ' αὐτῶν δει κνύντος ὀργήν
而那山本身也很可能經歷了這樣的分裂,因為神藉此顯明祂向他們發的忿怒。
And it was likely that the mountain itself also underwent this division, as God displayed His wrath against them.
1:3523
Λέγει τοίνυν ὅτι τούτων τῶν ὀρέων ῥαγέντων, καὶ τῶν φαράγγων αἱ διαβάσεις ἐμφραχθήσονται·
因此祂說,當這些山被劈裂時,那些裂谷的通道也必被堵塞;
He says accordingly that, when these mountains were rent, the passages of the ravines would also be blocked up;
1:3524
καθάπερ ἐπὶ τοῦ Ὀζίου τοῦ μεγάλου σεισμοῦ γενομένου
正如在烏西雅的時候,那大地震發生之時一樣。
just as in the time of Uzziah, when the great earthquake occurred.
1:3525
Εἰ γὰρ δι' ἐκεῖνον ἐλάττονα πλημμελήσαντα, καὶ τῆς ἱερωσύνης παρανόμως κατατολμήσαντα, οὕτως ἔσεισε τὴν γῆν τῶν ὅλων Κύριος, μειζόνων οὗτοι πειραθῆναι δίκαιοι συμφορῶν, τὰ μείζονα τολμήσαντες δυσσε βήματα
因為若為了那人的緣故——他所犯的過犯較輕,卻不法地擅取祭司的職分——萬有的主尚且如此震動大地,那麼這些膽敢犯下更大不敬之罪的人,理當遭受更大的災禍。
For if on account of that man, who transgressed in lesser matters and lawlessly presumed upon the priesthood, the Lord of all thus shook the earth, these men—who have dared far greater impieties—justly deserve to experience far greater calamities.
1:3526
Οὐδὲ γὰρ θεασάμενοι συγκινουμένην τὴν κτίσιν ἐπὶ τῷ τολμήματι τοῦ σταυροῦ, τὰ τῆς μετα μελείας προσεδέξαντο φάρμακα
因為他們甚至看見受造之物在十字架的暴行面前震動,卻仍不肯領受悔改的良藥。
For not even when they beheld the creation convulsed at the outrage of the cross did they receive the remedies of repentance.
1:3527
Ἐν ἐκείνῃ γὰρ, φησὶ, τῇ ἡμέρᾳ, καθ' ἣν τῆς οἰκουμένης σταυρωθήσεται Σωτὴρ, οὐκ ἔσται φῶς. Καὶ τοῦτο ἱστορία ἐδίδαξεν·
祂說:「因為在那日」——就是世界的救主將要被釘十字架的那日——「必沒有光。」這事歷史已經教導我們;
'For in that day,' He says, 'on which the Saviour of the world was to be crucified, there shall be no light.' And this the history has taught;
1:3528
Ἀπὸ γὰρ ἕκτης ὥρας μέχρις ἐννάτης σκότος ἐγένετο καθ' ὅλης τῆς οἰκουμένης, ἵνα πάντες οἱ ἄνθρω ποι τῇ τῆς προφητείας μαρτυρήσωσιν ἀληθείᾳ
因為從午正到申初,遍地都黑暗了,好叫萬人都為這預言的真實作見證。
for from the sixth hour until the ninth darkness came over the whole world, that all men might bear witness to the truth of the prophecy.
1:3529
Ἀλλὰ ψύχος καὶ πάγος ἔσται μίαν ἡμέραν. Καὶ τούτου δὲ οἱ εὐαγγελισταὶ μάρτυρες, καὶ τῶν ἀποστόλων κορυφαῖος ἐν τῷ πυλῶνι παρὰ τὴν πυρὰν θερμαινόμενος
「但必有寒冷冰霜達一日之久。」關於這事,眾福音書作者也是見證人,還有那使徒之首在門廊裡挨著火取暖。
'But there shall be cold and frost for one day.' Of this too the evangelists are witnesses, and the chief of the apostles warming himself at the fire in the gateway.
1:3530
Καὶ ἡμέρα ἐκείνη γνωστὴ τῷ Κυρίῳ. Ἄνω γὰρ ἅπαντα προεγίνωσκεν Θεός
「那日惟有主知道。」因為神從上頭早已預知萬事。
'And that day is known to the Lord.' For God foreknew all things from above.
1:3531
Καὶ οὐχὶ ἡμέρα, καὶ οὐ νύξ. Ἐὰν γὰρ ἡμέραν αὐτὴν προσαγορεῦσαι θελήσω, ἐπέχει με τῆς μεσημβρίας τὸ σκότος·
「那必不是白晝,也不是黑夜。」因為我若想稱它為白晝,午間的黑暗便攔阻我;
'And it shall be neither day nor night.' For if I should wish to call it day, the darkness at midday holds me back;
1:3532
ἐὰν δὲ νύκτα βουληθῶ ὀνομάσαι διὰ τὸ σκότος, κωλύει με τὸ μέχρις ἕκτης ὥρας, καὶ τὸ μετὰ τὴν ἐννάτην γενόμενον φῶς
但我若因那黑暗想稱它為黑夜,那直到午正仍有的光、以及申初之後重現的光,又攔阻我。
but if I should wish to name it night because of the darkness, the light that existed until the sixth hour and that came after the ninth prevents me.
1:3533
Τοῦτο καὶ διὰ τοῦ Προφήτου προλέγει·
這事祂也藉著先知預言:
This too He foretells through the Prophet:
1:3534
Καὶ πρὸς ἑσπέραν ἔσται φῶς. Εἶτα τὰ ἐντεῦθεν φυόμενα ἀγαθά
「到了晚上必有光明。」接著是由此生發的美善之事。
'And toward evening there shall be light.' Then the good things that spring forth from this.
1:3535
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐξελεύσεται ὕδωρ ζῶν ἐξ Ἱερουσαλὴμ, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν πρώτην, καὶ τὸ ἥμισυ αὐτοῦ εἰς τὴν θάλασσαν τὴν ἐσχάτην. Αἰνίττεται δὲ διὰ τούτου τὸ σωτήριον κήρυγμα, τὸ κατὰ πᾶσαν τὴν οἰκουμένην δραμὸν, καὶ τά τε ἑῷα, τά τε ἑσπέρια τῆς θείας διδασκαλίας ἐμπλῆσαν
「那日,必有活水從耶路撒冷流出,一半流向前面的海,一半流向後面的海。」祂藉此暗指那救恩的宣講,這宣講遍傳全地,使東方與西方都充滿了神聖的教訓。
'In that day living water shall go forth from Jerusalem, half of it toward the former sea, and half of it toward the latter sea.' By this He hints at the saving proclamation which ran through all the inhabited world, and filled both the eastern and the western regions with the divine teaching.
1:3536
Καὶ κατ' αὐτὴν μέντοι τὴν ἱστορίαν ἔστιν ἰδεῖν τὴν τῆς προφητείας ἀλήθειαν·
而且,就按著這歷史本身,人也可以看見這預言的真實;
And indeed, according to the history itself, one may see the truth of the prophecy;
1:3537
κατ' ἐκείνην γὰρ τὴν ἡμέραν ἐκ τῆς ἁγίας ἀνεστο μώθη πλευρᾶς τῆς σωτηρίας πηγὴ, ἀφ' ἧς τὰ διπλᾶ τῶν μυστηρίων ἐδεξάμεθα νάματα·
因為就在那日,從那聖潔的肋旁開通了救恩的泉源,我們從其中領受了聖禮的雙重活流;
for on that very day, from the holy side was opened up the fountain of salvation, from which we have received the twofold streams of the mysteries;
1:3538
τὸ ὕδωρ, φημὶ, καὶ τὸ αἷμα, ἅπερ ἑωρακὼς μεμαρτύρηκε
我是說那水和那血,親眼看見的那位已為此作了見證。
the water, I mean, and the blood, to which he who saw it has borne witness.
1:3539
Τὸ μὲν καθαῖρον ἡμᾶς, καὶ τῶν ἁμαρτημάτων ἐλευ θεροῦν·
其一潔淨我們,使我們脫離眾罪;
The one cleansing us and freeing us from sins;
1:3540
τὸ δὲ διατρέφον, καὶ ἄρδον, καὶ τεθηλέναι παρασκευάζον
另一則滋養我們、澆灌我們,使我們茂盛生長。
the other nourishing and watering us, and causing us to flourish.
1:3541
Λέγει δὲ καὶ τὸν καιρὸν ἐν ταῦτα συνέβη
祂也說明這些事發生的時節。
He also states the season in which these things came to pass.
1:3542
Ἐν θέρει καὶ ἔαρι ἔσται οὕτως. Ἐπειδὴ γὰρ οἱ μὲν διχὰ εἰς χειμῶνα καὶ θέρος, οἱ δὲ τετραχὰ εἰς ἔαρ, καὶ θέρος, καὶ μετόπωρον, καὶ χειμῶνα, τὸν ἐνιαυτὸν διαιροῦσιν, ἀμφότερα τέθεικε διὰ τὴν τῶν Ἰουδαίων ἀναίδειαν, ἵνα καὶ κατὰ τούτους καὶ κατ' ἐκείνους τὴν ἀλήθειαν δείξῃ
「這事必在夏天和春天如此成就。」因為既有人把一年分作兩季,即冬與夏,也有人分作四季,即春、夏、秋、冬,祂便為了猶太人的厚顏無恥,將兩者都提出來,使無論按這一種或那一種算法,祂都能顯明真理。
'In summer and in spring it shall be so.' For since some divide the year in two, into winter and summer, while others divide it in four, into spring, summer, autumn, and winter, He set down both on account of the shamelessness of the Jews, that both according to the one reckoning and according to the other He might show forth the truth.
1:3543
Εἴτε γὰρ εἰς θέρος καὶ χειμῶνα τὸν ἐνιαυτὸν διαιρεῖτε, θέρους ἔσται ἀρχὴ, ὅτε ταῦτα συμβήσεται·
因為你們若把一年分作夏與冬,那麼這些事成就之時正是夏天的開始;
For whether you divide the year into summer and winter, it shall be the beginning of summer when these things come to pass;
1:3544
εἴτε τέσσαράς φατε τὰς τροπὰς, γινώσκετε ἔαρος εἶναι καιρὸν τὸν τούτου καιρόν
你們若說有四個節氣的轉換,就要知道此事的時候乃是春天的時節。
or if you speak of four turnings of the season, know that the time of this event is the season of spring.
1:3545
Τότε προφανῶς βασιλεύσει τῆς οἰκου μένης παρ' ὑμῶν ἀνασκολοπισθεὶς, καὶ μὲν πολύθεος πλάνη λήψεται πέρας
那時,被你們釘死在木頭上的那位,必明明地作全地的王,而那多神的迷惑必到盡頭。
Then shall He whom you crucified manifestly reign over the inhabited world, and the polytheistic error shall come to its end.
1:3546
Ἔσται δὲ Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον. Οὐ γὰρ μόνον Ἰουδαῖοι ταῦτα φρονήσουσιν, ἀλλὰ καὶ τὰ πάλαι θεογνωσίας ἔρημα ἔθνη, τά τε ἀπὸ νότου τῆς Ἱερουσαλὴμ, καὶ τὰ ἀπὸ βοῤῥᾶ·
「主必為獨一的,祂的名也是獨一的,環繞全地與曠野。」因為不只猶太人要持守這信仰,連那久已缺乏認識神的列國,就是耶路撒冷南邊的與北邊的,也都要如此;
'And the Lord shall be one, and His name one, encircling all the earth and the desert.' For not only Jews shall hold these beliefs, but also the nations long bereft of the knowledge of God, both those to the south of Jerusalem and those to the north;
1:3547
τοῦτο γὰρ εἶπεν Προφήτης
因為先知所說的正是這事:
for this is what the Prophet said:
1:3548
Ἀπὸ Γαβαᾶ, καὶ ἕως Ῥεεμὼν, κατὰ νότον Ἱερουσαλήμ·
「從迦巴直到臨門,就是耶路撒冷以南;」
'From Geba even to Rimmon, to the south of Jerusalem;'
1:3549
Ῥαμᾶ δὲ ἐπὶ τοῦ τόπου μενεῖ, ἀπὸ τῆς πύλης Βενιαμὶν, ἕως τῆς πύλης τῆς πρώτης. Αἰνίττεται δὲ διὰ τούτων τὴν Βηθλεέμ·
「但拉瑪必仍留在原處,從便雅憫門直到頭一座門。」祂藉這些話暗指伯利恆;
'but Rama shall remain in its place, from the gate of Benjamin to the first gate.' By these words He hints at Bethlehem;
1:3550
καὶ γὰρ μακάριος Ματθαῖος, τῶν παίδων ἱστορή σας τὸν φόνον, τὴν προφητικὴν τέθεικε μαρτυρίαν, βοῶσαν·
因為蒙福的馬太在敘述那些孩童被殺之事時,正是引用了先知的見證,呼喊說:
for indeed the blessed Matthew, when he recounted the murder of the children, cited the prophetic testimony crying out:
1:3551
Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, θρῆνος καὶ κλαυθμὸς καὶ ὀδυρμὸς πολύς·
「在拉瑪聽見號咷、痛哭、大哀的聲音;」
'A voice was heard in Rama, lamentation and weeping and great mourning;'
1:3552
κλαίουσα τὰ τέκνα αὑτῆς. Λέγει δὲ, ὅτι τῶν δυσσεβῶν ἐκείνων ἀναιρεθέντων, οἱ πεπιστευκότες κατοικήσουσι καὶ τὴν τῷ Βενιαμὶν προσήκουσαν γῆν
「為她的兒女哀哭。」祂說,當那些不敬虔的人被除滅之後,那些信主的人甚至要居住在屬便雅憫的地上。
'weeping for her children.' He says that, when those impious ones were destroyed, those who had believed would inhabit even the land belonging to Benjamin.
1:3553
οὐκ έτι γὰρ εἰδώλοις προσέξουσιν οἱ εἰς Χριστὸν πεπι στευκότες, ἀλλὰ μετ' εὐσεβείας τὴν Ἱερουσαλὴμ οἰκήσουσιν
因為那些信入基督的人,必不再理會偶像,乃要以敬虔居住在耶路撒冷。
For those who have believed in Christ shall no longer give heed to idols, but shall dwell in Jerusalem with godliness.
1:3554
Οὕτω ταῦτα προειρηκὼς, μεταφέρει τὸν λόγον ἐπὶ τὸν Γὼγ καὶ Μαγὼγ, καὶ τοὺς σὺν ἐκείνοις κατὰ τῆς Ἱερουσαλὴμ στρατεύσαντας
祂這樣預言了這些事之後,便把話題轉到歌革和瑪各,以及那些與他們一同攻打耶路撒冷的人身上。
Having thus foretold these things, He transfers the discourse to Gog and Magog, and to those who together with them made war against Jerusalem.
1:3555
Καὶ αὕτη ἔσται πτῶσις, ἣν κόψει Κύριος πάντας τοὺς λαοὺς, ὅσοι ἐπεστράτευσαν ἐπὶ Ἱερου σαλήμ·
「這必是主所要擊打的傾覆,臨到一切攻打耶路撒冷的民;」
'And this shall be the fall with which the Lord shall smite all the peoples, as many as have made war against Jerusalem;'
1:3556
τά τε γὰρ. σώματα αὐτῶν ἐκτακήσονται φησὶ, καὶ οἱ ὀφθαλμοὶ αὐτῶν ἐκκοπήσονται, καὶ φθορὰν ὑπομενοῦσιν αἱ γλῶσσαι·
祂說:「因為他們的身體必消瘦腐爛,他們的眼睛必被剜出,他們的舌頭必朽壞;」
'for their bodies shall waste away,' He says, 'and their eyes shall be gouged out, and their tongues shall undergo corruption;'
1:3557
ἔξω δὲ αὐτοὺς τῶν οἰκείων καταστήσας φρενῶν τῶν ὅλων Κύριος, κατ' ἀλλήλων αὐτοὺς χωρῆσαι παρασκευάσει, ὥστε ταῖς ἀλλήλων δεξιαῖς τῷ θανάτῳ παραπεμφθῆναι·
萬有的主使他們神志失常,將促使他們彼此相攻,以致他們互相以右手把對方交付於死亡;
and the Lord of all, having driven them out of their own wits, will bring it about that they turn against one another, so that they are consigned to death by one another's right hands;
← 上一段下一段 →
1