📜 Verbum · 聖言
原文誦讀聖經與教父文獻

← 回書卷目次 · 七十士譯本 › 多比傳

多比傳 第 5 章

希臘文原文.23 節.部分字詞可點開查義

← 第 4 章第 6 章 →
📖 這一章另有 3 種原文 —— 並排對照(武加大譯本、吉茲文聖經、次經)
5:1
καὶ ἀποκριθεὶς Τωβιας εἶπεν αὐτῷ πάτερ ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι τότε ἀποκριθεὶς Τωβιας εἶπεν Τωβιθ τῷ πατρὶ αὐτοῦ πάντα ὅσα ἐντέταλσαί μοι ποιήσω πάτερ
託比亞回答父親說:「父親,凡你所吩咐我的,我都必照辦。
Then Tobias answered and said to him, “Father, I will do all things, whatever you have commanded me.
5:2
ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν πῶς δὲ δυνήσομαι αὐτὸ λαβεῖν παρ’ αὐτοῦ καὶ αὐτὸς οὐ γινώσκει με καὶ ἐγὼ οὐ γινώσκω αὐτόν τί σημεῖον δῶ αὐτῷ καὶ ἐπιγνῷ με καὶ πιστεύσῃ μοι καὶ δῷ μοι τὸ ἀργύριον καὶ τὰς ὁδοὺς τὰς εἰς Μηδίαν οὐ γινώσκω τοῦ πορευθῆναι ἐκεῖ
只是我素不認識那人,怎能取回那銀子呢?」
But how could I receive the money, since I don’t know him?”
5:3
καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι καὶ δώσω αὐτῷ μισθόν ἕως ζῶ καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον τότε ἀποκριθεὶς Τωβιθ εἶπεν Τωβια τῷ υἱῷ αὐτοῦ χειρόγραφον αὐτοῦ ἔδωκέν μοι καὶ χειρόγραφον ἔδωκα αὐτῷ καὶ διεῖλον εἰς δύο καὶ ἐλάβομεν ἑκάτερος ἕν καὶ ἔθηκα μετὰ τοῦ ἀργυρίου καὶ νῦν ἰδοὺ ἔτη εἴκοσι ἀφ’ οὗ παρεθέμην τὸ ἀργύριον τοῦτο ἐγώ καὶ νῦν παιδίον ζήτησον σεαυτῷ ἄνθρωπον πιστόν ὃς πορεύσεται μετὰ σοῦ καὶ δώσομεν αὐτῷ μισθόν ἕως ὅτου ἔλθῃς καὶ λαβὲ παρ’ αὐτοῦ τὸ ἀργύριον τοῦτο
父親便把那字據交給他,對他說:「你去尋找一個能與你同去的人,趁我還活著,我必給他工錢;你去把那銀子取回來。」
He gave him the handwriting, and said to him, “Seek a man who will go with you, and I will give him wages, whiles I yet live; and go and receive the money.”
5:4
καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρεν τὸν Ραφαηλ ὃς ἦν ἄγγελος καὶ οὐκ ᾔδει ἐξῆλθεν δὲ Τωβιας ζητῆσαι ἄνθρωπον ὃς πορεύσεται μετ’ αὐτοῦ εἰς Μηδίαν ὃς ἐμπειρεῖ τῆς ὁδοῦ καὶ ἐξῆλθεν καὶ εὗρεν Ραφαηλ τὸν ἄγγελον ἑστηκότα ἀπέναντι αὐτοῦ καὶ οὐκ ἔγνω ὅτι ἄγγελος τοῦ θεοῦ ἐστιν
託比亞出去尋找人,恰好遇見了拉斐爾,他原是天使,
He went to seek a man, and found Raphael who was an angel;
5:5
καὶ εἶπεν αὐτῷ εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων καὶ εἶπεν αὐτῷ πόθεν εἶ νεανίσκε καὶ εἶπεν αὐτῷ ἐκ τῶν υἱῶν Ισραηλ τῶν ἀδελφῶν σου καὶ ἐλήλυθα ὧδε ἐργατεύεσθαι καὶ εἶπεν αὐτῷ ἐπίστῃ τὴν ὁδὸν πορευθῆναι εἰς Μηδίαν
託比亞卻不知道。他對拉斐爾說:「我能與你同往瑪待的辣革斯去嗎?那些地方你熟悉嗎?」
and he didn’t know it. He said to him, “Can I go with you to Rages of Media? Do you know those places well?”
5:6
καὶ εἶπεν αὐτῷ ἄγγελος πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαηλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην καὶ εἶπεν αὐτῷ ναί πολλάκις ἐγὼ ἐγενόμην ἐκεῖ καὶ ἐμπειρῶ καὶ ἐπίσταμαι τὰς ὁδοὺς πάσας πλεονάκις ἐπορεύθην εἰς Μηδίαν καὶ ηὐλιζόμην παρὰ Γαβαήλῳ τῷ ἀδελφῷ ἡμῶν τῷ οἰκοῦντι ἐν Ῥάγοις τῆς Μηδίας καὶ ἀπέχει ὁδὸν ἡμερῶν δύο τεταγμένων ἀπὸ Ἐκβατάνων εἰς Ῥάγα κεῖνται γὰρ ἐν τῷ ὄρει
天使對他說:「我必與你同去。那條路我很熟悉,我曾在我們的弟兄加巴耳家裡住宿過。」
The angel said to him, “I will go with you. I know the way well. I have lodged with our brother Gabael.”
5:7
καὶ εἶπεν αὐτῷ Τωβιας ὑπόμεινόν με καὶ ἐρῶ τῷ πατρί μου καὶ εἶπεν αὐτῷ μεῖνόν με νεανίσκε μέχρι ὅτου εἰσελθὼν ὑποδείξω τῷ πατρί μου χρείαν γὰρ ἔχω ἵνα βαδίσῃς μετ’ ἐμοῦ καὶ δώσω σοι τὸν μισθόν σου
託比亞對他說:「請你等我,我去告訴我父親。」
Tobias said to him, “Wait for me, and I will tell my father.”
5:8
καὶ εἶπεν αὐτῷ πορεύου καὶ μὴ χρονίσῃς καὶ εἶπεν αὐτῷ ἰδοὺ ἐγὼ προσκαρτερῶ μόνον μὴ χρονίσῃς
他說:「你去吧,不要耽延。」託比亞便進去對父親說:「看哪,我已找到一個能與我同去的人。」父親說:「你把他叫來見我,好讓我知道他屬哪一支派,是否可靠堪與你同行。」
He said to him, “Go, and don’t wait. And he went in and said to his father, “Behold, I have found someone who will go with me.” But he said, “Call him to me, that I may know of what tribe he is, and whether he be a trustworthy man to go with you.”
5:9
καὶ εἰσελθὼν εἶπεν τῷ πατρί ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι δὲ εἶπεν φώνησον αὐτὸν πρός με ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ καὶ εἰσελθὼν Τωβιας ὑπέδειξεν Τωβιθ τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν αὐτῷ ἰδοὺ ἄνθρωπον εὗρον τῶν ἀδελφῶν ἡμῶν τῶν υἱῶν Ισραηλ καὶ εἶπεν αὐτῷ κάλεσόν μοι τὸν ἄνθρωπον ὅπως ἐπιγνῶ τί τὸ γένος αὐτοῦ καὶ ἐκ ποίας φυλῆς ἐστιν καὶ εἰ πιστός ἐστιν ἵνα πορευθῇ μετὰ σοῦ παιδίον
於是託比亞把他叫來,他進來後,二人彼此問安。
So he called him, and he came in, and they saluted one another.
5:10
καὶ ἐκάλεσεν αὐτόν καὶ εἰσῆλθεν καὶ ἠσπάσαντο ἀλλήλους καὶ ἐξῆλθεν Τωβιας καὶ ἐκάλεσεν αὐτὸν καὶ εἶπεν αὐτῷ νεανίσκε πατὴρ καλεῖ σε καὶ εἰσῆλθεν πρὸς αὐτόν καὶ ἐχαιρέτισεν αὐτὸν Τωβιθ πρῶτος καὶ εἶπεν αὐτῷ χαίρειν σοι πολλὰ γένοιτο καὶ ἀποκριθεὶς Τωβιθ εἶπεν αὐτῷ τί μοι ἔτι ὑπάρχει χαίρειν καὶ ἐγὼ ἄνθρωπος ἀδύνατος τοῖς ὀφθαλμοῖς καὶ οὐ βλέπω τὸ φῶς τοῦ οὐρανοῦ ἀλλ’ ἐν τῷ σκότει κεῖμαι ὥσπερ οἱ νεκροὶ οἱ μηκέτι θεωροῦντες τὸ φῶς ζῶν ἐγὼ ἐν νεκροῖς εἰμι φωνὴν ἀνθρώπων ἀκούω καὶ αὐτοὺς οὐ βλέπω καὶ εἶπεν αὐτῷ θάρσει ἐγγὺς παρὰ τῷ θεῷ ἰάσασθαί σε θάρσει καὶ εἶπεν αὐτῷ Τωβιθ Τωβιας υἱός μου θέλει πορευθῆναι εἰς Μηδίαν εἰ δυνήσῃ συνελθεῖν αὐτῷ καὶ ἀγαγεῖν αὐτόν καὶ δώσω σοι τὸν μισθόν σου ἄδελφε καὶ εἶπεν αὐτῷ δυνήσομαι πορευθῆναι μετ’ αὐτοῦ καὶ ἐπίσταμαι ἐγὼ τὰς ὁδοὺς πάσας καὶ πολλάκις ᾠχόμην εἰς Μηδίαν καὶ διῆλθον πάντα τὰ πεδία αὐτῆς καὶ τὰ ὄρη καὶ πάσας τὰς ὁδοὺς αὐτῆς ἐγὼ γινώσκω
託彼特對他說:「弟兄,你屬哪一支派?出於哪一家族?請告訴我。」
And Tobit said to him, “Brother, of what tribe and of what family are you? Tell me.”
5:11
καὶ εἶπεν αὐτῷ Τωβιτ ἄδελφε ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατρίδος σὺ εἶ ὑπόδειξόν μοι καὶ εἶπεν αὐτῷ ἄδελφε ποίας πατριᾶς εἶ καὶ ἐκ ποίας φυλῆς ὑπόδειξόν μοι ἄδελφε
他對託彼特說:「你是要尋一個支派、一個家族呢,還是要尋一個受僱與你兒子同行的人呢?」託彼特對他說:「弟兄,我想知道你的家世和你的名字。」
He said to him, “Do you seek a tribe and a family, or a hired man which will go with your son?” And Tobit said to him, “I want to know, brother, your kindred and your name.”
5:12
καὶ εἶπεν αὐτῷ φυλὴν καὶ πατριὰν σὺ ζητεῖς μίσθιον ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου καὶ εἶπεν αὐτῷ Τωβιτ βούλομαι ἄδελφε ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα καὶ εἶπεν τί χρείαν ἔχεις φυλῆς καὶ εἶπεν αὐτῷ βούλομαι γνῶναι τὰ κατ’ ἀλήθειαν τίνος εἶ ἄδελφε καὶ τί τὸ ὄνομά σου
他說:「我是阿匝黎雅,是大人物阿納尼雅的兒子,與你同族。」
And he said, “I am Azarias, the son of Ananias the great, of your kindred.”
5:13
δὲ εἶπεν ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου καὶ εἶπεν αὐτῷ ἐγὼ Αζαριας Ανανιου τοῦ μεγάλου τῶν ἀδελφῶν σου
託彼特對他說:「弟兄,歡迎你!不要因我查問你的支派家族而見怪。你原來是我的弟兄,出於誠實高貴的世系。我從前認識舍瑪雅大人的兒子阿納尼雅和約納堂,當年我們一同上耶路撒冷去敬拜,獻上頭生的牲畜和出產的十分之一;他們未曾隨從我們本族的人陷入謬妄。我的弟兄,你出於高貴的世系。
And he said to him, “Welcome, brother. Don’t be angry with me, because I sought to know your tribe and family. You are my brother, of an honest and good lineage; for I knew Ananias and Jathan, the sons of Shemaiah the great, when we went together to Jerusalem to worship, and offered the firstborn, and the tenths of our increase; and they didn’t go went astray in the error of our kindred. My brother, you are of a great stock.
5:14
καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις ἄδελφε καὶ μή μοι ὀργισθῇς ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς ἐπεγίνωσκον γὰρ ἐγὼ Ανανιαν καὶ Ιαθαν τοὺς υἱοὺς Σεμειου τοῦ μεγάλου ὡς ἐπορευόμεθα κοινῶς εἰς Ιεροσόλυμα προσκυνεῖν ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γενημάτων καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν ἐκ ῥίζης καλῆς εἶ ἄδελφε καὶ εἶπεν αὐτῷ ὑγιαίνων ἔλθοις καὶ σῳζόμενος ἄδελφε καὶ μή μοι πικρανθῇς ἄδελφε ὅτι τὴν ἀλήθειαν ἐβουλόμην γνῶναι καὶ τὴν πατριάν σου καὶ σὺ τυγχάνεις ἀδελφὸς ὤν καὶ ἐκ γενεᾶς καλῆς καὶ ἀγαθῆς εἶ σύ ἐγίνωσκον Ανανιαν καὶ Ναθαν τοὺς δύο υἱοὺς Σεμελιου τοῦ μεγάλου καὶ αὐτοὶ συνεπορεύοντό μοι εἰς Ιερουσαλημ καὶ προσεκύνουν μετ’ ἐμοῦ ἐκεῖ καὶ οὐκ ἐπλανήθησαν οἱ ἀδελφοί σου ἄνθρωποι ἀγαθοί ἐκ ῥίζης ἀγαθῆς εἶ σύ καὶ χαίρων ἔλθοις
但請你告訴我,我該給你多少工錢呢?我願每日給你一個「德拉瑪」,並照我待我兒子一樣供給你一切所需的。
But tell me, what wages shall I give you? A drachma a day, and those things that be necessary for you, as to my son?
5:15
ἀλλ’ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου καὶ εἶπεν αὐτῷ ἐγώ σοι δίδωμι μισθὸν τὴν ἡμέραν δραχμὴν καὶ τὰ δέοντά σοι ὁμοίως τῷ υἱῷ μου
再者,你們二人若都平安歸來,我必在你的工錢上再加添些。」
And moreover, if you both return safe and sound, I will add something to your wages.”
5:16
καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε καὶ πορεύθητι μετὰ τοῦ υἱοῦ μου καὶ ἔτι προσθήσω σοι τῷ μισθῷ
於是他們講定了。託彼特對託比亞說:「你預備好上路罷,願神使你一路順利。」他的兒子便預備了路上所需的物件,父親又對他說:「你與這人同去吧,願那住在天上的神使你的路途亨通,願他的天使與你同行。」於是二人就出發了,那少年人的狗也隨著他們去。
And so they agreed. And he said to Tobias, “Prepare yourself for the journey. May God prosper you.” So his son prepared what was needful for the journey, and his father said to him, “Go with this man; but God, who dwells in heaven, will prosper your journey. May his angel go with you.” Then they both departed, and the young man’s dog went with them.
5:17
καὶ εὐδόκησαν οὕτως καὶ εἶπεν πρὸς Τωβιαν ἕτοιμος γίνου πρὸς τὴν ὁδόν καὶ εὐοδωθείητε καὶ ἡτοίμασεν υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν καὶ εἶπεν αὐτῷ πατὴρ αὐτοῦ πορεύου μετὰ τοῦ ἀνθρώπου δὲ ἐν τῷ οὐρανῷ οἰκῶν θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν καὶ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ κύων τοῦ παιδαρίου μετ’ αὐτῶν καὶ εἶπεν αὐτῷ ὅτι πορεύσομαι μετ’ αὐτοῦ καὶ μὴ φοβηθῇς ὑγιαίνοντες ἀπελευσόμεθα καὶ ὑγιαίνοντες ἐπιστρέψομεν πρὸς σέ διότι ὁδὸς ἀσφαλής καὶ εἶπεν αὐτῷ εὐλογία σοι γένοιτο ἄδελφε καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ παιδίον ἑτοίμασον τὰ πρὸς τὴν ὁδὸν καὶ ἔξελθε μετὰ τοῦ ἀδελφοῦ σου καὶ θεὸς ἐν τῷ οὐρανῷ διασώσαι ὑμᾶς ἐκεῖ καὶ ἀποκαταστήσαι ὑμᾶς πρὸς ἐμὲ ὑγιαίνοντας καὶ ἄγγελος αὐτοῦ συνοδεύσαι ὑμῖν μετὰ σωτηρίας παιδίον καὶ ἐξῆλθεν πορευθῆναι τὴν ὁδὸν αὐτοῦ καὶ ἐφίλησεν τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ εἶπεν αὐτῷ Τωβιθ πορεύου ὑγιαίνων
他的母親安納卻哭了,對託彼特說:「你為何打發我們的孩子去呢?他不是我們手中的扶杖、在我們面前進進出出的嗎?
But Anna his mother wept, and said to Tobit, “Why have you sent away our child? Isn’t he the staff of our hand, in going in and out before us?
5:18
ἔκλαυσεν δὲ Αννα μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιτ τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν οὐχὶ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν καὶ ἔκλαυσεν μήτηρ αὐτοῦ καὶ εἶπεν πρὸς Τωβιθ τί ὅτι ἀπέστειλας τὸ παιδίον μου οὐχὶ αὐτὸς ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν καὶ αὐτὸς εἰσπορεύεται καὶ ἐκπορεύεται ἐνώπιον ἡμῶν
不要貪心要錢上加錢;與我們的孩子相比,錢財不過如同糞土。
Don’t be greedy to add money to money; but let it be as refuse compared to our child.
5:19
ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο
主賜給我們餬口的,於我們已經足夠了。」
For what the Lord has given us to live is enough for us.”
5:20
ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει ὡς δέδοται ζῆν ἡμῖν παρὰ τοῦ κυρίου τοῦτο ἱκανὸν ἡμῖν
託彼特對她說:「我的姊妹,不要憂慮。他必平安歸來,你的眼必親見他。
Tobit said to her, “Don’t worry, my sister. He will return safe and sound, and your eyes will see him.
5:21
καὶ εἶπεν αὐτῇ Τωβιτ μὴ λόγον ἔχε ἀδελφή ὑγιαίνων ἐλεύσεται καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν καὶ εἶπεν αὐτῇ μὴ λόγον ἔχε ὑγιαίνων πορεύσεται τὸ παιδίον ἡμῶν καὶ ὑγιαίνων ἐλεύσεται πρὸς ἡμᾶς καὶ οἱ ὀφθαλμοί σου ὄψονται ἐν τῇ ἡμέρᾳ ἂν ἔλθῃ πρὸς σὲ ὑγιαίνων
因為有一位良善的天使要與他同行,他的路途必蒙亨通,他必平安歸來。」
For a good angel will go with him. His journey will be prospered, and he will return safe and sound.”
5:22
ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων μὴ λόγον ἔχε μὴ φοβοῦ περὶ αὐτῶν ἀδελφή ἄγγελος γὰρ ἀγαθὸς συνελεύσεται αὐτῷ καὶ εὐοδωθήσεται ὁδὸς αὐτοῦ καὶ ὑποστρέψει ὑγιαίνων
於是她止住了哭泣。
So she stopped weeping.
5:23
καὶ ἐπαύσατο κλαίουσα καὶ ἐσίγησεν κλαίουσα
她便不再哭泣,安靜了下來。
And she ceased weeping, and she was silent from her weeping.
← 第 4 章第 6 章 →
1234567891011121314