| 8:1 | Ἐγένετο δὲ ἡ ἡμέρα, ἐν ᾗ ἐξέφερε κύριος τὸν λαὸν ἐκ Βαβυλῶνος. | ወሶበ፡ በጽሐ፡ ዕለት፡ በዘ፡ ያወፅኦሙ፡ አምላክ፡ ለሕዝብ፡ እምባቢሎን፡ ወይቤሎ፡ እግዚእ፡ ለኤርምያስ፡ ተንሥእ፡ አንተ፡ ወሕዝብከ፡ ወንዑ፡ ውስተ፡ ዮርዳኖስ፡ ወበሎሙ፡ ለሕዝብ፡ ይፈቅድ፡ እግዚእ፡ ይክድን፡ ምግባረ፡ ዘሕዝበ፡ ባቢሎን፤ ወለተባዕት፡ ዘአውሰበ፡ አንስተ፡ በዲቤክሙ፡ ወአንስትኒ፡ እለ፡ አውሰባ፡ እምኔሆሙ፡ ንፍትኖሙ፤ ወእለ፡ ሰምዑከሰ፡ ኣገብኦሙ፡ ውስተ፡ ኢየሩሳሌም፡ ወለእለሰ፡ ኢሰምዑከ፡ ኢትኅድጎሙ፡ ይባኡ፡ ውስቴታ። | Ἐγένετο δὲ ἡ ἡμέρα, ἐν ᾗ ἐξέφερε κύριος τὸν λαὸν ἐκ Βαβυλῶνος. |
|---|
| 8:2 | καὶ εἶπεν ὁ κύριος πρὸς Ἰερεμίαν· Ἀνάστηθι, σὺ καὶ ὁ λαός, καὶ δεῦτε ἐπὶ τὸν Ἰορδάνην, καὶ ἐρεῖς τῷ λαῷ· Ὁ θέλων τὸν κύριον καταλειψάτω τὰ ἔργα τῆς Βαβυλῶνος. | ወሶበ፡ በጽሐ፡ ዕለት፡ በዘ፡ ያወፅኦሙ፡ አምላክ፡ ለሕዝብ፡ እምባቢሎን፡ ወይቤሎ፡ እግዚእ፡ ለኤርምያስ፡ ተንሥእ፡ አንተ፡ ወሕዝብከ፡ ወንዑ፡ ውስተ፡ ዮርዳኖስ፡ ወበሎሙ፡ ለሕዝብ፡ ይፈቅድ፡ እግዚእ፡ ይክድን፡ ምግባረ፡ ዘሕዝበ፡ ባቢሎን፤ ወለተባዕት፡ ዘአውሰበ፡ አንስተ፡ በዲቤክሙ፡ ወአንስትኒ፡ እለ፡ አውሰባ፡ እምኔሆሙ፡ ንፍትኖሙ፤ ወእለ፡ ሰምዑከሰ፡ ኣገብኦሙ፡ ውስተ፡ ኢየሩሳሌም፡ ወለእለሰ፡ ኢሰምዑከ፡ ኢትኅድጎሙ፡ ይባኡ፡ ውስቴታ። | καὶ εἶπεν ὁ κύριος πρὸς Ἰερεμίαν· Ἀνάστηθι, σὺ καὶ ὁ λαός, καὶ δεῦτε ἐπὶ τὸν Ἰορδάνην, καὶ ἐρεῖς τῷ λαῷ· Ὁ θέλων τὸν κύριον καταλειψάτω τὰ ἔργα τῆς Βαβυλῶνος. |
|---|
| 8:3 | καὶ τοὺς ἄρρενας τοὺς λαβόντας ἐξ αὐτῶν γυναῖκας, καὶ τὰς γυναῖκας τὰς λαβούσας ἐξ αὐτῶν ἄνδρας, διαπεράσωσιν οἱ ἀκούοντές σου, καὶ ἆρον αὐτοὺς εἰς Ἰερουσαλήμ· τοὺς δὲ μὴ ἀκούοντάς σου, μὴ εἰσαγάγῃς αὐτοὺς ἐκεῖ. | ወኤርምያስ፡ ከመዝ፡ አንበበ፡ ሎሙ፡ ዘንተ፡ ኵሎ፡ ወአምጽኦሙ፡ ውስተ፡ ዮርዳኖስ፡ ከመ፡ ይፍትኖሙ። | καὶ τοὺς ἄρρενας τοὺς λαβόντας ἐξ αὐτῶν γυναῖκας, καὶ τὰς γυναῖκας τὰς λαβούσας ἐξ αὐτῶν ἄνδρας, διαπεράσωσιν οἱ ἀκούοντές σου, καὶ ἆρον αὐτοὺς εἰς Ἰερουσαλήμ· τοὺς δὲ μὴ ἀκούοντάς σου, μὴ εἰσαγάγῃς αὐτοὺς ἐκεῖ. |
|---|
| 8:4 | Ἰερεμίας δὲ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα ταῦτα· καὶ ἀναστάντες ἦλθον ἐπὶ τὸν Ἰορδάνην τοῦ περᾶσαι. | ወኤርምያስ፡ ከመዝ፡ አንበበ፡ ሎሙ፡ ዘንተ፡ ኵሎ፡ ወአምጽኦሙ፡ ውስተ፡ ዮርዳኖስ፡ ከመ፡ ይፍትኖሙ። | Ἰερεμίας δὲ ἐλάλησεν πρὸς τὸν λαὸν τὰ ῥήματα ταῦτα· καὶ ἀναστάντες ἦλθον ἐπὶ τὸν Ἰορδάνην τοῦ περᾶσαι. |
|---|
| 8:5 | καὶ λέγων αὐτοῖς τὰ ῥήματα ἃ εἶπε κύριος πρὸς αὐτόν, τὸ ἥμισυ τῶν γαμησάντων ἐξ αὐτῶν οὐκ ἠθέλησαν ἀκοῦσαι τοῦ Ἰερεμίου, ἀλλ᾽ εἶπον πρὸς αὐτόν· Οὐ μὴ καταλείψωμεν τὰς γυναῖκας ἡμῶν εἰς τὸν αἰῶνα ἀλλ᾽ ὑποστρέφωμεν αὐτὰς μεθ᾽ ἡμῶν εἰς τὴν πόλιν ἡμῶν. | ወእንዘ፡ ይነግሮሙ፡ ዘንተ፡ ነገረ፡ ዘይቤሎ፡ እግዚእ፡ ናፈቁ፡ እለ፡ አውሰቡ፡ ወኢፈቀዱ፡ ከመ፡ ይስምዕዎ፡ ለኤርምያስ፡ ወቦ፡ እለ፡ ይቤልዎ፡ ኢነኀድግ፡ አንስቲያነ፡ ለዓለም፡ ንነሥኦን፡ ምስሌነ፡ ውስተ፡ ሀገርነ፤ ወኀለፉ፡ እምዮርዳኖስ፡ ወበጽሑ፡ ውስተ፡ ኢየሩሳሌም። | καὶ λέγων αὐτοῖς τὰ ῥήματα ἃ εἶπε κύριος πρὸς αὐτόν, τὸ ἥμισυ τῶν γαμησάντων ἐξ αὐτῶν οὐκ ἠθέλησαν ἀκοῦσαι τοῦ Ἰερεμίου, ἀλλ᾽ εἶπον πρὸς αὐτόν· Οὐ μὴ καταλείψωμεν τὰς γυναῖκας ἡμῶν εἰς τὸν αἰῶνα ἀλλ᾽ ὑποστρέφωμεν αὐτὰς μεθ᾽ ἡμῶν εἰς τὴν πόλιν ἡμῶν. |
|---|
| 8:6 | ἐπέρασαν οὖν τὸν Ἰορδάνην καὶ ἦλθον εἰς Ἰερουσαλήμ. | ወእንዘ፡ ይነግሮሙ፡ ዘንተ፡ ነገረ፡ ዘይቤሎ፡ እግዚእ፡ ናፈቁ፡ እለ፡ አውሰቡ፡ ወኢፈቀዱ፡ ከመ፡ ይስምዕዎ፡ ለኤርምያስ፡ ወቦ፡ እለ፡ ይቤልዎ፡ ኢነኀድግ፡ አንስቲያነ፡ ለዓለም፡ ንነሥኦን፡ ምስሌነ፡ ውስተ፡ ሀገርነ፤ ወኀለፉ፡ እምዮርዳኖስ፡ ወበጽሑ፡ ውስተ፡ ኢየሩሳሌም። | ἐπέρασαν οὖν τὸν Ἰορδάνην καὶ ἦλθον εἰς Ἰερουσαλήμ. |
|---|
| 8:7 | καὶ ἔστη Ἰερεμίας καὶ Βαροὺχ καὶ Ἀβιμέλεχ λέγοντες ὅτι, Πᾶς ἄνθρωπος κοινωνῶν Βαβυλωνίταις οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην. | ወቆሙ፡ ኤርምያስ፡ ወባሮክ፡ ወአቤሜሌክ፡ እንዘ፡ ይብሉ፡ ኵሉ፡ ብእሲ፡ ዘአውሰበ፡ እምባቢሎን፡ ኢይበውእ፡ ውስተ፡ ሀገርነ፤ ወይቤሉ፡ እለ፡ አውሰቡ፡ አንስተ፡ ለቢጾሙ፡ ተንሥኡ፡ ንግባእ፡ ውስተ፡ ባቢሎን፡ ወኀለፉ፡ ውገብኡ። | καὶ ἔστη Ἰερεμίας καὶ Βαροὺχ καὶ Ἀβιμέλεχ λέγοντες ὅτι, Πᾶς ἄνθρωπος κοινωνῶν Βαβυλωνίταις οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην. |
|---|
| 8:8 | καὶ εἶπον πρὸς ἑαυτούς· Ἀναστάντες ὑποστρέψωμεν εἰς Βαβυλῶνα εἰς τὸν τόπον ἡμῶν· καὶ ἐπορεύθησαν. | ወቆሙ፡ ኤርምያስ፡ ወባሮክ፡ ወአቤሜሌክ፡ እንዘ፡ ይብሉ፡ ኵሉ፡ ብእሲ፡ ዘአውሰበ፡ እምባቢሎን፡ ኢይበውእ፡ ውስተ፡ ሀገርነ፤ ወይቤሉ፡ እለ፡ አውሰቡ፡ አንስተ፡ ለቢጾሙ፡ ተንሥኡ፡ ንግባእ፡ ውስተ፡ ባቢሎን፡ ወኀለፉ፡ ውገብኡ። | καὶ εἶπον πρὸς ἑαυτούς· Ἀναστάντες ὑποστρέψωμεν εἰς Βαβυλῶνα εἰς τὸν τόπον ἡμῶν· καὶ ἐπορεύθησαν. |
|---|
| 8:9 | ἐλθόντων δὲ αὐτῶν εἰς Βαβυλῶνα, ἐξῆλθον οἱ Βαβυλωνῖται εἰς συνάντησιν αὐτῶν, λέγοντες· Οὐ μὴ εἰσέλθητε εἰς τὴν πόλιν ἡμῶν, ὅτι ἐμισήσατε ἡμᾶς, καὶ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν διὰ τοῦτο οὐκ εἰσελεύσεσθε πρὸς ἡμᾶς. | ወሶበ፡ ርእይዎሙ፡ ሰብአ፡ ባቢሎን፡ ወፅኡ፡ ከመ፡ ኢይትቀበልዎሙ፡ ወኢኀደግዎሙ፡ ከመ፡ ይባኡ፡ ውስተ፡ ባቢሎን፡ እንዘ፡ ይብሉ፡ አንትሙ፡ ቅድመ፡ ኪያነ፡ ጸላእክሙነ፡ ወበኅቡእ፡ ወፃእክሙ፡ እምኀቤነ፡ ወበእንተ፡ ዝንቱ፡ ኢትበውኡ፡ ውስተ፡ ሀገርነ፡ እስመ፡ ተማሐልነ፡ በስመ፡ አምላክነ፡ ከመ፡ ኪያክሙ፡ ወአዋልዲክሙ፡ ኢንትዌከፍ፡ እስመ፡ በኅቡእ፡ ኀለፍክሙ፡ እምኀቤነ። | ἐλθόντων δὲ αὐτῶν εἰς Βαβυλῶνα, ἐξῆλθον οἱ Βαβυλωνῖται εἰς συνάντησιν αὐτῶν, λέγοντες· Οὐ μὴ εἰσέλθητε εἰς τὴν πόλιν ἡμῶν, ὅτι ἐμισήσατε ἡμᾶς, καὶ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν διὰ τοῦτο οὐκ εἰσελεύσεσθε πρὸς ἡμᾶς. |
|---|
| 8:10 | ὅρκῳ γὰρ ὡρκίσαμεν ἀλλήλους κατὰ τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, μήτε ὑμᾶς μήτε τέκνα ὑμῶν δέξασθαι, ἐπειδὴ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν. | ወሶበ፡ ርእይዎሙ፡ ሰብአ፡ ባቢሎን፡ ወፅኡ፡ ከመ፡ ኢይትቀበልዎሙ፡ ወኢኀደግዎሙ፡ ከመ፡ ይባኡ፡ ውስተ፡ ባቢሎን፡ እንዘ፡ ይብሉ፡ አንትሙ፡ ቅድመ፡ ኪያነ፡ ጸላእክሙነ፡ ወበኅቡእ፡ ወፃእክሙ፡ እምኀቤነ፡ ወበእንተ፡ ዝንቱ፡ ኢትበውኡ፡ ውስተ፡ ሀገርነ፡ እስመ፡ ተማሐልነ፡ በስመ፡ አምላክነ፡ ከመ፡ ኪያክሙ፡ ወአዋልዲክሙ፡ ኢንትዌከፍ፡ እስመ፡ በኅቡእ፡ ኀለፍክሙ፡ እምኀቤነ። | ὅρκῳ γὰρ ὡρκίσαμεν ἀλλήλους κατὰ τοῦ ὀνόματος τοῦ θεοῦ ἡμῶν, μήτε ὑμᾶς μήτε τέκνα ὑμῶν δέξασθαι, ἐπειδὴ κρυφῆ ἐξήλθετε ἀφ᾽ ἡμῶν. |
|---|
| 8:11 | καὶ ἐπιγνόντες ὑπέστρεψαν καὶ ἦλθον εἰς τόπον ἔρημον μακρόθεν τῆς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλιν, καὶ ἐπωνόμασαν τὸ ὄνομα αὐτῆς Σαμάρειαν. | ወሰሚዖሙ፡ ከመዝ፡ ገብኡ፡ ውስተ፡ ኢየሩሳሌም፡ ወሐነጹ፡ ሎሙ፡ አህጉረ፡ ውስተ፡ አድያሚሃ፡ ለኢየሩሳሌም፡ ወሰመይዋ፡ ለዝኩ፡ ሀገር፡ ሰማርያ፡ ወፈነወ፡ ኀቤሆሙ፡ ኤርምያስ፡ እንዘ፡ ይብል፡ ነስሑ፡ ወንዋ፡ ይመጽእ፡ መልአከ፡ ጽድቅ፡ ወያገብአክሙ፡ ውስተ፡ መካንክሙ፡ ዘነዋኅ። | καὶ ἐπιγνόντες ὑπέστρεψαν καὶ ἦλθον εἰς τόπον ἔρημον μακρόθεν τῆς Ἰερουσαλήμ, καὶ ᾠκοδόμησαν ἑαυτοῖς πόλιν, καὶ ἐπωνόμασαν τὸ ὄνομα αὐτῆς Σαμάρειαν. |
|---|
| 8:12 | ἀπέστειλε δὲ πρὸς αὐτοὺς Ἰερεμίας, λέγων· Μετανοήσατε· ἔρχεται γὰρ ἄγγελος τῆς δικαιοσύνης, καὶ εἰσάξει ὑμᾶς εἰς τὸν τόπον ὑμῶν τὸν ὑψηλόν. | ወሰሚዖሙ፡ ከመዝ፡ ገብኡ፡ ውስተ፡ ኢየሩሳሌም፡ ወሐነጹ፡ ሎሙ፡ አህጉረ፡ ውስተ፡ አድያሚሃ፡ ለኢየሩሳሌም፡ ወሰመይዋ፡ ለዝኩ፡ ሀገር፡ ሰማርያ፡ ወፈነወ፡ ኀቤሆሙ፡ ኤርምያስ፡ እንዘ፡ ይብል፡ ነስሑ፡ ወንዋ፡ ይመጽእ፡ መልአከ፡ ጽድቅ፡ ወያገብአክሙ፡ ውስተ፡ መካንክሙ፡ ዘነዋኅ። | ἀπέστειλε δὲ πρὸς αὐτοὺς Ἰερεμίας, λέγων· Μετανοήσατε· ἔρχεται γὰρ ἄγγελος τῆς δικαιοσύνης, καὶ εἰσάξει ὑμᾶς εἰς τὸν τόπον ὑμῶν τὸν ὑψηλόν. |
|---|