📜 Verbum
Scripture and the Fathers, read aloud in the original

4 Maccabees

4 Maccabees 11 — 2 originals side by side

Versification differs between traditions. Columns are aligned by verse number; where a text has no such verse the cell is left blank rather than forced into line. Tap any word for a gloss.

Greek
Septuagint
Greek
Apocrypha
11:1
ὡς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν πέμπτος παρεπήδησεν λέγων

11:2
οὐ μέλλω τύραννε πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι

11:3
αὐτὸς δ’ ἀπ’ ἐμαυτοῦ παρῆλθον ὅπως κἀμὲ κατακτείνας περὶ πλειόνων ἀδικημάτων ὀφειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν

11:4
μισάρετε καὶ μισάνθρωπε τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον

11:5
ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον

11:6
ἀλλὰ ταῦτα τιμῶν οὐ βασάνων ἐστὶν ἄξια
ἀλλὰ ταῦτα τιμῶν οὐ βασάνων ἐστὶν ἄξια
11:7
εἴπερ ᾐσθάνου ἀνθρώπου πόθον καὶ ἐλπίδα εἶχες παρὰ Θεῷ σωτηρίου·

11:8
νυνὶ δὲ ἀλλότριος ὢν Θεοῦ πολεμεῖς τοὺς εὐσεβοῦντας εἰς τὸν Θεόν.

11:9
τοιαῦτα δὲ λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην

11:10
ἐφ’ ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ περὶ τροχιαῖον σφῆνα κατέκαμψαν περὶ ὃν ὅλος περὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο

11:11
κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος καὶ τὸ σῶμα ἀγχόμενος

11:12
καλάς ἔλεγεν ἄκων τύραννε χάριτας ἡμῖν χαρίζῃ διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν

11:13
τελευτήσαντος δὲ καὶ τούτου ἕκτος ἤγετο μειρακίσκος ὃς πυνθανομένου τοῦ τυράννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι δὲ ἔφη

11:14
ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μού εἰμι νεώτερος τῇ δὲ διανοίᾳ ἡλικιώτης

11:15
εἰς ταὐτὰ γὰρ γεννηθέντες καὶ ἀνατραφέντες ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνῄσκειν ὀφείλομεν ὁμοίως

11:16
ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιαροφαγοῦντα βασάνιζε

11:17
ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν

11:18
ἐφ’ οὗ κατατεινόμενος ἐπιμελῶς καὶ ἐκσπονδυλιζόμενος ὑπεκαίετο

11:19
καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες τοῖς νώτοις προσέφερον καὶ τὰ πλευρὰ διαπείραντες αὐτοῦ τὰ σπλάγχνα διέκαιον

11:20
δὲ βασανιζόμενος ἱεροπρεποῦς ἀγῶνος ἔλεγεν ἐφ’ ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν

11:21
ἀνίκητος γάρ ἐστιν τύραννε εὐσεβὴς ἐπιστήμη

11:22
καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου

11:23
μέγαν σοὶ καὶ αὐτὸς προσβάλλων ἀλάστορα καινουργὲ τῶν βασάνων καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων

11:24
ἓξ μειράκια καταλελύκαμέν σου τὴν τυραννίδα

11:25
τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν μήτε βιάσασθαι πρὸς τὴν μιαροφαγίαν οὐ κατάλυσίς ἐστίν σου

11:26
τὸ πῦρ σου ψυχρὸν ἡμῖν καὶ ἄπονοι οἱ καταπέλται καὶ ἀδύνατος βία σου

11:27
οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι διὰ τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν

read Greek aloneread Greek alone