| 2:1 | καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ισραηλ καὶ Ιουδα | Propter quod statuit Dominus Deus noster verbum suum, quod locutus est ad nos, et ad judices nostros qui judicaverunt Israël, et ad reges nostros, et ad principes nostros, et ad omnem Israël et Juda : | ወአቀመ፡ አምላክነ፡ ቃሎ፡ ዘነበበ፡ በላዕሌነ፡ ወበላዕለ፡ መሳፍንቲነ፡ ዘኰነንዎ፡ ለእስራኤል፡ ወበላዕለ፡ ነገሥታቲነ፡ ወላዕለ፡ መኳንንቲ፡ ወላዕለ፡ ኵሉ፡ እስራኤል፡ ወይሁዳ። | καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφ’ ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν Ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον Ισραηλ καὶ Ιουδα |
|---|
| 2:2 | οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ | ut adduceret Dominus super nos mala magna, quæ non sunt facta sub cælo quemadmodum facta sunt in Jerusalem, secundum quæ scripta sunt in lege Moysi, | ከመ፡ ያመጽእ፡ ላዕሌነ፡ ኵሎ፡ እኩየ፡ ዘኢኮነ፡ በታሕተ፡ ሰማይ፡ በከመ፡ ገብረ፡ በኢየሩሳሌም፡ በከመ፡ ጽሑፍ፡ ውስተ፡ ኦሪተ፡ ሙሴ። | οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν Ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωυσῆ |
|---|
| 2:3 | τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ | et manducaret homo carnes filii sui et carnes filiæ suæ. | ወበልዐ፡ ሰብእ፡ ሥጋ፡ ደቂቁ፡ ወአዋልዲሁ። | τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ |
|---|
| 2:4 | καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ | Et dedit eos sub manu regum omnium qui sunt in circuitu nostro, in improperium et in desolationem in omnibus populis in quibus nos dispersit Dominus : | ወመጠዎሙ፡ ውስተ፡ እዴሆሙ፡ ለኵሎሙ፡ ነገሥት፡ እለ፡ ዐውድነ፡ ለኃሣር፡ ወለተመንድቦ፡ በኀበ፡ ኵሎሙ፡ አሕዛብ፡ እለ፡ በዐውድነ፡ ኀበ፡ ዘረዎሙ፡ እግዚአብሔር፡ ህየ። | καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ |
|---|
| 2:5 | καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ | et facti sumus subtus, et non supra, quia peccavimus Domino Deo nostro, non obaudiendo voci ipsius. | ወኮነ፡ ታሕተ፡ ወአኮ፡ ላዕለ፡ እስመ፡ አበስነ፡ ለእግዚአብሔር፡ አምላክነ፡ እንዘ፡ ኢንትኤዘዝ፡ ለቃሉ። | καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ |
|---|
| 2:6 | τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη | Domino Deo nostro justitia, nobis autem et patribus nostris confusio faciei, sicut est dies hæc : | ለእግዚአብሔር፡ አምላክነ፡ ጽድቅ፡ ለነሰ፡ ወለአበዊነ፡ ኃፍረተ፡ ገጽ፡ በከመ፡ ዛቲ፡ ዕለት። | τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη |
|---|
| 2:7 | ἃ ἐλάλησεν κύριος ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ’ ἡμᾶς | quia locutus est Dominus super nos omnia mala hæc quæ venerunt super nos : | እስመ፡ ነበበ፡ እግዚአብሔር፡ ላዕሌነ፡ ኵሎ፡ እኩየ፡ ዘበጽሐ፡ ዲቤነ። | ἃ ἐλάλησεν κύριος ἐφ’ ἡμᾶς πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ’ ἡμᾶς |
|---|
| 2:8 | καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς | et non sumus deprecati faciem Domini Dei nostri, ut reverteremur unusquisque nostrum a viis nostris pessimis. | ወኢጸለይነ፡ ቅድመ፡ ገጹ፡ ለእግዚአብሔር፡ አምላክነ፡ ከመ፡ ንትመየጥ፡ ብእሲ፡ ብእሲ፡ እምፍኖተ፡ ልብነ፡ እኩይ። | καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς |
|---|
| 2:9 | καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς καὶ ἐπήγαγε κύριος ἐφ’ ἡμᾶς ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἃ ἐνετείλατο ἡμῖν | Et vigilavit Dominus in malis, et adduxit ea super nos : quia justus est Dominus in omnibus operibus suis quæ mandavit nobis, | ወነቅሐ፡ እግዚአብሔር፡ ለምንዳቤ፡ ወአምጽአ፡ ላዕሌነ፡ እስመ፡ ጻድቅ፡ እግዚአብሔር፡ በኵሉ፡ ግብሩ፡ ዘአዘዘ፡ በላዕሌነ። | καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς καὶ ἐπήγαγε κύριος ἐφ’ ἡμᾶς ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἃ ἐνετείλατο ἡμῖν |
|---|
| 2:10 | καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν | et non audivimus vocem ipsius ut iremus in præceptis Domini, quæ dedit ante faciem nostram. | ወኢሰማዕነ፡ ቃሎ፡ ከመ፡ ንሑር፡ በትእዛዛቲሁ፡ ለእግዚአብሔር፡ ዘወሀበ፡ ቅድመ፡ ገጽነ። | καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν |
|---|
| 2:11 | καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη | Et nunc, Domine Deus Israël, qui eduxisti populum tuum de terra Ægypti in manu valida, et in signis, et in prodigiis, et in virtute tua magna, et in brachio excelso, et fecisti tibi nomen sicut est dies iste : | ወይእዜኒ፡ እግዚኦ፡ አምላከ፡ እስራኤል፡ ዘአውፃእከ፡ ሕዝበከ፡ እምድረ፡ ግብጽ፡ በእድ፡ ጽንዕት፡ ወበትእምርት፡ ወበመንክር፡ ወበኃይል፡ ዐቢይ፡ ወበመዝራዕት፡ ልዑል፡ ወረሰይከ፡ ለከ፡ ስመ፡ በከመ፡ ዛቲ፡ ዕለት። | καὶ νῦν κύριε ὁ θεὸς Ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς Αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη |
|---|
| 2:12 | ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν κύριε ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου | peccavimus, impie egimus, inique gessimus, Domine Deus noster, in omnibus justitiis tuis. | አበስነ፡ ወገበርነ፡ እኩየ፡ ሕሡመ፡ ገበርነ፡ እግዚኦ፡ አምላክነ፡ በኵሉ፡ ጽድቅ። | ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν κύριε ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου |
|---|
| 2:13 | ἀποστραφήτω ὁ θυμός σου ἀφ’ ἡμῶν ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ | Avertatur ira tua a nobis, quia derelicti sumus pauci inter gentes ubi dispersisti nos. | አቊርር፡ መዐተከ፡ እምኔነ፡ እስመ፡ ኅዳጥ፡ ተረፍነ፡ በውስተ፡ አሕዛብ፡ ኀበ፡ ዘሮከነ፡ ህየ። | ἀποστραφήτω ὁ θυμός σου ἀφ’ ἡμῶν ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ |
|---|
| 2:14 | εἰσάκουσον κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς | Exaudi, Domine, preces nostras et orationes nostras, et educ nos propter te, et da nobis invenire gratiam ante faciem eorum qui nos abduxerunt : | ስማዕ፡ እግዚኦ፡ ስእለተነ፡ ወጸሎትነ፡ ወአድኅነነ፡ በእንተ፡ ስምከ፡ ወሀበነ፡ ንርከብ፡ ሞገሰ፡ ቅድመ፡ ገጾሙ፡ ለእለ፡ ፄወዉነ። | εἰσάκουσον κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς |
|---|
| 2:15 | ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ | ut sciat omnis terra quia tu es Dominus Deus noster, et quia nomen tuum invocatum est super Israël, et super genus ipsius. | ከመ፡ ታእምር፡ ኵላ፡ ምድር፡ ከመ፡ አንተ፡ ውእቱ፡ እግዚአብሔር፡ አምላክነ፡ እስመ፡ ተጸውዐ፡ ስምከ፡ በላዕለ፡ እስራኤል፡ ወበላዕለ፡ ዘመዱ። | ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ Ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ |
|---|
| 2:16 | κύριε κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον | Respice, Domine, de domo sancta tua in nos, et inclina aurem tuam, et exaudi nos. | ነጽር፡ እግዚኦ፡ እምቤተ፡ መቅደስከ፡ ወአጽምዕ፡ እዝነከ፡ እግዚኦ፡ ኀቤነ፡ ወስምዐነ። | κύριε κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον |
|---|
| 2:17 | ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ | Aperi oculos tuos et vide : quia non mortui qui sunt in inferno, quorum spiritus acceptus est a visceribus suis, dabunt honorem et justificationem Domino : | ክሥት፡ አዕይንተከ፡ ወርኢ፡ እስመ፡ አኮ፡ ሙታን፡ እለ፡ ውስተ፡ ሲኦል፡ እለ፡ መንፈሶሙ፡ ወፅአት፡ እምከርሦሙ፡ ዘይሴብሑከ፡ ወይገንዩ፡ ለከ፡ እግዚኦ። | ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ |
|---|
| 2:18 | ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε | sed anima quæ tristis est super magnitudine mali, et incedit curva et infirma, et oculi deficientes, et anima esuriens, dat tibi gloriam et justitiam Domino. | ዳእሙ፡ ነፍስ፡ ትክዝት፡ በብዝኀ፡ ምንዳቤ፡ ዘተሐውር፡ ኅዝንታ፡ ወሕምምታ፡ ወአዕይንት፡ ዘለከዋ፡ ወነፍስ፡ ርኅብት፡ የአኵታከ፡ ወይገንያ፡ ለጽድቅከ፡ እግዚኦ። | ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε |
|---|
| 2:19 | ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν | Quia non secundum justitias patrum nostrorum nos fundimus preces et petimus misericordiam ante conspectum tuum, Domine Deus noster : | እስመ፡ አኮ፡ በከመ፡ ጽድቆሙ፡ ለአበዊነ፡ ወነገሥታቲነ፡ ዘሰአልነ፡ ምሕረተ፡ በቅድመ፡ ገጽከ፡ እግዚኦ፡ አምላክነ። | ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν |
|---|
| 2:20 | ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων | sed quia misisti iram tuam et furorem tuum super nos, sicut locutus es in manu puerorum tuorum prophetarum, dicens : | እስመ፡ ፈኖከ፡ መዐተከ፡ ወመቅሠፍተከ፡ ላዕሌነ፡ በከመ፡ ነበብከ፡ በእደ፡ አግብርቲከ፡ ነቢያት። | ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων |
|---|
| 2:21 | οὕτως εἶπεν κύριος κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος καὶ καθίσατε ἐπὶ τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν | Sic dicit Dominus : Inclinate humerum vestrum et cervicem vestram, et opera facite regi Babylonis, et sedebitis in terra quam dedi patribus vestris. | ከመ፡ ዝ፡ ይቤ፡ እግዚአብሔር፡ አድንኑ፡ መትከፍተክሙ፡ ወተቀነዩ፡ ለንጉሠ፡ ባቢሎን፡ ወትነብሩ፡ ውስተ፡ ምድር፡ እንተ፡ ወሀብክዎሙ፡ ለአበዊክሙ። | οὕτως εἶπεν κύριος κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ Βαβυλῶνος καὶ καθίσατε ἐπὶ τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν |
|---|
| 2:22 | καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος | Quod si non audieritis vocem Domini Dei vestri, operari regi Babyloniæ, defectionem vestram faciam de civitatibus Juda, et a foris Jerusalem, | ወእመ፡ ኢሰማዕክሙ፡ ቃለ፡ እግዚአብሔር፡ ወኢተቀነይክሙ፡ ለንጉሠ፡ ባቢሎን። | καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς κυρίου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος |
|---|
| 2:23 | ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων | et auferam a vobis vocem jucunditatis et vocem gaudii, et vocem sponsi et vocem sponsæ, et erit omnis terra sine vestigio ab inhabitantibus eam. | የኀልቅ፡ እምነ፡ አህጉረ፡ ይሁዳ፡ ወእምአፍአሃ፡ ለኢየሩሳሌም፡ ቃለ፡ ትፍሥሕት፡ ወኃሤት፡ ቃለ፡ መርዓዊ፡ ወመርዓት፡ ወይከውን፡ ኵሉ፡ ምድር፡ በድወ፡ እምእለ፡ የኀድርዎ። | ἐκλείψειν ποιήσω ἐκ πόλεων Ιουδα καὶ ἔξωθεν Ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων |
|---|
| 2:24 | καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος καὶ ἔστησας τοὺς λόγους σου οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν | Et non audierunt vocem tuam, ut operarentur regi Babylonis : et statuisti verba tua, quæ locutus es in manibus puerorum tuorum prophetarum, ut transferrentur ossa regum nostrorum et ossa patrum nostrorum de loco suo : | ወኢሰማዕነ፡ ቃለከ፡ ወኢተቀነይነ፡ ለንጉሠ፡ ባቢሎን። | καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ Βαβυλῶνος καὶ ἔστησας τοὺς λόγους σου οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν |
|---|
| 2:25 | καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς ἐν λιμῷ καὶ ἐν ῥομφαίᾳ καὶ ἐν ἀποστολῇ | et ecce projecta sunt in calore solis et in gelu noctis, et mortui sunt in doloribus pessimis, in fame et in gladio, et in emissione. | ወናሁ፡ ገደፍዎሙ፡ ውስተ፡ ዋዕየ፡ መዓልት፡ ወቊረ፡ ሌሊት፡ ተፄወውነ፡ ወሞትነ፡ እኩየ፡ ሞተ፡ በረኃብ፡ ወበኵናት። | καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς ἐν λιμῷ καὶ ἐν ῥομφαίᾳ καὶ ἐν ἀποστολῇ |
|---|
| 2:26 | καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ’ αὐτῷ ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα | Et posuisti templum in quo invocatum est nomen tuum in ipso sicut hæc dies, propter iniquitatem domus Israël et domus Juda. | ወሐነጽከ፡ መቅደስ፡ ዘበውስቴቱ፡ ተጸውዐ፡ ስምከ፡ በከመ፡ ዛቲ፡ ዕለት፡ በእንተ፡ ኀጢአቶሙ፡ ለቤተ፡ እስራኤል፡ ወለቤተ፡ ይሁዳ። | καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ’ αὐτῷ ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου Ισραηλ καὶ οἴκου Ιουδα |
|---|
| 2:27 | καὶ ἐποίησας εἰς ἡμᾶς κύριε ὁ θεὸς ἡμῶν κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν | Et fecisti in nobis, Domine Deus noster, secundum omnem bonitatem tuam et secundum omnem miserationem tuam illam magnam : | ወገበርከ፡ ላዕሌነ፡ እግዚኦ፡ አምላክነ፡ በከመ፡ ኵሉ፡ ኂሩትከ፡ ወበከመ፡ ኵሉ፡ ሣህልከ፡ ዐቢይ። | καὶ ἐποίησας εἰς ἡμᾶς κύριε ὁ θεὸς ἡμῶν κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν |
|---|
| 2:28 | καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραηλ λέγων | sicut locutus es in manu pueri tui Moysi, in die qua præcepisti ei scribere legem tuam coram filiis Israël, | በከመ፡ ነበብከ፡ በእደ፡ ሙሴ፡ ቊልዔከ፡ በዕለት፡ እንተ፡ ባቲ፡ አዘዝኮ፡ ይጽሐፍ፡ ሕገከ፡ በቅድመ፡ ደቂቀ፡ እስራኤል፡ እንዘ፡ ትትብል። | καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου Μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν Ισραηλ λέγων |
|---|
| 2:29 | ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ | dicens : Si non audieritis vocem meam, multitudo hæc magna convertetur in minimam inter gentes, quo ego eos dispergam : | ለእመ፡ ኢሰማዕክሙ፡ ቃልየ፡ አማነ፡ ዛቲ፡ ብዝኀክሙ፡ ትትመየጥ፡ ለኅዳጥ፡ በማእከለ፡ አሕዛብ፡ እለ፡ ኀቤሆሙ፡ እዘርወክሙ። | ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ |
|---|
| 2:30 | ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου ὅτι λαὸς σκληροτράχηλός ἐστιν καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν | quia scio quod me non audiet populus : populus est enim dura cervice. Et convertetur ad cor suum in terra captivitatis suæ, | ወአእመርክዎሙ፡ ከመ፡ ኢይሰምዑኒ፡ እስመ፡ ሕዝብ፡ ጽኑዓነ፡ ክሳድ፡ እሙንቱ። | ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου ὅτι λαὸς σκληροτράχηλός ἐστιν καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν |
|---|
| 2:31 | καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα | et scient quia ego sum Dominus Deus eorum : et dabo eis cor, et intelligent ; aures, et audient : | ወየአምሩ፡ ከመ፡ አነ፡ ውእቱ፡ እግዚአብሔር፡ አምላኮሙ። | καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα |
|---|
| 2:32 | καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου | et laudabunt me in terra captivitatis suæ, et memores erunt nominis mei, | ወይሴብሑኒ፡ በብሔር፡ ኀበ፡ አፍለስክዎሙ፡ ወይዜከሩ፡ ስምየ። | καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου |
|---|
| 2:33 | καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου | et avertent se a dorso suo duro, et a malignitatibus suis : quia reminiscentur viam patrum suorum, qui peccaverunt in me. | ወይትመየጡ፡ እምጽኑዕ፡ ልቦሙ፡ ወእምእኩይ፡ ምግባሮሙ፡ ወይዜከሩ፡ ፍኖተ፡ አበዊሆሙ፡ እለ፡ አበሱ፡ ቅድመ፡ እግዚአብሔር። | καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου |
|---|
| 2:34 | καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ καὶ κυριεύσουσιν αὐτῆς καὶ πληθυνῶ αὐτούς καὶ οὐ μὴ σμικρυνθῶσιν | Et revocabo illos in terram quam juravi patribus eorum, Abraham, Isaac, et Jacob : et dominabuntur ejus, et multiplicabo eos, et non minorabuntur : | ወአገብኦሙ፡ ብሔረ፡ ኀበ፡ መሐልኩ፡ ለአበዊሆሙ፡ ለአብርሃም፡ ወለይስሐቅ፡ ወለያዕቆብ፡ ወይኴንንዋ፡ ወአበዝኆሙ፡ ወኢይውሕዱ። | καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ Αβρααμ καὶ τῷ Ισαακ καὶ τῷ Ιακωβ καὶ κυριεύσουσιν αὐτῆς καὶ πληθυνῶ αὐτούς καὶ οὐ μὴ σμικρυνθῶσιν |
|---|
| 2:35 | καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς | et statuam illis testamentum alterum sempiternum, ut sim illis in Deum, et ipsi erunt mihi in populum : et non movebo amplius populum meum, filios Israël, a terra quam dedi illis. | ወእሠርዕ፡ ሎሙ፡ ሥርዓተ፡ ዘለዓለም፡ ከመ፡ እኩኖሙ፡ አምላኮሙ፡ ወእሙንቱኒ፡ ይከውኑኒ፡ ሕዝብየ። | καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου Ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς |
|---|