| 24:1 | ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται | Sapientia laudabit animam suam, et in Deo honorabitur, et in medio populi sui gloriabitur, | ጥበብ፡ ትዌድስ፡ ነፍሳ፡ ወትትሜካሕ፡ በማእከለ፡ ሕዝባ። | ἡ σοφία αἰνέσει ψυχὴν αὐτῆς καὶ ἐν μέσῳ λαοῦ αὐτῆς καυχήσεται |
|---|
| 24:2 | ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται | et in ecclesiis Altissimi aperiet os suum, et in conspectu virtutis illius gloriabitur, | ውስተ፡ ማኅበረ፡ ልዑል፡ ትከሥት፡ አፉሃ፡ ወትትሜካሕ፡ በቅድመ፡ ኀይሉ። | ἐν ἐκκλησίᾳ ὑψίστου στόμα αὐτῆς ἀνοίξει καὶ ἔναντι δυνάμεως αὐτοῦ καυχήσεται |
|---|
| 24:3 | ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν | et in medio populi sui exaltabitur, et in plenitudine sancta admirabitur, | አንሰ፡ እምአፉሁ፡ ለልዑል፡ ወፃእኩ፡ ወከመ፡ ጊሜ፡ ከደንክዋ፡ ለምድር። | ἐγὼ ἀπὸ στόματος ὑψίστου ἐξῆλθον καὶ ὡς ὁμίχλη κατεκάλυψα γῆν |
|---|
| 24:4 | ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης | et in multitudine electorum habebit laudem, et inter benedictos benedicetur, dicens : | አንሰ፡ ውስተ፡ ሰማያት፡ ኀደርኩ፡ ወመንበርየኒ፡ ውስተ፡ ዐምደ፡ ደመና። | ἐγὼ ἐν ὑψηλοῖς κατεσκήνωσα καὶ ὁ θρόνος μου ἐν στύλῳ νεφέλης |
|---|
| 24:5 | γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα | Ego ex ore Altissimi prodivi, primogenita ante omnem creaturam. | ወዖድኩ፡ ባሕቲትየ፡ አጽናፈ፡ ሰማይ፡ ወአንሶሰውኩ፡ ውስተ፡ ዕሙቅ፡ ቀላይ። | γῦρον οὐρανοῦ ἐκύκλωσα μόνη καὶ ἐν βάθει ἀβύσσων περιεπάτησα |
|---|
| 24:6 | ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην | Ego feci in cælis ut oriretur lumen indeficiens, et sicut nebula texi omnem terram. | ወመልዕልተ፡ ማዕበለ፡ ባሕርኒ፡ ወውስተ፡ ኵሉ፡ ምድር፡ ወአጥረይኩ፡ በውስተ፡ ኵሉ፡ አሕዛብ፡ ወበውስተ፡ ኵሉ፡ ሕዝብ። | ἐν κύμασιν θαλάσσης καὶ ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ λαῷ καὶ ἔθνει ἐκτησάμην |
|---|
| 24:7 | μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι | Ego in altissimis habitavi, et thronus meus in columna nubis. | ወእምድኅረዝ፡ ኵሉ፡ ዕረፍተ፡ ኀሠሥኩ፡ ውስተ፡ ርስተ፡ መኑ፡ እንከ፡ አኀድር። | μετὰ τούτων πάντων ἀνάπαυσιν ἐζήτησα καὶ ἐν κληρονομίᾳ τίνος αὐλισθήσομαι |
|---|
| 24:8 | τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήθητι | Gyrum cæli circuivi sola, et profundum abyssi penetravi : in fluctibus maris ambulavi. | ወእምዝ፡ አዘዘኒ፡ ፈጣሬ፡ ኵሉ፡ ወአዕረፈ፡ ሊተ፡ ፈጣሪየ፡ መንበርየ፡ ወይቤለኒ፡ ኀበ፡ ያዕቆብ፡ ኅድሪ፡ ወበውስተ፡ እስራኤል፡ ተዋረሲ። | τότε ἐνετείλατό μοι ὁ κτίστης ἁπάντων καὶ ὁ κτίσας με κατέπαυσεν τὴν σκηνήν μου καὶ εἶπεν ἐν Ιακωβ κατασκήνωσον καὶ ἐν Ισραηλ κατακληρονομήθητι |
|---|
| 24:9 | πρὸ τοῦ αἰῶνος ἀπ’ ἀρχῆς ἔκτισέν με καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω | Et in omni terra steti : et in omni populo, | እምቅድመ፡ ይትፈጠር፡ ዓለም፡ ፈጠረኒ፡ ወኢይጠፍእ፡ ለዝሉፉ፡ ወለዓለመ፡ ዓለም። | πρὸ τοῦ αἰῶνος ἀπ’ ἀρχῆς ἔκτισέν με καὶ ἕως αἰῶνος οὐ μὴ ἐκλίπω |
|---|
| 24:10 | ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιων ἐστηρίχθην | et in omni gente primatum habui : | ወተልእኩ፡ በውስተ፡ ደብተራሁ፡ ቅዱስ፡ በቅድሜሁ፡ በውስተ፡ ጽዮን፡ አስመኩ። | ἐν σκηνῇ ἁγίᾳ ἐνώπιον αὐτοῦ ἐλειτούργησα καὶ οὕτως ἐν Σιων ἐστηρίχθην |
|---|
| 24:11 | ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου | et omnium excellentium et humilium corda virtute calcavi. Et in his omnibus requiem quæsivi, et in hæreditate Domini morabor. | ወከማሁ፡ ውስተ፡ ሀገር፡ ቅድስት፡ አዕረፍኩ፡ ወበኢየሩሳሌም፡ ምኵናንየ፡ ኀበ፡ አኰነነኒ። | ἐν πόλει ἠγαπημένῃ ὁμοίως με κατέπαυσεν καὶ ἐν Ιερουσαλημ ἡ ἐξουσία μου |
|---|
| 24:12 | καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ ἐν μερίδι κυρίου κληρονομίας αὐτοῦ | Tunc præcepit, et dixit mihi Creator omnium : et qui creavit me, requievit in tabernaculo meo. | ወአብቈልኩ፡ ሥርው፡ በውስተ፡ ሕዝብ፡ ክቡር፡ በውስተ፡ መክፈልተ፡ እግዚአብሔር፡ ወበውስተ፡ ርስቱ። | καὶ ἐρρίζωσα ἐν λαῷ δεδοξασμένῳ ἐν μερίδι κυρίου κληρονομίας αὐτοῦ |
|---|
| 24:13 | ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων | Et dixit mihi : In Jacob inhabita, et in Israël hæreditare, et in electis meis mitte radices. | ከመ፡ ዕፀ፡ ቄድሮስ፡ በውስተ፡ ሊባኖስ፡ ተለዐልኩ፡ ወከመ፡ ዕፀ፡ ቄድሮስ፡ በውስተ፡ አድባረ፡ ኤርሞን። | ὡς κέδρος ἀνυψώθην ἐν τῷ Λιβάνῳ καὶ ὡς κυπάρισσος ἐν ὄρεσιν Αερμων |
|---|
| 24:14 | ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ καὶ ἀνυψώθην ὡς πλάτανος | Ab initio et ante sæcula creata sum, et usque ad futurum sæculum non desinam : et in habitatione sancta coram ipso ministravi. | ወኖኅኩ፡ ከመ፡ በቀልት፡ ኀበ፡ ድንጋገ፡ ማይ፡ ወከመ፡ ጽጌ፡ ረዳ፡ ዘውስተ፡ ኢያሪኮ፡ ወከመ፡ ዕፀ፡ ዘይት፡ ሠናይት፡ ዘውስተ፡ ገዳም፡ ወዐበይኩ፡ ከመ፡ ጵላጣኖስ። | ὡς φοῖνιξ ἀνυψώθην ἐν Αιγγαδοις καὶ ὡς φυτὰ ῥόδου ἐν Ιεριχω ὡς ἐλαία εὐπρεπὴς ἐν πεδίῳ καὶ ἀνυψώθην ὡς πλάτανος |
|---|
| 24:15 | ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ | Et sic in Sion firmata sum, et in civitate sanctificata similiter requievi, et in Jerusalem potestas mea. | ወጥዕመ፡ መዐዛየ፡ ከመ፡ ቀናንሞስ፡ ወከመ፡ አስጳዳቶስ፡ ወከመ፡ መዐዛ፡ ዕፍረት፡ ቅድው፡ ኮነ፡ መዐዛየ፡ ወከመ፡ ከልበኔ፡ ወከመ፡ እንክስ፡ ወከመ፡ ስጠቄጤ፡ ወከመ፡ ጢሰ፡ ስኂን፡ በውስተ፡ ደብተራ። | ὡς κιννάμωμον καὶ ἀσπάλαθος ἀρωμάτων δέδωκα ὀσμὴν καὶ ὡς σμύρνα ἐκλεκτὴ διέδωκα εὐωδίαν ὡς χαλβάνη καὶ ὄνυξ καὶ στακτὴ καὶ ὡς λιβάνου ἀτμὶς ἐν σκηνῇ |
|---|
| 24:16 | ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος | Et radicavi in populo honorificato, et in parte Dei mei hæreditas illius, et in plenitudine sanctorum detentio mea. | ወኖኀ፡ አዕጹቅየ፡ ከመ፡ ዕፀ፡ ጤርባንቶስ፡ ወአዕጹቅየኒ፡ አዕጹቀ፡ ክብር፡ ወስብሐት። | ἐγὼ ὡς τερέμινθος ἐξέτεινα κλάδους μου καὶ οἱ κλάδοι μου κλάδοι δόξης καὶ χάριτος |
|---|
| 24:17 | ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου | Quasi cedrus exaltata sum in Libano, et quasi cypressus in monte Sion : | አንሰ፡ ከመ፡ ዐጸደ፡ ወይን፡ ሠረጽኩ፡ ሞገሰ፡ ወጽጌየኒ፡ ፍሬ፡ ክብር፡(ወስብሐት፡)፡ ወብዕል። | ἐγὼ ὡς ἄμπελος ἐβλάστησα χάριν καὶ τὰ ἄνθη μου καρπὸς δόξης καὶ πλούτου |
|---|
| 24:18 | — | quasi palma exaltata sum in Cades, et quasi plantatio rosæ in Jericho : | — | — |
|---|
| 24:19 | προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε | quasi oliva speciosa in campis, et quasi platanus exaltata sum juxta aquam in plateis. | ንዑ፡ ኀቤየ፡ ኵልክሙ፡ እለ፡ ትፈቅዱኒ፡ ወትጸግቡ፡ እምነ፡ ቀምሕየ። | προσέλθετε πρός με οἱ ἐπιθυμοῦντές μου καὶ ἀπὸ τῶν γενημάτων μου ἐμπλήσθητε |
|---|
| 24:20 | τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον | Sicut cinnamomum et balsamum aromatizans odorem dedi ; quasi myrrha electa dedi suavitatem odoris : | እስመ፡ ይጥዕም፡ እምነ፡ መዓር፡ ዝክርየ፡ ወእምነ፡ ሶከር፡ ርስትየ። | τὸ γὰρ μνημόσυνόν μου ὑπὲρ τὸ μέλι γλυκύ καὶ ἡ κληρονομία μου ὑπὲρ μέλιτος κηρίον |
|---|
| 24:21 | οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν | et quasi storax, et galbanus, et ungula, et gutta, et quasi Libanus non incisus vaporavi habitationem meam, et quasi balsamum non mistum odor meus. | ወእለኒ፡ ይበልዑኒ፡ ኢይጸግቡኒ፡ ወእለኒ፡ ይሰትዩኒ፡ ኢይረውዩኒ። | οἱ ἐσθίοντές με ἔτι πεινάσουσιν καὶ οἱ πίνοντές με ἔτι διψήσουσιν |
|---|
| 24:22 | ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν | Ego quasi terebinthus extendi ramos meos, et rami mei honoris et gratiæ. | ወዘኒ፡ ይሰምዐኒ፡ ኢይትኀፈር፡ ወኢይስሕቱ፡ እለ፡ ሊተ፡ ይትቀነዩ። | ὁ ὑπακούων μου οὐκ αἰσχυνθήσεται καὶ οἱ ἐργαζόμενοι ἐν ἐμοὶ οὐχ ἁμαρτήσουσιν |
|---|
| 24:23 | ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ | Ego quasi vitis fructificavi suavitatem odoris : et flores mei fructus honoris et honestatis. | ዝኵሉ፡ ነገር፡ ዘመጽሐፈ፡ ሕጉ፡ ለልዑል፡ ሕግ፡ ዘአዘዘ፡ ሙሴ፡ ወርስቶሙ፡ ለማኅበረ፡ ያዕቆብ። | ταῦτα πάντα βίβλος διαθήκης θεοῦ ὑψίστου νόμον ὃν ἐνετείλατο ἡμῖν Μωυσῆς κληρονομίαν συναγωγαῖς Ιακωβ |
|---|
| 24:24 | — | Ego mater pulchræ dilectionis, et timoris, et agnitionis, et sanctæ spei. | — | — |
|---|
| 24:25 | ὁ πιμπλῶν ὡς Φισων σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων | In me gratia omnis viæ et veritatis : in me omnis spes vitæ et virtutis. | ዘይመልኣ፡ ከመ፡ ተከዜ፡ ፊሶን፡ ለጥበብ፡ ወከመ፡ ተከዜ፡ ጤግሪስ፡ በአውራኀ፡ ኔዎን። | ὁ πιμπλῶν ὡς Φισων σοφίαν καὶ ὡς Τίγρις ἐν ἡμέραις νέων |
|---|
| 24:26 | ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ | Transite ad me, omnes qui concupiscitis me, et a generationibus meis implemini : | ወይመልኣ፡ ከመ፡ ተከዜ፡ ኤፍራጢስ፡ ለምክር፡ ወከመ፡ ተከዜ፡ ዮርዳኖስ፡ በመዋዕለ፡ ማእረር። | ὁ ἀναπληρῶν ὡς Εὐφράτης σύνεσιν καὶ ὡς Ιορδάνης ἐν ἡμέραις θερισμοῦ |
|---|
| 24:27 | ὁ ἐκφαίνων ὡς φῶς παιδείαν ὡς Γηων ἐν ἡμέραις τρυγήτου | spiritus enim meus super mel dulcis, et hæreditas mea super mel et favum. | ዘይከሥታ፡ ከመ፡ ብርሃን፡ ለጥበብ፡ ወከመ፡ ተከዜ፡ ግዮን፡ በመዋዕለ፡ ማእረረ፡ ቀሥም። | ὁ ἐκφαίνων ὡς φῶς παιδείαν ὡς Γηων ἐν ἡμέραις τρυγήτου |
|---|
| 24:28 | οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν | Memoria mea in generationes sæculorum. | ቀዳማዊኒ፡ ኢፈጸመ፡ አእምሮታ፡ ወደኃራዊኒ፡ ኢረከበ፡ አሠራ። | οὐ συνετέλεσεν ὁ πρῶτος γνῶναι αὐτήν καὶ οὕτως ὁ ἔσχατος οὐκ ἐξιχνίασεν αὐτήν |
|---|
| 24:29 | ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης | Qui edunt me, adhuc esurient, et qui bibunt me, adhuc sitient. | ይበዝኅ፡ እምነ፡ ማየ፡ ባሕር፡ ኅሊናሃ፡ ወየዐምቅ፡ እምነ፡ ማ፡ ቀላይ፡ ምክራ። | ἀπὸ γὰρ θαλάσσης ἐπληθύνθη διανόημα αὐτῆς καὶ ἡ βουλὴ αὐτῆς ἀπὸ ἀβύσσου μεγάλης |
|---|
| 24:30 | κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον | Qui audit me non confundetur, et qui operantur in me non peccabunt : | ወኮነኒ፡ ከመ፡ ሙሓዘ፡ ማይ፡ ዘይወጽእ፡ እምነ፡ ተከዜ፡ ወከመ፡ ምንኀር፡ ቦእኩ፡ ውስተ፡ ገነት። | κἀγὼ ὡς διῶρυξ ἀπὸ ποταμοῦ καὶ ὡς ὑδραγωγὸς ἐξῆλθον εἰς παράδεισον |
|---|
| 24:31 | εἶπα ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν | qui elucidant me, vitam æternam habebunt. | ወእቤ፡ ከመ፡ እስቅያ፡ ለገነት፡ ወኣርውዮ፡ ለዐጸደ፡ ሐምልየ፡ ወኮነኒ፡ ዝክቱ፡ ሙሓዝየ፡ ከመ፡ ተከዜ፡ ወፈለግየኒ፡ ኮነኒ፡ መጠነ፡ ባሕር። | εἶπα ποτιῶ μου τὸν κῆπον καὶ μεθύσω μου τὴν πρασιάν καὶ ἰδοὺ ἐγένετό μοι ἡ διῶρυξ εἰς ποταμόν καὶ ὁ ποταμός μου ἐγένετο εἰς θάλασσαν |
|---|
| 24:32 | ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν | Hæc omnia liber vitæ, et testamentum Altissimi, et agnitio veritatis. | ወዓዲ፡ ኣበርሃ፡ ለጥበብ፡ ከመ፡ ጎሕ፡ ወአርኣያ፡ እስከ፡ ነዋኅ። | ἔτι παιδείαν ὡς ὄρθρον φωτιῶ καὶ ἐκφανῶ αὐτὰ ἕως εἰς μακράν |
|---|
| 24:33 | ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων | Legem mandavit Moyses in præceptis justitiarum, et hæreditatem domui Jacob, et Israël promissiones. | ወእሰውጣ፡ ለትምህርት፡ ከመ፡ ተንብዮ፡ ወኣነብራ፡ ለውሉደ፡ ውሉድ፡ ወለዓለመ፡ ዓለም። | ἔτι διδασκαλίαν ὡς προφητείαν ἐκχεῶ καὶ καταλείψω αὐτὴν εἰς γενεὰς αἰώνων |
|---|
| 24:34 | ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλ’ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν | Posuit David, puero suo, excitare regem ex ipso fortissimum, et in throno honoris sedentem in sempiternum. | ናሁ፡ ርእዩ፡ ከመ፡ አኮ፡ ለባሕቲትየ፡ ዘጻመውኩ፡ አላ፡ ለኵሎሙ፡ እለ፡ የኀሡኒ። | ἴδετε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα ἀλλ’ ἅπασιν τοῖς ἐκζητοῦσιν αὐτήν |
|---|