| 16:1 | διὰ τοῦτο δῑ ὁμοίων ἐκολάσθησαν ἀξίως καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν | Propter hæc et per his similia passi sunt digne tormenta, et per multitudinem bestiarum exterminati sunt. | ወበእንተዝ፡ ዘበዘይመስሎሙ፡ ለአማልክቲሆሙ፡ ተቀሥፉ፡ በጽድቅ፡ እስመ፡ ይደልዎሙ፡ ወበብዙኀን፡ እለ፡ ይትሐወሱ፡ ሕሱማን፡ ተፅዕሩ። | διὰ τοῦτο δῑ ὁμοίων ἐκολάσθησαν ἀξίως καὶ διὰ πλήθους κνωδάλων ἐβασανίσθησαν |
|---|
| 16:2 | ἀνθ’ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν τροφὴν ἡτοίμασας ὀρτυγομήτραν | Pro quibus tormentis bene disposuisti populum tuum, quibus dedisti concupiscentiam delectamenti sui novum saporem, escam parans eis ortygometram : | ወአሠነይከ፡ ሎሙ፡ ለሕዝብከ፡ አንፃረ፡ ፀሮሙ፡ ወወሀብኮሙ፡ ፍርፍርተ፡ መብልዐ፡ ለፍትወቶሙ፡ ወይጥዓሙ፡ ፍትወተ፡ ዘጣዕሙ፡ ነኪር። | ἀνθ’ ἧς κολάσεως εὐεργετήσας τὸν λαόν σου εἰς ἐπιθυμίαν ὀρέξεως ξένην γεῦσιν τροφὴν ἡτοίμασας ὀρτυγομήτραν |
|---|
| 16:3 | ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν διὰ τὴν εἰδέχθειαν τῶν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται αὐτοὶ δὲ ἐπ’ ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως | ut illi quidem, concupiscentes escam propter ea quæ illis ostensa et missa sunt, etiam a necessaria concupiscentia averterentur. Hi autem in brevi inopes facti, novam gustaverunt escam. | ወእልክቱሰ፡ አመ፡ ፈተዉ፡ መብልዐ፡ ወባሕቱ፡ በእንተ፡ ግብር፡ ዘተፈነወ፡ ላዕሌሆሙ፡ ይትመየጡ፡ ወዘዘልፈ፡ ልማደ፡ መነኑ። | ἵνα ἐκεῖνοι μὲν ἐπιθυμοῦντες τροφὴν διὰ τὴν εἰδέχθειαν τῶν ἐπαπεσταλμένων καὶ τὴν ἀναγκαίαν ὄρεξιν ἀποστρέφωνται αὐτοὶ δὲ ἐπ’ ὀλίγον ἐνδεεῖς γενόμενοι καὶ ξένης μετάσχωσι γεύσεως |
|---|
| 16:4 | ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσιν τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο | Oportebat enim illis sine excusatione quidem supervenire interitum exercentibus tyrannidem ; his autem tantum ostendere quemadmodum inimici eorum exterminabantur. | ወእሉሰ፡ ሶበ፡ ረከቦሙ፡ ዓፀባ፡ ወኃጥኡ፡ ኅዳጠ፡ መዋዕለ፡ ተደለዉ፡ ለመብልዕ፡ ዘነኪር፡ ጣዕሙ። | ἔδει γὰρ ἐκείνοις μὲν ἀπαραίτητον ἔνδειαν ἐπελθεῖν τυραννοῦσιν τούτοις δὲ μόνον δειχθῆναι πῶς οἱ ἐχθροὶ αὐτῶν ἐβασανίζοντο |
|---|
| 16:5 | καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμὸς δήγμασίν τε σκολιῶν διεφθείροντο ὄφεων οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου | Etenim cum illis supervenit sæva bestiarum ira, morsibus perversorum colubrorum exterminabantur. | እስመ፡ መፍቅድ፡ ጸውዐ፡ ይብጻሕ፡ ላዕለ፡ እልክቱ፡ ኵነኔ፡ ዘእንበለ፡ ምሂክ፡ እስመ፡ ኅዩላን፡ ወእኩያን፡ እሙንቱ፡ ወከመ፡ ይርአዩ፡ እሉ፡ እፎ፡ ባሕቲቶሙ፡ ተፅዕሩ፡ አፅራሪሆሙ። | καὶ γὰρ ὅτε αὐτοῖς δεινὸς ἐπῆλθεν θηρίων θυμὸς δήγμασίν τε σκολιῶν διεφθείροντο ὄφεων οὐ μέχρι τέλους ἔμεινεν ἡ ὀργή σου |
|---|
| 16:6 | εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου | Sed non in perpetuum ira tua permansit, sed ad correptionem in brevi turbati sunt, signum habentes salutis ad commemorationem mandati legis tuæ. | ወለእመ፡ መጽኦሙ፡ መዓተ፡ አራዊት፡ ፀዋጋን፡ ወኀልቁ፡ በንስከተ፡ አራዊተ፡ ምድር፡ እኩያን፡ አኮ፡ ለዝሉፉ፡ ዘፀንዐ፡ መዓትከ፡ ዳዕሙ፡ ተሀውኩ፡ ኅዳጠ፡ መዋዕለ፡ ከመ፡ ይትገሠዑ። | εἰς νουθεσίαν δὲ πρὸς ὀλίγον ἐταράχθησαν σύμβολον ἔχοντες σωτηρίας εἰς ἀνάμνησιν ἐντολῆς νόμου σου |
|---|
| 16:7 | ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσῴζετο ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα | Qui enim conversus est, non per hoc quod videbat sanabatur, sed per te, omnium salvatorem. | ወዝንቱ፡ ትእምርት፡ ኮኖሙ፡ መድኃኒተ፡ ያዘክሮሙ፡ ትእዛዛ፡ ሕግከ። | ὁ γὰρ ἐπιστραφεὶς οὐ διὰ τὸ θεωρούμενον ἐσῴζετο ἀλλὰ διὰ σὲ τὸν πάντων σωτῆρα |
|---|
| 16:8 | καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ | In hoc autem ostendisti inimicis nostris quia tu es qui liberas ab omni malo. | እስመ፡ ዘተመይጠ፡ እምኔሆሙ፡ አኮ፡ ዘድኅነ፡ በዘርእየ፡ አላ፡ በእንቲአከ፡ ድኅነ፡ ኦ፡ መድኃኔ፡ ኵሉ። | καὶ ἐν τούτῳ δὲ ἔπεισας τοὺς ἐχθροὺς ἡμῶν ὅτι σὺ εἶ ὁ ῥυόμενος ἐκ παντὸς κακοῦ |
|---|
| 16:9 | οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι | Illos enim locustarum et muscarum occiderunt morsus, et non est inventa sanitas animæ illorum, quia digni erant ab hujuscemodi exterminari. | ወበዝኒ፡ አመከርኮሙ፡ ወአእመንኮሙ፡ ከመ፡ አንተ፡ ውእቱ፡ ዛታድኅን፡ እምኵሉ፡ እኩይ። | οὓς μὲν γὰρ ἀκρίδων καὶ μυιῶν ἀπέκτεινεν δήγματα καὶ οὐχ εὑρέθη ἴαμα τῇ ψυχῇ αὐτῶν ὅτι ἄξιοι ἦσαν ὑπὸ τοιούτων κολασθῆναι |
|---|
| 16:10 | τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθεν καὶ ἰάσατο αὐτούς | Filios autem tuos nec draconum venenatorum vicerunt dentes : misericordia enim tua adveniens sanabat illos. | እስመ፡ ለእልክቱ፡ ቀተሎሙ፡ ንስከተ፡ አንበጣ፡ ወጽንጽንያ፡ ወኢተረክበ፡ ፈውስ፡ ለነፍሶሙ፡ እስመ፡ ይደልዎሙ፡ ከመ፡ ትኰንኖሙ፡ በዘከመዝ፡ አምሳል። | τοὺς δὲ υἱούς σου οὐδὲ ἰοβόλων δρακόντων ἐνίκησαν ὀδόντες τὸ ἔλεος γάρ σου ἀντιπαρῆλθεν καὶ ἰάσατο αὐτούς |
|---|
| 16:11 | εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο καὶ ὀξέως διεσῴζοντο ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας | In memoria enim sermonum tuorum examinabantur, et velociter salvabantur : ne in altam incidentes oblivionem non possent tuo uti adjutorio. | ወለውሉድከሰ፡ ሶበ፡ ተአዘዙ፡ ቦሙ፡ ስነነ፡ አክይስት፡ ዘቦቱ፡ ሕምዝ፡ እስመ፡ ምሕረትከ፡ መጽኦሙ፡ ወፈወሶሙ። | εἰς γὰρ ὑπόμνησιν τῶν λογίων σου ἐνεκεντρίζοντο καὶ ὀξέως διεσῴζοντο ἵνα μὴ εἰς βαθεῖαν ἐμπεσόντες λήθην ἀπερίσπαστοι γένωνται τῆς σῆς εὐεργεσίας |
|---|
| 16:12 | καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτούς ἀλλὰ ὁ σός κύριε λόγος ὁ πάντας ἰώμενος | Etenim neque herba, neque malagma sanavit eos : sed tuus, Domine, sermo, qui sanat omnia. | እስመ፡ ለተዘክሮ፡ ቃልከ፡ ጥዕሙ፡ ዘንተ፡ ወፍጡነ፡ ሐይዉ፡ ከመ፡ ኢይደቁ፡ ውስተ፡ ርስዓት፡ ዕሙቅ፡ ወከመ፡ ኢይደቁ፡ ውስተ፡ ካልእ፡ ምግባር፡ ወሕማም፡ እምዝክረ፡ ሠናያቲከ። | καὶ γὰρ οὔτε βοτάνη οὔτε μάλαγμα ἐθεράπευσεν αὐτούς ἀλλὰ ὁ σός κύριε λόγος ὁ πάντας ἰώμενος |
|---|
| 16:13 | σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις | Tu es enim, Domine, qui vitæ et mortis habes potestatem, et deducis ad portas mortis, et reducis. | እስመ፡ አኮ፡ ዕፅ፡ ዘይሰትይዎ፡ ወኢሥራይ፡ ዘይቀብዕዎ፡ ዘፈወሶሙ፡ አላ፡ ቃለ፡ ዚአከ፡ እግዚኦ፡ ዘኵሎ፡ ይፌውስ። | σὺ γὰρ ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχεις καὶ κατάγεις εἰς πύλας ᾅδου καὶ ἀνάγεις |
|---|
| 16:14 | ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει οὐδὲ ἀναλύει ψυχὴν παραλημφθεῖσαν | Homo autem occidit quidem per malitiam ; et cum exierit spiritus, non revertetur, nec revocabit animam quæ recepta est. | እስመ፡ ለሞት፡ ወለሕይወት፡ ሥልጣን፡ ብከ፡ ወታወርድ፡ ውስተ፡ አናቅጸ፡ ሲኦል፡ ወታወፅእ። | ἄνθρωπος δὲ ἀποκτέννει μὲν τῇ κακίᾳ αὐτοῦ ἐξελθὸν δὲ πνεῦμα οὐκ ἀναστρέφει οὐδὲ ἀναλύει ψυχὴν παραλημφθεῖσαν |
|---|
| 16:15 | τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν | Sed tuam manum effugere impossibile est. | ወሰብእሰ፡ ይቀትል፡ በእኩይ፡ ወእምከመ፡ ወፅአ፡ መንፈስ፡ ኢይገብእ፡ ወኢትሠወጥ፡ ነፍስ፡ እንተ፡ ተነሥአት። | τὴν δὲ σὴν χεῖρα φυγεῖν ἀδύνατόν ἐστιν |
|---|
| 16:16 | ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις καὶ πυρὶ καταναλισκόμενοι | Negantes enim te nosse impii, per fortitudinem brachii tui flagellati sunt : novis aquis, et grandinibus, et pluviis persecutionem passi, et per ignem consumpti. | ወእምእደ፡ ዚአከሰ፡ ጐይይ፡ ኢይትከሀል፡ ወኢይደሉ። | ἀρνούμενοι γάρ σε εἰδέναι ἀσεβεῖς ἐν ἰσχύι βραχίονός σου ἐμαστιγώθησαν ξένοις ὑετοῖς καὶ χαλάζαις καὶ ὄμβροις διωκόμενοι ἀπαραιτήτοις καὶ πυρὶ καταναλισκόμενοι |
|---|
| 16:17 | τὸ γὰρ παραδοξότατον ἐν τῷ πάντα σβεννύντι ὕδατι πλεῖον ἐνήργει τὸ πῦρ ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶν δικαίων | Quod enim mirabile erat, in aqua, quæ omnia extinguit, plus ignis valebat : vindex est enim orbis justorum. | ወሶበ፡ አእመርከ፡ ከመ፡ ረሲዓን፡ ይክሕዱከ፡ በኃይለ፡ መዝራዕትከ፡ ተቀሥፉ፡ ወኃልቁ። | τὸ γὰρ παραδοξότατον ἐν τῷ πάντα σβεννύντι ὕδατι πλεῖον ἐνήργει τὸ πῦρ ὑπέρμαχος γὰρ ὁ κόσμος ἐστὶν δικαίων |
|---|
| 16:18 | ποτὲ μὲν γὰρ ἡμεροῦτο φλόξ ἵνα μὴ καταφλέξῃ τὰ ἐπ’ ἀσεβεῖς ἀπεσταλμένα ζῷα ἀλλ’ αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι θεοῦ κρίσει ἐλαύνονται | Quodam enim tempore mansuetabatur ignis, ne comburerentur quæ ad impios missa erant animalia, sed ut ipsi videntes scirent quoniam Dei judicio patiuntur persecutionem. | ወተሰዱ፡ በዝናም፡ ነኪር፡ ወበበረድ፡ ወበአስራበ፡ ሰማይ፡ ዘእንበለ፡ ምሕረት፡ ወኢክልአት፡ ወኃልቁ፡ በእሳት። | ποτὲ μὲν γὰρ ἡμεροῦτο φλόξ ἵνα μὴ καταφλέξῃ τὰ ἐπ’ ἀσεβεῖς ἀπεσταλμένα ζῷα ἀλλ’ αὐτοὶ βλέποντες εἰδῶσιν ὅτι θεοῦ κρίσει ἐλαύνονται |
|---|
| 16:19 | ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει ἵνα ἀδίκου γῆς γενήματα διαφθείρῃ | Et quodam tempore in aqua supra virtutem ignis exardescebat undique, ut iniquæ terræ nationem exterminaret. | ወዘመንከርሰ፡ ግብር፡ ዘኢይትከሀል፡ ኵሉ፡ ዘይጠፍእ፡ በማይ፡ ፈድፋደ፡ ተገብረ፡ ወተሠልጠ፡ ውስቴቱ፡ እሳት፡ እስመ፡ ዓለም፡ መርድእ፡ ለጻድቃን፡ ውእቱ። | ποτὲ δὲ καὶ μεταξὺ ὕδατος ὑπὲρ τὴν πυρὸς δύναμιν φλέγει ἵνα ἀδίκου γῆς γενήματα διαφθείρῃ |
|---|
| 16:20 | ἀνθ’ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου καὶ ἕτοιμον ἄρτον ἀπ’ οὐρανοῦ παρέσχες αὐτοῖς ἀκοπιάτως πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν | Pro quibus angelorum esca nutrivisti populum tuum, et paratum panem de cælo præstitisti illis sine labore, omne delectamentum in se habentem, et omnis saporis suavitatem. | እስመ፡ ላህበ፡ ነድ፡ ኮነ፡ ልሙደ፡ ከመ፡ ኢያውዒ፡ እንስሳ፡ ዘተፈነወ፡ ላዕለ፡ ረሲዓን። | ἀνθ’ ὧν ἀγγέλων τροφὴν ἐψώμισας τὸν λαόν σου καὶ ἕτοιμον ἄρτον ἀπ’ οὐρανοῦ παρέσχες αὐτοῖς ἀκοπιάτως πᾶσαν ἡδονὴν ἰσχύοντα καὶ πρὸς πᾶσαν ἁρμόνιον γεῦσιν |
|---|
| 16:21 | ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεφάνιζεν γλυκύτητα τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο | Substantia enim tua dulcedinem tuam, quam in filios habes, ostendebat ; et deserviens uniuscujusque voluntati, ad quod quisque volebat convertebatur. | ወባሕቱ፡ ሶበ፡ ርእዩ፡ ዘንተ፡ እሙንቱ፡ የአምሩ፡ ከመ፡ በኵነኔ፡ እግዚአብሔር፡ ይሰደዱ፡ ወቦሙ፡ ማእከለ፡ ማይ፡ ይነድድ፡ ኃይለ፡ እሳት፡ ፈድፋደ፡ ከመ፡ ያማስን፡ ወያጥፍእ፡ ፍሬያተ፡ ምድር፡ ዓማፂት። | ἡ μὲν γὰρ ὑπόστασίς σου τὴν σὴν πρὸς τέκνα ἐνεφάνιζεν γλυκύτητα τῇ δὲ τοῦ προσφερομένου ἐπιθυμίᾳ ὑπηρετῶν πρὸς ὅ τις ἐβούλετο μετεκιρνᾶτο |
|---|
| 16:22 | χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς κατέφθειρε πῦρ φλεγόμενον ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον | Nix autem et glacies sustinebant vim ignis, et non tabescebant : ut scirent quoniam fructus inimicorum exterminabat ignis ardens in grandine et pluvia coruscans ; | ወበህየንቴሁ፡ አብላዕከ፡ ለሕዝብከ፡ መብልዐ፡ መላእክት፡ ወፈነውከ፡ ኅብስተ፡ ድልወ፡ እምሰማይ፡ ዘእንበለ፡ ፃማ፡ ዘይትኄየል፡ ጣዕሙ፡ እምኵሉ፡ ዘይጥዕም፡ ወያኃሥር፡ ኵሎ፡ ጣዕመ። | χιὼν δὲ καὶ κρύσταλλος ὑπέμεινε πῦρ καὶ οὐκ ἐτήκετο ἵνα γνῶσιν ὅτι τοὺς τῶν ἐχθρῶν καρποὺς κατέφθειρε πῦρ φλεγόμενον ἐν τῇ χαλάζῃ καὶ ἐν τοῖς ὑετοῖς διαστράπτον |
|---|
| 16:23 | τοῦτο πάλιν δ’ ἵνα τραφῶσιν δίκαιοι καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεως | hic autem iterum ut nutrirentur justi, etiam suæ virtutis oblitus est. | እስመ፡ አርአያ፡ መልክዕከ፡ ዘላዕሉ፡ ከሠተ፡ ጣዕመ፡ ምዕርዕርናከ፡ ለውሉድከ፡ ወይትፋለስ፡ ጣዕሙ፡ ለዘይነሥእ፡ እምኔሁ፡ ወይትለአከ፡ ለፈጽሞ፡ ፍትዎቶሙ፡ ዘሐለዩ፡ እምነ፡ መባልዕት፡ ወፈቀዱ። | τοῦτο πάλιν δ’ ἵνα τραφῶσιν δίκαιοι καὶ τῆς ἰδίας ἐπιλέλησται δυνάμεως |
|---|
| 16:24 | ἡ γὰρ κτίσις σοὶ τῷ ποιήσαντι ὑπηρετοῦσα ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπὶ σοὶ πεποιθότων | Creatura enim tibi factori deserviens, exardescit in tormentum adversus injustos, et lenior fit ad benefaciendum pro his qui in te confidunt. | በረድኒ፡ ወአስሐትጸንዑ፡ ወቆሙ፡ ዘምስለ፡ እሳት፡ ወኢተመስዉ፡ ከመ፡ ያእምሩ፡ ከመ፡ ፍሬያተ፡ አዝርእቶሙ፡ ለአፅራር፡ አማሰት፡ ወአጥፍአት፡ እሳት፡ እንዘ፡ ትነድድ፡ ውስተ፡ በረድ፡ ወውስተ፡ ዝናማትኒ፡ እንዘ፡ ትበርቅ። | ἡ γὰρ κτίσις σοὶ τῷ ποιήσαντι ὑπηρετοῦσα ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπὶ σοὶ πεποιθότων |
|---|
| 16:25 | διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη τῇ παντοτρόφῳ σου δωρεᾷ ὑπηρέτει πρὸς τὴν τῶν δεομένων θέλησιν | Propter hoc et tunc in omnia transfigurata, omnium nutrici gratiæ tuæ deserviebat, ad voluntatem eorum qui a te desiderabant : | ወዘንተ፡ ካዕበ፡ ሶበ፡ ተሴሰዩ፡ ጻድቃን፡ ኃይለ፡ ሲሳየ፡ ርእሶሙ፡ ረስዑ፡ እስመ፡ ኵሉ፡ ፍጥረት፡ ለከ፡ ይትለአክ። | διὰ τοῦτο καὶ τότε εἰς πάντα μεταλλευομένη τῇ παντοτρόφῳ σου δωρεᾷ ὑπηρέτει πρὸς τὴν τῶν δεομένων θέλησιν |
|---|
| 16:26 | ἵνα μάθωσιν οἱ υἱοί σου οὓς ἠγάπησας κύριε ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ | ut scirent filii tui quos dilexisti, Domine, quoniam non nativitatis fructus pascunt homines, sed sermo tuus hos qui in te crediderint conservat. | ኦ፡ ገባሪ፡ ትሰፍሕ፡ ኵነኔ፡ ዘይትፌኖ፡ ላዕለ፡ ዓማፅያን፡ ወትጼጉ፡ ተድላ፡ ይብጻሕ፡ ኀበ፡ እለ፡ ይትአመኑ፡ ብከ። | ἵνα μάθωσιν οἱ υἱοί σου οὓς ἠγάπησας κύριε ὅτι οὐχ αἱ γενέσεις τῶν καρπῶν τρέφουσιν ἄνθρωπον ἀλλὰ τὸ ῥῆμά σου τοὺς σοὶ πιστεύοντας διατηρεῖ |
|---|
| 16:27 | τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο | Quod enim ab igne non poterat exterminari, statim ab exiguo radio solis calefactum tabescebat : | ወበእንተዝ፡ አሜሃ፡ ሀብትከ፡ ሀለወት፡ ትትፋለስ፡ ውስተ፡ ኵሉ፡ ግብር፡ ወትትለአከ፡ ውስተ፡ ኵሉ፡ መብልዕ፡ መንገለ፡ መፍቅድ፡ ዘሰአሉ፡ ወፈተዉ። | τὸ γὰρ ὑπὸ πυρὸς μὴ φθειρόμενον ἁπλῶς ὑπὸ βραχείας ἀκτῖνος ἡλίου θερμαινόμενον ἐτήκετο |
|---|
| 16:28 | ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ’ εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι | ut notum omnibus esset quoniam oportet prævenire solem ad benedictionem tuam, et ad ortum lucis te adorare. | ከመ፡ ያእምሩ፡ ውሉድከ፡ እለ፡ አፍቀርኮሙ፡ እግዚኦ፡ ከመ፡ አኮ፡ ዘዘዚአሁ፡ ፍሬያተ፡ ዘርእ፡ ዘይሴሴ፡ ሰብእ፡ አላ፡ ቃልከ፡ የዓቅቦሙ፡ ለእለ፡ ይትዌከሉ፡ ብከ። | ὅπως γνωστὸν ᾖ ὅτι δεῖ φθάνειν τὸν ἥλιον ἐπ’ εὐχαριστίαν σου καὶ πρὸς ἀνατολὴν φωτὸς ἐντυγχάνειν σοι |
|---|
| 16:29 | ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον | Ingrati enim spes tamquam hibernalis glacies tabescet, et disperiet tamquam aqua supervacua. | እስመ፡ ዘኢያማስኖ፡ እሳት፡ በከ፡ በንስቲት፡ ላህበ፡ ፀሐይ፡ መዊቆ፡ ተመስወ፡ ከመ፡ ይትአመር። | ἀχαρίστου γὰρ ἐλπὶς ὡς χειμέριος πάχνη τακήσεται καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον |
|---|