Apocrypha › 1 Esdras
1 Esdras 2
Greek original · 26 verses · some words can be tapped for a gloss
📖 This chapter exists in 2 other originals —
side by side (Septuagint, Vulgate)
2:1
βασιλεύοντος Κύρου Περσῶν ἔτους πρώτου εἰς συντέλειαν ῥήματος κυρίου ἐν στόματι Ιερεμιου ἤγειρεν κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν καὶ ἐκήρυξεν ἐν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἅμα διὰ γραπτῶν λέγων
In the first year of Cyrus king of the Persians, that the word of the Lord by the mouth of Jeremy might be accomplished,
波斯王古列元年,為要應驗主藉耶利米口所說的話,主激動波斯王古列的靈,使他在全國通告,並以書面宣告說:
2:2
τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος ἐμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ισραηλ κύριος ὁ ὕψιστος καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ιερουσαλημ τῇ ἐν τῇ Ιουδαίᾳ
the Lord stirred up the spirit of Cyrus king of the Persians, and he made proclamation through all his kingdom, and also by writing,
「波斯王古列如此說:以色列的主,至高的主,立我作普世的王,並指示我在猶大的耶路撒冷為祂建造殿宇。
2:3
εἴ τίς ἐστιν οὖν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ ἔστω ὁ κύριος αὐτοῦ μετ’ αὐτοῦ καὶ ἀναβὰς εἰς τὴν Ιερουσαλημ τὴν ἐν τῇ Ιουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ισραηλ οὗτος ὁ κύριος ὁ κατασκηνώσας ἐν Ιερουσαλημ
saying, Thus says Cyrus king of the Persians; The Lord of Israel, the Most High Lord, has made me king of the whole world,
所以你們中間凡屬祂子民的人,願他的主與他同在;他可上到猶大的耶路撒冷,為以色列的主建造殿宇,這主就是住在耶路撒冷的那位。
2:4
ὅσοι οὖν κατὰ τόπους οἰκοῦσιν βοηθείτωσαν αὐτῷ οἱ ἐν τῷ τόπῳ αὐτοῦ ἐν χρυσίῳ καὶ ἐν ἀργυρίῳ ἐν δόσεσιν μεθ’ ἵππων καὶ κτηνῶν σὺν τοῖς ἄλλοις τοῖς κατ’ εὐχὰς προστεθειμένοις εἰς τὸ ἱερὸν τοῦ κυρίου τὸ ἐν Ιερουσαλημ
and commanded me to build him a house at Jerusalem that is in Judea.
凡散居各處的人,當地的人都要用金銀、馬匹牲畜並其他為主在耶路撒冷的聖殿所許願奉獻的物資來幫助他。」
2:5
καὶ καταστάντες οἱ ἀρχίφυλοι τῶν πατριῶν τῆς Ιουδα καὶ Βενιαμιν φυλῆς καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πάντων ὧν ἤγειρεν κύριος τὸ πνεῦμα ἀναβῆναι οἰκοδομῆσαι οἶκον τῷ κυρίῳ τὸν ἐν Ιερουσαλημ
If therefore there be any of you that are of his people, let the Lord, even his Lord, be with him, and let him go up to Jerusalem that is in Judea, and build the house of the Lord of Israel: he is the Lord that dwells in Jerusalem.
於是猶大和便雅憫支派宗族的族長、祭司、利未人,並一切被主激動心靈、要上去為主在耶路撒冷建殿的人,都起來。
2:6
καὶ οἱ περικύκλῳ αὐτῶν ἐβοήθησαν ἐν πᾶσιν ἀργυρίῳ καὶ χρυσίῳ ἵπποις καὶ κτήνεσιν καὶ εὐχαῖς ὡς πλείσταις πολλῶν ὧν ὁ νοῦς ἠγέρθη
Of such therefore as dwell in various places, let those who are in his own place help each one with gold, and with silver,
他們四圍的人也都用金銀、馬匹牲畜,並許多人甘心所許的大量願物來幫助他們。
2:7
καὶ ὁ βασιλεὺς Κῦρος ἐξήνεγκεν τὰ ἱερὰ σκεύη τοῦ κυρίου ἃ μετήγαγεν Ναβουχοδονοσορ ἐξ Ιερουσαλημ καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ ἑαυτοῦ εἰδωλίῳ
with gifts, with horses also and cattle, beside the other things which have been added by vow for the temple of the Lord which is in Jerusalem.
古列王把主聖殿的器皿取出來,就是尼布甲尼撒從耶路撒冷掠去、安放在自己廟中的,
2:8
ἐξενέγκας δὲ αὐτὰ Κῦρος ὁ βασιλεὺς Περσῶν παρέδωκεν αὐτὰ Μιθριδάτῃ τῷ ἑαυτοῦ γαζοφύλακι διὰ δὲ τούτου παρεδόθησαν Σαναβασσάρῳ προστάτῃ τῆς Ιουδαίας
Then the chief of the families of Judah and of the tribe of Benjamin stood up; the priests also, and the Levites, and all they whose spirit the Lord had stirred to go up, to build the house for the Lord which is in Jerusalem.
波斯王古列把這些器皿交給他的庫官米提利達,再由他交給猶大的省長設巴薩。
2:9
ὁ δὲ τούτων ἀριθμὸς ἦν σπονδεῖα χρυσᾶ χίλια σπονδεῖα ἀργυρᾶ χίλια θυίσκαι ἀργυραῖ εἴκοσι ἐννέα
And those who lived round about them helped them in all things with silver and gold, with horses and cattle, and with very many gifts that were vowed of a great number whose minds were stirred up thereto.
這些器皿的數目是:金灑杯一千個,銀灑杯一千個,銀香爐二十九個,
2:10
φιάλαι χρυσαῖ τριάκοντα ἀργυραῖ δισχίλιαι τετρακόσιαι δέκα καὶ ἄλλα σκεύη χίλια
King Cyrus also brought forth the holy vessels of the Lord, which Nabuchodonosor had carried away from Jerusalem, and had set up in his temple of idols.
金碗三十個,銀碗二千四百一十個,其他器皿一千件。
2:11
τὰ δὲ πάντα σκεύη διεκομίσθη χρυσᾶ καὶ ἀργυρᾶ πεντακισχίλια τετρακόσια ἑξήκοντα ἐννέα ἀνηνέχθη δὲ ὑπὸ Σαναβασσάρου ἅμα τοῖς ἐκ τῆς αἰχμαλωσίας ἐκ Βαβυλῶνος εἰς Ιεροσόλυμα
Now when Cyrus king of the Persians had brought them forth, he delivered them to Mithradates his treasurer,
金銀器皿共運送了五千四百六十九件,這些都由設巴薩連同那些從被擄之地回來的人,一同從巴比倫帶回耶路撒冷。
2:12
ἐν δὲ τοῖς ἐπὶ Ἀρταξέρξου τοῦ Περσῶν βασιλέως χρόνοις κατέγραψεν αὐτῷ κατὰ τῶν κατοικούντων ἐν τῇ Ιουδαίᾳ καὶ Ιερουσαλημ Βεσλεμος καὶ Μιθραδάτης καὶ Ταβελλιος καὶ Ραουμος καὶ Βεελτέεμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ λοιποὶ οἱ τούτοις συντασσόμενοι οἰκοῦντες δὲ ἐν Σαμαρείᾳ καὶ τοῖς ἄλλοις τόποις τὴν ὑπογεγραμμένην ἐπιστολήν
and by him they were delivered to Sanabassar the governor of Judea.
到了波斯王亞達薛西的時候,比施蘭、米特利達、他別、利宏、比施提米,以及書記伸帥和其他與他們同夥、住在撒馬利亞和別處的人,寫了一封信控告住在猶大和耶路撒冷的人,信文如下:
2:13
βασιλεῖ Ἀρταξέρξῃ κυρίῳ οἱ παῖδές σου Ραουμος ὁ τὰ προσπίπτοντα καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ ἐπίλοιποι τῆς βουλῆς αὐτῶν κριταὶ οἱ ἐν Κοίλῃ Συρίᾳ καὶ Φοινίκῃ
And this was the number of them: A thousand golden cups, a thousand cups of silver, censers of silver twenty nine, vials of gold thirty, and of silver two thousand four hundred and ten, and other vessels a thousand.
「上奏亞達薛西王我主:你的僕人利宏——上奏案情者,和書記伸帥,以及其餘在敘利亞和腓尼基作審判官的同僚,
2:14
καὶ νῦν γνωστὸν ἔστω τῷ κυρίῳ βασιλεῖ διότι οἱ Ιουδαῖοι ἀναβάντες παρ’ ὑμῶν πρὸς ἡμᾶς ἐλθόντες εἰς Ιερουσαλημ τὴν πόλιν τὴν ἀποστάτιν καὶ πονηρὰν οἰκοδομοῦσιν τάς τε ἀγορὰς αὐτῆς καὶ τὰ τείχη θεραπεύουσιν καὶ ναὸν ὑποβάλλονται
So all the vessels of gold and of silver were brought up, even five thousand four hundred threescore and nine,
如今要奏明我主我王:那些從你那裡上到我們這裡的猶大人,來到耶路撒冷這座叛逆兇惡的城,正在建造市集,修築城牆,並奠立殿基。
2:15
ἐὰν οὖν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ τείχη συντελεσθῇ φορολογίαν οὐ μὴ ὑπομείνωσιν δοῦναι ἀλλὰ καὶ βασιλεῦσιν ἀντιστήσονται
and were carried back by Sanabassar, together with them of the captivity, from Babylon to Jerusalem.
這城若建成,城牆若修完,他們就必不肯納貢,反要抗拒列王。
2:16
καὶ ἐπεὶ ἐνεργεῖται τὰ κατὰ τὸν ναόν καλῶς ἔχειν ὑπολαμβάνομεν μὴ ὑπεριδεῖν τὸ τοιοῦτο ἀλλὰ προσφωνῆσαι τῷ κυρίῳ βασιλεῖ ὅπως ἂν φαίνηταί σοι ἐπισκεφθῇ ἐν τοῖς ἀπὸ τῶν πατέρων σου βιβλίοις
But in the time of Artaxerxes king of the Persians Belemus, and Mithradates, and Tabellius, and Rathumus, and Beeltethmus, and Samellius the scribe, with the others that were in commission with them, dwelling in Samaria and other places, wrote to him against those who lived in Judea and Jerusalem the letter following:
既然聖殿的工程正在進行,我們認為不可坐視此事,理當奏明我主我王,請你查考你列祖的典籍。
2:17
καὶ εὑρήσεις ἐν τοῖς ὑπομνηματισμοῖς τὰ γεγραμμένα περὶ τούτων καὶ γνώσῃ ὅτι ἡ πόλις ἦν ἐκείνη ἀποστάτις καὶ βασιλεῖς καὶ πόλεις ἐνοχλοῦσα καὶ οἱ Ιουδαῖοι ἀποστάται καὶ πολιορκίας συνιστάμενοι ἐν αὐτῇ ἔτι ἐξ αἰῶνος δῑ ἣν αἰτίαν καὶ ἡ πόλις αὕτη ἠρημώθη
To king Artaxerxes our Lord, Your servants, Rathumus the storywriter, and Samellius the scribe, and the rest of their council, and the judges that are in Coelesyria and Phoenicia.
你必在記錄中查出有關這些事的記載,便知道那城向來是叛逆的,常擾害列王和各城;其中的猶大人也是叛逆的,自古便在城中策動圍攻反叛,這城也因此緣故被毀為荒場。
2:18
νῦν οὖν ὑποδείκνυμέν σοι κύριε βασιλεῦ διότι ἐὰν ἡ πόλις αὕτη οἰκοδομηθῇ καὶ τὰ ταύτης τείχη ἀνασταθῇ κάθοδός σοι οὐκέτι ἔσται εἰς Κοίλην Συρίαν καὶ Φοινίκην
Be it now known to our lord the king, that the Jews that are come up from you to us, being come to Jerusalem, do build that rebellious and wicked city, and do repair the marketplaces and the walls of it, and do lay the foundation of a temple.
如今我們奏明我主我王:這城若建成,城牆若再立起,你就再無路徑下到敘利亞和腓尼基去了。」
2:19
τότε ἀντέγραψεν ὁ βασιλεὺς Ραούμῳ τῷ γράφοντι τὰ προσπίπτοντα καὶ Βεελτεέμῳ καὶ Σαμσαίῳ γραμματεῖ καὶ τοῖς λοιποῖς τοῖς συντασσομένοις καὶ οἰκοῦσιν ἐν τῇ Σαμαρείᾳ καὶ Συρίᾳ καὶ Φοινίκῃ τὰ ὑπογεγραμμένα
Now if this city be built and the walls thereof be finished, they will not only refuse to give tribute, but will even stand up against kings.
於是王回信給上奏案情的利宏、比施提米、書記伸帥,以及其餘住在撒馬利亞、敘利亞和腓尼基的同僚,信文如下:
2:20
ἀνέγνων τὴν ἐπιστολήν ἣν πεπόμφατε πρός με
And forasmuch as the things pertaining to the temple are now in hand, we think it meet not to neglect such a matter,
「你們所寄給我的信,我已讀過。
2:21
ἐπέταξα οὖν ἐπισκέψασθαι καὶ εὑρέθη ὅτι ἐστὶν ἡ πόλις ἐκείνη ἐξ αἰῶνος βασιλεῦσιν ἀντιπαρατάσσουσα καὶ οἱ ἄνθρωποι ἀποστάσεις καὶ πολέμους ἐν αὐτῇ συντελοῦντες
but to speak to our lord the king, to the intent that, if it be your pleasure, search may be made in the books of your fathers:
我便下令查考,查出那城自古以來確是抗拒列王的,城中的人常策動叛亂和爭戰,
2:22
καὶ βασιλεῖς ἰσχυροὶ καὶ σκληροὶ ἦσαν ἐν Ιερουσαλημ κυριεύοντες καὶ φορολογοῦντες Κοίλην Συρίαν καὶ Φοινίκην
and you shall find in the chronicles what is written concerning these things, and shall understand that that city was rebellious, troubling both kings and cities:
又有強盛兇悍的王曾在耶路撒冷掌權,統治並向敘利亞和腓尼基徵收貢稅。
2:23
νῦν οὖν ἐπέταξα ἀποκωλῦσαι τοὺς ἀνθρώπους ἐκείνους τοῦ οἰκοδομῆσαι τὴν πόλιν
and that the Jews were rebellious, and raised always wars therein of old time; for the which cause even this city was laid waste.
如今我已下令禁止那些人建造這城,
2:24
καὶ προνοηθῆναι ὅπως μηθὲν παρὰ ταῦτα γένηται καὶ μὴ προβῇ ἐπὶ πλεῖον τὰ τῆς κακίας εἰς τὸ βασιλεῖς ἐνοχλῆσαι
Wherefore now we do declare to you, O lord the king, that if this city be built again, and the walls thereof set up anew, you shall from henceforth have no passage into Coelesyria and Phoenicia.
並要謹防此事,不容惡事再行擴大,以致擾害列王。」
2:25
τότε ἀναγνωσθέντων τῶν παρὰ τοῦ βασιλέως Ἀρταξέρξου γραφέντων ὁ Ραουμος καὶ Σαμσαῖος ὁ γραμματεὺς καὶ οἱ τούτοις συντασσόμενοι ἀναζεύξαντες κατὰ σπουδὴν εἰς Ιερουσαλημ μεθ’ ἵππου καὶ ὄχλου παρατάξεως ἤρξαντο κωλύειν τοὺς οἰκοδομοῦντας
Then the king wrote back again to Rathumus the storywriter, and Beeltethmus, and Samellius the scribe, and to the rest that were in commission, and lived in Samaria and Syria and Phoenicia, after this manner:
亞達薛西王所寫的文書宣讀之後,利宏、書記伸帥和他們的同僚便急忙起程,帶著馬隊和大批人馬到耶路撒冷去,開始阻止那些建造的人。
2:26
καὶ ἤργει ἡ οἰκοδομὴ τοῦ ἱεροῦ τοῦ ἐν Ιερουσαλημ μέχρι τοῦ δευτέρου ἔτους τῆς βασιλείας Δαρείου τοῦ Περσῶν βασιλέως
I have read the epistle which you⌃ have sent to me: therefore I commanded to make search, and it has been found that that city of old time has made insurrection against kings;
於是耶路撒冷聖殿的工程便停頓了,直到波斯王大流士在位第二年。