📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Apocrypha › 3 Maccabees

3 Maccabees 1

Greek original · 29 verses · some words can be tapped for a gloss

ch. 2 →
📖 This chapter exists in 1 other originals — side by side (Septuagint)
1:1
δὲ Φιλοπάτωρ παρὰ τῶν ἀνακομισθέντων μαθὼν τὴν γενομένην τῶν ὑπ’ αὐτοῦ κρατουμένων τόπων ἀφαίρεσιν ὑπὸ Ἀντιόχου παραγγείλας ταῖς πάσαις δυνάμεσιν πεζικαῖς τε καὶ ἱππικαῖς καὶ τὴν ἀδελφὴν Ἀρσινόην συμπαραλαβὼν ἐξώρμησεν μέχρι τῶν κατὰ Ῥαφίαν τόπων ὅπου παρεμβεβλήκεισαν οἱ περὶ Ἀντίοχον
Now Philopater, on learning from those who came back that Antiochus had made himself master of the places which belonged to himself, sent orders to all his footmen and horsemen, took with him his sister Arsinoe, and marched out as far as the parts of Raphia, where Antiochus and his forces encamped.
腓羅帕特從歸來的人得知,安提阿古奪去了他所統管的地方,便傳令調動他一切的步兵和騎兵,又帶著他的妹妹亞西諾,出兵直到拉非亞一帶,就是安提阿古和他軍隊紮營的地方。
1:2
Θεόδοτος δέ τις ἐκπληρῶσαι τὴν ἐπιβουλὴν διανοηθεὶς παραλαβὼν τῶν προϋποτεταγμένων αὐτῷ ὅπλων Πτολεμαϊκῶν τὰ κράτιστα διεκομίσθη νύκτωρ ἐπὶ τὴν τοῦ Πτολεμαίου σκηνὴν ὡς μόνος κτεῖναι αὐτὸν καὶ ἐν τούτῳ διαλῦσαι τὸν πόλεμον
And one Theodotus, intending to carry out his design, took with him the bravest of the armed men who had been before committed to his trust by Ptolemy, and got through at night to the tent of Ptolemy, to kill him on his own responsibility, and so to end the war.
有一個名叫提阿多德的人,想要實行他的陰謀,便帶著托勒密先前交付他統管的最精銳的軍兵,趁夜潛到托勒密的營帳,打算獨自下手殺他,藉此結束這場戰爭。
1:3
τοῦτον δὲ διαγαγὼν Δοσίθεος Δριμύλου λεγόμενος τὸ γένος Ιουδαῖος ὕστερον δὲ μεταβαλὼν τὰ νόμιμα καὶ τῶν πατρίων δογμάτων ἀπηλλοτριωμένος ἄσημόν τινα κατέκλινεν ἐν τῇ σκηνῇ ὃν συνέβη κομίσασθαι τὴν ἐκείνου κόλασιν
But Dositheus, called the son of Drimulus, by birth a Jew, afterward a renegade from the laws and observances of his country, conveyed Ptolemy away, and made an obscure person lie down in his stead in the tent. It befell this man to receive the fate which was meant for the other.
但那稱為德利木魯之子的多西提阿,原是生為猶大人,後來卻背棄了律法、遠離了祖先的教訓,他把托勒密帶走,另叫一個無名小卒躺在帳中代替他;結果這人代受了那本要臨到托勒密的災禍。
1:4
γενομένης δὲ καρτερᾶς μάχης καὶ τῶν πραγμάτων μᾶλλον ἐρρωμένων τῷ Ἀντιόχῳ ἱκανῶς Ἀρσινόη ἐπιπορευσαμένη τὰς δυνάμεις παρεκάλει μετὰ οἴκτου καὶ δακρύων τοὺς πλοκάμους λελυμένη βοηθεῖν ἑαυτοῖς τε καὶ τοῖς τέκνοις καὶ γυναιξὶν θαρραλέως ἐπαγγελλομένη δώσειν νικήσασιν ἑκάστῳ δύο μνᾶς χρυσίου
A fierce battle then took place; and the men of Antiochus prevailing, Arsinoe continually went up and down the ranks, and with dishevelled hair, with tears and entreaties, begged the soldiers to fight manfully for themselves, their children, and wives; and promised that if they proved conquerors, she would give them two minas of gold apiece.
當激烈的戰鬥爆發、安提阿古一方頗占上風時,亞西諾,披散著頭髮,含淚走遍各營,懇切勸軍兵為自己、為兒女妻子奮勇作戰,並豪爽地應許,得勝的人每人可得二彌那金子。
1:5
καὶ οὕτως συνέβη τοὺς ἀντιπάλους ἐν χειρονομίαις διαφθαρῆναι πολλοὺς δὲ καὶ δοριαλώτους συλλημφθῆναι
It thus fell out that their enemies were defeated in hand-to-hand encounter, and that many of them were taken prisoners.
於是事情就這樣成了:敵人在近身肉搏中被擊潰,許多人也被擄為俘虜。
1:6
κατακρατήσας δὲ τῆς ἐπιβουλῆς ἔκρινεν τὰς πλησίον πόλεις ἐπελθὼν παρακαλέσαι
Having vanquished this attempt, the king then decided to proceed to the neighbouring cities, and encourage them.
王制服了這次陰謀之後,便決定前往鄰近的各城去,加以慰勉。
1:7
ποιήσας δὲ τοῦτο καὶ τοῖς τεμένεσι δωρεὰς ἀπονείμας εὐθαρσεῖς τοὺς ὑποτεταγμένους κατέστησεν
By doing this, and by making donations to their temples, he inspired his subjects with confidence.
他這樣行了,又向各城的廟宇分賜禮物,使他的臣民充滿了信心。
1:8
τῶν δὲ Ιουδαίων διαπεμψαμένων πρὸς αὐτὸν ἀπὸ τῆς γερουσίας καὶ τῶν πρεσβυτέρων τοὺς ἀσπασομένους αὐτὸν καὶ ξένια κομιοῦντας καὶ ἐπὶ τοῖς συμβεβηκόσιν χαρισομένους συνέβη μᾶλλον αὐτὸν προθυμηθῆναι ὡς τάχιστα πρὸς αὐτοὺς παραγενέσθαι
The Jews sent some of their council and of their elders to him. The greetings, guest-gifts, and congratulations of the past, bestowed by them, filled him with the greater eagerness to visit their city.
猶大人從議會和長老中派人去向他問安,又送上禮物,並為所發生的事向他道賀;於是他更加渴望儘快到他們那裡去。
1:9
διακομισθεὶς δὲ εἰς Ιεροσόλυμα καὶ θύσας τῷ μεγίστῳ θεῷ καὶ χάριτας ἀποδοὺς καὶ τῶν ἑξῆς τι τῷ τόπῳ ποιήσας καὶ δὴ παραγενόμενος εἰς τὸν τόπον καὶ τῇ σπουδαιότητι καὶ εὐπρεπείᾳ καταπλαγείς
Having arrived at Jerusalem, sacrificed, and offered thank-offerings to the Greatest God, and done whatever else was suitable to the sanctity of the place, and entered the inner court,
他到了耶路撒冷,向至大的神獻祭並獻上感謝,又照那聖地當行之事而行;他來到那地方,深為其莊嚴華美所震懾,
1:10
θαυμάσας δὲ καὶ τὴν τοῦ ἱεροῦ εὐταξίαν ἐνεθυμήθη βουλεύσασθαι εἰς τὸν ναὸν εἰσελθεῖν
he was so struck with the magnificence of the place, and so wondered at the orderly arrangements of the temple, that he considered entering the sanctuary itself.
又驚嘆聖殿秩序井然的佈置,便起意要進入聖所之內。
1:11
τῶν δὲ εἰπόντων μὴ καθήκειν γίνεσθαι τοῦτο διὰ τὸ μηδὲ τοῖς ἐκ τοῦ ἔθνους ἐξεῖναι εἰσιέναι μηδὲ πᾶσιν τοῖς ἱερεῦσιν ἀλλ’ μόνῳ τῷ προηγουμένῳ πάντων ἀρχιερεῖ καὶ τούτῳ κατ’ ἐνιαυτὸν ἅπαξ δὲ οὐδαμῶς ἐπείθετο
And when they told him that this was not permissible, none of the nation, no, nor even the priests in general, but only the supreme high priest of all, and he only once in a year, being allowed to go in, he would by no means give way.
他們對他說,這是不合宜的,因為連本族的人都不得進去,連眾祭司也不可,惟有那位居眾人之首的大祭司可以進去,而且一年只一次;他卻全然不肯聽從。
1:12
τοῦ τε νόμου παραναγνωσθέντος οὐδ’ ὧς ἀπέλιπεν προφερόμενος ἑαυτὸν δεῖν εἰσελθεῖν λέγων καὶ εἰ ἐκεῖνοι ἐστέρηνται ταύτης τῆς τιμῆς ἐμὲ δὲ οὐ δεῖ
Then they read the law to him; but he persisted in obtruding himself, exclaiming, that he ought to be allowed: and saying Be it that they were deprived of this honor, I ought not to be.
他們把律法念給他聽,他仍不罷休,硬說自己理當進去,並說:「就算他們被剝奪了這尊榮,我卻不該被剝奪。」
1:13
καὶ ἐπυνθάνετο διὰ τίνα αἰτίαν εἰσερχόμενον αὐτὸν εἰς πᾶν τέμενος οὐθεὶς ἐκώλυσεν τῶν παρόντων
And he put the question, Why, when he entered all the temples, none of the priests who were present forbad him?
他又追問,他進入各廟宇時,為何在場的祭司沒有一人攔阻他。
1:14
καί τις ἀπρονοήτως ἔφη κακῶς αὐτὸ τοῦτο τερατεύεσθαι
He was thoroughly answered by some one, That he did wrong to boast of this.
有人不假思索地回答說,他誇耀這事本身就是不對的。
1:15
γενομένου δέ φησιν τούτου διά τινα αἰτίαν οὐχὶ πάντως εἰσελεύσεσθαι καὶ θελόντων αὐτῶν καὶ μή
Well; since I have done this, said he, be the cause what it may, shall I not enter with or without your consent?
他說:「既然我已經因某種緣故這樣行了,無論你們願不願意,難道我不能進去嗎?」
1:16
τῶν δὲ ἱερέων ἐν πάσαις ταῖς ἐσθήσεσιν προσπεσόντων καὶ δεομένων τοῦ μεγίστου θεοῦ βοηθεῖν τοῖς ἐνεστῶσιν καὶ τὴν ὁρμὴν τοῦ κακῶς ἐπιβαλλομένου μεταθεῖναι κραυγῆς τε μετὰ δακρύων τὸ ἱερὸν ἐμπλησάντων
And when the priests fell down in their sacred vestments imploring the Greatest God to come and help in time of need, and to avert the violence of the fierce aggressor, and when they filled the temple with lamentations and tears,
祭司們穿著一切的聖服俯伏在地,懇求至大的神在這急難中相助,並使那存惡意妄圖闖入之人的衝動轉移;他們又以哭聲和眼淚充滿了聖殿。
1:17
οἱ κατὰ τὴν πόλιν ἀπολειπόμενοι ταραχθέντες ἐξεπήδησαν ἄδηλον τιθέμενοι τὸ γινόμενον
then those who had been left behind in the city were scared, and rushed forth, uncertain of the event.
那些留在城裡的人也都驚惶,急忙奔出來,不知所發生的是甚麼事。
1:18
αἵ τε κατάκλειστοι παρθένοι ἐν θαλάμοις σὺν ταῖς τεκούσαις ἐξώρμησαν καὶ ἀπέδωκαν κόνει τὰς κόμας πασάμεναι γόου τε καὶ στεναγμῶν ἐνεπίμπλων τὰς πλατείας
Virgins, who had been shut up within their chambers, came out with their mothers, scattering dust and ashes on their heads, and filling the streets with outcries.
那些深居閨房的童女,也和她們的母親一同奔出來,把塵土撒在頭上,使街道滿了悲泣與哀號。
1:19
αἱ δὲ καὶ προσαρτίως ἐσταλμέναι τοὺς πρὸς ἀπάντησιν διατεταγμένους παστοὺς καὶ τὴν ἁρμόζουσαν αἰδὼ παραλείπουσαι δρόμον ἄτακτον ἐν τῇ πόλει συνίσταντο
Women, but recently separated off, left their bridal chambers, left the reserve that befitted them, and ran about the city in a disorderly manner.
那些剛出嫁的婦女,撇下了那為迎親而備的新房,撇下了當有的羞怯,在城中雜亂地奔跑。
1:20
τὰ δὲ νεογνὰ τῶν τέκνων αἱ πρὸς τούτοις μητέρες καὶ τιθηνοὶ παραλείπουσαι ἄλλως καὶ ἄλλως αἱ μὲν κατ’ οἴκους αἱ δὲ κατὰ τὰς ἀγυιάς ἀνεπιστρέπτως εἰς τὸ πανυπέρτατον ἱερὸν ἠθροίζοντο
New-born babes were deserted by the mothers or nurses who waited upon them; some here, some there, in houses, or in fields; these now, with an ardour which could not be checked, swarmed into the Most High temple.
母親和奶媽撇下了懷中初生的嬰孩,有的留在家裡,有的留在街上,毫不回顧,都湧向那至高的聖殿聚集。
1:21
ποικίλη δὲ ἦν τῶν εἰς τοῦτο συλλεγέντων δέησις ἐπὶ τοῖς ἀνοσίως ὑπ’ ἐκείνου κατεγχειρουμένοις
Various were the prayers offered up by those who assembled in this place, on account of the unholy attempt of the king.
那些聚集到這裡的人,因王所行那不虔的妄舉,發出各樣的祈求。
1:22
σύν τε τούτοις οἱ περὶ τῶν πολιτῶν θρασυνθέντες οὐκ ἠνείχοντο τέλεον αὐτοῦ ἐπικειμένου καὶ τὸ τῆς προθέσεως ἐκπληροῦν διανοουμένου
Along with these there were some of the citizens who took courage, and would not submit to his obstinacy, and his intention of carrying out his purpose.
與此同時,有些市民鼓起勇氣,不能忍受王頑固到底、執意要實行他的圖謀。
1:23
φωνήσαντες δὲ τὴν ὁρμὴν ἐπὶ τὰ ὅπλα ποιήσασθαι καὶ θαρραλέως ὑπὲρ τοῦ πατρῴου νόμου τελευτᾶν ἱκανὴν ἐποίησαν ἐν τῷ τόπῳ τραχύτητα μόλις δὲ ὑπό τε τῶν γεραιῶν καὶ τῶν πρεσβυτέρων ἀποτραπέντες ἐπὶ τὴν αὐτὴν τῆς δεήσεως παρῆσαν στάσιν
Calling out to arms, and to die bravely in defence of the law of their fathers, they created a great uproar in the place, and were with difficulty brought back by the aged and the elders to the station of prayer which they had occupied before.
他們高聲呼喊,要拿起武器,甘願為祖宗的律法勇敢赴死,在那地方掀起極大的騷動;後來好不容易纔被那些年長者和長老勸阻,回到他們原先祈求的崗位上。
1:24
καὶ τὸ μὲν πλῆθος ὡς ἔμπροσθεν ἐν τούτοις ἀνεστρέφετο δεόμενον
During this time the multitude kept on praying.
這期間,羣眾仍像先前一樣在那裡不住地祈求。
1:25
οἱ δὲ περὶ τὸν βασιλέα πρεσβύτεροι πολλαχῶς ἐπειρῶντο τὸν ἀγέρωχον αὐτοῦ νοῦν ἐξιστάνειν τῆς ἐντεθυμημένης ἐπιβουλῆς
The elders who surrounded the king strove in many ways to divert his haughty mind from the design which he had formed.
圍繞著王的長老們,千方百計地想使他傲慢的心轉離他所定的圖謀。
1:26
θρασυνθεὶς δὲ καὶ πάντα παραπέμψας ἤδη καὶ πρόσβασιν ἐποιεῖτο τέλος ἐπιθήσειν δοκῶν τῷ προειρημένῳ
He, in his hardened mood, insensible to all persuasion, was going onwards with the view of carrying out this design.
他卻心剛硬,全不接受勸告,竟向前邁進,以為要完成他所說的這事。
1:27
ταῦτα οὖν καὶ οἱ περὶ αὐτὸν ὄντες θεωροῦντες ἐτράπησαν εἰς τὸ σὺν τοῖς ἡμετέροις ἐπικαλεῖσθαι τὸν πᾶν κράτος ἔχοντα τοῖς παροῦσιν ἐπαμῦναι μὴ παριδόντα τὴν ἄνομον καὶ ὑπερήφανον πρᾶξιν
Yet even his own officers, when they saw this, joined the Jews in an appeal to Him who has all power, to aid in the present crisis, and not wink at such overweening lawlessness.
圍繞他的人見了這事,便轉而與我們的人一同求告那掌管一切權能的主,在此急難中施援,不要坐視這不法狂傲的行徑。
1:28
ἐκ δὲ τῆς πυκνοτάτης τε καὶ ἐμπόνου τῶν ὄχλων συναγομένης κραυγῆς ἀνείκαστός τις ἦν βοή
Such was the frequency and the vehemence of the cry of the assembled crowd, that an indescribable noise ensued.
羣眾聚集,發出又密又切的哀求呼喊,竟成了無可形容的喧聲。
1:29
δοκεῖν γὰρ ἦν μὴ μόνον τοὺς ἀνθρώπους ἀλλὰ καὶ τὰ τείχη καὶ τὸ πᾶν ἔδαφος ἠχεῖν ἅτε δὴ τῶν πάντων τότε θάνατον ἀλλασσομένων ἀντὶ τῆς τοῦ τόπου βεβηλώσεως
Not the men only, but the very walls and floor seemed to sound forth; all things preferring dissolution rather than to see the place defiled.
似乎不只是眾人,連城牆和全地都在發出回響;因為那時眾人寧可一死,也不願見那地方被玷污。
ch. 2 →
1234567