📜 Verbum
Scripture and the Fathers, read aloud in the original

Apocrypha › 4 Baruch (Rest of Baruch)

4 Baruch (Rest of Baruch) 9

Greek original · 32 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 2 other originals — side by side (Septuagint, Ge'ez Bible)
9:1
Ἔμειναν δὲ οἱ τοῦ Ἰερεμίου χαίροντες καὶ ἀναφέροντες θυσίας ὑπὲρ τοῦ λαοῦ ἐννέα ἡμέρας.
And those who were with Jeremiah remained rejoicing and offering sacrifices on behalf of the people for nine days.
跟隨耶利米的人歡歡喜喜地留下,為百姓獻祭九日。
9:2
τῇ δὲ δεκάτῃ ἀνήνεγκεν Ἰερεμίας μόνος θυσίαν.
And on the tenth day Jeremiah alone offered a sacrifice.
到第十日,耶利米獨自獻祭。
9:3
καὶ ηὔξατο εὐχήν, λέγων· Ἅγιος, ἅγιος, ἅγιος, τὸ θυμίαμα τῶν δένδρων τῶν ζώντων, τὸ φῶς τὸ ἀληθινὸν τὸ φωτίζον με ἕως οὗ ἀναληφθῶ πρός σε·
And he prayed a prayer, saying: Holy, holy, holy, O incense of the living trees, the true light that enlightens me until I am taken up to you;
他禱告說:「聖哉,聖哉,聖哉,活樹的香啊,真光啊,你光照我,直到我被接到你那裡;
9:4
περὶ τοῦ ἔλεώς σου, παρακαλῶ, περὶ τῆς φωνῆς τῆς γλυκείας τῶν δύο Σεραφίμ, παρακαλῶ, περὶ ἄλλης εὐωδίας θυμιάματος.
concerning your mercy I beseech you; concerning the sweet voice of the two Seraphim I beseech you; concerning yet another fragrance of incense.
我為你的憐憫祈求你,為那兩個撒拉弗甘甜的聲音祈求你,又為另一樣香的馨香祈求你。
9:5
καὶ μελέτη μου Μιχαὴλ ἀρχάγγελος τῆς δικαιοσύνης, ἀνοίγων τὰς πύλας τοῖς δικαίους, ἕως ἂν εἰσενέγκῃ τοὺς δικαίους.
And my care is Michael, the archangel of righteousness, who opens the gates to the righteous, until he brings in the righteous.
我所仰望的是公義的天使長米迦勒,他為義人開門,直到他領眾義人進去。
9:6
παρακαλῶ σε, κύριε παντοκράτωρ πάσης κτίσεως, ἀγέννητος καὶ ἀπερινόητος, πᾶσα κρίσις κέκρυπται ἐν αὐτῷ πρὸ τοῦ ταῦτα γενέσθαι.
I beseech you, O Lord Almighty of all creation, the unbegotten and incomprehensible, in whom all judgment is hidden within him before these things came to be.
全能的主啊,一切受造之物的主,那未受生、不可測度的主,在這些事尚未成就以先,一切審判都隱藏在你裡面,我祈求你。」
9:7
ταῦτα λέγοντος τοῦ Ἰερεμίου, καὶ ἱσταμένου ἐν τῷ θυσιαστηρίῳ μετὰ Βαροὺχ καὶ Ἀβιμέλεχ, ἐγένετο ὡς εἷς τῶν παραδιδόντων τὴν ψυχὴν αὐτοῦ.
While Jeremiah was saying these things, and standing at the altar with Baruch and Abimelech, he became like one of those who yield up his soul.
耶利米說這些話的時候,正與巴錄和亞比米勒站在祭壇旁,他就像那交出靈魂的人一樣。
9:8
καὶ ἔμειναν Βαροὺχ καὶ Ἀβιμέλεχ κλαίοντες καὶ κράζοντες μεγάλῃ τῇ φωνῇ· Οὐαὶ ἡμῶν ὅτι πατὴρ ἡμῶν Ἰερεμίας κατέλιπεν ἡμᾶς, ἱερεὺς τοῦ θεοῦ καὶ ἀπῆλθεν.
And Baruch and Abimelech remained weeping and crying out with a loud voice: Woe to us, for our father Jeremiah has left us, the priest of God, and is gone.
巴錄和亞比米勒留下,哭泣大聲呼喊說:「我們有禍了,因為我們的父耶利米,神的祭司,離開我們去了。」
9:9
ἤκουσε δὲ πᾶς λαὸς τοῦ κλαυθμοῦ αὐτῶν, καὶ ἔδραμον ἐπ᾽ αὐτοὺς πάντες, καὶ εἶδον Ἰερεμίαν ἀνακείμενον χαμαὶ ὥσπερ τεθνηκότα.
And all the people heard their weeping, and they all ran to them, and saw Jeremiah lying upon the ground like one dead.
眾百姓聽見他們的哭聲,都跑到他們那裡,見耶利米仆倒在地,像死了一樣。
9:10
καὶ διέρρηξαν τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἔκλαυσαν κλαυθμὸν πικρόν.
And they tore their garments, and put dust upon their heads, and wept a bitter weeping.
他們就撕裂衣服,把塵土撒在頭上,痛痛地哭泣。
9:11
καὶ μετὰ ταῦτα ἡτοίμασαν ἑαυτοὺς ἵνα κηδεύσωσιν αὐτόν.
And after these things they prepared themselves to bury him.
此後,他們預備好要葬他。
9:12
καὶ ἰδοὺ φωνὴ ἦλθε, λέγουσα· Μὴ κηδεύετε τὸν ἔτι ζῶντα, ὅτι ψυχὴ αὐτοῦ εἰσέρχεται εἰς τὸ σῶμα αὐτοῦ πάλιν.
And behold, a voice came, saying: Do not bury him who is yet living, for his soul is entering into his body again.
忽然有聲音來,說:「不要葬那還活著的,因為他的靈魂要再進入他的身體。」
9:13
καὶ ἀκούσαντες τῆς φωνῆς, οὐκ ἐκήδευσαν αὐτόν, ἀλλ᾽ ἔμειναν περικύκλῳ τοῦ σκηνώματος αὐτοῦ ἡμέρας τρεῖς, λέγοντες ποιᾳ` ὥρᾳ μέλλει ἀναστῆναι.
And hearing the voice, they did not bury him, but remained around his tent for three days, saying, At what hour is he about to rise?
他們聽見這聲音,就沒有葬他,乃環繞著他的帳幕三日,說:「他要在甚麼時候復起呢?」
9:14
μετὰ δὲ τρεῖς ἡμέρας εἰσῆλθεν ψυχὴ αὐτοῦ εἰς τὸ σῶμα αὐτοῦ καὶ ἐπῆρε τὴν φωνὴν αὐτοῦ ἐν μέσῳ πάντων καὶ εἶπε· Δοξάσατε τὸν θεὸν ἐν μίᾳ φωνῇ, πάντες δοξάσατε τὸν θεόν, καὶ τὸν υἱὸν τοῦ θεοῦ τὸν ἐξυπνίζοντα ἡμᾶς, Ἰησοῦν Χριστόν, τὸ φῶς τῶν αἰώνων πάντων, ἄσβεστος λύχνος, ζωὴ τῆς πίστεως.
And after three days his soul entered into his body, and he lifted up his voice in the midst of all and said: Glorify God with one voice, all of you glorify God, and the Son of God who awakens us, Jesus Christ, the light of all the ages, the unquenchable lamp, the life of faith.
過了三日,他的靈魂進入他的身體,他在眾人中間揚聲說:「你們眾人要同聲榮耀神,都要榮耀神,並榮耀那喚醒我們的神子耶穌基督,他是萬世之光,不滅的燈,信心的生命。」
9:15
γίνεται δὲ μετὰ τοὺς καιροὺς τούτους ἄλλα ἔτη τετρακόσια ἑβδομηκονταεπτὰ, καὶ ἔρχεται εἰς τὴν γῆν.
And it comes to pass, after these times, another four hundred and seventy-seven years, and he comes to the earth.
過了這些時候,再有四百七十七年,他就降臨到地上。
9:16
καὶ τὸ δένδρον τῆς ζωῆς τὸ ἐν μέσῳ τοῦ παραδείσου φυτευθὲν ποιήσει πάντα τὰ δένδρα τὰ ἄκαρπα ποιῆσαι καρπόν, καὶ αὐξηθήσονται, καὶ βλαστήσουσι.
And the tree of life, planted in the midst of paradise, will make all the barren trees bear fruit, and they will grow and sprout.
那栽在樂園中間的生命樹,必使一切不結果子的樹都結出果子,它們也必生長發旺。
9:17
καὶ τὰ δένδρα τὰ βεβλαστηκότα, καὶ μεγαλαυχοῦντα, καὶ λέγοντα· Ἐδώκαμεν τὸ τέλος ἡμῶν τῷ ἀέρι· ποιήσει αὐτὰ ξηρανθῆναι μετὰ τοῦ ὕψους τῶν κλάδων αὐτῶν, καὶ ποήσει αὐτὰ κριθῆναι, τὸ δένδρον τὸ στηριχθέν.
And the trees that had sprouted and boasted, and said, We have given our produce to the air, he will make them to be dried up, together with the height of their branches, and he will make them to be judged, even the tree that was made firm.
那些曾發旺自誇、說『我們已把我們的果實交給空氣』的樹,他必使它們連同高聳的枝子一同枯乾,又使它們受審判,惟有那被堅立的樹得存。
9:18
καὶ τὸ κόκκινον ὡς ἔριον λευκὸν γενήσεται· χιὼν μελανθήσεται, τὰ γλυκέα ὕδατα ἀλμυρὰ γενήσονται καὶ τὰ ἀλμυρὰ γλυκέα ἐν τῷ μεγάλῳ φωτὶ τῆς εὐφροσύνης τοῦ θεοῦ.
And the scarlet shall become as white wool; the snow shall be made black; the sweet waters shall become salt, and the salt sweet, in the great light of the joy of God.
那硃紅的必變如白羊毛;雪必變黑;甘甜的水必變鹹,鹹的必變甜,都在神喜樂的大光中。
9:19
καὶ εὐλογήσει τὰς νήσους τοῦ ποιῆσαι καρπὸν ἐν τῷ λόγῳ τοῦ στόματος τοῦ χριστοῦ αὐτοῦ.
And he will bless the islands to bear fruit by the word of the mouth of his Christ.
他必賜福給眾海島,使它們因他基督口中的話結出果子。
9:20
αὐτὸς γὰρ ἐλεύσεται, καὶ ἐξελεύσεται καὶ ἐπιλέξεται ἑαυτῷ δώδεκα ἀποστόλους, ἵνα εὐαγγελίζωνται ἐν τοῖς ἔθνεσιν· ὃν ἐγὼ ἑώρακα κεκοσμημένον ὑπὸ τοῦ πατρὸς αὐτοῦ, καὶ ἐρχόμενον εἰς τὸν κόσμον ἐπὶ τὸ ὄρος τῶν ἐλαιῶν· καὶ ἐμπλήσει τὰς πεινώσας ψυχάς.
For he himself will come, and will go forth and choose for himself twelve apostles, that they may preach good tidings among the nations; whom I have seen adorned by his Father, and coming into the world upon the Mount of Olives; and he will fill the hungry souls.
因為他必親自來臨,要出去為自己揀選十二使徒,叫他們在列國中傳福音;我曾看見他蒙他父的妝飾,降臨世界,到了橄欖山上;他必使飢餓的靈魂得飽足。
9:21
ταῦτα λέγοντος τοῦ Ἰερεμίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ, ὅτι ἔρχεται εἰς τὸν κόσμον, ὠργίσθη λαὸς καὶ εἶπε· Ταῦτα πάλιν ἐστι τὰ ῥήματα τὰ ὑπὸ Ἠσαΐου τοῦ υἱοῦ Ἀμὼς εἰρημένα, λέγοντος ὅτι, Εἶδον τὸν θεόν, καὶ τὸν υἱὸν τοῦ θεοῦ.
While Jeremiah was saying these things concerning the Son of God, that he is coming into the world, the people were angry and said: These again are the words spoken by Isaiah the son of Amoz, who said, I have seen God and the Son of God.
耶利米論到神子、說他要降臨世界的時候,百姓就發怒說:「這又是亞摩斯的兒子以賽亞所說的話了,他說:『我看見了神和神的兒子。』
9:22
δεῦτε οὖν, καὶ μὴ ἀποκτείνωμεν αὐτὸν τῷ ἐκείνου θανάτῳ, ἀλλὰ λίθοις λιθοβολήσωμεν αὐτόν.
Come then, and let us not put him to death by that death, but let us stone him with stones.
來罷,我們不要用那樣的死治死他,乃要用石頭打死他。」
9:23
ἐλυπήθησαν οὖν σφόδρα Βαροὺχ καὶ Ἀβιμέλεχ ὅτι ἤθελον ἀκοῦσαι πλήρης τὰ μυστήρια εἶδε.
So Baruch and Abimelech were greatly grieved, because they wished to hear in full the mysteries which he had seen.
巴錄和亞比米勒就甚是憂傷,因為他們還想聽他所見的奧祕全備地說出來。
9:24
λέγει δὲ αὐτοῖς Ἰερεμίας· Σιωπήσατε καὶ μὴ κλαίετε, οὐ μὴ γὰρ με ἀποκτείνωσιν ἕως οὗ πάντα ὅσα εἶδον διηγήσωμαι ὑμῖν.
And Jeremiah said to them: Be silent and do not weep, for they will not put me to death until I have recounted to you all the things that I have seen.
耶利米對他們說:「你們要靜默,不要哭泣,因為他們必不能殺我,等我把所看見的一切都向你們述說。」
9:25
εἶπε δὲ αὐτοῖς· Ἐνέγκατέ μοι λίθον ὧδε·
And he said to them: Bring me a stone here.
他又對他們說:「你們拿一塊石頭到這裡來。」
9:26
καὶ ἔστησεν αὐτὸν καὶ εἶπεν· Τὸ φῶς τῶν αἰώνων, ποίησον τὸν λίθον τοῦτον καθ᾽ ὁμοιότητά μου γενέσθαι ἕως οὗ πάντα ὅσα εἶδον διηγήσωμαι τῷ Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ.
And he set it up and said: O light of the ages, make this stone to become like me, until I have recounted to Baruch and Abimelech all the things that I have seen.
他把石頭立起來,說:「萬世之光啊,求你使這石頭變成我的樣式,直到我把所看見的一切都向巴錄和亞比米勒述說完了。」
9:27
τότε λίθος διὰ προστάγματος θεοῦ ἀνέλαβεν ὁμοιότητα τοῦ Ἰερεμίου.
Then the stone, by the command of God, took on the likeness of Jeremiah.
那石頭就照神的吩咐,變成了耶利米的樣式。
9:28
καὶ ἐλιθοβόλουν τὸν λίθον, νομίζοντες ὅτι Ἰερεμίας ἐστίν.
And they stoned the stone, supposing that it was Jeremiah.
他們便用石頭打那石頭,以為那是耶利米。
9:29
δὲ Ἰερεμίας πάντα παρέδωκε τὰ μυστήρια, εἶδε, τῷ Βαροὺχ καὶ τῷ Ἀβιμέλεχ, καὶ εἰθ᾽ οὕτως ἔστη ἐν μέσῳ τοῦ λαοῦ, ἐκτελέσαι βουλόμενος τὴν οἰκονομίαν αὐτοῦ.
But Jeremiah delivered all the mysteries which he had seen to Baruch and Abimelech, and then thus he stood in the midst of the people, wishing to complete his ministry.
耶利米卻把他所看見的一切奧祕,都交給了巴錄和亞比米勒,然後站在百姓中間,要成全他的職分。
9:30
τότε ἐβόησε λίθος, λέγων· μωροὶ υἱοὶ Ἰσραήλ, διὰ τί λιθοβολεῖτέ με, νομίζοντες ὅτι ἐγὼ Ἰερεμίας; ἰδοὺ Ἰερεμίας ἐν μέσῳ ὑμῶν ἵσταται.
Then the stone cried out, saying: O foolish sons of Israel, why do you stone me, supposing that I am Jeremiah? Behold, Jeremiah stands in your midst.
那石頭就喊叫說:「以色列愚昧的子孫哪,你們為甚麼用石頭打我,以為我是耶利米呢?看哪,耶利米正站在你們中間。」
9:31
ὡς δὲ εἶδον αὐτόν, εὐθέως ἔδραμον πρὸς αὐτὸν μετὰ πολλῶν λίθων, καὶ ἐπληρώθη αὐτοῦ οἰκονομία.
And when they saw him, they immediately ran upon him with many stones, and his ministry was fulfilled.
他們看見他,立刻拿著許多石頭跑到他那裡,他的職分就成全了。
9:32
καὶ ἐλθόντες Βαροὺχ καὶ Ἀβιμέλεχ, ἔθαψαν αὐτόν, καὶ λαβόντες τὸν λίθον ἔθηκαν ἐπὶ τὸ μνῆμα αὐτοῦ, ἐπιγράψαντες ἐν αὐτῷ οὕτως· οὗτός ἐστιν λίθος βοηθὸς τοῦ Ἰερεμίου.
And Baruch and Abimelech came and buried him, and taking the stone they set it upon his tomb, inscribing upon it thus: This is the stone, the helper of Jeremiah.
巴錄和亞比米勒來,葬了他,又把那石頭立在他的墳上,在上面刻著說:「這是石頭,是耶利米的幫助者。」
123456789