📜 Verbum
Scripture and the Fathers, read aloud in the original

Apocrypha › 4 Maccabees

4 Maccabees 6

Greek original · 35 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 1 other originals — side by side (Septuagint)
6:1
τοῦτον τὸν τρόπον ἀντιρρητορεύσαντα ταῖς τοῦ τυράννου παρηγορίαις παραστάντες οἱ δορυφόροι πικρῶς ἔσυραν ἐπὶ τὰ βασανιστήρια τὸν Ελεαζαρον
When Eleazar had in this manner answered the exhortations of the tyrant, the spearbearers came up, and rudely haled Eleazar to the instruments of torture.
以利亞撒這樣駁斥了暴君的勸誘,衛兵們便上前,粗暴地把他拖到刑具那裡。
6:2
καὶ πρῶτον μὲν περιέδυσαν τὸν γεραιὸν ἐγκοσμούμενον τῇ περὶ τὴν εὐσέβειαν εὐσχημοσύνῃ
And first, they stripped the old man, adorned as he was with the comeliness of piety.
他們先剝去這老人的衣服,他原是以敬虔的端莊為妝飾的。
6:3
ἔπειτα περιαγκωνίσαντες ἑκατέρωθεν μάστιξιν κατῄκιζον
Then tying back his arms and hands, they disdainfully used him with stripes;
然後從兩邊反綁他的手臂,用鞭子凌虐他;
6:4
πείσθητι ταῖς τοῦ βασιλέως ἐντολαῖς ἑτέρωθεν κήρυκος ἐπιβοῶντος
a herald opposite crying out, Obey the commands of the king.
另一邊有傳令官高聲喊著:「順從王的命令吧!」
6:5
δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς Ελεαζαρος ὥσπερ ἐν ὀνείρῳ βασανιζόμενος κατ’ οὐδένα τρόπον μετετρέπετο
But Eleazar, the high-minded and truly noble, as one tortured in a dream, regarded it not all.
但這位真正高尚尊貴的以利亞撒,雖受拷打,卻如同在夢中一般,毫不動搖。
6:6
ἀλλὰ ὑψηλοὺς ἀνατείνας εἰς οὐρανὸν τοὺς ὀφθαλμοὺς ἀπεξαίνετο ταῖς μάστιξιν τὰς σάρκας γέρων καὶ κατερρεῖτο τῷ αἵματι καὶ τὰ πλευρὰ κατετιτρώσκετο
But raising his eyes on high to heaven, the old man’s flesh was stripped off by the scourges, and his blood streamed down, and his sides were pierced through.
反倒高高地舉目望天,這老人的肉被鞭子撕裂,鮮血直流,兩肋也被刺穿。
6:7
καὶ πίπτων εἰς τὸ ἔδαφος ἀπὸ τοῦ μὴ φέρειν τὸ σῶμα τὰς ἀλγηδόνας ὀρθὸν εἶχεν καὶ ἀκλινῆ τὸν λογισμόν
And falling upon the ground, from his body having no power to support the pains, he yet kept his reasoning upright and unbending.
他仆倒在地,身體再無力承受那痛苦,但他的理性卻仍然挺立,毫不屈撓。
6:8
λάξ γέ τοι τῶν πικρῶν τις δορυφόρων εἰς τοὺς κενεῶνας ἐναλλόμενος ἔτυπτεν ὅπως ἐξανίσταιτο πίπτων
then one of the harsh spearbearers leaped upon his belly as he was falling, to force him upright.
那時有一個殘暴的衛兵,趁他仆倒之際踢踏他的腰腹,要逼他重新站起。
6:9
δὲ ὑπέμενε τοὺς πόνους καὶ περιεφρόνει τῆς ἀνάγκης καὶ διεκαρτέρει τοὺς αἰκισμούς
But he endured the pains, and despised the cruelty, and persevered through the indignities;
但他忍受著痛苦,藐視那殘暴,堅忍地承受那凌辱;
6:10
καὶ καθάπερ γενναῖος ἀθλητὴς τυπτόμενος ἐνίκα τοὺς βασανίζοντας γέρων
and like a noble athlete, the old man, when struck, vanquished his torturers.
這老人如同高貴的鬥士,雖被擊打,卻勝過了那些拷打他的人。
6:11
ἱδρῶν γέ τοι τὸ πρόσωπον καὶ ἐπασθμαίνων σφοδρῶς καὶ ὑπ’ αὐτῶν τῶν βασανιζόντων ἐθαυμάζετο ἐπὶ τῇ εὐψυχίᾳ
His countenance sweating, and he panting for breath, he was admired by the very torturers for his courage.
他面上滿是汗水,喘息劇烈,連那些拷打他的人也因他的勇毅而稱奇。
6:12
ὅθεν τὰ μὲν ἐλεῶντες τὰ τοῦ γήρως αὐτοῦ
Wherefore, partly in pity for his old age,
因此,他們有的憐憫他的老年,
6:13
τὰ δὲ ἐν συμπαθείᾳ τῆς συνηθείας ὄντες τὰ δὲ ἐν θαυμασμῷ τῆς καρτερίας προσιόντες αὐτῷ τινες τοῦ βασιλέως ἔλεγον
partly from the sympathy of acquaintance, and partly in admiration of his endurance, some of the attendants of the king said,
有的因相識而生同情,有的因欽佩他的堅忍,就有幾個王的隨從上前對他說:
6:14
τί τοῖς κακοῖς τούτοις σεαυτὸν ἀλογίστως ἀπόλλεις Ελεαζαρ
Why do you unreasonably destroy yourself, O Eleazar, with these miseries?
「以利亞撒啊,你何苦這樣不智地用這些痛苦來毀滅自己呢?
6:15
ἡμεῖς μέν τοι τῶν ἡψημένων βρωμάτων παραθήσομεν σὺ δὲ ὑποκρινόμενος τῶν ὑείων ἀπογεύεσθαι σώθητι
We will bring you some meat cooked by yourself, and do you save yourself by pretending that you have eaten swine’s flesh.
我們要拿些煮好的肉來給你,你只要假裝喫了豬肉,就可保全自己。」
6:16
καὶ Ελεαζαρος ὥσπερ πικρότερον διὰ τῆς συμβουλίας αἰκισθεὶς ἀνεβόησεν
And Eleazar, as though the advice more painfully tortured him, cried out,
以利亞撒卻彷彿因這勸告而受更深的痛苦,便高聲喊道:
6:17
μὴ οὕτως κακῶς φρονήσαιμεν οἱ Αβρααμ παῖδες ὥστε μαλακοψυχήσαντας ἀπρεπὲς ἡμῖν δρᾶμα ὑποκρίνασθαι
Let not us who are children of Abraham be so evil advised as by giving way to make use of an unbecoming pretense;
「願我們這些亞伯拉罕的子孫,絕不存這樣的惡念,以致心志軟弱,去做這不體面的假裝!
6:18
καὶ γὰρ ἀλόγιστον εἰ πρὸς ἀλήθειαν ζήσαντες τὸν μέχρι γήρως βίον καὶ τὴν ἐπ’ αὐτῷ δόξαν νομίμως φυλάσσοντες νῦν μεταβαλοίμεθα
for it were irrational, if having lived up to old age in all truth, and having scrupulously guarded our character for it, we should now turn back,
因為這實在不合理:我們既已照著真理活到老年,又一直合乎律法地守住因此而得的名聲,如今卻轉變過來,
6:19
καὶ αὐτοὶ μὲν ἡμεῖς γενοίμεθα τοῖς νέοις ἀσεβείας τύπος ἵνα παράδειγμα γενώμεθα τῆς μιαροφαγίας
and ourselves should become a pattern of impiety to the young, as being an example of pollution eating.
使我們自己成為年輕人不敬虔的樣板,作了喫不潔之物的榜樣。
6:20
αἰσχρὸν δὲ εἰ ἐπιβιώσομεν ὀλίγον χρόνον καὶ τοῦτον καταγελώμενοι πρὸς ἁπάντων ἐπὶ δειλίᾳ
It would be disgraceful if we should live on some short time, and that scorned by all men for cowardice,
我們若再多活些時日,又因怯懦被眾人嗤笑,那實在是可恥的;
6:21
καὶ ὑπὸ μὲν τοῦ τυράννου καταφρονηθῶμεν ὡς ἄνανδροι τὸν δὲ θεῖον ἡμῶν νόμον μέχρι θανάτου μὴ προασπίσαιμεν
and be condemned by the tyrant for unmanliness, by not contending to the death for our divine law.
我們若不至死捍衛我們神聖的律法,就要被暴君藐視為沒有男子氣概的人。
6:22
πρὸς ταῦτα ὑμεῖς μέν Αβρααμ παῖδες εὐγενῶς ὑπὲρ τῆς εὐσεβείας τελευτᾶτε
Wherefore do you, O children of Abraham, die nobly for your religion.
亞伯拉罕的子孫哪,你們要為敬虔高尚地赴死吧!
6:23
οἱ δὲ τοῦ τυράννου δορυφόροι τί μέλλετε
You⌃ spearbearers of the tyrant, why do you⌃ linger?
暴君的衛兵們哪,你們為何遲延呢?」
6:24
πρὸς τὰς ἀνάγκας οὕτως μεγαλοφρονοῦντα αὐτὸν ἰδόντες καὶ μηδὲ πρὸς τὸν οἰκτιρμὸν αὐτῶν μεταβαλλόμενον ἐπὶ τὸ πῦρ αὐτὸν ἀνῆγον
Beholding him so high-minded against misery, and not changing at their pity, they led him to the fire:
他們見他面對苦難如此高尚,連他們的憐憫也不能使他改變,就把他帶到火前;
6:25
ἔνθα διὰ κακοτέχνων ὀργάνων καταφλέγοντες αὐτὸν ὑπερρίπτοσαν καὶ δυσώδεις χυλοὺς εἰς τοὺς μυκτῆρας αὐτοῦ κατέχεον
then with their wickedly contrived instruments they burned him on the fire, and poured stinking fluids down into his nostrils.
在那裡用惡毒巧製的刑具焚燒他,又把惡臭的液體灌進他的鼻孔。
6:26
δὲ μέχρι τῶν ὀστέων ἤδη κατακεκαυμένος καὶ μέλλων λιποθυμεῖν ἀνέτεινε τὰ ὄμματα πρὸς τὸν θεὸν καὶ εἶπεν
And he being at length burned down to the bones, and about to expire, raised his eyes Godward, and said,
他被燒到只剩骨頭,將要昏厥之際,向神舉目,說:
6:27
σὺ οἶσθα θεέ παρόν μοι σῴζεσθαι βασάνοις καυστικαῖς ἀποθνῄσκω διὰ τὸν νόμον
You know, O God, that when I might have been saved, I am slain for the sake of the law by tortures of fire.
「神啊,你知道:我本可保全性命,卻情願為律法被火的酷刑所殺。
6:28
ἵλεως γενοῦ τῷ ἔθνει σου ἀρκεσθεὶς τῇ ἡμετέρᾳ ὑπὲρ αὐτῶν δίκῃ
Be merciful to your people, and be satisfied with the punishment of me on their account.
求你恩待你的子民,以我為他們所受的刑罰為足。
6:29
καθάρσιον αὐτῶν ποίησον τὸ ἐμὸν αἷμα καὶ ἀντίψυχον αὐτῶν λαβὲ τὴν ἐμὴν ψυχήν
Let my blood be a purification for them, and take my life in recompense for theirs.
求你使我的血成為他們的潔淨,並接納我的性命作他們的贖價。」
6:30
καὶ ταῦτα εἰπὼν ἱερὸς ἀνὴρ εὐγενῶς ταῖς βασάνοις ἐναπέθανεν καὶ μέχρι τῶν τοῦ θανάτου βασάνων ἀντέστη τῷ λογισμῷ διὰ τὸν νόμον
Thus speaking, the holy man departed, noble in his torments, and even to the agonies of death resisted in his reasoning for the sake of the law.
這聖潔的人說完這話,就在酷刑中高尚地死了,直到死亡的酷刑之際,仍為律法以理性堅持到底。
6:31
ὁμολογουμένως οὖν δεσπότης τῶν παθῶν ἐστιν εὐσεβὴς λογισμός
Confessedly, therefore, religious reasoning is master of the passions.
因此,敬虔的理性無可否認地是情慾的主宰。
6:32
εἰ γὰρ τὰ πάθη τοῦ λογισμοῦ κεκρατήκει τούτοις ἂν ἀπέδομεν τὴν τῆς ἐπικρατείας μαρτυρίαν
For had the passions been superior to reasoning, I would have given them the witness of this mastery.
因為若是情慾勝過了理性,我們就要承認情慾握有這掌權的明證了;
6:33
νυνὶ δὲ τοῦ λογισμοῦ τὰ πάθη νικήσαντος αὐτῷ προσηκόντως τὴν τῆς ἡγεμονίας προσνέμομεν ἐξουσίαν
But now, since reasoning conquered the passions, we befittingly awared it the authority of first place.
但如今既是理性勝過了情慾,我們就理當把掌權的權柄歸給理性。
6:34
καὶ δίκαιόν ἐστιν ὁμολογεῖν ἡμᾶς τὸ κράτος εἶναι τοῦ λογισμοῦ ὅπου γε καὶ τῶν ἔξωθεν ἀλγηδόνων ἐπικρατεῖ ἐπεὶ καὶ γελοῖον
And it is but fair that we should allow, that the power belongs to reasoning, since it masters external miseries.
我們理當承認權能屬於理性,因它連身外的痛苦也能勝過。
6:35
καὶ οὐ μόνον τῶν ἀλγηδόνων ἐπιδείκνυμι κεκρατηκέναι τὸν λογισμόν ἀλλὰ καὶ τῶν ἡδονῶν κρατεῖν καὶ μηδὲν αὐταῖς ὑπείκειν
Ridiculous would it be were it not so; and I prove that reasoning has not only mastered pains, but that it is also superior to the pleasures, and withstands them.
若不是這樣,那纔是荒謬的。我所要證明的,不僅是理性勝過了痛苦,更是它也能勝過快樂,絲毫不向快樂屈服。
123456789101112131415161718