📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · Greek Fathers › Letters to Serapion on the Holy Spirit

Letters to Serapion on the Holy Spirit 1 part 2/5

Greek original · 203 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:202–1:404 (1009 verses in all)

← prev partnext part →
ℹ️ This corpus has no verse-level morphological tagging. Lemmas come mainly from word-level tagging of other books in the same language (not from this verse), falling back to dictionary form-matching for the rest. Rare homographs can still be misread; verify against the original and a specialist lexicon where precision matters.
ℹ️ The Chinese and English alongside are this site's own translation, made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
1:202
καὶ διακονεῖται μὲν παρ' ἀγγέλου, ἀδιαίρετον δὲ τῆς θεότητός ἐστι, καὶ ἴδιον τοῦ λόγου
and He is ministered to by an angel, but is undivided from the Godhead, and is the Word's own.
祂是被天使所服事的,卻與神格不分,並且是話(道)自己的。
1:203
Ἐπεὶ εἰ τὸ ἀποστολικὸν προφασίζονται ῥητὸν, διὰ τὸ εἰρῆσθαι μετὰ. τὸν Χριστὸν τοὺς ἐκλεκτοὺς ἀγγέλους, εἰπάτωσαν τίς ἐκ πάντων τούτων ἐστὶν ὁ τῇ Τριάδι συντασσόμενος; Οὐ γὰρ δὴ πάντες εἷς εἰσι τῷ ἀριθμῷ·
Since, if they make a pretext of the apostolic saying—because “the elect angels” are mentioned after Christ—let them say which of all these is the one ranked with the Trinity. For surely they are not all one in number;
他們若拿那使徒的話作藉口——因為「蒙揀選的天使」是題在基督之後的——就讓他們說說,這許多天使中哪一個是與三一同列的。因為他們在數目上斷不是一個;
1:204
ἢ τίς αὐτῶν ἐστιν ὁ κατελθὼν εἰς τὸν Ἰορδάνην ἐν εἴδει περιστερᾶς; Χίλιαι γὰρ χιλιάδες εἰσὶ καὶ μύριαι μυριάδες οἱ λειτουργοῦντες
or which of them is the one who came down into the Jordan in the form of a dove? For those who minister are thousands of thousands, and myriads of myriads.
或者他們中間哪一個是那以鴿子的形狀降在約但河裏的?因為服役的有千千萬萬。
1:205
Ἢ διὰ τί, ἀνοιγομένων τῶν οὐρανῶν, οὐκ εἴρηται, Καὶ κατῆλθεν ἐκ τῶν ἐκλε κτῶν ἀγγέλων, ἀλλὰ, τὸ Πνεῦμα τὸ ἅγιον;Ἢ διὰ τί αὐτὸς ὁ Κύριος περὶ μὲν τῆς συντελείας διαλεγόμενος τοῖς μαθηταῖς, διαστέλλων μὲν ἔλεγεν·
Or why, when the heavens were opened, was it not said, “And there came down one of the elect angels,” but “the Holy Spirit”? Or why does the Lord Himself, when discoursing with the disciples concerning the consummation, in distinguishing say:
或者,當諸天開了的時候,為甚麼不說「有蒙揀選的天使中的一位降下來」,乃說「聖靈」呢?又為甚麼主自己與門徒談論末了之事、加以分別時說:
1:206
Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ; Καὶ πρὸ τούτων εἴρητο·
“The Son of man shall send forth His angels”? And before these it had been said:
「人子要差遣祂的使者」呢?在這之前又說過:
1:207
Οἱ ἄγγελοι διηκόνουν αὐτῷ. Καὶ πάλιν αὐτὸς λέγει·
“The angels ministered to Him.” And again He Himself says:
「有天使來伺候祂。」祂又親自說:
1:208
Ἐξελεύσονται οἱ ἄγγελοι. Τοῖς δὲ μαθηταῖς διδοὺς ἔλεγε Λάβετε Πνεῦμα ἅγιον· ἀποστέλλων τε αὐτοὺς ἔλεγε·
“The angels shall go forth.” But to the disciples, giving, He said, “Receive the Holy Spirit”; and sending them, He said:
「天使要出來。」可是祂賜給門徒時,說:「你們受聖靈」;又差遣他們說:
1:209
Πορευθέν τες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. Οὐ γὰρ ἄγγελον συνέτασσε τῇ θεότητι, οὐδὲ ἐν κτίσματι συνῆπτεν ἡμᾶς ἑαυτῷ τε καὶ τῷ Πατρὶ, ἀλλ' ἐν τῷ Πνεύματι τῷ ἁγίῳ, ὅπερ αὐτὸς ἐπαγγελλόμενος οὐκ εἴρηκεν ἄγγελον ἀπο στέλλειν, ἀλλὰ τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ αὐτοῦ λαμβάνει καὶ δίδοται
“Go, disciple all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit.” For He did not rank an angel with the Godhead, nor did He join us to Himself and to the Father in a creature, but in the Holy Spirit, whom He Himself, in promising, did not call an angel that He would send, but the Spirit of truth, who proceeds from the Father, and receives of Him and is given.
「你們要去,使萬民作門徒,將他們浸入父、子、聖靈的名裏。」因為祂並沒有把天使與神格同列,也沒有在一個受造之物裏將我們聯於祂自己並聯於父,乃是在聖靈裏;祂應許要差來的,並沒有稱之為天使,乃稱為真理的靈,就是從父出來、從祂領受並被賜下的。
1:210
Καὶ Μωσῆς γ' οὖν, γινώσκων τοὺς μὲν ἀγγέ λους κτίσματα, τὸ δὲ Πνεῦμα τὸ ἅγιον ἡνωμένον τῷ Υἱῷ καὶ τῷ Πατρὶ, λέγοντος αὐτῷ τοῦ Θεοῦ·
And Moses too, then, knowing that the angels are creatures, but the Holy Spirit is united with the Son and the Father, when God said to him:
摩西也是如此,他既知道眾天使是受造之物,那聖靈卻與子和父聯合,當神對他說:
1:211
Πο ρεύου, ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου εἰς τὴν γῆν, ἣν ὤμοσα τῷ Ἀβραὰμ, καὶ τῷ Ἰσαὰκ, καὶ τῷ Ἰακὼβ λέγων·
“Go, go up hence, you and your people whom you brought up out of the land of Egypt, into the land which I swore to Abraham, and to Isaac, and to Jacob, saying:
「你和你從埃及地領出來的百姓,要從這裏上去,往我向亞伯拉罕、以撒、雅各起誓所應許之地,說:
1:212
Τῷ σπέρματι ὑμῶν δώσω αὐτήν·
“To your seed will I give it”;
我要把這地賜給你的後裔」;
1:213
Χαναναῖον· παραιτεῖται λέγων·
“a Canaanite...”—he begs off, saying:
「……迦南人」——摩西卻推辭說:
1:214
Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μή με ἀναγάγῃς ἐντεῦθεν. Οὐκ ἐβούλετο γὰρ κτίσμα προηγεῖσθαι τοῦ λαοῦ, ἵνα μὴ μάθωσι λατρεύειν τῇ κτίσει παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν
“If You Yourself do not go with us, bring me not up hence.” For he did not wish a creature to lead the people, lest they should learn to serve the creation rather than God who created all things.
「你若不親自與我們同去,就不要把我們從這裏領上去。」因為他不願一個受造之物來引領百姓,免得他們學會去事奉受造之物,過於那創造萬有的神。
1:215
Ἀμέλει, τὸν ἄγγελον παραιτησάμενος, παρεκάλει αὐτὸν τὸν Θεὸν καθηγεῖσθαι αὐ τῶν
Indeed, having begged off from the angel, he besought God Himself to lead them.
他確實推辭了那天使,懇求神自己引領他們。
1:216
Τοῦ δὲ Θεοῦ ἐπαγγειλαμένου καὶ εἰπόντος πρὸς αὐτόν·
And when God had promised and said to him:
神既應許並對他說:
1:217
Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω·
“This also that you have spoken, this word, will I do;
「你所說的這話,我也要行;
1:218
εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας· γέγραπται ἐν τῷ Ἡσαΐᾳ·
“for you have found grace before Me, and I know you above all”—it is written in Isaiah:
因為你在我面前蒙了恩,並且我知道你超過眾人」——以賽亞書中記著:
1:219
Ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων·
“He that brought up out of the earth the shepherd of the sheep;
「那把群羊的牧人從地裏領上來的;
1:220
ποῦ. ἐστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀναγα γὼν τῇ δεξιᾷ Μωσῆν; καὶ μετ' ὀλίγα φησί·
“where is He that put the Holy Spirit in them, He that led Moses up by His right hand?” And a little after he says:
那把聖靈放在他們中間、用右手領摩西上去的,在哪裏呢?」過了不久他又說:
1:221
Κατέβη Πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτούς
“The Spirit came down from the Lord, and led them.
「主的靈降下,引導了他們。
1:222
Οὕτως ἤγαγες τὸν λαόν σου ποιήσας σεαυτῷ ὄνομα δόξης· τίς ἐκ τούτων οὐ συνορᾷ τὴν ἀλήθειαν; Τοῦ γὰρ Θεοῦ ἐπαγγειλαμένου καθηγεῖσθαι, ἰδοὺ οὐκ ἔτι ἄγγελον ἐπαγγέλλεται πέμπειν, ἀλλὰ τὸ Πνεῦμα αὐτοῦ, ὅ ἐστιν ὑπὲρ τοὺς ἀγγέλους, καὶ αὐτὸ καθ ηγούμενόν ἐστι τοῦ λαοῦ
“So You led Your people, making for Yourself a name of glory.” Who, from these, does not perceive the truth? For when God promised to lead, behold, He no longer promises to send an angel, but His Spirit, which is above the angels, and it is itself leading the people.
你這樣引導你的百姓,為自己立了榮耀的名。」由這些話,誰不看出真理來呢?因為神既應許要引領,看哪,祂就不再應許差遣一個天使,乃應許差祂的靈,這靈是在眾天使之上的,並且是祂自己在引領百姓。
1:223
Καὶ δείκνυται, ὅτι οὐ τῶν κτισμάτων, οὐδὲ ἄγγελός ἐστι τὸ Πνεῦμα, ἀλλὰ ἄνω τῆς κτίσεώς ἐστιν, ἡνωμένον τῇ θεότητι τοῦ Πατρός
And it is shown that the Spirit is not of the creatures, nor is it an angel, but is above the creation, united with the Godhead of the Father.
這就顯明那靈不是屬受造之物的,也不是天使,乃是在受造之物以上,與父的神格聯合。
1:224
Αὐτὸς γὰρ ὁ Θεὸς διὰ τοῦ Λόγου ἐν Πνεύματι καθηγεῖτο τοῦ λαοῦ·
For God Himself, through the Word, in the Spirit, was leading the people;
因為神自己藉著話(道)、在那靈裏,引領著百姓;
1:225
ὅθεν καὶ διὰ πάσης τῆς Γραφῆς φησιν·
whence also throughout all Scripture He says:
因此祂在全本聖經中說:
1:226
Ἐγὼ ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου·
“I brought you up out of the land of Egypt;
「我把你們從埃及地領上來;
1:227
μάρτυρες ὑμεῖς ἐστε, εἰ Θεὸς ἦν ἀλλότριος ἐν ὑμῖν πλὴν ἐμοῦ. Καὶ οἱ ἅγιοι δὲ προσφωνοῦσι τῷ Θεῷ·
“you are witnesses, whether there was a strange god among you besides Me.” And the saints address God:
你們是見證人,看在你們中間除我以外,是否有別神。」眾聖徒也向神宣告說:
1:228
Ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου· καὶ, Ὡδήγησεν αὐτοὺς Κύριος ἐπ' ἐλπίδι, καὶ οὐκ ἐδειλίασαν. Τούτῳ καὶ τὸν ὕμνον ἀνατιθέασι λέγοντες·
“You led Your people like sheep”; and, “The Lord led them in hope, and they feared not.” To Him also they ascribe the hymn, saying:
「你引導你的百姓如同羊群」;又說:「主領他們在盼望中,他們就不懼怕。」他們也把頌讚歸給祂,說:
1:229
Τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν τῇ ἐρήμῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.Ὁ δὲ μέγας Μωσῆς συνεχῶς διηγεῖται·
“To Him who led His people through the wilderness, for His mercy endures for ever.” And the great Moses continually relates:
「稱謝那位領祂百姓經過曠野的,因祂的慈愛永遠長存。」那偉大的摩西也屢次述說:
1:230
Κύριος ὁ Θεὸς ὁ προπορευόμενος πρὸ προσώπου ὑμῶν. Τὸ ἄρα τοῦ Θεοῦ Πνεῦμα οὐκ ἂν εἴη ἄγγελος, οὐδὲ κτίσμα, ἀλλ' ἴδιον τῆς θεότητος αὐτοῦ
“The Lord your God who goes before your face.” The Spirit of God, therefore, would not be an angel, nor a creature, but proper to His Godhead.
「耶和華你的神,是在你們前面行走的。」所以,神的靈絕不會是天使,也不是受造之物,乃是屬於祂神格的。
1:231
Τοῦ γὰρ Πνεύ ματος ὄντος ἐν τῷ λαῷ, ὁ Θεὸς δι' Υἱοῦ ἐν Πνεύματι ἦν ἐν αὐτοῖς
For the Spirit being in the people, God through the Son in the Spirit was in them.
因為那靈既在百姓中間,神就藉著子、在那靈裏,在他們中間。
1:232
Ἀλλ' ἔστω ταῦτα, φασὶ καὶ αὐτοί·
“But let this be so,” they themselves also say;
他們自己也說:「就算這樣吧;
1:233
διὰ τί οὖν ὁ Ἀπόστολος μετὰ τὸν Χριστὸν οὐκ ὠνόμασε τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοὺς ἐκλεκτοὺς ἀγγέλους; Τὸ αὐτὸ δ' ἄν τις αὐτοὺς ἐρωτήσειε·
“why then did the Apostle, after Christ, not name the Holy Spirit, but the elect angels?” One might ask them the very same thing:
那麼,使徒在基督之後為甚麼不題聖靈,反倒題蒙揀選的天使呢?」人也可以拿同樣的話問他們:
1:234
Ἰδοὺ γὰρ παρὰ μὲν τῷ Ἡσαΐᾳ γέγραπται·
for behold, in Isaiah it is written:
因為看哪,以賽亞書中記著:
1:235
Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα·
“Draw near to Me, and hear these things;
「你們要就近我來,聽這些話;
1:236
Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ. λελάληκα·
“From the beginning I have not spoken in secret;
我從起頭並未在隱密處說話;
1:237
ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην·
“when it came to pass, there was I;
事情成就的時候,我就在那裏;
1:238
καὶ νῦν Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ· παρὰ δὲ τῷ Ἀγγαίῳ·
“and now the Lord has sent me, and His Spirit.” And in Haggai:
現在主耶和華差遣了我,並祂的靈。」在哈該書中:
1:239
Καὶ νῦν κατίσχυε Ζοροβάβελ, λέγει Κύριος, καὶ κατίσχυε Ἰησοῦ ὁ τοῦ Ἰωσεδὲκ, ὁ ἱερεὺςὁ μέγας, λέγει Κύριος
“And now be strong, O Zerubbabel, says the Lord; and be strong, O Joshua son of Jozadak, the high priest, says the Lord;
「耶和華說:所羅巴伯啊,現在你要剛強;耶和華說:約撒答的兒子大祭司約書亞啊,你也要剛強;
1:240
Καὶ κατισχυέτω πᾶς ὁ λαὸς τῆς γῆς, λέγει Κύριος·
“and let all the people of the land be strong, says the Lord;
耶和華說:這地的眾百姓,你們都當剛強;
1:241
καὶ ποιεῖτε, διότι μεθ' ὑμῶν ἐγώ εἰμι, λέγει Κύριος παντοκράτωρ, καὶ τὸ Πνεῦμά μου ἐφέστηκεν ἐν μέσῳ ὑμῶν. Καὶ παρ' ἀμφοτέροις τοῖς προφήταις περὶ μόνου τοῦ Κυρίου καὶ τοῦ Πνεύματος μνήμη γέγονε
“and work, for I am with you, says the Lord Almighty, and My Spirit abides in your midst.” And in both these prophets the mention is made only of the Lord and of the Spirit.
你們要作工,因為我與你們同在,這是萬軍之耶和華說的,並我的靈也住在你們中間。」在這兩位先知書中,所題的都只有主和那靈。
1:242
Τί τοίνυν καὶ περὶ τού του φήσουσιν; Εἰ γὰρ, ἐπειδὴ τοῦ Χριστοῦ μνημονεύσας ὁ Παῦλος περὶ μὲν τοῦ Πνεύματος ἐσιώπησε, τῶν δὲ ἐκλεκτῶν ἀγγέλων ἐμνημόνευσε, διὰ τοῦτο ἐν ἀγγέλοις τὸ Πνεῦμα συντάττουσιν·
What, then, will they say also concerning this? For if, because Paul, having made mention of Christ, was silent concerning the Spirit but mentioned the elect angels, they on this account rank the Spirit among the angels;
那麼,他們對這事又要怎麼說呢?因為他們若因保羅題到基督、卻對那靈緘默不言、反題蒙揀選的天使,就憑此把那靈列在眾天使之中;
1:243
ὥρα, καὶ τοῖς προφητικοῖς τούτοις ἐντυγχάνοντας, τολμηρότερον αὐτοὺς διαλογίζεσθαι καὶ περὶ τοῦ σεσιωπημένου
it were time for those who light upon these prophetic passages too to reason more boldly even concerning the One passed over in silence.
那麼,那些讀到這些先知書段落的人,也就該對那被略而不題的一位,更放膽地推斷一番了。
1:244
Ἄν τε γὰρ τὸν Κύριον εἶναι, φήσουσιν εἶναι τὸν Υἱὸν, τί ἂν εἴποιεν περὶ τοῦ Πατρός; ἄν τε τὸν Πατέρα εἴπωσι, τί ἂν εἴποιεν περὶ τοῦ Υἱοῦ; Τὴν γὰρ ἀκολουθοῦσαν κατ' ἐκείνους δυσφημίαν μηδὲ λογίσασθαί τινα γένοιτο·
For whether they say the “Lord” to be the Son, what would they say concerning the Father? Or whether they say the Father, what would they say concerning the Son? For may it not be that anyone should even reckon the blasphemy that follows according to them;
因為他們若說「主」是子,那麼論到父他們要怎麼說呢?他們若說是父,那麼論到子他們又要怎麼說呢?但願沒有人會去細想照他們所推下去的那種褻瀆;
1:245
ἀνάγκη γὰρ αὐτοὺς εἰπεῖν, ἢ ὅτι οὐκ ἔστιν, ἢ τοῖς ποιήμασι συναριθμεῖν τὸ σεσιωπη μένον
for they must say either that He does not exist, or else number among the things made the One passed over in silence.
因為他們勢必要說,那被略而不題的一位或是不存在,或是要把祂列在受造之物中。
1:246
Τί δ' ἂν εἴποιεν, ἐὰν ἀκούσουσι καὶ τοῦ Κυρίου λέγοντος·
But what would they say, if they should hear also the Lord saying:
可是他們若聽見主也說:
1:247
Θεὸν ὠνόμασεν ἄνθρωπον, ὁ Υἱός ἐστιν οὗτος ὁ ἄνθρωπος, ὃν οὐκ ἐν ετράπη ὁ ἄδικος κριτής;Ἢ ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνό μασε τὸν ἄνθρωπον, τρίτος ἐστὶν ὁ Υἱὸς μετὰ τὸν ἄνθρωπον, καὶ τέταρτον τὸ Πνεῦμα τὸ ἅγιον; Τί δὲ ἄρα, ἐὰν καὶ τοῦ Ἀποστόλου ἐν τῇ αὐτῇ ἐπιστολῇ πάλιν λέγοντος ἀκούσωσι·
“He named a man God”—the Son is this man, whom the unjust judge did not regard? Or, because after God He named the man, is the Son third after the man, and the Holy Spirit fourth? And what then, if they should hear the Apostle also, in the same epistle, again saying:
「祂稱一個人為神」——這人就是子,是那不義的審判官所不顧念的麼?又因為祂在神之後題到這人,難道子就是排在這人之後的第三位,聖靈就成了第四位麼?那麼,他們若也聽見使徒在同一封書信中再說:
1:248
Παραγγέλλω σοι ἐνώπιον τοῦ Θεοῦ τοῦ ζωογονοῦντος τὰ πάντα, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου, τὴν καλὴν ὁμολογίαν, τηρῆσαί σε τὴν ἐντολὴν ἄσπιλον, ἀνεπίληπτον; Ἆρα οὖν, ἐπειδὴ σεσιώπηκε νῦν περὶ ἀγγέλων καὶ Πνεύματος, ἀμφιβάλλουσι περὶ Πνεύματος, εἰ ἔστι, καὶ περὶ ἀγγέλων, εἴ εἰσι; Ναὶ ἀμφιβάλλουσιν ἕως τοιαῦτα δυσφημεῖν περὶ τοῦ Πνεύματος μεμελετήκασιν
“I charge you before God who quickens all things, and Christ Jesus, who before Pontius Pilate witnessed the good confession, that you keep the commandment without spot, without reproach”—then, because he has now kept silence concerning angels and the Spirit, do they doubt concerning the Spirit, whether it exists, and concerning angels, whether they exist? Yes, they doubt, until they have so practised blaspheming concerning the Spirit.
「我在那叫萬物生活的神面前,並在那向本丟彼拉多作過美好見證的基督耶穌面前囑咐你,要守這命令,毫不玷污,無可指摘」——那麼,因他這裏對天使和那靈緘默不言,他們就要懷疑那靈是否存在、天使是否存在麼?是的,他們確是懷疑,直到他們竟練習出這樣褻瀆那靈的地步。
1:249
Ἐὰν δὲ ἀκούσωσι τῆς Γραφῆς λεγούσης ἐν τῇ Ἐξόδῳ, Ἐφοβήθη. δὲ ὁ λαὸς τὸν Κύριον, καὶ ἐπίστευσαν τῷ Θεῷ, καὶ Μωσῇ, τῷ θεραπόντι αὐτοῦ, ἆρα συναριθμήσουσι τῷ Θεῷ τὸν Μωσῆν, καὶ μετὰ τὸν Θεὸν οὐ νοήσουσι τὸν Υἱὸν, ἀλλὰ μόνον τὸν Μωσῆν; Τί δὲ, ἐὰν ἀκού σωσι καὶ τοῦ πατριάρχου Ἰακὼβ εὐλογοῦντος τὸν Ἰωσὴφ καὶ λέγοντος·
And if they should hear the Scripture saying in Exodus, “And the people feared the Lord, and believed God, and Moses His servant,” will they then number Moses with God, and after God not understand the Son, but Moses only? And what, if they should hear also the patriarch Jacob blessing Joseph and saying:
他們若聽見出埃及記中的經文說:「百姓敬畏耶和華,又信服神和祂的僕人摩西」,難道他們就要把摩西與神同數,並在神之後不認得子,反倒只認得摩西麼?又如何呢,他們若聽見族長雅各祝福約瑟,說:
1:250
Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης·
“The God who has fed me from my youth until this day;
「那從我幼年到今日牧養我的神;
1:251
ὁ ἄγγελος ὁ ῥυό μενός με ἐκ πάντων τῶν κακῶν εὐλογήσαι τὰ παιδία ταῦτα; Ἆρα, ἐπειδὴ μετὰ τὸν Θεὸν ὠνόμασεν ἄγγελον, πρῶτός ἐστιν ὁ ἄγγελος τοῦ Υἱοῦ, ἢ ἀγγέλοις συναριθμεῖται ὁ Υἱός; Ναὶ, πάλιν οὕτω νοήσουσι, διεφθαρμένην ἔχοντες τὴν καρδίαν
“the angel who has delivered me out of all evils, bless these children”? Then, because after God he named an angel, is the angel first before the Son, or is the Son numbered with angels? Yes, again they will so understand, having a corrupted heart.
那救贖我脫離一切患難的使者,賜福與這兩個童子罷」?那麼,因他在神之後題了天使,難道天使就排在子之先,或子被與眾天使同數麼?是的,他們又要這樣領會,因他們的心是敗壞的。
1:252
Ἀλλ' οὐχ ἡ ἀποστολικὴ πίστις ἐστὶ τοιαύτη, οὐδ' ὅλως Χριστιανὸς ἀνάσχοιτο ἂν τούτων
But the apostolic faith is not of such a kind, nor would any Christian at all endure these things.
可是使徒的信仰並不是這樣的,也斷沒有一個基督徒能容忍這些事。
1:253
Ἡ γὰρ ἁγία καὶ μακαρία Τριὰς, ἀδιαίρετος καὶ ἡνωμένη πρὸς ἑαυτήν ἐστι·
For the holy and blessed Trinity is indivisible and united in itself;
因為那神聖蒙福的三一是不能分割、且在自身裏聯為一的;
1:254
καὶ λεγομένου τοῦ Πατρὸς, πρόσεστι καὶ ὁ τούτου Λόγος καὶ τὸ ἐν τῷ Υἱῷ Πνεῦμα
and when the Father is named, there is present also His Word, and the Spirit that is in the Son.
當父被題名時,祂的話(道)也就在其中,那在子裏的靈也在其中。
1:255
Ἐὰν δὲ καὶ ὁ Υἱὸς ὀνομάζηται, ἐν τῷ Υἱῷ ἐστιν ὁ Πατὴρ, καὶ τὸ Πνεῦμα οὐκ ἔστιν ἐκτὸς τοῦ Λόγου
And if the Son also is named, the Father is in the Son, and the Spirit is not outside the Word.
若子也被題名,父就在子裏,那靈也不在話(道)以外。
1:256
Μία γάρ ἐστιν ἐκ τοῦ Πατρὸς χάρις δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ πληρουμένη·
For there is one grace, from the Father, fulfilled through the Son in the Holy Spirit;
因為恩典是一個,是從父、藉著子、在聖靈裏成全的;
1:257
καὶ μία θεότης ἐστὶ, καὶ εἷς Θεός ἐστιν ὁ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν
and there is one Godhead, and there is one God, who is over all, and through all, and in all.
神格是一個,神也是一位,就是那超乎萬有之上、貫乎萬有之中、在眾人之內的。
1:258
τοὺς δὲ ἐκλεκτοὺς ἀγγέλους συνεπήγαγεν εἰκότως, ἵνα, ἐπειδὴ διαμαρτυρία ἦν τῷ μαθητῇ λεγομένη, γινώσκων, ὡς τὰ μὲν λεγόμενα παρὰ Θεοῦ διὰ Χριστοῦ ἐν Πνεύματι λελάληται, οἱ δὲ ἄγγελοι δια κονοῦσι τὰ παρ' ἡμῶν, ἐπισκοποῦντες τὰς ἑκάστου πράξεις, φυλάξῃ τὰς τοῦ διδασκάλου παραινέσεις, ὡς ἔχων τοὺς ἐφορῶντας τῶν λεγομένων μάρτυρας
And the elect angels he fittingly brought in along with them, in order that—since it was a solemn charge being spoken to the disciple—knowing that, whereas the things spoken are uttered from God through Christ in the Spirit, the angels minister the things from us, watching over the deeds of each, he might guard the exhortations of his teacher, as having those who oversee as witnesses of the things spoken.
他把蒙揀選的天使一同帶進來,原是合宜的,乃是要叫那門徒——因為向他所說的乃是鄭重的囑咐——知道:所說的話固然是從神、藉著基督、在那靈裏發出的,眾天使卻是服事屬我們的事,鑒察各人的行為;好叫他能持守他教師的勸勉,因知有那些鑒察的,作他所聽之話的見證人。
1:259
Ἣ τάχα καὶ διὰ τοὺς διὰ παντὸς θεωροῦντας τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς, δια μαρτύρεται νῦν ἀγγέλους, ἕνεκάγε τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ἵνα, γινώσκων ὁ μαθητὴς τοὺς κηδεμόνας τῶν λαῶν, μὴ ἀμελήσῃ τῶν παραινέσεων τοῦ Ἀποστόλου
Or perhaps it is also on account of those who continually behold the face of the Father who is in the heavens that he now solemnly invokes angels, even for the sake of the little ones in the Church, in order that the disciple, knowing the guardians of the peoples, might not neglect the exhortations of the Apostle.
或者,也是因為那些常見父面、就是那在諸天之上之父面的天使,他如今才鄭重地題到天使,也是為著教會中那些微小者的緣故,叫那門徒知道有眾民的看顧者,就不致疏忽使徒的勸勉。
1:260
Τῶν μὲν οὖν θείων λογίων τοιοῦτος ὁ νοῦς ἐμοὶ φαίνεται, διελέγχων τὴν τῶν ἀλόγων κατὰ τοῦ Πνεύματος δυσφημίαν·
Such, then, is the sense of the divine oracles, as it appears to me, refuting the blasphemy of the unreasoning men against the Spirit;
那麼,神聖言語的意義,照我所見的,就是如此,足以駁斥那些無理之人對那靈的褻瀆;
1:261
αὐτοὶ δὲ τὴν φιλονεικίαν ἔμμονον ἔχοντες πρὸς τὴν ἀλήθειαν, ὡς γράφεις, οὐκέτι μὲν ἀπὸ τῶν Γραφῶν ( οὐχ εὑρίσκουσι γὰρ), ἀπὸ δὲ τοῦ περισσεύματος τῆς καρδίας τῆς ἰδίας ἐρευγόμενοι, πάλιν φάσκουσιν·
but they, having their contentiousness persistent against the truth, as you write, no longer from the Scriptures (for they do not find it there), but belching forth from the abundance of their own heart, again assert:
可是他們,正如你所寫的,對真理懷著頑固的爭辯之心,不再從聖經(因為他們在那裏找不著),乃從自己心裏所充滿的發出來,又斷言說:
1:262
Εἰ μὴ κτίσμα ἐστὶ, μηδὲ τῶν ἀγ γέλων εἷς ἐστιν, ἀλλ' ἐκ τοῦ Πατρὸς ἐκπορεύεται·
“If it is not a creature, nor one of the angels, but proceeds from the Father,
「那靈若不是受造之物,也不是眾天使中的一個,乃是從父出來的,
1:263
οὐκοῦν Υἱός ἐστι καὶ αὐτὸ, καὶ δύο ἀδελφοί εἰσιν αὐτό τε καὶ ὁ Λόγος
“then it too is a Son, and they are two brothers—it and the Word.”
那麼祂也是子,並且祂和話(道)就是兩個弟兄了。」
1:264
Καὶ εἰ ἀδελφός ἐστι, πῶς μονο γενὴς ὁ Λόγος, ἢ πῶς οὐκ ἴσοι, ἀλλ' ὁ μὲν μετὰ τὸν Πατέρα, τὸ δὲ μετὰ τὸν Υἱὸν ὀνομάζεται; Πῶς δὲ, εἰ ἐκ τοῦ Πατρός ἐστιν, οὐ λέγεται καὶ αὐτὸ γε γεννῆσθαι, ἢ ὅτι Υἱός ἐστιν, ἀλλ' ἁπλῶς Πνεῦμα ἅγιον; Εἰ δὲ τοῦ Υἱοῦ ἐστι τὸ Πνεῦμα, οὐκοῦν πάππος ἐστὶν ὁ Πατὴρ τοῦ Πνεύματος
“And if it is a brother, how is the Word only-begotten, or how are they not equal, but the one is named after the Father, and the other after the Son? And how, if it is from the Father, is it not also said to have been begotten, or that it is a Son, but simply 'Holy Spirit'? And if the Spirit is of the Son, then the Father is grandfather of the Spirit.”
「祂若是弟兄,話(道)怎能是獨生的呢,或他們怎能不是同等的,反倒一個是題在父之後,一個是題在子之後呢?又如何,祂若是從父出來的,怎麼不也說祂是被生的,或說祂是子,反倒單說『聖靈』呢?那靈若是子的,那麼父就是那靈的祖父了。」
1:265
Τοιαῦτα παί ζουσιν οἱ ἄτιμοι, περιεργαζόμενοι καὶ θέλοντες ἐρευνᾷν τὰ βάθη τοῦ Θεοῦ,ἃ μηδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ δυσφημούμενον ὑπ' αὐτῶν
Such things do the dishonourable men make sport with, busying themselves and wishing to search out the deep things of God, which no one knows save the Spirit of God—the very One being blasphemed by them;
這些卑下的人就是這樣戲耍,多管閒事,想要探究神深奧的事,這事除了神的靈以外無人能知——就是那被他們所褻瀆的那一位;
1:266
εἰ ὁ Πατὴρ ἐκ πατρός ἐστι, καὶ εἰ ἄλλος σὺν αὐτῷ γεγέννηται, καί εἰσιν ἀδελφοὶ ἐξ ἑνὸς, καὶ τί ὄνομα αὐτοῖς, καὶ τίς ὁ καὶ τούτων Πατὴρ καὶ πάππος, κἀκείνων οἱ πρόγονοι; Ἀλλ' οὐκ εἶναι φήσουσι
whether the Father is from a father, and whether another has been begotten together with Him, and there are brothers from one, and what is their name, and who again is the Father and grandfather even of these, and who are the forefathers of those? But they will say there are none.
就如:父是否從一位父而出,是否另有一位與祂一同被生,是否有從一位而出的眾弟兄,他們名叫甚麼,這些位格的父和祖父又是誰,那些位格的列祖又是誰?可是他們必說沒有。
1:267
Πῶς οὖν Πατὴρ, λεγέτωσαν, αὐτὸς μὴ γενόμενος ἐκ Πατρός;Ἢ πῶς ἠδυνήθη Υἱὸν ἔχειν, μὴ πρότερον αὐτὸς Υἱὸς γεννηθείς; Οἶδα, ὅτι ἀσεβὴς ἡ ἐρώτησις·
How then is He Father—let them say—Himself not having come to be from a Father? Or how was He able to have a Son, not having Himself first been begotten a Son? I know that the question is impious;
那麼,讓他們說說,祂既不是從一位父而出,怎能是父呢?或祂自己若未曾先被生為子,怎能有一位子呢?我知道這問題是不敬虔的;
1:268
ἀλλὰ τοιαῦτα παίζοντας αὐτοὺς παίζειν δίκαιον, ἵνα κἂν ἐκ τῆς τοιαύτης ἀτοπίας καὶ ἀσεβοῦς ἐρωτήσεως αἰσθάνεσθαι τῆς ἰδίας ἀφροσύνης δύνωνται
but it is just to make sport with them who make such sport, that even from such absurdity and impious questioning they may be able to perceive their own folly.
但對那些這樣戲耍的人,照樣與他們戲耍,乃是公道的,好叫他們即或從這樣的荒謬與不敬虔的問題裏,也能察覺出自己的愚妄來。
1:269
οὐδ' οὕτως ἐρωτᾷν περὶ τῆς θεότητος πρέπει
Nor is it fitting in this way to ask concerning the Godhead.
用這樣的方式來查問神格,也是不合宜的。
1:270
Οὐκ ἔστι γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, ἵνα καὶ ἀνθρώπινα περὶ αὐτοῦ τις τολμήσῃ ἐρωτᾷν
For God is not as man, that anyone should dare to ask human things concerning Him.
因為神並不像人,沒有人敢拿屬人的事來查問祂。
1:271
Σιωπᾷν μὲν οὖν, ὡς προεῖπον, ἐπὶ τούτοις, καὶ μὴ προσποιεῖσθαι τοὺς τοιούτους ἔδει·
To keep silence, then, as I said before, in these matters, and not to take notice of such men, were the proper course;
那麼,正如我先前所說,對這些事保持緘默,不去理會這樣的人,本是上策;
1:272
ἵνα δὲ μὴ ἡ ἡμῶν σιωπὴ πρόφασιν ἀναισχυντίας αὐτοῖς ἐμποιήσῃ, ἀκουέτωσαν·
but lest our silence should furnish them an occasion for shamelessness, let them hear:
但恐怕我們的緘默反給他們無恥的藉口,就讓他們聽著:
1:273
Ὥσπερ οὐκ ἔστιν ἐπὶ τοῦ Πατρὸς εἰπεῖν πατέρα, οὕτως οὐκ ἔστιν ἐπὶ τοῦ Υἱοῦ εἰπεῖν ἀδελφόν
Just as it is not possible to speak of a father in the case of the Father, so it is not possible to speak of a brother in the case of the Son.
正如在父的事上不能說祂另有一位父,照樣在子的事上也不能說祂另有一位弟兄。
1:274
Τοῦ μὲν γὰρ Πατρὸς, ὡς γέ γραπται ἔμπροσθεν, ἄλλος Θεὸς οὐ γέγονεν·
For of the Father, as has been written above, no other God came to be;
因為論到父,正如上文所寫的,並沒有別的神出現;
1:275
διὸ καὶ μόνος καὶ εἷς ὁ Πατὴρ, μόνου καὶ ἑνὸς Υἱοῦ Πα τήρ ἐστι·
wherefore the Father also is alone and one, the Father of an only and one Son;
所以父也是獨一無二的,是那獨一無二之子的父;
1:276
καὶ ἐπὶ μόνης τῆς θεότητος τὸ Πατὴρ καὶ τὸ Υἱὸς ἕστηκεν ἀεὶ καὶ ἔστι
and in the case of the Godhead alone do the “Father” and the “Son” stand fast always and abide.
並且惟獨在神格的事上,「父」和「子」才永遠堅立常存。
1:277
Τῶν μὲν γὰρ ἀνθρώπων εἰ πατὴρ λέγεταί τις, ἀλλ' ἑτέρου γέγονεν υἱός·
For of men, if anyone is called a father, yet he became the son of another;
因為論到人,若有人被稱為父,他卻也曾是另一人的兒子;
1:278
καὶ εἰ υἱὸς λέγεται, ἀλλ' ἑτέρου γέγονε πα τήρ·
and if he is called a son, yet he became the father of another;
若被稱為兒子,他卻也成了另一人的父;
1:279
ὥστε ἐπ' ἀνθρώπων μὴ σώζεσθαι κυρίως τὸ πατρὸς καὶ υἱοῦ ὄνομα
so that among men the name of father and of son is not preserved in the strict sense.
因此在人中間,父與子的名稱並不能嚴格地(按本義)保全。
1:280
Ἀβραὰμ γοῦν, υἱὸς ὢν τοῦ Θάῤῥου, πατὴρ γέγονε τοῦ Ἰσαάκ·
Abraham, at any rate, being the son of Terah, became the father of Isaac;
至少亞伯拉罕是他拉的兒子,卻成了以撒的父;
1:281
καὶ Ἰσαὰκ, υἱὸς ὢν τοῦ Ἀβραὰμ, πατὴρ γέγονε τοῦ Ἰακώβ·
and Isaac, being the son of Abraham, became the father of Jacob;
以撒是亞伯拉罕的兒子,卻成了雅各的父;
1:282
καὶ τοῦτον τὸν τρόπον ἡ φύσις τῶν ἀνθρώπων ἔχει·
and in this manner is the nature of men;
人的性情就是這樣;
1:283
καὶ ἕκαστος γεννώμενος ἔχει τοῦ πατρὸς μέρος, ἵνα καὶ αὐτὸς ἑτέρου γένη ται πατήρ
and each one being begotten has a part of the father, in order that he too may become the father of another.
並且各人既是被生的,就承受了父的一分,好叫他自己也能作另一人的父。
1:284
Ἐπὶ δὲ τῆς θεότητος οὐκ ἔστιν οὕτως
But in the case of the Godhead it is not so.
可是在神格的事上卻不是這樣。
1:285
Οὐ γὰρ ὡς ἄνθρωπος ὁ Θεὸς, οὐδὲ μεριζομένην ἔχει φύσιν·
For God is not as man, nor has He a divided nature;
因為神並不像人,也沒有可分割的性質;
1:286
διὸ οὐδὲ γεννᾷ Υἱὸν μεριζόμενος, ἵνα καὶ αὐτὸς γένηται Πατὴρ ἑτέρου, ἐπεὶ μηδ' αὐτός ἐστιν ἐκ Πατρός·
wherefore neither does He beget a Son by being divided, that He too should become the father of another, since neither is He Himself from a Father;
所以祂也不是藉著被分割而生子,叫祂自己也成為另一位的父,因為祂自己也不是從一位父而出的;
1:287
οὔτε ὁ Υἱὸς δὲ μέρος ἐστὶ τοῦ Πα τρός·
nor is the Son a part of the Father;
子也不是父的一部分;
1:288
διὸ καὶ οὐδὲ γεννᾷ, ὥσπερ γεγέννηται αὐτὸς, ἀλλὰ ὅλος ἐστὶν ὅλου εἰκὼν καὶ ἀπαύγασμα·
wherefore neither does He beget, as He Himself was begotten, but He is whole the image and effulgence of the Whole;
所以祂也不像祂自己被生那樣去生子,乃是全然作那全然者的像與光輝;
1:289
καὶ ἐπὶ τῆς θεότητος μόνης ὁ Πατὴρ κυρίως ἐστὶ Πατήρ·
and in the case of the Godhead alone is the Father in the strict sense Father;
並且惟獨在神格的事上,父才是嚴格意義上(按本義)的父;
1:290
καὶ ὁ Υἱὸς, κυρίως Υἱός ἐστιν·
and the Son is in the strict sense Son;
子也是嚴格意義上(按本義)的子;
1:291
καὶ ἐπὶ τού των ἕστηκε τὸ Πατὴρ ἀεὶ Πατὴρ, καὶ τὸ Υἱὸς ἀεὶ Υἱός
and in their case stands fast that the Father is always Father, and the Son always Son.
在他們的事上,乃是堅立不移的:父永遠是父,子永遠是子。
1:292
Καὶ ὥσπερ οὐκ ἂν εἴη ποτὲ ὁ Πατὴρ Υἱὸς, οὕτως οὐκ ἄν ποτε γένοιτο ὁ Υἱὸς Πατήρ
And just as the Father could never be Son, so the Son could never become Father.
正如父絕不能成為子,照樣子也絕不能成為父。
1:293
Καὶ ὥσπερ οὐ παύσεταί ποτε ὁ Πατὴρ μόνος ὢν Πατὴρ, οὕτως οὐ παύσεταί ποτε ὁ Υἱὸς μόνος ὢν Υἱός
And just as the Father will never cease being alone Father, so the Son will never cease being alone Son.
正如父絕不止息其為獨一的父,照樣子也絕不止息其為獨一的子。
1:294
Μανία ἄρα κἂν ὅλως ἐνθυμεῖσθαι καὶ λέγειν ἐπὶ μὲν Υἱοῦ ἀδελφὸν, ἐπὶ δὲ Πατρὸς τὸ πάππου ὄνομα
It is madness, therefore, even at all to think and to say, in the case of the Son, “brother,” and in the case of the Father, the name of “grandfather.”
所以,連這樣去設想並去說——在子的事上說「弟兄」,在父的事上說「祖父」這名稱——都是瘋狂。
1:295
Οὐδὲ γὰρ ὠνομάσθη ἐν ταῖς Γραφαῖς υἱὸς τὸ Πνεῦμα, ἵνα μὴ ἀδελφὸς νομισθῇ·
For neither was the Spirit named in the Scriptures as “son,” lest it should be thought a brother;
因為那靈在聖經中並未被稱為「子」,免得被當作弟兄;
1:296
οὐδὲ υἱὸς τοῦ Υἱοῦ, ἵνα μὴ πάπ πος νοοῖτο ὁ Πατήρ·
nor as son of the Son, lest the Father should be understood as grandfather;
也未被稱為子的兒子,免得父被當作祖父;
1:297
ἀλλ' ὁ Υἱὸς, τοῦ Πατρὸς υἱὸς, καὶ τὸ Πνεῦμα τοῦ Πατρὸς πνεῦμα εἴρηται·
but the Son is called son of the Father, and the Spirit is called Spirit of the Father.
乃是子被稱為父的兒子,那靈被稱為父的靈。
1:298
καὶ οὕτως τῆς ἁγίας Τριάδος μία ἡ θεότης καὶ πί στις ἐστίν
And thus there is one Godhead and faith of the Holy Trinity.
這樣,神聖三一的神格與信仰乃是一個。
1:299
Οὐκοῦν καὶ κατὰ τοῦτο μανία τὸ λέγειν αὐτὸ κτίσμα
Therefore, even according to this, it is madness to call it a creature.
所以,連照這一點來說,把那靈稱為受造之物,也是瘋狂。
1:300
Εἰ γὰρ κτίσμα ἦν, οὐ συνετάσσετο τῇ Τριάδι
For if it were a creature, it would not be ranked with the Trinity.
因為那靈若是受造之物,就不會與三一同列了。
1:301
Καὶ ἀρκεῖ γινώσκειν, ὅτι μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα, μηδὲ τοῖς ποιήμασι συναριθμεῖται·
And it is enough to know that the Spirit is not a creature, nor is it numbered among the things that are made;
我們只要知道這一點就夠了:聖靈不是受造之物,也不在被造之物中與它們同列。
1:302
οὐ γὰρ ἀλλότριον ἐπιμίγνυται τῇ Τριάδι, ἀλλ' ἀδιαίρετός ἐστι καὶ ὁμοία ἑαυτῇ
for nothing alien is mingled with the Trinity, but it is indivisible and like unto itself.
因為沒有任何外來、相異之物攙雜進三一之中;三一乃是不可分的,且與自身相同。
1:303
Ἀρκεῖ ταῦτα τοῖς πιστοῖς·
These things suffice for the faithful;
這些對於信徒已經足夠了;
1:304
μέχρι τούτων ἐν ἀνθρώ ποις ἡ γνῶσις φθάνει·
thus far does knowledge reach among men;
人的認識也只能達到這個地步;
1:305
ἕως τούτων τὰ χερουβὶμ κα λύπτει ταῖς πτέρυξιν
up to this point do the cherubim cover with their wings.
基路伯也是到此就用翅膀遮蓋起來。
1:306
Ὁ δὲ περιττὰ τούτων ζητῶν καὶ θέλων ἐρευνᾷν παρακούει τοῦ λέγοντος·
But he who seeks beyond these things, and wishes to pry further, disobeys him who says:
凡尋求超過這些之事、又想要窮究探查的人,便是違背那說話者所說的:
1:307
Μὴ σοφίζου περισσὰ, ἵνα μὴ ἐκπλαγῇς. Τὰ γὰρ πίστει παραδοθέντα, ταῦτα οὐκ ἐν ἀνθρωπίνῃ σοφίᾳ, ἀλλ' ἐν ἀκοῇ πίστεως διανοεῖσθαι πρέπει
"Be not over-wise, lest you be confounded." For the things delivered by faith ought to be apprehended not in human wisdom but in the hearing of faith.
「不要過於精明,免得你驚惶失措。」因為那憑信心所傳給我們的,不當憑人的智慧、乃當憑信心的聽從去思想。
1:308
Ποῖος γὰρ. λόγος ἐπαξίως διερμηνεῦσαι δυνήσεται τὰ ὑπὲρ τὴν γενητὴν ὄντα φύσιν;Ἢ ποία τις ὅλως ἀκοὴ συνιέναι δύναται,ἃ μὴ ἔξεστιν ἀνθρώποις μήτε ἀκούειν, μήτε λαλεῖν; Περὶ μὲν οὖν ὧν ἤκουσεν ὁ Παῦλος, οὕτως εἴρηκε·
For what discourse will be able worthily to interpret things that are above created nature? Or what hearing at all can comprehend what it is not lawful for men either to hear or to speak? Concerning the things which Paul heard, he spoke thus:
有甚麼言語能配得上去解明那些超乎受造本性之事呢?或有甚麼樣的聽聞能領會那不容人聽見也不容人說出的事呢?論到保羅所聽見的,他這樣說:
1:309
Ὡς ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!
"How untraceable are his ways!"
「祂的道路何其難測!」
1:310
Τίς γὰρ ἔγνω νοῦν Κυρίου;Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;Ὁ γοῦν Ἀβραὰμ οὔτε περιειργάσατο, οὐδὲ ἀνέκρινε τὸν λαλοῦντα, ἀλλ' ἐπίστευσε, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· οὕτω Μωσῆς πιστὸς ἐκλήθη θερά πων·
"For who has known the mind of the Lord? Or who has been his counsellor?" Abraham, at any rate, neither pried nor cross-examined him who spoke, but believed, and it was reckoned to him for righteousness; thus too Moses was called a faithful servant.
「誰知道主的心意?誰作過祂的謀士?」亞伯拉罕既不去窮究,也不去盤問那說話的,只是信,這就算為他的義;摩西也照樣被稱為忠信的僕人。
1:311
οὐ δύνανται νοεῖν οὐδὲ πιστεύειν περὶ τῆς ἀδιαι ρέτου καὶ ἁγίας Τριάδος, μὴ διὰ τοῦτο καὶ τὴν ἀλή θειαν παρεξηγείσθωσαν, μηδὲ ἅπερ αὐτοὶ μὴ δύ νανται νοεῖν, ταῦτα λεγέτωσαν μηδὲ εἶναι δύνασθαι
If they cannot understand nor believe concerning the indivisible and holy Trinity, let them not on this account distort the truth as well, nor let them say that what they themselves cannot understand cannot even exist.
他們若不能領會、也不能相信那不可分的聖三一,總不可因此就曲解真理,也不可把自己所不能領會的事說成是根本不能存在的。
1:312
Πρᾶγμα γὰρ πάσχουσιν ἀτοπώτατον·
For they suffer a most absurd thing;
因為他們所陷入的,是極其荒謬的事;
1:313
ὅτι, μὴ δυνά μενοι νοεῖν, πῶς ἀδιαίρετός ἐστιν ἡ ἁγία Τριὰς, ποιοῦσιν οἱ μὲν Ἀρειανοὶ ἓν τὸν Υἱὸν μετὰ τῆς κτίσεως·
namely, that being unable to understand how the holy Trinity is indivisible, the Arians on the one hand make the Son one with the creation;
就是說,他們既不能領會聖三一怎樣是不可分的,亞流派一面就把子與受造之物算為一類;
1:314
οἱ δὲ τροπικοὶ τὸ Πνεῦμα καὶ αὐτοὶ τοῖς κτίσμασι συναριθμοῦσιν
while the Tropici on the other hand likewise number the Spirit among created things.
而那些托庇黨(隨喻派)一面也照樣把聖靈與受造之物同列。
1:315
Ἔδει δὲ αὐτοὺς ἢ καθόλου μὴ νοοῦντας σιωπᾷν, καὶ μὴ συντάσσειν, μήτε ἐκεί νους τὸν Υἱὸν, μήτε τούτους τὸ Πνεῦμα τοῖς κτίσμα σιν·
They ought either, if they do not understand at all, to keep silence and not to rank—neither the former the Son, nor the latter the Spirit—with the creatures;
他們若全然不能領會,就當緘默,不該把子(前者所論的)或聖靈(後者所論的)與受造之物列在一起;
1:316
ἢ τὸ γεγραμμένον ἐπιγινώσκειν, καὶ τῷ Πατρὶ συνάπτειν τὸν Υἱὸν, καὶ τὸ Πνεῦμα μὴ διαιρεῖν ἀπὸ τοῦ Υἱοῦ, ἵνα τὸ ἀδιαίρετον καὶ ὁμοφυὲς ἀληθῶς τῆς ἁγίας Τριάδος διαμείνῃ
or else to acknowledge what is written, and to join the Son to the Father, and not to divide the Spirit from the Son, that the indivisibility and the true consubstantiality of the holy Trinity may remain.
不然就當承認所記載的,把子與父聯合,並且不把聖靈與子分開,好叫聖三一不可分割、真正同性同質的事得以存留。
1:317
Ταῦτα μαθόντας αὐτοὺς ἔδει μὴ τολμᾷν, μηδ' ἀμφιβάλλοντας ἐρωτᾷν, πῶς ταῦτα γένοιτο, ἵνα, κἂν ὁ ἐρωτώμενος ἀπορῇ λέ γειν, μὴ ἐπινοῶσιν αὐτοὶ κακονοίας ἑαυτοῖς
Having learned these things, they ought not to be presumptuous, nor in their doubting to ask how these things came to be, lest, even if the one questioned be at a loss to answer, they themselves devise wickedness against themselves.
他們既明白了這些事,就不當放肆,也不當帶著疑惑去問「這些事怎能如此」,免得縱使被問的人說不出來,他們自己反倒給自己捏造出惡念來。
1:318
Ἔστι μὲν γὰρ πᾶσι τοῖς γενητοῖς, μάλιστα δὲ ἡμῖν τοῖς ἀνθρώποις ἀδύνατον ἐπαξίως εἰπεῖν περὶ τῶν ἀποῤῥήτων
For it is impossible for all created beings, and most of all for us men, to speak worthily concerning things ineffable.
因為一切受造之物,尤其是我們這些人,都不可能配得上去談論那不可言喻的事。
1:319
Τολμηρότερον δὲ πάλιν, μὴ δυναμένους λέγειν, ἐπινοεῖν ἐπὶ τούτων καινοτέρας λέξεις παρὰ τὰς τῶν Γραφῶν
But it is yet more presumptuous, when they cannot speak, to devise upon these matters newer terms beyond those of the Scriptures.
然而更為放肆的,乃是他們既不能說,卻在這些事上去杜撰超乎聖經的新奇辭句。
1:320
Ἄλλως τε καὶ μανιώδης ἡ τοιαύτη ἐπιχείρησις τοῦ τε ἐρωτῶντος καὶ τοῦ κἂν ὅλως ἐνθυμουμένου ἀποκρίνασθαι
Moreover, such an undertaking is madness, both on the part of him who asks and of him who at all ventures to answer.
再者,這樣的舉動,無論是發問的人,或是膽敢去回答的人,都是瘋狂的。
1:321
Οὐδὲ γὰρ οὐδὲ περὶ τῶν γενητῶν οὕτω τις ἐρωτῶν νομισθείη νοῦν ἔχειν ὀρθόν
For not even concerning created things would anyone who asked in this manner be thought to have a sound mind.
因為就連論到受造之物,誰若這樣發問,也不會被認為心思正常。
1:322
Ἢ τολμησάτωσαν ἀποκρίνασθαι οἱ πάντα λέ γοντες εὐχερῶς, πῶς ὁ οὐρανὸς συνέστη, καὶ ἐκ ποί ας ὕλης, καὶ τίς ἡ τούτου μίξις, ἢ πῶς ὁ ἥλιος, καὶ ἕκαστος τῶν ἀστέρων; Τί δὲ θαυμαστὸν ἐκ τῶν ὑπερκειμένων, αὐτῶν ἐλέγχειν τὴν ἀφροσύνην, ὅπου γε οὐδὲ πῶς τῶν ὧδε κάτω ξύλων ἡ φύσις, καὶ τῶν ὑδάτων τὰ συστήματα, πῶς τε τῶν ζώων ἡ πλάσις. καὶ ἡ σύστασις, γινώσκεται, Ἀλλ' οὐκ ἂν εἴ ποιεν, ὅπου γε καὶ Σολομὼν, ὁ περισσότερον πάντων σοφίας μετασχὼν, ὁρῶν ἀδύνατον ἀνθρώποις περὶ τούτων εὑρεῖν, ἔλεγε·
Or let those who speak so glibly about everything dare to answer how the heaven was framed, and out of what matter, and what is its composition; or how the sun, and each of the stars, came to be. But what wonder is it to convict their folly from things on high, when not even how the nature of the timber here below, or the constitution of the waters, or how the formation and structure of living creatures comes to be, is known? But they would not be able to do so, since even Solomon, who shared in wisdom more than all, seeing that it was impossible for men to find out concerning these things, said:
再不然,那些對甚麼都輕易就說的人,倒讓他們大膽回答:諸天是怎樣構成的?是用甚麼物質?其組合又是如何?或日頭和每一顆星辰是怎樣造成的?然而何必從天上之事來駁倒他們的愚妄呢?就連這地上的樹木本性如何、眾水怎樣聚集、生物怎樣被造成形受造,都無人能知。其實他們也說不出來,因為連那超乎眾人、得了智慧的所羅門,看見人不能查明這些事,就說:
1:323
Καί γε σύμπαντα τὸν αἰῶνα ἔδωκεν ἐν καρδίᾳ αὐτῶν, ὅπως μὴ εὕρῃ ἄνθρωπος τὸ ποίημα, ὃ ἐποίησεν ὁ Θεὸς ἀπ' ἀρχῆς καὶ μέχρι τέλους. Ἆρ' οὖν, ἐπεὶ μὴ δύνανται εὑρεῖν, οὐδὲ εἶναι αὐτὰ ὁμολογοῦσι; Ναὶ ὁμολογήσουσιν ἐφθαρμένην ἔχοντες τὴν διάνοιαν
"And he has set the whole age in their heart, so that man cannot find out the work which God has made from the beginning even to the end." Will they then, because they cannot find it out, refuse to confess that these things exist? Yes, they would confess them, having a corrupted understanding.
「並且神將永世放在世人心裡,叫人查不出神從始至終所作的工。」那麼,難道他們因為查不出來,就連這些事的存在也不承認麼?其實他們是會承認的,可見他們的心思已經敗壞了。
1:324
Οὐκοῦν εἰκότως ἄν τις αὐτοῖς εἴποι·
Therefore one might fitly say to them:
所以有人盡可以對他們說:
1:325
Ὦ ἀνόητοι καὶ πάντα τολμηροὶ, διὰ τί μὴ μᾶλλον ἐπὶ τῆς ἁγίας Τριάδος παύεσθε περιεργαζόμενοι, καὶ μόνον πιστεύετε, ὅτι ἔστιν·
O foolish men and altogether rash, why do you not rather cease prying into the holy Trinity, and only believe that it exists;
「愚妄、處處放肆的人哪,你們為甚麼不寧可停止窺探聖三一,只單單相信祂存在呢?
1:326
ἔχοντες εἰς τοῦτο διδάσκαλον τὸν Ἀπόστολον λέγοντα·
having as your teacher in this the Apostle who says:
在這事上你們有使徒作教師,他說:
1:327
Πιστεῦσαι γὰρ δεῖ πρῶτον Θεῷ, ὅτι ἔστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται; Οὐ γὰρ, πῶς ἐστιν, εἴρηκεν, ἀλλὰ μόνον, ὅτι ἔστιν. Εἰ δὲ μηδὲ οὕτω καταδύονται, εἰπάτωσαν πῶς ἐστιν ὁ Πα τὴρ, ἵν' οὕτω μάθωσι, πῶς ἐστι καὶ ὁ τούτου Λό γος
"For he that comes to God must first believe that he is, and that he is a rewarder of them that diligently seek him." For he did not say how he is, but only that he is. But if they will not even thus submit, let them tell how the Father is, that so they may learn how his Word also is.
『到神面前來的人,必須先信有神,且信祂賞賜那尋求祂的人。』他並沒有說神是『怎樣』存在的,只說祂『是』存在。他們若連這樣也不肯降服,就讓他們說明父是怎樣存在的,好叫他們由此也明白祂的道(即子)是怎樣存在的。」
1:328
Ἀλλ' ἄτοπον, φήσουσι, περὶ τοῦ Πατρὸς οὕτως ἐρωτᾷν
But it is absurd, they will say, to ask thus concerning the Father.
他們卻要說:這樣問到父,乃是荒謬的。
1:329
Ἄτοπον οὖν ἀκουέτωσαν καὶ περὶ τοῦ Λόγου αὐτοῦ οὕτως ἐρωτᾷν
Then let them hear that it is equally absurd to ask thus concerning his Word.
那麼,他們也當聽見:照樣去問祂的道(子),同樣也是荒謬的。
1:330
Περιττῆς τοιγαροῦν καὶ πλέον μανίας οὔσης τῆς τοιαύτης ἐπιχειρήσεως, μηκέτι τοιαῦτά τις ἐρω τάτω, ἢ μόνον τὰ ἐν ταῖς Γραφαῖς μανθανέτω
Since therefore such an undertaking is superfluous and full of madness, let no one ask such things any more, but only learn the things in the Scriptures.
既然這樣的舉動是多餘且滿了瘋狂的,就不要再有人問這類的事,只當學習聖經中所載的。
1:331
Αὐτ άρκη γὰρ καὶ ἱκανὰ τὰ ἐν ταύταις κείμενα περὶ τούτου παραδείγματα
For the examples that are set down in them concerning this are self-sufficient and adequate.
因為聖經中關於這事所擺出的例證,已經是自足而充分的了。
1:332
Πηγὴ τοίνυν καὶ φῶς λέγεται ὁ Πατήρ·
The Father, then, is called a Fountain and Light;
這樣,父被稱為泉源和光;
1:333
Ἐμὲ γὰρ, φησὶν, ἐγκατέλι πον πηγὴν ὕδατος ζῶντος. Καὶ πάλιν ἐν τῷ Βα ρούχ·
for he says, "They have forsaken me, the fountain of living water." And again in Baruch:
因為祂說:「他們離棄我這活水的泉源。」又在《巴錄書》中說:
1:334
Τί ἐστιν, Ἰσραὴλ, ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; ἐγκατέλιπες τὴν πηγὴν τῆς σοφίας· καὶ κατὰ τὸν Ἰωάννην·
"What is it, O Israel, that you are in the land of your enemies? You have forsaken the fountain of wisdom." And according to John:
「以色列啊,你為何在仇敵之地呢?你離棄了智慧的泉源。」又照約翰所說:
1:335
Ὁ Θεὸς ἡμῶν φῶς ἐστι. Λέγεται δὲ καὶ ὁ Υἱὸς ὡς μὲν πρὸς τὴν πηγὴν ποτα μός·
"Our God is light." And the Son is also called, in relation to the Fountain, a River;
「我們的神就是光。」至於子,論到那泉源,祂被稱為河;
1:336
Ὁ ποταμὸς γὰρ τοῦ Θεοῦ ἐπληρώθη ὑδά των· πρὸς δὲ τὸ φῶς ἀπαύγασμα, λέγοντος τοῦ Παύλου·
for "the river of God is full of water"; and in relation to the Light, an Effulgence, as Paul says:
因為「神的河滿了水」;論到那光,祂被稱為光輝(輝映),正如保羅所說:
1:337
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Τοῦ τοίνυν Πατρὸς φωτὸς ὄντος, τοῦ δὲ Υἱοῦ ἀπαυγάσματος αὐτοῦ ( τὰ αὐτὰ γὰρ περὶ τούτων μάλιστα οὐκ ὀκνητέον λέγειν πολλάκις), ἔξεστιν ὁρᾷν καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα, ἐν ᾧ φωτιζόμεθα·
"who, being the effulgence of his glory, and the express image of his substance." Since then the Father is Light, and the Son is his Effulgence (for one must not shrink from saying the same things often, especially concerning these matters), it is possible to behold in the Son also the Spirit, in whom we are enlightened;
「祂是神榮耀所發的光輝,是神本體的真像。」既然父是光,子是祂的光輝(論到這些事,尤其不可怕屢次重複說),我們也就能在子裡看見聖靈,我們是在這靈裡被光照的;
1:338
Ἵνα γὰρ, φησὶ, δώῃ ὑμῖν Πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώ σει αὐτοῦ, πεφωτισμένους τοὺς ὀφθαλμοὺς τῆς καρδίας. Τῷ δὲ Πνεύματι φωτιζομένων ἡμῶν, ὁ Χριστός ἐστιν ὁ ἐν αὐτῷ φωτίζων·
for he says, "that he may give you the Spirit of wisdom and revelation in the knowledge of him, the eyes of your heart being enlightened." And when we are enlightened by the Spirit, it is Christ who enlightens in him;
因為他說:「求祂把那智慧和啟示的靈賞給你們,使你們真知道祂,並且照明你們心中的眼睛。」我們既被聖靈光照,那在這靈裡光照我們的乃是基督;
1:339
πηγῆς, τοῦ δὲ Υἱοῦ ποταμοῦ λεγομέ νου, πίνειν λεγόμεθα τὸ Πνεῦμα·
and since the Father is called the Fountain and the Son the River, we are said to drink the Spirit;
父既稱為泉源,子既稱為河,我們就被稱為喝了這靈;
1:340
γέγραπται γὰρ,. ὅτι Ἡμεῖς πάντες ἓν Πνεῦμα ἐποτίσθημεν. Τὸ δὲ Πνεῦμα ποτιζόμενοι, τὸν Χριστὸν πίνομεν·
for it is written, "We were all made to drink of one Spirit." But being made to drink of the Spirit, we drink Christ;
因為經上記著說:「我們都從一位聖靈受了浸(飲於一靈)。」我們既飲於聖靈,就是喝了基督;
1:341
Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας·
for "they drank of the spiritual rock that followed them;
因為「他們都喝了那隨著他們的屬靈磐石的水;
1:342
ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Καὶ πάλιν τοῦ Χριστοῦ ὄντος ἀληθινοῦ Υἱοῦ, ἡμεῖς τὸ Πνεῦμα λαμβάνοντες, υἱοποιούμεθα·
and that rock was Christ." And again, since Christ is the true Son, we, in receiving the Spirit, are made sons;
那磐石就是基督。」再者,基督既是真子,我們領受了聖靈,就得以成為兒子;
1:343
Οὐ γὰρ ἐλάβετε, φησὶ, Πνεῦμα δουλείας πάλιν εἰς φόβον·
for he says, "You did not receive the spirit of bondage again to fear;
因為他說:「你們所受的,不是奴僕的心,仍舊害怕;
1:344
ἀλλ' ἐλάβετε Πνεῦμα υἱο θεσίας. Υἱοποιούμενοι δὲ τῷ Πνεύματι, δῆλον, ὅτι ἐν τῷ Χριστῷ χρηματίζομεν τέκνα Θεοῦ·
but you received the Spirit of adoption." And being made sons by the Spirit, it is plain that in Christ we are designated children of God;
所領受的,乃是兒子名分的靈。」我們既藉著聖靈得了兒子名分,顯然是在基督裡被稱為神的兒女;
1:345
Ὅσοι γὰρ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Εἶτα τοῦ Πατρὸς, ὡς ὁ Παῦ λος εἶπε, μόνου σοφοῦ ὄντος, ὁ Υἱός ἐστιν ἡ σοφία αὐτοῦ
for "as many as received him, to them he gave authority to become children of God." Then, since the Father, as Paul said, is alone wise, the Son is his Wisdom;
因為「凡接待祂的,祂就賜他們權柄作神的兒女。」再者,父既如保羅所說,是獨一全智的,子就是祂的智慧;
1:346
Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Τοῦ δὲ Υἱοῦ ὄντος τῆς σοφίας, ἡμεῖς Πνεῦμα σοφίας λαμβάνοντες, τὸν Υἱὸν ἔχομεν, καὶ ἐν αὐτῷ σοφοὶ γινόμεθα
for "Christ is the power of God and the wisdom of God." And since the Son is the Wisdom, we, in receiving the Spirit of wisdom, possess the Son, and in him become wise.
因為「基督是神的能力,神的智慧。」子既是智慧,我們領受智慧的靈,就有了子,並在祂裡面成為有智慧的。
1:347
Οὕτω γὰρ καὶ γέ γραπται ἐν τῷ ἑκατοστῷ τεσσαρακοστῷ πέμπτῳ ψαλμῷ·
For thus also it is written in the hundred and forty-fifth psalm:
正如詩篇一百四十五篇所記:
1:348
Κύριος λύει πεπεδημένους·
"The Lord looses the prisoners;
「耶和華釋放被囚的;
1:349
Κύριος σο φοῖ τυφλούς. Καὶ τοῦ Πνεύματος δὲ διδομένου εἰς ἡμᾶς (Λάβετε γὰρ Πνεῦμα ἅγιον, ἔλεγεν ὁ Σωτὴρ), ὁ Θεὸς ἐν ἡμῖν ἐστιν·
the Lord gives wisdom to the blind." And since the Spirit is given to us (for the Saviour said, "Receive the Holy Spirit"), God is in us;
耶和華開了瞎子的眼睛(賜瞎子智慧)。」聖靈既賜給我們(因為救主曾說:「你們受聖靈」),神就住在我們裡面;
1:350
οὕτω γὰρ ὁ Ἰωάννης ἔγραψεν·
for thus John wrote:
因為約翰這樣寫著說:
1:351
Ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει
"If we love one another, God abides in us."
「我們若彼此相愛,神就住在我們裡面。」
1:352
Ἐν τούτῳ γινώσκομεν, ὅτι ἐν αὐτῷ μέ νομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐ τοῦ ἔδωκεν ἡμῖν. Τοῦ δὲ Θεοῦ ὄντος ἐν ἡμῖν, ἔστι καὶ ὁ Υἱὸς ἐν ἡμῖν, λέγοντος αὐτοῦ τοῦ Υἱοῦ·
"By this we know that we abide in him, and he in us, because he has given us of his Spirit." And since God is in us, the Son also is in us, as the Son himself says:
「神將祂的靈賜給我們,從此就知道我們是住在祂裡面,祂也住在我們裡面。」神既在我們裡面,子也就在我們裡面,正如子自己所說:
1:353
Ἐλευ σόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ἔπειτα ζωῆς οὔσης τοῦ Υἱοῦ, Ἐγὼ γὰρ, φησὶν, εἰμὶ ἡ ζωὴ, ζωοποιεῖσθαι λεγόμεθα ἐν τῷ Πνεύματι·
"I and the Father will come, and make our abode with him." Then, since the Son is life—for he says, "I am the life"—we are said to be quickened in the Spirit;
「我與父要到他那裡去,與他同住。」再者,子既是生命—因為祂說:「我就是生命」—我們就被稱為在聖靈裡得了活;
1:354
Ὁ γὰρ ἐγείρας, φησὶ, Χριστὸν Ἰησοῦν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ σώματα ἡμῶν διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύματος ἐν ὑμῖν. Ζωοποιουμένων δὲ ἡμῶν ἐν τῷ Πνεύματι, ζῇν αὐτὸς ὁ Χριστὸς ἐν ἡμῖν λέγεται
for he says, "He that raised up Christ Jesus from the dead shall also quicken your mortal bodies through his Spirit that dwells in you." And when we are quickened in the Spirit, Christ himself is said to live in us;
因為他說:「那叫基督耶穌從死裡復活的,也必藉著住在你們心裡的聖靈,使你們必死的身體又活過來。」我們既在聖靈裡得了活,就被稱為基督自己活在我們裡面;
1:355
Χριστῷ γὰρ, φησὶ, συνεσταύρωμαι
for he says, "I have been crucified with Christ;
因為他說:「我已經與基督同釘十字架;
1:356
ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Καὶ πάλιν ὥσπερ ὁ Υἱὸς, ἅπερ ἐποίει ἔργα, ἔλεγε τὸν Πατέρα ἐργάζεσθαι·
yet Christ lives in me." And again, just as the Son said that the works which he did, the Father wrought;
現在活著的不再是我,乃是基督在我裡面活著。」又如子論到祂所行的工,說那是父所作的;
1:357
Ὁ Πατὴρ γὰρ, φησὶν, ὁ μένων ἐν ἐμοὶ, αὐτὸς ποιεῖ τὰ ἔργα
for he says, "The Father that abides in me, he does the works";
因為祂說:「住在我裡面的父作祂自己的事。」
1:358
Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί
"Believe me that I am in the Father, and the Father in me";
「你們當信我,我在父裡面,父在我裡面;
1:359
Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Οὕτως, ἅπερ ἐν δυνάμει Πνεύματος εἰργάζετο ὁ Παῦλος, ἔλεγε τοῦ Χριστοῦ εἶναι τὰ ἔργα·
"or else believe me for the very works' sake." So too the things which Paul wrought in the power of the Spirit, he said were the works of Christ;
即或不然,也當因我所作的事信我。」照樣,保羅在聖靈的能力裡所行的工,他也說那是基督的工;
1:360
Οὐ γὰρ τολμήσω τι λαλεῖν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν ἐν λόγῳ καὶ ἔργῳ, ἐν δυνάμει σημείων καὶ τε ράτων, ἐν δυνάμει Πνεύματος ἁγίου. Τοιαύτης δὲ συστοιχίας καὶ ἑνότητος τῆς ἐν τῇ ἁγίᾳ Τριάδι οὔσης, τίς ἂν διέλοι ἢ τὸν Υἱὸν. ἀπὸ τοῦ Πατρὸς, ἢ τὸ Πνεῦμα ἀπὸ τοῦ Υἱοῦ, ἢ αὐ τοῦ τοῦ Πατρός; ἢ τίς οὕτω τολμηρὸς, ὡς εἰπεῖν ἀνόμοιον καὶ ἑτεροφυῆ τὴν Τριάδα πρὸς ἑαυτὴν, ἢ ἀλλοτριοούσιον τοῦ Πατρὸς τὸν Υἱὸν, ἢ ξένον τὸ Πνεῦμα τοῦ Υἱοῦ; Πῶς δὲ ταῦτά ἐστιν; ἄν τις πά λιν ἐρωτήσειε ζητῶν·
for he says, "I will not dare to speak of any of those things which Christ has not wrought through me to make the Gentiles obedient, by word and deed, in the power of signs and wonders, in the power of the Holy Spirit." Such, then, being the coordination and unity that is in the holy Trinity, who would divide either the Son from the Father, or the Spirit from the Son, or even from the Father himself? Or who would be so rash as to say that the Trinity is unlike and of a different nature within itself, or that the Son is of another essence than the Father, or that the Spirit is alien to the Son? But how can these things be? someone will again ask, inquiring:
因為他說:「除了基督藉我作的那些事,我甚麼都不敢提,只提祂藉我言語作為,並神蹟奇事的能力,並聖靈的能力,使外邦人順服。」聖三一中既有這樣的協調與合一,誰能把子與父分開,或把聖靈與子分開,或甚至與父自己分開呢?又有誰這樣放肆,竟說三一在自身之內彼此不相似、本性各異,或說子與父異質、或說聖靈與子相異呢?然而有人又要尋問:這些事怎能如此呢?
1:361
πῶς τοῦ Πνεύματος ὄντος ἐν ἡμῖν, λέγεται ὁ Υἱὸς εἶναι ἐν ἡμῖν, τοῦ τε Υἱοῦ ὄντος ἐν ἡμῖν, λέγεται ὁ Πατὴρ εἶναι ἐν ἡμῖν; ἢ πῶς ὅλως Τριάδος οὔσης, ἐν ἑνὶ σημαίνεται ἡ Τριάς; ἢ πῶς τοῦ ἑνὸς ὄντος ἐν ἡμῖν, ἡ Τριὰς ἐν ἡμῖν λέγεται; διελέτω πρῶτον αὐτὸς τὸ ἀπαύγασμα τοῦ φωτὸς, ἢ τὴν σοφίαν τοῦ σοφοῦ·
how is it that, when the Spirit is in us, the Son is said to be in us, and when the Son is in us, the Father is said to be in us? Or how, when there is a Trinity, is the Trinity signified in one? Or how, when the One is in us, is the Trinity said to be in us? Let him first divide the effulgence from the light, or the wisdom from the wise;
聖靈既在我們裡面,怎麼說子也在我們裡面?子既在我們裡面,怎麼說父也在我們裡面?又既有三一,怎麼說三一卻在那一位裡顯明出來?又既有那一位在我們裡面,怎麼說三一也在我們裡面?讓他先把光輝與光分開,或把智慧與智慧者分開吧;
1:362
Εἰ δὲ μὴ τοῦτο δύναται, πολλῷ πλέον περὶ Θεοῦ τοιαῦτα ζητεῖν μαινομένων ἐστὶ τὸ τόλμημα·
but if he cannot do this, much more is it the venture of madmen to inquire such things concerning God;
他若不能這樣行,那麼論到神去尋問這類的事,就更是瘋狂人的妄舉了;
1:363
ἡ γὰρ θεότης οὐκ ἐν ἀποδείξει λόγων, ὥσπερ εἴρη ται, παραδίδοται, ἀλλ' ἐν πίστει καὶ εὐσεβεῖ λογισμῷ μετ' εὐλαβείας
for the Godhead is not delivered, as has been said, in demonstration of words, but in faith and in pious reasoning with reverence.
因為神性如前所說,不是憑言語的論證傳授的,乃是憑信心,並憑敬虔、存敬畏的思想。
1:364
Εἰ γὰρ καὶ τὰ περὶ τοῦ σωτηριώδους σταυροῦ, οὐκ ἐν σοφίᾳ λόγων, ἀλλ' ἐν ἀποδεί ξει πνεύματος καὶ δυνάμεως, ἐκήρυττεν ὁ Παῦλος, καὶ ἀῤῥήτων δὲ ῥημάτων ἤκουσεν ἐν τῷ παραδείσῳ,ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· περὶ αὐτῆς τῆς ἁγίας Τριάδος τίς ἐξειπεῖν δύναται; Ὅμως δ' οὖν τὴν τοιαύτην ἀπορίαν δυνήσεταί τις θεραπεύειν προηγουμένως μὲν τῇ πίστει, ἔπειτα δὲ καὶ ἐκ τῶν προειρημένων, φημὶ δὴ, τῆς εἰκόνος καὶ τοῦ ἀπαυγάσματος, καὶ πηγῆς, καὶ ποταμοῦ, καὶ ὑποστάσεως, καὶ χαρακτῆρος
For if even concerning the saving Cross Paul preached not in wisdom of words but in demonstration of spirit and of power, and heard unspeakable words in Paradise which it is not lawful for a man to utter, who can declare concerning the holy Trinity itself? Nevertheless, one will be able to relieve such a difficulty, first by faith, and then also from the things aforesaid—I mean, the image and the effulgence, the fountain and the river, the substance and the express image.
因為就連論到那帶來救恩的十字架,保羅所傳的也不是憑智慧之言,乃是憑聖靈和大能的明證,並且他在樂園裡聽見隱密的言語,是人不可說的;那麼,論到聖三一本身,誰能述說呢?然而,這樣的困難,人總能得著解答:首先憑信心,其次也藉著前面所說的—我是指那像與光輝、泉源與河、本體與真像。
1:365
Ὥσπερ γὰρ ἐν ἰδίᾳ εἰ κόνι ἐστὶν ὁ Υἱὸς ἐν τῷ Πνεύματι, οὕτω καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ
For just as the Son is in the Spirit as in his own image, so also is the Father in the Son.
因為正如子在聖靈裡如同在祂自己的像裡,照樣父也在子裡。
1:366
καταλαβεῖν τὰ τοιαῦτα παραμυθουμένη ἡ θεία Γραφὴ, τοιαῦτα καὶ τὰ παραδείγματα δέδωκεν ἡμῖν, ἵν' οὕτω διὰ τὴν ἀπιστίαν τῶν τολμηρῶν λέγειν ἁπλούστερον, καὶ λέγειν ἀκινδύνως, καὶ μετὰ συγγνώμης νοεῖν ἐξῇ, καὶ πιστεύειν ἕνα εἶναι τὸν ἁγιασμὸν, τὸν ἐκ Πατρὸς δι' Υἱοῦ ἐν Πνεύματι ἁγίῳ γινόμενον
And the divine Scripture, comforting us to apprehend such things, has also given us such examples, that thus, because of the unbelief of the presumptuous, it might be possible to speak more simply, and to speak without danger, and with allowance to understand, and to believe that the sanctification is one, proceeding from the Father through the Son in the Holy Spirit.
神聖的經文,為要安慰我們去領會這些事,也給了我們這樣的例證,好叫我們因那些放肆者的不信,得以說得更為淺顯,且能毫無危險地說、蒙寬容地領會,並相信那成聖只有一個,是從父藉著子、在聖靈裡成就的。
1:367
Καὶ γὰρ ὥσπερ μονογενὴς ὁ Υἱός ἐστιν·
For just as the Son is only-begotten;
因為正如子是獨生的;
1:368
οὕτω καὶ τὸ Πνεῦμα παρὰ. τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἕν ἐστι καὶ οὐ πολλὰ, οὐδὲ ἐκ πολλῶν ἓν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα
so also the Spirit, being given and sent from the Son, is itself also one and not many, nor one out of many, but alone is itself the Spirit.
照樣,聖靈既是從子賜下並差來的,祂自己也是一位,並非多位,也非由多位而成為一位,乃是獨一的那靈自己。
1:369
Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ, τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζῶσαν ἐνέργειαν αὐ τοῦ καὶ δωρεὰν, ἥτις ἐκ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει, καὶ ἀποστέλλεται, καὶ δίδοται
For since the Son is one, the living Word, there must be one perfect and full living energy and gift of his, which sanctifies and enlightens, which is said to proceed from the Father, since it shines forth, and is sent, and is given from the Word who is confessed to be from the Father.
因為子既是一位、是那活的道,祂那成聖、施光照、活的運行和恩賜也必是一個、是完全且豐滿的;這運行被稱為從父發出,因為它是從那被承認為出於父的道發出光輝、被差遣、被賜下的。
1:370
Ἀμέλει ὁ μὲν Υἱὸς παρὰ τοῦ Πατρὸς ἀποστέλλεται·
Indeed, the Son is sent from the Father;
誠然,子是從父差來的;
1:371
Οὕτω γὰρ, φησὶν, ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἀπέστειλεν.Ὁ δὲ Υἱὸς τὸ Πνεῦμα ἀποστέλλει·
for he says, "For God so loved the world, that he sent his only-begotten Son." And the Son sends the Spirit;
因為他說:「神愛世人,甚至差了祂的獨生子。」而子差遣聖靈;
1:372
Ἐὰν γὰρ, φησὶν, ἐγὼ ἀπέλθω, ἀποστελῶ τὸν Παράκλητον. Καὶ ὁ μὲν Υἱὸς τὸν Πατέρα δοξάζει, λέγων·
for he says, "For if I depart, I will send the Comforter." And the Son glorifies the Father, saying:
因為祂說:「我若去,就差保惠師來。」並且子榮耀父,說:
1:373
Πάτερ, ἐγώ σε ἐδόξασα· τὸ δὲ Πνεῦμα δοξάζει τὸν Υἱόν·
"Father, I have glorified you"; and the Spirit glorifies the Son;
「父啊,我已經榮耀了你」;而聖靈榮耀子;
1:374
Ἐκεῖ νος γὰρ, φησὶν, ἐμὲ δοξάσει. Καὶ ὁ μὲν Υἱός φησιν·
for he says, "He shall glorify me." And the Son says:
因為祂說:「祂要榮耀我。」並且子說:
1:375
Ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς, ταῦτα καὶ λαλῶ εἰς τὸν κόσμον· τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ λαμβάνει·
"What I have heard from the Father, these things I speak to the world"; and the Spirit takes of the Son;
「我從父所聽見的,就傳給世人」;而聖靈是從子領受的;
1:376
Ἐκ τοῦ ἐμοῦ γὰρ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν, φησί
for he says, "He shall take of mine, and shall declare it to you."
因為祂說:「祂要將受於我的,告訴你們。」
1:377
Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνό ματι τοῦ Πατρὸς ἦλθε·
And the Son came in the name of the Father;
並且子是奉父的名來的;
1:378
Τὸ δὲ Πνεῦμα τὸ ἅγιον, φησὶν ὁ Υἱὸς, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου. Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύ ματος πρὸς τὸν Υἱὸν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ ἐξ ἀνάγκης φρονήσει; Εἰ γάρ ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα, ἀκόλουθον ἂν εἴη λέ γειν αὐτοὺς καὶ τὸν Λόγον τοῦ Πατρὸς εἶναι κτίσμα
"But the Holy Spirit," says the Son, "whom the Father will send in my name." And since the Spirit has such order and nature toward the Son as the Son has toward the Father, how will he who calls the Spirit a creature not of necessity think the same also concerning the Son? For if the Spirit of the Son is a creature, it would follow that they should say the Word of the Father also is a creature.
子又說:「但保惠師,就是聖靈,父要因我的名差遣祂來。」聖靈對子既有這樣的次序和本性,正如子對父所有的一樣,那麼,凡稱聖靈為受造之物的人,豈不必然也照樣論到子麼?因為子的靈若是受造之物,照此推論,他們就該說父的道(子)也是受造之物。
1:379
Τοιαῦτα γὰρ οἱ Ἀρειανοὶ φαντασθέντες, εἰς τὸν κατὰ Καϊάφαν Ἰουδαϊσμὸν πεπτώκασιν
For the Arians, imagining such things, have fallen into the Judaism according to Caiaphas.
因為亞流派妄想這些事,就墮入了該亞法那種猶太教的光景裡。
1:380
Εἰ δὲ τὰ Ἀρείουμὴ προσποιοῦνται φρονεῖν οἱ περὶ τοῦ Πνεύματος τοιαῦτα λέγοντες, φευγέτωσαν καὶ τὰ ἐκείνου ῥή ματα, καὶ μὴ ἀσεβείτωσαν εἰς τὸ Πνεῦμα
But if those who speak thus concerning the Spirit do not pretend to hold the opinions of Arius, let them flee from his words also, and not blaspheme against the Spirit.
但那些這樣論到聖靈的人,他們若不假裝持守亞流的見解,就當也躲避他的話,不可褻瀆聖靈。
1:381
Ὥσπερ γὰρ ὁ Υἱὸς, ὁ ἐν τῷ Πατρὶ ὢν, ἐν ᾧ καὶ ὁ Πα τήρ ἐστιν, οὐκ ἔστι κτίσμα, ἀλλ' ἴδιος τῆς τοῦ Πατρὸς οὐσίας (τοῦτο γὰρ καὶ ὑμεῖς προσποιεῖσθε λέγειν)·
For just as the Son, who is in the Father, and in whom also the Father is, is not a creature, but is proper to the substance of the Father (for this you also pretend to say);
因為正如子在父裡面、父也在子裡面,祂不是受造之物,乃是屬於父本體所固有的(這也是你們所假裝承認的);
1:382
οὕτως καὶ τὸ Πνεῦμα τὸ ἐν τῷ Υἱῷ, ἐν ᾧ καὶ ὁ Υἱός ἐστιν, οὐ θέμις τοῖς κτίσμασι συντάσσειν, οὐδὲ διαιρεῖν αὐτὸ ἀπὸ τοῦ Λόγου, καὶ ἀτελῆ τὴν Τριάδα κατασκευάζειν
so also the Spirit, who is in the Son, and in whom also the Son is, it is not lawful to rank with the creatures, nor to divide it from the Word and so render the Trinity imperfect.
照樣,聖靈在子裡面、子也在祂裡面,就不可把祂與受造之物同列,也不可把祂與道分開,以致使三一成為不完全的。
1:383
Τῶν μὲν οὖν ῥητῶν τοῦ τε προφητι κοῦ καὶ τοῦ ἀποστολικοῦ χάριν, ὧν τὴν διάνοιαν παραποιοῦντες, ἠπάτησαν ἑαυτοὺς, ἀρκεῖ διὰ τούτων διελέγξαι τὴν ἐκ τῆς ἀμαθίας τῶν τροπικῶν δυσφη. μίαν
Now, concerning the sayings both of the prophet and of the apostle, the meaning of which they have distorted and so deceived themselves, it suffices through these to refute the blasphemy that springs from the ignorance of the Tropici.
如今,論到先知和使徒的那些話—他們曲解了其中的意思,以致自欺—藉著這些話,已足以駁倒那出於托庇黨愚昧的褻瀆了。
1:384
Ἴδωμεν δὲ λοιπὸν καὶ αὐτὰ καθ' αὑτὰ τὰ ἐν ταῖς θείαις Γραφαῖς περὶ τοῦ Πνεύματος τοῦ ἁγίου λεγόμενα, καὶ ὡς δόκιμοι τραπεζῖται διακρίνωμεν, εἰ ἴδιόν τι πρὸς τὰ κτίσματα ἔχει τὸ Πνεῦμα, ἢ ἴδιον τοῦ Θεοῦ ἐστιν, ἵνα ἢ κτίσμα αὐτὸ εἴπωμεν, ἢ ἄλλο μὲν τῶν κτισμάτων, ἴδιον δὲ καὶ ἓν τῆς ἐν Τριάδι θεότητος
But let us now consider also, in themselves, the things said in the divine Scriptures concerning the Holy Spirit, and like approved money-changers let us discern whether the Spirit has anything proper to the creatures, or is proper to God, so that we may say either that it is a creature, or that it is other than the creatures and proper to and one with the Godhead in the Trinity.
如今讓我們也就著聖經中論到聖靈的話本身來思想,像合格的銀錢兌換者一樣,分辨聖靈是否有甚麼與受造之物相同的,還是祂乃屬於神所固有的,好叫我們能說:祂或是受造之物,或是有別於受造之物、屬於並合一於三一之神性的那一位。
1:385
Τάχα κἂν οὕτως ἐντραπῶσι, μαθόντες, ὅσον ἀπᾴδει τῶν θείων λογίων τὰ ἐφευρεθέντα παρ' αὐτῶν τῆς βλασφημίας ῥήματα
Perhaps even thus they may be put to shame, learning how far the words of blasphemy invented by them are out of tune with the divine oracles.
或者他們這樣也會自覺羞愧,得知他們所杜撰那些褻瀆的話,與神聖的言語何等不相和諧。
1:386
Τὰ κτίσματα τοίνυν ἐξ οὐκ ὄντων γέγονεν, ἀρ χὴν ἔχοντα τοῦ γίνεσθαι·
The creatures, then, have come into being out of nothing, having a beginning of their coming to be;
這樣,受造之物乃是從無有而出的,是有起頭、有開始受造的;
1:387
ἐν ἀρχῇ γὰρ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐ τοῖς
for "in the beginning God made the heaven and the earth and all things in them."
因為「起初神造天地」並其中的萬物。
1:388
Ἐκ δὲ τοῦ Θεοῦ λέγεται τὸ Πνεῦμα τὸ ἅγιον·
But the Holy Spirit is said to be from God;
但聖靈卻被稱為是出於神的;
1:389
Οὐδεὶς γὰρ, φησὶν, οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τοῦ ἐν αὐτῷ·
for he says, "For no one knows the things of a man, except the spirit of the man which is in him;
因為他說:「除了在人裡頭的靈,誰知道人的事?
1:390
οὕτως καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ
so also no one knows the things of God except the Spirit of God."
照樣,除了神的靈,也沒有人知道神的事。」
1:391
Ἡμεῖς δὲ οὐ τὸ Πνεῦμα τοῦ κόσμου ἐλάβομεν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ. Ποία τοίνυν ἐκ τῶν προειρημένων συγγένεια τῷ Πνεύματι πρὸς τὰ κτίσματα; Τὰ μὲν γὰρ κτίσματα οὐκ ἦν·
"And we received not the spirit of the world, but the Spirit which is from God." What kinship, then, from the things aforesaid, has the Spirit with the creatures? For the creatures were not;
「我們所領受的,並不是世上的靈,乃是從神來的靈。」那麼,照前面所說的,聖靈與受造之物有甚麼親屬關係呢?因為受造之物先前並不存在;
1:392
ὁ δὲ Θεὸς ὤν ἐστιν, ἐξ οὗ καὶ τὸ Πνεῦμα
but God is he who is, from whom also is the Spirit.
但神是那自有永有者,聖靈也是出於祂的。
1:393
Τὸ δὲ ἐκ τοῦ Θεοῦ οὐκ ἂν εἴη ἐκ τοῦ μὴ ὄντος, οὐδὲ κτίσμα, ἵνα μὴ κατ' ἐκεί νους καὶ ὁ ἐξ οὗ ἐστι τὸ Πνεῦμα, κτίσμα εἶναι νομισθῇ
And that which is from God could not be from that which is not, nor a creature, lest, according to them, he also from whom the Spirit is should be thought to be a creature.
凡出於神的,就不能是從無有而出的,也不能是受造之物,免得照他們的說法,連那位聖靈所出於的,也被當作受造之物了。
1:394
Τίς οὖν τῶν τοιούτων ἀφρόνων ἀνέξεται, λεγόντων καὶ αὐτῶν ἐν καρδίᾳ μὴ εἶναι Θεόν; Καὶ γὰρ εἰ ὥσπερ οὐδεὶς οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ Πνεῦμα τὸ ἐν αὐτῷ, οὕτως καὶ τὰ τοῦ Θεοῦ εἰ μὴ τὸ ἐν αὐτῷ Πνεῦμα·
Who, then, will endure such foolish men, who themselves also say in their heart that there is no God? For even if, just as no one knows the things of a man except the spirit which is in him, so also no one knows the things of God except the Spirit which is in him;
那麼,誰能容忍這等愚昧的人呢?他們自己也心裡說沒有神。因為若正如除了在人裡頭的靈,沒有人知道人的事,照樣,除了在神裡面的靈,也沒有人知道神的事;
1:395
ἐν τῷ Θεῷ Πνεῦμα, τὸ καὶ τὰ βάθη τοῦ Θεοῦ ἐρευνῶν; Μαθήσεται γὰρ ἐκ τούτων εἰπεῖν ὁ τοιοῦτος τὸ μὲν τοῦ ἀνθρώπου πνεῦμα ἔξωθεν αὐ τοῦ τοῦ ἀνθρώπου εἶναι, τὸν δὲ ἐν τῷ Πατρὶ Λόγον εἶναι κτίσμα
the Spirit in God, who also searches the deep things of God—must such a one then learn to say that the spirit of man is outside the man himself, and that the Word in the Father is a creature? For from these things he will learn to say so.
那在神裡面、且參透神深奧之事的靈—難道這樣的人竟要從這些話學會去說:人的靈是在人本身之外的,而那在父裡面的道倒是受造之物麼?因為他要從這些事學會這樣說。
1:396
Πάλιν τε Πνεῦμα ἁγιωσύνης καὶ ἀνακαινώσεώς ἐστί τε καὶ λέγεται τὸ Πνεῦμα·
Again, the Spirit is and is called the Spirit of holiness and of renewal;
再者,聖靈乃是、也被稱為成聖之靈和更新之靈;
1:397
Τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ Πνεῦμα ἁγιωσύνης ἐξ ἀναστάσεως νεκρῶν Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν. Καὶ πά λιν φησίν·
"who was declared to be the Son of God with power, according to the Spirit of holiness, by the resurrection of the dead, even Jesus Christ our Lord." And again he says:
「按聖善的靈說,因從死裡復活,以大能顯明是神的兒子,就是我們的主耶穌基督。」他又說:
1:398
Ἀλλ' ἡγιάσθητε, ἀλλ' ἐδικαιώθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν· ὅτε καὶ πρὸς Τῖτον. γράφων ἔλεγεν·
"But you were sanctified, but you were justified in the name of our Lord Jesus Christ and in the Spirit of our God." And when writing to Titus he said:
「但如今你們奉主耶穌基督的名,並藉著我們神的靈,已經成聖、稱義了。」他寫信給提多時也說:
1:399
Ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλαν θρωπία ἐπεφάνη τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, οὐκ ἐξ ἔρ γων τῶν ἐν δικαιοσύνῃ ὧν ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς διὰ λουτροῦ παλιγγενεσίας καὶ ἀνακαινώσεως Πνεύματος ἁγίου, οὗ ἐξέχεεν ἐφ' ἡμᾶς πλουσίως διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν, ἵνα, δικαιωθέντες τῇ ἐκείνου χάριτι, κληρονόμοι κατ' ἐλπίδα γενηθῶμεν ζωῆς αἰωνίου. Τὰ δὲ κτίσματα ἁγιαζόμενά εἰσι καὶ ἀνακαινιζόμενα
"But when the kindness and love toward man of God our Saviour appeared, not by works of righteousness which we did, but according to his mercy he saved us, through the washing of regeneration and renewing of the Holy Spirit, which he poured out upon us richly through Jesus Christ our Saviour, that, being justified by his grace, we should be made heirs according to the hope of eternal life." But the creatures are sanctified and renewed.
「但到了神我們救主的恩慈和祂向人所施的慈愛顯明的時候,祂便救了我們;並不是因我們自己所行的義,乃是照祂的憐憫,藉著重生的洗和聖靈的更新;聖靈就是神藉著耶穌基督我們救主,厚厚澆灌在我們身上的,好叫我們因祂的恩得稱為義,可以憑著永生的盼望成為後嗣。」但受造之物乃是被成聖、被更新的。
1:400
Ἐξαποστελεῖς γὰρ τὸ Πνεῦμά σου, καὶ κτισθή σονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς. Καὶ ὁ Παῦλος δέ φησιν·
"For you will send forth your Spirit, and they shall be created; and you will renew the face of the earth." And Paul also says:
「你發出你的靈,牠們便受造;你使地面更換為新。」保羅也說:
1:401
Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου. Τὸ τοίνυν μὴ ἁγιαζόμενον παρ' ἑτέρου, μηδὲ μετέχον ἁγιασμοῦ, ἀλλ' αὐτὸ μεθεκτὸν ὂν, ἐν ᾧ καὶ τὰ κτίσματα πάντα ἁγιάζεται, πῶς ἂν εἴη ἓν τῶν πάντων, ἴδιον τῶν μετεχόντων αὐτοῦ; Ἀνάγκη γὰρ τοῖς τοῦτο λέγουσιν εἰπεῖν καὶ τὸν Υἱὸν, δι' οὗ τὰ πάντα γέγονεν, ἕνα τῶν πάντων εἶναι
"For it is impossible for those who were once enlightened, and have tasted of the heavenly gift, and have become partakers of the Holy Spirit." That, then, which is not sanctified by another, nor partakes of sanctification, but is itself the object partaken, in which also all the creatures are sanctified—how could it be one of all things, proper to those who partake of it? For those who say this must of necessity say also that the Son, through whom all things came to be, is one of all things.
「論到那些已經蒙了光照、嘗過天恩的滋味、又於聖靈有分的人。」那麼,那不被別人成聖、也不分受成聖、反倒自己就是被分受的對象、且一切受造之物都在其中得成聖的,怎能算是萬物之一、屬於那分受祂的麼?因為說這話的人,就必須照樣說那藉著祂、萬物得以受造的子也是萬物之一了。
1:402
Ὁ ἐγείρας γὰρ, φησὶν, Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν ζωοποιήσει καὶ τὰ θνητὰ ὑμῶν σώματα διὰ τοῦ ἐνοικοῦντος αὐτοῦ Πνεύ ματος ἐν ὑμῖν. Καὶ ὁ μὲν Κύριός ἐστιν ἡ αὐτοζωὴ, καὶ ἀρχηγὸς τῆς ζωῆς, ὡς εἶπεν ὁ Πέτρος·
For he says, "He that raised up Jesus Christ from the dead shall also quicken your mortal bodies through his Spirit that dwells in you." And the Lord is the very Life, and the Author of life, as Peter said;
因為他說:「那叫基督耶穌從死裡復活的,也必藉著住在你們心裡的聖靈,使你們必死的身體又活過來。」並且主乃是生命的本身、生命的元帥,正如彼得所說的;
1:403
Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐ τῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον
"The water that I shall give him shall become in him a fountain of water springing up unto eternal life."
「我所賜的水要在他裡頭成為泉源,直湧到永生。」
1:404
Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν. Τὰ δὲ κτίσματα, ὡς εἴρηται, ζωοποιούμενά ἐστι δι' αὐτοῦ
But this he spoke concerning the Spirit, whom those who believed on him were about to receive. But the creatures, as has been said, are quickened through him.
但祂這話是指著聖靈說的,就是信祂之人將要受的。而受造之物,如前所說,乃是藉著祂得以活過來的。
← prev partnext part →
1

Tell me when new readings are published

One email per new chapter reading. Double opt-in; one-click unsubscribe.