📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Hexaemeron

Basil

Hexaemeron 2

Greek original · 206 verses · some words can be tapped for a gloss

← ch. 1ch. 3 →
2:1
Περὶ τοῦ ἀόρατος ἦν γῆ καὶ ἀκατασκεύαστος
Homily 2. On "The earth was invisible and unformed."
第二講。論「地是空虛混沌的」。
2:2
Μικροῖς ἕωθεν ἐνδιατρίψαντες ῥήμασι, τοσοῦτον ἀποκεκρυμμένον τὸ βάθος τῆς διανοίας εὕρομεν, ὥστε τῶν ἐφεξῆς παντελῶς ἀπογνῶναι
Having tarried this morning over a few small words, we found the depth of the meaning so hidden, that we wholly despaired of what follows.
今晨我們在寥寥數語上稍作停留,便發現其含義的深奧如此隱藏,以致我們對於下文簡直感到絕望。
2:3
Εἰ γὰρ τὰ προαύλια τῶν ἁγίων τοιαῦτα, καὶ τὰ προπύλαια τοῦ ναοῦ οὕτω σεμνὰ καὶ ὑπέρογκα, τῇ ὑπερβολῇ τοῦ κάλλους τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἡμῶν περιαστράπτοντα, ποταπὰ τὰ ἅγια τῶν ἁγίων; καὶ τίς ἱκανὸς κατατολμῆσαι τῶν ἀδύτων; τίς ἐπόψεται τὰ ἀπόρρητα; Ἀπρόσιτος μὲν γὰρ αὐτῶν καὶ θέα, δυσερμήνευτος δὲ παντελῶς τῶν νοηθέντων λόγος
For if the forecourts of the holy places are such, and the porches of the temple so venerable and so vast, dazzling the eyes of our understanding round about by the surpassing excellence of their beauty, of what sort is the Holy of Holies? And who is able to venture into the inner sanctuary? Or who shall look upon the ineffable things? For unapproachable is even the sight of them, and wholly hard to interpret is the account of the things conceived.
因為聖所的外院尚且如此,殿的廊門尚且這般莊嚴宏偉,以其美的超絕從四圍使我們悟性的眼睛眩目,那至聖所又是何等光景呢?誰能斗膽進入那內殿?誰能窺見那不可言說之事?因為連望它一眼都是不可親近的,而對所領會之事所作的論說更是全然難以解釋。
2:4
Πλὴν ἀλλ ἐπειδὴ παρὰ τῷ δικαίῳ κριτῇ, καὶ ὑπὲρ μόνου τοῦ προελέσθαι τὰ δέοντα, οὐκ εὐκαταφρόνητοί εἰσιν ἀφωρισμένοι μισθοὶ, μὴ ἀποκνήσωμεν πρὸς τὴν ἔρευναν
Nevertheless, since with the righteous Judge—even for the mere choosing of what is needful—the rewards set apart are not to be despised, let us not shrink back from the search.
雖然如此,既然在那位公義審判者那裡,即便只為揀選那當行之事,所分定的賞賜也不可輕看,我們就不要在這探究上退縮。
2:5
Εἰ γὰρ καὶ τῆς ἀξίας ἀπολειπόμεθα, ἀλλ ἐὰν τοῦ βουλήματος τῆς Γραφῆς μὴ ἐκπέσωμεν τῇ βοηθείᾳ τοῦ Πνεύματος, καὶ αὐτοὶ οὐκ ἀπόβλητοι παντελῶς κριθησόμεθα, καὶ τῇ συνεργίᾳ τῆς χάριτος οἰκοδομήν τινα τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ παρεξόμεθα
For even if we fall short of its worth, yet if by the help of the Spirit we do not fall away from the intent of the Scripture, we ourselves shall not be judged wholly worthy of rejection, and by the cooperation of grace we shall furnish some edification to the Church of God.
因為我們縱然配不上它的尊貴,但若藉著聖靈的幫助,不致偏離聖經的本意,我們自己就不至被斷為全然當棄絕的,並且藉著恩典的同工,必能為神的教會帶來些許建造。
2:6
δὲ γῆ ἦν, φησὶν, ἀόρατος καὶ ἀκατασκεύαστος
"And the earth," he says, "was invisible and unformed."
他說:「地是空虛混沌的(不可見、未成形的)。」
2:7
Πῶς ἀμφοτέρων ὁμοτίμως γενομένων οὐρανοῦ καὶ γῆς, μὲν οὐρανὸς ἀπηρτίσθη, δὲ γῆ ἔτι ἀτελής ἐστι καὶ ἀνεξέργαστος;Ἢ ὅλως, τί τὸ ἀκατάσκευον τῆς γῆς; καὶ διὰ ποίαν αἰτίαν ἀόρατος ἦν; Ἔστι μὲν οὖν τελεία κατασκευὴ γῆς ἀπ αὐτῆς εὐθηνία·
How is it that, both heaven and earth having come to be in equal honour, the heaven was perfected, while the earth was still imperfect and unwrought? Or, in general, what is the unformedness of the earth? And for what cause was it invisible? Now the perfect furnishing of the earth is the abundance from it:
天與地既同等尊貴地受造,怎麼天成全了,地卻仍是未完、未經修整的呢?再者,地的「未成形」總的說來究竟指甚麼?它又因何緣故是不可見的呢?其實,地的完備裝飾,就是從它而出的豐盈:「
2:8
φυτῶν παντοδαπῶν βλαστήσεις·
the sprouting of plants of every kind;
各樣植物的萌生;
2:9
δένδρων ὑψηλοτάτων προβολαὶ καρπίμων τε καὶ ἀκάρπων·
the putting forth of loftiest trees, both fruitful and unfruitful;
最高大樹木的長成,無論是結果子的或不結果子的;
2:10
ἀνθῶν εὔχροιαι καὶ εὐωδίαι·
the fair colours and sweet fragrances of flowers;
花朵美麗的色彩與芬芳的香氣;
2:11
καὶ ὅσα μικρὸν ὕστερον μέλλει τῷ προστάγματι τοῦ Θεοῦ ἐπανατείλαντα τῇ γῇ τὴν γεννησαμένην κατακοσμεῖν
and all that, a little later, at the command of God, was to spring up upon the earth and adorn her who had brought it forth.
以及一切稍後要按神的吩咐在地上長出、來裝飾這生養它們之地的東西。
2:12
Ὧν ἐπειδὴ οὐδὲν οὔπω ἦν, ἀκατάσκευον αὐτὴν εἰκότως λόγος ὠνόμασε
Since none of these as yet was, the word fittingly named her "unformed."
既然這一切尚都未有,這話便合宜地稱地為「未成形的」。
2:13
Τὰ αὐτὰ δὲ ταῦτα κἂν περὶ οὐρανοῦ εἴποιμεν·
And these same things we might say even concerning heaven;
關於天,我們也可說同樣的話;
2:14
ὅτι οὐκ ἐξείργαστο οὔπω οὐδὲ αὐτὸς, οὐδὲ τὸν οἰκεῖον ἀπειλήφει κόσμον, ἅτε μήπω σελήνῃ μήτε ἡλίῳ περιλαμπόμενος, μηδὲ τοῖς χοροῖς τῶν ἄστρων κατεστεμμένος
that neither was it yet wrought, nor had it received its proper adornment, inasmuch as it was not yet lit up by moon or sun, nor crowned with the choirs of the stars.
就是說,它也尚未經修整,也未領受它本有的裝飾,因為它還沒有被月亮和日頭照亮,也未被眾星的歌詠群所加冕。
2:15
Ὥστε οὐχ ἁμαρτήσεις τῆς ἀληθείας, κἂν τὸν οὐρανὸν ἀκατάσκευον εἴπῃς
So that you will not err from the truth, even if you call heaven too "unformed."
所以你即使也稱天為「未成形的」,也不至偏離真理。
2:16
Ἀόρατον δὲ τὴν γῆν προσεῖπε διὰ δύο αἰτίας·
And he called the earth "invisible" for two reasons:
他稱地為「不可見的」,有兩個緣故:
2:17
ὅτι οὔπω ἦν αὐτῆς θεατὴς ἄνθρωπος, ὅτι ὑποβρύχιος οὖσα ἐκ τοῦ ἐπιπολάζοντος τῇ ἐπιφανείᾳ ὕδατος οὐκ ἠδύνατο καθορᾶσθαι
either because man, its beholder, was not yet; or because, being submerged beneath the water that lay upon its surface, it could not be seen.
或因那觀看它的人——人——尚未存在;或因它沉沒在覆蓋其表面的水底下,無法被看見。
2:18
Οὔπω γὰρ ἦν συναχθέντα τὰ ὕδατα εἰς τὰ οἰκεῖα συστήματα, ἅπερ ὕστερον Θεὸς συναγαγὼν προσηγόρευσε θαλάσσας
For the waters were not yet gathered into their proper assemblages, which God afterward, having gathered them together, named seas.
因為那時眾水還沒有聚集到它們本有的匯處,這匯處是神後來把眾水聚攏起來、稱之為海的。
2:19
Ἀόρατον οὖν τί ἐστι; Τὸ μὲν, μὴ πέφυκεν ὀφθαλμοῖς σαρκὸς καθορᾶσθαι, ὡς νοῦς ἡμέτερος·
What, then, is the invisible? That which is not by nature to be beheld by the eyes of the flesh, as is our mind;
那麼,「不可見」是甚麼呢?一是指那按本性就不能被肉眼看見的,如我們的心智;
2:20
τὸ δὲ, τῇ φύσει ὁρατὸν ὑπάρχον, διὰ τὴν ἐπιπρόσθεσιν τοῦ ἐπικειμένου αὐτῷ σώματος ἀποκρύπτεται, ὡς ἐν τῷ βυθῷ σίδηρος
and that which, being by nature visible, is hidden by the interposition of the body lying over it, as is iron in the deep.
二是指那本性可見、卻因有物體橫亙其上而被遮蔽的,如沉在深水裡的鐵。
2:21
Καθ σημαινόμενον νῦν ἀόρατον ἡγούμεθα προσειρῆσθαι τὴν γῆν καλυπτομένην ὑπὸ τοῦ ὕδατος
In which sense we now hold the earth to have been called invisible, being covered over by the water.
我們認為地如今正是在這後一意義上被稱為不可見的,就是被水所覆蓋。
2:22
Ἔπειτα μέντοι, καὶ μήπω τοῦ φωτὸς γενηθέντος, οὐδὲν ἦν θαυμαστὸν τὴν ἐν σκότῳ κειμένην, διὰ τὸ ἀφώτιστον εἶναι τὸν ὑπὲρ αὐτῆς ἀέρα, ἀόρατον καὶ κατὰ τοῦτο παρὰ τῆς Γραφῆς προσειρῆσθαι
Furthermore, light not yet having come to be, it was no wonder that the earth, lying in darkness because the air above it was unlit, was called invisible in this respect too by the Scripture.
再者,光既尚未出現,地因其上的空氣未經照亮而臥於黑暗之中,被聖經在這一層意義上也稱為不可見,就不足為奇了。
2:23
Ἀλλ οἱ παραχαράκται τῆς ἀληθείας, οἱ οὐχὶ τῇ Γραφῇ τὸν ἑαυτῶν νοῦν ἀκολουθεῖν ἐκδιδάσκοντες, ἀλλὰ πρὸς τὸ οἰκεῖον βούλημα τὴν διάνοιαν τῶν Γραφῶν διαστρέφοντες, τὴν ὕλην φασὶ διὰ τῶν λέξεων τούτων παραδηλοῦσθαι
But the falsifiers of the truth, who teach not their own mind to follow the Scripture, but wrest the meaning of the Scriptures toward their own will, say that matter is intimated by these words.
然而那些篡改真理的人,不教導自己的心思去順從聖經,反倒把聖經的意思扭曲去就自己的私意,竟說這些話所暗示的乃是「物質」。
2:24
Αὕτη γὰρ, φησὶ, καὶ ἀόρατος τῇ φύσει καὶ ἀκατασκεύαστος, ἄποιος οὖσα τῷ ἑαυτῆς λόγῳ, καὶ παντὸς εἴδους καὶ σχήματος κεχωρισμένη, ἣν παραλαβὼν τεχνίτης τῇ ἑαυτοῦ σοφίᾳ ἐμόρφωσε, καὶ εἰς τάξιν ἤγαγε, καὶ οὕτω δι αὐτῆς οὐσίωσε τὰ ὁρώμενα
For this matter, they say, is both invisible by nature and unformed, being without quality by its own account, and separated from every form and shape; which the Craftsman, taking up, shaped by His own wisdom, and brought into order, and so, through it, gave substance to the things we see.
他們說,這物質按本性既是不可見的,又是未成形的,就其本身的道理而言乃是無性質的,並與一切形式和形狀隔絕;匠人取了它,憑自己的智慧加以塑形、納入秩序,於是藉著它使我們所見之物得以成形存在。
2:25
Εἰ μὲν οὖν ἀγέννητος αὕτη, πρῶτον μὲν ὁμότιμος τῷ Θεῷ, τῶν αὐτῶν πρεσβείων ἀξιουμένη
If, then, this matter be unbegotten, it is, first of all, of equal honour with God, deemed worthy of the same prerogatives.
那麼,這物質若是非受生的,首先它就與神同等尊貴,被算為配得相同的尊榮。
2:26
Οὗ τί ἂν γένοιτο ἀσεβέστερον, τὴν ἄποιον, τὴν ἀνείδεον, τὴν ἐσχάτην ἀμορφίαν, τὸ ἀδιατύπωτον αἶσχος (τοῖς γὰρ αὐτῶν ἐκείνων προσρήμασι κέχρημαι) τῆς αὐτῆς προεδρίας ἀξιοῦσθαι τῷ σοφῷ καὶ δυνατῷ καὶ παγκάλῳ δημιουργῷ καὶ κτίστῃ τῶν ὅλων; Ἔπειτα εἰ μὲν τοσαύτη ἐστὶν, ὥστε ὅλην ὑποδέχεσθαι τοῦ Θεοῦ τὴν ἐπιστήμην·
Than which what could be more impious—that the quality-less, the formless, the utmost deformity, the unfashioned ugliness (for I use the very terms of those men themselves) should be deemed worthy of the same precedence as the wise and powerful and all-beautiful Demiurge and Creator of all things? Next, if it be so great as to receive the entire knowledge of God;
還有甚麼比這更不敬虔的呢——竟讓那無性質的、無形狀的、極端的畸形、未經塑造的醜陋(我用的正是那些人自己的措辭)被算為配與那智慧、大能、全然美善、創造萬有的匠人和造物主同居首位?其次,這物質若大到足以容受神全備的知識,
2:27
καὶ οὕτω, τρόπον τινὰ, τῇ ἀνεξιχνιάστῳ τοῦ Θεοῦ δυνάμει ἀντιπαρεξάγουσιν αὐτῆς τὴν ὑπόστασιν, εἴπερ ἐξαρκεῖ ὅλην τοῦ Θεοῦ τὴν σύνεσιν δι ἑαυτῆς ἐκμετρεῖν·
and thus, in a way, they set its subsistence over against the unsearchable power of God, if indeed it suffices to measure out by itself the whole understanding of God;
他們便這樣,在某種意義上,把它的存在抬出來與神那不可測度的大能相抗衡,倘若它真足以憑自己量盡神全備的智慧;
2:28
εἰ δὲ ἐλάττων ὕλη τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ οὕτως εἰς ἀτοπωτέραν βλασφημίαν αὐτοῖς λόγος περιτραπήσεται, δι ἔνδειαν ὕλης ἄπρακτον καὶ ἀνενέργητον τῶν οἰκείων ἔργων τὸν Θεὸν κατεχόντων
but if matter be less than the activity of God, then their argument will be turned about into a yet more absurd blasphemy, with God being held back from His proper works as idle and inactive through lack of matter.
但物質若小於神的運作,那麼他們的論說就會翻轉成一種更加荒謬的褻瀆,竟說神因缺乏物質,被攔阻不能行祂本有的工作,淪為閒置無為的了。
2:29
Ἀλλ ἐξηπάτησε γὰρ αὐτοὺς τῆς ἀνθρωπίνης φύσεως πενία
But the poverty of human nature deceived them.
其實是人性的貧乏欺哄了他們。
2:30
Καὶ ἐπειδὴ παρ ἡμῖν ἑκάστη τέχνη περί τινα ὕλην ἀφωρισμένως ἠσχόληται, οἷον χαλευτικὴ μὲν περὶ τὸν σίδηρον, τεκτονικὴ δὲ περὶ τὰ ξύλα·
And since with us each art is busied about some determined matter—as the smith's art about iron, and the carpenter's about wood;
因為在我們這裡,每樣技藝都各自圍繞著某種特定的材料而忙——如鍛冶之術圍繞鐵,木工之術圍繞木材;
2:31
καὶ ἐν τούτοις ἄλλο μέν τί ἐστι τὸ ὑποκείμενον, ἄλλο δὲ τὸ εἶδος, ἄλλο δὲ τὸ ἐκ τοῦ εἴδους ἀποτελούμενον·
and in these one thing is the underlying subject, another the form, and another what is produced from the form;
在這些技藝裡,作底層的本體是一回事,形式是另一回事,由形式而成就的成品又是另一回事;
2:32
καὶ ἔστιν μὲν ὕλη ἔξωθεν παραλαμβανομένη, τὸ δὲ εἶδος παρὰ τῆς τέχνης ἐφαρμοζόμενον, ἀποτέλεσμα δὲ τὸ ἐξ ἀμφοῖν συντιθέμενον ἔκ τε τοῦ εἴδους καὶ τῆς ὕλης·
and the matter is something taken from outside, while the form is supplied by the art, and the result is what is composed of both—of the form and the matter;
材料是從外面取來的,形式是由技藝所賦予的,成品則是由形式與材料二者所組成的;
2:33
οὕτως οἴονται καὶ ἐπὶ τῆς θείας δημιουργίας, τὸ μὲν σχῆμα τοῦ κόσμου παρὰ τῆς σοφίας ἐπῆχθαι τοῦ ποιητοῦ τῶν ὅλων, τὴν δὲ ὕλην ἔξωθεν ὑποβεβλῆσθαι τῷ κτίσαντι, καὶ γεγενῆσθαι τὸν κόσμον σύνθετον, τὸ μὲν ὑποκείμενον καὶ τὴν οὐσίαν ἑτέρωθεν ἔχοντα, τὸ δὲ σχῆμα καὶ τὴν μορφὴν παρὰ Θεοῦ προσλαβόντα
so they suppose it to be also in the divine creation: that the figure of the world was brought to it by the wisdom of the Maker of all, but the matter was supplied to the Creator from outside, and the world came to be composite, having its underlying subject and substance from elsewhere, but receiving its figure and form from God.
他們便以為神的創造也是如此:世界的樣式是由萬有之創造者的智慧加上去的,但材料卻是從外面供給造物主的,於是世界乃是組合而成的,它作底層的本體和實體得自別處,卻從神領受了它的樣式和形狀。
2:34
Ἐκ δὲ τούτου αὐτοῖς ὑπάρχει ἀρνεῖσθαι μὲν τὸν μέγαν Θεὸν τῆς συστάσεως τῶν ὄντων προεστηκέναι, οἷον δὲ ἐράνου τινὸς πληρωτὴν, ὀλίγην τινὰ μοῖραν εἰς τὴν τῶν ὄντων γένεσιν παρ ἑαυτοῦ συμβεβλῆσθαι·
And from this it follows for them to deny that the great God presided over the constitution of the things that are, but, as a contributor to some common fund, that He brought from Himself only some small portion toward the genesis of things;
由此他們便不免要否認那偉大的神主宰了萬有的構成,倒像一個眾人合資集款的出資者,只從自己拿出極小的一份,貢獻於萬物的生成;
2:35
οὐ δυνηθέντες διὰ λογισμῶν ταπεινότητα πρὸς τὸ ὕψος ἀπιδεῖν τῆς ἀληθείας·
not being able, through the lowliness of their reasonings, to look up to the height of the truth;
他們因推理的卑下,不能仰望真理的高處;
2:36
ὅτι ἐνταῦθα μὲν αἱ τέχναι τῶν ὑλῶν ὕστεραι, διὰ τὸ ἀναγκαῖον τῆς χρείας παρεισαχθεῖσαι τῷ βίῳ
namely, that here the arts are later than their materials, having been brought into life through the necessity of need.
這真理就是:在我們這裡,技藝乃是後於其材料的,是因生活上需用的必要纔被引進來的。
2:37
Τὸ μὲν γὰρ ἔριον προϋπῆρχεν, δὲ ὑφαντικὴ ἐπεγένετο, τὸ τῆς φύσεως ἐνδέον παρ ἑαυτῆς ἐκπληροῦσα
For wool pre-existed, and weaving came after, supplying from itself what was lacking in nature.
因為羊毛是先有的,紡織之術是後來纔出現的,從自身補足了本性所缺的。
2:38
Καὶ τὸ μὲν ξύλον ἦν, τεκτονικὴ δὲ παραλαβοῦσα, πρὸς τὴν ἐπιζητουμένην ἑκάστοτε χρείαν διαμορφοῦσα τὴν ὕλην, τὴν εὐχρηστίαν ἡμῖν τῶν ξύλων ὑπέδειξε, κώπην μὲν ναύταις, γεωργοῖς δὲ πτύον, ὁπλίταις δὲ δόρυ παρεχομένη
And wood there was, and carpentry, taking it up and shaping the material toward whatever need was sought at each occasion, showed us the usefulness of wood, supplying an oar to sailors, a winnowing-fork to farmers, and a spear to soldiers.
木材是先有的,木工之術取了它,按每一場合所需把材料塑形,向我們顯出木材的用處,給水手供應槳、給農夫供應簸箕、給兵丁供應槍。
2:39
δὲ Θεὸς, πρίν τι τῶν νῦν ὁρωμένων γενέσθαι, εἰς νοῦν βαλόμενος καὶ ὁρμήσας ἀγαγεῖν εἰς γένεσιν τὰ μὴ ὄντα, ὁμοῦ τε ἐνόησεν ὁποῖόν τινα χρὴ τὸν κόσμον εἶναι, καὶ τῷ εἴδει αὐτοῦ τὴν ἁρμόζουσαν ὕλην συναπεγέννησε
But God, before any of the things now seen had come to be, casting into His mind and setting out to bring into being the things that were not, conceived at one and the same time what sort of thing the world ought to be, and brought into being together with its form the matter befitting it.
但神在如今所見之物尚未有一樣存在以先,就在祂心思中籌劃、著手把那本不存在的帶入存在,祂同時既構思了世界該當如何,又連同它的形狀一併生出了與之相稱的材料。
2:40
Καὶ οὐρανῷ μὲν ἀφώρισε τὴν οὐρανῷ πρέπουσαν φύσιν·
And to heaven He assigned the nature befitting heaven;
祂把與天相稱的本性分派給天;
2:41
τῷ δὲ τῆς γῆς σχήματι τὴν οἰκείαν αὐτῇ καὶ ὀφειλομένην οὐσίαν ὑπέβαλε
and to the figure of the earth He laid as foundation the substance proper and owed to it.
祂為地的樣式奠下那本屬於它、為它所需的實體。
2:42
Πῦρ δὲ καὶ ὕδωρ καὶ ἀέρα διεσχημάτισέν τε ὡς ἐβούλετο, καὶ εἰς οὐσίαν ἤγαγεν ὡς ἑκάστου λόγος τῶν γινομένων ἀπῄτει
And fire and water and air He shaped as He willed, and brought into substance as the account of each of the things coming to be required.
至於火、水、空氣,祂照自己的意旨將它們塑形,並按生成之物各自的道理所要求的使之成形存在。
2:43
Ὅλον δὲ τὸν κόσμον ἀνομοιομερῆ τυγχάνοντα ἀρρήκτῳ τινὶ φιλίας θεσμῷ εἰς μίαν κοινωνίαν καὶ ἁρμονίαν συνέδησεν·
And the whole world, being of dissimilar parts, He bound together by some unbreakable bond of friendship into one fellowship and harmony;
祂把這由種種相異之部分所構成的整個世界,用某種牢不可破的友愛之約束,連結成一個交通與和諧;
2:44
ὥστε καὶ τὰ πλεῖστον ἀλλήλων τῇ θέσει διεστηκότα ἡνῶσθαι δοκεῖν διὰ τῆς συμπαθείας
so that even the things most widely separated from one another in position seem to be united through their sympathy.
以致連那些在位置上彼此相距最遠的,也彷彿藉著它們的相互感通而合為一了。
2:45
Παυσάσθωσαν οὖν μυθικῶν πλασμάτων, ἐν τῇ ἀσθενείᾳ τῶν οἰκείων λογισμῶν τὴν ἀκατάληπτον διανοίαις καὶ ἄφατον παντελῶς ἀνθρωπίνῃ φωνῇ δύναμιν ἐκμετροῦντες
Let them cease, then, from their mythical fabrications, measuring out by the weakness of their own reasonings the power that is incomprehensible to our understandings and wholly unutterable by human speech.
所以但願他們止息那些神話般的捏造,不再用自己推理的軟弱去度量那為我們悟性所不能測透、為人言所全然不能道盡的大能。
2:46
Ἐποίησεν Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·
"God made the heaven and the earth";
「神創造天地」;
2:47
οὐκ ἐξ ἡμισείας ἑκάτερον, ἀλλ ὅλον οὐρανὸν καὶ ὅλην γῆν, αὐτὴν τὴν οὐσίαν τῷ εἴδει συνειλημμένην
not each one by halves, but the whole heaven and the whole earth—the very substance grasped together with the form.
不是各造一半,乃是整個天、整個地——是連同形狀一併把握的實體本身。
2:48
Οὐχὶ γὰρ σχημάτων ἐστὶν εὑρέτης, ἀλλ αὐτῆς τῆς φύσεως τῶν ὄντων δημιουργός
For He is not a discoverer of figures, but the Demiurge of the very nature of the things that are.
因為祂不是樣式的發明者,乃是萬有本性本身的創造者。
2:49
Ἐπεὶ ἀποκρινέσθωσαν ἡμῖν, πῶς ἀλλήλοις συνέτυχον τε δραστικὴ τοῦ Θεοῦ δύναμις, καὶ παθητικὴ φύσις τῆς ὕλης·
Since let them answer us, how did the active power of God and the passive nature of matter chance to meet one another:
既然如此,請他們回答我們:神那主動的大能,與物質那被動的本性,是怎樣彼此相遇的:
2:50
μὲν τὸ ὑποκείμενον παρεχομένη χωρὶς μορφῆς·
the one furnishing the underlying subject without form;
一方供給那無形狀的底層本體;
2:51
δὲ τῶν σχημάτων τὴν ἐπιστήμην ἔχων, ἄνευ τῆς ὕλης, ἵν ἑκατέρῳ τὸ ἐνδέον παρὰ θατέρου γένηται·
the other having the knowledge of figures, without matter—so that to each what was lacking might come from the other:
另一方則有樣式的知識,卻無材料——好使二者各自所缺的,從對方而得:
2:52
τῷ μὲν δημιουργῷ τὸ ἔχειν ὅπου τὴν τέχνην ἐνεπιδείξηται, τῇ δὲ ὕλῃ τὸ ἀποθέσθαι τὴν ἀμορφίαν καὶ τοῦ εἴδους τὴν στέρησιν
to the Demiurge, that He might have wherein to display His art; to matter, that it might lay aside its formlessness and the privation of form.
於匠人是要有可施展其技藝之處;於物質則是要卸去它的無形狀與形式之缺乏。
2:53
Ἀλλὰ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον
But concerning these things, thus far.
關於這些事,就講到這裡。
2:54
Πρὸς δὲ τὸ ἐξ ἀρχῆς ἐπανίωμεν
But let us return to the point from which we began.
讓我們回到起初所講的那一點。
2:55
δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος
"And the earth was invisible and unformed."
「地是空虛混沌(不可見、未成形)的。」
2:56
Εἰπὼν, Ἐν ἀρχῇ ἐποίησεν Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·
Having said, "In the beginning God made the heaven and the earth,"
他既說了「起初神創造天地」,
2:57
πολλὰ ἀπεσιώπησεν, ὕδωρ, ἀέρα, πῦρ, τὰ ἐκ τούτων ἀπογεννώμενα πάθη·
he passed over many things in silence: water, air, fire, and the affections begotten from these;
就默而不言地略過了許多東西:水、空氣、火,以及由這些所生的種種狀態;
2:58
πάντα μὲν ὡς συμπληρωτικὰ τοῦ κόσμου συνυπέστη τῷ παντὶ δηλονότι·
all of which, as things that fill out the world, clearly co-subsisted with the universe;
這一切既是充實世界的東西,顯然都與宇宙一同存在;
2:59
παρέλιπε δὲ ἱστορία, τὸν ἡμέτερον νοῦν γυμνάζουσα πρὸς ἐντρέχειαν, ἐξ ὀλίγων ἀφορμῶν παρεχομένη ἐπιλογίζεσθαι τὰ λειπόμενα
but the narrative left them out, exercising our mind toward keenness, supplying from a few starting-points the means to reason out the things that are lacking.
然而這記述把它們略去了,乃是要操練我們的心思使之敏銳,藉幾個起點給我們提供推想其餘所缺之物的憑藉。
2:60
Ἐπεὶ οὖν οὐκ εἴρηται περὶ τοῦ ὕδατος ὅτι ἐποίησεν Θεὸς, εἴρηται δὲ ὅτι ἀόρατος ἦν γῆ·
Since, then, it has not been said of the water that God made it, but it has been said that the earth was invisible;
既然經上沒有說神造了水,卻說了地是不可見的;
2:61
σκόπει σὺ κατὰ σεαυτὸν τίνι παραπετάσματι καλυπτομένη οὐκ ἐξεφαίνετο
consider you with yourself by what kind of curtain it was covered so as not to appear.
你就當自己思想:它是被怎樣的一層帷幕遮蓋,以致不得顯現。
2:62
Οὔτε οὖν πῦρ αὐτὴν καλύπτειν ἠδύνατο
Now fire could not have covered it.
火是不能遮蓋它的。
2:63
Φωτιστικὸν γὰρ καὶ καταφάνειαν παρέχον οἷς ἂν προσγένηται μᾶλλον σκοτῶδες τὸ πῦρ
For fire is illuminating, and affords plain visibility to whatever it comes near, rather than darkness.
因為火是發光的,凡它所靠近的,它都使之清晰可見,而非使之黑暗。
2:64
Οὐ μὴν οὐδὲ ἀὴρ προκάλυμμα ἦν τότε τῆς γῆς
Nor indeed was air then a veil before the earth.
那時空氣也不是遮在地前的幕。
2:65
Ἀραιὰ γὰρ καὶ διαφανὴς τοῦ ἀέρος φύσις, πάντα τὰ εἴδη τῶν ὁρατῶν δεχομένη, καὶ ταῖς τῶν ὁρώντων ὄψεσι παραπέμπουσα
For the nature of air is rare and transparent, receiving all the forms of visible things, and passing them on to the sight of those who behold.
因為空氣的本性是稀薄而透明的,它接受一切可見之物的形像,並把它們傳遞給觀看者的眼目。
2:66
Λειπόμενον τοίνυν ἐστὶ νοεῖν ἡμᾶς ὕδωρ ἐπιπολάζειν τῇ ἐπιφανείᾳ τῆς γῆς, οὔπω πρὸς τὴν οἰκείαν λῆξιν τῆς ὑγρᾶς οὐσίας ἀποκριθείσης
It remains, therefore, for us to understand that water lay upon the surface of the earth, the moist substance not yet having been separated off into its proper lot.
因此,剩下的就是要我們領會:那時水覆在地的表面上,因為濕潤的實體尚未被分別出來、歸到它本有的歸處。
2:67
Ἐκ δὲ τούτου οὐ μόνον ἀόρατος ἦν γῆ, ἀλλὰ καὶ ἀκατασκεύαστος
And from this, not only was the earth invisible, but also unformed.
因著這緣故,地不僅是不可見的,也是未成形的。
2:68
γὰρ τοῦ ὑγροῦ πλεονεξία ἔτι καὶ νῦν ἐμπόδιόν ἐστι πρὸς καρπογονίαν τῇ γῇ
For the excess of moisture is even now an impediment to fruit-bearing in the earth.
因為水分過多,即便如今對地的結實也是一種妨礙。
2:69
οὖν αὐτὴ αἰτία, καὶ τοῦ μὴ ὁρᾶσθαι, καὶ τοῦ ἀκατασκεύαστον εἶναι·
The same cause, then, is also that both of its not being seen and of its being unformed;
所以同一個緣故,既是它不得被見的緣故,也是它未成形的緣故;
2:70
εἴπερ κατασκευὴ γῆς, οἰκεῖος αὐτῇ καὶ κατὰ φύσιν κόσμος, λήϊα μὲν ταῖς κοιλότησιν ἐγκυμαίνοντα, λειμῶνες χλοάζοντες καὶ ποικίλοις ἄνθεσι βρύοντες, νάπαι εὐθαλεῖς, καὶ ὀρῶν κορυφαὶ ταῖς ὕλαις κατάσκιοι·
if indeed the furnishing of the earth is the adornment proper and natural to it—crops billowing in the hollows, meadows growing green and teeming with varied flowers, flourishing glens, and mountain peaks shaded with woods;
倘若地的裝備就是那本屬於它、合乎它本性的妝飾——莊稼在低谷裡如波翻湧,草地泛綠、繁花點點,山谷蒼鬱茂盛,山巔覆蔭著樹林;
2:71
ὠδίνουσα μὲν τὴν πάντων γένεσιν διὰ τὴν ἐναποτεθεῖσαν αὐτῇ παρὰ τοῦ δημιουργοῦ δύναμιν, ἀναμένουσα δὲ τοὺς καθήκοντας χρόνους, ἵνα τῷ θείῳ κελεύσματι προαγάγῃ ἑαυτῆς εἰς φανερὸν τὰ κυήματα
she travailing to bring forth the genesis of all things, through the power deposited in her by the Demiurge, but awaiting the due times, that at the divine command she might bring forth her offspring into the light.
地藉著匠人所安置於它裡面的能力,正陣痛要產出萬物的生命,卻在等候那當到的時候,好按神的吩咐把它腹中的胎產出,顯露在光中。
2:72
Ἀλλὰ καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου·
"But darkness also," he says, "was upon the deep."
他又說:「淵面黑暗。」
2:73
Πάλιν ἄλλαι μύθων ἀφορμαὶ, καὶ πλασμάτων δυσσεβεστέρων ἀρχαὶ πρὸς τὰς ἰδίας ὑπονοίας παρατρεπόντων τὰ ῥήματα
Again, other occasions for myths, and beginnings of yet more impious fabrications, on the part of those who twist the words toward their own private surmises.
這裡又給那些把這些話扭向自己私下臆測的人,提供了別的造神話之機,並更加不敬虔之捏造的端緒。
2:74
Τὸ γὰρ σκότος οὐχ ὡς πέφυκεν ἐξηγοῦνται ἀέρα τινὰ ἀφώτιστον, τόπον ἐξ ἀντιφράξεως σώματος σκιαζόμενον, ὅλως καθ ὁποιανοῦν αἰτίαν τόπον φωτὸς ἐστερημένον, ἀλλὰ δύναμιν κακὴν, μᾶλλον δὲ αὐτὸ τὸ κακὸν, παρ ἑαυτοῦ τὴν ἀρχὴν ἔχον, ἀντικείμενον καὶ ἐναντίον τῇ ἀγαθότητι τοῦ Θεοῦ ἐξηγοῦνται τὸ σκότος
For they do not expound "darkness" as it naturally is—some unlit air, or a place shadowed by the interposing obstruction of a body, or in general a place deprived of light from any cause whatsoever—but they expound the darkness as an evil power, or rather as evil itself, having its origin from itself, set over against and contrary to the goodness of God.
因為他們不按黑暗本性的實情來解釋它——即某種未經照亮的空氣,或因有物體橫亙阻擋而遮蔽成影之處,或泛指任何緣故所致、缺乏光的地方——反倒把這黑暗解釋為一種邪惡的權勢,或更確切地說,就是邪惡本身,是自身為源、與神的良善相對相敵的。
2:75
Εἰ γὰρ Θεὸς φῶς ἐστι, δηλονότι ἀντιστρατευομένη αὐτῷ δύναμις σκότος ἂν εἴη, φησὶ, κατὰ τὸ τῆς διανοίας ἀκόλουθον
For if God is light, then clearly, he says, the power warring against Him would be darkness, according to the logical consequence of the thought.
因為他說,神既是光,那麼按思路的邏輯推論,與祂爭戰的權勢顯然就該是黑暗了。
2:76
Σκότος, οὐ παρ ἑτέρου τὸ εἶναι ἔχον, ἀλλὰ κακὸν αὐτογέννητον
Darkness, not having its being from another, but a self-begotten evil.
這黑暗,並非由別的而得其存在,乃是一種自生的邪惡。
2:77
Σκότος, πολέμιον ψυχῶν, θανάτου ποιητικὸν, ἀρετῆς ἐναντίωσις·
Darkness, the foe of souls, the producer of death, the opposite of virtue;
這黑暗,是靈魂的仇敵、死亡的製造者、德行的對立面;
2:78
ὅπερ καὶ ὑφεστάναι, καὶ μὴ παρὰ Θεοῦ γεγενῆσθαι, ὑπ αὐτῶν μηνύεσθαι τῶν τοῦ προφήτου λόγων ἐξαπατῶνται
which, they are deceived into thinking, is shown by the very words of the prophet both to subsist and not to have come to be from God.
他們受了欺哄,以為先知的這些話本身既表明這黑暗實有其存在,又表明它不是由神而生的。
2:79
Ἐκ δὴ τούτου τί οὐχὶ συνεπλάσθη τῶν πονηρῶν καὶ ἀθέων δογμάτων; Ποῖοι λύκοι βαρεῖς διασπῶντες τὸ ποίμνιον τοῦ Θεοῦ, οὐχὶ ἀπὸ τῆς μικρᾶς ταύτης φωνῆς τὴν ἀρχὴν λαβόντες ἐπεπόλασαν ταῖς ψυχαῖς; Οὐχὶ Μαρκιῶνες; οὐχὶ Οὐαλεντῖνοι ἐντεῦθεν; οὐχ βδελυκτὴ τῶν Μανιχαίων αἵρεσις, ἣν σηπεδόνα τις τῶν Ἐκκλησιῶν προσειπὼν οὐχ ἁμαρτήσεται τοῦ προσήκοντος; Τί μακρὰν ἀποτρέχεις τῆς ἀληθείας, ἄνθρωπε, ἀφορμὰς σεαυτῷ τῆς ἀπωλείας ἐπινοῶν; Ἁπλοῦς λόγος, καὶ πᾶσιν εὔληπτος
From this, then, what evil and godless doctrine has not been fabricated? What grievous wolves, tearing apart the flock of God, did not take their start from this small phrase and overrun souls? Were not the Marcionites from here? The Valentinians from here? Was not the abominable heresy of the Manichaeans, which one would not err in calling a gangrene of the Churches? Why do you run far away from the truth, O man, devising for yourself occasions of perdition? The word is simple, and easily grasped by all.
由此,還有甚麼邪惡、不敬虔的教義不曾被捏造出來呢?有甚麼凶惡的豺狼撕裂神的羊群,不是從這短短一句話起頭、橫行於眾人的靈魂之間呢?馬吉安派豈不是從這裡出來的?瓦倫提努派豈不是從這裡出來的?摩尼派那可憎的異端——稱之為教會的壞疽也不為過——豈不也是?人哪,你為何遠遠跑離真理,為自己謀算敗亡的端由呢?這話本是簡單的,人人都容易領會。
2:80
Τίς αἰτία; Ἐπειδὴ ἄβυσσον εἶχεν ἐπιπολάζουσαν ἑαυτῇ
What is the cause? Since it had a deep lying upon its surface.
緣故是甚麼呢?因為地有一片深淵覆在它的面上。
2:81
Ἀβύσσου δὲ ἔννοια τίς; Ὕδωρ πολὺ δυσέφικτον ἔχον ἑαυτοῦ τὸ πέρας ἐπὶ τὸ κάτω
And what is the notion of "the deep"? Much water, having its limit downward hard to reach.
那麼「深淵」的概念又是甚麼呢?就是大量的水,其向下的底界難以企及。
2:82
Ἀλλ ἔγνωμεν πολλὰ τῶν σωμάτων καὶ δι ὕδατος λεπτοτέρου καὶ διαυγοῦς πολλάκις διαφαινόμενα
But we know that many bodies are often seen through water that is finer and clearer.
可是我們知道,許多物體常透過較精細、較清澈的水被看見。
2:83
Πῶς οὖν οὐδὲν μέρος τῆς γῆς διὰ τῶν ὑδάτων ἐδείκνυτο; Ὅτι ἀλαμπὴς ἔτι καὶ ἐσκοτισμένος ἦν ὑπὲρ αὐτοῦ κεχυμένος ἀήρ
How, then, was no part of the earth shown through the waters? Because the air poured out over it was still lightless and darkened.
那麼,為何沒有一處地透過眾水顯現出來呢?因為傾覆在它之上的空氣仍是無光而昏暗的。
2:84
Ἀκτὶς μὲν γὰρ ἡλίου δι ὑδάτων διικνουμένη, δείκνυσι πολλάκις τὰς ἐν τῷ βάθει ψηφῖδας·
For a ray of the sun, penetrating through waters, often reveals the pebbles in the depth;
因為日頭的光線穿透水中,常顯露出深處的卵石;
2:85
ἐν νυκτὶ δέ τις βαθείᾳ οὐδενὶ ἂν τρόπῳ τὰ ὑπὸ τὸ ὕδωρ κατίδοι
but in a deep night no one could by any means discern the things beneath the water.
可是在沉沉黑夜裡,無人能以任何方法看清水底下的東西。
2:86
Ὥστε τοῦ ἀόρατον εἶναι τὴν γῆν κατασκευαστικόν ἐστι τὸ ἐπαγόμενον, ὅτι καὶ ἄβυσσος ἦν ἐπέχουσα, καὶ αὕτη ἐσκοτισμένη
So that what is added contributes to the earth's being invisible: namely, that there was also a deep covering it, and this darkened.
所以接下來所加的話,正佐證了地之不可見:就是說,還有一片深淵覆蓋著它,且這深淵是昏暗的。
2:87
Οὔτε οὖν ἄβυσσος, δυνάμεων πλῆθος ἀντικειμένων, ὥς τινες ἐφαντάσθησαν·
Neither, then, is "the deep" a multitude of opposing powers, as some have imagined;
因此,「深淵」既不是如某些人所臆想的、一群相對抗的權勢;
2:88
οὔτε σκότος, ἀρχική τις καὶ πονηρὰ δύναμις ἀντεξαγομένη τῷ ἀγαθῷ
nor is "darkness" some original and evil power set up against the Good.
「黑暗」也不是甚麼原初而邪惡、與善相抗衡的權勢。
2:89
Δύο γὰρ ἐξισάζοντα ἀλλήλοις κατ ἐναντίωσιν, φθαρτικὰ ἔσται πάντως τῆς ἀλλήλων συστάσεως·
For two things equally matched against one another in opposition will surely be destructive of each other's constitution;
因為兩樣勢均力敵、彼此相對的東西,必然要互相毀壞對方的存在;
2:90
καὶ πράγματα ἕξει διηνεκῶς καὶ παρέξει ἀπαύστως πρὸς ἄλληλα συνεχόμενα τῷ πολέμῳ
and being continually locked together in war, they will both ceaselessly have trouble and unceasingly give trouble to one another.
並且既不住地纏鬥於戰爭中,它們就要彼此不斷地受擾、也不住地相擾。
2:91
Κἂν ὑπερβάλλῃ δυνάμει τῶν ἀντικειμένων τὸ ἕτερον, δαπανητικὸν ἐξάπαντος τοῦ κρατηθέντος γίνεται
And if one of the opposing things exceeds in power, it becomes utterly destructive of the one overcome.
若相對二者之一在能力上勝過,它就把那被勝者徹底吞滅。
2:92
Ὥστε εἰ μὲν ἰσόρροπον λέγουσι τοῦ κακοῦ τὴν πρὸς τὸ ἀγαθὸν ἐναντίωσιν, ἄπαυστον εἰσάγουσι πόλεμον καὶ διηνεκῆ τὴν φθορὰν, κρατούντων ἐν μέρει καὶ κρατουμένων
So that if they say the opposition of evil to good is evenly balanced, they introduce an unceasing war and perpetual destruction, with the one and the other now conquering and now being conquered.
所以他們若說惡對善的敵對是勢均力敵的,他們就引入了不止息的戰爭與永久的毀壞,雙方輪番得勝、輪番被勝。
2:93
Εἰ δὲ ὑπερέχει δυνάμει τὸ ἀγαθὸν, τίς αἰτία τοῦ τὴν φύσιν τοῦ κακοῦ μὴ παντελῶς ἀνῃρῆσθαι; Εἰ δὲ, μὴ θέμις εἰπεῖν, θαυμάζω πῶς οὐχὶ φεύγουσιν αὐτοὶ ἑαυτοὺς πρὸς οὕτως ἀθεμίτους βλασφημίας ὑποφερόμενοι
But if the good exceeds in power, what is the cause that the nature of evil has not been wholly done away with? But if—what it is not lawful to say—I marvel how they themselves do not flee from themselves, borne along into such unlawful blasphemies.
但善若在能力上勝過,那麼惡的本性為何沒有被徹底除滅呢?至於那不可言說的另一面,我希奇他們自己竟不逃離自己,竟被擄入這等不法的褻瀆裡去。
2:94
Οὐ μὴν οὐδὲ παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν ἔχειν εὐσεβές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου γίνεσθαι
Nor indeed is it godly to say that evil has its genesis from God, because none of contraries comes to be from its contrary.
再者,說惡是由神而生的,也不是敬虔的話,因為相反之物中,沒有一樣是從其相反者而生的。
2:95
Οὔτε γὰρ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε νόσος ὑγείας δημιουργὸς, ἀλλ ἐν μὲν ταῖς μεταβολαῖς τῶν διαθέσεων ἐκ τῶν ἐναντίων πρὸς τὰ ἐναντία αἱ μεταστάσεις·
For neither does life beget death, nor is darkness the origin of light, nor is sickness the creator of health; but in the changes of dispositions there are transitions from contraries to contraries;
因為生命不生出死亡,黑暗不是光的源頭,疾病不是健康的創造者;只是在性情狀態的更易中,纔有從相反到相反的過渡;
2:96
ἐν δὲ ταῖς γενέσεσιν, οὐκ ἐκ τῶν ἐναντίων, ἀλλ ἐκ τῶν ὁμογενῶν ἕκαστον τῶν γινομένων προέρχεται
but in genesis, each of the things that come to be proceeds not from its contraries, but from its own kind.
但在生成中,凡受造之物都不是從其相反者,乃是從與自己同類者而出。
2:97
Εἰ τοίνυν, φησὶ, μήτε ἀγέννητον, μήτε παρὰ Θεοῦ γεγονὸς, πόθεν ἔχει τὴν φύσιν; Τὸ γὰρ εἶναι τὰ κακὰ οὐδεὶς ἀντερεῖ τῶν μετεχόντων τοῦ βίου
If then, he says, it is neither unbegotten nor having come to be from God, whence has it its nature? For that evils exist, none of those who partake of life will deny.
那麼他說,惡若既非非受生的,也非由神而生的,它從何處得著它的本性呢?因為惡確實存在,凡有分於生命的人,無一能否認。
2:98
Τί οὖν φαμέν; Ὅτι τὸ κακόν ἐστιν οὐχὶ οὐσία ζῶσα καὶ ἔμψυχος, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν ἀπὸ τοῦ καλοῦ ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη
What then do we say? That evil is not a living and animate substance, but a disposition in the soul standing contrary to virtue, arising in the slothful through the falling-away from the good.
那麼我們怎麼說呢?我們說,惡不是一個有生命、有靈魂的實體,乃是靈魂中與德行相反的一種傾向,是在懈怠之人裡因著從善墮落而生出的。
2:99
Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει·
Do not, then, look round about for evil from outside;
所以你不要四面向外去尋找惡;
2:100
μηδὲ ἀρχέγονόν τινα φύσιν πονηρίας φαντάζου·
nor imagine some primal nature of wickedness;
也不要臆想甚麼原初的邪惡本性;
2:101
ἀλλὰ τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω
but let each one recognise himself as the author of the wickedness within him.
倒要各人承認自己就是自己裡頭那惡的始作俑者。
2:102
Ἀεὶ γὰρ τῶν γινομένων τὰ μὲν ἐκ φύσεως ἡμῖν ἐπιγίνεται, οἷον γῆρας καὶ ἀσθένειαι·
For always, of the things that befall us, some come upon us from nature, such as old age and sicknesses;
因為臨到我們的事中,總有些是由本性而來的,如年老和疾病;
2:103
τὰ δὲ ἀπὸ ταυτομάτου, οἷον αἱ ἄλογοι περιπτώσεις ἀλλοτρίαις ἀρχαῖς ἐπισυμβαίνουσαι, σκυθρωπῶν τινων πολλάκις καὶ τῶν φαιδροτέρων·
others come from chance, such as the irrational mischances befalling us from causes outside us—often things gloomy, or even more cheerful;
另有些是出於偶然的,如那些從我們以外的緣由臨到我們、無理可循的遭遇——往往是些不幸的事,甚或是些較喜悅的事;
2:104
ὡς τῷ φρέαρ ὀρύσσοντι τοῦ θησαυροῦ εὕρεσις, τῷ πρὸς τὴν ἀγορὰν ὡρμημένῳ τοῦ λυσσῶντος κυνὸς ἔντευξις·
as the finding of treasure to the man digging a well, or the meeting with a mad dog to one who has set out toward the marketplace;
如掘井之人忽得寶藏,或前往集市之人途遇瘋狗;
2:105
τὰ δὲ ἐφ ἡμῖν τυγχάνει, ὡς τὸ κρατῆσαι τῶν ἐπιθυμιῶν, μὴ κολάσαι τὰς ἡδονάς·
but others are within our own power, such as to master the desires, or not to chasten the pleasures;
還有些是在我們自己權下的,如制伏情慾,或不約束逸樂;
2:106
ὡς τὸ κατασχεῖν ὀργῆς, χεῖρας ἐπαφεῖναι τῷ παροξύναντι·
such as to restrain anger, or to lay hands upon him who provoked us;
如按捺怒氣,或向激怒我們的人動手;
2:107
ἐπιεικῆ τὸ ἦθος εἶναι καὶ μέτριον, ὑπέρογκον καὶ ἀλαζονείαις ὑπεραιρόμενον
to be of fair and moderate character, or puffed up and lifted high with boastings.
如品性公平節制,或自高自大、被誇耀高抬。
2:108
Ὧν τοίνυν αὐτὸς εἶ κύριος, τούτων τὰς ἀρχὰς μὴ ζητήσῃς ἑτέρωθεν, ἀλλὰ γνώριζε τὸ κυρίως κακὸν ἐκ τῶν προαιρετικῶν ἀποπτωμάτων τὴν ἀρχὴν εἰληφός
Of those things, then, of which you yourself are lord, do not seek the origins from elsewhere, but recognise that evil properly so called has taken its beginning from the lapses of free choice.
所以,凡你自己作主的事,不要從別處去尋它們的源頭,倒要承認那真正所謂的惡,乃是從自由意志的失足而起的。
2:109
Οὐ γὰρ ἂν εἴπερ ἀκούσιον ἦν, καὶ μὴ ἐφ ἡμῖν, τοσοῦτος μὲν ἐκ τῶν νόμων φόβος τοῖς ἀδικοῦσιν ἐπήρτητο, οὕτω δὲ ἀπαραίτητοι τῶν δικαστηρίων αἱ κολάσεις, τὸ πρὸς ἀξίαν τοῖς κακούργοις ἀντιμετροῦσαι
For, had it been involuntary and not within our power, neither would so great a fear from the laws have hung over wrongdoers, nor would the punishments of the courts be so inexorable, meting out to evildoers according to their deserts.
因為惡若是非自願、不在我們權下的,那麼法律就不會把這樣大的懼怕懸在作惡者頭上,法庭的刑罰也不會這般毫不容情,按作惡者所當得的施報於他們。
2:110
Ταῦτα δέ μοι εἰρήσθω περὶ τοῦ κυρίως κακοῦ
But let these things have been said by me concerning evil properly so called.
關於那真正所謂的惡,就讓我所說的這些為止。
2:111
Νόσον γὰρ καὶ πενίαν καὶ ἀδοξίαν καὶ θάνατον, καὶ ὅσα λυπηρὰ τοῖς ἀνθρώποις, οὔπω καὶ ἐν τῇ μοίρᾳ τῶν κακῶν καταλογίζεσθαι ἄξιον, διὰ τὸ μηδὲ τὰ ἀντικείμενα τούτοις, ἐν τοῖς μεγίστοις ἡμᾶς τῶν ἀγαθῶν ἀριθμεῖν·
For sickness and poverty and ill repute and death, and all that is grievous to men, it is not yet right to reckon in the lot of evils, because we do not number their opposites among the greatest of goods;
因為疾病、貧窮、惡名、死亡,以及一切使人愁苦的事,還不配算在惡的行列裡,因為我們也不把它們的反面算在至大的善之中;
2:112
ὧν τὰ μὲν ἐκ φύσεώς ἐστι, τὰ δὲ καὶ συμφερόντως πολλοῖς ἀπαντήσαντα φαίνεται
of which some are from nature, and others are seen even to have met many advantageously.
這些事中,有些是出於本性的,有些則顯然甚至對許多人是有益的遭遇。
2:113
Πᾶσαν οὖν τροπικὴν καὶ δι ὑπονοίας ἐξήγησιν ἔν γε τῷ παρόντι κατασιγάσαντες, τοῦ σκότους τὴν ἔννοιαν ἁπλῶς καὶ ἀπεριεργάστως, ἑπόμενοι τῷ βουλήματι τῆς Γραφῆς, ἐκδεξώμεθα
Silencing, therefore, every figurative and conjectural interpretation, at least for the present, let us accept the notion of "darkness" simply and without over-elaboration, following the intent of the Scripture.
所以,至少就目前而論,我們要止息一切比喻性的、揣測性的解釋,順著聖經的本意,單純而不過分推敲地領受「黑暗」的含義。
2:114
Ἐπιζητεῖ δὲ λόγος, εἰ συγκατεσκευάσθη τῷ κόσμῳ τὸ σκότος, καὶ εἰ ἀρχαιότερον τοῦ φωτὸς, καὶ διὰ τί τὸ χεῖρον πρεσβύτερον; Λέγομεν τοίνυν καὶ τοῦτο τὸ σκότος μὴ κατ οὐσίαν ὑφεστηκέναι, ἀλλὰ πάθος εἶναι περὶ τὸν ἀέρα στερήσει φωτὸς ἐπιγινόμενον
But the argument inquires whether darkness was co-created with the world, and whether it is older than the light, and why the worse is the elder. We say, then, that this darkness too does not subsist according to substance, but is an affection about the air, supervening upon the privation of light.
然而這論題要追問:黑暗是否與世界一同被造,它是否比光更古老,以及那較壞的為何反倒居先?我們便這樣說:這黑暗也不是按實體而存在的,乃是空氣的一種狀態,是隨光之缺乏而生的。
2:115
Ποίου τοίνυν φωτὸς ἄμοιρος αἰφνιδίως ἐν τῷ κόσμῳ τόπος εὑρέθη, ὥστε τὸ σκότος ἐπάνω εἶναι τοῦ ὕδατος; Λογιζόμεθα τοίνυν ὅτι, εἴπερ τι ἦν πρὸ τῆς τοῦ αἰσθητοῦ τούτου καὶ φθαρτοῦ κόσμου συστάσεως, ἐν φωτὶ ἂν ἦν δηλονότι
Of what light, then, was the place in the world suddenly found bereft, so that the darkness was upon the water? We reason, then, that if anything existed before the constitution of this sensible and corruptible world, it would clearly have been in light.
那麼,世界中那地方是忽然失去了甚麼光,以致黑暗臨到水面上呢?我們便這樣推想:倘若在這可感、會朽壞之世界構成以先有甚麼存在,它顯然必是在光中。
2:116
Οὔτε γὰρ αἱ τῶν ἀγγέλων ἀξίαι, οὔτε πᾶσαι αἱ ἐπουράνιοι στρατιαὶ, οὔτε ὅλως εἴ τι ἐστὶν ὠνομασμένον ἀκατονόμαστον τῶν λογικῶν φύσεων, καὶ τῶν λειτουργικῶν πνευμάτων ἐν σκότῳ διῆγεν, ἀλλ ἐν φωτὶ καὶ πάσῃ εὐφροσύνῃ πνευματικῇ τὴν πρέπουσαν ἑαυτοῖς κατάστασιν εἶχε
For neither the dignities of the angels, nor all the heavenly hosts, nor in general anything of the rational natures—named or unnamed—and of the ministering spirits, passed its existence in darkness, but in light and in all spiritual gladness held the condition befitting them.
因為無論天使的尊位、諸天的軍隊,或泛指有理性之本性中的任何一類——無論有名或無名的——以及那些服役的靈,都不是在黑暗中度日,乃是在光明中、在一切屬靈的喜樂裡,持守著與它們相稱的境況。
2:117
Καὶ τούτοις οὐδεὶς ἀντερεῖ, οὔκουν ὅστις γε τὸ ὑπερουράνιον φῶς ἐν ταῖς τῶν ἀγαθῶν ἐπαγγελίαις ἐκδέχεται, περὶ οὗ Σολομών φησι·
And to these no one will gainsay—at least no one who awaits the supercelestial light in the promises of good things, concerning which Solomon says:
對這些話,無人會反駁——至少凡在美善的應許中期盼那超天之光的人都不會反駁,論到這光,所羅門說:「
2:118
Εὐχαριστοῦντες Πατρὶ τῷ ἱκανώσαντι ἡμᾶς ἐν τῇ μερίδι τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί
"Giving thanks unto the Father who has made us meet to be partakers in the portion of the inheritance of the saints in light."
感謝父,叫我們能與眾聖徒在光明中同得基業。」
2:119
Εἰ γὰρ οἱ καταδικαζόμενοι πέμπονται εἰς τὸ σκότος τὸ ἐξώτερον, δηλονότι οἱ τὰ τῆς ἀποδοχῆς ἄξια εἰργασμένοι, ἐν τῷ ὑπερκοσμίῳ φωτὶ τὴν ἀνάπαυσιν ἔχουσιν
For if those who are condemned are sent into the outer darkness, then clearly those who have wrought things worthy of acceptance have their rest in the supercosmic light.
因為那些被定罪的人既被趕入外面的黑暗裡,那麼凡行了配蒙悅納之事的人,顯然就在那超乎宇宙的光中得享安息。
2:120
Ἐπεὶ οὖν ἐγένετο οὐρανὸς προστάγματι Θεοῦ ἀθρόως περιταθεὶς τοῖς ἐντὸς ὑπὸ τῆς οἰκείας αὐτοῦ περιφερείας ἀπειλημμένοις, σῶμα ἔχων συνεχὲς, ἱκανὸν τῶν ἔξω διαστῆσαι τὰ ἔνδον, ἀναγκαίως τὸν ἐναπολειφθέντα αὐτῷ τόπον ἀφεγγῆ κατέστησε, τὴν ἔξωθεν αὐγὴν διακόψας
Since, then, the heaven came into being by the command of God, suddenly stretched around the things enclosed within its own circumference, having a continuous body capable of separating what is outside from what is within, it necessarily made the space left within it lightless, having cut off the radiance from outside.
既然天藉著神的命令一下子被造成,環繞著被它自己的圓周所圍住的萬物,它擁有連續的形體,足以將外在之物與內在之物分隔開來,於是它必然使被封閉在其中的空間成了無光的,因為它阻斷了外面的光輝。
2:121
Τρία γὰρ δεῖ συνδραμεῖν ἐπὶ τῆς σκιᾶς, τὸ φῶς, τὸ σῶμα, τὸν ἀλαμπῆ τόπον
For three things must concur for a shadow to exist: the light, the body, and the unlit place.
因為要產生陰影必須有三樣同時具備:光、形體,以及那不受光照的地方。
2:122
Τὸ τοίνυν ἐγκόσμιον σκότος τῇ σκιᾷ τοῦ οὐρανίου σώματος παρυπέστη
The darkness within the world, therefore, came into being as a by-product of the shadow of the heavenly body.
因此,宇宙之內的黑暗乃是隨著那天體的陰影而附帶產生的。
2:123
Νόησον δέ μοι ἀπὸ παραδείγματος ἐναργοῦς τὸ λεγόμενον, ἐν σταθηρᾷ μεσημβρίᾳ σκηνήν τινα ἐκ πυκνῆς καὶ στεγανῆς ὕλης ἑαυτῷ περιστήσαντα, καὶ ἐν σκότῳ αὐτοσχεδίῳ ἑαυτὸν καθειργνύντα
Understand what I say from a clear example: imagine someone at high noon setting up around himself a tent made of thick, impervious material, and shutting himself up in a self-made darkness.
請藉著一個鮮明的例子來明白我所說的:設想有人在正午時分,用厚密不透光的材料在自己周圍搭起一座帳幕,把自己關在一個自造的黑暗裡。
2:124
Τοιοῦτον οὖν κἀκεῖνο τὸ σκότος ὑπόθου, οὐ προηγουμένως ὑφεστηκὸς, ἀλλ ἐπακολουθῆσαν ἑτέροις
Suppose, then, that that darkness too was of this sort: not subsisting in its own right beforehand, but following upon other things.
那麼,你就設想那黑暗也是這樣的:它並非自身先就存在,而是隨著別的事物而後產生。
2:125
Τοῦτο δὴ τὸ σκότος καὶ ἐπιβαίνειν λέγεται τῇ ἀβύσσῳ, ἐπειδὴ τὰ ἔσχατα τοῦ ἀέρος πέφυκε ταῖς ἐπιφανείαις τῶν σωμάτων συνάπτεσθαι
This darkness, indeed, is said also to rest upon the abyss, since the lowest regions of the air are naturally joined to the surfaces of bodies.
確實,這黑暗也被說成是覆在深淵之上,因為空氣的最低處本性上是與物體的表面相連的。
2:126
Τότε δὲ ὕδωρ ἦν τοῖς πᾶσιν ἐπιπολάζον
And at that time water lay spread over all things.
而在那時,水彌漫覆蓋著萬物。
2:127
Διόπερ ἀναγκαίως τὸ σκότος ἐπάνω ὑπάρχειν εἴρηται τῆς ἀβύσσου
For this reason it was necessarily said that the darkness was above the abyss.
因此就必然說:黑暗在深淵之上。
2:128
Καὶ Πνεῦμα Θεοῦ, φησὶν, ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος
"And the Spirit of God," Scripture says, "was being borne above the water."
經上說:「神的靈運行在水面上。」
2:129
Εἴτε τοῦτο λέγει τὸ πνεῦμα, τοῦ ἀέρος τὴν χύσιν, δέξαι τὰ μέρη τοῦ κόσμου καταριθμοῦντά σοι τὸν συγγραφέα, ὅτι ἐποίησεν Θεὸς οὐρανὸν, γῆν, ὕδωρ, ἀέρα, καὶ τοῦτον χεόμενον ἤδη καὶ ῥέοντα
If by this "spirit" it means the diffusion of the air, take it that the writer is enumerating for you the parts of the world — that God made heaven, earth, water, air, and this last already poured out and flowing.
倘若這「靈(風)」是指空氣的流佈,那麼你就當理解作者是在為你列舉宇宙的各部分——神造了天、地、水、空氣,而這空氣此時已是傾流佈散的了。
2:130
Εἴτε, καὶ μᾶλλον ἀληθέστερόν ἐστι καὶ τοῖς πρὸ ἡμῶν ἐγκριθὲν, Πνεῦμα Θεοῦ, τὸ ἅγιον εἴρηται·
Or — and this is both truer and was approved by those before us — "the Spirit of God" means the Holy Spirit;
或者——這既更為真確,又是我們的前人所認可的——「神的靈」是指那聖靈;
2:131
διὰ τὸ τετηρῆσθαι τοῦτο ἰδιαζόντως καὶ ἐξαιρέτως τῆς τοιαύτης μνήμης ὑπὸ τῆς Γραφῆς ἀξιοῦσθαι, καὶ μηδὲν ἄλλο Πνεῦμα Θεοῦ, τὸ ἅγιον τὸ τῆς θείας καὶ μακαρίας Τριάδος συμπληρωτικὸν ὀνομάζεσθαι
because this Spirit is observed to be deemed worthy by Scripture of such mention in a distinct and special way, and no other is named "Spirit of God" except the Holy One, who completes the divine and blessed Trinity.
因為這位靈被觀察到,是聖經以一種獨特而特別的方式賜以這樣的提名,除了那位成全神聖而有福之三一的聖靈之外,再沒有別的被稱為「神的靈」。
2:132
Καὶ ταύτην προσδεξάμενος τὴν διάνοιαν, μείζονα τὴν ἀπ αὐτῆς ὠφέλειαν εὑρήσεις
And if you accept this understanding, you will find from it the greater profit.
你若接受這樣的領會,就必從中得著更大的益處。
2:133
Πῶς οὖν ἐπεφέρετο τοῦτο ἐπάνω τοῦ ὕδατος; Ἐρῶ σοι οὐκ ἐμαυτοῦ λόγον, ἀλλὰ Σύρου ἀνδρὸς σοφίας κοσμικῆς τοσοῦτον ἀφεστηκότος, ὅσον ἐγγὺς ἦν τῆς τῶν ἀληθινῶν ἐπιστήμης
How, then, was this Spirit being borne above the water? I will tell you a saying not my own, but of a Syrian man, one as far removed from worldly wisdom as he was near to the knowledge of true things.
那麼,這靈是怎樣運行在水面上的呢?我要告訴你一句話,不是我自己的,乃是一位敘利亞人的話;這人離世俗的智慧有多遠,就離真理的知識有多近。
2:134
Ἔλεγε τοίνυν τὴν τῶν Σύρων φωνὴν ἐμφατικωτέραν τε εἶναι, καὶ διὰ τὴν πρὸς τὴν Ἑβραΐδα γειτνίασιν, μᾶλλόν πως τῇ ἐννοίᾳ τῶν Γραφῶν προσεγγίζειν
He used to say that the Syrian tongue is more expressive, and that, on account of its kinship with Hebrew, it somehow comes nearer to the sense of the Scriptures.
他常說,敘利亞語更富表達力,並且因它與希伯來語相近,便在某種程度上更貼近聖經的本意。
2:135
Εἶναι οὖν τὴν διάνοιαν τοῦ ῥητοῦ τοιαύτην
The meaning of the passage, then, he said is as follows.
於是他說,這段話的意思乃是如此。
2:136
Τὸ, Ἐπεφέρετο, φησὶν, ἐξηγοῦνται, ἀντὶ τοῦ, συνέθαλπε, καὶ ἐζωογόνει τὴν τῶν ὑδάτων φύσιν, κατὰ τὴν εἰκόνα τῆς ἐπωαζούσης ὄρνιθος, καὶ ζωτικήν τινα δύναμιν ἐνιείσης τοῖς ὑποθαλπομένοις
"It was being borne," he says, they interpret as equivalent to "it was warming and quickening the nature of the waters," after the image of a bird brooding upon eggs and infusing a certain life-giving power into the things kept warm.
他說,「運行」一詞他們解作相當於「孵暖並使水的性質得生命」,正如一隻鳥伏在蛋上孵暖,將某種賦予生命的能力注入所孵暖之物。
2:137
Τοιοῦτόν τινά φασιν ὑπὸ τῆς φωνῆς ταύτης παραδηλοῦσθαι τὸν νοῦν, ὡς ἐπιφερομένου τοῦ Πνεύματος·
Such, they say, is the sense intimated by this word: as of the Spirit being borne along —
他們說,這詞所暗示的意思正是如此:即那靈被帶動運行——
2:138
τουτέστι, πρὸς ζωογονίαν τὴν τοῦ ὕδατος φύσιν παρασκευάζοντος·
that is, preparing the nature of the water for the bringing-forth of life;
就是說,那靈正在預備水的性質,使之能孕育生命;
2:139
ὥστε ἱκανῶς ἐκ τούτου τὸ παρά τινων ἐπιζητούμενον δείκνυσθαι, ὅτι οὐδὲ τῆς δημιουργικῆς ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον ἀπολείπεται
so that from this is sufficiently shown what some inquire after, namely that not even from the creative working is the Holy Spirit left out.
如此就足以顯明某些人所追問的,就是:連在那創造的工作中,聖靈也並未被排除在外。
2:140
Καὶ εἶπεν Θεὸς, γενηθήτω φῶς
"And God said, Let there be light."
「神說,要有光。」
2:141
Πρώτη φωνὴ Θεοῦ φωτὸς φύσιν ἐδημιούργησε, τὸ σκότος ἠφάνισε, τὴν κατήφειαν διέλυσε, τὸν κόσμον ἐφαίδρυνε, πᾶσιν ἀθρόως χαρίεσσαν ὄψιν καὶ ἡδεῖαν ἐπήγαγεν
The first voice of God created the nature of light, made the darkness vanish, dispelled the gloom, brightened the world, and suddenly brought to all a pleasing and delightful aspect.
神的第一句話造出了光的性質,使黑暗消失,驅散了陰沉,照亮了宇宙,一下子賜給萬物一種令人喜悅而愉快的面貌。
2:142
Οὐρανός τε γὰρ ἐξεφάνη κεκαλυμμένος τέως τῷ σκότῳ, καὶ τὸ ἀπ αὐτοῦ κάλλος τοσοῦτον, ὅσον ἔτι καὶ νῦν ὀφθαλμοὶ μαρτυροῦσι
For the heaven, hitherto veiled by the darkness, appeared, and its beauty was as great as eyes even now bear witness to.
因為先前被黑暗遮蔽的天就顯露出來,它的美麗是何等的大,甚至如今眾人的眼睛仍能為之作證。
2:143
Περιελάμπετο δὲ ἀὴρ, μᾶλλον δὲ ἐγκεκραμένον ἑαυτῷ ὅλον διόλου εἶχε τὸ φῶς, ὀξείας τὰς διαδόσεις τῆς αὐγῆς ἐπὶ τὰ ὅρια ἑαυτοῦ πανταχοῦ παραπέμπων
And the air was illuminated round about; or rather, it held the light wholly mingled with itself throughout, sending the swift transmissions of its radiance everywhere to its own boundaries.
空氣四面被照亮;更確切地說,它徹頭徹尾將光與自身相摻和,把光輝迅速地傳送到它自身各處的邊界。
2:144
Ἄνω μὲν γὰρ μέχρι πρὸς αὐτὸν αἰθέρα καὶ οὐρανὸν ἔφθανεν·
For upward it reached as far as the very aether and heaven;
因為向上,它直達那以太與天;
2:145
ἐν δὲ τῷ πλάτει πάντα τὰ μέρη τοῦ κόσμου, βόρειά τε καὶ νότια καὶ τὰ ἑῷα καὶ τὰ ἑσπέρια, ἐν ὀξείᾳ καιροῦ ῥοπῇ κατεφώτιζε
and in its breadth it lit up all the parts of the world — north and south, east and west — in a swift instant of time.
在它的廣度上,它在一瞬之間照亮了宇宙的各方——東西南北。
2:146
Τοιαύτη γὰρ αὐτοῦ φύσις, λεπτὴ καὶ διαφανὴς, ὥστε μηδεμιᾶς παρατάσεως χρονικῆς προσδεῖσθαι τὸ φῶς δι αὐτοῦ πορευόμενον
For such is its nature, fine and transparent, so that the light passing through it needs no extension of time.
因為它的性質正是如此——稀薄而透明,以致光穿過它時,並不需要任何時間上的延續。
2:147
Ὥσπερ γὰρ τὰς ὄψεις ἡμῶν ἀχρόνως παραπέμπει πρὸς τὰ ὁρώμενα, οὕτω καὶ τὰς τοῦ φωτὸς προσβολὰς ἀκαριαίως, καὶ ὡς οὐδ ἂν ἐπινοήσειέ τις ἐλάττονα χρόνου ῥοπὴν, ἐπὶ πάντα ἑαυτοῦ τὰ πέρατα ὑποδέχεται
For just as it conveys our sight to the things seen without lapse of time, so also it receives the impacts of light instantaneously, and at every one of its limits in a span less than anyone could conceive.
因為正如它毫不費時地把我們的視線傳到所看見的事物上,照樣它也是在一瞬間——在比任何人所能設想的還短的時間內——將光的衝擊收納到它自身的每一個邊界。
2:148
Καὶ αἰθὴρ ἡδίων μετὰ τὸ φῶς·
And the aether grew more delightful after the light;
光出現以後,以太就變得更為可愛;
2:149
καὶ ὕδατα φανότερα, οὐ μόνον δεχόμενα τὴν αὐγὴν, ἀλλὰ καὶ παρ ἑαυτῶν ἀντιπέμποντα κατὰ τὴν ἀνάκλασιν τοῦ φωτὸς, μαρμαρυγῶν πανταχόθεν ἀποπαλλομένων τοῦ ὕδατος
and the waters more luminous, not only receiving the radiance, but also sending it back of themselves by the reflection of the light, as flashes darted off the water on every side.
水也更為明亮,不僅承受那光輝,更藉著光的反射,從自身把它送回去,使閃光從水面四下迸射出來。
2:150
Πάντα θεία φωνὴ πρὸς τὸ ἥδιστον καὶ τιμιώτατον μετεσκεύασεν
The divine voice transformed all things into what is most delightful and most precious.
那神聖的聲音將萬物變成最令人喜悅、最為寶貴的。
2:151
Ὥσπερ γὰρ οἱ ἐν τῷ βυθῷ ἐνιέντες τὸ ἔλαιον, καταφάνειαν ἐμποιοῦσι τῷ τόπῳ·
For just as those who let oil down into the deep produce a clearness in that place,
因為正如人把油放入深水中,就使那處變得清澈,
2:152
οὕτως ποιητὴς τῶν ὅλων ἐμφθεγξάμενος, τῷ κόσμῳ τὴν τοῦ φωτὸς χάριν ἀθρόως ἐνέθηκε
so the Maker of all, by His utterance, suddenly implanted in the world the grace of light.
照樣,萬有的創造者藉著祂的發聲,一下子就把光的恩惠安置在宇宙之中。
2:153
Καὶ τὸ πρόσταγμα ἔργον ἦν·
And the command was a deed;
那命令立時就成了事實;
2:154
καὶ φύσις ἐγένετο, ἧς οὐδὲ ἐπινοῆσαί τι τερπνότερον εἰς ἀπόλαυσιν δυνατόν ἐστι λογισμοῖς ἀνθρωπίνοις
and there came into being a nature than which it is not possible for human reasonings even to conceive anything more delightful for enjoyment.
於是產生了一種性質,連人的理性也無法設想出比它更可享受、更為悅人的事物。
2:155
Ὅταν δὲ φωνὴν ἐπὶ Θεοῦ καὶ ῥῆμα καὶ πρόσταγμα λέγωμεν, οὐ διὰ φωνητικῶν ὀργάνων ἐκπεμπόμενον ψόφον, οὐδὲ ἀέρα διὰ γλώσσης τυπούμενον, τὸν θεῖον λόγον νοοῦμεν, ἀλλὰ τὴν ἐν τῷ θελήματι ῥοπὴν διὰ τὸ τοῖς διδασκομένοις εὐσύνοπτον ἡγούμεθα ἐν εἴδει προστάγματος σχηματίζεσθαι
But when we speak of voice and word and command in the case of God, we do not understand the divine Word as a sound sent forth through vocal organs, nor as air shaped by the tongue; rather, for the sake of what is easily grasped by learners, we hold that the inclination within His will is figured in the form of a command.
然而當我們論到神時說「聲音」、「話語」、「命令」,我們所領會的神聖之道,並非藉發聲器官所發出的響聲,也不是經舌頭塑造的空氣;乃是為了使受教者容易明白,我們認為祂旨意中的那一意向,是以命令的形態被描繪出來的。
2:156
Καὶ εἶδεν Θεὸς τὸ φῶς ὅτι καλόν
"And God saw the light, that it was good."
「神看光是好的。」
2:157
Τίνα ἂν εἴποιμεν ἡμεῖς τοῦ φωτὸς ἄξιον ἔπαινον, προλαβὸν τὴν παρὰ τοῦ κτίσαντος μαρτυρίαν, ἔχει ὅτι καλόν; Καὶ παρ ἡμῖν δὲ λόγος τοῖς ὀφθαλμοῖς παραπέμπει τὴν κρίσιν, οὕτως οὐδὲν ἔχων εἰπεῖν τοσοῦτον, ὅσον αἴσθησις μαρτυρεῖ προλαβοῦσα
What praise worthy of the light could we ourselves utter, since it has already received the testimony of its Maker, that it is good? Even among us, reason refers the judgment to the eyes, having nothing so great to say as the perception bears witness to, which has gone before.
我們自己還能說出甚麼配得上這光的稱讚呢?既然它已先得著它創造者的見證,說它是好的?就連在我們中間,理性也把判斷交給眼睛,因為理性所能說的,遠不及那先在的感官所見證的那麼有力。
2:158
Εἰ δὲ τὸ ἐν σώματι καλὸν ἐκ τῆς πρὸς ἄλληλα τῶν μερῶν συμμετρίας, καὶ τῆς ἐπιφαινομένης εὐχροίας, τὸ εἶναι ἔχει, πῶς ἐπὶ τοῦ φωτὸς ἁπλοῦ τὴν φύσιν ὄντος καὶ ὁμοιομεροῦς, τοῦ καλοῦ διασώζεται λόγος;Ἢ ὅτι τῷ φωτὶ τὸ σύμμετρον οὐκ ἐν τοῖς ἰδίοις αὐτοῦ μέρεσιν, ἀλλ ἐν τῷ πρὸς τὴν ὄψιν ἀλύπῳ καὶ προσηνεῖ μαρτυρεῖται; Οὕτω γὰρ καὶ χρυσὸς καλὸς, οὐκ ἐκ τῆς τῶν μερῶν συμμετρίας, ἀλλ ἐκ τῆς εὐχροίας μόνης, τὸ ἐπαγωγὸν πρὸς τὴν ὄψιν καὶ τὸ τερπνὸν κεκτημένος
But if beauty in a body comes from the due proportion of its parts to one another and from the comeliness of color that appears upon it, how, in the case of light, which is simple in nature and uniform throughout, is the principle of beauty preserved? Is it not that for light proportion is witnessed not in its own parts, but in its being painless and agreeable to the sight? For in this way gold too is beautiful, possessing what is attractive and pleasing to the sight not from the proportion of its parts, but from its fine color alone.
但若形體之美在於各部分彼此間的相稱,以及顯於其上之色澤的美好,那麼對於本性單純、處處同質的光,美的原則又是怎樣得以保全的呢?豈不是因為對光而言,相稱並不在於它自身的各部分,而是在於它對視覺無傷且令人愉悅嗎?正是這樣,金子也是美的——它所具有對視覺的吸引與悅目,並非出於各部分的相稱,而僅僅出於它美好的色澤。
2:159
Καὶ ἕσπερος ἀστέρων κάλλιστος, οὐ διὰ τὸ ἀναλογοῦντα ἔχειν τὰ μέρη ἐξ ὧν συνέστηκεν, ἀλλὰ διὰ τὸ ἄλυπόν τινα καὶ ἡδεῖαν τὴν ἀπ αὐτοῦ αὐγὴν ἐμπίπτειν τοῖς ὄμμασιν
And the evening star is the most beautiful of the stars, not because the parts of which it is composed are well-proportioned, but because the radiance from it falls upon the eyes painlessly and pleasantly.
啟明星(昏星)是眾星中最美的,並非因它所構成的各部分相稱,而是因從它而來的光輝無傷而愉快地落在人的眼目上。
2:160
Ἔπειτα νῦν τοῦ Θεοῦ κρίσις περὶ τοῦ καλοῦ, οὐ πάντως πρὸς τὸ ἐν ὄψει τερπνὸν ἀποβλέποντος, ἀλλὰ καὶ πρὸς τὴν εἰς ὕστερον ἀπ αὐτοῦ ὠφέλειαν προορωμένου γεγένηται
Furthermore, God's judgment now concerning what is good was made not by regarding only what is pleasing to the eye, but by foreseeing the benefit that would come from it afterward.
再者,神此刻對於「好」所作的判斷,並非僅僅著眼於悅目的事物,乃是預見到日後從它而來的益處。
2:161
Ὀφθαλμοὶ γὰρ οὔπω ἦσαν κριτικοὶ τοῦ ἐν φωτὶ κάλλους
For there were as yet no eyes able to judge of the beauty in light.
因為那時還沒有眼睛能判斷光中的美。
2:162
Καὶ διεχώρισεν Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς, καὶ ἀνὰ μέσον τοῦ σκότους
"And God divided between the light and the darkness."
「神就把光暗分開了。」
2:163
Τουτέστιν, ἄμικτον αὐτῶν τὴν φύσιν καὶ κατ ἐναντίωσιν ἀντικειμένην Θεὸς κατεσκεύασε
That is, God made their natures unmixed and set in opposition to each other.
就是說,神使它們的性質互不相混,並彼此對立。
2:164
Πλείστῳ γὰρ τῷ μέσῳ διέστηκεν ἀπ ἀλλήλων αὐτὰ καὶ διώρισεν
For He set them apart and separated them by the greatest distance from one another.
因為祂使它們彼此相隔最遠,並將它們分開。
2:165
Καὶ ἐκάλεσεν Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα
"And God called the light Day, and the darkness He called Night."
「神稱光為晝,稱暗為夜。」
2:166
Νῦν μὲν λοιπὸν μετὰ τὴν ἡλίου γένεσιν ἡμέρα ἐστὶν, ὑπὸ ἡλίου πεφωτισμένος ἀὴρ, ἐν τῷ ὑπὲρ γῆν ἡμισφαιρίῳ λάμποντος, καὶ νὺξ σκίασμα γῆς ἀποκρυπτομένου ἡλίου γινόμενον
Now indeed, after the sun's coming into being, day is the air illuminated by the sun shining in the hemisphere above the earth, and night is the shadow of the earth that comes about when the sun is hidden.
如今,自太陽被造之後,晝就是被太陽照亮的空氣——當太陽在地上半球發光時;而夜則是太陽隱藏時所產生的地之陰影。
2:167
Τότε δὲ οὐ κατὰ κίνησιν ἡλιακὴν, ἀλλ ἀναχεομένου τοῦ πρωτογόνου φωτὸς ἐκείνου, καὶ πάλιν συστελλομένου κατὰ τὸ ὁρισθὲν μέτρον παρὰ Θεοῦ, ἡμέρα ἐγένετο, καὶ νὺξ ἀντεπῄει
But at that time, not by the sun's motion, but as that first-born light was poured forth and again withdrawn according to the measure appointed by God, day came to be, and night succeeded in turn.
但在那時,並非藉太陽的運行,乃是那首生的光按神所定的度量傾流而出、又收回,於是就有了晝,夜也隨之輪替而來。
2:168
Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία
"And there was evening, and there was morning, one day."
「有晚上,有早晨,這是一日。」
2:169
Ἑσπέρα μὲν οὖν ἐστι κοινὸς ὅρος ἡμέρας καὶ νυκτός·
Evening, then, is the common boundary of day and night;
如此,晚上乃是晝與夜共同的界限;
2:170
καὶ πρωΐα ὁμοίως γειτονία νυκτὸς πρὸς ἡμέραν
and morning likewise is the bordering of night upon day.
早晨同樣是夜與晝相接之處。
2:171
Ἵνα τοίνυν τὰ πρεσβεῖα τῆς γενέσεως ἀποδῷ τῇ ἡμέρᾳ, πρότερον εἶπε τὸ πέρας τῆς ἡμέρας, εἶτα τὸ τῆς νυκτὸς, ὡς ἐφεπομένης τῆς νυκτὸς τῇ ἡμέρᾳ
In order, therefore, that he might assign to the day the precedence of generation, he spoke first of the close of the day, then of that of the night, as though night followed upon day.
因此,為要把生成的優先歸給晝,他先說到晝的終結,然後才說到夜的終結,彷彿夜是隨著晝而來。
2:172
γὰρ πρὸ τῆς γενέσεως τοῦ φωτὸς ἐν τῷ κόσμῳ κατάστασις, οὐχὶ νὺξ ἦν, ἀλλὰ σκότος·
For the condition in the world before the coming into being of the light was not night, but darkness;
因為在光被造之前,宇宙中的那種狀態並非夜,乃是黑暗;
2:173
τὸ μέντοι ἀντιδιασταλὲν πρὸς τὴν ἡμέραν, τοῦτο νὺξ ὠνομάσθη·
that, however, which was set in contrast to the day — this was named night;
然而那與晝相對而立的,這才被稱為夜;
2:174
ὅπερ νεωτέρας καὶ τῆς προσηγορίας μετὰ τὴν ἡμέραν τετύχηκεν
which received also its appellation as something newer, after the day.
它這名稱也是較晚才有的,是在晝之後才得的。
2:175
Ἐγένετο οὖν ἑσπέρα, καὶ ἐγένετο πρωΐ
"There was evening, then, and there was morning."
「於是有晚上,有早晨。」
2:176
Καὶ οὐκέτι προσηγόρευσεν, ἡμέρα καὶ νὺξ, ἀλλὰ τῷ ἐπικρατοῦντι τὴν πᾶσαν προσηγορίαν ἀπένειμε
And he no longer called it "day and night," but assigned the whole appellation to the prevailing one.
他不再稱之為「晝與夜」,乃是把整個名稱歸給那佔優勢的一面。
2:177
Ταύτην ἂν καὶ ἐν πάσῃ τῇ Γραφῇ τὴν συνήθειαν εὕροις, ἐν τῇ τοῦ χρόνου μετρήσει ἡμέρας ἀριθμουμένας, οὐχὶ δὲ καὶ νύκτας μετὰ τῶν ἡμερῶν
You will find this same usage throughout all Scripture: in the measuring of time, days are counted, but not nights along with the days.
你必在全部聖經中發現同樣的用法:在計算時間時,所數的是日子,而不是把夜也與日子一同計算。
2:178
Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ψαλμῳδός φησιν
"The days of our years," says the psalmist.
詩人說:「我們一生的年日。」
2:179
Αἱ ἡμέραι τῆς ζωῆς μου μικραὶ καὶ πονηραί
"The days of my life are few and evil."
「我一生的年日又少又苦。」
2:180
Καὶ πάλιν,Π άσας τὰς ἡμέρας τῆς ζωῆς μου
And again, "All the days of my life."
又說:「我一生一世的日子。」
2:181
Ὥστε τὰ νῦν ἐν ἱστορίας εἴδει παραδοθέντα νομοθεσία ἐστὶ πρὸς τὰ ἑξῆς
So that what has now been delivered in the form of a history is a law for what follows.
由此可見,現今以歷史敘述的形式所傳給我們的,乃是為日後立的法則。
2:182
Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία
"And there was evening, and there was morning, one day."
「有晚上,有早晨,這是一日。」
2:183
Τίνος ἕνεκεν οὐκ εἶπε πρώτην, ἀλλὰ μίαν; καίτοιγε ἀκολουθότερον ἦν τὸν μέλλοντα ἐπάγειν δευτέραν καὶ τρίτην καὶ τετάρτην ἡμέραν, τὴν κατάρχουσαν τῶν ἐφεξῆς πρώτην προσαγορεῦσαι
For what reason did he not say "first," but "one"? And yet it would have been more consistent for one about to add a second, a third, and a fourth day to call "first" the one that began the series that follows.
他為甚麼不說「第一日」,卻說「一日」呢?照理,既要接著加上第二、第三、第四日,把那開始後面系列的稱為「第一日」,本是更合邏輯的。
2:184
Ἀλλὰ μίαν εἶπεν, ἤτοι τὸ μέτρον ἡμέρας καὶ νυκτὸς περιορίζων, καὶ συνάπτων τοῦ ἡμερονυκτίου τὸν χρόνον, ὡς τῶν εἰκοσιτεσσάρων ὡρῶν μιᾶς ἡμέρας ἐκπληρουσῶν διάστημα, συνυπακουομένης δηλονότι τῇ ἡμέρᾳ καὶ τῆς νυκτὸς, ὥστε κἂν ἐν ταῖς τροπαῖς τοῦ ἡλίου συμβαίνῃ τὴν ἑτέραν αὐτῶν ὑπερβάλλειν, ἀλλὰ τῷ γε ἀφωρισμένῳ χρόνῳ ἐμπεριγράφεσθαι πάντως ἀμφοτέρων τὰ διαστήματα·
But he said "one," either delimiting the measure of day and night and joining together the time of the day-and-night cycle — since the twenty-four hours fill out the span of one day, the night, of course, being understood together with the day — so that even if, in the solstices, one of them happens to exceed the other, yet within the appointed time the intervals of both are altogether comprehended;
但他說「一日」,或許是要界定晝與夜的度量,並把一晝夜的時間聯結為一——因為二十四小時填滿了一日的長度,夜自然是與晝一同被算在內的——這樣,即使在至日(夏至冬至)時,二者之一偶有超過另一者,但二者的時段總是被包括在那所定的時間之內;
2:185
ὡς ἂν εἰ ἔλεγε, τὸ τῶν τεσσάρων καὶ εἴκοσιν ὡρῶν μέτρον, μιᾶς ἐστιν ἡμέρας διάστημα·
as if he were saying: the measure of twenty-four hours is the span of one day;
彷彿他在說:二十四小時的度量,就是一日的長度;
2:186
, τοῦ οὐρανοῦ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ πάλιν ἀποκατάστασις ἐν μιᾷ ἡμέρᾳ γίνεται·
or: the heaven's return from the same point back again to the same point takes place in one day;
或是說:天從同一個點繞回到同一個點,是在一日之內完成的;
2:187
ὥστε ὁσάκις ἂν ἑσπέρα καὶ πρωΐα κατὰ τὴν τοῦ ἡλίου περιφορὰν ἐπιλαμβάνῃ τὸν κόσμον, μὴ ἐν πλείονι χρόνῳ, ἀλλ ἐν μιᾶς ἡμέρας διαστήματι τὴν περίοδον ἐκπληροῦσθαι
so that as often as evening and morning, according to the revolution of the sun, lay hold upon the world, the cycle is completed not in a longer time, but within the span of one day.
這樣,按太陽的運轉,每逢晚上與早晨臨到宇宙,這一週期便不是在更長的時間內、乃是在一日的長度之內完成的。
2:188
κυριώτερος ἐν ἀπορρήτοις παραδιδόμενος λόγος, ὡς ἄρα τὴν τοῦ χρόνου φύσιν κατασκευάσας Θεὸς, μέτρα αὐτῷ καὶ σημεῖα τὰ τῶν ἡμερῶν ἐπέβαλε διαστήματα, καὶ ἑβδομάδι αὐτὸν ἐκμετρῶν, ἀεὶ τὴν ἑβδομάδα εἰς ἑαυτὴν ἀνακυκλοῦσθαι κελεύει, ἐξαριθμοῦσαν τοῦ χρόνου τὴν κίνησιν
Or more authoritative is the account handed down in mysteries: that God, who fashioned the nature of time, set the intervals of the days as its measures and signs, and measuring it out by the week, commands the week ever to revolve back upon itself, numbering the motion of time.
或者,那在隱奧中傳授的講法更為權威:就是說,那塑造時間之性質的神,把日子的時段定為時間的度量與記號,並以一週來量度它,吩咐這週不斷地循環回到自身,以此數算時間的運行。
2:189
Τὴν ἑβδομάδα δὲ πάλιν ἐκπληροῦν τὴν ἡμέραν μίαν, ἑπτάκις αὐτὴν εἰς ἑαυτὴν ἀναστρέφουσαν, τοῦτο δὲ κυκλικόν ἐστι τὸ σχῆμα, ἀφ ἑαυτοῦ ἄρχεσθαι, καὶ εἰς ἑαυτὸ καταλήγειν
And the week, in turn, fulfills the one day, turning seven times back upon itself; and this is the circular figure: to begin from itself and to end in itself.
而這一週又轉而成全那「一日」,七次回轉到自身;這正是那循環的形狀:從自身開始,又歸結於自身。
2:190
δὴ καὶ τοῦ αἰῶνος ἴδιον, εἰς ἑαυτὸν ἀναστρέφειν, καὶ μηδαμοῦ περατοῦσθαι
Which indeed is also proper to eternity: to turn back upon itself and nowhere to come to an end.
這確實也正是永世的特性:回轉到自身,並且永無終止。
2:191
Διὰ τοῦτο τὴν κεφαλὴν τοῦ χρόνου οὐχὶ πρώτην ἡμέραν, ἀλλὰ μίαν ὠνόμασεν·
For this reason he named the head of time not "first day," but "one";
為此,他不把時間之首稱為「第一日」,乃稱之為「一日」;
2:192
ἵνα καὶ ἐκ τῆς προσηγορίας τὸ συγγενὲς ἔχῃ πρὸς τὸν αἰῶνα
that even from its name it might have kinship with eternity.
為要使它連名稱也與永世有著同源的關係。
2:193
Τοῦ γὰρ μοναχοῦ ἀκοινωνήτου πρὸς ἕτερον τὸν χαρακτῆρα δεικνύουσα, οἰκείως καὶ προσφυῶς προσηγορεύθη μία
For that which is solitary and incommunicable with another, showing forth its character, was fittingly and properly called "one."
因為那獨一、不與他者共通、彰顯其特性的,被恰當合宜地稱為「一」。
2:194
Εἰ δὲ πολλοὺς ἡμῖν αἰῶνας παρίστησιν Γραφὴ, αἰῶνα αἰῶνος, καὶ αἰῶνας αἰώνων πολλαχοῦ λέγουσα, ἀλλ οὖν κἀκεῖ οὐχὶ πρῶτος, οὐδὲ δεύτερος, οὐδὲ τρίτος ἡμῖν αἰὼν ἀπηρίθμηται·
And if Scripture sets before us many ages, speaking in many places of "age of age" and "ages of ages," yet even there no first, nor second, nor third age is numbered for us;
聖經雖然在我們面前擺出許多世代,多處說到「世世」與「世世代代」,但即便在那裡,也沒有為我們數算第一、第二或第三個世代;
2:195
ὥστε μᾶλλον καταστάσεων ἡμῖν καὶ πραγμάτων ποικίλων διαφορὰς, ἀλλ οὐχὶ περιγραφὰς καὶ πέρατα καὶ διαδοχὰς αἰώνων ἐκ τούτου δείκνυσθαι
so that rather differences of conditions and of various states of affairs, and not delimitations and ends and successions of ages, are thereby shown to us.
如此,這所向我們顯明的,乃是各種境況與種種事態的差別,而不是世代的界限、終結與更替。
2:196
Ἡμέρα γὰρ Κυρίου, φησὶ, μεγάλη καὶ ἐπιφανής
"For the day of the Lord," it says, "is great and manifest."
經上說:「因為耶和華的日子大而可畏(顯赫)。」
2:197
Καὶ πάλιν, Ἵνα τί ὑμῖν ζητεῖν τὴν ἡμέραν τοῦ Κυρίου; Καὶ αὕτη ἐστὶ σκότος καὶ οὐ φῶς
And again: "Why do you seek the day of the Lord? It is darkness and not light."
又說:「你們為何想望耶和華的日子?那日是黑暗,不是光明。」
2:198
Σκότος δὲ, δηλονότι τοῖς ἀξίοις τοῦ σκότους
Darkness, that is, plainly, to those worthy of darkness.
所謂黑暗,顯然是指向那些配得黑暗的人。
2:199
Ἐπεὶ ἀνέσπερον καὶ ἀδιάδοχον καὶ ἀτελεύτητον τὴν ἡμέραν ἐκείνην οἶδεν λόγος, ἣν καὶ ὀγδόην ψαλμῳδὸς προσηγόρευσε, διὰ τὸ ἔξω κεῖσθαι τοῦ ἑβδοματικοῦ τούτου χρόνου
For the Word knows that day to be without evening, without succession, and without end — the day which the psalmist also called the eighth, because it lies outside this sevenfold time.
因為這話語曉得那日是沒有晚上、沒有更替、沒有終結的——這日詩人也稱之為第八日,因為它在這七日循環的時間之外。
2:200
Ὥστε κἂν ἡμέραν εἴπῃς, κἂν αἰῶνα, τὴν αὐτὴν ἐρεῖς ἔννοιαν
So that whether you say "day" or "age," you will be expressing the same notion.
因此,無論你說「日」或說「世」,你所表達的都是同一個意思。
2:201
Εἴτε οὖν ἡμέρα κατάστασις ἐκείνη λέγοιτο, μία ἐστὶ καὶ οὐ πολλαί·
Whether, then, that condition be called a day, it is one and not many;
那麼,那種境況若被稱為一日,它便是一,而非多;
2:202
εἴτε αἰὼν προσαγορεύοιτο, μοναχὸς ἂν εἴη καὶ οὐ πολλοστός
or if it be named an age, it would be solitary and not one among many.
若被稱為一世,它便是獨一的,而非眾多中之一。
2:203
Ἵνα οὖν πρὸς τὴν μέλλουσαν ζωὴν τὴν ἔννοιαν ἀπαγάγῃ, μίαν ὠνόμασε τοῦ αἰῶνος τὴν εἰκόνα, τὴν ἀπαρχὴν τῶν ἡμερῶν, τὴν ὁμήλικα τοῦ φωτὸς, τὴν ἁγίαν κυριακὴν, τὴν τῇ ἀναστάσει τοῦ Κυρίου τετιμημένην
In order, therefore, to lead the mind toward the life to come, he named "one" the image of eternity, the firstfruits of days, the contemporary of light, the holy Lord's Day, honored by the resurrection of the Lord.
因此,為要引導人的心思朝向那要來的生命,他把那永世的表記稱為「一」——眾日子的初熟果子、與光同齡者、那因主的復活而被尊崇的聖主日。
2:204
Ἐγένετο οὖν ἑσπέρα, φησὶ, καὶ ἐγένετο πρωΐ, ἡμέρα μία
"There was evening, then," it says, "and there was morning, one day."
經上說:「於是有晚上,有早晨,這是一日。」
2:205
Ἀλλὰ γὰρ καὶ οἱ περὶ τῆς ἑσπέρας ἐκείνης λόγοι ὑπὸ τῆς παρούσης ἑσπέρας καταληφθέντες, ἐνταῦθα ἡμῖν τὸν λόγον ὁρίζουσιν
But indeed the discourses concerning that evening, being overtaken by the present evening, here set a limit to our discourse.
然而論到那晚上的話語,既被當前的這晚上趕上,便在此為我們的講論劃下界限。
2:206
δὲ Πατὴρ τοῦ ἀληθινοῦ φωτὸς, τὴν ἡμέραν κοσμήσας τῷ οὐρανίῳ φωτὶ, τὴν νύκτα φαιδρύνας ταῖς αὐγαῖς τοῦ πυρὸς, τοῦ μέλλοντος αἰῶνος τὴν ἀνάπαυσιν εὐτρεπίσας τῷ νοερῷ καὶ ἀπαύστῳ φωτὶ, φωτίσειεν ὑμῶν τὰς καρδίας ἐν ἐπιγνώσει τῆς ἀληθείας, καὶ ἀπρόσκοπον ὑμῶν διατηρήσειε τὴν ζωὴν, παρεχόμενος ἡμῖν, ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατεῖν, ἵνα ἐκλάμψητε, ὡς ἥλιος ἐν τῇ λαμπρότητι τῶν ἁγίων, εἰς καύχημα ἐμοὶ, εἰς ἡμέραν Χριστοῦ, δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων
And may the Father of the true Light, who adorned the day with the heavenly light, who brightened the night with the gleams of fire, who has prepared the rest of the age to come with the spiritual and unceasing light — may He illumine your hearts in the knowledge of the truth, and keep your life without stumbling, granting us to walk becomingly as in the day, that you may shine forth as the sun in the splendor of the saints, unto my boasting in the day of Christ, to whom be the glory and the might unto the ages of the ages.
願那真光的父——祂用天上的光裝飾了白晝,用火的光芒照亮了黑夜,用那屬靈不止息的光為那要來之世預備了安息——願祂在真理的知識中光照你們的心,保守你們的生命不致跌倒,賜我們能像在白晝行事為人那樣端正,叫你們可以像日頭在聖徒的光輝中發光,成為我在基督之日的誇耀;願榮耀與權能歸與祂,直到世世代代。
← ch. 1ch. 3 →
12345678