← All books · Greek Fathers › Exhortation
Clement
Exhortation 1
Greek original · 1127 verses · some words can be tapped for a gloss
1:1
ΚΛΗΜΕΝΤΟΣ ΣΤΡΩΜΑΤΕΩΣ ΠΡΟΤΡΕΠΤΙΚΟΣ ΠΡΟΣ ΕΛΛΗΝΑΣ Ἀμφίων ὁ Θηβαῖος καὶ Ἀρίων ὁ Μηθυμναῖος ἄμφω μὲν ἤστην ᾠδικώ, μῦθος δὲ ἄμφω (καὶ τὸ ᾆσμα εἰσέτι τοῦτο Ἑλλήνων ᾄδεται χορῷ), τέχνῃ τῇ μουσικῇ ὃ μὲν ἰχθὺν δελεάσας, ὃ δὲ Θήβας τειχίσας
CLEMENT THE STROMATIST: EXHORTATION TO THE GREEKS. Amphion of Thebes and Arion of Methymna were both singers, and both belong to legend (and this song is still sung even now in the chorus of the Greeks); by the art of music the one lured a fish, and the other walled in Thebes.
革利免《雜文集》作者:勸勉希臘人。底比斯的安菲翁與墨提姆那的阿里翁,二人都是歌者,二人也都成了傳說(這支歌至今仍在希臘人的歌隊中傳唱);藉著音樂的技藝,一個誘來了魚,一個築起了底比斯的城牆。
1:2
Θρᾴκιος δὲ ἄλλος σοφιστὴς ( ἄλλος οὗτος μῦθος Ἑλληνικός) ἐτιθάσευε τὰ θηρία γυμνῇ τῇ ᾠδῇ καὶ δὴ τὰ δένδρα, τὰς φηγούς, μετεφύτευε τῇ .. μουσικῇ
And yet another, a Thracian sage (this too is a Greek legend), tamed the wild beasts by his bare song, and even transplanted trees, the oaks, by his music.
還有另一位,色雷斯的智者(這同樣是希臘的傳說),單憑歌聲就馴服了野獸,甚至藉著他的音樂移植了樹木,移植了橡樹。
1:3
Ἔχοιμ' ἄν σοι καὶ ἄλλον τούτοις ἀδελφὸν διηγή σασθαι μῦθον καὶ ᾠδόν, Εὔνομον τὸν Λοκρὸν καὶ τέττιγα τὸν Πυθικόν·
I could tell you yet another legend and singer akin to these: Eunomus the Locrian and the Pythian cicada.
我還能向你講述另一個與這些相近的傳說與歌者:洛克里斯的尤諾摩斯,以及那皮托的蟬。
1:4
πανήγυρις Ἑλληνικὴ ἐπὶ νεκρῷ δράκοντι συνεκροτεῖτο Πυθοῖ, ἐπιτάφιον ἑρπετοῦ ᾄδοντος Εὐνόμου·
A Greek festival was being held at Pytho over a dead serpent, while Eunomus sang the dirge for the reptile.
希臘人在皮托為一條死去的巨蛇舉行盛會,尤諾摩斯為這爬蟲唱起輓歌。
1:5
ὕμνος ἢ θρῆνος ὄφεως ἦν ἡ ᾠδή, οὐκ ἔχω λέγειν
Whether the song was a hymn or a lament for the snake, I cannot say.
那歌究竟是為這蛇所唱的頌歌還是哀歌,我說不清。
1:6
Ἀγὼν δὲ ἦν καὶ ἐκιθάριζεν ὥρᾳ καύματος Εὔνομος, ὁπηνίκα οἱ τέττιγες ὑπὸ τοῖς πετάλοις ᾖδον ἀνὰ τὰ ὄρη θερόμενοι ἡλίῳ
There was a contest, and Eunomus was playing the cithara in the heat of the day, at the hour when the cicadas were singing under the leaves up in the mountains, warmed by the sun.
當時正有一場比賽,尤諾摩斯在炎熱的時辰彈奏基薩拉琴,正是群蟬在山間樹葉下、被太陽曬暖而鳴唱的時候。
1:7
Ἦιδον δὲ ἄρα οὐ τῷ δράκοντι τῷ νεκρῷ, τῷ Πυθικῷ, ἀλλὰ τῷ θεῷ τῷ πανσόφῳ αὐτόνομον ᾠδήν, τῶν Εὐνόμου βελτίονα νόμων
They were singing, you see, not to the dead serpent, the Pythian one, but to the all-wise God an autonomous song, better than the laws of Eunomus.
你看,牠們所唱的並非為那死去的皮托巨蛇,乃是向那全智的神獻上一首自主的歌,勝過尤諾摩斯所立的樂律。
1:8
ἐφίπταται ὁ τέττιξ τῷ ζυγῷ·
A cicada flies onto the lyre's frame;
一隻蟬飛落到琴的橫木上;
1:9
ἐτερέτιζεν ὡς ἐπὶ κλάδῳ τῷ ὀργάνῳ·
it began to chirp on the instrument as though on a branch;
牠在那樂器上鳴叫,彷彿停在枝頭一般;
1:10
καὶ τοῦ τέττιγος τῷ ᾄσματι ἁρμοσάμενος ὁ ᾠδὸς τὴν .. λείπουσαν ἀνεπλήρωσε χορδήν
and the singer, attuning himself to the cicada's song, supplied the missing string.
那歌者便配合蟬的鳴唱,補足了那缺少的一根弦。
1:11
Οὔκουν ᾠδῇ τῇ Εὐνόμου ἄγεται ὁ τέττιξ, ὡς ὁ μῦθος βούλεται, χαλκοῦν ἀναστήσας Πυθοῖ τὸν Εὔνομον αὐτῇ τῇ κιθάρᾳ καὶ τὸν συναγωνιστὴν τοῦ Λοκροῦ·
So it is not by Eunomus's song that the cicada is drawn, as the legend would have it—the legend that set up Eunomus in bronze at Pytho with his very cithara, together with the Locrian's fellow contestant;
因此,並非如傳說所言,那蟬是被尤諾摩斯的歌所吸引的——這傳說在皮托為尤諾摩斯立了一尊銅像,連同他的基薩拉琴,以及這洛克里斯人的同場競技者(那蟬)。
1:12
ὃ δὲ ἑκὼν ἐφίπταται καὶ ᾄδει ἑκών
the cicada flies of its own accord, and sings of its own accord.
那蟬乃是自願飛來,也是自願鳴唱的。
1:13
Ἕλλησι δ' ἐδόκει ὑποκριτὴς γεγονέναι μουσικῆς
But the Greeks thought it had become a contestant in music.
希臘人卻以為牠成了音樂的競技者。
1:14
Πῇ δὴ οὖν μύθοις κενοῖς πεπιστεύκατε, θέλγεσθαι μουσικῇ τὰ ζῷα ὑπολαμβάνοντες; Ἀληθείας δὲ ὑμῖν τὸ πρόσωπον τὸ φαιδρὸν μόνον, ὡς ἔοικεν, ἐπίπλαστον εἶναι δοκεῖ καὶ τοῖς ἀπιστίας ὑποπέπτωκεν ὀφθαλμοῖς
How then have you come to believe empty legends, supposing that living creatures are charmed by music? But Truth's bright countenance alone, it seems, appears to you to be counterfeit, and has fallen under the eyes of unbelief.
那麼,你們怎會相信這些空洞的傳說,以為生物是被音樂所迷惑的呢?看來,惟有真理那光明的面容,在你們眼中倒像是假造的,落在不信之人的眼下。
1:15
Κιθαιρὼν δὲ ἄρα καὶ Ἑλικὼν καὶ τὰ Ὀδρυσῶν ὄρη καὶ Θρᾳκῶν τελεστήρια, τῆς πλάνης τὰ μυστήρια, τεθείασται καὶ .. καθύμνηται
And so Cithaeron and Helicon and the mountains of the Odrysians and the Thracians' shrines of initiation—the mysteries of error—have been deified and hymned.
於是,基泰戎山與赫利孔山、奧德里賽人的群山、色雷斯人的入教聖所——那些謬妄的奧祕——竟被神化、被歌頌。
1:16
Ἐγὼ μέν, εἰ καὶ μῦθός εἰσι, δυσανασχετῶ τοσαύταις ἐκτραγῳδουμέναις συμφοραῖς·
As for me, even if these are but legends, I am indignant at so many calamities dramatized in tragedy;
至於我,即便這些不過是傳說,我也為這許多被搬上悲劇舞台的慘禍而憤慨;
1:17
ὑμῖν δὲ καὶ τῶν κακῶν αἱ ἀναγραφαὶ γεγόνασι δράματα καὶ τῶν δραμάτων οἱ ὑποκριταὶ θυμηδίας θεάματα
but for you the very records of evils have become dramas, and the actors of those dramas a spectacle for your delight.
在你們看來,連這些惡事的記載都成了戲劇,而那些戲劇的演員竟成了供你們取樂的觀賞。
1:18
Ἀλλὰ γὰρ τὰ μὲν δράματα καὶ τοὺς ληναΐζοντας ποιητάς, τέλεον ἤδη παροινοῦντας, κιττῷ που ἀναδήσαντες, ἀφραίνοντας ἐκτόπως τελετῇ βακχικῇ, αὐτοῖς σατύροις καὶ θιάσῳ μαινόλῃ, σὺν καὶ τῷ ἄλλῳ δαιμόνων χορῷ, Ἑλικῶνι καὶ Κιθαιρῶνι κατακλείσωμεν γεγηρακόσιν, κατάγωμεν δὲ ἄνωθεν ἐξ οὐρανῶν ἀλήθειαν ἅμα φανοτάτῃ φρονήσει εἰς ὄρος ἅγιον .. θεοῦ καὶ χορὸν τὸν ἅγιον τὸν προφητικόν
But come, let us shut up the dramas and the poets who play the Lenaean reveler—now utterly drunk—crowning them somewhere with ivy as they rave wildly in Bacchic rite, together with the satyrs themselves and the maddened troop, along with the rest of the chorus of demons, let us confine them in aged Helicon and Cithaeron; and let us bring down from above, out of the heavens, Truth together with most radiant Wisdom, to the holy mountain of God and the holy prophetic chorus.
但來吧,讓我們把那些戲劇,以及那些扮作勒奈節狂歡者的詩人——如今已全然醉酒——關起來;讓人用常春藤給他們戴上花冠,任他們在酒神的禮儀中異常瘋狂,連同薩堤爾自己和那狂亂的隊伍,以及其餘的群魔歌隊,一同囚禁在那衰老的赫利孔與基泰戎山中;讓我們從上面、從諸天,把真理連同那最光輝的智慧,帶到神的聖山,帶到那聖潔的、先知的歌隊那裡。
1:19
Ἣ δὲ ὡς ὅτι μάλιστα τηλαυγὲς ἀποστίλβουσα φῶς καταυγαζέτω πάντῃ τοὺς ἐν σκότει κυλινδουμένους καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἀπαλλαττέτω, τὴν ὑπερτάτην ὀρέγουσα δεξιάν, τὴν σύνεσιν, εἰς σωτηρίαν·
And let her, shining out as a light most far-seen, illumine on every side those who are wallowing in darkness, and deliver mankind from error, stretching out her supreme right hand—understanding—unto salvation;
願她發出那遠照的光輝,四面照亮那些在黑暗中翻滾的人,救人脫離謬妄,伸出她那至高的右手——悟性——施行拯救;
1:20
οἳ δὲ ἀνανεύσαντες καὶ ἀνακύψαντες Ἑλικῶνα μὲν καὶ Κιθαιρῶνα καταλειπόντων, οἰκούντων δὲ Σιών·
and let those who look up and lift their heads forsake Helicon and Cithaeron, and dwell in Zion;
願那些舉目仰望、抬起頭來的人,離棄赫利孔與基泰戎山,而住在錫安;
1:21
ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερου σαλήμ, λόγος οὐράνιος, ὁ γνήσιος ἀγωνιστὴς ἐπὶ τῷ .. παντὸς κόσμου θεάτρῳ στεφανούμενος
for out of Zion shall go forth the law, and the word of the Lord from Jerusalem—the heavenly Word, the true champion crowned in the theater of the whole world.
因為訓誨必出於錫安,耶和華的話語必出於耶路撒冷——那從天而來的話語,那真正的勇士,在全世界的劇場中受冠冕。
1:22
Αἴδει δέ γε ὁ Εὔνομος ὁ ἐμὸς οὐ τὸν Τερπάνδρου νόμον οὐδὲ τὸν Κηπίωνος, οὐδὲ μὴν Φρύγιον ἢ Λύδιον ἢ Δώριον, ἀλλὰ τῆς καινῆς ἁρμονίας τὸν ἀίδιον νόμον, τὸν φερώνυμον τοῦ θεοῦ, τὸ ᾆσμα τὸ καινόν, τὸ Λευιτικόν, νηπενθές τ' ἄχολόν τε, κακῶν ἐπίληθες ἁπάντων·
And this my Eunomus sings, not the air of Terpander nor of Cepion, nor indeed the Phrygian or Lydian or Dorian mode, but the eternal melody of the new harmony, that which bears the name of God, the new song, the Levitical—soothing of grief, free of wrath, bringing forgetfulness of all evils;
我這位尤諾摩斯所唱的,不是特爾潘德或刻皮翁的曲調,也不是弗里吉亞、呂底亞或多里亞的調式,乃是那新的和諧之永恆樂律,那以神的名為名的、那新歌、那利未人的歌——它撫平憂傷、不帶忿怒,使人忘卻一切的惡;
1:23
γλυκύ τι καὶ ἀληθινὸν φάρμα κον πειθοῦς ἐγκέκραται τῷ ᾄσματι
a sweet and true medicine of persuasion is blended into the song.
在這歌中調入了一帖甘甜而真實的勸服良藥。
1:24
δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέστιν ἀγάλμασι καὶ σκιαγραφίαις, ἀνοικο δομῆσαι τὴν σκαιότητα τοῦ ἔθους, τὴν καλὴν ὄντως ἐκείνην ἐλευθερίαν τῶν ὑπ' οὐρανὸν πεπολιτευμένων ᾠδαῖς καὶ ἐπῳδαῖς ἐσχάτῃ δουλείᾳ καταζεύξαντες
Being possessed by demons unto destruction, celebrating outrages, deifying griefs, they were the first to lead men by the hand to the idols—yes, indeed, to stones and wood, that is, to images and shadow-paintings—and to build up the awkwardness of their custom, having yoked under utter slavery, by songs and incantations, that truly noble freedom of those who dwell as citizens under heaven.
他們被鬼附而趨向敗壞,慶賀暴行,將悲痛奉為神明,首先把人引向偶像——是的,的確,引向石頭和木頭,就是雕像與影像之畫——並藉著歌曲與咒語,把那本當住在天下、為公民之人那真正高貴的自由,套上極度的奴役之軛,從而堆築起他們那粗陋的習俗。
1:25
Ἀλλ' οὐ τοιόσδε ὁ ᾠδὸς ὁ ἐμὸς οὐδ' εἰς μακρὰν καταλύσων ἀφῖκται τὴν δουλείαν τὴν πικρὰν τῶν τυραννούντων δαιμό νων, ὡς δὲ τὸν πρᾶον καὶ φιλάνθρωπον τῆς θεοσεβείας μετάγων ἡμᾶς ζυγὸν αὖθις εἰς οὐρανοὺς ἀνακαλεῖται τοὺς .. εἰς γῆν ἐρριμμένους
But not such is my singer, nor has he come to dissolve before long the bitter slavery of the tyrannizing demons; rather, transferring us to the gentle and benevolent yoke of true godliness, he calls us back again to heaven, us who had been cast down to earth.
然而我的歌者並非如此,他來也不是為要不久之後解除那暴虐群魔的苦役;反倒是把我們轉到那敬虔之溫柔而仁慈的軛下,重新召我們這些被擲落於地的人歸回天上。
1:26
Μόνος γοῦν τῶν πώποτε τὰ ἀργαλεώτατα θηρία, τοὺς ἀνθρώπους, ἐτιθάσευεν, πτηνὰ μὲν τοὺς κούφους αὐτῶν, ἑρπετὰ δὲ τοὺς ἀπατεῶνας, καὶ λέοντας μὲν τοὺς θυμικούς, σύας δὲ τοὺς ἡδονικούς, λύκους δὲ τοὺς ἁρπακτικούς
He alone, of all who ever were, tamed the most intractable beasts—men: the flighty ones as birds, the deceivers as reptiles, the hot-tempered as lions, the pleasure-lovers as swine, the rapacious as wolves.
惟有祂,在歷世歷代中,馴服了那最難對付的野獸——就是人:把輕浮的人馴如飛鳥,把行詭詐的馴如爬蟲,把暴怒的馴如獅子,把好逸樂的馴如野豬,把貪婪奪取的馴如豺狼。
1:27
Λίθοι δὲ καὶ ξύλα οἱ ἄφρονες·
And the senseless are stones and wood;
那些無知的人就是石頭與木頭;
1:28
πρὸς δὲ καὶ λίθων ἀναισθητότερος ἄνθρωπος ἀγνοίᾳ βεβαπτισ .. μένος
indeed, a man baptized in ignorance is more insensible than stones.
誠然,一個浸沒在無知中的人,比石頭更無知覺。
1:29
Μάρτυς ἡμῖν προφητικὴ παρίτω φωνή, συνῳδὸς ἀληθείας, τοὺς ἐν ἀγνοίᾳ καὶ ἀνοίᾳ κατατετριμμένους οἰκτείρουσα·
Let the prophetic voice come forward as a witness for us, in concord with truth, pitying those worn down in ignorance and folly;
願那先知的聲音,與真理相和,作我們的見證人,憐憫那些在無知與愚昧中被磨折的人;
1:30
δυνατὸς γὰρ ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ
for God is able from these stones to raise up children to Abraham.
因為神能從這些石頭中,給亞伯拉罕興起子孫來。
1:31
Ὃς κατελεήσας τὴν ἀμαθίαν τὴν πολλὴν καὶ τὴν σκληροκαρδίαν τῶν εἰς τὴν ἀλήθειαν λελιθωμένων ἤγειρεν θεοσεβείας σπέρμα ἀρετῆς αἰσθόμενον .. ἐκ λίθων ἐκείνων, τῶν λίθοις πεπιστευκότων ἐθνῶν
He, taking pity on the great ignorance and hardness of heart of those petrified against the truth, raised up out of those stones—out of the nations who had put their faith in stones—a seed of godliness sensible of virtue.
祂憐憫那些因抗拒真理而硬如頑石之人的深重愚昧與剛硬的心,就從那些石頭中——從那些信靠石頭的列國中——興起了敬虔的種子,使之領悟美德。
1:32
Αὖθις οὖν ἰοβόλους τινὰς καὶ παλιμβόλους ὑποκριτὰς ἐφοδεύοντας δικαιοσύνῃ γεννήματα ἐχιδνῶν κέκληκέ που·
Again, then, He has somewhere called venomous and treacherous hypocrites who set ambushes for righteousness a brood of vipers;
祂又在某處,把那些設下埋伏暗算公義、放毒而反覆無常的偽善者,稱為毒蛇的種類;
1:33
ἀλλὰ καὶ τούτων εἴ τις τῶν ὄφεων μετανοήσαι ἑκών, ἑπόμενος δὴ τῷ λόγῳ ἄνθρωπος γίνεται θεοῦ
but even of these snakes, if any willingly repent and follow the Word, he becomes a man of God.
然而,連這些蛇當中,若有人甘心悔改,跟隨道,他就成為神的人。
1:34
Λύκους δὲ ἄλλους ἀλληγορεῖ προβάτων κῳδίοις ἠμφιεσμένους, τοὺς ἐν ἀνθρώπων μορφαῖς ἁρπακτικοὺς αἰνιττόμενος
And He allegorically calls others wolves clothed in sheep's fleeces, hinting at the rapacious in human form.
祂又用比喻把另一些人稱為披著羊皮的狼,暗指那些以人形出現的奪取者。
1:35
Καὶ πάντα ἄρα ταῦτα ἀγριώτατα θηρία καὶ τοὺς τοιούτους λίθους ἡ οὐράνιος ᾠδὴ αὐτὴ μετεμόρφωσεν εἰς ἀνθρώπους ἡμέρους
And all these most savage beasts, then, and such stones, the heavenly song itself transformed into gentle men.
於是,所有這些最兇猛的野獸,並這樣的石頭,都被那從天而來的歌本身,變化成溫和的人。
1:36
Ἦμεν γάρ, ἦμέν ποτε καὶ ἡμεῖς ἀνόητοι, ἀπειθεῖς, πλανώμενοι, δουλεύοντες ἡδοναῖς καὶ ἐπιθυμίαις ποικίλαις, ἐν κακίᾳ καὶ φθόνῳ διάγοντες, στυγητοί, μισοῦντες ἀλλή λους, ᾗ φησιν ἡ ἀποστολικὴ γραφή·
For we too were once—yes, we too were once—foolish, disobedient, deceived, enslaved to pleasures and manifold lusts, passing our lives in malice and envy, hateful, hating one another, as the apostolic writing says;
因為從前我們也是——是的,我們也曾是——愚拙、悖逆、受迷惑,作各樣私慾與宴樂的奴僕,在惡毒、嫉妒中度日,是可恨的,又彼此相恨,正如使徒的著作所說;
1:37
ὅτε δὲ ἡ χρηστότης καὶ ἡ φιλανθρωπία ἐπεφάνη τοῦ σωτῆρος ἡμῶν θεοῦ, οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ,ἃ ἐποιήσαμεν ἡμεῖς, ἀλλὰ κατὰ τὸ αὐτοῦ ἔλεος ἔσωσεν ἡμᾶς
but when the kindness and benevolence of God our Savior appeared, not by works done in righteousness which we ourselves had done, but according to His mercy He saved us.
但到了我們救主神的恩慈和祂對人的愛顯現的時候,祂便救了我們,並不是因我們自己所行的義行,乃是照著祂的憐憫。
1:38
Ὅρα τὸ ᾆσμα τὸ καινὸν ὅσον ἴσχυσεν·
Behold how great the strength of the new song!
看哪,這新歌的力量何等浩大!
1:39
ἀνθρώπους ἐκ λίθων καὶ ἀνθρώπους ἐκ θηρίων πεποίηκεν
It has made men out of stones, and men out of beasts.
它從石頭造出了人,又從野獸造出了人。
1:40
Οἱ δὲ τηνάλλως νεκροί, οἱ τῆς ὄντως οὔσης ἀμέτοχοι ζωῆς, ἀκροαταὶ μόνον γενόμενοι τοῦ ᾄσματος ἀνεβίωσαν
And those otherwise dead, who had no share in the life that truly is, became merely listeners of the song, and came back to life.
而那些原本死了、與那真實生命無分的人,僅僅成了這歌的聽眾,就活了過來。
1:41
Τοῦτό τοι καὶ τὸ πᾶν ἐκόσμησεν ἐμμελῶς καὶ τῶν στοιχείων τὴν διαφωνίαν εἰς τάξιν ἐνέτεινε συμφωνίας, ἵνα δὴ ὅλος ὁ κόσμος αὐτῷ ἁρμονία γένηται
This same Word, too, set the whole universe in tuneful order, and strained the discord of the elements into the array of harmony, that thus the entire cosmos might become for Him a harmony.
也正是這道,把整個宇宙安排成和諧的秩序,將諸元素的不諧調拉伸成和諧的陣列,使這整個宇宙因祂而成為一首和諧的樂章。
1:42
Καὶ θάλατταν μὲν ἀνῆκεν λελυμένην, γῆς δὲ ἐπιβαίνειν κεκώλυκεν αὐτήν, γῆν δ' ἔμπαλιν ἐστερέωσεν φερομένην καὶ ὅρον αὐτὴν ἔπηξεν θαλάττης·
And He let the sea loose at liberty, yet hindered it from treading upon the land; and the land, in turn, that drifts He made firm, and fixed it as a boundary of the sea;
祂任憑海自由奔放,卻攔阻它踏上陸地;又使那本會漂移的陸地堅固,並立它作海的界限;
1:43
ναὶ μὴν καὶ πυρὸς ὁρμὴν ἐμάλαξεν ἀέρι, οἱονεὶ Δώριον ἁρμονίαν κεράσας Λυδίῳ·
yea, indeed, He softened the onrush of fire with air, as though blending Dorian harmony with Lydian;
誠然,祂用空氣緩和了火的衝勢,彷彿把多里亞的和諧與呂底亞的調式相調和;
1:44
καὶ τὴν ἀέρος ἀπηνῆ ψυχρότητα τῇ παραπλοκῇ τοῦ πυρὸς ἐτιθάσευεν, τοὺς .. νεάτους τῶν ὅλων φθόγγους τούτους κιρνὰς ἐμμελῶς
and He tamed the harsh coldness of the air by interweaving fire with it, thus blending tunefully these lowest notes of the universe.
祂又藉著把火與空氣交織,馴服了空氣那刺骨的寒冷,如此和諧地調配了宇宙這些最低沉的音調。
1:45
Καὶ δὴ τὸ ᾆσμα τὸ ἀκήρατον, ἔρεισμα τῶν ὅλων καὶ ἁρμονία τῶν πάντων, ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα διαταθέν, ἡρμόσατο τόδε τὸ πᾶν, οὐ κατὰ τὴν Θρᾴκιον μουσικήν, τὴν παραπλήσιον Ἰουβάλ, κατὰ δὲ τὴν πάτριον τοῦ θεοῦ βούλησιν, ἣν ἐζήλωσε Δαβίδ
And so this pure song, the support of the universe and the harmony of all things, stretched from the center to the extremes and from the heights to the center, brought this whole into accord—not according to Thracian music, like that of Jubal, but according to the ancestral will of God, which David emulated.
於是這純全的歌,作宇宙的支柱、萬有的和諧,從中心伸展到兩端,又從至高伸展到中心,使這整體歸於協調——不是照色雷斯的音樂,即猶八那一類的,乃是照神那古傳的旨意,就是大衛所效法的。
1:46
Ὁ δὲ ἐκ Δαβὶδ καὶ πρὸ αὐτοῦ, ὁ τοῦ θεοῦ λόγος, λύραν μὲν καὶ κιθάραν, τὰ ἄψυχα ὄργανα, ὑπεριδών, κόσμον δὲ τόνδε καὶ δὴ καὶ τὸν σμικρὸν κόσμον, τὸν ἄνθρωπον, ψυχήν τε καὶ σῶμα αὐτοῦ, ἁγίῳ πνεύματι ἁρμοσάμενος, ψάλλει τῷ θεῷ διὰ τοῦ πολυφώνου ὀργάνου καὶ προσᾴδει τῷ ὀργάνῳ τῷ ἀνθρώπῳ
But He who is of David and before him, the Word of God, disdaining lyre and cithara, those lifeless instruments, and having attuned by the Holy Spirit this cosmos and indeed also the little cosmos, man—both his soul and his body—makes music to God through the many-voiced instrument, and sings in accompaniment to the instrument, namely man.
但那從大衛而出、又在他以先的神的道,輕看豎琴與基薩拉琴這些無生命的樂器,卻藉著聖靈調諧了這宇宙,並且也調諧了那小宇宙——人,連同他的魂與身體——便藉著這多聲部的樂器向神奏樂,並以這樂器,就是人,作伴奏而歌唱。
1:47
ἐμπνέῃ, ὃ δὲ χωρήσῃ τὸν .. κύριον
"...so that you may breathe in," He says, "and may contain the Lord."
祂說:「……為要叫你吸入,並且容納主。」
1:48
Ναὶ μὴν ὁ Δαβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ εἰδώλων, πολλοῦ γε ἔδει ὑμνεῖν αὐτὸν τοὺς δαίμονας ἀληθεῖ πρὸς αὐτοῦ διωκομένους μουσικῇ, ᾗ τοῦ Σαοὺλ ἐνεργουμένου ἐκεῖνος ᾄδων μόνον αὐτὸν ἰάσατο
Yes indeed, David the king, the cithara-player, whom we mentioned a little before, was exhorting toward the truth and turning men away from idols; far indeed was he from hymning the demons, who were driven away by the true music that came from him—the music by which, when Saul was demon-possessed, that man healed him merely by singing.
確實,我們稍前提及的那位彈基薩拉琴的大衛王,從前是勸人歸向真理,使人轉離偶像;他絕非歌頌群魔,反倒群魔是被他所發出的真音樂所驅逐的——掃羅被鬼附的時候,那人單憑歌唱就醫好了他。
1:49
Καλὸν ὁ κύριος ὄργανον ἔμπνουν τὸν ἄνθρωπον ἐξειργάσατο κατ' εἰκόνα τὴν ἑαυτοῦ·
A beautiful living instrument the Lord wrought in man, after His own image;
主在人身上造了一件美好的、活的樂器,是照著祂自己的形像;
1:50
ἀμέλει καὶ αὐτὸς ὄργανόν ἐστι τοῦ θεοῦ παναρμόνιον, ἐμμελὲς καὶ ἅγιον, σοφία ὑπερκόσμιος, οὐράνιος λόγος
and assuredly He Himself too is the all-harmonious instrument of God, tuneful and holy, the supramundane Wisdom, the heavenly Word.
並且祂自己也確是神那全然和諧的樂器,既和諧又聖潔,是那超越世界的智慧,那從天而來的道。
1:51
Τί δὴ οὖν τὸ ὄργανον, ὁ τοῦ θεοῦ λόγος, ὁ κύριος, καὶ τὸ ᾆσμα τὸ καινὸν βούλεται; Ὀφθαλμοὺς ἀναπετάσαι τυφλῶν καὶ ὦτα ἀνοῖξαι κωφῶν καὶ σκάζοντας τὼ πόδε ἢ πλανωμένους εἰς δικαιοσύνην χειραγωγῆσαι, θεὸν ἀνθρώποις ἀφραίνουσιν ἐπιδεῖξαι, παῦσαι φθοράν, νικῆσαι θάνατον, .. υἱοὺς ἀπειθεῖς διαλλάξαι πατρί
What, then, does this instrument, the Word of God, the Lord, and the new song will? To open the eyes of the blind and to unstop the ears of the deaf, and to lead by the hand those lame of foot or wandering into righteousness, to reveal God to senseless men, to make an end of corruption, to conquer death, to reconcile disobedient sons to the Father.
那麼,這樂器,神的道,就是主,並這新歌,所願的是甚麼呢?乃是開瞎子的眼,開聾子的耳,牽引那瘸腿的或迷路的人歸入公義,向無知的人顯明神,終止敗壞,勝過死亡,使悖逆的眾子與父和好。
1:52
Φιλάνθρωπον τὸ ὄργανον τοῦ θεοῦ·
Benevolent is the instrument of God!
神的樂器是滿有仁愛的!
1:53
ὁ κύριος ἐλεεῖ, παιδεύει, προτρέπει, νουθετεῖ, σῴζει, φυλάττει καὶ μισθὸν ἡμῖν τῆς μαθήσεως ἐκ περιου σίας βασιλείαν οὐρανῶν ἐπαγγέλλεται, τοῦτο μόνον ἀπο λαύων ἡμῶν, ὃ σῳζόμεθα
The Lord has mercy, instructs, exhorts, admonishes, saves, guards, and as the reward of our learning promises us out of His abundance the kingdom of heaven, enjoying of us this one thing only—that we are saved.
主施憐憫、施教導、勸勉、警誡、拯救、保守,並從祂的豐盛中,將天國作為我們受教的賞賜應許給我們,祂從我們所享受的惟有這一件事——就是我們得救。
1:54
Κακία μὲν γὰρ τὴν ἀνθρώπων ἐπιβόσκεται φθοράν, ἡ δὲ ἀλήθεια, ὥσπερ ἡ μέλιττα λυμαι νομένη τῶν ὄντων οὐδέν, ἐπὶ μόνης τῆς ἀνθρώπων ἀγάλλεται .. σωτηρίας
For evil feeds upon the destruction of men, but truth, like the bee that injures none of the things that are, rejoices over the salvation of men alone.
因為惡是以人的敗壞為食的,但真理卻像那不傷害任何存在之物的蜜蜂,惟獨以人的得救為樂。
1:55
Ἔχεις οὖν τὴν ἐπαγγελίαν, ἔχεις τὴν φιλανθρω πίαν·
You have, then, the promise; you have the benevolence.
因此,你既有了這應許,也有了這仁愛。
1:56
Καί μου τὸ ᾆσμα τὸ σωτήριον μὴ καινὸν οὕτως ὑπολάβῃς ὡς σκεῦος ἢ ὡς οἰκίαν·
And do not so suppose my saving song to be new in the sense that a vessel or a house is new;
你也不要以為我這拯救的歌之為「新」,是像器皿或房屋那樣的新;
1:57
πρὸ ἑωσφόρου γὰρ ἦν, καὶ ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος
for it was before the morning star, and in the beginning was the Word, and the Word was with God, and the Word was God.
因為它在晨星之先就有了;太初有道,道與神同在,道就是神。
1:58
Παλαιὰ δὲ ἡ πλάνη, καινὸν δὲ ἡ ἀλήθεια φαίνεται
Error is old, but truth appears new.
謬妄是古老的,真理卻顯為新的。
1:59
Εἴτ' οὖν ἀρχαίους τοὺς Φρύγας διδάσκουσιν αἶγες μυθικαί, εἴτε αὖ τοὺς Ἀρκάδας οἱ προσελήνους ἀναγράφοντες ποιηταί, εἴτε μὴν αὖ τοὺς Αἰγυπτίους οἱ καὶ πρώτην ταύτην ἀναφῆναι τὴν γῆν θεούς τε καὶ ἀνθρώπους ὀνειρώσσοντες·
Whether, then, mythical she-goats teach that the Phrygians are ancient, or again the poets who record the Arcadians as pre-lunar, or yet again the Egyptians who dream that this land was the first to bring forth both gods and men—
那麼,無論是神話中的母山羊教人說弗里吉亞人最古老,還是那些把阿卡狄亞人記為比月亮更早的詩人,抑或那些妄夢這地最先生出諸神與眾人的埃及人——
1:60
ἀλλ' οὐ πρό γε τοῦ κόσμου τοῦδε τούτων οὐδὲ εἷς, πρὸ δὲ τῆς τοῦ κόσμου καταβολῆς ἡμεῖς, οἱ τῷ δεῖν ἔσεσθαι ἐν αὐτῷ πρότερον γεγεννημένοι τῷ θεῷ, τοῦ θεοῦ λόγου τὰ λογικὰ πλάσματα ἡμεῖς, δι' ὃν ἀρχαΐζομεν, ὅτι ἐν ἀρχῇ ὁ λόγος .. ἦν. Ἀλλ' ὅτι μὲν ἦν ὁ λόγος ἄνωθεν, ἀρχὴ θεία τῶν πάντων ἦν τε καὶ ἔστιν·
but not one even of these was before this cosmos; rather, before the foundation of the cosmos were we, who for the necessity of our coming to be in it were begotten beforehand to God—we, the rational creatures of the Word of God, on whose account we lay claim to antiquity, because in the beginning was the Word. But that the Word was from above, the divine beginning of all things, He both was and is;
然而連這些當中也沒有一個是在這宇宙之先的;反倒在創世以前就有了我們,我們因著必要存在於這宇宙中,而先被生於神——我們乃是神之道的有理性的受造之物,我們之所以可宣稱具有古老的源頭,正是因為太初有道。而那道從上面而來,是萬物神聖的起初,祂從前是、現今仍是;
1:61
ὅτι δὲ νῦν ὄνομα ἔλαβεν τὸ πάλαι καθωσιωμένον, δυνάμεως ἄξιον, ὁ Χριστός, καινὸν ᾆσμά .. μοι κέκληται
but that now there has received a name—the name long since consecrated, worthy of power—the Christ: He has been named by me "a new song."
至於如今所領受的那名——那早已被分別為聖、配得能力的名——基督:祂被我稱為「一首新歌」。
1:62
Αἴτιος γοῦν ὁ λόγος, ὁ Χριστός, καὶ τοῦ εἶναι πάλαι ἡμᾶς (ἦν γὰρ ἐν θεῷ), καὶ τοῦ εὖ εἶναι (νῦν δὴ ἐπεφάνη ἀνθρώποις)–αὐτὸς οὗτος ὁ λόγος, ὁ μόνος ἄμφω, θεός τε καὶ ἄνθρωπος, ἁπάντων ἡμῖν αἴτιος ἀγαθῶν·
The Word, therefore, the Christ, is the cause both of our being of old (for He was in God) and of our well-being (for now He has appeared to men)—this very Word, who alone is both, God and man, the cause to us of all good things;
因此,這道,就是基督,既是我們從古就存在的原因(因為祂在神裡面),也是我們美好存在的原因(因為如今祂已向人顯現)——正是這道,惟有祂兼具二者,既是神又是人,是我們一切美善之事的原因;
1:63
παρ' οὗ τὸ εὖ ζῆν ἐκδιδασκόμενοι εἰς ἀίδιον ζωὴν παραπεμπόμεθα
from whom, being thoroughly taught how to live well, we are sent forward unto eternal life.
我們從祂得了徹底的教導,知道如何美好地生活,並被引向永遠的生命。
1:64
Κατὰ γὰρ τὸν θεσπέσιον ἐκεῖνον τοῦ κυρίου ἀπόστολον ἡ χάρις ἡ τοῦ θεοῦ σωτήριος πᾶσιν ἀνθρώποις ἐπεφάνη, παιδεύουσα ἡμᾶς, ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ .. σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Τοῦτό ἐστι τὸ ᾆσμα τὸ καινόν, ἡ ἐπιφάνεια ἡ νῦν ἐκλάμψασα ἐν ἡμῖν τοῦ ἐν ἀρχῇ ὄντος καὶ προόντος λόγου·
For according to that divinely inspired apostle of the Lord, the saving grace of God has appeared to all men, instructing us, that, denying ungodliness and worldly lusts, we should live soberly and righteously and godly in the present age, awaiting the blessed hope and appearing of the glory of the great God and our Savior Jesus Christ. This is the new song, the appearing that now has shone forth among us of the Word who was in the beginning and pre-existed;
因為照著主那位受神默示的使徒所說,神救人的恩典已經向眾人顯明,教導我們棄絕不敬虔的心和屬世的私慾,在今世自守、公義、敬虔度日,等候那有福的盼望,並那至大的神和我們救主耶穌基督之榮耀的顯現。這就是那新歌,就是那太初就有、先而存在之道,如今在我們中間照耀出來的顯現;
1:65
ἐπεφάνη δὲ ἔναγχος ὁ προὼν σωτήρ, ἐπεφάνη ὁ ἐν τῷ ὄντι ὤν, ὅτι ὁ λόγος ἦν πρὸς τὸν θεόν, διδάσκαλος, ἐπεφάνη ᾧ τὰ πάντα δεδημιούργηται λόγος·
the pre-existent Savior has appeared of late; He who is in Him who Is has appeared, because the Word was with God, the teacher has appeared; the Word by whom all things were created has appeared;
那先而存在的救主近來已經顯現;那在「自有者」裡面的已經顯現,因為道與神同在,那位教師已經顯現;那藉以造作萬有的道已經顯現;
1:66
καὶ τὸ ζῆν ἐν ἀρχῇ μετὰ τοῦ πλάσαι παρασχὼν ὡς δημιουργός, τὸ εὖ ζῆν ἐδίδαξεν ἐπιφανεὶς ὡς διδάσκαλος, .. ἵνα τὸ ἀεὶ ζῆν ὕστερον ὡς θεὸς χορηγήσῃ
and having in the beginning, together with our fashioning, granted life as Creator, He taught us, when He appeared as teacher, how to live well, that afterward, as God, He might bestow life everlasting.
祂在起初,連同造作我們之時,作為創造者賜下了生命;祂顯現作教師時,又教導我們如何美好地生活;為要叫祂日後作為神,賜下永遠的生命。
1:67
Ὃ δὲ οὐ νῦν γε πρῶτον ᾤκτειρεν ἡμᾶς τῆς πλάνης, ἀλλ' ἄνωθεν ἀρχῆθεν, νῦν δὲ ἤδη ἀπολλυμένους ἐπιφανεὶς περισέσωκεν
And He did not now for the first time take pity on us in our error, but from above, from the beginning; yet now, when we were already perishing, He appeared and saved us through and through.
祂並非如今才頭一次憐憫我們的謬妄,乃是從上面、從起初就憐憫了;然而如今,在我們已將滅亡之時,祂顯現出來,徹底地拯救了我們。
1:68
Τὸ γὰρ πονηρὸν καὶ ἑρπηστικὸν θηρίον γοητεῦον καταδουλοῦται καὶ αἰκίζεται εἰσέτι νῦν τοὺς ἀνθρώπους, ἐμοὶ δοκεῖν, βαρβα ρικῶς τιμωρούμενον, οἳ νεκροῖς τοὺς αἰχμαλώτους συνδεῖν .. λέγονται σώμασιν, ἔστ' ἂν αὐτοῖς καὶ συσσαπῶσιν
For the wicked, creeping beast, working its sorcery, still even now enslaves and torments men—as it seems to me, punishing them barbarously, men who are said to be bound together with dead bodies, until they rot away together with them;
因為那邪惡、匍匐的野獸,施行牠的妖術,直到如今仍奴役並折磨著人——依我看來,牠是以蠻夷的方式懲罰他們,正如那些據說被與屍體綁在一起的人,直到與屍體一同腐爛;
1:69
καὶ ἀγάλμασιν καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων .. συνέθαψεν αὐτούς, ἔστ' ἂν καὶ συμφθαρῶσιν
and having bound them fast to images and certain such idols by the wretched bond of superstition, this very thing that is spoken of, he buried them, alive, with himself, until they too perish together.
牠又用迷信那可憐的捆綁,把他們緊縛在雕像和此類偶像上,正應了那句話,牠把活著的人與自己一同埋葬,直到他們也一同朽壞。
1:70
Οὗ δὴ χάριν ( εἷς γὰρ ὁ ἀπατεὼν ἄνωθεν μὲν τὴν Εὔαν, νῦν δὲ ἤδη καὶ τοὺς ἄλλους ἀνθρώπους εἰς θάνατον ὑποφέρων) εἷς καὶ αὐτὸς ἐπίκουρος καὶ βοηθὸς ἡμῖν ὁ κύριος, προμηνύων ἀρχῆθεν προφητικῶς, νῦν δὲ ἤδη καὶ ἐναργῶς εἰς σωτηρίαν παρα καλῶν
For which reason (since the deceiver is one—he who of old brought down Eve, and now already the rest of mankind as well, into death), one likewise is He who is our succor and helper, the Lord, foretelling from the beginning prophetically, and now already calling us plainly unto salvation.
為此緣故(那行迷惑的既是一個——就是那古時拐倒夏娃、如今又把其餘的人類引入死亡的),那位作我們的援助與幫助的也是一位,就是主,祂從起初就藉先知預先宣告,如今已明明地呼召我們得救。
1:71
Φύγωμεν οὖν ἀποστολικῇ πειθόμενοι παραγγελίᾳ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, καὶ τῷ σωτῆρι τῷ κυρίῳ προσδράμωμεν, ὃς καὶ νῦν καὶ ἀεὶ προὔτρεπεν εἰς σωτηρίαν, διὰ τεράτων καὶ σημείων ἐν Αἰγύπτῳ, ἐν ἐρήμῳ διά τε τῆς βάτου καὶ τῆς ἀκολουθούσης χάριτι φιλανθρωπίας .. θεραπαίνης δίκην Ἑβραίοις νεφέλης
Let us flee, then, persuaded by the apostolic charge, the ruler of the authority of the air, of the spirit that now works in the sons of disobedience, and let us run to the Savior, the Lord, who both now and ever exhorted us unto salvation—through wonders and signs in Egypt, in the wilderness both through the bush and through the cloud that followed by His benevolent grace as a handmaid for the Hebrews.
那麼,讓我們聽從使徒的囑咐,逃避那空中掌權的執政者,就是那如今在悖逆之子心中運行的靈;讓我們奔向救主,就是主,祂無論現今或永遠都勸我們得救——在埃及藉著奇事神蹟,在曠野藉著荊棘,又藉著那因祂仁慈的恩典而如使女般跟隨希伯來人的雲彩。
1:72
Τούτῳ μὲν δὴ τῷ φόβῳ τοὺς σκληροκαρδίους προὔτρεπεν·
By this fear, indeed, He exhorted the hard-hearted;
祂確實藉著這種懼怕,勸誡那些心硬的人;
1:73
ἤδη δὲ καὶ διὰ Μωσέως τοῦ πανσόφου καὶ τοῦ φιλαλήθους Ἡσαΐα καὶ παντὸς τοῦ προφητικοῦ χοροῦ λογικώτερον ἐπὶ τὸν λόγον ἐπιστρέφει τοὺς τὰ ὦτα κεκτημένους·
but already through all-wise Moses and truth-loving Isaiah and the whole prophetic chorus, He turns more rationally toward the Word those who possess ears.
但祂也已藉著那全智的摩西、那愛真理的以賽亞,以及整個先知的歌隊,更合乎理性地使那些有耳的人轉向道。
1:74
καὶ ἔσθ' ὅπῃ μὲν λοιδορεῖται, ἔστιν δ' οὗ καὶ ἀπειλεῖ·
And there is a place where He reproaches, and another where He even threatens;
祂有時責備,有時甚至發出警告;
1:75
τοὺς δὲ καὶ θρηνεῖ τῶν ἀνθρώπων·
and some of mankind He even bewails;
對人中有些人,祂甚至為他們哀哭;
1:76
ᾄδει δὲ ἄλλοις, καθάπερ ἰατρὸς ἀγαθὸς τῶν νοσούντων σωμάτων τὰ μὲν καταπλάττων, τὰ δὲ καταλεαίνων, τὰ δὲ καταντλῶν, τὰ δὲ καὶ σιδήρῳ διαιρῶν, ἐπικαίων δὲ ἄλλα, ἔστι δ' οὗ καὶ ἀποπρίων, εἴ πως οἷόν τε .. κἂν παρὰ μέρος ἢ μέλος τὸν ἄνθρωπον ὑγιᾶναι
and to others He sings, just as a good physician of ailing bodies treats some with poultices, smooths down others, douches others, divides others even with the knife, cauterizes still others, and there is a case where he even amputates, if by any means it be possible for the man to be made whole, even at the cost of a part or a limb.
對另一些人祂則歌唱,正如一位醫治病軀的良醫,對有些病用敷藥,對有些撫平,對有些用水沖洗,對有些甚至用刀切開,對另一些施以燒灼,還有的情形他甚至加以截除,只要能用任何方法使這人得以痊癒,即便以喪失某一部分或肢體為代價。
1:77
Πολύφωνός γε ὁ σωτὴρ καὶ πολύτροπος εἰς ἀνθρώπων σωτηρίαν·
Many-voiced indeed is the Savior, and of many turns, for the salvation of men;
救主的聲音實在繁多,為著人的得救而有許多方式;
1:78
ἀπειλῶν νουθετεῖ, λοιδορούμενος ἐπιστρέφει, θρηνῶν ἐλεεῖ, ψάλλων παρακαλεῖ, διὰ βάτου λαλεῖ ( σημείων ἐκεῖνοι καὶ τεράτων ἔχρῃζον) καὶ τῷ πυρὶ δεδίττεται τοὺς ἀνθρώπους, ἀνάπτων ἐκ κίονος τὴν φλόγα, δεῖγμα ὁμοῦ χάριτος καὶ φόβου·
by threatening He admonishes, by reproaching He turns them about, by lamenting He shows mercy, by playing music He comforts; through the bush He speaks (those men needed signs and wonders), and by the fire He terrifies men, kindling the flame out of the pillar, a token at once of grace and of fear:
祂藉警告而警誡,藉責備而使人回轉,藉哀哭而施憐憫,藉奏樂而安慰;祂藉荊棘說話(那些人需要神蹟奇事),又藉火使人懼怕,從柱中燃起火焰,這同時是恩典與懼怕的記號:
1:79
ἐὰν ὑπακούσῃς, τὸ φῶς, ἐὰν παρακούσῃς, τὸ πῦρ
if you obey, the light; if you disobey, the fire.
你若順從,便是光;你若違抗,便是火。
1:80
Ἐπειδὴ δὲ καὶ κίονος καὶ βάτου ἡ σὰρξ τιμιωτέρα, προφῆται μετ' ἐκεῖνα φθέγγονται, αὐτὸς ἐν Ἡσαΐᾳ ὁ κύριος λαλῶν, .. αὐτὸς ἐν Ἠλίᾳ, ἐν στόματι προφητῶν αὐτός·
And since flesh is more honorable than pillar and bush, the prophets after those things speak forth—the Lord Himself speaking in Isaiah, He Himself in Elijah, He Himself in the mouth of the prophets;
既然肉身比火柱與荊棘更為尊貴,在那些事之後,眾先知便發聲說話——是主自己在以賽亞裡說話,是祂自己在以利亞裡,是祂自己在眾先知的口中;
1:81
σὺ δὲ ἀλλ' εἰ προφήταις μὴ πιστεύεις, μῦθον δ' ὑπολαμβάνεις καὶ τοὺς ἄνδρας καὶ τὸ πῦρ, αὐτός σοι λαλήσει ὁ κύριος, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ·
but you—if you do not believe the prophets, and take both the men and the fire to be legend—the Lord Himself shall speak to you, He who, being in the form of God, counted it not a thing to be grasped to be equal with God;
但你若不信眾先知,反把那些人和那火都當作傳說,那麼主自己要對你說話,就是那本有神的形像,卻不以自己與神同等為強奪之珍的;
1:82
ἐκένωσεν δὲ ἑαυτόν ὁ φιλοικτίρμων θεός, σῶσαι τὸν ἄνθρωπον γλιχόμενος·
but He emptied Himself, the compassionate God, longing to save man;
但祂倒空了自己,這位滿有憐憫的神,切望要拯救人;
1:83
καὶ αὐτὸς ἤδη σοὶ ἐναργῶς ὁ λόγος λαλεῖ, δυσωπῶν τὴν ἀπιστίαν, ναί φημι, ὁ λόγος ὁ τοῦ θεοῦ ἄνθρωπος γενόμενος, ἵνα δὴ καὶ σὺ παρὰ ἀνθρώπου μάθῃς, πῇ ποτε ἄρα ἄνθρωπος γένηται θεός
and now the Word Himself plainly speaks to you, shaming your unbelief—yes, I say, the Word of God, who became man, that you too might learn from a man how, after all, a man may become God.
如今這道親自明明地對你說話,使你的不信蒙羞——是的,我說,神的道成了人,為要叫你也能從一個人身上學會,人究竟如何能成為神。
1:84
Εἶτ' οὐκ ἄτοπον, ὦ φίλοι, τὸν μὲν θεὸν ἀεὶ προτρέπειν ἡμᾶς ἐπ' ἀρετήν, ἡμᾶς δὲ ἀναδύεσθαι τὴν ὠφέλειαν καὶ ἀναβάλλεσθαι τὴν σωτηρίαν;Ἦ γὰρ οὐχὶ καὶ Ἰωάννης ἐπὶ σωτηρίαν παρακαλεῖ καὶ τὸ πᾶν γίνεται φωνὴ προτρεπτική; Πυθώμεθα τοίνυν αὐτοῦ·
Is it not, then, absurd, my friends, that God should always be exhorting us to virtue, while we shrink back from the benefit and put off our salvation? For does not John also call us to salvation, and become wholly a voice of exhortation? Let us, then, inquire of him:
朋友們,那麼這豈不荒謬麼——神總是勸我們行善,我們卻退縮、不肯領受這益處,並拖延我們的得救?約翰豈不也呼召人得救,全然成了一個勸勉的聲音麼?那麼,讓我們來問問他:
1:85
τίς πόθεν εἶς ἀνδρῶν; Ἠλίας μὲν οὐκ ἐρεῖ, Χριστὸς δὲ εἶναι ἀρνήσεται·
"Who are you, and from where, among men?" Elijah, he will not say; the Christ, he will deny being;
「你是誰?你從何而來,在人中算是誰?」他不會說自己是以利亞;他也要否認自己是基督;
1:86
φωνὴ δὲ ὁμολο γήσει ἐν ἐρήμῳ βοῶσα
but he will confess himself to be a voice crying in the wilderness.
但他要承認自己是在曠野呼喊的聲音。
1:87
Τίς οὖν ἔστιν Ἰωάννης; Ὡς τύπῳ λαβεῖν, ἐξέστω εἰπεῖν, φωνὴ τοῦ λόγου προτρεπτικὴ ἐν ἐρήμῳ βοῶσα
Who, then, is John? To take it figuratively, let it be permitted to say: the exhorting voice of the Word, crying in the wilderness.
那麼,約翰是誰?若以表號來領會,容我這樣說:他是道那勸勉的聲音,在曠野呼喊。
1:88
Τί βοᾷς, ὦ φωνή; Εἰπὲ καὶ ἡμῖν. .. Εὐθείας ποιεῖτε τὰς ὁδοὺς κυρίου
What do you cry, O voice? Tell us also. "Make straight the ways of the Lord."
聲音啊,你呼喊甚麼?也告訴我們吧。「修直主的道路。」
1:89
Πρόδρομος Ἰωάννης καὶ ἡ φωνὴ πρόδρομος τοῦ λόγου, φωνὴ παρακλητική, προετοιμάζουσα εἰς σωτηρίαν, φωνὴ προτρέπουσα εἰς κληρονομίαν οὐρανῶν·
John is a forerunner, and the voice is the forerunner of the Word—a voice of exhortation, preparing beforehand unto salvation, a voice exhorting unto the inheritance of heaven;
約翰是先鋒,那聲音是道的先鋒——是勸勉的聲音,預先預備人得救,是勸人承受諸天之基業的聲音;
1:90
δι' ἣν ἡ στεῖρα καὶ ἔρημος ἄγονος οὐκέτι
through which the barren and desolate woman is no longer childless.
藉著這聲音,那不能生育、荒涼的婦人不再無子。
1:91
Ταύτην μοι τὴν κυοφορίαν προεθέσπισεν ἀγγέλου φωνή·
This childbearing was foretold to me by an angel's voice;
這懷孕生子之事,曾有天使的聲音向我預言;
1:92
πρόδρομος ἦν κἀκείνη τοῦ κυρίου, στεῖραν εὐαγγε .. λιζομένη γυναῖκα, ὡς Ἰωάννης τὴν ἔρημον
that voice too was a forerunner of the Lord, bringing good news to a barren woman, as John did to the wilderness.
那聲音也是主的先鋒,向一個不育的婦人報佳音,正如約翰向曠野所做的。
1:93
Διὰ ταύτην τοίνυν τοῦ λόγου τὴν φωνὴν ἡ στεῖρα εὐτεκνεῖ καὶ ἡ ἔρημος καρποφορεῖ·
Through this voice of the Word, therefore, the barren woman is blessed with fair children, and the wilderness bears fruit;
因此,藉著道的這聲音,那不育的婦人得了美好的兒女,那曠野也結出果子;
1:94
αἱ πρόδρομοι τοῦ κυρίου φωναὶ δύο, ἀγγέλου καὶ Ἰωάννου, αἰνίσσονταί μοι τὴν ἐναποκειμένην σωτηρίαν, ὡς ἐπιφανέντος τοῦ λόγου τοῦδε εὐτεκνίας ἡμᾶς καρπὸν .. ἀπενέγκασθαι, ζωὴν ἀίδιον
the two forerunning voices of the Lord—of the angel and of John—signify to me the salvation laid up in store, so that, this Word having appeared, we may carry off the fruit of fair offspring, life everlasting.
主的這兩個作先鋒的聲音——天使的與約翰的——向我表明那存留的拯救,使我們在這道顯現之後,得以收取美好後裔的果子,就是永遠的生命。
1:95
Ἄμφω γοῦν ἐς ταὐτὸν ἀγαγοῦσα τὰ φωνὰ ἡ γραφὴ σαφηνίζει τὸ πᾶν·
At any rate, the Scripture, bringing both voices into one, makes the whole matter clear:
無論如何,聖經把這兩個聲音合而為一,將整件事說明清楚:
1:96
ῥηξάτω φωνὴν ἡ οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς προὔτρεπεν Ἰωάννης .. νοῆσαι τὸν γεωργόν, ζητῆσαι τὸν ἄνδρα
"Let her break forth into a cry, she who does not travail, for more are the children of the desolate than of her who has a husband." To us an angel brought good news, John exhorted us to discern the husbandman, to seek the husband.
「那不懷孕的,你要發聲呼喊;因為荒涼之婦的兒女,比那有丈夫之婦的兒女更多。」天使向我們報了佳音,約翰勸我們認出那農夫,尋找那丈夫。
1:97
Εἷς γὰρ καὶ ὁ αὐτὸς οὗτος, ὁ τῆς στείρας ἀνήρ, ὁ τῆς ἐρήμου γεωργός, ὁ τῆς θείας ἐμπλήσας δυνάμεως καὶ τὴν στεῖραν καὶ τὴν ἔρημον
For one and the same is this man—the husband of the barren woman, the husbandman of the wilderness—who filled with divine power both the barren woman and the wilderness.
因為這人乃是同一位——既是那不育之婦的丈夫,又是那曠野的農夫——祂用神聖的能力充滿了那不育的婦人和那曠野。
1:98
Ἐπεὶ γὰρ πολλὰ τὰ τέκνα τῆς εὐγενοῦς, ἄπαις δὲ ἦν διὰ ἀπείθειαν ἡ πολύπαις ἀνέκαθεν Ἑβραία γυνή, ἡ στεῖρα τὸν ἄνδρα λαμβάνει καὶ ἡ ἔρημος τὸν γεωργόν·
For since the children of the noble woman were many, while the Hebrew woman, of old prolific, was childless through disobedience, the barren woman receives the husband and the wilderness the husbandman;
因為那高貴婦人的兒女既多,而那希伯來婦人,本是古來多產的,卻因悖逆而無子,於是那不育的婦人領受了丈夫,那曠野領受了農夫;
1:99
εἶταἣ μὲν καρπῶν,ἣ δὲ πιστῶν, ἄμφω δὲ μητέρες διὰ τὸν λόγον·
then the one becomes mother of fruits, the other of believers, but both are mothers through the Word;
於是一個成了果子的母親,一個成了信徒的母親,但二者都是藉著道而為母;
1:100
ἀπίστοις δὲ εἰσέτι νῦν καὶ στεῖρα καὶ ἔρημος περιλείπεται
while for the unbelievers, even still now, there remain both the barren woman and the wilderness.
至於那些不信的人,直到如今仍舊留下了那不育的婦人與那曠野。
1:101
Ὁ μὲν Ἰωάννης, ὁ κῆρυξ τοῦ λόγου, ταύτῃ πῃ παρεκάλει ἑτοίμους γίνεσθαι εἰς θεοῦ τοῦ Χριστοῦ παρουσίαν, καὶ τοῦτο ἦν ὃ ᾐνίσσετο ἡ Ζαχαρίου σιωπή, ἀναμένουσα τὸν πρόδρομον τοῦ Χριστοῦ καρπόν, ἵνα τῆς ἀληθείας τὸ φῶς, ὁ λόγος, τῶν προφητικῶν αἰνιγμάτων τὴν μυστικὴν ἀπολύ σηται σιωπήν, εὐαγγέλιον γενόμενος
John, the herald of the Word, in some such way exhorted men to become ready for the coming of God the Christ; and this was what the silence of Zacharias hinted at, awaiting the fruit that is forerunner of the Christ, that the light of truth, the Word, might loose the mystical silence of the prophetic riddles, becoming the gospel.
約翰,道的傳令者,大致以這樣的方式勸人預備好,迎接神基督的來臨;這也正是撒迦利亞的緘默所暗指的,他等候那作基督先鋒的果子,使真理的光,就是道,得以解開那先知謎語之奧祕的緘默,成為福音。
1:102
Σὺ δὲ εἰ ποθεῖς ἰδεῖν ὡς ἀληθῶς τὸν θεόν, καθαρσίων μεταλάμβανε θεοπρεπῶν, οὐ δάφνης πετάλων καὶ ταινιῶν τινων ἐρίῳ καὶ πορφύρᾳ πεποικιλμένων, δικαιοσύνην δὲ ἀναδησάμενος καὶ τῆς ἐγκρατείας τὰ πέταλα περιθέμενος πολυπραγμόνει Χριστόν·
But you, if you long to see God as He truly is, partake of purifications befitting God—not of laurel leaves and certain fillets adorned with wool and purple, but, having bound on righteousness and put round about you the leaves of self-control, seek diligently after Christ;
但你若切望真實地看見神,就當領受合乎神的潔淨——不是月桂葉和某些以羊毛與紫色裝飾的束帶,乃是繫上公義,並把自制的葉子環戴在身上,殷勤尋求基督;
1:103
ἐγὼ γάρ εἰμι ἡ θύρα, φησί που·
"for I am the door," He says somewhere;
「因為我就是門,」祂在某處說;
1:104
ἣν ἐκμαθεῖν δεῖ νοῆσαι θελήσασι τὸν θεόν, ὅπως .. ἡμῖν ἀθρόας τῶν οὐρανῶν ἀναπετάσῃ πύλας·
which it is necessary for those who wish to understand God to learn thoroughly, that He may throw open for us all at once the gates of the heavens;
凡願明白神的人都必須徹底認識這門,好叫祂為我們一下子敞開諸天的門;
1:105
λογικαὶ γὰρ αἱ τοῦ λόγου πύλαι, πίστεως ἀνοιγνύμεναι κλειδί·
for the gates of the Word are rational, opened by the key of faith;
因為道的門是有理性的,要用信心的鑰匙開啟;
1:106
θεὸν οὐδεὶς ἔγνω, εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ. Θύραν δὲ εὖ οἶδ' ὅτι τὴν ἀποκεκλεισμένην τέως ὁ ἀνοιγνὺς ὕστερον ἀποκαλύπτει τἄνδον καὶ δείκνυσινἃ μηδὲ γνῶναι οἷόν τε ἦν πρότερον, εἰ μὴ διὰ Χριστοῦ πεπορευμένοις, δι' οὗ μόνου θεὸς ἐποπτεύεται
"no one has known God except the Son, and he to whom the Son may reveal Him." And I well know that He who opens the door, which was hitherto shut, afterward reveals the things within, and shows what it was not even possible to know before, except for those who have journeyed through Christ, through whom alone God is beheld.
「除了子和子所願意啟示的人,沒有人認識神。」我深知那開那向來緊閉之門的,日後便顯明門內的事,並指示那些先前無法得知的事,惟有那些藉著基督而行進的人才得知,因為惟有藉著祂,神才得被仰望。
1:107
Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε μηδὲ βαρά θρων στόματα τερατείας ἔμπλεα ἢ λέβητα Θεσπρώτιον ἢ τρίποδα Κιρραῖον ἢ Δωδωναῖον χαλκεῖον·
Do not, then, busy yourselves with godless sanctuaries, nor with the mouths of pits full of marvel-mongering, nor with the Thesprotian cauldron, nor the Cirrhaean tripod, nor the Dodonaean bronze;
那麼,你們不要忙於那些無神的密殿,也不要管那些充滿怪誕之術的深坑之口,不要理會特斯普羅提亞的大鍋、基拉的三足鼎,或多多納的銅器;
1:108
γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυῒ μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε
and leave the aged oak honored amid desert sands, and the oracle there, withered along with the very oak itself, to legends grown old.
也把那在荒漠沙地中受人尊崇的老橡樹,以及那連同橡樹本身一同枯萎的神諭,撇給那些衰老的傳說吧。
1:109
Σεσίγη ται γοῦν ἡ Κασταλίας πηγὴ καὶ Κολοφῶνος ἄλλη πηγή, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικὰ καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μέν, ὅμως δ' οὖν διελήλεγκται τοῖς ἰδίοις .. συνεκρεύσαντα μύθοις
Silent, at any rate, is the spring of Castalia, and the other spring at Colophon, and likewise the other prophetic streams have died; and indeed, though late, yet at last empty of their vanity they have been refuted, flowing away together with their own legends.
無論如何,卡斯塔利亞的泉源已然緘默,科洛封另一處泉源也是如此;那些別的預言之流同樣已經枯死;誠然,雖遲卻終究都已空虛無聊地被駁倒,與牠們自己的傳說一同流逝了。
1:110
Διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντι κῆς, μᾶλλον δὲ μανικῆς, τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον, τὸν Πύθιον, τὸν Διδυμέα, τὸν Ἀμφιάρεω, τὸν Ἀπόλλω, τὸν Ἀμφίλοχον, εἰ δὲ βούλει, καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνέρου σὺν αὐτοῖς στῆσον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον τοὺς ἀλευρομάντεις ἄγων καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμη μένους ἐγγαστριμύθους·
Recount to us also, of the rest of the divination—or rather the lunacy—the useless oracular shrines: the Clarian, the Pythian, the Didymaean, that of Amphiaraus, the Apollo, that of Amphilochus; and, if you wish, summon also the prodigy-watchers and the bird-augurs and the interpreters of dreams along with them; and set up together beside the Pythian, bringing the flour-diviners and the barley-diviners, and those who are still honored among the many, the belly-prophets;
也向我們列舉其餘那些占卜術——倒不如說是瘋癲術——那些無用的神諭所:克拉羅斯的、皮托的、狄狄馬的、安菲阿剌俄斯的、阿波羅的、安菲洛科斯的;你若願意,也把那些察看怪兆的、觀鳥占卜的,以及那些釋夢的人一同召來;再把那些用麵粉占卜、用大麥占卜的,並那些至今仍受眾人尊崇的腹語者,一起擺在皮托神諭旁邊;
1:111
ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ .. Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδιδόσθων
yes indeed, let the sanctuaries of the Egyptians and the necromancies of the Etruscans be handed over to darkness.
誠然,讓埃及人的密殿和伊特魯里亞人招魂的法術,都交付給黑暗罷。
1:112
Μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια·
These are truly the sophistries of faithless men and the gaming-houses of unmixed error;
這些實在是不信之人的詭辯,是純然謬妄的賭場;
1:113
συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπὸ ἀνθρώπων διδασκόμενοι
fellow-travelers of this sorcery are the she-goats trained for divination, and the ravens taught by men to give oracles to men.
與這妖術同行的,是那些被訓練來占卜的母山羊,還有那些被人教導向人發神諭的烏鴉。
1:114
Τί δ' εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ ἐξορχή σομαι μέν, ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεούς, ὧν αἱ τελεταὶ μυστικαί, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς τῆς ἀληθείας ἐγκυκλήσω θεαταῖς
But what if I should recount to you the mysteries? I will not dance them out, as they say Alcibiades did, but I will lay bare full well, in accordance with the word of truth, the sorcery concealed in them, and these very gods of yours, whose rites are mystic, I will wheel round, as upon the stage of life, before the spectators of truth.
可是,我若向你細數那些奧祕呢?我不會像人說亞西比德所做的那樣把它們跳演出來,卻要照著真理之道,把藏在其中的妖術徹底揭露,並把你們那些禮儀屬於奧祕的所謂神明,如同搬上人生舞台,在真理的觀眾面前一一轉示出來。
1:115
Διόνυσον μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομανίαν ἄγοντες καὶ τελίσκουσι τὰς κρεονομίας τῶν φόνων ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὐάν, Εὔαν ἐκείνην, δι' ἣν ἡ πλάνη παρηκολούθησεν·
The Bacchae celebrate the raving Dionysus with the eating of raw flesh, conducting the sacred frenzy, and they perform the distribution of the flesh of the slaughtered, crowned with serpents, shrieking out "Euan!"—that Eua through whom error came in our train;
酒神的女信徒們以生食的方式慶祝那狂亂的狄奧尼索斯,進行那神聖的瘋狂,她們頭纏蛇蟲,分食被殺者的肉,尖聲呼喊著「歐安!」——就是那夏娃(歐瓦),謬妄是隨著她而來的;
1:116
καὶ σημεῖον ὀργίων βακχικῶν ὄφις ἐστὶ τετελεσμένος
and the token of the Bacchic rites is a consecrated serpent.
巴克科斯禮儀的記號乃是一條被祝聖的蛇。
1:117
δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια·
Indeed, by the rough breathing the word is interpreted "hua," the female serpent.
誠然,加上送氣音,這詞便解作「赫瓦」(雌蛇)。
1:118
Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδουχεῖ
Deo and Kore (Demeter and Persephone) have already become a mystic drama, and Eleusis with its torches celebrates their wandering, their rape, and their grief.
得俄(得墨忒耳)與科蕾(珀耳塞福涅)早已成了一齣奧祕的戲劇,厄琉息斯以火炬慶賀她們的流浪、她們的被擄,和她們的悲痛。
1:119
Καί μοι δοκεῖ τὰ ὄργια καὶ τὰ μυστήρια δεῖν ἐτυμο λογεῖν, τὰ μὲν ἀπὸ τῆς ὀργῆς τῆς Δηοῦς τῆς πρὸς Δία γεγενημένης, τὰ δὲ ἀπὸ τοῦ μύσους τοῦ συμβεβηκότος περὶ τὸν Διόνυσον·
And it seems to me that one ought to derive the etymology of the orgia (rites) and the mysteria (mysteries): the former from the wrath (orge) of Deo which arose against Zeus, the latter from the pollution (mysos) that befell concerning Dionysus;
我以為,該為「秘儀」(orgia)和「奧祕」(mysteria)推究字源:前者源自得俄對宙斯所發的「忿怒」(orge),後者源自那臨到狄奧尼索斯身上的「污穢」(mysos);
1:120
εἰ δὲ καὶ ἀπὸ Μυοῦντός τινος Ἀττικοῦ, ὃν ἐν κυνηγίᾳ διαφθαρῆναι Ἀπολλόδωρος λέγει, οὐ φθόνος·
but even if from a certain Attic Myus, whom Apollodorus says perished in a hunt, there is no grudge:
縱使是源自某個阿提卡人彌烏斯——阿波羅多洛斯說他在狩獵中喪命——我也並不嫉妒這說法:
1:121
ὑμῶν δεδόξασται τὰ μυστήρια ἐπιτυμβίῳ τιμῇ
your mysteries have been glorified by honor paid at a tomb.
你們的奧祕原是因著墳墓邊所獻的尊榮而得了榮耀。
1:122
Πάρεστι δὲ καὶ ἄλλως μυθήριά σοι νοεῖν ἀντιστοιχούντων τῶν γραμμάτων τὰ μυστήρια·
It is possible for you also, in another way, to understand the "mysteries" as "myth-stories" (mythēria), by the corresponding interchange of the letters;
你也可以用另一種方式,藉著字母的對應替換,把「奧祕」(mysteria)領會作「神話故事」(mythēria);
1:123
θηρεύουσι γὰρ εἰ καὶ ἄλλοι τινές, ἀτὰρ δὴ καὶ οἱ μῦθοι οἱ τοιοίδε Θρᾳκῶν τοὺς βαρβαρικωτάτους, Φρυγῶν τοὺς ἀνοητοτάτους, Ἑλλήνων τοὺς δεισιδαίμονας
for they hunt—if any others do—then assuredly these myths of this kind also hunt the most barbarous of the Thracians, the most senseless of the Phrygians, the superstitious among the Greeks.
因為牠們是行獵的——若有別的也行獵的話——那麼這一類的神話也的確獵取那最野蠻的色雷斯人、那最愚昧的弗里吉亞人,以及希臘人中那些迷信的人。
1:124
Ὄλοιτο οὖν ὁ τῆσδε ἄρξας τῆς ἀπάτης ἀνθρώποις, εἴτε ὁ Δάρδανος, ὁ Μητρὸς θεῶν καταδείξας τὰ μυστήρια, εἴτε Ἠετίων, ὁ τὰ Σαμοθρᾴκων ὄργια καὶ τελετὰς ὑποστησά μενος, εἴτε ὁ Φρὺξ ἐκεῖνος ὁ Μίδας, ὁ παρὰ τοῦ Ὀδρύσου μαθών, ἔπειτα διαδοὺς τοῖς ὑποτεταγμένοις ἔντεχνον ἀπάτην
May he perish, then, who first began this deception among men—whether Dardanus, who instituted the mysteries of the Mother of the gods, or Eetion, who established the rites and initiations of the Samothracians, or that Phrygian Midas, who, having learned from Odrysus, then handed on to his subjects the artful deception.
那麼,願那在人間首倡這欺騙之人滅亡——無論是那設立眾神之母奧祕的達耳達諾斯,還是那訂立薩摩特拉刻人秘儀與入教禮的厄厄提翁,抑或那從奧德里索斯學來、隨後把這巧妙騙術傳給屬下之人的弗里吉亞人彌達斯。
1:125
Οὐ γάρ με ὁ Κύπριος ὁ νησιώτης Κινύρας παραπείσαι ποτ' ἄν, τὰ περὶ τὴν Ἀφροδίτην μαχλῶντα ὄργια ἐκ νυκτὸς ἡμέρᾳ παραδοῦναι τολμήσας, φιλοτιμούμενος θειάσαι πόρνην .. πολίτιδα
For the Cypriot islander Cinyras could never persuade me—he who dared to hand over from night into day the lustful rites concerning Aphrodite, ambitious to deify a harlot of his own city.
因為那塞浦路斯的海島人喀倪剌斯絕不能說服我——他竟膽敢把那關於阿芙羅狄忒的淫蕩秘儀從黑夜傳到白晝,妄圖把他本城的一個妓女奉為神明。
1:126
Μελάμποδα δὲ τὸν Ἀμυθάονος ἄλλοι φασὶν ἐξ Αἰγύπτου μετακομίσαι τῇ Ἑλλάδι τὰς Δηοῦς ἑορτάς, πένθος ὑμνούμενον
Others say that Melampus the son of Amythaon brought over from Egypt to Hellas the festivals of Deo, the grief that is hymned.
另有人說,阿米塔翁的兒子墨蘭普斯把得俄的節期,就是那被歌頌的悲痛,從埃及帶到了希臘。
1:127
Τούτους ἔγωγ' ἂν ἀρχεκάκους φήσαιμι μύθων ἀθέων καὶ δεισιδαιμονίας ὀλεθρίου πατέρας, σπέρμα κακίας καὶ φθορᾶς ἐγκαταφυτεύσαντας τῷ βίῳ τὰ μυστήρια
These men I, for my part, would call the originators of evil, fathers of godless myths and of deadly superstition, who planted in human life the mysteries as a seed of vice and corruption.
至於我,我要稱這些人為禍首,是無神之神話與致命迷信的父親,是把奧祕作為惡與敗壞的種子栽植於人生之中的。
1:128
Ἤδη δέ, καὶ γὰρ καιρός, αὐτὰ ὑμῶν τὰ ὄργια ἐξε λέγξω ἀπάτης καὶ τερατείας ἔμπλεα
But now—for indeed it is time—I will expose your very rites, full of deception and marvel-mongering.
但如今——因為實在是時候了——我要揭露你們那些充滿欺騙與怪誕之術的秘儀。
1:129
Καὶ εἰ μεμύησθε, ἐπιγελάσεσθε μᾶλλον τοῖς μύθοις ὑμῶν τούτοις τοῖς τιμω μένοις
And if you have been initiated, you will laugh all the more at these myths of yours that are honored.
你若曾受過入教禮,就要對你們所尊崇的這些神話更加發笑。
1:130
Ἀγορεύω δὲ ἀναφανδὸν τὰ κεκρυμμένα, οὐκ αἰδού .. μενος λέγεινἃ προσκυνεῖν οὐκ αἰσχύνεσθε
I speak openly of things hidden, not being ashamed to tell what you are not ashamed to worship.
我要公然講說那些隱藏的事,毫不羞於說出你們竟不以敬拜為恥的事。
1:131
Ἡ μὲν οὖν ἀφρογενής τε καὶ κυπρογενής, ἡ Κινύρᾳ φίλη ( τὴν Ἀφροδίτην λέγω, τὴν φιλομηδέα, ὅτι μηδέων ἐξεφαάνθη, μηδέων ἐκείνων τῶν ἀποκεκομμένων Οὐρανοῦ, τῶν λάγνων, τῶν μετὰ τὴν τομὴν τὸ κῦμα βεβιασμένων), ὡς ἀσελγῶν ὑμῖν μορίων ἄξιος [ Ἀφροδίτη] γίνεται καρπός, ἐν ταῖς τελεταῖς ταύτης τῆς πελαγίας ἡδονῆς τεκμήριον τῆς γονῆς ἁλῶν χόνδρος καὶ φαλλὸς τοῖς μυουμένοις τὴν τέχνην τὴν μοιχικὴν ἐπιδίδοται·
The foam-born and Cyprus-born goddess, dear to Cinyras (I mean Aphrodite, the genital-loving one, because she sprang from the genitals—those genitals of Uranus that were cut off, the lustful ones, which after the severance were tossed by the wave)—how worthy a fruit of lewd members Aphrodite proves to be: in the rites of this sea-born pleasure, a lump of salt and a phallus, as a token of her birth, is handed to those being initiated into the art of adultery;
那從泡沫所生、從塞浦路斯所生的女神,喀倪剌斯所鍾愛的(我是說阿芙羅狄忒,那愛戀生殖器的,因為她是從生殖器生出的——就是烏拉諾斯被割下的那些下體,那些淫蕩之物,在切下之後被海浪所翻湧)——阿芙羅狄忒果然是淫穢肢體所配得的果子:在這海生之歡愉的禮儀中,作為她出生的憑證,一塊鹽和一個陽具被交給那些受教行姦淫之術的人;
1:132
νόμισμα δὲ εἰσφέρουσιν αὐτῇ οἱ μυούμενοι ὡς ἑταίρᾳ ἐρασταί
and those being initiated bring her coin, as lovers do to a courtesan.
那些受入教禮的人還向她奉上錢幣,就如情人向妓女所做的。
1:133
Δηοῦς δὲ μυστήρια καὶ Διὸς πρὸς μητέρα Δήμητρα ἀφροδίσιοι συμπλοκαὶ καὶ μῆνις ( οὐκ οἶδ' ὅ τι φῶ λοιπὸν μητρὸς ἢ γυναικός) τῆς Δηοῦς, ἧς δὴ χάριν Βριμὼ προσα γορευθῆναι λέγεται, ἱκετηρίαι Διὸς καὶ πόμα χολῆς καὶ καρδιουλκίαι καὶ ἀρρητουργίαι·
The mysteries of Deo, and the amorous embraces of Zeus with his mother Demeter, and the wrath (I do not know what else to call her henceforth, mother or wife) of Deo—on whose account she is said to have been called Brimo—and supplications to Zeus, and the draught of gall, and the tearings-out of hearts, and unspeakable obscenities:
得俄的奧祕,以及宙斯與其母得墨忒耳那情慾的交合,並得俄的忿怒(此後我不知該稱她為母親還是妻子)——據說她正因此被稱為布里摩——還有向宙斯的哀求、那膽汁的飲料、撕心的舉動,並難以啟齒的猥褻之事:
1:134
ταὐτὰ οἱ Φρύγες τελίσ .. κουσιν Ἄττιδι καὶ Κυβέλῃ καὶ Κορύβασιν
these same things the Phrygians perform to Attis and Cybele and the Corybantes.
這同樣的事,弗里吉亞人是向阿提斯、庫柏勒和科律班忒斯所行的。
1:135
Τεθρυλήκασιν δὲ ὡς ἄρα ἀποσπάσας ὁ Ζεὺς τοῦ κριοῦ τοὺς διδύμους φέρων ἐν μέσοις ἔρριψε τοῖς κόλποις τῆς Δηοῦς, τιμωρίαν ψευδῆ τῆς βιαίας συμπλοκῆς ἐκτιννύων, ὡς ἑαυτὸν δῆθεν ἐκτεμών
And they have spread the tale that Zeus, having torn off the testicles of a ram, brought them and cast them into the bosom of Deo, paying a false penalty for his violent embrace, as though he had castrated himself.
他們又散佈這樣的傳說:宙斯扯下一隻公羊的睾丸,拿來擲入得俄的懷中,為他那強暴的交合付上虛假的賠償,彷彿他閹割了自己一般。
1:136
Τὰ σύμβολα τῆς μυήσεως ταύτης ἐκ περιουσίας παρατε θέντα οἶδ' ὅτι κινήσει γέλωτα καὶ μὴ γελασείουσιν ὑμῖν διὰ τοὺς ἐλέγχους·
The symbols of this initiation, set out from my abundance of evidence, I know will move you to laughter—though, because of the refutations, you are in no mood to laugh:
我從豐富的證據中所擺出的、這入教禮的種種象徵,我知道必引你發笑——縱然你因這些駁斥而毫無笑意:
1:137
ὑπὸ τὸν παστὸν ὑπέδυν. Ταῦτα οὐχ ὕβρις τὰ σύμβολα; Οὐ χλεύη τὰ μυστήρια; .. Τί δ' εἰ καὶ τὰ ἐπίλοιπα προσθείην; Κυεῖ μὲν ἡ Δημήτηρ, ἀνατρέφεται δὲ ἡ Κόρη, μίγνυται δ' αὖθις ὁ γεννήσας οὑτοσὶ Ζεὺς τῇ Φερεφάττῃ, τῇ ἰδίᾳ θυγατρί, μετὰ τὴν μητέρα τὴν Δηώ, ἐκλαθόμενος τοῦ προτέρου μύσους, πατὴρ καὶ φθορεὺς κόρης ὁ Ζεύς, καὶ μίγνυται δράκων .. γενόμενος, ὃς ἦν ἐλεγχθείς
"I crept in under the bridal chamber." Are these symbols not an outrage? Are these mysteries not a mockery? And what if I should add the rest as well? Demeter conceives, Kore is reared up, and then this same Zeus who begot her unites again with Pherephatta, his own daughter, after the mother Deo, forgetful of his former pollution—Zeus, the father and the corrupter of the maiden—and he unites with her having become a serpent, he who was thus exposed.
「我鑽進了那洞房之下。」這些象徵豈不是暴行麼?這些奧祕豈不是嘲弄麼?我若再加上其餘的呢?得墨忒耳懷了孕,科蕾被養大,隨後這位生她的宙斯,在與母親得俄之後,又與費瑞法塔,就是他自己的女兒交合,忘了從前的污穢——宙斯,既是那少女的父親,又是她的玷污者——他化身為蛇而與她交合,終於這樣被揭穿了。
1:138
Σαβαζίων γοῦν μυστηρίων σύμβολον τοῖς μυουμένοις ὁ διὰ κόλπου θεός·
At any rate, the token for the initiates of the Sabazian mysteries is "the god through the bosom";
無論如何,薩巴茲奧斯奧祕入教者的記號,乃是「那從懷中穿過的神」;
1:139
δράκων δέ ἐστιν οὗτος, διελκόμενος τοῦ κόλπου τῶν τελουμένων, .. ἔλεγχος ἀκρασίας Διός
and this is a serpent, drawn through the bosom of those being initiated—a proof of the incontinence of Zeus.
這就是一條蛇,從受入教禮之人的懷中穿過——是宙斯荒淫無度的明證。
1:140
Κυεῖ καὶ ἡ Φερέφαττα παῖδα ταυρόμορφον·
Pherephatta too conceives a bull-shaped child;
費瑞法塔也懷了一個牛形的孩子;
1:141
ἀμέλει, φησί τις ποιητὴς εἰδωλικός
indeed, some idol-mongering poet says:
誠然,有個崇拜偶像的詩人說:
1:142
βουκόλος, τὸ κέντρον, βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι
"a herdsman, the goad"—calling, I think, the herdsman's goad the fennel-stalk, which the Bacchae wreathe round.
「牧人,那刺棒」——我想,他是把那牧人的刺棒稱作茴香杖,就是酒神女信徒們纏繞為冠的那物。
1:143
Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσωμαί σοι καὶ τὸν κάλαθον καὶ τὴν ἁρπαγὴν τὴν ὑπὸ Ἀιδωνέως καὶ τὸ σχίσμα τῆς γῆς καὶ τὰς ὗς τὰς Εὐβουλέως τὰς συγκατα ποθείσας ταῖν θεαῖν, δι' ἣν αἰτίαν ἐν τοῖς Θεσμοφορίοις μεγαρίζοντες χοίρους ἐμβάλλουσιν; Ταύτην τὴν μυθολογίαν αἱ γυναῖκες ποικίλως κατὰ πόλιν ἑορτάζουσι, Θεσμοφόρια, Σκιροφόρια, Ἀρρητοφόρια, πολυτρόπως τὴν Φερεφάττης .. ἐκτραγῳδοῦσαι ἁρπαγήν
Do you wish me to recount to you also the flower-gatherings of Pherephatta, and the basket, and the rape by Aïdoneus (Hades), and the cleft of the earth, and the swine of Eubuleus that were swallowed up together with the goddesses—for which reason, in the festival of the Thesmophoria, they cast piglets into the chasms?
你願我也向你細說費瑞法塔採花之事、那花籃、被埃多紐斯(冥王哈得斯)擄去之事、那地的裂口,並歐布勒俄斯那些與二位女神一同被吞下的豬——正因此,在地母節中,人把小豬擲入裂縫之中麼?
1:144
Τὰ γὰρ Διονύσου μυστήρια τέλεον ἀπάνθρωπα·
For the mysteries of Dionysus are utterly inhuman;
因為狄奧尼索斯的奧祕是徹底滅絕人性的;
1:145
ὃν εἰσέτι παῖδα ὄντα ἐνόπλῳ κινήσει περιχο ρευόντων Κουρήτων, δόλῳ δὲ ὑποδύντων Τιτάνων, ἀπατή σαντες παιδαριώδεσιν ἀθύρμασιν, οὗτοι δὴ οἱ Τιτᾶνες διέσπασαν, ἔτι νηπίαχον ὄντα, ὡς ὁ τῆς Τελετῆς ποιητὴς Ὀρφεύς φησιν ὁ Θρᾴκιος·
while he was still a child, the Curetes dancing round him in armed motion, and the Titans craftily stealing in, having deceived him with childish toys—these Titans tore him to pieces while he was yet an infant, as Orpheus the Thracian, the poet of the Rite, says:
當他還是孩童時,庫瑞忒斯持械繞著他舞蹈,提坦們卻詭詐地潛入,用幼稚的玩具哄騙了他——這些提坦把這還在襁褓中的孩子撕成碎片,正如那禮儀的詩人、色雷斯人俄耳甫斯所說:
1:146
κῶνος καὶ ῥόμβος καὶ παίγνια καμπεσίγυια, μῆλά τε χρύσεα καλὰ παρ' Ἑσπερίδων λιγυφώνων
"a cone and a bull-roarer and limb-bending playthings, and fair golden apples from the clear-voiced Hesperides."
「一個圓錐、一個鳴板,並那些扭動四肢的玩具,還有從聲音清亮的赫斯珀里得斯那裡得來的金蘋果。」
1:147
Καὶ τῆσδε ὑμῖν τῆς τελετῆς τὰ ἀχρεῖα σύμβολα οὐκ ἀχρεῖον εἰς κατάγνωσιν παραθέσθαι·
And the worthless symbols of this rite of yours it is not worthless to set forth for your condemnation:
把你們這禮儀那些無用的象徵擺出來,以定你們的罪,卻並非無用:
1:148
ἀστράγαλος, σφαῖρα, στρόβιλος, μῆλα, ῥόμβος, ἔσοπτρον, πόκος
a knucklebone, a ball, a top, apples, a bull-roarer, a mirror, a tuft of wool.
一塊距骨、一個球、一個陀螺、幾顆蘋果、一個鳴板、一面鏡子、一團羊毛。
1:149
Ἀθηνᾶ μὲν οὖν τὴν καρδίαν τοῦ Διονύσου ὑφελομένη Παλλὰς ἐκ τοῦ πάλλειν τὴν καρδίαν προσηγορεύθη·
Athena, then, having made off with the heart of Dionysus, was named Pallas from the "palpitating" (pallein) of the heart;
雅典娜既偷走了狄奧尼索斯的心,便因那心的「跳動」(pallein)而得名帕拉斯;
1:150
οἱ δὲ Τιτᾶνες, οἱ καὶ διασπά σαντες αὐτόν, λέβητά τινα τρίποδι ἐπιθέντες καὶ τοῦ Διονύσου ἐμβαλόντες τὰ μέλη, καθήψουν πρότερον·
but the Titans, who also tore him apart, setting a certain cauldron upon a tripod and casting in the limbs of Dionysus, first boiled them;
至於那些把他撕碎的提坦,則把一口大鍋架在三足架上,投入狄奧尼索斯的肢體,先把它們煮了;
1:151
περιπείραντες ὑπείρεχον Ἡφαίστοιο. Ζεὺς δὲ ὕστερον ἐπιφανείς ( εἰ θεὸς ἦν, τάχα που τῆς κνίσης τῶν ὀπτωμένων κρεῶν μεταλαβών, ἧς δὴ τὸ γέρας λαχεῖν ὁμολογοῦσιν ὑμῶν οἱ θεοί) κεραυνῷ τοὺς Τιτᾶνας αἰκίζεται καὶ τὰ μέλη τοῦ Διονύσου Ἀπόλλωνι τῷ παιδὶ παρακατατίθεται κατα θάψαι
"then, having pierced them through, they held them over Hephaestus's fire." But Zeus, appearing later (if he was a god, perhaps because he partook of the savor of the roasting flesh, whose prerogative your gods confess to have obtained), assails the Titans with a thunderbolt, and entrusts the limbs of Dionysus to his son Apollo to bury.
「然後,他們把肢體串起,舉在赫菲斯托斯的火上烤炙。」但宙斯後來顯現(他若是個神,或許是因為嚐到了那烤肉的香氣,你們的神都承認分享祭肉乃是他們的特權),便用雷霆擊打提坦,並把狄奧尼索斯的肢體交給他的兒子阿波羅去埋葬。
1:152
Ὃ δέ, οὐ γὰρ ἠπείθησε Διί, εἰς τὸν Παρνασσὸν φέρων κατατίθεται διεσπασμένον τὸν νεκρόν
And he—for he did not disobey Zeus—carrying the mangled corpse, deposits it on Parnassus.
阿波羅——因他沒有違背宙斯——便抬著那被撕裂的屍身,安放在帕耳那索斯山上。
1:153
Εἰ θέλεις δ' ἐποπτεῦσαι καὶ Κορυβάντων ὄργια, τὸν τρίτον ἀδελφὸν ἀποκτείναντες οὗτοι τὴν κεφαλὴν τοῦ νεκροῦ φοινικίδι ἐπεκαλυψάτην καὶ καταστέψαντε ἐθαψάτην, φέρον τες ἐπὶ χαλκῆς ἀσπίδος ὑπὸ τὰς ὑπωρείας τοῦ Ὀλύμπου .. ( καὶ ταῦτ' ἔστι τὰ μυστήρια, συνελόντι φάναι, φόνοι καὶ τάφοι)
And if you wish to behold also the rites of the Corybantes: these, having slain their third brother, covered the head of the corpse with a purple cloth, and, having crowned it, buried it, carrying it on a bronze shield up under the foothills of Olympus (and these are the mysteries, to put it briefly—murders and burials).
你若也願窺看科律班忒斯的秘儀:這些人殺了他們的第三個兄弟,用一塊紫布蒙住屍首的頭,給它戴上花冠,把它放在一面銅盾上抬著,埋在奧林波斯山的山麓之下(簡言之,這些就是那奧祕——謀殺與埋葬)。
1:154
Οἱ δὲ ἱερεῖς οἱ τῶνδε, οὓς Ἀνακτοτελεστὰς οἷς μέλον καλεῖν καλοῦσι, προσεπιτερατεύονται τῇ συμφορᾷ, ὁλόριζον ἀπαγορεύοντες σέλινον ἐπὶ τραπέζης τιθέναι·
And the priests of these rites, whom those whose business it is to name them call Anactotelests, add a fresh marvel to the calamity, forbidding that whole-rooted parsley be set upon the table;
這些秘儀的祭司——那些主管命名之人稱他們為「君王入教禮者」——又給這慘禍添上一樁新怪事,禁止把整根帶根的芹菜擺上餐桌;
1:155
οἴονται γὰρ δὴ ἐκ τοῦ αἵματος τοῦ ἀπορρυέντος τοῦ Κορυ .. βαντικοῦ τὸ σέλινον ἐκπεφυκέναι·
for they suppose, you see, that the parsley sprang up from the blood that flowed from the Corybant.
你看,因為他們以為那芹菜是從那科律班忒斯所流的血中長出來的。
1:156
ὥσπερ ἀμέλει καὶ αἱ θεσμοφοριάζουσαι τῆς ῥοιᾶς τοὺς κόκκους παραφυλάττουσιν ἐσθίειν·
Just as, indeed, the women who celebrate the Thesmophoria take care to eat the seeds of the pomegranate;
正如那些守地母節的婦女,確實謹慎地只吃石榴的籽粒;
1:157
τοὺς <γὰρ> ἀποπεπτωκότας χαμαὶ ἐκ τῶν τοῦ Διο νύσου αἵματος σταγόνων βεβλαστηκέναι νομίζουσι τὰς ῥοιάς
for they believe that the pomegranates have sprouted up from the drops of the blood of Dionysus that fell to the ground.
因為她們相信那些石榴是從狄奧尼索斯滴落在地的血滴中長出來的。
1:158
Καβείρους δὲ τοὺς Κορύβαντας καλοῦντες καὶ τελετὴν Καβειρικὴν καταγγέλλουσιν·
And, calling the Corybantes Cabiri, they proclaim a Cabiric initiation;
他們又把科律班忒斯稱作卡比羅伊,並宣告一種卡比里的入教禮;
1:159
αὐτὼ γὰρ δὴ τούτω τὼ ἀδελφοκτόνω τὴν κίστην ἀνελομένω, ἐν ᾗ τὸ τοῦ Διονύσου αἰδοῖον ἀπέκειτο, εἰς Τυρρηνίαν κατήγαγον, εὐκλεοῦς ἔμποροι φορτίου·
for these two fratricides, having taken up the chest in which the genitals of Dionysus lay, brought it down to Tyrrhenia, traders in a famous cargo;
因為這兩個殺兄弟的人,抬起那裝著狄奧尼索斯生殖器的箱子,把它運到伊特魯里亞,販賣這「名貴的貨物」;
1:160
κἀνταῦθα διετριβέτην, φυγάδε ὄντε, τὴν πολυτίμητον εὐσεβείας διδασκαλίαν αἰδοῖα καὶ κίστην θρῃσκεύειν παραθεμένω Τυρρηνοῖς
and there they tarried, being fugitives, setting before the Tyrrhenians, as the highly honored teaching of piety, the worship of genitals and a chest.
他們在那裡停留,作了逃亡者,並把生殖器與箱子的崇拜,當作敬虔那至為尊崇的教導,擺在伊特魯里亞人面前。
1:161
Δι' ἣν αἰτίαν οὐκ ἀπεικότως τὸν Διόνυσόν τινες Ἄττιν προσαγορεύεσθαι θέλουσιν, αἰδοίων ἐστερημένον
For which reason, not unfittingly, some wish Dionysus to be called Attis, as being deprived of his genitals.
為此緣故,有些人不無理由地願把狄奧尼索斯稱作阿提斯,因他被奪去了生殖器。
1:162
Καὶ τί θαυμαστὸν εἰ Τυρρηνοὶ οἱ βάρβαροι αἰσχροῖς οὕτως τελίσκονται παθήμασιν, ὅπου γε Ἀθηναίοις καὶ τῇ ἄλλῃ Ἑλλάδι, αἰδοῦμαι καὶ λέγειν, αἰσχύνης ἔμπλεως ἡ περὶ τὴν Δηὼ μυθολογία; Ἀλωμένη γὰρ ἡ Δηὼ κατὰ ζήτησιν τῆς θυγατρὸς τῆς Κόρης περὶ τὴν Ἐλευσῖνα ( τῆς Ἀττικῆς δέ ἐστι τοῦτο τὸ χωρίον) ἀποκάμνει καὶ φρέατι ἐπικαθίζει λυπουμένη
And what wonder is it if the barbarous Tyrrhenians are initiated in such shameful sufferings, when among the Athenians and the rest of Hellas—I am ashamed even to say it—the mythology concerning Deo is full of shame? For Deo, wandering in search of her daughter Kore around Eleusis (this is a place in Attica), grows weary and sits down at a well in her grief.
蠻夷的伊特魯里亞人受此等可恥之苦的入教禮,又有何足為奇,既然在雅典人和其餘的希臘地方——我連說都覺得羞恥——那關於得俄的神話竟充滿羞恥呢?因為得俄四處流浪,在厄琉息斯一帶(這是阿提卡的一處地方)尋找她的女兒科蕾,終於疲乏,在憂愁中坐在一口井邊。
1:163
Τοῦτο τοῖς μυουμένοις ἀπαγορεύεται εἰσέτι νῦν, ἵνα μὴ δοκοῖεν οἱ τετελεσμένοι μιμεῖσθαι τὴν
This is forbidden to the initiates even now, lest those who have been initiated should seem to imitate [the grieving goddess].
直到如今,這仍是受入教禮者所禁戒的,免得那些受過禮的人顯得像是在效法〔那哀傷的女神〕。
1:164
Ωἴκουν δὲ τηνικάδε τὴν Ἐλευσῖνα οἱ γηγενεῖς·
Now at that time the earth-born inhabited Eleusis;
那時,那些土生的居民住在厄琉息斯;
1:165
ὀνόματα αὐτοῖς Βαυβὼ καὶ Δυσαύλης καὶ Τριπτόλεμος, ἔτι δὲ Εὔμολπός τε καὶ Εὐβουλεύς·
their names were Baubo and Dysaules and Triptolemus, and further Eumolpus and Eubuleus;
他們的名字是包玻、底薩烏勒斯、特里普托勒摩斯,還有歐摩爾波斯和歐布勒俄斯;
1:166
ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ .. τοῦτο Ἀθήνησι γένος ἤνθησεν
from whom flourished in Athens the family of the Eumolpids and that of the Heralds (Kerykes), namely this hierophantic line.
在雅典,那歐摩爾波斯家族和那「傳令者」(克律刻斯)家族,就是這主持奧祕的世系,正是從他們興起繁盛的。
1:167
Καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν) ξενίσασα ἡ Βαυβὼ τὴν Δηὼ ὀρέγει κυκεῶνα αὐτῇ·
And so (for I will not refrain from speaking it) Baubo, having received Deo as a guest, offers her a draught of barley-drink (kykeon);
於是(因我不肯避而不說)包玻接待了得俄作客,遞給她一杯大麥飲(克刻翁);
1:168
τῆς δὲ ἀναινομένης λαβεῖν καὶ πιεῖν οὐκ ἐθελούσης ( πενθήρης γὰρ ἦν) περιαλγὴς ἡ Βαυβὼ γενομένη, ὡς ὑπεροραθεῖσα δῆθεν, ἀναστέλλεται τὰ αἰδοῖα καὶ ἐπιδεικνύει τῇ θεῷ·
and when she refused to take it and was unwilling to drink (for she was in mourning), Baubo, becoming exceedingly aggrieved, as though slighted, pulls up her garments and displays her private parts to the goddess;
得俄推辭不肯取用、也不願飲(因她正在服喪),包玻便極其惱怒,彷彿受了輕慢,撩起自己的衣裳,向那女神露出自己的下體;
1:169
ἣ δὲ τέρπεται τῇ ὄψει ἡ Δηὼ καὶ μόλις ποτὲ δέχεται τὸ .. ποτόν, ἡσθεῖσα τῷ θεάματι
and Deo is delighted at the sight, and at last barely accepts the drink, being pleased at the spectacle.
得俄見了這光景倒覺歡喜,終於勉強接過那飲料,因那景象而得了快慰。
1:170
Ταῦτ' ἔστι τὰ κρύφια τῶν Ἀθηναίων μυστήρια
These are the secret mysteries of the Athenians.
這些就是雅典人那些隱祕的奧祕。
1:171
Ταῦτά τοι καὶ Ὀρφεὺς ἀναγράφει
These very things, indeed, Orpheus also records.
這同樣的事,俄耳甫斯也記了下來。
1:172
Παραθήσομαι δέ σοι αὐτὰ τοῦ Ὀρφέως τὰ ἔπη, ἵν' ἔχῃς μάρτυρα τῆς ἀναισχυντίας τὸν μυσταγωγόν·
And I will set before you the very verses of Orpheus, that you may have the mystagogue himself as witness of this shamelessness:
我要把俄耳甫斯的詩句擺在你面前,叫你有那主持奧祕者本人,作這無恥之事的見證:
1:173
ὣς εἰποῦσα πέπλους ἀνεσύρατο, δεῖξε δὲ πάντα σώματος οὐδὲ πρέποντα τύπον·
"So saying, she drew up her robes, and displayed all the unseemly fashion of her body;
「她這樣說著,撩起衣袍,露出她身體那一切不堪入目的形狀;
1:174
παῖς δ' ἦεν Ἴακχος, χειρί τέ μιν ῥίπτασκε γελῶν Βαυβοῦς ὑπὸ κόλποις·
and the child Iacchus was there, and laughing he tossed her about with his hand beneath the bosom of Baubo;
孩童伊阿科斯也在那裡,他笑著,用手在包玻的懷下把她撥弄;
1:175
ἡ δ' ἐπεὶ οὖν μείδησε θεά, μείδησ' ἐνὶ θυμῷ, δέξατο δ' αἰόλον ἄγγος, ἐν ᾧ κυκεὼν ἐνέκειτο
and the goddess then, when she smiled, smiled in her heart, and received the gleaming vessel in which the kykeon lay."
那女神便微笑了,從心裡發出微笑,接過那盛著克刻翁的閃亮容器。」
1:176
Κἄστι τὸ σύνθημα Ἐλευσινίων μυστηρίων·
And here is the watchword of the Eleusinian mysteries:
厄琉息斯奧祕的暗語就在此:
1:177
ἐνήστευσα, ἔπιον τὸν κυκεῶνα, ἔλαβον ἐκ κίστης, ἐργασάμενος ἀπεθέμην εἰς κάλαθον καὶ ἐκ καλάθου εἰς κίστην. Καλά γε τὰ θεάματα καὶ θεᾷ πρέποντα
"I fasted, I drank the kykeon, I took from the chest; having handled it, I put it away into the basket, and from the basket into the chest." Fine spectacles indeed, and fitting for a goddess!
「我禁了食,我喝了克刻翁,我從箱中取了出來;我把玩過後,放進花籃,又從花籃放回箱中。」這些景象真是精彩,的確配得上一位女神!
1:178
Ἄξια μὲν οὖν νυκτὸς τὰ τελέσματα καὶ πυρὸς καὶ τοῦ μεγαλήτορος, μᾶλλον δὲ ματαιόφρονος Ἐρεχθειδῶν δήμου, πρὸς δὲ καὶ τῶν ἄλλων Ἑλλήνων, οὕστινας μένει .. τελευτήσαντας ἅσσα οὐδὲ ἔλπονται. Τίσι δὴ μαντεύεται Ἡράκλειτος ὁ Ἐφέσιος; Νυκτιπόλοις, μάγοις, βάκχοις, λήναις, μύσταις, τούτοις ἀπειλεῖ τὰ μετὰ θάνατον, τούτοις μαντεύεται τὸ πῦρ·
Worthy indeed of night are these rites, and of fire, and of the great-hearted—or rather vain-minded—people of the Erechtheids, and besides them of the rest of the Greeks, for whom there awaits, when they have died, things they do not even expect. To whom, then, does Heraclitus of Ephesus prophesy? To the night-wanderers, the magi, the Bacchants, the maenads, the initiates—to these he threatens the things after death, to these he prophesies the fire;
這些禮儀的確配得上黑夜、配得上火,配得上那「心高」——倒不如說心思虛妄——的厄瑞克透斯之民,並且也配得上其餘的希臘人,他們死後所等候的,乃是他們連想都不曾想到的事。那麼,以弗所的赫拉克利特向誰發預言呢?向那些夜行者、術士、巴克科斯信徒、狂女、受入教禮者——他向這些人預告那死後之事,向這些人預言那火;
1:179
τὰ γὰρ νομιζόμενα κατὰ ἀνθρώπους .. μυστήρια ἀνιερωστὶ μυοῦνται. Νόμος οὖν καὶ ὑπόληψις κενὴ καὶ τοῦ δράκοντος τὰ μυστήρια ἀπάτη τίς ἐστιν θρῃσκευομένη, τὰς ἀμυήτους ὄντως μυήσεις καὶ τὰς ἀνορ
for the things customarily reckoned mysteries among men are celebrated unholily. Custom, then, and empty supposition, and the deceit of the serpent—these are the mysteries that are worshipped, men turning with bastard piety to initiations that are truly uninitiated and to rites that are unhallowed.
因為人間慣常視為奧祕的事,乃是以不聖潔的方式舉行的。那麼,習俗、空洞的臆想,以及那蛇的欺騙——這些就是受人崇拜的奧祕,人帶著私生子般的假敬虔,轉向那些其實毫無真奧祕的入教禮,並那些褻瀆不潔的禮儀。
1:180
γιάστους τελετὰς εὐσεβείᾳ νόθῳ προστρεπομένων
(continued) ...turning with bastard piety to these unhallowed rites.
(承上)……帶著私生子般的假敬虔,轉向這些褻瀆的禮儀。
1:181
Οἷαι δὲ καὶ αἱ κίσται μυστικαί·
And of what sort, too, are the mystic chests!
還有,那些奧祕的箱子又是何等樣的東西!
1:182
δεῖ γὰρ ἀπογυμνῶσαι τὰ ἅγια αὐτῶν καὶ τὰ ἄρρητα ἐξειπεῖν
For I must strip bare their holy things and tell out their unspeakable contents.
因為我必須揭露他們的聖物,把那些不可言說的內容道出來。
1:183
Οὐ σησαμαῖ ταῦτα καὶ πυραμίδες καὶ τολύπαι καὶ πόπανα πολυόμφαλα χόνδροι τε ἁλῶν καὶ δράκων, ὄργιον Διονύσου Βασσάρου; Οὐχὶ δὲ ῥοιαὶ πρὸς τοῖσδε καὶ κράδαι νάρθηκές τε καὶ κιττοί, πρὸς δὲ καὶ φθοῖς καὶ μήκωνες; Ταῦτ' ἔστιν αὐτῶν τὰ ἅγια
Are these not sesame-cakes and pyramid-cakes and lumps of wool and many-navelled cakes, and grains of salt, and a serpent, the token of Dionysus Bassareus? And besides these, are there not pomegranates and fig-branches and fennel-stalks and ivy, and besides also round cakes and poppies? These are their holy things.
這些豈不是芝麻餅、塔形餅、毛團、多臍餅,並鹽粒,並那作酒神巴薩留斯記號的蛇麼?除此之外,豈不還有石榴、無花果枝、茴香杖和常春藤,並又有圓餅和罌粟麼?這些就是他們的「聖物」。
1:184
Καὶ προσέτι τῆς Θέμιδος τὰ ἀπόρρητα σύμβολα ὀρίγανον, λύχνος, ξίφος, κτεὶς γυναικεῖος, ὅ ἐστιν εὐφήμως καὶ μυστι .. κῶς εἰπεῖν μόριον γυναικεῖον
And in addition, the secret symbols of Themis: marjoram, a lamp, a sword, a woman's comb—which is, to put it euphemistically and mystically, a woman's private part.
此外,還有忒彌斯那些隱祕的象徵:墨角蘭、一盞燈、一把劍、一把婦人的梳子——這梳子,委婉而奧祕地說,乃是指婦人的下體。
1:185
Ὢ τῆς ἐμφανοῦς ἀναισχυντίας
O the open shamelessness!
這何等公然的無恥啊!
1:186
Πάλαι μὲν ἀνθρώποις σωφρονοῦσιν ἐπικάλυμμα ἡδονῆς νὺξ ἦν σιωπωμένη·
Of old, for men of sober mind, night that was kept silent was the veil of pleasure;
從前,對心思清明的人而言,那守住緘默的黑夜乃是遮蓋情慾的帷幕;
1:187
νυνὶ δὲ τοῖς μυουμένοις πεῖρα τῆς ἀκρασίας νύξ ἐστι λαλουμένη, καὶ τὸ πῦρ ἐλέγχει τὰ πάθη δᾳδουχού .. μενον
but now, for those being initiated, night that is talked about is the test of incontinence, and the fire, borne as a torch, convicts the passions.
如今,對那些受入教禮的人,那被張揚出來的黑夜倒成了荒淫的試煉,而那作火炬擎舉的火,竟揭發了那些情慾。
1:188
Ἀπόσβεσον, ὦ ἱεροφάντα, τὸ πῦρ·
Quench the fire, O hierophant;
祭司啊,熄滅那火罷;
1:189
αἰδέσθητι, δᾳδοῦχε, τὰς λαμπάδας·
be ashamed, O torchbearer, of the torches;
執炬者啊,為那些火炬感到羞恥罷;
1:190
ἐλέγχει σου τὸν Ἴακχον τὸ φῶς·
the light convicts your Iacchus;
那光揭發了你的伊阿科斯;
1:191
ἐπίτρεψον ἀποκρύψαι τῇ νυκτὶ τὰ μυστήρια·
permit night to hide the mysteries;
容黑夜去遮藏那些奧祕罷;
1:192
σκότει τετι μήσθω τὰ ὄργια·
let the rites be honored with darkness;
讓那些秘儀以黑暗受尊崇罷;
1:193
τὸ πῦρ οὐχ ὑποκρίνεται, ἐλέγχειν καὶ κολάζειν κελεύεται
the fire does not play a part: it is commanded to convict and to chastise.
那火並不演戲:它是奉命去揭發、去懲治的。
1:194
Ταῦτα τῶν ἀθέων τὰ μυστήρια·
These are the mysteries of the godless;
這些就是無神之人的奧祕;
1:195
ἀθέους δὲ εἰκότως ἀποκαλῶ τούτους, οἳ τὸν μὲν ὄντως ὄντα θεὸν ἠγνοήκασιν, παιδίον δὲ ὑπὸ Τιτάνων διασπώμενον καὶ γύναιον πενθοῦν καὶ μόρια ἄρρητα ὡς ἀληθῶς ὑπ' αἰσχύνης ἀναισχύντως σέβουσιν, διττῇ ἐνεσχημένοι τῇ ἀθεότητι, προτέρᾳ μέν, καθ' ἣν ἀγνοοῦσι τὸν θεόν, τὸν ὄντα ὄντως μὴ γνωρίζοντες θεόν, ἑτέρᾳ δὲ καὶ δευτέρᾳ ταύτῃ πλάνῃ τοὺς οὐκ ὄντας ὡς ὄντας νομίζοντες καὶ θεοὺς τούτους ὀνομάζοντες τοὺς οὐκ ὄντως ὄντας, μᾶλλον δὲ οὐδὲ ὄντας, μόνου δὲ τοῦ ὀνόματος τετυχη .. κότας
and I rightly call these men godless, who have been ignorant of the God who truly is, but, ashamed as the deed truly is, shamelessly revere a little child torn apart by Titans, and a wailing woman, and members unspeakable—being entangled in a twofold godlessness: the first, by which they are ignorant of God, not recognizing the God who truly is; and the other, this second, in their error, reckoning as existing those that do not exist, and naming as gods these that do not truly exist—or rather do not exist at all, but have merely obtained a name.
我正當地稱這些人為無神的人,他們既不認識那真實存在的神,反倒——這事實在可恥——無恥地敬奉一個被提坦撕裂的小孩、一個哀號的婦人,並難以啟齒的肢體——他們陷在雙重的無神中:頭一重是他們不認識神,不承認那真實存在的神;另一重,就是這第二重,他們在謬妄中把那不存在的當作存在的,把這些其實並不真存在——倒不如說根本不存在、僅僅得了個名稱的——稱為神。
1:196
Διὰ τοῦτό τοι καὶ ὁ ἀπόστολος διελέγχει ἡμᾶς Καὶ ἦτε ξένοι λέγων τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ
For this reason, indeed, the apostle reproves us, saying: "And you were strangers to the covenants of the promise, having no hope, and atheists in the world."
正為此緣故,使徒責備我們說:「你們……在那應許的諸約上是局外人,並且活在世上沒有指望,沒有神。」
1:197
Πολλὰ κἀγαθὰ γένοιτο τῷ τῶν Σκυθῶν βασιλεῖ, ὅστις ποτὲ ἦν [ Ἀνάχαρσις]
Many good things befall the king of the Scythians, whoever he was [Anacharsis],
願許多美善之事臨到那西徐亞人的王,無論他是誰〔阿那卡耳西斯〕,
1:198
θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον .. νόσου
...who shot down with his arrows one of his own countrymen who had taken up among the Scythians the celebration of the Mother of the gods, deeming him a teacher of a womanish disease to the rest of the Scythians.
……他用箭射殺了自己一個同胞,因那人在西徐亞人中引進了眾神之母的慶典,認他是把一種婦人之病傳給其餘西徐亞人的教唆者。
1:199
Ὧν δὴ χάριν ( οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον καὶ Νικάνορα τὸν Κύπριον καὶ Διαγόραν καὶ Ἵππωνα τὼ Μηλίω τόν τε Κυρηναῖον ἐπὶ τούτοις ἐκεῖνον (ὁ Θεόδωρος ὄνομα αὐτῷ) καί τινας ἄλλους συχνούς, σωφρόνως βεβιω κότας καὶ καθεωρακότας ὀξύτερόν που τῶν λοιπῶν ἀνθρώ πων τὴν ἀμφὶ τοὺς θεοὺς τούτους πλάνην, ἀθέους ἐπικεκλή κασιν, εἰ καὶ τὴν ἀλήθειαν αὐτὴν μὴ νενοηκότας, ἀλλὰ τὴν πλάνην γε ὑπωπτευκότας, ὅπερ οὐ σμικρὸν εἰς ἀλήθειαν .. φρονήσεως ζώπυρον ἀναφύεται σπέρμα·
For which reason, then (for it is by no means to be concealed), it occurs to me to marvel in what manner men have nicknamed "atheists" Euhemerus of Acragas, and Nicanor of Cyprus, and Diagoras, and Hippo the two Melians, and besides these that famous Cyrenaean (Theodorus is his name) and certain others in numbers—men who had lived soberly and had perceived more sharply than the rest of mankind the error concerning these gods—even though they had not understood the truth itself, yet had suspected the error; which is no small living spark of a seed of wisdom that springs up toward truth;
為此緣故(因這斷不可隱瞞),我不禁驚奇,人何以給阿克拉伽斯的歐赫墨羅斯、塞浦路斯的尼卡諾爾、狄阿戈拉斯、彌羅斯的二人希波,並此外那著名的昔蘭尼人(他名叫泰奧多羅斯),以及其餘許多人——這些人原是清醒度日的,並且比其餘的人類更敏銳地察覺了那關於這些神明的謬妄——竟給他們起了「無神論者」的綽號;他們縱未領悟真理本身,卻已疑及那謬妄;這乃是那向真理萌生之智慧種子的一星不小的活火;
1:200
ὧν ὃ μέν τις παρεγγυᾷ τοῖς Αἰγυπτίοις, εἰ θεοὺς νομίζετε, μὴ θρηνεῖτε αὐτοὺς μηδὲ κόπτεσθε·
of whom one charges the Egyptians: "If you regard them as gods, do not lament them nor beat your breasts;
他們當中有一個責問埃及人說:「你們若以為他們是神,就不該為他們哀哭,也不該捶胸;
1:201
εἰ δὲ πενθεῖτε αὐτούς, μηκέτι .. τούτους ἡγεῖσθε εἶναι θεούς, ὃ δ' Ἡρακλέα ἐκ ξύλου λαβὼν κατεσκευασμένον (ἔτυχε δὲ ἕψων τι οἴκοι, οἷα εἰκός)·
but if you mourn them, no longer count these to be gods." And another, taking up a Heracles wrought of wood (he happened to be boiling something at home, as was natural),
你們若為他們舉哀,就不要再算他們是神了。」還有一個,拿起一尊木頭作的赫拉克勒斯像(他正巧在家煮著甚麼東西,這是合情合理的),
1:202
Εἶα δή, ὦ Ἡράκλεις, εἶπεν·
"Come now, O Heracles," he said;
他說:「來吧,赫拉克勒斯啊;
1:203
νῦν σοι ἤδη καιρός, ὥσπερ Εὐρυσθεῖ, ἀτὰρ δὴ καὶ ἡμῖν ὑπουργῆσαι τὸν τρισκαιδέκατον τοῦτον ἆθλον καὶ Διαγόρᾳ τοὔψον παρα σκευάσαι, κᾆτ' αὐτὸν εἰς τὸ πῦρ ἐνέθηκεν ὡς ξύλον
"now is the time for you—just as you served Eurystheus—so now also to do us this service, this thirteenth labor, and to prepare the meal for Diagoras"; and then he put it into the fire as firewood.
現在正是你的時候了——正如你從前服事歐律斯透斯一樣——如今也為我們效這勞,作這第十三件功勞,為狄阿戈拉斯預備這頓飯吧」;然後他就把它當柴火投進火裡。
1:204
Ἀκρότητες ἄρα ἀμαθίας ἀθεότης καὶ δεισιδαιμονία, ὧν ἐκτὸς μένειν σπουδαστέον
Atheism, then, and superstition are extremes of ignorance, outside of which one must strive to remain.
因此,無神與迷信乃是無知的兩個極端,人當竭力置身其外。
1:205
Οὐχ ὁρᾷς τὸν ἱεροφάντην τῆς ἀληθείας Μωσέα προστάττοντα θλαδίαν καὶ ἀποκεκομμένον .. μὴ ἐκκλησιάζειν, καὶ προσέτι τὸν ἐκ πόρνης; Αἰνίττεται δὲ διὰ μὲν τῶν προτέρων τὸν ἄθεον τρόπον τὸν τῆς θείας καὶ γονίμου δυνάμεως ἐστερημένον, διὰ δὲ τοῦ λοιποῦ τοῦ τρίτου τὸν πολλοὺς ἐπιγραφόμενον ψευδωνύμους θεοὺς ἀντὶ τοῦ μόνου ὄντος θεοῦ, ὥσπερ ὁ ἐκ τῆς πόρνης τοὺς πολλοὺς ἐπιγράφεται πατέρας ἀγνοίᾳ τοῦ πρὸς ἀλήθειαν πατρός
Do you not see Moses, the hierophant of truth, commanding that the eunuch and the castrated should not enter the assembly, and besides, the one born of a harlot? He hints, through the former, at the godless way of life, deprived of the divine and generative power; and through the last, the third, at the man who inscribes to himself many falsely-named gods in place of the one true God—just as the son of the harlot inscribes to himself many fathers, in ignorance of his true father.
你豈不見那真理的祭司摩西,吩咐閹割了的和被閹的不可入會,此外妓女所生的也不可入會麼?他藉前者暗指那無神的生活方式,就是被剝奪了那神聖而能生育之能力的;又藉末一個,就是那第三種,暗指那把眾多假名之神歸於自己,以代替那獨一真神的人——正如妓女之子把許多人歸為自己的父親,因他不認識自己真正的父親。
1:206
Ἦν δέ τις ἔμφυτος ἀρχαία πρὸς οὐρανὸν ἀνθρώποις κοινωνία, ἀγνοίᾳ μὲν ἐσκοτισμένη, ἄφνω δέ που διεκθρῴσκουσα τοῦ σκότους καὶ ἀναλάμπουσα, οἷον δὴ ἐκεῖνο λέλεκταί τινι τὸ ὁρᾷς τὸν ὑψοῦ τόνδ' ἄπειρον αἰθέρα καὶ γῆν πέριξ ἔχονθ' ὑγραῖς ἐν ἀγκάλαις; Καὶ τὸ ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτ' εἶ σύ, δυστόπαστος εἰσιδεῖν, .. καὶ ὅσα ἄλλα τοιαῦτα ποιητῶν ᾄδουσι παῖδες
There was a certain innate, ancient fellowship of men with heaven, darkened indeed by ignorance, yet now and then bursting suddenly out of the darkness and shining forth; such, indeed, as that which was said by someone: "Do you see this boundless ether on high, holding the earth round about in its moist embraces?" And: "O thou support of the earth and having thy seat upon the earth, whoever thou art, hard to discern by sight"—and all the other such things that the sons of poets sing.
人與天之間原有一種與生俱來的、古老的交通,雖被無知所遮蔽,卻時而忽然從黑暗中迸發、照耀出來;誠然,就如有人所說的那句:「你可見那高處無邊的太空,以濕潤的懷抱環抱著大地麼?」又說:「你這承載大地、又在大地上有座位的,你究竟是誰?憑眼難以辨識」——以及詩人之子所詠唱的其餘一切這類的話。
1:207
Ἔννοιαι δὲ ἡμαρτημέναι καὶ παρηγμέναι τῆς εὐθείας, ὀλέθριαι ὡς ἀληθῶς, τὸ οὐράνιον φυτόν, τὸν ἄνθρωπον, οὐρανίου ἐξέτρεψαν διαίτης καὶ ἐξετάνυσαν ἐπὶ γῆς, γηΐνοις προσα νέχειν ἀναπείσασαι πλάσμασιν
But notions that are erroneous and led astray from the straight way—truly destructive—turned man, the heavenly plant, away from the heavenly mode of life and stretched him out upon the earth, having persuaded him to attach himself to earthly fashioned things.
但那些錯謬的、偏離正路的觀念——實在是毀滅性的——把人,這天上的植物,從天上的生活方式扭轉開來,把他攤展在地上,慫恿他去依附那些屬地的造作之物。
1:208
Οἳ μὲν γὰρ εὐθέως ἀμφὶ τὴν οὐρανοῦ θέαν ἀπατώ μενοι καὶ ὄψει μόνῃ πεπιστευκότες τῶν ἀστέρων τὰς κινήσεις ἐπιθεώμενοι ἐθαύμασάν τε καὶ ἐξεθείασαν, θεοὺς ἐκ τοῦ θεῖν ὀνομάσαντες τοὺς ἀστέρας, καὶ προσεκύνησαν ἥλιον, ὡς .. Ἰνδοί, καὶ σελήνην, ὡς Φρύγες·
For some, at once deceived concerning the spectacle of heaven, and trusting in sight alone, gazing upon the motions of the stars, both marveled and deified them, naming the stars "gods" (theoi) from their "running" (thein), and worshipped the sun, as the Indians do, and the moon, as the Phrygians;
因為有些人,一下子便在天象上受了迷惑,單單信靠眼見,凝望群星的運行,既驚嘆又把它們奉為神,把眾星按其「奔行」(thein)而稱作「神」(theoi),又敬拜太陽,像印度人那樣,並敬拜月亮,像弗里吉亞人那樣;
1:209
οἳ δὲ τῶν ἐκ γῆς φυομένων τοὺς ἡμέρους δρεπόμενοι καρποὺς Δηὼ τὸν σῖτον, ὡς Ἀθηναῖοι, καὶ Διόνυσον τὴν ἄμπελον, ὡς Θηβαῖοι, προση .. γόρευσαν
while others, plucking the cultivated fruits of the things that grow from the earth, named the grain Deo, as the Athenians do, and the vine Dionysus, as the Thebans.
另有些人,採收那從地裡長出的栽種之果,就把五穀稱作得俄,像雅典人那樣,又把葡萄樹稱作狄奧尼索斯,像底比斯人那樣。
1:210
Ἄλλοι τὰς ἀμοιβὰς τῆς κακίας ἐπισκοπήσαντες θεοποιοῦσι τὰς ἀντιδόσεις προσκυνοῦντες καὶ τὰς συμφοράς
Others, observing the requitals of evil, deify the retributions, worshipping even calamities.
還有些人,察看惡的報應,就把那些報償神化,甚至連禍患也加以敬拜。
1:211
Ἐντεῦθεν τὰς Ἐρινύας καὶ τὰς Εὐμενίδας Παλαμναίους τε καὶ Προστροπαίους, ἔτι δὲ Ἀλάστορας ἀναπεπλάκασιν .. οἱ ἀμφὶ τὴν σκηνὴν ποιηταί
Hence the poets about the stage have fabricated the Erinyes and the Eumenides and the Palamnaei and the Prostropaei, and further the Alastores.
因此,那些以舞台為業的詩人捏造出厄里倪厄斯(復仇女神)、歐墨尼得斯、帕拉姆奈俄伊、普羅斯特羅派俄伊,還有阿拉斯托瑞斯(那些懲罰罪行的鬼神)。
1:212
Φιλοσόφων δὲ ἤδη τινὲς καὶ αὐτοὶ μετὰ τοὺς ποιητικοὺς τῶν ἐν ὑμῖν παθῶν ἀνειδωλο ποιοῦσι τύπους τὸν Φόβον καὶ τὸν Ἔρωτα καὶ τὴν Χαρὰν καὶ τὴν Ἐλπίδα, ὥσπερ ἀμέλει καὶ Ἐπιμενίδης ὁ παλαιὸς .. Ὕβρεως καὶ Ἀναιδείας Ἀθήνησιν ἀναστήσας βωμούς·
And now certain even of the philosophers themselves, after the poets, fashion into idols the types of the passions among you—Fear and Eros and Joy and Hope—just as, indeed, Epimenides of old set up at Athens altars of Insolence and Shamelessness;
如今,連某些哲學家自己,在詩人之後,也把你們中間那些情慾的形態塑造成偶像——「懼怕」、「愛慾」、「喜樂」和「盼望」——正如古時的厄庇墨尼得斯,的確在雅典立了「傲慢」與「無恥」的祭壇;
1:213
οἳδὲ ἐξ αὐτῶν ὁρμώμενοι τῶν πραγμάτων ἐκθεοῦνται τοῖς ἀνθρώποις καὶ σωματικῶς ἀναπλάττονται, Δίκη τις καὶ Κλωθὼ καὶ Λάχεσις καὶ Ἄτροπος καὶ Εἱμαρμένη, Αὐξώ .. τε καὶ Θαλλώ, αἱ Ἀττικαί
while others, setting out from the very deeds, are deified by men and are fashioned in bodily form—a certain Justice (Dike), and Clotho and Lachesis and Atropos, and Destiny (Heimarmene), and Auxo and Thallo, the Attic ones.
另有些人,則從那些事物本身出發,被人神化,並被塑造成有形的身體——某位「公義」(狄刻),還有克洛托、拉刻西斯、阿特洛波斯(命運三女神),並「定命」(海瑪耳墨涅),以及阿提卡的奧克索與塔羅。
1:214
Ἕκτος ἐστὶν εἰσηγητικὸς τρόπος ἀπάτης, θεῶν περιποιητικός, καθ' ὃν ἀριθμοῦσι θεοὺς τοὺς δώδεκα·
There is a sixth introductory mode of deception, conferring gods, according to which they reckon the twelve gods;
還有第六種引人入彀的欺騙方式,專造神明,按此他們數算十二位神;
1:215
ὧν καὶ θεογονίαν Ἡσίοδος ᾄδει τὴν αὑτοῦ, καὶ .. ὅσα θεολογεῖ Ὅμηρος
of whom Hesiod sings his own theogony, and all that Homer expounds in his theology.
赫西俄德吟唱了他自己關於這些神的譜系,荷馬也在他的神話中講論了一切這類的事。
1:216
Τελευταῖος δὲ ὑπολείπεται (ἑπτὰ γὰρ οἱ ἅπαντες οὗτοι τρόποι) ὁ ἀπὸ τῆς θείας εὐεργεσίας τῆς εἰς τοὺς ἀνθρώπους καταγινομένης ὁρμώμενος
And last remains (for these modes are seven in all) the one that sets out from the divine beneficence bestowed upon men.
最後剩下的(因為這些方式總共有七種),是那從神施於人之恩惠出發的一種。
1:217
ἀνέπλασάν τινας σωτῆρας Διοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸνἰατρόν
They fashioned certain saviors—the Dioscuri, and Heracles the averter of evil, and Asclepius the healer.
他們塑造出某些「救主」——狄奧斯庫里(雙子神),並那驅災的赫拉克勒斯,和那作醫者的阿斯克勒庇俄斯。
1:218
Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκ βάσεις τῆς ἀληθείας, καθέλκουσαι οὐρανόθεν τὸν ἄνθρωπον καὶ εἰς βάραθρον περιτρέπουσαι
These, then, are the slippery and injurious deviations from the truth, dragging man down from heaven and overturning him into the pit.
那麼,這些就是偏離真理那些滑溜而有害的歧途,把人從天上拖下,翻倒入深坑。
1:219
Ἐθέλω δὲ ὑμῖν ἐν χρῷ τοὺς θεοὺς αὐτοὺς ἐπιδεῖξαι ὁποῖοί τινες καὶ εἴ τινες, ἵν' ἤδη ποτὲ τῆς πλάνης λήξητε, αὖθις δὲ παλινδρομήσητε εἰς .. οὐρανόν
But I wish to show you the gods themselves, close at hand, of what sort they are, and whether they are anything at all, so that at last you may cease from error, and may run back again to heaven.
但我願就近向你顯明那些神明本身,看他們是何等樣的,並究竟是否算得甚麼,好叫你終於停止謬妄,重新奔回天上。
1:220
Ἦμεν γάρ που καὶ ἡμεῖς τέκνα ὀργῆς, ὡς καὶ οἱ λοιποί·
For we too were once, somehow, children of wrath, even as the rest;
因為從前我們也曾是可怒之子,和其餘的人一樣;
1:221
ὁ δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ, ἣν ἠγάπησεν ἡμᾶς, ὄντας ἤδη νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ. Ζῶν γὰρ ὁ λόγος καὶ συνταφεὶς Χριστῷ συνυψοῦται θεῷ
but God, being rich in mercy, because of His great love with which He loved us, made us alive together with Christ when we were already dead in our trespasses. For the Word, being living and buried together with Christ, is exalted together with God.
然而神既有豐富的憐憫,因祂愛我們的大愛,當我們已經死在過犯中的時候,便叫我們與基督一同活過來。因為那道是活的,與基督一同埋葬,也與神一同被高舉。
1:222
Οἱ δὲ ἔτι ἄπιστοι τέκνα ὀργῆς ὀνομάζονται, τρεφόμενα ὀργῇ·
But those who are still unbelieving are called children of wrath, nourished by wrath;
但那些仍舊不信的人,被稱為可怒之子,以忿怒為養;
1:223
ἡμεῖς δὲ οὐκ ὀργῆς θρέμματα ἔτι, οἱ τῆς πλάνης ἀπεσπασ .. μένοι, ᾄσσοντες δὲ ἐπὶ τὴν ἀλήθειαν
while we are no longer nurslings of wrath, we who have been torn away from error, and are darting toward the truth.
至於我們,已不再是忿怒所養的了,我們乃是已從謬妄中被拉出,並向真理奔馳的人。
1:224
Ταύτῃ τοι ἡμεῖς οἱ τῆς ἀνομίας υἱοί ποτε διὰ τὴν φιλανθρωπίαν τοῦ λόγου νῦν υἱοὶ γεγόναμεν τοῦ θεοῦ·
In this way, indeed, we who were once sons of lawlessness have now, through the benevolence of the Word, become sons of God;
誠然,我們這些從前作不法之子的人,如今藉著道的仁愛,已成了神的兒子;
1:225
ὑμῖν δὲ καὶ ὁ ὑμέτερος ὑποδύεται ποιητὴς ὁ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς·
but for you, your own poet too, Empedocles of Acragas, sinks down:
至於你們,連你們自己的詩人,阿克拉伽斯的恩培多克勒,也沉淪了:
1:226
τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότησιν οὔ ποτε δειλαίων ἀχέων λωφήσετε θυμόν
"Therefore, distraught with grievous miseries, never shall you relieve your spirit of its wretched woes."
「故此,你們因沉重的禍患而心神錯亂,永不能使你們的心靈脫離那悲慘的愁苦。」
1:227
Τὰ μὲν δὴ πλεῖστα μεμύθευται καὶ πέπλασται περὶ θεῶν ὑμῖν·
The most part, indeed, of the tales told about your gods are mythologized and fabricated;
誠然,關於你們眾神所傳的故事,大部分都是杜撰、虛構的;
1:228
τὰ δὲ καὶ ὅσα γεγενῆσθαι ὑπείληπται, ταῦτα δὲ περὶ ἀνθρώπων αἰσχρῶν καὶ ἀσελγῶς βεβιωκότων ἀναγέγραπται·
but as for those things which are supposed actually to have happened, these have been recorded concerning shameful men who lived licentiously;
至於那些被認為確曾發生的事,那些都是關於一些可恥、淫蕩度日之人所記載的;
1:229
τύφῳ καὶ μανίῃ δὲ βαδίζετε καὶ τρίβον ὀρθὴν εὐθεῖαν προλιπόντες ἀπήλθετε τὴν δι' ἀκανθῶν καὶ σκολόπων
"in vainglory and madness you walk, and, having forsaken the upright, straight path, you have gone off along the way through thorns and stakes."
「你們行在虛榮與瘋狂中,離棄了那端正、筆直的道路,反走上那滿是荊棘與尖樁的路。」
1:230
Τί πλανᾶσθε, βροτοί; παύσασθε, μάταιοι, καλλίπετε σκοτίην νυκτός, φωτὸς δὲ λάβεσθε
"Why do you wander, O mortals? Cease, O vain ones; leave the gloom of night, and lay hold of the light."
「世人哪,你們為何漂流?虛妄的人哪,你們止住罷;離棄那黑夜的幽暗,抓住那光罷。」
1:231
Ταῦτα ἡμῖν ἡ προφητικὴ παρεγγυᾷ καὶ ποιητικὴ Σίβυλλα·
These things the prophetic and poetic Sibyl enjoins upon us;
這些事,那位先知性、詩性的西比拉囑咐我們;
1:232
παρεγγυᾷ δὲ καὶ ἡ ἀλήθεια, γυμνοῦσα τῶν καταπληκτικῶν τουτωνὶ καὶ ἐκπληκτικῶν προσωπείων τὸν ὄχλον τῶν θεῶν, συνωνυμίαις τισὶ τὰς δοξοποιίας διελέγχουσα
and truth also enjoins them, stripping bare from these stunning and astounding masks the mob of the gods, refuting the false opinions by means of certain synonymies.
真理也同樣囑咐這些事,把那群神明從這些令人震懾、驚駭的假面具下剝得精光,藉著某些同名異實的情形,駁倒那些虛假的見解。
1:233
Αὐτίκα γοῦν εἰσὶν οἳ τρεῖς τοὺς Ζῆνας ἀναγράφουσιν, τὸν μὲν Αἰθέρος ἐν Ἀρκαδίᾳ, τὼ δὲ λοιπὼ τοῦ Κρόνου παῖδε, τούτοιν τὸν μὲν ἐν Κρήτῃ, θάτερον δὲ ἐν Ἀρκαδίᾳ .. πάλιν
For instance, then, there are those who record three Zeuses: the one, son of Aether, in Arcadia; the two remaining, sons of Cronus, of whom the one is in Crete, and the other again in Arcadia.
比如說,有人記載三位宙斯:一位是埃忒爾(以太)之子,在阿卡狄亞;其餘兩位是克洛諾斯之子,其中一位在克里特,另一位又在阿卡狄亞。
1:234
Εἰσὶ δὲ οἳ πέντε Ἀθηνᾶς ὑποτίθενται, τὴν μὲν Ἡφαίστου, τὴν Ἀθηναίαν·
And there are those who posit five Athenas: the one of Hephaestus, the Athenian;
也有人立五位雅典娜:一位是赫菲斯托斯之女,即雅典的那位;
1:235
τὴν δὲ Νείλου, τὴν Αἰγυπτίαν·
another of the Nile, the Egyptian;
另一位是尼羅河之女,即埃及的那位;
1:236
τρίτην τοῦ Κρόνου, τὴν πολέμου εὑρέτιν·
a third of Cronus, the inventress of war;
第三位是克洛諾斯之女,即戰爭的發明者;
1:237
τετάρτην τὴν Διός, ἣν Μεσσήνιοι Κορυφασίαν ἀπὸ τῆς μητρὸς ἐπικεκλή κασιν·
a fourth, the daughter of Zeus, whom the Messenians have surnamed Coryphasia after her mother;
第四位是宙斯之女,墨塞尼亞人按她母親給她加號為科律法西亞;
1:238
ἐπὶ πᾶσι τὴν Πάλλαντος καὶ Τιτανίδος τῆς Ὠκεανοῦ,ἣ τὸν πατέρα δυσσεβῶς καταθύσασα τῷ πατρῴῳ κεκόσμηται .. δέρματι ὥσπερ κῳδίῳ
and over all these, the daughter of Pallas and of Titanis the daughter of Oceanus, who, having impiously sacrificed her father, adorned herself with her father's skin as with a fleece.
在這一切之上,還有帕拉斯與俄刻阿諾斯之女提坦尼斯所生的那位,她不敬虔地把自己的父親獻為祭,並用她父親的皮如同羊皮一般妝飾自己。
1:239
Ναὶ μὴν Ἀπόλλωνα ὁ μὲν Ἀριστοτέλης πρῶτον Ἡφαίστου καὶ Ἀθηνᾶς (ἐνταῦθα δὴ οὐκέτι παρθένος ἡ Ἀθηνᾶ), δεύτερον ἐν Κρήτῃ τὸν Κύρβαντος, τρίτον τὸν Διὸς καὶ τέταρτον τὸν Ἀρκάδα τὸν Σιληνοῦ·
Yes indeed, as for Apollo, Aristotle reckons the first to be the son of Hephaestus and Athena (here, then, Athena is no longer a virgin), the second in Crete the son of Corybas, the third the son of Zeus, and the fourth the Arcadian, the son of Silenus;
確實,論到阿波羅,亞里斯多德算第一位是赫菲斯托斯與雅典娜之子(這樣,雅典娜便不再是處女了),第二位在克里特,是科律巴斯之子,第三位是宙斯之子,第四位是阿卡狄亞人,即西勒諾斯之子;
1:240
Νόμιος οὗτος κέκληται παρὰ Ἀρκάσιν·
this last is called Nomios among the Arcadians;
末一位在阿卡狄亞人中被稱作諾彌奧斯;
1:241
ἐπὶ τούτοις τὸν Λίβυν καταλέγει τὸν Ἄμμωνος·
in addition to these, he reckons the Libyan, the son of Ammon;
除這些之外,他又算上那利比亞人,即阿蒙之子;
1:242
ὁ δὲ Δίδυμος ὁ γραμμα .. τικὸς τούτοις ἕκτον ἐπιφέρει τὸν Μάγνητος
and Didymus the grammarian adds to these a sixth, the son of Magnes.
而那文法家狄狄摩斯又給這些加上第六位,即馬格涅斯之子。
1:243
Πόσοι δὲ καὶ νῦν Ἀπόλλωνες, ἀναρίθμητοι θνητοὶ καὶ ἐπίκηροί τινες ἄνθρωποι, εἰσίν, οἱ παραπλησίως τοῖς προειρημένοις ἐκείνοις κεκλημένοι; .. Τί δ' εἴ σοι τοὺς πολλοὺς εἴποιμι Ἀσκληπιοὺς ἢ τοὺς Ἑρμᾶς τοὺς ἀριθμουμένους ἢ τοὺς Ἡφαίστους τοὺς μυθολογουμένους; Μὴ καὶ περιττὸς εἶναι δόξω τὰς ἀκοὰς ὑμῶν τοῖς πολλοῖς τούτοις ἐπικλύζων ὀνόμασιν; Ἀλλ' αἵ γε πατρίδες αὐτοὺς καὶ αἱ τέχναι καὶ οἱ βίοι, πρὸς δέ γε .. καὶ οἱ τάφοι ἀνθρώπους γεγονότας διελέγχουσιν
And how many Apollos are there even now—innumerable mortals and certain perishable men—who have been named in like manner with those aforesaid? But what if I should tell you of the many Asclepiuses, or the Hermae that are numbered, or the Hephaestuses that are mythologized? Shall I not seem superfluous, flooding your ears with these many names? But their fatherlands and their crafts and their lives, and besides, their very tombs, convict them of having been men.
甚至如今又有多少位阿波羅——無數必死的凡人、某些會朽壞的人——與前面所說的那些同名呢?我若向你細說那許多位阿斯克勒庇俄斯,或那些可數的赫耳墨斯,或那些被神話化的赫菲斯托斯呢?我用這許多名字灌滿你的耳朵,豈不顯得多餘麼?然而他們的故鄉、他們的技藝、他們的生平,並且他們那些墳墓,都證明他們不過是曾經為人罷了。
1:244
Ἄρης γοῦν ὁ καὶ παρὰ τοῖς ποιηταῖς, ὡς οἷόν τε, τετιμημένος, Ἆρες, Ἄρες, βροτολοιγέ, μιαιφόνε, τειχεσιπλῆτα, ὁ ἀλλοπρόσαλλος οὗτος καὶ ἀνάρσιος, ὡς μὲν Ἐπί χαρμός φησι, Σπαρτιάτης ἦν·
Ares, at any rate—even the one honored among the poets, so far as may be: "Ares, Ares, bane of mortals, blood-stained, stormer of walls," this fickle and hostile one—was, as Epicharmus says, a Spartan;
至於阿瑞斯——就連那位在詩人中受尊崇的、盡其所能受敬的:「阿瑞斯啊,阿瑞斯,世人的禍害,沾血的,攻城的」,這反覆無常、兇暴敵對的——按厄庇卡耳摩斯所說,原是個斯巴達人;
1:245
Σοφοκλῆς δὲ Θρᾷκα οἶδεν .. αὐτόν·
but Sophocles knows him to be a Thracian;
索福克勒斯卻知道他是個色雷斯人;
1:246
Τοῦτον δὲ Ὅμηρος δεδέσθαι φησὶν ἐπὶ μῆνας τρισκαίδεκα·
and Homer says that this one was bound for thirteen months:
荷馬則說這位曾被捆綁了十三個月:
1:247
τλῆ μὲν Ἄρης, ὅτε μιν Ὦτος κρατερός τ' Ἐπιάλτης, παῖδες Ἀλωῆος, δῆσαν κρατηρῷ ἐνὶ δεσμῷ·
"Ares endured it, when Otus and mighty Ephialtes, the sons of Aloeus, bound him in a strong bond;
「阿瑞斯忍受了那事,當阿羅歐斯的兒子俄托斯與強壯的厄菲阿爾忒斯用堅固的捆鎖綁住他;
1:248
χαλκέῳ δ' ἐν κεράμῳ δέδετο τρισκαίδεκα μῆνας
and in a bronze jar he was bound for thirteen months."
他被囚在一個銅甕中十三個月。」
1:249
Πολλὰ κἀγαθὰ Κᾶρες σχοῖεν, οἳ καταθύουσιν αὐτῷ τοὺς κύνας
"Many good things may the Carians have, who sacrifice dogs to him."
「願許多美善之事臨到那些向他獻狗為祭的卡里亞人。」
1:250
Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς
Apollodorus says, and Callimachus: "Phoebus rises for the Hyperboreans at their sacrifices of asses";
阿波羅多洛斯說,卡利馬科斯也說:「福玻斯(阿波羅)在許珀耳玻瑞亞人獻驢為祭時升起」;
1:251
Ὁ αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι
the same poet elsewhere: "the fat slaughterings of asses delight Phoebus."
同一位詩人在別處說:「那肥美的宰驢之祭使福玻斯歡喜。」
1:252
Ἥφαιστος δέ, ὃν ἔρριψεν ἐξ Ὀλύμπου Ζεὺς βηλοῦ ἀπὸ θεσπεσίοιο, ἐν Λήμνῳ καταπεσὼν ἐχάλκευε, πηρωθεὶς τὼ πόδε, ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί. . . Ἔχεις καὶ ἰατρόν, οὐχὶ χαλκέα μόνον ἐν θεοῖς·
And Hephaestus, whom Zeus hurled from Olympus "from the divine threshold," falling on Lemnos plied the smith's trade, crippled in both feet, "and beneath him his slender legs tottered." ... You have, too, a physician among the gods, not merely a smith;
至於赫菲斯托斯,宙斯把他「從那神聖的門檻」擲下奧林波斯,他落在楞諾斯島上,作了打鐵的工,雙腳殘廢,「在他身下,那纖瘦的腿搖搖晃晃。」……這樣,在眾神中你不單有個鐵匠,還有個醫者;
1:253
ὁ δὲ ἰατρὸς φιλάργυρος ἦν, Ἀσκληπιὸς ὄνομα αὐτῷ
but the physician was a money-lover—Asclepius was his name.
但那醫者是貪財的——他名叫阿斯克勒庇俄斯。
1:254
Καί σοι τὸν σὸν παραθήσομαι ποιητήν, τὸν Βοιώτιον Πίνδαρον·
And I will set before you your own poet, the Boeotian Pindar:
我要把你們自己的詩人,波奧提亞人品達,擺在你面前:
1:255
ἔτραπε κἀκεῖνον ἀγάνορι μισθῷ χρυσὸς ἐν χερσὶ φανείς·
"Him too gold, appearing in his hands as a lordly fee, turned aside;
「黃金,作為一筆貴重的酬金,出現在他手中,也把他引離了正道;
1:256
χερσὶ δ' ἄρα Κρονίων ῥίψας δι' ἀμφοῖν ἀμπνοὰς στέρνων [καθεῖλεν ὠκέως, αἴθων δὲ κεραυνὸς ἔσκηψε μόρον
and so the son of Cronus, hurling with both hands, swiftly took away the breath from his breast, and the blazing thunderbolt drove down his doom."
於是克洛諾斯之子,用雙手投擲,迅速奪去了他胸中的氣息,那燃燒的雷霆擊落了他的死亡。」
1:257
Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιος Ἀσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα
"For Zeus, having slain my son Asclepius, is to blame, casting the flame upon his breast."
「因為宙斯殺了我的兒子阿斯克勒庇俄斯,該受責備,他把火焰擲在他胸膛上。」
1:258
Οὗτος μὲν οὖν κεῖται κεραυνωθεὶς ἐν τοῖς Κυνοσουρίδος .. ὁρίοις
This one, then, lies thunder-struck within the borders of Cynosuris.
這位,便是這樣被雷擊倒,躺臥在庫諾蘇里斯的境內。
1:259
Φιλόχορος δὲ ἐν Τήνῳ Ποσειδῶνά φησι τιμᾶσθαι ἰατρόν, Κρόνῳ δὲ ἐπικεῖσθαι Σικελίαν καὶ ἐνταῦθα αὐτὸν .. τεθάφθαι
And Philochorus says that in Tenos Poseidon is honored as a physician, and that Sicily lies upon Cronus, and that there he was buried.
斐羅科洛斯說,在忒諾斯島,波塞冬被尊為醫者,又說西西里壓在克洛諾斯身上,他就埋葬在那裡。
1:260
Πατροκλῆς τε ὁ Θούριος καὶ Σοφοκλῆς ὁ νεώτερος ἐν τρισὶ τραγῳδίαις ἱστορεῖτον τοῖν Διοσκούροιν πέρι·
Patrocles of Thurii and Sophocles the younger, in three tragedies, relate concerning the two Dioscuri:
圖里伊的帕特羅克勒斯與小索福克勒斯,在三齣悲劇中,講述了那兩位狄奧斯庫里:
1:261
ἀνθρώπω τινὲ τούτω τὼ Διοσκούρω ἐπικήρω ἐγενέσθην, εἴ τῳ ἱκανὸς πιστώσασθαι Ὅμηρος τὸ λελεγμένον·
that these two Dioscuri were two perishable men, if Homer be sufficient witness to confirm what has been said:
說這兩位狄奧斯庫里是兩個會死的人,若荷馬足以作見證印證所說的話:
1:262
τοὺς δ' ἤδη κάτεχεν φυσίζοος αἶα ἐν Λακεδαίμονι αὖθι, φίλῃ ἐν πατρίδι γαίῃ
"but these two the life-giving earth already held fast there in Lacedaemon, in their own dear native land."
「但那賜生命的大地早已把這兩位緊緊扣留在那裡,在拉刻代蒙,在他們自己親愛的故土。」
1:263
Προσίτω δὲ καὶ ὁ τὰ Κυπριακὰ ποιήματα γράψας·
And let the writer of the Cypriac poems come forward as well:
也讓那寫《塞浦路斯詩篇》的作者上前來:
1:264
Κάστωρ μὲν θνητός, θανάτου δέ οἱ αἶσα πέπρωται·
"Castor was mortal, and the fate of death is allotted to him;
「卡斯托耳原是會死的,死亡的命運分派給他;
1:265
αὐτὰρ ὅ γ' ἀθάνατος Πολυδεύκης, ὄζος Ἄρηος
but Polydeuces, scion of Ares, is immortal."
但波呂丟刻斯,阿瑞斯的後裔,卻是不死的。」
1:266
Τοῦτο μὲν ποιητικῶς ἐψεύσατο·
This he falsified poetically;
這話他是以詩人的方式說謊的;
1:267
Ὅμηρος δὲ ἀξιοπιστότερος αὐτοῦ εἰπὼν περὶ ἀμφοῖν τοῖν Διοσκούροιν, πρὸς δὲ καὶ τὸν Ἡρακλέα εἴδωλον ἐλέγξας·
but Homer is more trustworthy than he, having spoken concerning both of the Dioscuri, and besides, having refuted Heracles also as a phantom:
荷馬卻比他更為可信,他論及兩位狄奧斯庫里,並且也把赫拉克勒斯駁斥為一個幻影:
1:268
φῶτα γὰρ Ἡρακλῆα.., μεγάλων ἐπιίστορα ἔργων
"for the man Heracles..., versed in mighty deeds."
「因為那人赫拉克勒斯……,熟諳大能的事蹟。」
1:269
Ἡρακλέα οὖν καὶ αὐτὸς Ὅμηρος θνητὸν οἶδεν ἄνθρωπον, Ἱερώνυμος δὲ ὁ φιλόσοφος καὶ τὴν σχέσιν αὐτοῦ ὑφηγεῖται τοῦ σώματος, μικρόν, φριξότριχα, ῥωστικόν·
Heracles, then, even Homer himself knows to be a mortal man; and Hieronymus the philosopher describes also the build of his body—small, bristly-haired, robust;
這樣,連荷馬自己也知道赫拉克勒斯是個會死的人;哲學家希耶羅倪摩斯還描述了他身體的構造——矮小、毛髮粗硬、強壯;
1:270
Δικαίαρχος δὲ σχιζίαν, νευρώδη, μέλανα, γρυπόν, ὑποχαροπόν, τετανότριχα
while Dicaearchus describes him as wiry, sinewy, dark, hook-nosed, with somewhat gleaming eyes, and straight-haired.
狄凱阿耳科斯則描述他精瘦、多筋、膚色黝黑、鷹鉤鼻、眼帶微光、頭髮平直。
1:271
Οὗτος οὖν ὁ Ἡρακλῆς δύο πρὸς τοῖς πεντήκοντα ἔτη βεβιωκὼς κατέσ τρεψε τὸν βίον διὰ τῆς ἐν Οἴτῃ πυρᾶς κεκηδευμένος
This Heracles, then, having lived two and fifty years, brought his life to an end, having been given funeral honors by the pyre on Mount Oeta.
這樣,這位赫拉克勒斯,活了五十二歲,便結束了他的生命,在俄忒山上的火葬堆中受了喪葬之禮。
1:272
Τὰς δὲ Μούσας, ἃς Ἀλκμὰν Διὸς καὶ Μνημοσύνης γενεαλογεῖ καὶ οἱ λοιποὶ ποιηταὶ καὶ συγγραφεῖς ἐκθειά ζουσιν καὶ σέβουσιν, ἤδη δὲ καὶ ὅλαι πόλεις μουσεῖα τεμε νίζουσιν αὐταῖς, Μυσὰς οὔσας θεραπαινίδας ταύτας ἐώνηται .. Μεγακλὼ ἡ θυγάτηρ ἡ Μάκαρος
As for the Muses, whom Alcman traces in genealogy as daughters of Zeus and Mnemosyne, and whom the rest of the poets and prose writers deify and revere—and now whole cities even consecrate precincts (museums) to them—Megaclo the daughter of Macar bought these as Mysian handmaids.
至於那些繆斯,阿爾克曼把她們的譜系追溯為宙斯與謨涅摩緒涅之女,其餘的詩人與散文作家也把她們神化、敬奉——如今甚至整座整座的城邑都為她們劃地建立繆斯之苑——其實她們不過是密西亞的婢女,被馬卡爾的女兒墨伽克羅買來罷了。
1:273
Ὁ δὲ Μάκαρ Λεσβίων μὲν ἐβασίλευεν, διεφέρετο δὲ ἀεὶ πρὸς τὴν γυναῖκα, ἠγα νάκτει δὲ ἡ Μεγακλὼ ὑπὲρ τῆς μητρός·
Now Macar reigned over the Lesbians, but he was always at variance with his wife, and Megaclo was vexed on her mother's behalf;
馬卡爾統治萊斯博斯人,卻常與妻子不和,墨伽克羅便為她母親的緣故而惱怒;
1:274
τί δ' οὐκ ἔμελλε; Καὶ Μυσὰς θεραπαινίδας ταύτας τοσαύτας τὸν ἀριθμὸν ὠνεῖται καὶ καλεῖ Μοίσας κατὰ τὴν διάλεκτον τὴν Αἰολέων
and why should she not be? And she buys these Mysian handmaids, so many in number, and calls them Moisai (Muses) in the dialect of the Aeolians.
她怎能不惱呢?於是她買來這些密西亞的婢女,人數如許之多,並按埃奧利亞人的方言稱她們為「莫伊賽」(繆斯)。
1:275
Ταύτας ἐδιδάξατο ᾄδειν καὶ κιθαρίζειν τὰς πράξεις τὰς παλαιὰς ἐμμελῶς
These she had taught to sing and to play the cithara, the deeds of old, tunefully.
她教她們和諧地歌唱、彈奏基薩拉琴,詠唱古時的事蹟。
1:276
Αἳ δὲ συνεχῶς κιθαρίζουσαι καὶ καλῶς κατεπᾴδουσαι τὸν Μάκαρα ἔθελγον καὶ κατέπαυον τῆς .. ὀργῆς
And they, continually playing the cithara and singing fair incantations, charmed Macar and made him cease from his wrath.
她們不住地彈奏基薩拉琴、唱著美妙的咒歌,迷醉了馬卡爾,使他止息了忿怒。
1:277
Οὗ δὴ χάριν ἡ Μεγακλὼ χαριστήριον αὐτὰς ὑπὲρ τῆς μητρὸς ἀνέθηκε χαλκᾶς καὶ ἀνὰ πάντα ἐκέλευσε τιμᾶσθαι τὰ ἱερά
For which reason, then, Megaclo, as a thank-offering on her mother's behalf, dedicated them in bronze, and commanded that they be honored throughout all the sacred places.
為此緣故,墨伽克羅便為她母親獻上謝恩之禮,把她們鑄成銅像獻上,並吩咐在一切聖所中尊崇她們。
1:278
Καὶ αἱ μὲν Μοῦσαι τοιαίδε·
And the Muses, then, are such as these;
這樣,那些繆斯不過是這等人罷了;
1:279
ἡ δὲ ἱστορία παρὰ Μυρσίλῳ τῷ Λεσβίῳ
and the history is found in Myrsilus the Lesbian.
這段歷史見於萊斯博斯人謬耳西洛斯的記載。
1:280
Ἀκούετε δὴ οὖν τῶν παρ' ὑμῖν θεῶν τοὺς ἔρωτας καὶ τὰς παραδόξους τῆς ἀκρασίας μυθολογίας καὶ τραύματα αὐτῶν καὶ δεσμὰ καὶ γέλωτας καὶ μάχας δουλείας τε ἔτι καὶ συμπόσια συμπλοκάς τ' αὖ καὶ δάκρυα καὶ πάθη καὶ .. μαχλώσας ἡδονάς
Hear, then, of the loves of your gods, and the incredible mythologies of their incontinence, and their wounds and bonds and laughters and fights, their slaveries too, and banquets, embraces again and tears and passions and lustful pleasures.
那麼,聽聽你們眾神的情愛,並他們荒淫無度那些難以置信的神話,還有他們的傷痕、捆鎖、嘲笑與爭鬥,並他們的奴役、宴飲、又有交合、眼淚、情慾,以及那些淫蕩的歡愉罷。
1:281
Κάλει μοι τὸν Ποσειδῶ καὶ τὸν χορὸν τῶν διεφθαρμένων ὑπ' αὐτοῦ, τὴν Ἀμφιτρίτην, τὴν Ἀμυμώνην, τὴν Ἀλόπην, τὴν Μελανίππην, τὴν Ἀλκυόνην, τὴν Ἱπποθόην, τὴν Χιόνην, τὰς ἄλλας τὰς μυρίας·
Call up for me Poseidon and the chorus of women corrupted by him: Amphitrite, Amymone, Alope, Melanippe, Alcyone, Hippothoe, Chione, and the rest, the myriads;
為我召來波塞冬,並那被他玷污的一群婦女:安菲特里忒、阿密摩涅、阿羅佩、墨拉尼珀、阿爾庫俄涅、希波托厄、基俄涅,以及其餘那千千萬萬個;
1:282
ἐν αἷς δὴ καὶ τοσαύταις οὔσαις ἔτι τοῦ Ποσειδῶνος ὑμῶν ἐστενοχω .. ρεῖτο τὰ πάθη
and among whom, though they were so many, still the passions of your Poseidon were cramped for room.
在這許多婦女當中,你們波塞冬的情慾竟仍嫌不夠施展。
1:283
Κάλει μοι καὶ τὸν Ἀπόλλω·
Call up for me Apollo too;
也為我召來阿波羅罷;
1:284
Φοῖβός ἐστιν οὗτος καὶ μάντις ἁγνὸς καὶ σύμβουλος ἀγαθός·
this one is Phoebus, both a pure seer and a good counselor;
這位是福玻斯,既是純潔的先知,又是良善的謀士;
1:285
ἀλλ' οὐ ταῦτα ἡ Στερόπη λέγει οὐδὲ ἡ Αἴθουσα οὐδὲ ἡ Ἀρσινόη οὐδὲ ἡ Ζευξίππη οὐδὲ ἡ Προθόη οὐδὲ ἡ Μάρπησσα οὐδὲ ἡ Ὑψιπύλη·
but Sterope does not say so, nor Aethusa, nor Arsinoe, nor Zeuxippe, nor Prothoe, nor Marpessa, nor Hypsipyle;
但斯忒洛佩可不這樣說,埃圖薩也不,阿耳西諾厄也不,宙克西珀、普羅托厄、瑪耳珀薩、許普西皮勒也都不這樣說;
1:286
Δάφνη γὰρ ἐξέφυγε μόνη καὶ τὸν μάντιν καὶ .. τὴν φθοράν
for Daphne alone escaped both the seer and the corruption.
因為惟有達芙涅逃脫了那先知,也逃脫了那玷污。
1:287
τοσοῦτος περὶ τὰ ἀφρο δίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν
He poured himself out so greatly over love-affairs that he desired all women, and fulfilled his desire upon all.
他在情慾之事上如此放縱,以致貪戀眾女,並向眾女遂其情慾。
1:288
Ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον ἢ αἰγῶν ὁ Θμουιτῶν τράγος
At any rate, he glutted himself with women no less than the he-goat of the Thmuites does with she-goats.
無論如何,他飽饜於眾女,不亞於特穆伊斯人那隻公山羊飽饜於母山羊。
1:289
Καὶ σοῦ, ὦ Ὅμηρε, τεθαύμακα τὰ ποιήματα·
And at your poems too, O Homer, I have marveled:
荷馬啊,我也曾驚嘆你的詩篇:
1:290
ἦ, καὶ κυανέῃσιν ἐπ' ὀφρύσι νεῦσε Κρονίων·
"He spoke, and with his dark brows the son of Cronus nodded;
「他說了,克洛諾斯之子便以他那黝黑的眉毛點頭應允;
1:291
ἀμβρόσιαι δ' ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ' ἀθανάτοιο·
and the ambrosial locks streamed down from the king's immortal head;
那不朽的頭上,神聖的髮絲隨之飄揚;
1:292
μέγαν δ' ἐλέλιξεν Ὄλυμπον
and he made great Olympus quake."
他使那偉大的奧林波斯震動。」
1:293
Σεμνὸν ἀναπλάττεις, Ὅμηρε, τὸν Δία καὶ νεῦμα περιάπτεις αὐτῷ τετιμημένον
You fashion Zeus as august, O Homer, and you attach to him a nod that is held in honor.
荷馬啊,你把宙斯塑造得威嚴莊重,還給他配上一個受人尊崇的點頭。
1:294
Ἀλλ' ἐὰν ἐπιδείξῃς μόνον, ἄνθρωπε, τὸν κεστόν, ἐξελέγχεται καὶ ὁ Ζεὺς καὶ ἡ κόμη καταισχύνεται
But if only you display the love-girdle, O man, then both Zeus is exposed and his locks are put to shame.
但人哪,你只要把那情慾的腰帶一展示出來,宙斯就被揭穿了,他的鬈髮也蒙羞了。
1:295
Εἰς ὅσον διελήλακεν ἀσελγείας ὁ Ζεὺς ἐκεῖνος ὁ μετ' Ἀλκμήνης τοσαύτας ἡδυπαθήσας νύκτας; οὐδὲ γὰρ αἱ νύκτες αἱ ἐννέα τῷ ἀκολάστῳ μακραί ( ἅπας δὲ ἔμπαλιν ὁ βίος ἀκρασίᾳ βραχὺς ἦν), ἵνα δὴ ἡμῖν τὸν ἀλεξίκακον .. σπείρῃ θεόν
To what a pitch of licentiousness did that Zeus go, who spent so many nights of pleasure with Alcmene? For not even the nine nights were long for the dissolute one (whereas, on the contrary, his whole life was short through incontinence), so that he might sow for us the god who averts evil.
那位宙斯放縱到了何等地步,他竟與阿爾克墨涅共度那許多歡愉之夜?連那九個夜晚對那放蕩之徒也嫌不夠長(然而反過來說,他整個生命卻因荒淫而短促),為要給我們播下那位「驅災之神」。
1:296
Διὸς υἱὸς Ἡρακλῆς, Διὸς ὡς ἀληθῶς, ὁ ἐκ μακρᾶς γεννώμενος νυκτός, τοὺς μὲν ἄθλους τοὺς δώδεκα πολλῷ ταλαιπωρησάμενος χρόνῳ, τὰς δὲ πεντήκοντα Θεστίου θυγατέρας νυκτὶ διαφθείρας μιᾷ, μοιχὸς ὁμοῦ καὶ νυμφίος τοσούτων γενόμενος παρθένων
The son of Zeus is Heracles—truly of Zeus—he who was begotten of that long night, having toiled through the twelve labors over a long time, but having ruined in a single night the fifty daughters of Thestius, becoming at once both adulterer and bridegroom of so many maidens.
宙斯之子就是赫拉克勒斯——確實是宙斯所生——他生於那漫長的夜晚,費了長久的時日才辛苦完成那十二件功勞,卻在一夜之間糟蹋了忒斯提俄斯的五十個女兒,一舉成了這麼多少女的姦夫兼新郎。
1:297
Οὔκουν ἀπεικότως οἱ ποιηταὶ σχέτλιον τοῦτον καὶ αἰσυλοεργὸν ἀπο καλοῦσιν
Not unfittingly, then, do the poets call this one wretched and a worker of impious deeds.
因此,詩人稱這位為可悲的、行不敬虔之事的,並非不恰當。
1:298
Μακρὸν δ' ἂν εἴη μοιχείας αὐτοῦ παντοδαπὰς καὶ .. παίδων διηγεῖσθαι φθοράς
But it would be a long task to recount his manifold adulteries and corruptions of boys.
不過,若要細數他那形形色色的姦淫和對孌童的玷污,那將是一樁冗長的工作。
1:299
Οὐδὲ γὰρ οὐδὲ παίδων ἀπέσχοντο οἱ παρ' ὑμῖν θεοί, ὃ μέν τις Ὕλα, ὃ δὲ Ὑακίνθου, ὃ δὲ Πέλοπος, ὃ δὲ Χρυσίππου, ὃ δὲ Γανυμήδους ἐρῶντες
For neither did your gods abstain even from boys: one was in love with Hylas, another with Hyacinthus, another with Pelops, another with Chrysippus, another with Ganymede.
因為你們的眾神連孌童也不放過:一個戀著許拉斯,一個戀著許阿鏗托斯,一個戀著珀羅普斯,一個戀著克律西波斯,一個戀著伽倪墨得斯。
1:300
Τούτους ὑμῶν αἱ γυναῖκες προσκυνούντων τοὺς θεούς, τοιούτους δὲ εὐχέσθων εἶναι τοὺς ἄνδρας τοὺς ἑαυτῶν, οὕτω σώφρονας, ἵν' ὦσιν ὅμοιοι τοῖς θεοῖς τὰ ἴσα ἐζηλω κότες·
Let your women worship these as gods; and let them pray that their own husbands may be such, so self-controlled, that they may be like the gods, having emulated the same things.
讓你們的婦女敬拜這些為神罷;也讓她們祈求自己的丈夫能像他們一般,如此「自制」,好使他們效法了同樣的事,得以與這些神相似罷。
1:301
τούτους ἐθιζόντων οἱ παῖδες ὑμῶν σέβειν, ἵνα καὶ ἄνδρες γενήσονται εἰκόνα πορνείας ἐναργῆ τοὺς θεοὺς .. παραλαμβάνοντες
Your children are trained to revere these gods, so that growing up they too may take the gods as a vivid image of fornication.
你們的孩子被教導去敬拜這些神明,以致長大成人後,也把這些神明當作淫亂的鮮明榜樣來效法。
1:302
Ἀλλ' οἱ μὲν ἄρρενες αὐτοῖς τῶν θεῶν ἴσως μόνοι ᾄττουσι περὶ τὰ ἀφροδίσια·
But perhaps it is only the male gods among them who rush headlong after the pleasures of love.
但或許在他們當中,只有那些男神才一味地追逐情慾之歡。
1:303
θηλύτεραι δὲ θεαὶ μένον αἰδοῖ οἴκοι ἑκάστη, φησὶν Ὅμηρος, αἰδούμεναι αἱ θεαὶ διὰ σεμνότητα Ἀφροδίτην .. ἰδεῖν μεμοιχευμένην
“The goddesses kept to their homes in shame, each one,” says Homer, the goddesses being ashamed for very modesty to look upon Aphrodite caught in adultery.
荷馬說:「眾女神則各自因羞愧而留在家中。」這些女神出於端莊,羞於去看被當場捉姦的阿芙羅狄忒。
1:304
Αἳ δὲ ἀκολασταίνουσιν ἐμπαθέσ τερον ἐν τῇ μοιχείᾳ δεδεμέναι, Ἠὼς ἐπὶ Τιθωνῷ, Σελήνη < δ' ἐπὶ> Ἐνδυμίωνι, Νηρηῒς ἐπὶ Αἰακῷ καὶ ἐπὶ Πηλεῖ Θέτις, ἐπὶ δὲ Ἰασίωνι Δημήτηρ καὶ ἐπὶ Ἀδώνιδι Φερέ.. φαττα
Yet they too run riot, the more passionately bound in adultery—Eos with Tithonus, Selene with Endymion, the Nereid with Aeacus, Thetis with Peleus, Demeter with Iasion, and Pheredphatta (Persephone) with Adonis.
然而她們也照樣放縱,更為熾烈地陷在姦淫的羅網中——黎明女神厄俄斯與提托諾斯、月神塞勒涅與恩底彌翁、涅瑞伊得斯與埃阿科斯、忒提斯與珀琉斯、得墨忒耳與伊阿西翁、珀爾塞福涅與阿多尼斯。
1:305
Ἀφροδίτη δὲ ἐπ' Ἄρει κατῃσχυμμένη μετῆλθεν ἐπὶ Κινύραν καὶ Ἀγχίσην ἔγημεν καὶ Φαέθοντα ἐλόχα καὶ ἤρα Ἀδώνιδος, ἐφιλονείκει δὲ τῇ βοώπιδι καὶ ἀποδυσάμεναι διὰ μῆλον αἱ θεαὶ γυμναὶ προσεῖχον τῷ ποιμένι, ἥτις αὐτῶν δόξει καλή
Aphrodite, put to shame over Ares, went off to Cinyras, married Anchises, ensnared Phaethon, and loved Adonis; she vied with the ox-eyed Hera, and the goddesses, stripping themselves naked for the sake of an apple, presented themselves to the shepherd, that he might judge which of them was the more beautiful.
阿芙羅狄忒因與阿瑞斯之事蒙羞後,便轉投基倪拉斯,又嫁給安基塞斯,誘捕法厄同,並戀慕阿多尼斯;她與牛眼的赫拉爭勝,眾女神為了一個金蘋果而脫衣赤身,呈現在那牧人面前,要他評判誰最美麗。
1:306
Ἴθι δὴ καὶ τοὺς ἀγῶνας ἐν βραχεῖ περιοδεύσωμεν καὶ τὰς ἐπιτυμβίους ταυτασὶ πανηγύρεις καταλύσωμεν, Ἴσθμιά τε καὶ Νέμεα καὶ Πύθια καὶ τὰ ἐπὶ τούτοις Ὀλύμπια
Come now, let us briefly survey the games as well, and put an end to these funereal festivals—the Isthmian, the Nemean, the Pythian, and the Olympian besides.
來吧,讓我們也簡略地巡視一遍那些競技賽會,並廢除這些葬禮般的節慶——伊斯特摩斯賽會、尼米亞賽會、皮提亞賽會,以及此外的奧林匹亞賽會。
1:307
Πυθοῖ μὲν οὖν ὁ δράκων ὁ Πύθιος θρῃσκεύεται καὶ τοῦ ὄφεως ἡ πανήγυρις καταγγέλλεται Πύθια·
At Pytho the Pythian serpent is worshipped, and the festival of the snake is proclaimed as the Pythian games.
在皮托,那條皮提亞巨蛇受人崇拜,這蛇的賽會就被稱作皮提亞競技。
1:308
Ἰσθμοῖ δὲ σκύβαλον προσέπτυσεν ἐλεεινὸν ἡ θάλαττα καὶ Μελικέρτην ὀδύρεται τὰ Ἴσθμια·
At the Isthmus the sea spat up a pitiable piece of refuse, and the Isthmian games mourn Melicertes.
在伊斯特摩斯,大海吐出一具可憐的殘屍,伊斯特摩斯賽會便是為墨利刻爾忒斯而哀悼。
1:309
Νεμέασι δὲ ἄλλο παιδίον Ἀρχέμορος κεκήδευται καὶ τοῦ παιδίου ὁ ἐπιτάφιος προσαγορεύεται Νέμεα·
At Nemea another little child, Archemorus, was buried, and the funeral games for that child are called the Nemean games.
在尼米亞,又有另一個小孩阿爾刻摩羅斯被埋葬,為這孩子所辦的喪葬競技就叫尼米亞賽會。
1:310
Πῖσα δὲ ὑμῖν τάφος ἐστίν, ὦ Πανέλληνες, ἡνιόχου Φρυγός, καὶ τοῦ Πέλοπος τὰς χοάς, τὰ Ὀλύμπια, ὁ Φειδίου σφετερίζεται Ζεύς
Pisa, O all you Greeks, is the tomb of a Phrygian charioteer; and Pheidias’ Zeus appropriates the libations to Pelops, which are the Olympic games.
全希臘人哪,皮薩乃是一位弗里基亞御者的墳墓;而菲狄亞斯所造的宙斯像,竊取了獻給珀羅普斯的奠祭——這便是奧林匹亞賽會。
1:311
Μυστήρια ἦσαν ἄρα, ὡς ἔοικεν, οἱ ἀγῶνες ἐπὶ νεκροῖς διαθλούμενοι, ὥσπερ καὶ τὰ λόγια, καὶ .. δεδήμευνται ἄμφω
So these games, it seems, contested over the dead, were really mysteries, as were the oracles too; and both have been made public property.
如此看來,這些為死者而舉行的競技,其實正是某種奧祕禮儀,正如那些神諭一樣;如今兩者都已淪為眾人公開之物。
1:312
Ἀλλὰ τὰ μὲν ἐπὶ Ἄγρᾳ μυστήρια καὶ τὰ ἐν Ἁλιμοῦντι τῆς Ἀττικῆς Ἀθήνησι περιώρισται·αἶσχος δὲ ἤδη κοσμικὸν οἵ τε ἀγῶνες καὶ οἱ φαλλοὶ οἱ Διονύσῳ ἐπιτελούμενοι, κακῶς ἐπινενεμημένοι τὸν βίον
But the mysteries at Agra and those at Halimus in Attica are confined to Athens; whereas the games and the phalli celebrated in honour of Dionysus are now a worldwide disgrace, an evil pestilence that has overrun human life.
阿格拉的奧祕禮和阿提卡哈利穆斯的奧祕禮尚僅限於雅典;但那為敬奉狄俄倪索斯而舉行的競技與男根崇拜,如今已成為遍及全世界的醜行,是一場敗壞人類生活的惡疫。
1:313
Διόνυσος γὰρ κατελθεῖν εἰς Ἅιδου γλιχόμενος ἠγνόει τὴν ὁδόν, ὑπισχνεῖται δ' αὐτῷ φράσειν, Πρόσυμνος τοὔνομα, οὐκ ἀμισθί·
For Dionysus, longing to descend into Hades, did not know the way; a man named Prosymnus promised to tell him—not without a fee.
原來狄俄倪索斯渴望下到陰間,卻不識路;有一個名叫普羅敘姆諾斯的人答應指點他——但並非無償。
1:314
ὁ δὲ μισθὸς οὐ καλός, ἀλλὰ Διονύσῳ καλός·
The fee was not a seemly one—though to Dionysus it seemed fair.
那報酬並不體面——不過在狄俄倪索斯看來卻是合宜的。
1:315
καὶ ἀφροδίσιος ἦν ἡ χάρις, ὁ μισθός, ὃν ᾐτεῖτο Διόνυσος·
The favour, the fee that was demanded of Dionysus, was a carnal one.
那向狄俄倪索斯索取的恩惠、那報酬,乃是肉慾之事。
1:316
βουλομένῳ δὲ τῷ θεῷ γέγονεν ἡ αἴτησις, καὶ δὴ ὑπισχνεῖται παρέξειν αὐτῷ, εἰ ἀναζεύξοι, ὅρκῳ πιστωσάμενος τὴν .. ὑπόσχεσιν
The request was agreeable to the god’s wish; and so he promised to grant it, should he return, confirming the promise with an oath.
這要求正合那神的心意;於是他答應,只要他能回來便照辦,並以誓言確認了這承諾。
1:317
οὐ κατα λαμβάνει τὸν Πρόσυμνον (ἐτεθνήκει γάρ)·
He did not find Prosymnus alive, for he had died.
他卻沒能找到活著的普羅敘姆諾斯,因為那人已經死了。
1:318
ἀφοσιούμενος τῷ ἐραστῇ ὁ Διόνυσος ἐπὶ τὸ μνημεῖον ὁρμᾷ καὶ πασχητιᾷ
To discharge his vow to his lover, Dionysus hurried to the tomb and indulged his lust.
為向他的情人還願,狄俄倪索斯急忙趕到墳前,縱情於淫慾。
1:319
μορίου σκευάζεται τρόπον ἐφέζεταί τε τῷ κλάδῳ, τὴν ὑπόσχεσιν .. ἐκτελῶν τῷ νεκρῷ
He fashioned a member out of a branch of a fig tree, sat down upon it, and so fulfilled his promise to the dead man.
他用無花果樹枝削成一個男根的形狀,坐在其上,藉此向那死者履行了他的承諾。
1:320
Ὑπόμνημα τοῦ πάθους τούτου μυστικὸν φαλλοὶ κατὰ πόλεις ἀνίστανται Διονύσῳ·
As a mystic memorial of this deed, phalli are set up to Dionysus throughout the cities.
為了奧祕地紀念此事,各城邑都為狄俄倪索斯豎立起男根的像。
1:321
εἰ μὴ γὰρ Διονύσῳ πομπὴν ἐποιοῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ' ἄν, φησὶν Ἡράκλειτος, ωὑτὸς δὲ Ἅιδης καὶ Διόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν, οὐ διὰ τὴν μέθην τοῦ σώματος, ὡς ἐγὼ οἶμαι, τοσοῦτον ὅσον διὰ τὴν ἐπονείδιστον τῆς ἀσελγείας ἱεροφαντίαν
“For if it were not to Dionysus that they held the procession and sang the hymn to the shameful parts, they would be acting most shamelessly,” says Heraclitus; “but Hades and Dionysus are one and the same, for whom they rave and keep the Lenaea”—not so much, as I think, because of the body’s drunkenness as because of the disgraceful hierophany of their licentiousness.
赫拉克利特說:「若不是為了狄俄倪索斯而舉行遊行、向那羞恥的部位唱頌歌,他們所行的就是極其無恥的了;然而那使他們狂亂、為之守勒奈亞節的哈得斯與狄俄倪索斯,原是同一位。」依我看來,這狂亂與其說是因身體的醉酒,不如說是因他們淫蕩之事那可恥的祕儀公示。
1:322
Εἰκότως ἄρα οἱ τοιοίδε ὑμῶν θεοὶ δοῦλοι παθῶν γεγονότες, ἀλλὰ καὶ πρὸ τῶν Εἱλώτων καλουμένων τῶν παρὰ Λακεδαιμονίοις δούλειον ὑπεισῆλθεν ζυγὸν Ἀπόλλων Ἀδμήτῳ ἐν Φεραῖς, Ἡρακλῆς ἐν Σάρδεσιν Ὀμφάλῃ, Λαομέδοντι δ' ἐθήτευε Ποσειδῶν καὶ Ἀπόλλων, καθάπερ ἀχρεῖος οἰκέτης, μηδὲ ἐλευθερίας δήπουθεν δυνηθεὶς τυχεῖν παρὰ τοῦ προτέρου δεσπότου·
It is fitting, then, that such gods of yours, having become slaves of their passions, should serve—indeed, even before those called Helots among the Lacedaemonians, Apollo came under the yoke of slavery to Admetus in Pherae, Heracles to Omphale in Sardis; and Poseidon and Apollo served Laomedon like a useless household slave, not even able, it seems, to obtain freedom from their former master.
如此說來,你們這樣的神既已淪為情慾的奴隸,理當去服役——其實,早在拉刻代蒙人所謂的「希洛人」奴隸之前,阿波羅就在斐賴給阿德墨托斯當奴僕,赫拉克勒斯在撒狄給翁法勒為奴;波塞冬與阿波羅又像無用的家奴一般服事拉俄墨冬,看來連從前主人那裡得自由都辦不到。
1:323
τότε καὶ τὰ Ἰλίου τείχη .. ἀνῳκοδομησάτην τῷ Φρυγί
It was then that they two also rebuilt the walls of Ilium for the Phrygian.
也正是那時,他們二位還為那弗里基亞人重建了伊利昂的城牆。
1:324
Ὅμηρος δὲ τὴν Ἀθηνᾶν οὐκ αἰσχύνεται παραφαίνειν λέγων τῷ Ὀδυσσεῖ χρύσεον λύχνον ἔχουσαν ἐν χεροῖν·
Homer is not ashamed to show Athena holding a golden lamp in her hands to light the way for Odysseus.
荷馬竟不以為恥地描寫雅典娜手持金燈,為奧德修斯照路。
1:325
τὴν δὲ Ἀφροδίτην ἀνέγνωμεν, οἷον ἀκόλαστόν τι θεραπαινίδιον, παραθεῖναι φέρουσαν τῇ Ἑλένῃ τὸν δίφρον τοῦ μοιχοῦ κατὰ πρόσωπον, ὅπως αὐτὸν εἰς .. συνουσίαν ὑπαγάγηται
And we have read of Aphrodite, like some wanton little serving-maid, carrying and setting the adulterer’s couch right before Helen’s face, in order to lure her into intercourse.
我們又讀到阿芙羅狄忒,活像個淫蕩的小婢女,當著海倫的面把那姦夫的坐榻搬來擺好,好把她引去苟合。
1:326
Πανύασσις γὰρ πρὸς τούτοις καὶ ἄλλους παμπόλλους ἀνθρώποις λατρεῦσαι θεοὺς ἱστορεῖ ὧδέ πως γράφων·
For Panyassis, besides these, records that the gods served as labourers for very many other men, writing somewhat as follows:
除這些之外,帕尼亞西斯還記載眾神曾為許多別的凡人作工為奴,他大致這樣寫道:
1:327
τλῆ μὲν Δημήτηρ, τλῆ δὲ κλυτὸς Ἀμφιγυήεις, τλῆ δὲ Ποσειδάων, τλῆ δ' ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῷ θητευέμεν εἰς ἐνιαυτόν·
“Demeter endured it, and the famed Lame One (Hephaestus) endured it, Poseidon endured it, and silver-bowed Apollo endured to serve a mortal man for a year;”
「得墨忒耳忍受了,那著名的瘸腿者(赫淮斯托斯)忍受了,波塞冬忍受了,銀弓的阿波羅也忍受了,給一個必死的凡人作工整整一年;」
1:328
τλῆ δ' ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκης, καὶ τὰ ἐπὶ τούτοις
“and fierce-spirited Ares endured it under his father’s compulsion,” and what follows thereupon.
「兇悍的阿瑞斯也在其父的逼迫下忍受了,」以及接下來的詩句。
1:329
Τούτοις οὖν εἰκότως ἕπεται τοὺς ἐρωτικοὺς ὑμῶν καὶ παθητικοὺς τούτους θεοὺς ἀνθρωποπαθεῖς ἐκ παντὸς εἰσάγειν τρόπου
It follows naturally from this that these amorous and passion-ridden gods of yours are by every means represented as subject to human passions.
由此自然得出:你們這些好色而受情慾轄制的神,無論從哪方面看,都被刻畫為與人一樣有七情六慾。
1:330
Καὶ γάρ θην κείνοις θνητὸς χρώς
“For indeed in those gods too the flesh is mortal.”
「因為在那些神身上,肌膚也是會死的。」
1:331
Τεκμηριοῖ δὲ Ὅμηρος μάλα ἀκριβῶς, Ἀφροδίτην ἐπὶ τῷτραύματι παρεισάγων ὀξὺ καὶ μέγα ἰάχουσαν αὐτόν τε τὸν πολεμικώτατον Ἄρη ὑπὸ τοῦ Διομήδους κατὰ τοῦ κενεῶνος .. οὐτασμένον διηγούμενος
Homer testifies to this most precisely, when he brings in Aphrodite shrieking sharp and loud over her wound, and describes Ares himself, the most warlike of all, pierced through the flank by Diomedes.
荷馬對此作了極精確的見證:他寫到阿芙羅狄忒因傷而尖聲大叫,又敘述那最善戰的阿瑞斯本身,竟被狄俄墨得斯刺穿了腰肋。
1:332
Πολέμων δὲ καὶ τὴν Ἀθηνᾶν ὑπὸ Ὀρνύτου τρωθῆναι λέγει·
And Polemon says that even Athena was wounded by Ornytus.
波勒蒙還說,連雅典娜也曾被俄爾倪托斯所傷。
1:333
ναὶ μὴν καὶ τὸν Ἀιδωνέα ὑπὸ Ἡρακλέους τοξευθῆναι Ὅμηρος λέγει καὶ τὸν Ἥλιον[Αὐγέαν] Πανύασσις ἱστορεῖ
Indeed, Homer says that Aidoneus (Hades) too was shot through by Heracles, and Panyassis records the same of Helios [Augeas].
更有甚者,荷馬說連冥王哈得斯也被赫拉克勒斯射傷,帕尼亞西斯也記載太陽神赫利俄斯(即奧革阿斯)遭同樣的事。
1:334
Ἤδη δὲ καὶ τὴν Ἥραν τὴν ζυγίαν ἱστορεῖ ὑπὸ τοῦ αὐτοῦ Ἡρακλέους ὁ αὐτὸς οὗτος Πανύασσις ἐν Πύλῳ ἠμαθόεντι
This same Panyassis also records that Hera the goddess of marriage was wounded by the same Heracles in sandy Pylos.
這同一位帕尼亞西斯也記載,主管婚姻的女神赫拉,曾在多沙的皮洛斯被同一個赫拉克勒斯所傷。
1:335
Σωσίβιος δὲ καὶ τὸν Ἡρακλέα πρὸς τῶν Ἱπποκοωντιδῶν κατὰ τῆς χειρὸς .. οὐτασθῆναι λέγει
And Sosibius says that Heracles too was wounded in the hand by the sons of Hippocoon.
索西比烏斯又說,赫拉克勒斯本人也曾被希波科翁的眾子刺傷了手。
1:336
Εἰ δὴ τραύματα, καὶ αἵματα·
And if there are wounds, there is blood too.
既有傷口,那就也有血了。
1:337
οἱ γὰρ ἰχῶρες οἱ ποιητικοὶ εἰδεχθέστεροι καὶ τῶν αἱμάτων, σῆψις γὰρ αἵματος ἰχὼρ νοεῖται
For the ichor of the poets is even more loathsome than mortal blood, since ichor is understood to be putrefied blood.
詩人們所說的「神血(ichor)」其實比凡人的血更令人作嘔,因為「神血」實在被理解為腐敗了的血。
1:338
Ἀνάγκη τοίνυν θεραπείας καὶ .. τροφὰς παρεισάγειν αὐτοῖς, ὧν εἰσιν ἐνδεεῖς
It is necessary, then, to introduce treatments and nourishment for them, of which they stand in need.
如此說來,就必須為他們提供醫治與食物,因為他們有此需要。
1:339
Διὸ τράπεζαι καὶ μέθαι καὶ γέλωτες καὶ συνουσίαι, οὐκ ἂν ἀφροδισίοις χρωμένων ἀνθρωπίνοις οὐδὲ παιδοποιουμένων οὐδὲ μὴν ὑπνωσσόντων, εἰ ἀθάνατοι καὶ ἀνενδεεῖς καὶ ἀγήρῳ ὑπῆρχον
Hence tables and drunkenness and laughter and sexual unions—which would have no place if they did not indulge in human pleasures of love, nor beget children, nor indeed sleep, supposing they were immortal, free from need, and ageless.
於是便有了筵席、醉酒、嬉笑與交合——倘若他們真是不朽、無所需求、不會衰老的,這些事就根本不會發生,他們便不會像人那樣縱情情慾,不會生兒育女,也不會睡眠。
1:340
Μετέλαβεν δὲ καὶ τραπέζης ἀνθρωπίνης παρὰ τοῖς Αἰθίοψιν, ἀπανθρώπου δὲ καὶ ἀθέσμου αὐτὸς ὁ Ζεὺς παρὰ Λυκάονι τῷ Ἀρκάδι ἑστιώμενος·
Zeus himself even partook of a human table among the Ethiopians, and of an inhuman and lawless one when he was feasted by Lycaon the Arcadian.
宙斯自己甚至在衣索比亞人中分享人間的筵席,又在阿卡迪亞人呂卡翁宴請他時,分享了一場慘無人道、悖逆律法的筵席。
1:341
ἀνθρωπείων γοῦν ἐνεφορεῖτο σαρκῶν οὐχ ἑκών
Indeed, he gorged himself on human flesh, though unwittingly.
他竟然飽食人肉,雖然是在不知情之下。
1:342
Ἠγνόει γὰρ ὁ θεὸς ὡς ἄρα Λυκάων ὁ Ἀρκὰς ὁ ἑστιάτωρ αὐτοῦ τὸν παῖδα κατασφάξας τὸν αὑτοῦ (Νύκτιμος ὄνομα αὐτῷ) παραθείη ὄψον τῷ Διί
For the god did not know that Lycaon the Arcadian, his host, had slaughtered his own child (Nyctimus was his name) and set him as a dish before Zeus.
因為那神並不知道,他的東道主、阿卡迪亞人呂卡翁,已宰殺了自己的孩子(那孩子名叫倪克提摩斯),把他當作菜餚擺在宙斯面前。
1:343
Καλός γε ὁ Ζεὺς ὁ μαντικός, ὁ ξένιος, ὁ ἱκέσιος, ὁ μειλίχιος, ὁ πανομφαῖος, ὁ προστροπαῖος·
A fine Zeus indeed—the prophetic, the protector of strangers, the helper of suppliants, the gracious, the all-oracular, the averter of evil!
好一個宙斯啊——那賜神諭的、護佑客旅的、垂聽懇求者的、慈和的、發出萬般預兆的、驅災避禍的!
1:344
μᾶλλον δὲ <ὁ> ἄδικος, ὁ ἄθεσμος, ὁ ἄνομος, ὁ ἀνόσιος, ὁ ἀπάνθρωπος, ὁ βίαιος, ὁ φθορεύς, ὁ μοιχός, ὁ ἐρωτικός
Or rather the unjust, the lawless, the iniquitous, the unholy, the inhuman, the violent, the corrupter, the adulterer, the lecher.
倒不如說,他是那不義的、違法的、無法無天的、不虔的、慘無人道的、施暴的、敗壞者、姦夫、好色之徒。
1:345
Ἀλλὰ τότε μὲν ἦν, ὅτε τοιοῦτος ἦν, ὅτε ἄνθρωπος ἦν, νῦν δὲ ἤδη μοι δοκοῦσι .. καὶ οἱ μῦθοι ὑμῖν γεγηρακέναι
But that was once upon a time, when he was such, when he was a man; whereas now, it seems to me, even your myths have grown old along with him.
然而那是從前的事了,那時他還是那個樣子,那時他還是個人;可如今在我看來,連你們的神話都已隨他一同衰老了。
1:346
Δράκων ὁ Ζεὺς οὐκέτι, οὐ κύκνος ἐστίν, οὐκ ἀετός, οὐκ ἄνθρωπος ἐρωτικός·
Zeus is no longer a serpent, nor is he a swan, nor an eagle, nor an amorous man.
宙斯不再是蛇,不再是天鵝,不再是鷹,也不再是個好色的男人。
1:347
οὐχ ἵπταται θεός, οὐ παιδεραστεῖ, οὐ φιλεῖ, οὐ βιάζεται, καίτοι πολλαὶ καὶ καλαὶ καὶ νῦν ἔτι γυναῖκες καὶ Λήδας εὐπρε πέστεραι καὶ Σεμέλης ἀκμαιότεραι, μειράκια δὲ ὡραιότερα .. καὶ πολιτικώτερα τοῦ Φρυγίου βουκόλου
The god does not fly, he does not pursue boys, he does not make love, he does not ravish—and yet even now there are many fair women more comely than Leda and in fuller bloom than Semele, and youths more beautiful and more refined than the Phrygian cowherd.
這神不再飛翔,不再戀童,不再交歡,不再施暴——可如今依然有許多美女,比勒達更俊美,比塞墨勒更嬌豔,也有比那弗里基亞牧人更俊秀、更有教養的少年。
1:348
Ποῦ νῦν ἐκεῖνος ὁ ἀετός; Ποῦ δὲ ὁ κύκνος; Ποῦ δὲ αὐτὸς ὁ Ζεύς; Γεγήρακε μετὰ τοῦ πτεροῦ·
Where now is that eagle? Where the swan? Where Zeus himself? He has grown old along with his feathers.
如今那鷹在哪裡?那天鵝在哪裡?宙斯本身又在哪裡?他已隨他的羽翼一同衰老了。
1:349
Γυμνοῦται δὲ ὑμῖν ὁ μῦθος·
The myth is being stripped bare before you.
這神話正在你們面前被剝個精光。
1:350
ἀπέθανεν ἡ Λήδα, ἀπέθανεν ὁ κύκνος, ἀπέθανεν ὁ ἀετός
Leda is dead, the swan is dead, the eagle is dead.
勒達死了,天鵝死了,鷹也死了。
1:351
Ζητεῖς σου τὸν Δία; μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆν πολυπραγ .. μόνει
Are you seeking your Zeus? Do not pry into heaven, but busy yourself with the earth.
你在尋找你的宙斯嗎?不要在天上探尋,倒要在地上去查問。
1:352
Ὁ Κρής σοι διηγήσεται, παρ' ᾧ καὶ τέθαπται·
The Cretan will tell you, in whose land he also lies buried.
那克里特人會告訴你,他正埋葬在克里特人的地土裡。
1:353
καὶ γὰρ τάφον, ὦ ἄνα, σεῖο Κρῆτες ἐτεκτήναντο
“For indeed, O Lord, the Cretans fashioned a tomb for you.”
「主啊,連克里特人都為你建造了一座墳墓。」
1:354
Τέθνηκε γὰρ ὁ Ζεὺς (μὴ δυσφόρει) ὡς Λήδα, ὡς κύκνος, ὡς ἀετός, ὡς ἄνθρωπος ἐρωτικός, ὡς δράκων
For Zeus is dead (do not take it ill)—like Leda, like the swan, like the eagle, like the amorous man, like the serpent.
因為宙斯死了(別難過)——像勒達一樣,像天鵝、像鷹、像那好色的男人、像蛇一樣。
1:355
Ἤδη δὲ καὶ αὐτοὶ φαίνονται οἱ δεισιδαίμονες ἄκοντες μέν, ὅμως δ' οὖν συνιέντες τὴν πλάνην τὴν περὶ τοὺς θεούς·
And by now even the superstitious themselves are seen, unwillingly indeed yet nonetheless, to perceive the error concerning their gods.
如今連那些迷信的人自己也顯出——雖出於不情願,卻終究——已看清了關乎他們眾神的這場謬誤。
1:356
οὐ γὰρ ἀπὸ δρυός εἰσι παλαιφάτου οὐδ' ἀπὸ πέτρης, ἀλλ' ἀνδρῶν γένος εἰσί, μικρὸν δὲ ὕστερον καὶ δρύες .. ὄντες εὑρεθήσονται καὶ πέτραι
“For they are not sprung from the oak of ancient story, nor from the rock, but are of the race of men”—though a little later they will also be found to be oaks and rocks.
「因為他們並非出自古老傳說中的橡樹,也非出自磐石,乃是人類的後裔。」——不過再過不久,就會發現他們也成了橡樹與磐石(即木石偶像)。
1:357
Ἀγαμέμνονα γοῦν τινα Δία ἐν Σπάρτῃ τιμᾶσθαι Στάφυλος ἱστορεῖ·
Staphylus, at any rate, records that a certain Agamemnon was honoured as Zeus in Sparta.
至少斯塔菲洛斯記載,在斯巴達有一位阿伽門農被當作宙斯來敬奉。
1:358
Φανοκλῆς δὲ ἐν Ἔρωσιν ἢ Καλοῖς Ἀγαμέμνονα τὸν Ἑλλήνων βασιλέαἈργύννου νεὼν Ἀφροδίτης ἵστασθαι ἐπ' Ἀργύννῳ τῷ.. ἐρωμένῳ
And Phanocles, in his Loves, or Fair Youths, says that Agamemnon, king of the Greeks, erected a temple of Aphrodite-Argynnis in memory of Argynnus, his beloved.
法諾克勒斯在其《情愛》(又名《美少年》)中說,希臘人的王阿伽門農,為紀念他所愛的少年阿爾古諾斯,建了一座阿爾古尼斯的阿芙羅狄忒廟。
1:359
Ἄρτεμιν δὲ Ἀρκάδες Ἀπαγχομένην καλουμένηνπροστρέπονται, ὥς φησι Καλλίμαχος ἐν Αἰτίοις
The Arcadians invoke an Artemis called “the Hanged,” as Callimachus says in his Aetia.
阿卡迪亞人祈求一位名叫「被吊死的」阿耳忒彌斯,正如卡利馬科斯在《緣起》中所說。
1:360
Καὶ Κονδυλῖτις ἐν Μηθύμνῃ ἑτέρα τετίμηται Ἄρτεμις
And another Artemis, called Condylitis, is honoured at Methymna.
在墨堤姆納還有另一位名叫孔狄利提斯的阿耳忒彌斯受人敬奉。
1:361
Ἔστιδὲ καὶ Ποδάγρας ἄλλης Ἀρτέμιδος ἐν τῇ Λακωνικῇ ἱερόν, .. ὥς φησι Σωσίβιος
There is also in Laconia a sanctuary of yet another Artemis, called “of the gout,” as Sosibius says.
據索西比烏斯說,在拉科尼亞還有一座名叫「治痛風的」另一位阿耳忒彌斯的廟。
1:362
Πολέμων δὲ Κεχηνότος Ἀπόλλωνος .. οἶδεν ἄγαλμα, καὶ Ὀψοφάγου πάλιν Ἀπόλλωνος ἄλλο ἐν Ἤλιδι τιμώμενον
And Polemon knows of a statue of “gaping” Apollo, and again of another “gluttonous” Apollo honoured in Elis.
波勒蒙又知道有一尊「張口的」阿波羅像,還有另一尊「貪食的」阿波羅在厄利斯受敬奉。
1:363
Ἐνταῦθα Ἀπομυίῳ Διὶ θύουσιν ἨλεῖοιῬωμαῖοι δὲ Ἀπομυίῳ Ἡρακλεῖ καὶ Πυρετῷ δὲ καὶ Φόβῳθύουσιν, οὓς καὶ αὐτοὺς μετὰ τῶν ἀμφὶ τὸν Ἡρακλέα ἐγγρά .. φουσι
There the Eleans sacrifice to Zeus the fly-averter; and the Romans sacrifice to Heracles the fly-averter, and to Fever and to Fear, whom they also enroll among the company of Heracles.
在那裡,厄利斯人向「驅蠅的」宙斯獻祭;羅馬人則向「驅蠅的」赫拉克勒斯,以及向「瘟熱」與「恐懼」獻祭,並把這後兩者也列入赫拉克勒斯的隨從中。
1:364
Ἐῶ δὲ Ἀργείους < καὶ Λάκωνας>·
I pass over the Argives and the Laconians.
我就略過阿爾戈斯人和拉科尼亞人不提了。
1:365
Ἀφροδίτην Τυμβωρύχον θρῃσκεύουσιν Ἀργεῖοι [ καὶ Λάκωνες], καὶ Χελύτιδα δὲ Ἄρτεμιν Σπαρτιᾶται σέβουσιν·
The Argives worship Aphrodite the “tomb-robber,” and the Spartans revere Artemis Chelytis.
阿爾戈斯人崇拜「掘墓的」阿芙羅狄忒,斯巴達人則敬奉「咳嗽的」阿耳忒彌斯。
1:366
ἐπεὶ τὸ βήττειν χελύττειν καλοῦσιν
For they call coughing “chelyttein.”
因為他們把咳嗽稱作「chelyttein」。
1:367
Οἴει ποθὲν παρέγγραπτα ταῦτά σοι κομίζεσθαι τὰ ὑφ' ἡμῶν παρατιθέμενα; Οὐδὲ τοὺς σοὺς γνωρίζειν ἔοικας συγγραφεῖς, οὓς ἐγὼ μάρτυρας ἐπὶ τὴν σὴν ἀπιστίαν καλῶ, ἀθέου χλεύης, ὦ δείλαιοι, τὸν πάντα ὑμῶν ἀβίωτον ὄντως .. βίον ἐμπεπληκότες
Do you suppose that these things which I cite are smuggled in from somewhere by us? You seem not even to recognize your own writers, whom I call as witnesses against your unbelief—you wretches who have filled your whole truly unlivable life with godless mockery.
你以為我所引用的這些是我們從別處偷塞進來的嗎?你連自己的作者都認不出來了,而我正是召他們來作見證,揭發你那不信;可憐的人哪,你們把自己整個實在無法度日的人生,都塞滿了褻瀆神明的嘲弄。
1:368
Οὐχὶ μέντοι Ζεὺς φαλακρὸς ἐν Ἄργει, τιμωρὸς δὲ ἄλλος ἐν Κύπρῳ τετίμησθον; Οὐχὶ δὲ Ἀφροδίτῃ περιβασοῖ μὲν Ἀργεῖοι, ἑταίρᾳ δὲ Ἀθηναῖοι καὶ καλλιπύγῳ θύουσιν Συρακούσσιοι, ἣν Νίκανδρος ὁ ποιητὴς καλλίγλου .. τόν που κέκληκεν; Διόνυσον δὲ ἤδη σιωπῶ τὸν χοιροψάλαν·
Is there not a bald Zeus in Argos, and another avenging Zeus honoured in Cyprus? Do not the Argives sacrifice to a “wide-straddling” Aphrodite, the Athenians to a “courtesan” Aphrodite, and the Syracusans to one “of the fair buttocks,” whom the poet Nicander somewhere called “the fair-buttocked”? As for Dionysus the “sow-fingerer,” I now pass him over in silence.
在阿爾戈斯不是有一個禿頭的宙斯,在塞浦路斯不是另有一個受敬奉的復仇者宙斯嗎?阿爾戈斯人不是向「叉腿的」阿芙羅狄忒、雅典人向「妓女」阿芙羅狄忒、敘拉古人向「美臀的」阿芙羅狄忒獻祭嗎?詩人尼坎德爾在某處便稱她為「美臀者」。至於那「淫弄豬陰的」狄俄倪索斯,我如今就閉口不提了。
1:369
Σικυώνιοι τοῦτον προσκυνοῦσιν ἐπὶ τῶν γυναικείων τάξαντες τὸν Διόνυσον μορίων, ἔφορον αἴσχους τὸν ὕβρεως σεβάζοντες ἀρχηγόν
The Sicyonians worship this Dionysus, having appointed him over the female parts, revering as guardian of shame the very originator of outrage.
西基翁人崇拜這位狄俄倪索斯,把他立為主管女陰之神,敬奉這位淫亂的始作俑者為「羞恥的守護者」。
1:370
Τοιοίδε μὲν αὐτοῖς οἱ θεοί, τοιοίδε < δὲ> καὶ αὐτοί, παίζοντες ἐν θεοῖς, μᾶλλον δὲ ἐμπαίζοντες καὶ ἐνυβρίζοντες .. σφίσιν αὐτοῖς
Such, then, are their gods, and such are they themselves—sporting with their gods, or rather mocking and insulting their own selves.
他們的神明既是如此,他們自己也是如此——拿眾神嬉戲,倒不如說是在嘲弄、羞辱他們自己。
1:371
Καὶ πόσῳ βελτίους Αἰγύπτιοι κωμηδὸν καὶ κατὰ πόλεις τὰ ἄλογα τῶν ζῴων ἐκτετιμηκότες ἤπερ Ἕλληνες τοιούτους προσκυνοῦντες θεούς; Τὰ μὲν γὰρ εἰ καὶ θηρία, ἀλλ' οὐ μοιχικά, ἀλλ' οὐ μάχλα, παρὰ φύσιν δὲ θηρεύει ἡδονὴν οὐδὲ ἕν
And how much better are the Egyptians, who, village by village and city by city, honour the irrational animals, than the Greeks who worship such gods as these? For the Egyptians’ animals, even if they are beasts, are at least not adulterous, not lustful, and none of them hunts after pleasure contrary to nature.
那麼,埃及人逐村逐城地敬奉那些無理性的牲畜,豈不比敬拜這等神明的希臘人強得多嗎?因為埃及人所拜的那些東西,雖是禽獸,至少不淫亂、不放蕩,也沒有一個違反本性去追逐邪情。
1:372
Οἳ δὲ ὁποῖοι, τί καὶ χρὴ λέγειν ἔτι, .. ἀποχρώντως αὐτῶν διεληλεγμένων; Ἀλλ' οὖν γε Αἰγύπτιοι, ὧν νῦν δὴ ἐμνήσθην, κατὰ τὰς θρῃσκείας τὰς σφῶν ἐσκέ δανται·
But as for what sort these gods are, what need is there to say more, since they have been sufficiently exposed? Yet the Egyptians, of whom I just now made mention, are also divided in their forms of worship.
至於這些神是何等貨色,既已被充分揭露,又何須再說呢?不過我方才提到的埃及人,他們在各自的崇拜上也是各行其是、莫衷一是。
1:373
σέβουσι δὲ αὐτῶν Συηνῖται φάγρον τὸν ἰχθύν, μαιώτην δὲ ( ἄλλος οὗτος ἰχθύς) οἱ τὴν Ἐλεφαντίνην οἰκοῦν τες, Ὀξυρυγχῖται τὸν φερώνυμον τῆς χώρας αὐτῶν ὁμοίως ἰχθύν, ἔτι γε μὴν Ἡρακλεοπολῖται ἰχνεύμονα, Σαῗται δὲ καὶ Θηβαῖοι πρόβατον, Λυκοπολῖται δὲ λύκον, Κυνοπολῖται .. δὲ κύνα, τὸν Ἆπιν Μεμφῖται, Μενδήσιοι τὸν τράγον
The people of Syene revere the phagrus fish, the inhabitants of Elephantine the maeotes (this is another fish), the Oxyrhynchites likewise the fish that bears the name of their region; the Heracleopolites moreover revere the ichneumon, the people of Sais and Thebes a sheep, the Lycopolites a wolf, the Cynopolites a dog, the Memphites the Apis bull, and the Mendesians a goat.
敘埃內人敬奉法格魯斯魚,象島居民敬奉邁俄忒斯魚(這是另一種魚),俄克緒林科斯人同樣敬奉那以其地命名的魚;此外,赫拉克勒奧波利斯人敬奉埃及貓鼬,賽斯人和底比斯人敬奉綿羊,呂科波利斯人敬奉狼,庫諾波利斯人敬奉狗,孟斐斯人敬奉阿庇斯神牛,門得斯人則敬奉公山羊。
1:374
Ὑμεῖς δὲ οἱ πάντ' ἀμείνους Αἰγυπτίων (ὀκνῶ δὲ εἰπεῖν χείρους), οἳ τοὺς Αἰγυπτίους ὁσημέραι γελῶντες οὐ παύεσθε, ὁποῖοί τινες καὶ περὶ τὰ ἄλογα ζῷα; Θεσσαλοὶ μὲν ὑμῶν τοὺς πελαργοὺς τετιμήκασι διὰ τὴν συνήθειαν, Θηβαῖοι δὲ τὰς γαλᾶς διὰ τὴν Ἡρακλέους γένεσιν
But you who are in all things better than the Egyptians (I shrink from saying worse), who never cease daily to laugh at the Egyptians—what sort of people are you yourselves with regard to the irrational animals? The Thessalians among you have honoured storks because of custom, and the Thebans weasels because of the birth of Heracles.
可是你們這些自以為事事都勝過埃及人的人(我簡直不忍說「更壞」),你們天天不住地譏笑埃及人——可你們自己在對待這些無理性的牲畜上又是何等人呢?你們當中的色薩利人因習俗而敬奉鸛鳥,底比斯人因赫拉克勒斯的出生而敬奉黃鼠狼。
1:375
Τί δὲ πάλιν Θετταλοί; Μύρμηκας ἱστοροῦνται σέβειν, ἐπεὶ τὸν Δία μεμαθήκασιν ὁμοιωθέντα μύρμηκι τῇ Κλήτορος θυγατρὶ Εὐρυμεδούσῃ .. μιγῆναι καὶ Μυρμιδόνα γεννῆσαι·
And again, what of the Thessalians? They are said to revere ants, since they have learned that Zeus, having taken the likeness of an ant, mated with Eurymedusa the daughter of Cletor, and begot Myrmidon.
再說色薩利人又如何?據說他們敬奉螞蟻,因為他們得知宙斯曾化作螞蟻,與克勒托爾的女兒歐律墨杜薩交合,生下了彌爾彌冬。
1:376
Πολέμων δὲ τοὺς ἀμφὶ τὴν Τρωάδα κατοικοῦντας ἱστορεῖ τοὺς ἐπιχωρίους μῦς οὓς σμίνθους καλοῦσιν, ὅτι τὰς νευρὰς τῶν πολεμίων διέ τρωγον τῶν τόξων·
And Polemon records that the inhabitants of the Troad worship the native mice which they call “sminthoi,” because these had gnawed through the bowstrings of their enemies’ bows.
波勒蒙又記載,特洛阿德地區的居民崇拜當地一種他們稱作「斯明托斯」的鼠類,因為這些老鼠曾咬斷了敵人弓上的弓弦。
1:377
Ἡρακλείδης δὲ ἐν Κτίσεσιν ἱερῶν περὶ τὴν Ἀκαρνανίαν φησίν, ἔνθα τὸ Ἄκτιόν ἐστιν ἀκρωτήριον καὶ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου τὸ ἱερόν, ταῖς .. μυίαις προθύεσθαι βοῦν
And Heraclides, in his Foundings of Sanctuaries concerning Acarnania, where the promontory Actium lies and the sanctuary of Apollo Actius, says that an ox is offered in preliminary sacrifice to the flies.
赫拉克利得斯在其論阿卡爾納尼亞的《聖所建立記》中說,在阿克提翁海岬與阿克提翁阿波羅聖所所在之地,人們先獻一頭牛作為向蒼蠅的開祭。
1:378
Οὐδὲ μὴν Σαμίων ἐκλήσομαι ( πρόβατον, ὥς φησιν Εὐφορίων, σέβουσι Σάμιοι) οὐδέ γε τῶν τὴν Φοινίκην Σύρων κατοικούντων, ὧν οἳ μὲν τὰς περιστεράς, οἳ δὲ τοὺς ἰχθῦς οὕτω σέβουσι περιττῶς ὡς Ἠλεῖοι τὸν Δία
Nor indeed shall I forget the Samians (the Samians revere a sheep, as Euphorion says), nor the Syrians who inhabit Phoenicia, of whom some revere doves and others fish as extravagantly as the Eleans revere Zeus.
我也決不會忘了薩摩斯人(據歐福里翁說,薩摩斯人敬奉綿羊),也不會忘了住在腓尼基的敘利亞人,他們有的敬奉鴿子,有的敬奉魚,其誇張的程度不亞於厄利斯人敬奉宙斯。
1:379
ἐπειδὴ οὐ θεοί, οὓς θρῃσκεύετε, αὖθις ἐπισκέψασθαί μοι δοκεῖ εἰ ὄντως εἶεν δαίμονες, δευτέρᾳ ταύτῃ, ὡς ὑμεῖς φατέ, ἐγκαταλεγόμενοι τάξει
Since, then, those whom you worship are not gods, it seems good to me to inquire next whether they are really daemons, enrolled, as you say, in this second rank.
既然你們所崇拜的並非神明,我認為接下來該查考:他們是否真是那些精靈(daemons)——按你們所說,被列在這第二等級的。
1:380
Εἰ γὰρ οὖν .. δαίμονες, λίχνοι τε καὶ μιαροί
For if they are daemons, they are both gluttonous and foul.
因為他們若真是精靈,那也是既貪饞又污穢的。
1:381
Ἔστι μὲν ἐφευρεῖν καὶ ἀναφανδὸν οὕτω κατὰ πόλεις δαίμονας ἐπιχωρίους τιμὴν ἐπιδρεπομένους, παρὰ Κυθνίοις Μενέδημον, παρὰ Τηνίοις Καλλισταγόραν, παρὰ Δηλίοις Ἄνιον, παρὰ Λάκωσιν Ἀστράβακον
One can indeed discover, openly thus, even local daemons reaping honour city by city—among the Cythnians Menedemus, among the Tenians Callistagoras, among the Delians Anius, among the Lacedaemonians Astrabacus.
確實,人甚至可以這樣公開地發現各城都有本地的精靈在獲取尊崇——在庫特諾斯人中有墨涅得摩斯,在忒諾斯人中有卡利斯塔戈拉斯,在得洛斯人中有阿尼俄斯,在拉刻代蒙人中有阿斯特拉巴科斯。
1:382
Τιμᾶται δέ τις καὶ Φαληροῖ κατὰ πρύμναν ἥρως·
At Phalerum, too, a certain hero is honoured “at the stern.”
在法勒戎,也有一位「船尾」英雄受人敬奉。
1:383
καὶ ἡ Πυθία συνέταξε θύειν Πλαταιεῦσιν Ἀνδρο κράτει καὶ Δημοκράτει καὶ Κυκλαίῳ καὶ Λεύκωνι τῶν .. Μηδικῶν ἀκμαζόντων ἀγώνων
And the Pythia (priestess of Apollo) instructed the Plataeans to sacrifice to Androcrates, Democrates, Cyclaeus, and Leucon during the height of the Persian wars.
皮提亞女祭司又吩咐普拉泰亞人,在波斯戰爭最激烈之際,向安德羅克拉特斯、得摩克拉特斯、庫克萊俄斯和琉孔獻祭。
1:384
Ἔστι καὶ ἄλλους παμπόλ λους συνιδεῖν δαίμονας τῷ γε καὶ σμικρὸν διαθρεῖν δυνα μένῳ·
It is possible for anyone able to observe even a little to discern very many other daemons besides.
任何稍能明察的人,都還能辨認出此外許許多多的精靈。
1:385
τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ δαίμονες ἀθάνατοι, φύλακες μερόπων ἀνθρώπων
“For thrice ten thousand are they upon the bountiful earth, immortal daemons, guardians of mortal men.”
「因為在這肥沃大地之上,他們有三萬之眾,不朽的精靈,看守必死之人。」
1:386
Τίνες εἰσὶν οἱ φύλακες, ὦ Βοιώτιε, μὴ φθονέσῃς λέγειν
Who are these guardians, O Boeotian (Hesiod)? Do not grudge to tell us.
波俄提亞人哪(赫西俄德),這些守護者究竟是誰?請不要吝於告訴我們。
1:387
Ἢ δῆλον ὡς οὗτοι καὶ οἱ τούτων ἐπιτιμότεροι, οἱ μεγάλοι δαίμονες, ὁ Ἀπόλλων, ἡ Ἄρτεμις, ἡ Λητώ, ἡ Δημήτηρ, ἡ Κόρη, ὁ Πλούτων, ὁ Ἡρακλῆς, αὐτὸς ὁ Ζεύς
Or is it clear that these, and those more august than they, the great daemons—Apollo, Artemis, Leto, Demeter, Kore, Pluto, Heracles, Zeus himself—are meant?
莫非顯然指的就是這些,以及比他們更為尊貴的大精靈——阿波羅、阿耳忒彌斯、勒托、得墨忒耳、科瑞、普路托、赫拉克勒斯,乃至宙斯本身?
1:388
Ἀλλ' οὐκ ἀποδρᾶναι ἡμᾶς φυλάττουσιν, Ἀσκραῖε, μὴ ἁμαρτάνειν δὲ ἴσως, οἱ ἁμαρτιῶν δῆτα οὐ πεπειραμένοι
But it is not from running away that they guard us, O man of Ascra (Hesiod), but perhaps from sinning—they who have surely had no experience of sins!
可是阿斯克拉人哪(赫西俄德),他們看守我們並不是防我們逃跑,倒或許是防我們犯罪——他們這些壓根兒沒嘗過罪味的傢伙!
1:389
Ἐνταῦθα δὴ τὸ παροιμιῶδες ἐπιφθέγξασθαι ἁρμόττει πατὴρ ἀνουθέτητος παῖδα νουθετεῖ
Here, then, it is fitting to add the proverbial saying: “A father in need of admonishment admonishes his child.”
那麼此處正適合加上那句俗諺:「一個自己尚需受訓的父親,倒去訓誡兒子。」
1:390
Εἰ δ' ἄρα καὶ εἰσὶ φύλακες οὗτοι, οὐκ εὐνοίᾳ τῇ πρὸς ὑμᾶς περιπαθεῖς, τῆς δὲ ὑμεδαπῆς ἀπωλείας ἐχόμενοι, κολάκων δίκην ἐγχρίμπτονται τῷ βίῳ, δελεαζόμενοι καπνῷ
But if these really are guardians, it is not out of any goodwill toward you that they are deeply concerned; rather, intent on your destruction, like flatterers they fasten themselves upon your life, lured by the savour of sacrificial smoke.
但他們若真是守護者,他們的殷切並非出於對你們的善意;他們倒是一心要毀滅你們,像諂媚者一般纏附在你們的生活上,被那祭煙的香氣所引誘。
1:391
Αὐτοί που ἐξομολογοῦνται οἱ δαίμονες τὴν γαστριμαργίαν τὴν αὑτῶν, λοιβῆς τε κνίσης τε·
The daemons themselves somewhere confess their own gluttony: “of libation and of savour of fat.”
這些精靈自己也在某處承認了他們的貪饞:「我們所得的,乃是奠酒與燔脂的香氣。」
1:392
τὸ γὰρ λάχομεν γέρας ἡμεῖς, .. λέγοντες
For “this is the privilege we have obtained,” they say.
因為他們說:「這就是我們所分得的尊榮。」
1:393
Τίνα δ' ἂν φωνὴν ἄλλην, εἰ φωνὴν λάβοιεν Αἰγυπ τίων θεοί, οἷα αἴλουροι καὶ γαλαῖ, προήσονται ἢ τὴν Ὁμηρι κήν τε καὶ ποιητικήν, τῆς κνίσης τε καὶ ὀψαρτυτικῆς φίλην; τοιοίδε μέντοι παρ' ὑμῖν οἵ τε δαίμονες καὶ οἱ θεοὶ καὶ εἴ τινες ἡμίθεοι ὥσπερ ἡμίονοι κέκληνται·
And what other voice would the gods of the Egyptians utter, if they should get a voice—such as cats and weasels—than the Homeric and poetic one, dear to the savour of fat and to cookery? Such, indeed, among you are the daemons and the gods, and any so-called demigods who, like mules (hemionoi), are called “half-gods.”
假如埃及人的神——例如貓和黃鼠狼——當真開了口,牠們除了發出那荷馬式、詩人式、貪戀燔脂與烹調之物的聲音外,還能發出別的什麼聲音呢?在你們當中,那些精靈、眾神,以及任何所謂的「半神」(hemitheoi)——他們竟像騾子(hemionoi)一般被稱呼——正是這等貨色。
1:394
οὐδὲ γὰρ οὐδὲ ὀνομάτων ὑμῖν πενία πρὸς τὰς τῆς ἀσεβείας συνθέσεις
For indeed you are at no loss for names to compound your impieties.
因為你們在編造褻瀆的名號上,實在從不缺辭彙。
1:395
Φέρε δὴ οὖν καὶ τοῦτο προσθῶμεν, ὡς ἀπάνθρωποι καὶ μισάνθρωποι δαίμονες εἶεν ὑμῶν οἱ θεοὶ καὶ οὐχὶ μόνον ἐπιχαίροντες τῇ φρενοβλαβείᾳ τῶν ἀνθρώπων, πρὸς δὲ καὶ ἀνθρωποκτονίας ἀπολαύοντες·
Come then, let us add this too: that your gods are inhuman and man-hating daemons, who not only delight in the madness of men but moreover take pleasure in human slaughter.
那麼再加上這一點吧:你們的神乃是慘無人道、仇恨人類的精靈,他們不僅以人的瘋狂為樂,而且還貪嗜屠戮人命。
1:396
νυνὶ μὲν τὰς ἐν σταδίοις ἐνόπλους φιλονικίας, νυνὶ δὲ τὰς ἐν πολέμοις ἀναρίθμους φιλοτιμίας ἀφορμὰς σφίσιν ἡδονῆς ποριζόμενοι, ὅπως ὅτι μάλιστα ἔχοιεν ἀνθρωπείων ἀνέδην ἐμφορεῖσθαι φόνων·
Now they provide for themselves occasions of pleasure in the armed contests in the stadiums, now in the countless rivalries of wars, that they may be able to glut themselves to the full and without restraint on human bloodshed.
他們時而藉競技場中持械的角鬥,時而藉戰場上無數的爭勝廝殺,為自己製造享樂的由頭,好讓自己能盡情無度地飽嘗人命的血。
1:397
ἤδη δὲ κατὰ πόλεις καὶ ἔθνη, οἱονεὶ λοιμοὶ ἐπισκήψαντες, .. σπονδὰς ἀπῄτησαν ἀνημέρους
And ere now, falling upon cities and nations like plagues, they have demanded savage libations.
在此之前,他們也曾像瘟疫一般撲向各城邦各民族,索求野蠻的奠祭。
1:398
Ἀριστομένης γοῦν ὁ Μεσ σήνιος τῷ Ἰθωμήτῃ Διὶ τριακοσίους ἀπέσφαξεν, τοσαύτας ὁμοῦ καὶ τοιαύτας καλλιερεῖν οἰόμενος ἑκατόμβας·
Aristomenes the Messenian, at any rate, slaughtered three hundred men to Zeus of Ithome, supposing that so many and such hecatombs would yield favourable omens.
至少那墨西尼亞人阿里斯托墨涅斯,為伊托墨的宙斯宰殺了三百人,以為獻上這麼多、這樣的百牲祭,就能得吉兆。
1:399
ἐν οἷς καὶ Θεόπομπος ἦν Λακεδαιμονίων βασιλεύς, ἱερεῖον εὐγενές
Among them was even Theopompus, king of the Lacedaemonians, a noble victim.
其中竟有拉刻代蒙人的王忒俄彭波斯,一個出身高貴的祭牲。
1:400
Ταῦροι δὲ τὸ ἔθνος, οἱ περὶ τὴν Ταυρικὴν χερρόνησον κατοικοῦντες, οὓς ἂν τῶν ξένων παρ' αὑτοῖς ἕλωσι, τούτων δὴ τῶν κατὰ θάλατταν ἐπταικότων, αὐτίκα μάλα τῇ Ταυρικῇ καταθύουσιν Ἀρτέμιδι·
And the Tauri, the nation dwelling around the Tauric peninsula, whenever they capture any of the strangers among them—namely those who have been shipwrecked upon their coast—straightway sacrifice them to the Tauric Artemis.
陶洛伊人,那住在陶里克半島一帶的民族,凡擄獲落在他們手中的外鄉人——就是那些在他們海岸遭船難的人——立刻就把他們獻給陶里克的阿耳忒彌斯。
1:401
ταύτας σου τὰς θυσίας Εὐριπίδης .. ἐπὶ σκηνῆς τραγῳδεῖ
These sacrifices of yours Euripides represents in tragedy upon the stage.
你們這等祭祀,歐里庇得斯曾搬上舞台,編成悲劇。
1:402
Μόνιμος δ' ἱστορεῖ ἐν τῇ Τῶν Θαυμα σίων Συναγωγῇ ἐν Πέλλῃ τῆς Θετταλίας Ἀχαιὸν ἄνθρωπον .. Πηλεῖ καὶ Χείρωνι καταθύεσθαι·
And Monimus relates, in his Collection of Marvels, that at Pella in Thessaly an Achaean man is sacrificed to Peleus and Chiron.
莫尼摩斯在其《奇事彙編》中記述,在色薩利的佩拉,有一個亞該亞人被獻給珀琉斯和喀戎為祭。
1:403
Λυκτίους γὰρ ( Κρητῶν δὲ ἔθνος εἰσὶν οὗτοι) Ἀντικλείδης ἐν Νόστοις ἀποφαίνεται ἀνθρώπους ἀποσφάττειν τῷ Διί, καὶ Λεσβίους Διονύσῳ τὴν .. ὁμοίαν προσάγειν θυσίαν Δωσίδας λέγει·
For Anticleides, in his Returns, declares that the Lyctians (these are a Cretan people) used to slay men in sacrifice to Zeus; and Dosidas says that the Lesbians offered a like sacrifice to Dionysus.
安提克勒得斯在其《歸返記》中宣稱,呂克托斯人(這是克里特的一個族群)曾以人獻給宙斯為祭;多西達斯又說,勒斯波斯人也向狄俄倪索斯獻上同樣的祭。
1:404
Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας·
And Erechtheus the Athenian and Marius the Roman each sacrificed their own daughters.
雅典人厄瑞克透斯與羅馬人馬略,各自獻祭了自己的女兒。
1:405
ὧν ὃ μὲν τῇ Φερεφάττῃ, ὡς Δημάρατος ἐν πρώτῃ Τραγῳδουμένων, ὃ δὲ τοῖς Ἀποτροπαίοις, ὁ Μάριος, ὡς Δωρόθεος ἐν τῇ τετάρτῃ .. Ἰταλικῶν ἱστορεῖ
Of these the one sacrificed his to Pherephatta (Persephone), as Demaratus says in the first book of his Tragic Themes, and the other, Marius, to the Averting Gods, as Dorotheus records in the fourth book of his Italian History.
據得馬拉托斯在《悲劇題材》第一卷所說,前者把女兒獻給了珀爾塞福涅;又據多羅特俄斯在《義大利史》第四卷所記,後者馬略則把女兒獻給了「驅災諸神」。
1:406
Φιλάνθρωποί γε ἐκ τούτων καταφαίνονται οἱ δαίμονες·
How philanthropic, then, the daemons appear from all this!
由這一切看來,這些精靈顯得何等「博愛人類」啊!
1:407
πῶς δὲ οὐχ ὅσιοι ἀναλόγως οἱ δεισιδαίμονες; Οἳ μὲν σωτῆρες εὐφημούμενοι, οἳ δὲ σωτηρίαν αἰτούμενοι παρὰ τῶν ἐπιβούλων σωτηρίας
And how are the superstitious not correspondingly “holy”? The one party being hailed as saviours, the other begging for salvation from those who plot against their salvation.
而那些迷信的人豈不也照樣顯得「虔誠」嗎?一方被尊頌為拯救者,另一方卻向那些謀害他們性命的傢伙乞求拯救。
1:408
Καλλιερεῖν γοῦν τοπάζοντες αὐτοῖς σφᾶς αὐτοὺς λελήθασιν ἀποσφάττοντες ἀνθρώπους
At any rate, fancying they are offering acceptable sacrifices to them, they have unwittingly been slaughtering human beings.
無論如何,他們自以為在向這些精靈獻上蒙悅納的祭,卻不知不覺地一直在屠殺活人。
1:409
Οὐ γὰρ οὖν παρὰ τὸν τόπον ἱερεῖον γίνεται ὁ φόνος, οὐδ' εἰ Ἀρτέμιδί τις καὶ Διὶ ἐν ἱερῷ δῆθεν χωρίῳ μᾶλλον ἢ ὀργῇ καὶ φιλαργυρίᾳ, ἄλλοις ὁμοίοις δαίμοσιν, ἐπὶ βωμοῖς ἢ ἐν ὁδοῖς ἀποσφάττοι τὸν ἄνθρωπον, [ ἱερὸν] ἱερεῖον ἐπιφη μίσας, ἀλλὰ φόνος ἐστὶ καὶ ἀνδροκτασία ἡ τοιαύτη θυσία
For the murder does not become a sacred offering by reason of the place; nor, if someone slays a man supposedly to Artemis and Zeus in a sacred spot rather than out of wrath and avarice (to other daemons of like sort), whether upon altars or in the roads, calling the deed a “sacred offering”—even so, such a sacrifice is murder and manslaughter.
因為兇殺絕不會因地點而變成聖潔的祭物;即使有人在所謂的聖地、在祭壇上或在路途中宰殺一個人,名義上是獻給阿耳忒彌斯和宙斯,而非出於對其他同類精靈的暴怒與貪財,並把這勾當稱作「聖祭」——這樣的祭祀仍舊是謀殺、是殺人流血。
1:410
Τί δὴ οὖν, ὦ σοφώτατοι τῶν ἄλλων ζῴων ἄνθρωποι, τὰ μὲν θηρία περιφεύγομεν τὰ ἀνήμερα, κἄν που περιτύ χωμεν ἄρκῳ ἢ λέοντι, ἐκτρεπόμεθα, ὡς δ' ὅτε τίς τε δράκοντα ἰδὼν παλίνορσος ἀπέστη οὔρεος ἐν βήσσῃς, ὑπό τε τρόμος ἔλλαβε γυῖα, ἄψ τ' ἀνεχώρησεν·
Why then, O men, wisest of all the other animals, do we flee from the savage beasts, and if anywhere we chance upon a bear or a lion we turn aside—“as when a man, catching sight of a serpent, starts back in the glens of a mountain, and trembling seizes his limbs, and he draws back again”?
那麼,人哪——你們這在一切動物中號稱最有智慧的——為何我們躲避那些兇猛的野獸,若在何處撞見熊或獅子便閃避一旁,「正如一個人在山谷裡瞥見蛇便驚退,戰兢抓住四肢,又往後縮去」?
1:411
δαίμονας δὲ ὀλεθρίους καὶ ἀλιτηρίους ἐπιβούλους τε καὶ μισανθρώπους καὶ λυμεῶνας ὄντας προαισθόμενοι καὶ .. συνιέντες οὐκ ἐκτρέπεσθε οὐδὲ ἀποστρέφεσθε; Τί δ' ἂν καὶ ἀληθεύσαιεν οἱ κακοί, ἢ τίνα ἂν ὠφελήσαιεν; Αὐτίκα γοῦν ἔχω σοι βελτίονα, τῶν ὑμεδαπῶν τούτων θεῶν, τῶν δαιμό νων, ἐπιδεῖξαι τὸν ἄνθρωπον, τοῦ Ἀπόλλωνος τοῦ μαντικοῦ .. τὸν Κῦρον καὶ τὸν Σόλωνα
Yet, foreknowing and perceiving that the daemons are destructive and baneful, plotters and man-haters and ruiners, why do you not turn aside from them nor turn away? What truth could the wicked ones ever speak, or whom could they benefit? Indeed, I can at once show you a man better than these gods of yours, these daemons—one better than Apollo the diviner: Cyrus and Solon.
然而你們明知並覺察那些精靈是毀滅性的、害人的、是陰謀者、仇人類者、敗壞者,為何不躲開他們,不轉身離開呢?那些惡者又能說出什麼真話,又能使誰得益呢?事實上,我立刻就能向你指出一個勝過你們這些神、這些精靈的人——一個勝過那賜神諭的阿波羅的人:居魯士和梭倫。
1:412
Φιλόδωρος ὑμῶν ὁ Φοῖβος, ἀλλ' οὐ φιλάνθρωπος
Your Phoebus is a lover of gifts, but no lover of mankind.
你們的福波斯(阿波羅)愛禮物,卻不愛人類。
1:413
Προὔδωκε τὸν Κροῖσον τὸν φίλον καὶ τοῦ μισθοῦ ἐκλαθόμενος (οὕτω φιλόλοξος ἦν) ἀνήγαγε τὸν Κροῖσον διὰ τοῦ Ἅλυος ἐπὶ τὴν πυράν
He betrayed his friend Croesus, and forgetting the fee (so fond of glory was he), he led Croesus across the Halys to the pyre.
他出賣了自己的朋友克洛伊索斯,竟把酬金都忘了(他是這般貪慕虛名),把克洛伊索斯領過哈呂斯河,送上了火堆。
1:414
Οὕτω φιλοῦντες .. οἱ δαίμονες ὁδηγοῦσιν εἰς τὸ πῦρ
Thus loving, the daemons lead men into the fire.
這些精靈就是這般「愛人」——把人引向火裡。
1:415
Ἀλλ', ὦ φιλανθρωπότερε καὶ ἀληθέστερε τοῦ Ἀπόλλωνος ἄνθρωπε, τὸν ἐπὶ τῆς πυρᾶς οἴκτειρον δεδεμένον, καὶ σὺ μέν, ὦ Σόλων, μάντευσαι τὴν ἀλήθειαν, σὺ δέ, ὦ Κῦρε, κέλευσον ἀποσβεσθῆναι τὴν πυράν
But, O man more loving and more truthful than Apollo, pity him bound upon the pyre; and you, O Solon, prophesy the truth, and you, O Cyrus, command the fire to be quenched.
然而,比阿波羅更有愛心、更誠實的人哪,可憐那被綁在火堆上的人吧;梭倫啊,求你預言真理;居魯士啊,求你下令把火澆滅。
1:416
Σωφρόνησον ὕστατον γοῦν, ὦ Κροῖσε, τῷ πάθει μεταμαθών·
Come to your senses at last, O Croesus, taught wisdom by your suffering.
克洛伊索斯啊,你終於該醒悟了,藉著所受的苦難學了智慧。
1:417
ἀχάριστός ἐστιν ὃν προσκυνεῖς, λαμβάνει τὸν μισθὸν καὶ μετὰ τὸ χρυσίον ψεύδεται πάλιν
He whom you worship is ungrateful: he takes the fee, and after the gold he lies again.
你所崇拜的那位是忘恩負義的:他收了酬金,得了金子之後,卻又再次撒謊。
1:418
Τέλος ὅρα οὐχ ὁ δαίμων, ἀλλὰ ὁ ἄνθρωπός σοι λέγει
Look to the end: not the daemon, but the man, tells it to you.
且看那結局:把真相告訴你的,不是那精靈,乃是那人。
1:419
Οὐ λοξὰ μαν τεύεται Σόλων·
Solon does not prophesy obliquely.
梭倫不說模稜兩可的預言。
1:420
τοῦτον εὑρήσεις ἀληθῆ μόνον, ὦ βάρβαρε, τὸν χρησμόν·
This oracle alone, O barbarian, you will find to be true.
蠻族人哪,你會發現惟有這一句神諭是真的。
1:421
τοῦτον ἐπὶ τῆς πυρᾶς δοκιμάσεις
This one you will test upon the pyre.
這一句,你將在火堆上親自驗證。
1:422
Ὅθεν ἔπεισί μοι θαυμάζειν τίσι ποτὲ φαντασίαις ἀπαχθέντες οἱ πρῶτοι πεπλανημένοι δεισιδαιμονίαν ἀνθρώ ποις κατήγγειλαν, δαίμονας ἀλιτηρίους νομοθετοῦντες σέβειν, εἴτε Φορωνεὺς ἐκεῖνος ἦν εἴτε Μέροψ εἴτε ἄλλος τις, οἳ νεὼς καὶ βωμοὺς ἀνέστησαν αὐτοῖς, πρὸς δὲ καὶ θυσίας .. παραστῆσαι πρῶτοι μεμύθευνται
Hence it comes over me to wonder by what fantasies the first deluded men were led astray, who proclaimed superstition to mankind, legislating the worship of baneful daemons—whether it was that Phoroneus, or Merops, or some other, who set up temples and altars to them, and who, moreover, are fabled to have been the first to institute sacrifices.
由此我不禁驚奇:究竟是何等幻象引誘那些最早受惑的人走入歧途,使他們向人類傳揚迷信,立法去崇拜害人的精靈——無論那人是福羅紐斯,還是墨羅普斯,或是別的某人,是他們為這些精靈設立廟宇祭壇,並且據傳說還是頭一個設立祭祀的人。
1:423
Καὶ γὰρ δὴ καὶ κατὰ χρόνους ὕστερον ἀνέπλαττον θεούς, οἷς προσκυνοῖεν
For indeed, in later times too, men kept fashioning gods for themselves to worship.
因為的確,連在後來的世代,人們也不斷地為自己捏造出可供崇拜的神來。
1:424
Ἀμέλει τὸν Ἔρωτα τοῦτον ἐν τοῖς πρεσβυτάτοις τῶν θεῶν εἶναι λεγόμενον ἐτίμα πρότερον οὐδὲ εἷς πρὶν ἢ Χάρμον μειράκιόν τι ἑλεῖν καὶ βωμὸν ἱδρύσασθαι ἐν Ἀκαδημίᾳ χαριστήριον ἐπιτελοῦς γενομένης ἐπιθυμίας·
Take Eros, for instance, who is said to be among the most ancient of the gods—yet not a single person honoured him before Charmus took a certain youth as his beloved and set up an altar in the Academy as a thank-offering for the fulfilment of his desire.
就拿厄洛斯來說,他號稱是最古老的神之一——可是在卡爾摩斯擄獲某個少年作他的所愛、並在阿卡德米學園立壇作為情慾得遂的謝恩祭以前,竟沒有一個人敬奉過他。
1:425
καὶ τῆς νόσου τὴν ἀσέλγειαν Ἔρωτα κεκλήκασι, θεοποιοῦντες ἀκόλαστον ἐπιθυμίαν
And they have called the wantonness of disease “Eros,” deifying unbridled lust.
他們竟把這病態的淫蕩稱作「厄洛斯」(愛),把放縱無度的情慾奉為神明。
1:426
Ἀθηναῖοι δὲ οὐδὲ τὸν Πᾶνα ᾔδεσαν ὅστις ἦν, πρὶν ἢ Φιλιπ πίδην εἰπεῖν αὐτοῖς
And the Athenians did not even know who Pan was, until Philippides told them.
雅典人甚至不知道潘是誰,直到斐利庇得斯告訴了他們。
1:427
Εἰκότως ἄρα ἀρχήν ποθεν ἡ δεισιδαι μονία λαβοῦσα κακίας ἀνοήτου γέγονε πηγή·
Reasonably, then, superstition, once it had gotten its start somewhere, became a fountain of senseless wickedness.
那麼合理的是:迷信一旦在某處起了頭,就成了愚妄之惡的泉源。
1:428
εἶτα δὲ μὴ ἀνακοπεῖσα, ἀλλ' εἰς ἐπίδοσιν ἐλθοῦσα καὶ πολλὴ δὴ ῥυεῖσα, δημιουργὸς πολλῶν καθίσταται δαιμόνων, ἑκατόμβας θύουσα καὶ πανηγύρεις ἐπιτελοῦσα καὶ ἀγάλματα ἀνιστᾶσα καὶ .. νεὼς ἀνοικοδομοῦσα, τοὺς δή–οὐ γὰρ οὐδὲ τούτους σιωπή σομαι, πρὸς δὲ καὶ αὐτοὺς ἐξελέγξω–νεὼς μὲν εὐφήμως ὀνομαζομένους, τάφους δὲ γενομένους [ τουτέστι τοὺς τάφους νεὼς ἐπικεκλημένους]
Then, not being checked, but coming to increase and flowing on abundantly, it set itself up as the maker of many daemons, sacrificing hecatombs, holding festivals, erecting statues, and building temples—which (for I will not pass even these over in silence, but will refute them too) are euphemistically named “temples,” but have really become tombs (that is, the tombs that have been styled “temples”).
後來它非但未被遏止,反而日益滋長、氾濫成災,自命為眾多精靈的製造者,獻百牲祭、辦盛大節慶、立偶像、建廟宇——這些建築(我連這些也不會默不作聲,倒要一併揭穿它們)被冠以「廟宇」的美名,實際上卻已成了墳墓(也就是被稱作「廟宇」的那些墳墓)。
1:429
Ὑμεῖς δὲ ἀλλὰ κἂν νῦν δεισιδαιμονίας ἐκλάθεσθε, τοὺς τάφους τιμᾶν αἰσχυνόμενοι
But you—even now, at least—forget your superstition, being ashamed to honour tombs.
可是你們——至少如今——當忘掉你們的迷信,以敬奉墳墓為恥。
1:430
Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν
At Athens, on the Acropolis, is the tomb of Cecrops, as Antiochus says in the ninth book of his Histories.
據安提俄科斯在其《歷史》第九卷所說,在雅典衛城上有刻克洛普斯的墳墓。
1:431
Τί δὲ Ἐριχθόνιος; Οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ ὁ Εὐμόλπου καὶ Δαείρας οὐχὶ ἐν τῷ περιβόλῳ τοῦ Ἐλευσινίου τοῦ ὑπὸ τῇ ἀκροπόλει; Αἱ δὲ Κελεοῦ .. θυγατέρες οὐχὶ ἐν Ἐλευσῖνι τετάφαται; Τί σοι καταλέγω τὰς Ὑπερβορέων γυναῖκας; Ὑπερόχη καὶ Λαοδίκη κέκλησθον, ἐν τῷ Ἀρτεμισίῳ ἐν Δήλῳ κεκήδευσθον, τὸ δὲ ἐν τῷ Ἀπόλλωνος τοῦ Δηλίου ἐστὶν ἱερῷ
And what of Erichthonius? Is he not buried in the temple of Athena Polias? And Immarus the son of Eumolpus and Daeira—is he not buried within the precinct of the Eleusinion below the Acropolis? And the daughters of Celeus—are they not interred at Eleusis? Why should I recount to you the Hyperborean women? Hyperoche and Laodice they are called; they are buried in the Artemisium at Delos, which is within the sanctuary of the Delian Apollo.
厄里克托尼俄斯又如何呢?他豈不是葬在護城雅典娜的廟中?歐摩爾波斯與達伊拉之子伊瑪拉斯,豈不是葬在衛城下厄琉息斯廟的圍牆之內?刻勒俄斯的眾女兒,豈不是埋在厄琉息斯?我又何必向你列舉那些許珀耳玻瑞亞的婦女呢?她們名叫許珀洛刻和拉俄狄刻,葬在得洛斯的阿耳忒彌斯廟內,而這廟正在得洛斯阿波羅的聖所之中。
1:432
Λεάνδριος δὲ Κλέοχον .. ἐν Μιλήτῳ τεθάφθαι ἐν τῷ Διδυμαίῳ φησίν
And Leandrius says that Cleochus is buried at Miletus, in the temple of Didyma.
勒安德里俄斯又說,克勒俄科斯葬在米利都的狄狄瑪廟中。
1:433
Ἐνταῦθα τῆς Λευκοφρύνης τὸ μνημεῖον οὐκ ἄξιον παρελθεῖν ἑπομένους Ζήνωνι τῷ Μυνδίῳ,ἣ ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ κεκήδευται, οὐδὲ μὴν τὸν ἐν Τελμισσῷ βωμὸν τοῦ Ἀπόλλωνος·
Here it is not right to pass over the monument of Leucophryne, following Zeno of Myndus—she who is buried in the temple of Artemis at Magnesia—nor indeed the altar of Apollo at Telmissus.
在此,依據明杜斯的芝諾,不該略過琉科弗律涅的墓——她葬在馬格涅西亞的阿耳忒彌斯廟中——也不該略過特爾彌索斯的阿波羅祭壇。
1:434
μνῆμα εἶναι καὶ τοῦτον Τελμισσέως τοῦ .. μάντεως ἱστοροῦσιν
For they record that this too is the tomb of Telmisseus the seer.
因為人們記載,這座祭壇也是先知特爾彌索斯的墳墓。
1:435
Πτολεμαῖος δὲ ὁ τοῦ Ἀγησάρχου ἐν τῷ αʹ τῶν περὶ τὸν Φιλοπάτορα ἐν Πάφῳ λέγει ἐν τῷ τῆς Ἀφροδίτης ἱερῷ Κινύραν τε καὶ τοὺς Κινύρου ἀπογόνους .. κεκηδεῦσθαι
And Ptolemy son of Agesarchus, in the first book of his work on Philopator, says that at Paphos, in the temple of Aphrodite, Cinyras and the descendants of Cinyras are buried.
阿革薩爾科斯之子托勒密,在其論斐洛帕托爾的第一卷中說,在帕福斯的阿芙羅狄忒廟裡,葬著基倪拉斯和基倪拉斯的後裔。
1:436
Ἀλλὰ γὰρ ἐπιόντι μοι τοὺς προσκυνουμένους ὑμῖν τάφους ἐμοὶ μὲν οὐδ' ὁ πᾶς ἂν ἀρκέσῃ χρόνος·
But indeed, were I to go through all the tombs you worship, all time would not suffice me.
可是說真的,我若要把你們所崇拜的墳墓一一數遍,連所有的時間都不夠我用。
1:437
ὑμᾶς δὲ εἰ μὴ ὑπεισέρχεταί τις αἰσχύνη τῶν τολμωμένων, νεκροὶ ἄρα τέλεον ὄντες νεκροῖς ὄντως πεπιστευκότες περιέρχεσθε·
And as for you, if no shame creeps over you at the deeds you dare, then being utterly dead yourselves, you go about your lives having truly put your trust in the dead.
至於你們,倘若對所膽敢行的這些事毫無羞愧之意,那麼你們自己便是徹底死了的人,在生活中竟把信靠放在死人身上而行事。
1:438
ἆ δειλοί, τί κακὸν τόδε πάσχετε; νυκτὶ μὲν ὑμῶν εἰλύαται κεφαλαί
“Ah, wretched ones, what evil is this you suffer? Your heads are shrouded in night.”
「啊,可憐的人哪,你們遭的是何等的禍患?你們的頭都被黑夜籠罩了。」
1:439
Εἰ δ' ἔτι πρὸς τούτοις φέρων ὑμῖν τὰ ἀγάλματα αὐτὰ ἐπισκοπεῖν παραθείην, ἐπιόντες ὡς ἀληθῶς λῆρον εὑρήσετε τὴν συνήθειαν, ἔργα χειρῶν ἀνθρώπων ἀναίσθητα προσ .. τρεπόμενοι
And if, in addition to all this, I should bring before you the very images themselves to examine, in going over them you will truly find this custom to be sheer nonsense, in that you reverence works of men’s hands that have no feeling.
倘若除這一切之外,我再把那些偶像本身擺在你面前供你查驗,你逐一審視之下,便會確實發現這風俗純屬荒謬——你們竟向人手所造、毫無知覺之物頂禮膜拜。
1:440
Πάλαι μὲν οὖν οἱ Σκύθαι τὸν ἀκινάκην, οἱ Ἄραβες τὸν λίθον, οἱ Πέρσαι τὸν ποταμὸν προσεκύνουν, καὶ τῶν ἄλλων ἀνθρώπων οἱ ἔτι παλαιότεροι ξύλα ἱδρύοντο περιφανῆ καὶ κίονας ἵστων ἐκ λίθων·
Of old, then, the Scythians used to worship the dagger, the Arabs the stone, the Persians the river; and other men still more ancient set up conspicuous logs and erected pillars of stone.
如此說來,古時候斯基泰人崇拜短刀,阿拉伯人崇拜石頭,波斯人崇拜河流;其餘更古老的人,則豎起顯眼的木樁,立起石柱。
1:441
ἃ δὴ καὶ ξόανα .. προσηγορεύετο διὰ τὸ ἀπεξέσθαι τῆς ὕλης
These were also called “xoana” (carved images), because they were scraped (apexesthai) from the raw material.
這些東西也被稱作「xoana」(雕像),因為它們是從原料上刮削(apexesthai)出來的。
1:442
Ἀμέλει ἐν Ἰκάρῳ τῆς Ἀρτέμιδος τὸ ἄγαλμα ξύλον ἦν οὐκ εἰργασμένον, καὶ τῆς Κιθαιρωνίας Ἥρας ἐν Θεσπείᾳ πρέμνον ἐκκεκομ μένον·
Indeed, on Icarus the image of Artemis was an unworked log, and that of Hera Cithaeronia at Thespiae was a lopped tree-trunk.
的確,在伊卡羅斯島,阿耳忒彌斯的像不過是一根未加工的木頭,而忒斯庇埃的喀泰戎赫拉的像,則是一截砍下的樹幹。
1:443
καὶ τὸ τῆς Σαμίας Ἥρας, ὥς φησιν Ἀέθλιος, πρότερον μὲν ἦν σανίς, ὕστερον δὲ ἐπὶ Προκλέους ἄρχοντος ἀνδριαντοειδὲς ἐγένετο
And the image of Hera of Samos, as Aethlius says, was at first a plank, but later, under the archon Procles, was made into the form of a statue.
據埃特利俄斯說,薩摩斯赫拉的像起初只是一塊木板,後來在執政官普羅克勒斯任內,才被造成人像的模樣。
1:444
Ἐπεὶ δὲ ἀνθρώποις ἀπεικονίζεσθαι τὰ ξόανα ἤρξατο, βρέτη τὴν ἐκ βροτῶν ἐπωνυμίαν ἐκαρπώ .. σατο
But when the xoana began to be made in the likeness of men, they took the name “bretê” (idols) as a derivative from “brotoi” (mortals).
及至那些雕像開始仿照人的形貌而造,它們便取得了「bretê」(偶像)這名稱,是從「brotoi」(凡人)一詞衍生出來的。
1:445
Ἐν Ῥώμῃ δὲ τὸ παλαιὸν δόρυ φησὶ γεγονέναι τοῦ Ἄρεως τὸ ξόανον Οὐάρρων ὁ συγγραφεύς, οὐδέπω τῶν τεχνιτῶν ἐπὶ τὴν εὐπρόσωπον ταύτην κακοτεχνίαν ὡρμη κότων
And at Rome in olden times, the xoanon of Ares was a spear, as Varro the writer says, the craftsmen not having yet rushed into this fair-faced bad artistry.
據作家瓦羅說,古時候在羅馬,阿瑞斯的雕像不過是一桿矛,那時工匠們還沒有一頭栽進這種徒有其表的劣等技藝。
1:446
Ἐπειδὴ δὲ ἤνθησεν ἡ τέχνη, ηὔξησεν ἡ πλάνη
But when the craft flowered, the error grew.
可是技藝一旦繁盛起來,謬誤也就隨之滋長。
1:447
Ὡς μὲν οὖν τοὺς λίθους καὶ τὰ ξύλα καὶ συνελόντι φάναι τὴν ὕλην ἀγάλματα ἀνδρείκελα ἐποιήσαντο, οἷς ἐπιμορφάζετε εὐσέβειαν συκοφαντοῦντες τὴν ἀλήθειαν, ἤδη μὲν αὐτόθεν δῆλον·
That, then, they made the stones and the wood—and, in a word, matter—into man-like images, upon which you put on a counterfeit show of piety, slandering the truth, is by now plain of itself.
如此說來,他們把石頭、木材——一言以蔽之,就是物質——造成人形的偶像,你們又在其上裝出一副虛假的敬虔模樣,誣枉真理,這事如今已不言自明。
1:448
οὐ μὴν ἀλλὰ καὶ ἀποδείξεως ποσῆς .. ἐπιδεομένου τοῦ τόπου οὐ παραιτητέον
Nonetheless, since the subject calls for some measure of proof, we must not decline it.
儘管如此,既然這題目需要某種程度的論證,我們就不該推辭。
1:449
Τὸν μὲν οὖν Ὀλυμ πίασι Δία καὶ τὴν Ἀθήνησι Πολιάδα ἐκ χρυσοῦ καὶ ἐλέφαντος κατασκευάσαι Φειδίαν παντί που σαφές·
Now, that Pheidias fashioned the Zeus at Olympia and the Polias at Athens out of gold and ivory is surely clear to everyone.
如今,菲狄亞斯用黃金和象牙造了奧林匹亞的宙斯像和雅典的護城雅典娜像,這必是人人皆知的。
1:450
τὸ δὲ ἐν Σάμῳ τῆς Ἥρας ξόανον Σμίλιδι τῷ Εὐκλείδου πεποιῆσθαι Ὀλύμπιχος.. ἐν Σαμιακοῖς ἱστορεῖ
And the xoanon of Hera in Samos was made by Smilis the son of Eucleides, as Olympichus records in his Samian History.
據奧林皮科斯在其《薩摩斯史》中所記,薩摩斯赫拉的雕像,是歐克勒得斯之子斯米利斯所造。
1:451
Μὴ οὖν ἀμφιβάλλετε, εἰ τῶν Σεμνῶν Ἀθήνησι καλουμένων θεῶν τὰς μὲν δύο Σκόπας ἐποίησεν ἐκ τοῦ καλουμένου λυχνέως λίθου, Κάλως δὲ τὴν μέσην αὐταῖν·
Do not doubt, then, that of the goddesses called the Venerable Ones (Semnai) at Athens, Scopas made two out of the so-called lychneus stone, and Calos the middle one of them.
那麼你不必懷疑:雅典所謂「莊嚴女神」(塞姆奈)中,有兩尊是斯科帕斯用所謂「燈石」(lychneus)所造,居中的那一尊則是卡洛斯所造。
1:452
ἱστοροῦντα ἔχω σοι Πολέμωνα δεικνύναι .. ἐν τῇ τετάρτῃ τῶν Πρὸς Τίμαιον·
I can point you to Polemon recording this in the fourth book of his work Against Timaeus.
我可以指給你看波勒蒙在其《駁提麥俄斯》第四卷中記載了此事。
1:453
μηδὲ τὰ ἐν Πατάροις τῆς Λυκίας ἀγάλματα Διὸς καὶ Ἀπόλλωνος <εἰ> Φειδίας πάλιν ἐκεῖνα τὰ ἀγάλματα καθάπερ τοὺς λέοντας τοὺς σὺν αὐτοῖς ἀνακειμένους εἴργασται·
Nor should you doubt whether Pheidias again fashioned those images of Zeus and Apollo at Patara in Lycia, just as he wrought the lions dedicated alongside them.
你也不必懷疑:呂基亞帕塔拉的宙斯像和阿波羅像,是否仍是菲狄亞斯所造,正如他也雕了與它們一同奉獻的那些獅子。
1:454
εἰ δέ, ὥς φασί τινες, Βρυάξιος ἦν τέχνη, οὐ διαφέρομαι·
But if, as some say, it was the work of Bryaxis, I do not dispute it.
但若如某些人所說,那是布律阿克西斯的作品,我也不爭辯。
1:455
ἔχεις καὶ τοῦτον ἀγαλ .. ματουργόν·
You have this one too as an image-maker.
你也可以把這位算作一個造像匠。
1:456
ὁπότερον αὐτοῖν βούλει ἐπίγραφε
Inscribe whichever of the two you please.
你愛刻哪一位的名字都行。
1:457
Καὶ μὴν Τελεσίου τοῦ Ἀθηναίου, ὥς φησι Φιλόχορος, ἔργον εἰσὶν ἀγάλματα ἐννεαπήχη Ποσειδῶνος καὶ Ἀμφιτρίτης ἐν Τήνῳ προσκυνούμενα
Moreover, the work of Telesias the Athenian, as Philochorus says, are the nine-cubit statues of Poseidon and Amphitrite that are worshipped on Tenos.
再者,據斐羅科洛斯說,忒諾斯島上受人敬拜的那兩尊九肘高的波塞冬和安菲特里忒像,乃是雅典人忒勒西阿斯的作品。
1:458
Δημήτριος γὰρ ἐν δευτέρῳ τῶν Ἀργολικῶν τοῦ ἐν Τίρυνθι τῆς Ἥρας ξοάνου καὶ τὴν ὕλην .. ὄγχνην καὶ τὸν ποιητὴν Ἄργον ἀναγράφει
For Demetrius, in the second book of his Argolic History, records concerning the xoanon of Hera in Tiryns both its material—pear-wood—and its maker, Argus.
因為得墨特里俄斯在其《阿爾戈斯史》第二卷中,記載了提林斯赫拉雕像的材質——梨木——以及其製作者阿爾戈斯。
1:459
Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ Διομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ Δημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσκευάσθαι, καθάπερ τὸν Ὀλύμπιον ἐξ ἄλλων ὀστῶν Ἰνδικοῦ θηρίου
The Palladium called “fallen from heaven,” which Diomedes and Odysseus are recorded to have stolen from Ilium and deposited with Demophon, was fashioned from the bones of Pelops, just as the Olympian Zeus was made from other bones, those of an Indian beast.
那被稱作「從天而降」的帕拉狄翁——據記載狄俄墨得斯和奧德修斯曾把它從伊利昂偷走、寄存在得摩豐處——其實是用珀羅普斯的骨頭製成的,正如那奧林匹亞的宙斯像是用別的骨頭、即一種印度野獸的骨頭所造。
1:460
Καὶ δὴ τὸν ἱστοροῦντα Διονύσιον ἐν τῷ πέμπτῳ μέρει τοῦ Κύκλου παρίστημι
And indeed I bring forward as my authority Dionysius, who records this in the fifth part of his Cycle.
我並援引狄俄倪西俄斯為我的根據,他在其《史詩集成》第五部分中記載了此事。
1:461
Ἀπελλᾶς δὲ ἐν τοῖς Δελφικοῖς δύο φησὶ γεγονέναι τὰ Παλ .. λάδια, ἄμφω δ' ὑπ' ἀνθρώπων δεδημιουργῆσθαι
And Apellas, in his Delphica, says that there were two Palladia, and that both were fashioned by the hands of men.
阿佩拉斯在其《得爾斐記》中說,帕拉狄翁共有兩尊,二者都是人手所造。
1:462
Ἀλλ' ὅπως μηδεὶς ὑπολάβῃ καὶ ταῦτά με ἀγνοίᾳ παρεικέναι, παραθήσομαι τοῦ Μορύχου Διονύσου τὸ ἄγαλμα Ἀθήνησι γεγονέναι μὲν ἐκ τοῦ φελλάτα καλουμένου λίθου, ἔργον δὲ εἶναι Σίκωνος τοῦ Εὐπαλάμου, ὥς φησι Πολέμων ἔν τινι .. ἐπιστολῇ
But that no one may suppose that I have passed even this over in ignorance, I will adduce that the statue of Dionysus Morychus at Athens was made out of the stone called phellata, and is the work of Sicon the son of Eupalamus, as Polemon says in one of his letters.
但為免有人以為連這一件我也是因無知而漏掉,我要補上:雅典的莫律科斯狄俄倪索斯像,是用所謂「斐拉塔」石所造,乃歐帕拉摩斯之子西孔的作品,正如波勒蒙在他的一封書信中所說。
1:463
Ἐγενέσθην δὲ καὶ ἄλλω τινὲ δύο Κρητικὼ οἶμαι ἀνδριαντοποιὼ (Σκύλλις καὶ Δίποινος ὠνομαζέσθην)·
There were also two other sculptors, both Cretan I believe (they were named Scyllis and Dipoenus).
此外還有另兩位雕刻家,我想都是克里特人(他們名叫斯庫利斯和狄波伊諾斯)。
1:464
τούτω δὲ τὰ ἐν Ἄργει τοῖν Διοσκούροιν ἀγάλματα κατεσκευασάτην καὶ τὸν ἐν Τίρυνθι Ἡρακλέους ἀνδριάντα καὶ τὸ τῆς Μου νυχίας Ἀρτέμιδος ξόανον ἐν Σικυῶνι
These two fashioned the images of the Dioscuri at Argos, and the statue of Heracles at Tiryns, and the xoanon of Artemis Munychia at Sicyon.
這二人造了阿爾戈斯的狄俄斯庫里(雙子神)像、提林斯的赫拉克勒斯像,以及西基翁的姆尼基亞阿耳忒彌斯雕像。
1:465
Καὶ τί περὶ ταῦτα διατρίβω, ἐξὸν αὐτὸν τὸν μεγαλο δαίμονα ὑμῖν ἐπιδεῖξαι ὅστις ἦν, ὃν δὴ κατ' ἐξοχὴν πρὸς πάντων σεβασμοῦ κατηξιωμένον ἀκούομεν, τοῦτον ἀχειρο .. ποίητον εἰπεῖν τετολμήκασιν, τὸν Αἰγύπτιον Σάραπιν; Οἳ μὲν γὰρ αὐτὸν ἱστοροῦσιν χαριστήριον ὑπὸ Σινωπέων Πτολεμαίῳ τῷ Φιλαδέλφῳ τῷ Αἰγυπτίων πεμφθῆναι βασιλεῖ, ὃς λιμῷ τρυχομένους αὐτοὺς ἀπ' Αἰγύπτου μετα πεμψαμένους σῖτον [ὁ Πτολεμαῖος] ἀνεκτήσατο, εἶναι δὲ τὸ ξόανον τοῦτο ἄγαλμα Πλούτωνος·
And why do I dwell on these things, when I can show you who that great daemon himself really was—the one whom we hear has been pre-eminently deemed worthy of worship by all—whom they have dared to call “not made by human hands,” namely the Egyptian Sarapis? For some record that he was sent as a thank-offering by the people of Sinope to Ptolemy Philadelphus, king of the Egyptians, who, when they were worn out by famine, had restored them by sending for grain from Egypt; and they say this xoanon was an image of Pluto.
我又何必在這些事上躊躇,明明我能向你們指明那位「大精靈」本身究竟是誰——就是我們聽說被眾人尊為遠超其他、配受敬拜的那一位——他們竟膽敢稱他為「非人手所造」,這就是埃及的薩拉皮斯。原來有人記載,他是辛諾普人作為謝恩之禮,送給埃及王托勒密·斐拉得爾甫斯的;當辛諾普人為饑荒所困時,托勒密曾從埃及運糧去救濟他們;又說這雕像本是普路托(冥王)的像。
1:466
ὅς, δεξάμενος τὸν ἀνδριάντα, καθίδρυσεν ἐπὶ τῆς ἄκρας, ἣν νῦν Ῥακῶτιν καλοῦσιν, ἔνθα καὶ τὸ ἱερὸν τετίμηται τοῦ Σαράπιδος, γειτνιᾷ δὲ τοῖς τόποις τὸ χωρίον
He, having received the statue, set it up on the promontory now called Rhacotis, where the sanctuary of Sarapis is also honoured; and the spot adjoins those places.
托勒密收下這像後,把它立在如今稱作拉科提斯的岬角上,薩拉皮斯的聖所也在那裡受敬奉;這地方緊鄰前面所說的那些地點。
1:467
Βλιστίχην δὲ τὴν παλλα κίδα τελευτήσασαν ἐν Κανώβῳ μεταγαγὼν ὁ Πτολεμαῖος .. ἔθαψεν ὑπὸ τὸν προδεδηλωμένον σηκόν
And when his concubine Blistiche died at Canopus, Ptolemy had her body brought back and buried beneath the aforementioned shrine.
當托勒密的妾室布利斯提刻在卡諾波斯去世時,他把她的遺體運回,葬在前面所說的那座神龕之下。
1:468
Ἄλλοι δέ φασι Ποντικὸν εἶναι βρέτας τὸν Σάραπιν, μετῆχθαι δὲ εἰς Ἀλεξάνδρειαν μετὰ τιμῆς πανηγυρικῆς
But others say that Sarapis was a Pontic idol, and that it was transferred to Alexandria with festal honour.
但另有人說,薩拉皮斯本是本都地方的偶像,是以盛大節慶的禮儀被遷往亞歷山大城的。
1:469
Ἰσίδωρος μόνος παρὰ Σελευκέων τῶν πρὸς Ἀντιοχείᾳ τὸ ἄγαλμα μεταχθῆναι λέγει, ἐν σιτοδείᾳ καὶ αὐτῶν γενομένων καὶ ὑπὸ Πτολεμαίου .. διατραφέντων
Isidorus alone says that the statue was brought from the Seleucians near Antioch, when they too were in a grain-shortage and had been sustained by Ptolemy.
惟有伊西多羅斯說,這像是從安提阿附近的塞琉西亞遷來的,那時塞琉西亞人也鬧糧荒,曾受托勒密供養。
1:470
Ἀλλ' ὅ γε Ἀθηνόδωρος ὁ τοῦ Σάνδωνος ἀρχαΐζειν τὸν Σάραπιν βουληθεὶς οὐκ οἶδ' ὅπως περιέπεσεν, ἐλέγξας αὐτὸν ἄγαλμα εἶναι γενητόν·
But Athenodorus the son of Sandon, wishing to make Sarapis out to be ancient, somehow tripped himself up, having proved him to be a manufactured image.
可是桑東之子阿特諾多羅斯,本想把薩拉皮斯說成是古老的,卻不知怎地自相矛盾,反倒證明了他是人工製造的偶像。
1:471
Σέσωστρίν φησι τὸν Αἰγύπτιον βασιλέα, τὰ πλεῖστα τῶν παρ' Ἕλλησι παραστησάμενον ἐθνῶν, ἐπανελθόντα εἰς Αἴγυπτον ἐπαγαγέσθαι .. τεχνίτας ἱκανούς·
For he says that Sesostris the Egyptian king, having subdued most of the nations among the Greeks, on his return to Egypt brought back with him a sufficient number of craftsmen.
因為他說,埃及王塞索斯特里斯征服了希臘一帶大多數民族後,回到埃及時帶回了足夠多的工匠。
1:472
τὸν οὖν Ὄσιριν τὸν προπάτορα τὸν αὑτοῦ δαιδαλθῆναι ἐκέλευσεν αὐτὸς πολυτελῶς, κατασκευάζει δὲ αὐτὸν Βρύαξις ὁ δημιουργός, οὐχ ὁ Ἀθηναῖος, ἄλλος δέ τις ὁμώνυμος ἐκείνῳ τῷ Βρυάξιδι·
He therefore commanded that Osiris, his own forefather, be wrought lavishly; and Bryaxis the craftsman fashioned it—not the Athenian, but another of the same name as that Bryaxis.
於是他下令把自己的先祖俄西里斯極盡奢華地塑造出來;那工匠布律阿克西斯造了這像——不是那雅典人,而是另一個與那布律阿克西斯同名的人。
1:473
ὃς ὕλῃ κατακέχρηται εἰς δημιουργίαν μικτῇ καὶ ποικίλῃ
He used a mixed and variegated material for the fashioning of it.
他用一種混雜而斑駁的材料來製作此像。
1:474
Ῥίνημα γὰρ χρυσοῦ ἦν αὐτῷ καὶ ἀργύρου χαλκοῦ τε καὶ σιδήρου καὶ μολίβδου, πρὸς δὲ καὶ κασσιτέρου, λίθων δὲ Αἰγυπτίων ἐνέδει οὐδὲ εἷς, σαπφείρου καὶ αἱματίτου θραύσματα σμαράγδου τε, .. ἀλλὰ καὶ τοπαζίου
For there were in it filings of gold and silver, of bronze and iron and lead, and besides of tin; and of Egyptian stones not one was lacking—fragments of sapphire and haematite and emerald, and of topaz too.
因為其中有金、銀、銅、鐵、鉛的銼屑,此外還有錫;至於埃及的寶石更是無一缺少——藍寶石、赤鐵礦和綠寶石的碎片,連黃玉也有。
1:475
Λεάνας οὖν τὰ πάντα καὶ ἀναμίξας ἔχρωσε κυάνῳ, οὗ δὴ χάριν μελάντερον τὸ χρῶμα τοῦ ἀγάλματος, καὶ τῷ ἐκ τῆς Ὀσίριδος καὶ τοῦ Ἄπιος κηδείας ὑπολελειμμένῳ φαρμάκῳ φυράσας τὰ πάντα διέπλασεν τὸν Σάραπιν·
Having ground them all up and mixed them, he tinted them with cyanus (a dark-blue pigment), on account of which the colour of the statue is rather blackish; and kneading it all together with the residue left over from the embalming of Osiris and Apis, he moulded the Sarapis.
他把這一切磨碎調勻,用深藍色的群青染色,因此那像的顏色偏黑;他又把這一切與防腐俄西里斯和阿庇斯時剩下的香料攪拌在一起,捏塑成薩拉皮斯。
1:476
οὗ καὶ τοὔνομα αἰνίττεται τὴν κοινωνίαν τῆς κηδείας καὶ τὴν ἐκ τῆς ταφῆς δημιουργίαν, σύνθετον ἀπό τε Ὀσίριδος καὶ Ἄπιος γενόμενον Ὀσίραπις... Καινὸν δὲ ἄλλον ἐν Αἰγύπτῳ, ὀλίγου δεῖν καὶ παρ' Ἕλλησι, σεβασμίως τεθείακεν θεὸν ὁ βασιλεὺς ὁ Ῥωμαίων τὸν ἐρώμενον ὡραιότατον σφόδρα γενόμενον, Ἀντίνοον, ὃν ἀνιέρωσεν οὕτως ὡς Γανυμήδην ὁ Ζεύς·
And the very name hints at the partnership in burial and the fashioning out of the entombment, being a compound formed from Osiris and Apis: “Osirapis.” ... Yet another, novel god the Roman emperor consecrated almost as reverently in Egypt, and well-nigh among the Greeks too—his beloved, who had become exceedingly beautiful: Antinous, whom he consecrated just as Zeus did Ganymede.
而這名字本身就暗示了埋葬上的結合與從墓葬中的製造,它是由俄西里斯與阿庇斯複合而成的:「俄西拉皮斯」。……羅馬皇帝又在埃及,幾乎也在希臘人中,幾近虔誠地敬奉了另一位新神——就是他那位生得極其俊美的所愛安提諾烏斯,他把他奉為神,正如宙斯之於伽倪墨得斯。
1:477
οὐ γὰρ κωλύεται ῥᾳδίως ἐπιθυμία φόβον οὐκ ἔχουσα·
For lust, when it has no fear, is not easily restrained.
因為情慾一旦無所畏懼,就不容易加以約束。
1:478
καὶ νύκτας ἱερὰς τὰς Ἀντινόου προσκυνοῦσιν ἄνθρωποι νῦν, ἃς αἰσχρὰς ἠπίστατο .. ὁ συναγρυπνήσας ἐραστής
And men now worship the sacred nights of Antinous, which the lover who shared his wakefulness knew to be shameful.
如今人們還敬拜安提諾烏斯的「聖夜」,可那與他同度不眠之夜的情人,自己心裡明白那些夜是何等可恥。
1:479
Τί μοι θεὸν καταλέγεις τὸν πορνείᾳ τετιμημένον; τί δὲ καὶ ὡς υἱὸν θρηνεῖσθαι προσέ ταξας; τί δὲ καὶ τὸ κάλλος αὐτοῦ διηγῇ; αἰσχρόν ἐστι τὸ κάλλος ὕβρει μεμαραμμένον
Why do you reckon as a god one who was honoured by reason of fornication? Why did you ordain that he be mourned as a son? Why too do you describe his beauty? Beauty withered by outrage is a shameful thing.
你為何把一個因淫亂而受尊崇的人算作神?你為何吩咐人像哀悼兒子一樣為他哀哭?你又為何描述他的美貌?被淫行所摧殘的美,乃是可恥之物。
1:480
μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ·
Do not outrage the young man in his bloom.
不要凌辱那正當青春年華的少年。
1:481
τήρησον αὐτὸ καθαρόν, ἵναᾖ καλόν
Keep it pure, that it may be beautiful.
要保守那美純潔,它才得以為美。
1:482
Βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος·
Be a king over beauty, not a tyrant.
要作美的君王,不要作美的暴君。
1:483
τότε σου γνωρίσω τὸ κάλλος, ὅτε καθαρὰν τετήρηκας τὴν εἰκόνα·
Then will I recognize your beauty, when you have kept the image pure.
及至你保守那形像純潔的時候,我才會認可你的美。
1:484
τότε προσκυνήσω τὸ .. κάλλος, ὅτε ἀληθινὸν ἀρχέτυπόν ἐστι τῶν καλῶν
Then will I do reverence to beauty, when it is the true archetype of all that is beautiful.
及至那美成為一切美善之真正原型的時候,我才會向那美致敬。
1:485
Ἤδη δὲ τάφος ἐστὶ τοῦ ἐρωμένου, νεώς ἐστιν Ἀντινόου καὶ πόλις·
But by now the tomb of the beloved is a temple—there is a temple of Antinous, and a city too.
可如今那所愛之人的墳墓竟成了廟宇——有一座安提諾烏斯廟,還有一座以他命名的城。
1:486
καθάπερ δέ, οἶμαι, οἱ ναοί, οὕτω δὲ καὶ οἱ τάφοι θαυμά ζονται, πυραμίδες καὶ μαυσώλεια καὶ λαβύρινθοι, ἄλλοι ναοὶ τῶν νεκρῶν, ὡς ἐκεῖνοι τάφοι τῶν θεῶν
And just as, I suppose, temples are admired, so too are tombs—pyramids and mausolea and labyrinths—being, as it were, other temples of the dead, just as those are tombs of the gods.
我想,正如廟宇令人歎賞,墳墓也照樣如此——金字塔、陵墓和迷宮——它們可說是死人的另一種廟宇,正如那些廟宇其實是眾神的墳墓。
1:487
Διδάσκαλον δὲ ὑμῖν παραθήσομαι τὴν προφῆτιν Σίβυλλαν οὐ ψευδοῦς Φοίβου χρησμηγόρον, ὅν τε μάταιοι ἄνθρωποι θεὸν εἶπον, ἐπεψεύσαντο δὲ μάντιν, ἀλλὰ θεοῦ μεγάλοιο, τὸν οὐ χέρες ἔπλασαν ἀνδρῶν εἰδώλοις ἀλάλοις λιθοξέστοισιν ὅμοιον
I will set before you as a teacher the prophetess Sibyl, who is the proclaimer not of a false Phoebus, “whom vain men called a god, and falsely styled a seer, but of the great God, whom no hands of men fashioned in the likeness of speechless, stone-hewn idols.”
我要把女先知西比拉立為你們的教師,她所宣告的並非那虛假的福波斯,「就是虛妄的人稱之為神、謊稱為先知的那一位,乃是偉大的神——他絕非人手仿照那些無聲、石鑿的偶像所造的。」
1:488
Αὕτη μέντοι ἐρείπια τοὺς νεὼς προσαγορεύει, τὸν μὲν τῆς Ἐφεσίας Ἀρτέμιδος χάσμασι καὶ σεισμοῖς καταποθήσεσθαι προμηνύουσα οὕτως, ὕπτια δ' οἰμῴξει Ἔφεσος κλαίουσα παρ' ὄχθαις καὶ νηὸν ζητοῦσα τὸν οὐκέτι ναιετάοντα·
Indeed, she calls the temples “ruins,” foretelling that the temple of the Ephesian Artemis would be swallowed up by chasms and earthquakes, thus: “Ephesus shall wail prostrate, weeping by the river-banks, and seeking a temple that dwells there no more.”
的確,她把那些廟宇稱作「廢墟」,並如此預言以弗所阿耳忒彌斯廟將被裂縫與地震所吞沒:「以弗所必仰面哀號,在河岸旁哭泣,尋找那座再也不復存留的廟。」
1:489
τὸν δὲ Ἴσιδος καὶ Σαράπιδος ἐν Αἰγύπτῳ κατενεχθήσεσθαί φησι καὶ ἐμπρησθήσεσθαι·
And she says that the temple of Isis and Sarapis in Egypt will be thrown down and burned with fire.
她又說,埃及伊西斯和薩拉皮斯的廟將被傾覆,被火焚燒。
1:490
Ἶσι, θεὰ τριτάλαινα, μένεις ἐπὶ χεύματα Νείλου μούνη, μαινὰς ἄναυδος ἐπὶ ψαμάθοις Ἀχέροντος, εἶτα ὑποβᾶσα·
“Isis, thrice-wretched goddess, you shall remain alone by the streams of the Nile, a speechless maenad upon the sands of Acheron;” and then, going on:
「伊西斯啊,三重不幸的女神,你必獨自留在尼羅河的水流邊,作阿刻戎沙岸上一個無聲的狂女;」接著她又說:
1:491
καὶ σύ, Σάραπι λίθους ἀργοὺς ἐπικείμενε πολλούς, κεῖσαι πτῶμα μέγιστον ἐν Αἰγύπτῳ τριταλαίνῃ
“And you, Sarapis, heaped over with many lifeless stones, shall lie a mighty ruin in thrice-wretched Egypt.”
「薩拉皮斯啊,你被許多毫無生氣的石頭堆壓著,必在三重不幸的埃及,倒臥成一片巨大的廢墟。」
1:492
Σὺ δὲ ἀλλ' εἰ μὴ προφήτιδος ἐπακούεις, τοῦ γε σοῦ ἄκουσον φιλοσόφου, τοῦ Ἐφεσίου Ἡρακλείτου, τὴν ἀναισθησίαν ὀνειδίζοντος τοῖς ἀγάλμασι·
But if you will not listen to the prophetess, listen at least to your own philosopher, Heraclitus of Ephesus, reproaching the images for their insensibility:
但你若不肯聽那女先知,至少該聽你自己的哲學家——以弗所的赫拉克利特,他這樣斥責偶像的無知覺:
1:493
καὶ τοῖς ἀγάλμασι τουτέοισιν .. εὔχονται, ὁκοῖον εἴ τις δόμοις λεσχηνεύοιτο
“And they pray to these images, as if one were to chatter to the walls of his house.”
「他們向這些偶像禱告,就如同有人對著自家的牆壁喋喋不休一樣。」
1:494
Ἦ γὰρ οὐχὶ τερατώδεις οἱ λίθους προστρεπόμενοι, εἶτα μέντοι καὶ πρὸ τῶν πυλῶν ἱστάντες αὐτοὺς ὡς ἐνεργεῖς; Ἑρμῆν προσ κυνοῦσιν ὡς θεὸν καὶ τὸν Ἀγυιέα θυρωρὸν ἱστάντες
For are they not monstrous, those who supplicate stones, and then, moreover, set them up before their gates as though they were efficacious? They worship Hermes as a god, and set up the Way-god (Agyieus) as a doorkeeper.
那些向石頭祈求、隨後還把它們立在門前彷彿它們真有效力的人,豈不是怪誕透頂嗎?他們把赫爾墨斯當作神來崇拜,又把「道路之神」(阿古厄烏斯)立作守門人。
1:495
Εἰ γὰρ ὡς ἀναισθήτους ὑβρίζουσιν, τί προσκυνοῦσιν ὡς θεούς; Εἰ δὲ αἰσθήσεως αὐτοὺς μετέχειν οἴονται, τί τούτους .. ἱστᾶσι θυρωρούς; Ῥωμαῖοι δὲ τὰ μέγιστα κατορθώματα τῇ Τύχῃ ἀνατιθέντες καὶ ταύτην μεγίστην οἰόμενοι θεόν, φέροντες εἰς τὸν κοπρῶνα ἀνέθηκαν αὐτήν, ἄξιον νεὼν τὸν ἀφεδρῶνα νείμαντες τῇ θεῷ
For if they insult them as senseless, why do they worship them as gods? And if they suppose them to partake of perception, why do they set them up as doorkeepers? And the Romans, ascribing their greatest successes to Fortune (Tyche) and reckoning her the greatest god, carried her off to the privy and dedicated her there, assigning the latrine as a worthy temple for the goddess.
因為他們若以這些偶像為無知覺而加以侮慢,又為何把它們當神來崇拜呢?他們若以為它們有知覺,又為何把它們立作守門人呢?至於羅馬人,把自己最大的成就歸功於命運女神堤刻,並以她為至大之神,卻把她搬進茅廁安置,把那廁所當作配得這女神的廟宇。
1:496
Ἀλλὰ γὰρ ἀναισθήτῳ λίθῳ καὶ ξύλῳ καὶ χρυσίῳ πλουσίῳ οὐθ' ὁτιοῦν μέλει, οὐ κνίσης, οὐχ αἵματος, οὐ καπνοῦ, ᾧ δὴ τιμώμενοι καὶ τυφόμενοι ἐκμελαίνονται·
But indeed, insensible stone and wood and rich gold care for nothing whatever—not for the savour of fat, nor blood, nor smoke, by which, honoured and fumigated, they are blackened.
可是說真的,毫無知覺的石頭、木材和貴重的黃金,對什麼都一概無動於衷——不在乎燔脂的香氣,不在乎血,也不在乎那把它們薰黑的香煙——它們就是在這香煙的尊崇與煙燻中被熏黑的。
1:497
ἀλλ' οὐδὲ τιμῆς, οὐχ ὕβρεως·
Nor do they care for honour, nor for insult.
它們既不在乎尊榮,也不在乎羞辱。
1:498
τὰ δὲ καὶ παντός ἐστιν ἀτιμότερα ζῴου, τὰ .. ἀγάλματα
Indeed, these images are even more dishonourable than any living creature.
的確,這些偶像甚至比任何活物都更卑賤。
1:499
Καὶ ὅπως γε τεθείασται τὰ ἀναίσθητα, ἀπορεῖν ἔπεισί μοι καὶ κατελεεῖν τοὺς πλανωμένους τῆς ἀνοίας ὡς δειλαίους·
And as to how senseless things have come to be deified, it comes over me to be at a loss, and to pity those who go astray for their folly, as wretched creatures.
至於那些毫無知覺之物是怎樣被奉為神的,我不禁茫然不解,並可憐那些因愚妄而走入歧途的人,視他們為可悲之輩。
1:500
εἰ γὰρ καί τινα τῶν ζῴων οὐχὶ πάσας ἔχει τὰς αἰσθήσεις, ὥσπερ εὐλαὶ καὶ κάμπαι καὶ ὅσα διὰ τῆς πρώτης γενέσεως εὐθὺς ἀνάπηρα φαίνεται, καθάπερ οἱ σπάλακες καὶ ἡ μυγαλῆ, ἥν φησιν ὁ Νίκανδρος τυφλήν τε σμερδνήν .. τε·
For even if some of the animals do not possess all the senses—as worms and caterpillars, and all such as appear maimed from their very first generation, like moles and the shrew-mouse, which Nicander calls “blind and dreadful”—
因為即使有些動物並不具備全部的感官——例如蛆和毛蟲,以及一切從一出生便顯為殘缺的動物,像鼴鼠和鼩鼱(尼坎德爾稱之為「瞎眼而可怕的」)——
1:501
ἀλλά γε ἀμείνους εἰσὶ τῶν ξοάνων τούτων καὶ τῶν ἀγαλμάτων τέλεον ὄντων κωφῶν·
yet they are at least better than these xoana and statues, which are utterly deaf.
牠們至少還勝過這些徹底聾啞的雕像和神像。
1:502
ἔχουσιν γὰρ αἴσθησιν μίαν γέ τινα, φέρε εἰπεῖν ἀκουστικὴν ἢ ἁπτικὴν ἢ τὴν ἀναλογοῦσαν τῇ ὀσφρήσει ἢ τῇ γεύσει·
For they have at least some one sense—say, of hearing, or of touch, or that which corresponds to smell or taste.
因為牠們至少還有某一種感官——譬如聽覺、觸覺,或是相當於嗅覺、味覺的能力。
1:503
τὰ δὲ οὐδὲ μιᾶς .. αἰσθήσεως μετέχει, τὰ ἀγάλματα
But the statues partake of not even one sense.
可那些神像卻連一種感官也沒有。
1:504
Πολλὰ δέ ἐστι τῶν ζῴων, ὅσα οὐδὲ ὅρασιν ἔχει οὔτε ἀκοὴν οὔτε μὴν φωνήν, οἷον καὶ τὸ τῶν ὀστρέων γένος, ἀλλὰ ζῇ γε καὶ αὔξεται, πρὸς δὲ καὶ τῇ σελήνῃ συμπάσχει·
There are many of the animals which have neither sight nor hearing nor even voice—such as the genus of oysters—yet they at least live and grow, and moreover are affected in sympathy with the moon.
有許多動物既無視覺,也無聽覺,甚至無聲音——譬如牡蠣這一類——然而牠們至少還活著、還生長,而且還隨月相而有所感應。
1:505
τὰ δὲ ἀγάλματα ἀργά, ἄπρακτα, ἀναίσθητα, προσδεῖται καὶ προσκαθηλοῦται καὶ προσπήγνυται, χωνεύεται, ῥινᾶται, πρίεται, περιξέεται, .. γλύφεται
But the statues are idle, inactive, insensible; they are nailed up, fastened together, and fixed in place; they are cast, filed, sawn, scraped all over, and carved.
可那些神像卻是死板、無用、毫無知覺的;它們被釘上、被拼接、被固定;被熔鑄、被銼磨、被鋸割、被四面刮削、被雕鏤。
1:506
Κωφὴν μὲν δὴ γαῖαν ἀεικίζουσιν οἱ ἀγαλματο ποιοί, τῆς οἰκείας ἐξιστάντες φύσεως, ὑπὸ τῆς τέχνης προσκυνεῖν ἀναπείθοντες·
The image-makers thus outrage the dumb earth, driving it out of its own nature, persuading men by their art to worship it.
造像的人就這樣凌辱那不能言語的泥土,把它逐出自己的本性,又藉其技藝勸誘人去崇拜它。
1:507
προσκυνοῦσιν δὲ οἱ θεοποιοὶ οὐ θεοὺς καὶ δαίμονας κατά γε αἴσθησιν τὴν ἐμήν, γῆν δὲ καὶ τέχνην, τὰ ἀγάλματα ὅπερ ἐστίν
And the god-makers worship—not gods and daemons, by my reckoning—but earth and art, which is just what the statues are.
而那些造神的人所崇拜的——依我看來——並不是神和精靈,乃是泥土和技藝,這正是那些神像的本質。
1:508
Ἔστιν γὰρ ὡς ἀληθῶς τὸ ἄγαλμα ὕλη νεκρὰ τεχνίτου χειρὶ μεμορφωμένη·
For the statue is, in truth, dead matter shaped by a craftsman’s hand.
因為那神像實在不過是被工匠之手塑造出來的死物質。
1:509
ἡμῖν δὲ οὐχ ὕλης αἰσθητῆς αἰσθητόν, νοητὸν δὲ τὸ ἄγαλμά ἐστιν
But to us the image is not a perceptible thing of perceptible matter, but a thing of the mind.
可是對我們而言,那「形像」並非可感物質中可感的東西,乃是心靈所領會的。
1:510
Νοητόν, οὐκ αἰσθητόν ἐστι [τὸ ἄγαλμα] ὁ θεός, ὁ μόνος ὄντως θεός
The image is intelligible, not sensible: it is God, the only God who truly is.
這形像是可理解的,而非可感知的:它就是神,是惟一真正存在的神。
1:511
λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας·
Worshippers of stones, who have learned by experience not to revere senseless matter, being overcome by the very need they were in, perish through superstition.
你們這些拜石頭的人,雖已從經驗中學會不該敬奉無知覺的物質,卻反被自己所處的需要壓倒,因迷信而滅亡。
1:512
καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμάτων, φαίνεσθαι δὲ μὴ βουλόμενοι αὐτῶν ὅλως περιφρονοῦντες, ἐλέγχονται ὑπ' αὐτῶν τῶν θεῶν, οἷς δὴ .. τὰ ἀγάλματα ἐπιπεφήμισται
Yet though they despise the images, not wishing to appear utterly to disdain them, they are convicted by the very gods to whom these images have been ascribed.
然而他們雖暗自鄙視這些偶像,卻不願顯得對它們全然不屑,結果反被那些以偶像之名所立的「神」所定罪。
1:513
Διονύσιος μὲν γὰρ ὁ τύραννος ὁ νεώτερος θοἰμάτιον τὸ χρύσεον περιελόμενος τοῦ Διὸς ἐν Σικελίᾳ προσέταξεν αὐτῷ ἐρεοῦν περιτεθῆναι, χαριέντως φήσας τοῦτο ἄμεινον εἶναι τοῦ χρυσίου, καὶ θέρους κουφό .. τερον καὶ κρύους ἀλεεινότερον
For Dionysius the younger, the tyrant, in Sicily stripped off the golden cloak from Zeus and ordered a woollen one to be put on him instead, wittily remarking that this was better than the gold, being cooler in summer and warmer against the cold.
因為那小僭主狄俄倪西俄斯,在西西里剝去了宙斯的金袍,吩咐給他換上一件羊毛袍,還詼諧地說這比金的更好,夏天較涼爽,禦寒時也較暖和。
1:514
Ἀντίοχος δὲ ὁ Κυζικηνὸς ἀπορούμενος χρημάτων τοῦ Διὸς τὸ ἄγαλμα τὸ χρυσοῦν, πεντεκαίδεκα πηχῶν τὸ μέγεθος ὄν, προσέταξε χωνεῦσαι καὶ τῆς ἄλλης τῆς ἀτιμοτέρας ὕλης ἄγαλμα παραπλήσιον ἐκείνῳ .. πετάλοις κεχρυσωμένον ἀναθεῖναι πάλιν
And Antiochus of Cyzicus, being short of money, ordered the golden statue of Zeus, fifteen cubits in size, to be melted down, and a statue resembling that one, gilded with leaf of some other, baser material, to be set up again in its place.
庫齊科斯的安提俄科斯因缺錢,便下令把那尊十五肘高的黃金宙斯像熔掉,另用一種較廉賤的材料造一尊與之相似、貼上金箔的像,重新立在原處。
1:515
Αἱ δὲ χελιδόνες καὶ τῶν ὀρνέων τὰ πλεῖστα κατεξερῶσιν αὐτῶν τῶν ἀγαλμάτων εἰσπετόμενα, οὐδὲν φροντίσαντα οὔτε Ὀλυμπίου Διὸς οὔτε Ἐπιδαυρίου Ἀσκληπιοῦ οὐδὲ μὴν Ἀθηνᾶς Πολιάδος ἢ Σαράπιδος Αἰγυπτίου·
And the swallows and most of the birds fly in and defecate upon the very statues, caring nothing for the Olympian Zeus, nor the Epidaurian Asclepius, nor indeed Athena Polias, nor the Egyptian Sarapis.
燕子和大多數的鳥都飛進去,在這些神像本身上拉糞,根本不把奧林匹亞的宙斯、埃皮道羅斯的阿斯克勒庇俄斯,乃至護城雅典娜或埃及的薩拉皮斯放在眼裡。
1:516
παρ' ὧν οὐδὲ αὐτῶν τὴν ἀναισθησίαν .. τῶν ἀγαλμάτων ἐκμανθάνετε
Yet not even from these creatures do you learn the insensibility of the statues.
可你們連從這些飛禽身上,都學不會這些神像是何等毫無知覺。
1:517
Ἀλλ' εἰσὶ μὲν κακοῦργοί τινες ἢ πολέμιοι ἐπιθέμενοι, οἳ δι' αἰσχροκέρδειαν ἐδῄωσαν τὰ ἱερὰ καὶ τὰ ἀναθήματα ἐσύλησαν ἢ καὶ αὐτὰ ἐχώνευσαν .. τὰ ἀγάλματα
But there are indeed certain evildoers, or enemies launching an attack, who out of base greed have ravaged the sanctuaries, plundered the votive offerings, or even melted down the statues themselves.
然而確有一些作惡之人,或是來犯的仇敵,出於卑鄙的貪婪而劫掠聖所、搶奪供物,甚至把那些神像本身熔掉。
1:518
Καὶ εἰ Καμβύσης τις ἢ Δαρεῖος ἢ ἄλλος μαινόμενος τοιαῦτα ἄττα ἐπεχείρησεν καὶ εἰ τὸν Αἰγύπτιόν τις ἀπέκτεινεν Ἆπιν, γελῶ μὲν ὅτι τὸν θεὸν ἀπέκτεινεν αὐτῶν, ἀγανακτῶ δὲ εἰ κέρδους χάριν ἐπλημμέλει
And if a Cambyses or a Darius or some other madman attempted such things, and if anyone killed the Egyptian Apis, I laugh that he killed their god, but I am indignant if he transgressed for the sake of gain.
倘若有岡比西斯、大流士或別的瘋子幹過這等勾當,又倘若有人殺了埃及的阿庇斯,我固然好笑他殺了他們的神,但我也憤慨他竟是為了利益而犯下此罪。
1:519
Ἑκὼν οὖν ἐκλήσομαί τι τῆσδε τῆς κακουργίας, πλεονεξίας ἔργα, οὐχὶ δὲ ἀδρανείας τῶν εἰδώλων ἔλεγχον νομίζων
Willingly, then, I shall forget some part of this villainy, reckoning it the work of greed, and not a proof of the impotence of the idols.
因此我情願忘掉這惡行的一部分,把它算作貪婪所為,而不算作偶像無能的證明。
1:520
Ἀλλ' οὔτι γε τὸ πῦρ καὶ οἱ σεισμοὶ κερδαλέοι, οὐδὲ μὴν φοβοῦνται ἢ δυσωποῦνται οὐ τοὺς δαίμονας, οὐ τὰ ἀγάλματα, οὐ μᾶλλον ἢ τὰς ψηφῖδας τὰς παρὰ τοῖς αἰγιαλοῖς .. σεσωρευμένας τὰ κύματα
But fire and earthquakes, surely, are not gain-seeking; nor do they fear or stand in awe of the daemons or the statues, any more than the waves do of the pebbles heaped up along the shores.
可是火災與地震卻絕非為謀利而來;它們既不懼怕,也不敬畏那些精靈或神像,正如海浪絕不畏懼堆積在岸邊的那些卵石。
1:521
Οἶδα ἐγὼ πῦρ ἐλεγκτικὸν καὶ δεισιδαιμονίας ἰατικόν·
I know a fire that is convicting and curative of superstition.
我知道有一種火,能定迷信的罪,並能醫治迷信。
1:522
εἰ βούλει παύσασθαι τῆς ἀνοίας, φωταγωγήσει σε τὸ πῦρ
If you are willing to cease from your folly, the fire will lead you to the light.
你若願意脫離你的愚妄,這火必引你進入光明。
1:523
Τοῦτο τὸ πῦρ καὶ τὸν ἐν Ἄργει νεὼν σὺν καὶ τῇ ἱερείᾳ κατέφλεξεν Χρυσίδι, καὶ τὸν ἐν Ἐφέσῳ τῆς Ἀρτέμιδος δεύτερον μετὰ Ἀμαζόνας καὶ τὸἐν Ῥώμῃ Καπιτώλιον ἐπινενέμηται πολλάκις·
This fire also consumed the temple in Argos along with its priestess Chrysis; and the temple of Artemis at Ephesus, the second after the one in the time of the Amazons; and it has repeatedly fed upon the Capitol in Rome.
這火也燒毀了阿爾戈斯的廟連同其女祭司克律西斯;又燒毀了以弗所的阿耳忒彌斯廟——就是亞馬遜時代那座之後重建的第二座;它還屢次吞噬了羅馬的卡庇托利歐。
1:524
οὐκ ἀπέσχετο .. δὲ οὐδὲ τοῦ ἐν Ἀλεξανδρέων πόλει Σαράπιδος ἱεροῦ
Nor did it spare even the sanctuary of Sarapis in the city of the Alexandrians.
它甚至連亞歷山大城裡薩拉皮斯的聖所也不放過。
1:525
Ἀθήνησι γὰρ τοῦ Διονύσου τοῦ Ἐλευθερέως κατήρειψε τὸν νεών, καὶ τὸν ἐν Δελφοῖς τοῦ Ἀπόλλωνος πρότερον ἥρπασεν θύελλα, ἔπειτα ἠφάνισε πῦρ σωφρονοῦν
For at Athens it cast down the temple of Dionysus Eleuthereus, and the temple of Apollo at Delphi a tempest first seized, and then a chastening fire made it vanish away.
因為它在雅典傾覆了「自由者」狄俄倪索斯的廟;而得爾斐的阿波羅廟,先是被一場風暴所襲,繼而被一場行使懲戒的火所吞滅。
1:526
Τοῦτό σοι προοίμιον ἐπιδείκνυται ὧν ὑπισχνεῖται τὸ πῦρ
This is shown to you as a foretaste of what the fire promises.
這向你顯明的,乃是那火所應許之事的前奏。
1:527
Οἱ δὲ τῶν ἀγαλμάτων δημιουργοὶ οὐ δυσωποῦσιν ὑμῶν τοὺς ἔμφρονας τῆς ὕλης καταφρονεῖν;Ὁ μὲν Ἀθηναῖος Φειδίας ἐπὶ τῷ δακτύλῳ τοῦ Διὸς τοῦ Ὀλυμπίου ἐπιγράψας Παντάρκης καλός·
And do not the makers of the statues shame those of you who are sensible into despising matter? The Athenian Pheidias inscribed on the finger of the Olympian Zeus: “Pantarces is fair.”
難道那些造像的人,不會使你們當中明理的人感到羞愧,從而鄙視物質嗎?那雅典人菲狄亞斯曾在奧林匹亞宙斯像的指頭上刻著:「潘塔爾刻斯真美。」
1:528
οὐ γὰρ καλὸς αὐτῷ ὁ Ζεύς, ἀλλ' ὁ .. ἐρώμενος ἦν·
For it was not Zeus that was fair to him, but his beloved.
因為在他看來,那美的並不是宙斯,乃是他的所愛。
1:529
ὁ Πραξιτέλης δέ, ὡς Ποσίδιππος ἐν τῷ περὶ Κνίδου διασαφεῖ, τὸ τῆς Ἀφροδίτης ἄγαλμα τῆς Κνιδίας κατασκευάζων τῷ Κρατίνης τῆς ἐρωμένης εἴδει παραπλήσιον πεποίηκεν αὐτήν, ἵν' ἔχοιεν οἱ δείλαιοι τὴν Πραξιτέλους .. ἐρωμένην προσκυνεῖν
And Praxiteles, as Posidippus makes clear in his work On Cnidus, when fashioning the statue of the Cnidian Aphrodite, made her closely resemble the form of his beloved Cratine, so that the wretched might have Praxiteles’ mistress to worship.
正如波西迪波斯在其《論克尼多斯》中所說,普拉克西特勒斯在造克尼多斯的阿芙羅狄忒像時,把她造得極像他所愛的克拉提涅的模樣,好讓那些可憐人有普拉克西特勒斯的情婦可供崇拜。
1:530
Φρύνη δὲ ὁπηνίκα ἤνθει ἡ ἑταίρα ἡ Θεσπιακή, οἱ ζωγράφοι πάντες τῆς Ἀφροδίτης εἰκόνας πρὸς τὸ κάλλος ἀπεμιμοῦντο Φρύνης, ὥσπερ αὖ καὶ οἱ λιθοξόοι τοὺς Ἑρμᾶς Ἀθήνησι πρὸς Ἀλκιβιάδην ἀπείκαζον
And when Phryne the Thespian courtesan was in her bloom, all the painters used to copy the beauty of Phryne for their images of Aphrodite, just as, again, the sculptors fashioned the Hermae at Athens after the likeness of Alcibiades.
當忒斯庇埃的名妓芙律涅正當盛年時,所有畫家都仿照芙律涅的美貌來繪製阿芙羅狄忒的像,正如雕刻家們又仿照亞西比德的相貌來塑造雅典的赫爾墨斯柱像。
1:531
Ὑπλείπεται τῆς σῆς κρίσεως τὸ ἔργον ἐπάξαι, εἰ βούλει καὶ τὰς ἑταίρας προσκυνεῖν
It remains for your judgement to draw the conclusion, whether you are willing to worship even the courtesans.
至於要不要連那些名妓也一併崇拜,這結論就留待你自己去判斷了。
1:532
Ἐντεῦθεν, οἶμαι, κινηθέντες οἱ βασιλεῖς οἱ παλαιοί, καταφρονοῦντες τῶν μύθων τούτων, ἀνέδην διὰ τὸ ἐξ ἀνθρώπων ἀκίνδυνον σφᾶς αὐτοὺς θεοὺς ἀνηγόρευον, ταύτῃ κἀκείνους διὰ τὴν δόξαν ἀπηθανατίσθαι διδάσκοντες·
Moved by this, I suppose, the kings of old, despising these myths, recklessly—because there was no danger of it from men—proclaimed themselves gods, thereby teaching that those former ones too had been immortalized on account of their fame.
我想,正是受此驅使,古時的列王鄙視這些神話,便肆無忌憚地——因為從人那裡並無此危險——宣告自己為神,藉此教導人:那些先前的「神」也不過是因聲名而被奉為不朽的。
1:533
Κῆυξ μὲν ὁ Αἰόλου Ζεὺς ὑπὸ τῆς Ἀλκυόνης τῆς γυναικός, Ἀλκυόνη .. δὲ αὖθις ὑπὸ τοῦ ἀνδρὸς Ἥρα προσαγορευομένη
Ceyx the son of Aeolus was addressed as Zeus by his wife Alcyone, and Alcyone in turn was called Hera by her husband.
埃俄羅斯之子刻宇克斯被他妻子阿爾庫俄涅稱作宙斯,阿爾庫俄涅反過來又被她丈夫稱作赫拉。
1:534
Πτολεμαῖος δὲ ὁ τέταρτος Διόνυσος ἐκαλεῖτο·
And Ptolemy the Fourth was called Dionysus.
托勒密四世被稱作狄俄倪索斯。
1:535
καὶ Μιθριδάτης ὁ Ποντι κὸς Διόνυσος καὶ αὐτός·
And Mithridates of Pontus was himself also called Dionysus.
本都的米特里達梯本人也被稱作狄俄倪索斯。
1:536
ἐβούλετο δὲ καὶ Ἀλέξανδρος Ἄμμωνος υἱὸς εἶναι δοκεῖν καὶ κερασφόρος ἀναπλάττεσθαι πρὸς τῶν ἀγαλματοποιῶν, τὸ καλὸν ἀνθρώπου πρόσωπον .. ὑβρίσαι σπεύδων κέρατι
And Alexander too wished to be thought the son of Ammon, and to be modelled with horns by the sculptors, eager to outrage the fair face of man with a horn.
亞歷山大也想被人當作阿蒙的兒子,並要雕刻家把他塑成長角的模樣,一心要用犄角去糟蹋人那俊美的面容。
1:537
καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος
And even private men dignified themselves with divine titles, as Menecrates the physician, who was nicknamed Zeus.
甚至連平民百姓也用神的稱號來抬高自己,如醫生墨涅克拉特斯,就被冠以宙斯的綽號。
1:538
Τί με δεῖ καταλέγειν Ἀλέξαρχον ( γραμματικὸς οὗτος τὴν ἐπιστήμην γεγονώς, ὡς ἱστορεῖ Ἄριστος ὁ Σαλαμίνιος, αὑτὸν κατεσχη .. μάτιζεν εἰς Ἥλιον); Τί δεῖ καὶ Νικαγόρου μεμνῆσθαι (Ζελείτης τὸ γένος ἦν κατὰ τοὺς Ἀλεξάνδρου γεγονὼς χρόνους·
Why need I recount Alexarchus (a man who became a grammarian by profession, as Aristus of Salamis records, and who styled himself as Helios)? Why need I mention Nicagoras (he was a Zeleian by birth, who lived in the times of Alexander;
我又何必細數亞歷克薩爾科斯呢(據薩拉米斯的阿里斯托斯所記,這人是個以教文法為業的人,竟把自己裝扮成赫利俄斯)?又何必提及尼卡戈拉斯呢(他出身澤勒亞,生於亞歷山大的時代;
1:539
Ἑρμῆς προσηγορεύετο ὁ Νικαγόρας καὶ τῇ .. στολῇ τοῦ Ἑρμοῦ ἐκέχρητο, ὡς αὐτὸς μαρτυρεῖ), ὅπου γε καὶ ὅλα ἔθνη καὶ πόλεις αὔτανδροι, κολακείαν ὑποδυόμεναι, ἐξευτελίζουσιν τοὺς μύθους τοὺς περὶ τῶν θεῶν, ἰσοθέους ἄνθρωποι κατασχηματίζοντες ἑαυτούς, ὑπὸ δόξης πεφυση μένοι, ἐπιψηφιζόμενοι τιμὰς ἑαυτοῖς ὑπερόγκους; Νῦν μὲν τὸν Μακεδόνα τὸν ἐκ Πέλλης τὸν Ἀμύντου Φίλιππον ἐν Κυνοσάργει νομοθετοῦντες προσκυνεῖν, τὸν τὴν κλεῖν κατεαγότα καὶ τὸ σκέλος πεπηρωμένον, ὃς ἐξεκόπη τὸν .. ὀφθαλμόν·
Nicagoras was styled Hermes and used the dress of Hermes, as he himself testifies)—when whole nations and entire cities, men and all, slinking into flattery, debase the myths about the gods, men fashioning themselves as the equals of gods, puffed up by vainglory, voting themselves extravagant honours? At one time they legislated that the Macedonian Philip from Pella, the son of Amyntas, be worshipped in the Cynosarges—the man with the broken collarbone and the maimed leg, who had had his eye knocked out;
尼卡戈拉斯被稱作赫爾墨斯,並穿戴赫爾墨斯的衣飾,這是他自己所見證的)——既然整個整個的民族、整座整座的城(連人帶城)都鑽進諂媚裡,貶損關於眾神的神話,人竟把自己塑造成與神同等,被虛榮鼓脹,投票給自己加封過分的尊榮,我還何須多說?他們一時立法要人在庫諾薩革斯敬奉那來自佩拉的馬其頓人、阿敏塔斯之子腓力——那個鎖骨斷裂、腿瘸了、又被打瞎了一隻眼的人;
1:540
αὖθις δὲ τὸν Δημήτριον θεὸν καὶ αὐτὸν ἀναγο ρεύοντες·
and at another time, proclaiming Demetrius too a god.
又一時,還宣告得墨特里俄斯也是神。
1:541
καὶ ἔνθα μὲν ἀπέβη τοῦ ἵππου Ἀθήναζε εἰσιών, Καταιβάτου ἱερόν ἐστι Δημητρίου, βωμοὶ δὲ πανταχοῦ·
And where he dismounted from his horse on entering Athens, there is a sanctuary of Demetrius the “Descender,” and altars everywhere.
他進雅典城下馬的那地方,就有一座「降臨者」得墨特里俄斯的聖所,到處都是祭壇。
1:542
καὶ γάμος ὑπὸ Ἀθηναίων αὐτῷ ὁ τῆς Ἀθηνᾶς ηὐτρεπίζετο·
And a marriage to Athena was being arranged for him by the Athenians.
雅典人還為他籌備一樁與雅典娜的婚事。
1:543
ὁ δὲ τὴν μὲν θεὸν ὑπερηφάνει, τὸ ἄγαλμα γῆμαι μὴ δυνά μενος·
But he scorned the goddess, being unable to marry the statue.
他卻輕慢那女神,因為他根本無法迎娶一尊像。
1:544
Λάμιαν δὲ τὴν ἑταίραν ἔχων εἰς ἀκρόπολιν ἀνῄει καὶ τῷ τῆς Ἀθηνᾶς ἐνεφυρᾶτο παστῷ, τῇ παλαιᾷ παρθένῳ τὰ τῆς νέας ἐπιδεικνὺς ἑταίρας σχήματα
Instead, taking Lamia the courtesan with him, he went up to the Acropolis and defiled the bridal chamber of Athena, displaying to the ancient virgin the postures of the new courtesan.
他反倒帶著名妓拉彌亞上到衛城,玷污了雅典娜的新房,把那新來名妓的種種姿態,展示在那古老的處女神面前。
1:545
Οὐ νέμεσις τοίνυν οὐδὲ Ἵππωνι ἀπαθανατίζοντι τὸν θάνατον τὸν ἑαυτοῦ·
There is no cause for indignation, then, even at Hippo for immortalizing his own death.
那麼即使希蓬把自己的死「永垂不朽」,也沒什麼可氣憤的了。
1:546
ὁ Ἵππων οὗτος ἐπιγραφῆναι ἐκέλευσεν τῷ μνήματι τῷ ἑαυτοῦ τόδε τὸ ἐλεγεῖον·
This Hippo ordered the following elegiac couplet to be inscribed upon his own tomb:
這位希蓬吩咐人在他自己的墳上刻下這首輓歌對句:
1:547
Ἵππωνος τόδε σῆμα, τὸν ἀθανάτοισι θεοῖσιν ἶσον ἐποίησεν Μοῖρα καταφθίμενον
“This is the tomb of Hippo, whom Fate made equal to the immortal gods in his death.”
「這是希蓬的墳墓,命運在他死時使他與不朽的眾神同等。」
1:548
Εὖ γε, Ἵππων, ἐπιδεικνύεις ἡμῖν τὴν ἀνθρωπίνην πλάνην
Well done, Hippo, you display to us the human error.
幹得好,希蓬,你向我們展示了人的謬誤。
1:549
Εἰ γὰρ καὶ λαλοῦντί σοι μὴ πεπιστεύκασι, νεκροῦ γενέσθωσαν μαθηταί
For if they did not believe you while you spoke, let them become the disciples of a dead man.
因為他們若不信你活著時所說的,就讓他們去作一個死人的門徒吧。
1:550
Χρησμὸς οὗτός ἐστιν Ἵππωνος·
This is the oracle of Hippo.
這就是希蓬的「神諭」。
1:551
Οἱ προσκυνούμενοι παρ' ὑμῖν, ἄνθρωποι γενόμενοί ποτε, εἶτα μέντοι τεθνᾶσιν·
Those who are worshipped among you were once men, and then, of course, they died.
在你們當中受崇拜的那些,從前都是人,後來自然也都死了。
1:552
τετίμηκεν δὲ αὐτοὺς ὁ μῦθος καὶ ὁ χρόνος
But myth and time have honoured them.
只是神話與時間把他們抬高了。
1:553
Φιλεῖ γάρ πως τὰ μὲν παρόντα συνηθείᾳ καταφρο νεῖσθαι, τὰ δὲ παρῳχηκότα τοῦ παραυτίκα ἐλέγχου κεχω ρισμένα χρόνων ἀδηλίᾳ τετιμῆσθαι τῷ πλάσματι, καὶ τὰ .. μὲν ἀπιστεῖσθαι, τὰ δὲ καὶ θαυμάζεσθαι
For somehow present things tend, through familiarity, to be despised, while things past, being removed from immediate scrutiny by the obscurity of the ages, come to be honoured by fiction—so that some are disbelieved, and others even marvelled at.
因為眼前之物往往因熟悉而遭輕視,而過往之事既因年代久遠、不容當下查驗,便被虛構抬舉而受尊崇——以致有些被人不信,有些反倒被人驚歎。
1:554
Αὐτίκα γοῦν οἱ παλαιοὶ νεκροὶ τῷ πολλῷ τῆς πλάνης χρόνῳ σεμνυνόμενοι τοῖς ἔπειτα νομίζονται θεοί
At any rate, the ancient dead, exalted by the long span of the delusion, are reckoned gods by later generations.
無論如何,那些古時的死人,因這謬誤歷時長久而被高舉,竟被後世的人當作神了。
1:555
Πίστις ὑμῖν τῶνδε αὐτὰ ὑμῶν τὰ μυστήρια, αἱ πανηγύρεις, δεσμὰ καὶ τραύματα καὶ δακρύοντες θεοί·
The proof of these things is your own mysteries—the festivals, the bonds and wounds, and the weeping gods.
證明這些事的,正是你們自己的奧祕禮——那些節慶、那些捆綁與創傷,以及那些哭泣的神。
1:556
ὤ μοι ἐγώ, ὅτε μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν μοῖρ' ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι
“Woe is me, that it is fated for Sarpedon, dearest of men to me, to be slain by Patroclus the son of Menoetius.”
「我真悲哀啊,我所最愛的薩耳珀冬,竟命定要死在墨諾提俄斯之子帕特洛克羅斯手下。」
1:557
Κεκράτηται τὸ θέλημα τοῦ Διὸς καὶ ὁ Ζεὺς ὑμῖν διὰ Σαρπηδόνα οἰμῴζει νενικημένος
The will of Zeus is overcome, and Zeus, vanquished, wails to you over Sarpedon.
宙斯的意旨被勝過了,宙斯既已戰敗,竟向你們為薩耳珀冬而哀號。
1:558
Εἴδωλα γοῦν εἰκότως αὐτοὺς καὶ δαίμονας ὑμεῖς αὐτοὶ κεκλήκατε, ἐπεὶ καὶ τὴν Ἀθηνᾶν αὐτὴν καὶ τοὺς ἄλλους θεοὺς κακίᾳ τιμήσας Ὅμηρος δαίμονας προσηγόρευσεν·
It is reasonable, then, that you yourselves have called them “idols” (eidola) and “daemons,” since even Homer, honouring Athena herself and the other gods with a name of reproach, called them daemons:
那麼合理的是,你們自己也稱他們為「偶像」(eidola)和「精靈」,因為連荷馬在以一個帶貶意的名稱來「尊崇」雅典娜本身和其餘眾神時,也稱他們為精靈:
1:559
ἡ δ' Οὐλυμπόνδε βεβήκει δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους
“And she went off to Olympus, to the house of aegis-bearing Zeus, among the other daemons.”
「她便往奧林匹斯去了,到了那執神盾的宙斯之家,列在其餘的精靈之中。」
1:560
Πῶς οὖν ἔτι θεοὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες, βδελυρὰ ὄντως καὶ πνεύματα ἀκάθαρτα, πρὸς πάντων ὁμολογούμενα γήινα καὶ δεισαλέα, κάτω βρίθοντα, περὶ τοὺς τάφους καὶ τὰ μνημεῖα καλινδούμενα, περὶἃ δὴ καὶ ὑποφαίνονται ἀμυ δρῶς σκιοειδῆ φαντάσματα; .. Ταῦθ' ὑμῶν οἱ θεοὶ τὰ εἴδωλα, αἱ σκιαὶ καὶ πρὸς τούτοις χωλαὶ ἐκεῖναι καὶ ῥυσαί, παραβλῶπες ὀφθαλμῶν, αἱ Λιταὶ αἱ Θερσίτου μᾶλλον ἢ Διὸς θυγατέρες, ὥστε μοι δοκεῖν χαριέντως φάναι τὸν Βίωνα, πῶς ἂν ἐνδίκως οἱ ἄνθρωποι παρὰ τοῦ Διὸς αἰτήσονται τὴν εὐτεκνίαν, ἣν .. οὐδ' αὑτῷ παρασχεῖν ἴσχυσεν; Οἴμοι τῆς ἀθεότητος·
How, then, can the idols and the daemons still be gods—being in truth abominable and unclean spirits, by all confessed to be earthbound and filthy, weighed down toward the depths, hovering about the tombs and graves, around which they faintly appear as shadowy phantoms? ... Such are your gods, the idols, the shades, and besides these those lame and wrinkled ones, the squint-eyed Litai (Prayers), daughters rather of Thersites than of Zeus; so that Bion, it seems to me, spoke wittily, asking how men could justly beg of Zeus the blessing of fair children, which he had not had the power to bestow even on himself. Alas for the godlessness!
那麼,這些偶像和精靈又怎能算作神呢——它們其實是可憎、污穢的靈,眾所公認是屬地、骯髒的,往幽深處沉墜,在墳墓與冢塋間徘徊,並在其周圍隱約現出影影綽綽的鬼影?……你們的神就是這等貨色——那些偶像、那些幽影,此外還有那些瘸腿多皺、斜視的「禱告女神」(利泰),與其說是宙斯之女,不如說是忒耳西忒斯之女;故此在我看來,比翁說得詼諧:人怎能合理地向宙斯求兒女滿堂的福分,連他自己都無力得到的福分呢?唉,這何等的無神啊!
1:561
τὴν ἀκήρατον οὐσίαν, τὸ ὅσον ἐφ' ὑμῖν, κατορύττετε καὶ τὸ ἄχραντον ἐκεῖνο καὶ τὸ ἅγιον τοῖς τάφοις ἐπικεχώκατε, .. τῆς ἀληθῶς ὄντως οὐσίας συλήσαντες τὸ θεῖον
As far as in you lies, you bury the undefiled essence, and you have heaped upon the tombs that pure and holy One, robbing the divine of its truly real essence.
你們竭盡所能地把那無玷污的本體埋葬,又把那純潔聖潔的一位堆壓在墳墓之下,從那真實存在的本體中奪去了神性。
1:562
ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; Τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες (πάλιν γὰρ δὴ ἐπαναλήψομαι), τὸν ὑπερουράνιον βλασφημήσαντες τόπον εἰς τοὔδαφος κατεσύρατε τὴν εὐσέβειαν, χθονίους ὑμῖν ἀναπλάττοντες θεοὺς καὶ τὰ γενητὰ ταῦτα πρὸ τοῦ ἀγενήτου μετιόντες .. θεοῦ βαθυτέρῳ περιπεπτώκατε ζόφῳ; Καλὸς ὁ Πάριος λίθος, ἀλλ' οὐδέπω Ποσειδῶν·
Are not all these things which you see offspring of the earth? Why then, O vain and empty-minded ones (for I will resume once more), having blasphemed the supra-heavenly realm, have you dragged piety down to the ground, fashioning for yourselves earthbound gods, and, by pursuing these created things rather than the uncreated God, fallen into a deeper darkness? Fair is the Parian marble, yet it is not yet Poseidon.
你所看見的這一切,豈不都是大地的產物嗎?那麼,虛妄而頭腦空洞的人哪(我要再重申一次),你們既褻瀆了那超天的境界,為何把敬虔拽到地上,為自己捏造屬地的神,又因追逐這些受造之物而非那非受造的神,墜入了更深的幽暗呢?帕羅斯的大理石固然美,卻還不是波塞冬。
1:563
καλὸς ὁ ἐλέφας, ἀλλ' οὐδέπω Ὀλύμπιος·
Fair is the ivory, yet it is not yet the Olympian.
象牙固然美,卻還不是那奧林匹亞的宙斯。
1:564
ἐνδεὴς ἀεί ποτε ἡ ὕλη τῆς τέχνης, ὁ θεὸς δὲ ἀνενδεής
Matter is always in need of art, but God is in need of nothing.
物質永遠需要技藝,神卻一無所需。
1:565
Προῆλθεν ἡ τέχνη, περιβέβληται τὸ σχῆμα ἡ ὕλη, καὶ τὸ πλούσιον τῆς οὐσίας πρὸς μὲν τὸ κέρδος ἀγώγιμον, μόνῳ δὲ τῷ σχήματι γίνεται σεβάσμιον
Art came forward, matter was clothed with form; and the richness of the substance, while marketable for gain, becomes an object of reverence only by reason of its form.
技藝一登場,物質便披上了形貌;那材質的貴重,固然能在市場上換取利潤,卻惟獨因其形貌而成了人敬奉的對象。
1:566
Χρυσός ἐστι τὸ ἄγαλμά σου, ξύλον ἐστίν, λίθος ἐστίν, γῆ ἐστιν, ἐὰν ἄνωθεν νοήσῃς, μορφὴν παρὰ τοῦ τεχνίτου προσλαβοῦσα
Your statue is gold, it is wood, it is stone, it is earth, which, if you consider it from above, has received its form from the craftsman.
你的神像不過是金、是木、是石、是土,你若從高處看它,它的形貌不過是從工匠那裡得來的。
1:567
Γῆν δὲ ἐγὼ πατεῖν, οὐ προσκυνεῖν μεμελέ τηκα·
But I have learned to tread the earth, not to worship it.
可我所學會的,是踐踏大地,而非崇拜大地。
1:568
οὐ γάρ μοι θέμις ἐμπιστεῦσαί ποτε τοῖς ἀψύχοις τὰς τῆς ψυχῆς ἐλπίδας
For it is not lawful for me ever to entrust the hopes of my soul to soulless things.
因為我斷不可把我靈魂的盼望,託付給那些沒有生命的東西。
1:569
Ἰτέον οὖν ὡς ἔνι μάλιστα ἐγγυτάτω τῶν ἀγαλμάτων, ὡς οἰκεία ἡ πλάνη κἀκ τῆς προσόψεως ἐλέγχηται·
We must, then, approach as nearly as possible to the statues, so that their error may be exposed even from their very appearance.
那麼我們必須盡可能地走近這些神像,好叫它們的謬誤連從外表上也被揭穿。
1:570
ἐναπο μέμακται γὰρ πάνυ δὴ σαφῶς τὰ εἴδη τῶν ἀγαλμάτων τὴν .. διάθεσιν τῶν δαιμόνων
For the forms of the statues have been imprinted, very plainly indeed, with the disposition of the daemons.
因為這些神像的形貌,已極其明顯地烙印著那些精靈的性情。
1:571
Εἰ γοῦν τις τὰς γραφὰς καὶ τὰ ἀγάλματα περινοστῶν θεῷτο, γνωριεῖ ὑμῶν παραυτίκα τοὺς θεοὺς ἐκ τῶν ἐπονειδίστων σχημάτων, τὸν Διόνυσον ἀπὸ τῆς στολῆς, τὸν Ἥφαιστον ἀπὸ τῆς τέχνης, τὴν Δηὼ ἀπὸ τῆς συμφορᾶς, ἀπὸ τοῦ κρηδέμνου τὴν Ἰνώ, ἀπὸ τῆς τριαίνης τὸν Ποσειδῶ, ἀπὸ τοῦ κύκνου τὸν Δία·
If anyone, going about and gazing upon the paintings and statues, were to look, he will at once recognize your gods from their shameful attitudes—Dionysus from his robe, Hephaestus from his craft, Demeter (Deo) from her affliction, Ino from her veil, Poseidon from his trident, Zeus from the swan;
倘若有人四處走動、注視那些畫像與神像,他立刻就能從那些可恥的姿態認出你們的神來——從袍服認出狄俄倪索斯,從技藝認出赫淮斯托斯,從那番苦難認出得墨忒耳(得俄),從頭巾認出伊諾,從三叉戟認出波塞冬,從天鵝認出宙斯;
1:572
τὸν δὲ Ἡρακλέα δείκνυσιν ἡ πυρά, κἂν γυμνὴν ἴδῃ τις ἀνάγραπτον γυναῖκα, .. τὴν χρυσῆν Ἀφροδίτην νοεῖ
and the pyre points out Heracles; and if anyone sees a naked woman depicted, he understands her to be the golden Aphrodite.
那火堆則指明了赫拉克勒斯;倘若有人看見一個赤身女子的畫像,他便明白那是金色的阿芙羅狄忒。
1:573
Οὕτως ὁ Κύπριος ὁ Πυγ μαλίων ἐκεῖνος ἐλεφαντίνου ἠράσθη ἀγάλματος·
Thus that famous Cyprian, Pygmalion, fell in love with an ivory statue.
就這樣,那著名的塞浦路斯人皮格馬利翁,竟愛上了一尊象牙像。
1:574
τὸ ἄγαλμα Ἀφροδίτης ἦν καὶ γυμνὴ ἦν·
The statue was of Aphrodite, and it was naked.
那像是阿芙羅狄忒的,並且是赤身的。
1:575
νικᾶται ὁ Κύπριος τῷ σχήματι καὶ συνέρχεται τῷ ἀγάλματι, καὶ τοῦτο Φιλοσ τέφανος ἱστορεῖ·
The Cyprian is overcome by its form and unites himself with the statue—and this Philostephanus records.
這塞浦路斯人被那形貌所征服,竟與那雕像交合——這是斐羅斯特法諾斯所記載的。
1:576
Ἀφροδίτη δὲ ἄλλη ἐν Κνίδῳ λίθος ἦν καὶ καλὴ ἦν, ἕτερος ἠράσθη ταύτης καὶ μίγνυται τῇ λίθῳ·
And another Aphrodite at Cnidus was of stone, and it was beautiful; another man fell in love with this one and had intercourse with the stone.
克尼多斯還有另一尊阿芙羅狄忒像是石頭的,並且是美麗的;又有一人愛上了這一尊,竟與那石頭苟合。
1:577
Ποσίδιππος ἱστορεῖ, ὁ μὲν πρότερος ἐν τῷ περὶ Κύπρου, ὁ δὲ ἕτερος ἐν τῷ περὶ Κνίδου
Posidippus records it—the former case in his work On Cyprus, the latter in his work On Cnidus.
波西迪波斯記載了此事——前一件在其《論塞浦路斯》中,後一件在其《論克尼多斯》中。
1:578
Τοσοῦτον ἴσχυσεν ἀπατῆσαι τέχνη προαγωγὸς ἀνθρώποις ἐρωτικοῖς εἰς βάραθρον γενο .. μένη
So great was the power of art to deceive, becoming for amorous men a pander into the pit of ruin.
技藝竟有如此之大的迷惑能力,對好色的人成了把他們拉進毀滅深坑的拉皮條者。
1:579
Δραστήριος μὲν ἡ δημιουργική, ἀλλ' οὐχ οἵα τε ἀπατῆσαι λογικὸν οὐδὲ μὴν τοὺς κατὰ λόγον βεβιωκότας·
Effective indeed is the craftsman’s art, but it is not such as can deceive a rational being, nor indeed those who have lived according to reason.
工匠的技藝固然有效,卻不足以欺哄一個有理性的人,更不足以欺哄那些照理性而活的人。
1:580
ζωγραφίας μὲν γὰρ, δι' ὁμοιότητα σκιαγραφίας περιστερᾶς, προσέπτησαν πελειάδες καὶ ἵπποις καλῶς γεγραμμέναις προσεχρεμέτισαν ἵπποι
For doves flew toward painted pigeons because of the likeness of the shaded drawing, and horses neighed at well-painted mares.
因為鴿子曾因那暈染圖畫的逼真而飛向畫中的鴿子,馬也曾向畫得栩栩如生的母馬嘶鳴。
1:581
Ἐρασθῆναι κόρην εἰκόνος λέγουσιν καὶ νέον καλὸν Κνιδίου ἀγάλματος, ἀλλ' ἦσαν τῶν θεατῶν .. αἱ ὄψεις ἠπατημέναι ὑπὸ τῆς τέχνης
They say that a maiden fell in love with a portrait, and a handsome youth with the Cnidian statue—but the eyes of these spectators had been deceived by art.
據說有一位少女愛上了一幅畫像,一個俊美的青年愛上了那克尼多斯的雕像——可是這些觀者的眼睛,原是被技藝所欺哄了。
1:582
Οὐδὲ γὰρ ἂν θεᾷ τις συνεπλάκη, οὐδ' ἂν νεκρᾷ τις συνετάφη, οὐδ' ἂν ἠράσθη δαίμονος καὶ λίθου ἄνθρωπος σωφρονῶν
For no one in his right mind would have embraced a goddess, nor been buried with a corpse, nor fallen in love with a daemon and a stone.
因為任何頭腦清醒的人,都不會去擁抱一位女神,不會與屍體同葬,也不會愛上一個精靈和一塊石頭。
1:583
Ὑμᾶς δὲ ἄλλῃ γοητείᾳ ἀπατᾷ ἡ τέχνη, εἰ καὶ μὴ ἐπὶ τὸ ἐρᾶν προσάγουσα, ἀλλ' ἐπὶ τὸ τιμᾶν καὶ προσκυνεῖν τά τε ἀγάλματα καὶ τὰς .. γραφάς
But art deceives you with another kind of sorcery, even if it does not lead you to love, yet it leads you to honour and worship both the statues and the paintings.
可是技藝卻用另一種法術來迷惑你們:即使它不引你們去愛慕,卻引你們去尊崇、膜拜那些神像和畫像。
1:584
ἐπαινείσθω μὲν ἡ τέχνη, μὴ ἀπατάτω δὲ τὸν ἄνθρωπον ὡς ἀλήθεια
Let art be praised, but let it not deceive man as though it were truth.
技藝固然當受稱讚,卻不可冒充真理去欺哄人。
1:585
Ἕστηκεν ὁ ἵππος ἡσυχῇ, ἡ πελειὰς ἀτρεμής, ἀργὸν τὸ πτερόν, ἡ δὲ βοῦς ἡ Δαιδάλου ἡ ἐκ τοῦ ξύλου πεποιημένη ταῦρον εἷλεν ἄγριον καὶ κατηνάγκασεν τὸ θηρίον ἡ τέχνη πλανήσασα ἐρώσης ἐπιβῆναι γυναικός
The horse stands still in quietness, the dove unmoving, the wing idle; but the cow of Daedalus, the one made of wood, lured a wild bull and constrained the beast—art, having deluded it, compelled it to mount the woman who lusted.
那馬靜靜地站著,鴿子一動不動,翅膀閒置無用;可代達羅斯那頭木造的母牛,卻引來一頭野公牛,逼使那畜生——技藝迷惑了牠,竟強迫牠去爬伏那慾火中燒的女人。
1:586
Τοσοῦτον οἶστρον αἱ τέχναι κακοτεχνοῦσαι τοῖς ἀνοή τοις ἐνεποίησαν
So great a frenzy did the arts, by their evil artistry, breed in the foolish.
這些技藝以其邪惡的工巧,在愚人心中竟激起了如此狂亂的慾火。
1:587
Ἀλλὰ τοὺς μὲν πιθήκους οἱ τούτων τροφεῖς καὶ μελεδωνοὶ τεθαυμάκασιν, ὅτι τῶν κηρίνων ἢ πηλίνων ὁμοιωμάτων καὶ κοροκοσμίων ἀπατᾷ τούτους οὐδέν·
But the keepers and tenders of apes have marvelled that nothing of these waxen or clay likenesses and dolls deceives them.
然而那些飼養、照管猿猴的人卻驚歎:這些蠟製、泥製的相似物和玩偶,竟絲毫欺哄不了那些猿猴。
1:588
ὑμεῖς δὲ ἄρα καὶ πιθήκων χείρους γενήσεσθε λιθίνοις καὶ ξυλίνοις καὶ χρυσέοις καὶ ἐλεφαντίνοις ἀγαλματίοις καὶ .. γραφαῖς προσανέχοντες
And shall you, then, prove yourselves even worse than apes, fixing your attention on little images of stone and wood and gold and ivory, and on paintings?
那麼,你們竟要使自己顯得比猿猴還不如,把心思全放在那些石、木、金、象牙做的小偶像和畫像上嗎?
1:589
Τοσούτων ὑμῖν οἱ δημιουργοὶ ἀθυρμάτων ὀλεθρίων οἱ λιθοξόοι καὶ οἱ ἀνδριαντοποιοὶ γραφεῖς τε αὖ καὶ τέκτονες καὶ ποιηταί, πολύν τινα καὶ τοιοῦτον ὄχλον παρεισάγοντες, κατ' ἀγροὺς μὲν Σατύρους καὶ Πᾶνας, ἀνὰ δὲ τὰς ὕλας Νύμφας τὰς ὀρειάδας καὶ τὰς ἁμαδρυάδας, ναὶ μὴν ἀλλὰ καὶ περὶ τὰ ὕδατα καὶ περὶ τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τὰς Ναΐδας καὶ περὶ τὴν θάλατταν .. τὰς Νηρεΐδας
Of so many ruinous playthings have your craftsmen—the stone-cutters and the statue-makers, the painters again, and the carpenters and the poets—brought in for you a great and motley crowd of them: in the fields Satyrs and Pans, throughout the woods the mountain Nymphs and the Hamadryads, and indeed, around the waters and the rivers and the springs, the Naiads, and around the sea the Nereids.
你們的工匠——石匠和造像匠、還有畫家、木匠和詩人——竟為你們造出了這麼多毀滅人的玩物,引進了一大群形形色色的東西:在田野有薩堤洛斯和潘神,在林間遍布山地的寧芙和樹精,更有在水域、河流、泉源邊的那伊阿得斯水仙,以及在海上的涅瑞伊得斯海仙。
1:590
αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοι δαῖς πεποιηκότες
They boast, having registered these as their own household servants, having by their incantations made them their constrained slaves.
他們還洋洋得意,把這些登記為自己的家僕,藉著他們的咒語把它們變成了任其驅使的奴隸。
1:591
Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖαι θεῶν μνημονευόμεναι καὶ μοιχεῖαι ᾀδόμεναι καὶ εὐωχίαι κωμῳδούμεναι καὶ γέλωτες παρὰ πότον εἰσαγόμενοι προτρέπουσι δή με ἀνακραγεῖν, κἂν σιωπῆσαι θέλω·
And so weddings and child-bearings and the lyings-in of gods are recounted, adulteries are sung, feastings are made the subject of comedy, and the laughter raised over the cups—all this incites me to cry aloud, even though I would fain keep silence.
於是眾神的婚嫁、生育和分娩被人傳述,姦淫之事被人歌唱,飲宴被編成喜劇,杯酒間爆發的鬨笑——這一切都激得我不得不放聲疾呼,縱使我寧願緘默。
1:592
Σκηνὴν πεποιήκατε τὸν οὐρανὸν καὶ τὸ θεῖον ὑμῖν δρᾶμα γεγένηται καὶ τὸ ἅγιον προσωπείοις δαιμονίων κεκωμῳδήκατε, τὴν ἀληθῆ θεοσέβειαν δεισιδαι μονίᾳ σατυρίσαντες
You have made heaven a stage, and the divine has become for you a drama, and the holy you have turned into comedy under the masks of daemons, satirizing true godliness with superstition.
你們把天當作戲台,神性對你們成了一齣戲劇,你們竟戴上精靈的面具,把那聖潔之事演成喜劇,用迷信把真敬虔變作了諷刺劇。
1:593
Αὐτὰρ ὃ φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν ᾆσον ἡμῖν, Ὅμηρε, τὴν φωνὴν τὴν καλήν, ἀμφ' Ἄρεως φιλότητος ἐυστεφάνου τ' Ἀφροδίτης ὡς τὰ πρῶτα μίγησαν ἐν Ἡφαίστοιο δόμοισι λάθρῃ·
“But he, striking the lyre, struck up a beautiful song.” Sing to us, Homer, that fair song, “of the love of Ares and fair-crowned Aphrodite, how first they lay together in the house of Hephaestus in secret.”
「他撥動豎琴,奏起了一支美妙的歌。」荷馬啊,給我們唱那支「美妙」的歌吧——「唱阿瑞斯與美冠的阿芙羅狄忒的歡愛,他們起初如何在赫淮斯托斯家中暗暗同寢。」
1:594
πολλὰ δ' ἔδωκε, λέχος δ' ᾔσχυνε καὶ εὐνὴν Ἡφαίστοιο ἄνακτος
“Much did he give, and he dishonoured the marriage-bed and the couch of lord Hephaestus.”
「他贈了許多禮物,又玷污了赫淮斯托斯王的婚床與臥榻。」
1:595
Κατάπαυσον, Ὅμηρε, τὴν ᾠδήν·
Cease, Homer, from your song.
荷馬啊,停下你的歌吧。
1:596
οὐκ ἔστι καλή, μοιχείαν διδάσκει·
It is not beautiful; it teaches adultery.
它並不美,它教人姦淫。
1:597
πορνεύειν δὲ ἡμεῖς καὶ τὰ ὦτα παρῃτήμεθα·
But we have refused even to let our ears commit fornication.
可我們連讓自己的耳朵行淫都已斷然拒絕了。
1:598
ἡμεῖς γάρ, ἡμεῖς ἐσμεν οἱ τὴν εἰκόνα τοῦ θεοῦ περιφέροντες ἐν τῷ ζῶντι καὶ κινουμένῳ τούτῳ ἀγάλματι, τῷ ἀνθρώπῳ, σύνοικον εἰκόνα, σύμβουλον, συνόμιλον, συνέστιον, συμπαθῆ, ὑπερπαθῆ·
For we, we ourselves, are they who bear about the image of God in this living and moving statue, namely man—an indwelling image, a counsellor, a fellow-converser, a companion at hearth, a sharer of feeling, a sharer in suffering above measure.
因為我們,正是我們自己,乃是在這活著、會動的「像」——就是人——之內承載著神的形像之人;這形像與我們同住、作我們的謀士、與我們同談、與我們同灶共席、與我們同情共感、為我們承擔過於一切的苦難。
1:599
ἀνάθημα γεγόναμεν τῷ θεῷ ὑπὲρ Χριστοῦ·
We have become a votive offering to God for Christ’s sake.
我們為基督的緣故,已成了獻給神的供物。
1:600
ἡμεῖς τὸ γένος τὸ ἐκλεκτόν, τὸ βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς περιούσιος, οἱ ποτὲ οὐ λαός, νῦν δὲ λαὸς τοῦ θεοῦ·
We are the chosen race, the royal priesthood, a holy nation, a people for God’s own possession—who once were not a people, but now are the people of God.
我們是被揀選的族類,是有君尊的祭司,是聖潔的國度,是屬神的子民——從前算不得子民,如今卻作了神的子民。
1:601
οἱ κατὰ τὸν Ἰωάννην οὐκ ὄντες ἐκ τῶν κάτω, παρὰ δὲ τοῦ ἄνωθεν ἐλθόντος τὸ πᾶν μεμαθηκότες, οἱ τὴν οἰκονομίαν τοῦ θεοῦ κατανενοηκότες, οἱ ἐν καινότητι ζωῆς περιπατεῖν μεμελετηκότες
They who follow John are not of those below, but have learned the whole from him who came from above; they have understood the dispensation of God, and have practiced to walk in newness of life.
那些跟隨約翰的人,不屬乎下面的,而是從那位從上頭來者領受了一切;他們已明白了神的經綸,並學習了行在生命的新樣中。
1:602
Ἀλλ' οὐ ταῦτα φρονοῦσιν οἱ πολλοί·
But the multitude do not think thus.
然而眾人卻不這樣想。
1:603
ἀπορρίψαντες δὲ τὴν αἰδῶ καὶ τὸν φόβον οἴκοι τοὺς τῶν δαιμόνων ἐγγρά φονται πασχητιασμούς
Having cast away shame and fear, they inscribe in their homes the lustful passions of the demons.
他們拋棄了羞恥與敬畏,竟把眾鬼的淫蕩情慾描繪刻畫在自己家中。
1:604
Πινακίοις γοῦν τισὶ καταγράφοις μετεωρότερον ἀνακειμένοις προσεσχηκότες ἀσελγείᾳ τοὺς θαλάμους κεκοσμήκασι, τὴν ἀκολασίαν εὐσέβειαν νομί .. ζοντες·
Fixing their gaze on certain painted tablets that hang high above, they have adorned their bedchambers with lewdness, counting licentiousness for piety.
他們凝視著那些高高掛起的彩繪畫板,用淫穢之物裝飾自己的臥房,竟把放縱當作虔敬。
1:605
κἀπὶ τοῦ σκίμποδος κατακείμενοι παρ' αὐτὰς ἔτι τὰς περιπλοκὰς ἀφορῶσιν εἰς τὴν Ἀφροδίτην ἐκείνην τὴν γυμνήν, τὴν ἐπὶ τῇ συμπλοκῇ δεδεμένην, καὶ τῇ Λήδᾳ περιποτώμενον τὸν ὄρνιν τὸν ἐρωτικὸν τῆς θηλύτητος, ἀποδεχόμενοι τὴν γραφήν, ἀποτυποῦσι ταῖς σφενδόναις, σφραγῖδι χρώμενοι καταλλήλῳ τῇ Διὸς ἀκολασίᾳ
Reclining on their couches, even in the very midst of their embraces, they look up at that naked Aphrodite, bound fast in her amorous union, and at the bird hovering over Leda—the lover of femininity. Approving the painting, they stamp it on their signet-rings, using as a seal a device that matches the lewdness of Zeus.
他們躺臥在床榻上,甚至正當交歡之際,仍仰望那赤裸的阿芙羅黛蒂——被縛在情慾的結合中——以及那盤旋於麗達之上、貪戀女色的飛禽。他們欣賞那畫,便將它鐫刻在印戒上,所用的圖樣正與宙斯的淫亂相稱。
1:606
Ταῦτα ὑμῶν τῆς ἡδυπαθείας τὰ ἀρχέτυπα, αὗται τῆς ὕβρεως αἱ θεολογίαι, αὗται τῶν συμπορνευόντων ὑμῖν θεῶν αἱ διδασκαλίαι·
These are the archetypes of your wantonness; these the theologies of your insolence; these the teachings of the gods who join you in your fornication.
這些就是你們淫逸的原型,這些就是你們狂傲的「神學」,這些就是與你們同行淫亂之眾神的教導。
1:607
ὃ γὰρ βούλεται, τοῦθ' ἕκαστος καὶ οἴεται κατὰ τὸν Ἀθηναῖον ῥήτορα
For what each man wishes, that he also believes, as the Athenian orator says.
正如那位雅典演說家所說:人所願意的,他便也信以為真。
1:608
Οἷαι δὲ αὖ καὶ ἄλλαι ὑμῶν εἰκόνες, πανίσκοι τινὲς καὶ γυμναὶ κόραι καὶ σάτυροι μεθύον τες καὶ μορίων ἐντάσεις, ταῖς γραφαῖς ἀπογυμνούμεναι, . . ἀπὸ τῆς ἀκρασίας ἐλεγχόμεναι
And what again are these other images of yours—little Pans, naked maidens, drunken satyrs, and erect members, laid bare in the paintings, convicted of incontinence?
你們另有哪些像呢?小潘神、赤裸的少女、醉酒的薩堤爾,以及在畫中赤裸裸顯露的性器,盡都暴露了你們的縱慾無度。
1:609
Ἤδη δὲ ἀναφανδὸν τῆς ἀκολασίας ὅλης τὰ σχήματα ἀνάγραπτα πανδημεὶ θεώμενοι οὐκ αἰσχύνεσθε, φυλάττετε δὲ ἔτι μᾶλλον ἀνακείμενα, ὥσπερ ἀμέλει τῶν θεῶν ὑμῶν τὰς εἰκόνας, στήλας ἀναισχυν τίας καθιερώσαντες οἴκοι, ἐπ' ἴσης ἐγγραφόμενοι τὰ Φιλαι .. νίδος σχήματα ὡς τὰ Ἡρακλέους ἀθλήματα
And now, openly gazing in public upon the depicted postures of every kind of licentiousness, you are not ashamed; rather, you keep them displayed all the more, as though forsooth they were the images of your gods, having consecrated in your homes these monuments of shamelessness—inscribing on equal terms the postures of Philaenis as you would the labors of Heracles.
如今你們公然地、毫不避諱地觀看那描繪一切淫蕩姿態的圖像,竟不羞愧,反倒愈發珍藏陳列,彷彿那些真是你們眾神的像;你們在家中供奉這些無恥的紀念碑,把腓萊妮絲的淫態與赫拉克勒斯的功績一同刻畫,等量齊觀。
1:610
Τούτων οὐ μόνον τῆς χρήσεως, πρὸς δὲ καὶ τῆς ὄψεως καὶ τῆς ἀκοῆς αὐτῆς ἀμνηστίαν καταγγέλλομεν
Of these things we proclaim oblivion—not only of their use, but also of the very sight and hearing of them.
對於這些事,我們宣告要將之全然忘卻——不僅忘卻它們的使用,連觀看與聽聞也要一概拋棄。
1:611
Ἡταίρηκεν ὑμῖν τὰ ὦτα, πεπορνεύκασιν οἱ ὀφθαλμοὶ καὶ τὸ καινότερον πρὸ τῆς .. συμπλοκῆς αἱ ὄψεις ὑμῖν μεμοιχεύκασιν
Your ears have played the harlot, your eyes have committed fornication, and—stranger still—your very glances have committed adultery before the embrace itself.
你們的耳朵已行了娼妓之事,你們的眼目已犯了淫亂,更稀奇的是:在交合之先,你們的目光就已犯了姦淫。
1:612
Ὦ βιασάμενοι τὸν ἄνθρωπον καὶ τὸ ἔνθεον τοῦ πλάσματος ἐλέγχει ἀπαράξαντες, πάντα ἀπιστεῖτε, ἵνα ἐκπαθαίνησθε·
O you who have done violence to man, and who, having struck off the divine impress from the creature that bears it, disbelieve everything that you may give yourselves over to passion!
你們這些向人施暴的人哪!你們把那受造之物身上神聖的印記擊落剝去,凡事都不信,為要縱情於情慾。
1:613
καὶ πιστεύετε μὲν τοῖς εἰδώλοις ζηλοῦντες αὐτῶν τὴν ἀκρασίαν, ἀπιστεῖτε δὲ τῷ θεῷ σωφροσύνην μὴ φέροντες·
You believe the idols, emulating their incontinence, but you disbelieve God, unable to bear self-control.
你們竟信那些偶像,效法它們的縱慾;卻不信神,因為你們承受不了節制。
1:614
καὶ τὰ μὲν κρείττω μεμισήκατε, τὰ δὲ ἥττω τετιμήκατε, ἀρετῆς μὲν θεαταί, κακίας δὲ ἀγωνισταὶ γεγενημένοι
You have hated the better and honored the worse, becoming spectators of virtue but contenders for vice.
你們恨惡那美善的,尊崇那卑劣的,成了美德的旁觀者,卻是邪惡的競逐者。
1:615
Ὄλβιοι μόνοι τοίνυν, ὡς ἔπος εἰπεῖν, ὁμοθυμαδὸν ἐκεῖνοι πάντες κατὰ τὴν Σίβυλλαν οἳ ναοὺς πάντας ἀπαρνήσονται ἰδόντες καὶ βωμούς, εἰκαῖα λίθων ἱδρύματα κωφῶν, καὶ λίθινα ξόανα καὶ ἀγάλματα χειροποίητα, αἵματι ἐμψύχῳ μεμιασμένα καὶ θυσίαισι τετραπόδων, διπόδων, πτηνῶν θηρῶν τε φόνοισιν
Blessed, then, alone, so to speak, are all those, of one accord, according to the Sibyl, who shall renounce all temples and altars when they behold them—senseless shrines of dumb stones, and stone images and statues made by hands, defiled with living blood and with the sacrifices of beasts, and with the slaughter of four-footed creatures, two-footed creatures, birds, and wild beasts.
照西比拉所言,惟有那些一心一意的人,可說是有福的——他們一看見眾廟宇和祭壇,便都棄絕:那些啞石的無知神龕、石頭的偶像、人手所造的雕像,都被活物的血、四足、雙足、飛鳥和野獸的宰殺所玷污。
1:616
Καὶ γὰρ δὴ καὶ ἀπηγόρευται ἡμῖν ἀναφανδὸν ἀπατηλὸν ἐργάζεσθαι τέχνην
For indeed it is openly forbidden us to practice a deceitful art.
事實上,從事這騙人的技藝,是明文禁止我們去作的。
1:617
ποιήσεις, φησὶν ὁ προφήτης, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ .. γῇ κάτω.Ἦ πού γ' ἂν ἔτι τὴν Πραξιτέλους Δήμητρα καὶ Κόρην καὶ τὸν Ἴακχον τὸν μυστικὸν θεοὺς ὑπολάβοιμεν ἢ τὰς Λυσίππου τέχνας ἢ τὰς χεῖρας τὰς Ἀπελλικάς, αἳ δὴ τῆς θεοδοξίας τὸ σχῆμα τῇ ὕλῃ περιτεθείκασιν; Ἀλλ' ὑμεῖς μὲν ὅπως ποτὲ ὁ ἀνδριὰς ὅτι μάλιστα ὡραιότατος τεκταίνηται, προσκαρτερεῖτε, ὅπως δὲ αὐτοὶ μὴ ὅμοιοι δι' ἀναισθησίαν τοῖς ἀνδριᾶσιν ἀποτελεσθῆτε, οὐ φροντίζετε·
"You shall not make," says the prophet, "the likeness of anything that is in heaven above or that is in the earth beneath." Are we then to suppose that Praxiteles' Demeter and Kore and the mystic Iacchus are gods, or the works of Lysippus, or the hands of Apelles, which have clothed matter with the semblance of divine glory? But while you take pains that the statue may be wrought as beautiful as possible, you take no thought lest you yourselves, through insensibility, be made like the statues.
先知說:「凡天上、地下的形像,你都不可雕製。」難道我們竟要把普拉克西特利斯所造的得墨忒耳、科瑞和那奧秘的伊阿科斯當作神,或把呂西波斯的手藝、阿佩萊斯的巧手當作神嗎?這些不過是把神聖榮耀的形貌披在物質上罷了。然而你們竭力使雕像盡可能造得華美,卻不顧念免得自己因麻木無覺而變得像那些雕像。
1:618
πάνυ γοῦν ἐμφανῶς καὶ συντόμως ὁ προφητικὸς ἐλέγχει τὴν συνήθειαν λόγος ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμονίων εἰσὶν εἴδωλα·
Quite plainly and concisely, indeed, the prophetic word reproves the custom, that "all the gods of the nations are demons' idols;"
先知的話極其明白扼要地責備這風俗,說:「列國的眾神都是鬼魔的偶像;」
1:619
ὁ δὲ θεὸς τοὺς οὐρανοὺς ἐποίησεν καὶ τὰ ἐν τῷ οὐρανῷ
"but God made the heavens and the things that are in heaven."
「惟有神造了諸天,並天上的萬物。」
1:620
Πλανώμενοι γοῦν τινες ἐντεῦθεν οὐκ οἶδ' ὅπως θείαν μὲν τέχνην, πλὴν ἀλλ' οὐ θεὸν προσκυνοῦσιν ἥλιόν τε καὶ σελήνην καὶ τὸν ἄλλον τῶν ἀστέρων χορόν, παραλόγως τούτους θεοὺς ὑπολαμβάνοντες, τὰ ὄργανα τοῦ χρόνου
Certain ones, then, going astray hence—I know not how—worship not God but a divine craftsmanship: the sun and moon and the rest of the choir of stars, supposing these unreasonably to be gods, though they are but the instruments of time.
於是有些人因此誤入歧途——我不知怎會如此——竟敬拜的不是神,乃是神聖的工藝:日、月,以及其餘的眾星之歌隊;他們無理地以為這些是神,其實它們不過是時間的器具。
1:621
Τῷ γὰρ λόγῳ αὐτοῦ ἐστερεώθησαν καὶ τῷ πνεύματι τοῦ .. στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Ἀλλ' ἡ μὲν ἀνθρωπεία τέχνη οἰκίας τε καὶ ναῦς καὶ πόλεις καὶ γραφὰς δημιουργεῖ, θεὸς δὲ πῶς ἂν εἴποιμι ὅσα ποιεῖ; Ὅλον ἴδε τὸν κόσμον, ἐκείνου ἔργον ἐστίν·
"For by his word were they established, and by the spirit of his mouth all their host." Now human art fashions houses and ships and cities and paintings; but how could I tell how many things God makes? Behold the whole world—it is his work.
「諸天藉祂的話而堅立,天上的萬象藉祂口中的氣而成。」人的技藝能造房屋、船隻、城邑和圖畫;但神所造的何其多,我又怎能述說得盡?你看整個宇宙——那都是祂的作為。
1:622
καὶ οὐρανὸς καὶ ἥλιος καὶ ἄγγελοι καὶ ἄνθρωποι ἔργα τῶν δακτύλων αὐτοῦ. .. Ὅση γε ἡ δύναμις τοῦ θεοῦ
Heaven and sun and angels and men are the works of his fingers. How great, then, is the power of God!
天、日、天使和人,都是祂手指的工作。神的能力是何等浩大!
1:623
Μόνον αὐτοῦ τὸ βούλημα κοσμοποιία·
His will alone is the making of the world;
單憑祂的旨意,就成就了宇宙的創造;
1:624
μόνος γὰρ ὁ θεὸς ἐποίησεν, ἐπεὶ καὶ μόνος ὄντως ἐστὶ θεός·
for God alone made it, since he alone is truly God.
因為惟獨神創造了它,因為惟獨祂才是真神。
1:625
ψιλῷ τῷ βούλεσθαι δημιουργεῖ καὶ τῷ .. μόνον ἐθελῆσαι αὐτὸν ἕπεται τὸ γεγενῆσθαι
By the mere act of willing he creates, and upon his merely choosing to will, there follows the coming-into-being.
祂單憑意願就創造了;當祂只一願意,受造便隨之而成。
1:626
Ἐνταῦθα φιλοσόφων παρατρέπεται χορὸς πρὸς μὲν τὴν οὐρανοῦ θέαν παγκάλως γεγονέναι τὸν ἄνθρωπον ὁμολογούντων, τὰ δὲ ἐν οὐρανῷ φαινόμενα καὶ ὄψει καταλαμβανόμενα προσκυ νούντων
Here the chorus of philosophers turns aside, who confess on the one hand that man was made all-beautiful for the contemplation of heaven, but on the other worship the things that appear in heaven and are apprehended by sight.
在這裡,哲學家的合唱隊偏離了正道:他們一面承認人被造得至為美好,是為要仰觀諸天;另一面卻敬拜那些顯現於天、為目所見之物。
1:627
Εἰ γὰρ καὶ μὴ ἀνθρώπινα τὰ ἔργα τὰ ἐν οὐρανῷ, .. ἀλλὰ γοῦν ἀνθρώποις δεδημιούργηται
For even if the works in heaven are not human, yet at any rate they were created for men.
因為天上的作為縱然不是人手所作,卻終究是為人而被造的。
1:628
Καὶ μὴ τὸν ἥλιόν τις ὑμῶν προσκυνείτω, ἀλλὰ τὸν ἡλίου ποιητὴν ἐπιποθείτω, μηδὲ τὸν κόσμον ἐκθειαζέτω, ἀλλὰ τὸν κόσμου δημιουργὸν ἐπιζητησάτω
Let none of you worship the sun, but let him long for the Maker of the sun; let no one deify the world, but let him seek after the Creator of the world.
你們中間不可有人敬拜太陽,倒要切慕那造太陽的主;不可有人把宇宙奉為神,倒要尋求那造宇宙的主。
1:629
Μόνη ἄρα, ὡς ἔοικεν, καταφυγὴ τῷ μέλλοντι ἐπὶ τὰς σωτηρίους ἀφικνεῖσθαι θύρας ὑπολείπεται σοφία θεϊκή·
It seems, then, that the only refuge left for him who is to come to the gates of salvation is divine wisdom;
看來,對於那將要到達得救之門的人,惟一所存的避難所就是神聖的智慧;
1:630
ἐντεῦθεν ὥσπερ ἐξ ἱεροῦ τινος ἀσύλου οὐδενὶ οὐκέτι ἀγώγιμος τῶν δαιμόνων ὁ ἄνθρωπος γίνεται σπεύδων εἰς σωτηρίαν
for hence, as from some inviolable sanctuary, man, hastening to salvation, becomes no longer a captive subject to any of the demons.
因為人由此處——如同從某不可侵犯的聖所——奔向救恩,就不再受任何鬼魔的擄掠轄制了。
1:631
Ἐπιδράμωμεν δέ, εἰ βούλει, καὶ τῶν φιλοσόφων τὰς δόξας, ὅσας αὐχοῦσι περὶ τῶν θεῶν, εἴ πως καὶ φιλοσο φίαν αὐτὴν κενοδοξίας ἕνεκεν ἀνειδωλοποιοῦσαν τὴν ὕλην ἐφεύρωμεν, εἰ καὶ δαιμόνια ἄττα ἐκθειάζουσαν κατὰ παρα δρομὴν παραστῆσαι δυνηθῶμεν ὀνειρώττουσαν τὴν ἀλήθειαν
But let us, if you please, run through also the opinions of the philosophers, all the boasts they make concerning the gods, that we may discover whether philosophy herself, for vainglory's sake, makes an idol of matter; or whether, while deifying certain demons in passing, we may be able to show her dreaming of the truth.
但若你願意,讓我們也略覽哲學家的見解,看看他們論到眾神所誇耀的一切,好查明哲學本身是否為虛榮之故而把物質造成偶像;又看看她在順帶地把某些鬼魔奉為神時,我們是否能指出她不過是夢見了真理。
1:632
Στοιχεῖα μὲν οὖν ἀρχὰς ἀπέλιπον ἐξυμνήσαντες Θαλῆς ὁ Μιλήσιος τὸ ὕδωρ καὶ Ἀναξιμένης ὁ καὶ αὐτὸς Μιλήσιος τὸν ἀέρα, ᾧ Διογένης ὕστερον ὁ Ἀπολλωνιάτης κατηκο λούθησεν
Now they left the elements as first principles, extolling them—Thales of Miletus, water; and Anaximenes, also a Milesian, the air, whom afterward Diogenes of Apollonia followed.
他們把元素留作萬物的本原而加以頌揚:米利都的泰勒斯以水為本原;同是米利都人的阿那克西米尼以氣為本原,後來阿波羅尼亞的第歐根尼也隨從了他。
1:633
Παρμενίδης δὲ ὁ Ἐλεάτης θεοὺς εἰσηγήσατο πῦρ καὶ γῆν, θάτερον δὲ αὐτοῖν μόνον, τὸ πῦρ, θεὸν ὑπειλή φατον Ἵππασός τε ὁ Μεταποντῖνος καὶ ὁ Ἐφέσιος Ἡράκλειτος·
Parmenides the Eleatic introduced fire and earth as gods; but of the two, only one—fire—was supposed to be god by Hippasus of Metapontum and Heraclitus of Ephesus.
埃利亞的巴門尼德引進火與土為神;但米塔朋頓的希帕索斯和以弗所的赫拉克利特,卻只以二者之一——即火——為神。
1:634
Ἐμπεδοκλῆς γὰρ ὁ Ἀκραγαντῖνος εἰς πλῆθος ἐμπεσὼν πρὸς τοῖς τέτταρσι στοιχείοις τούτοις νεῖκος καὶ φιλίαν καταριθμεῖται
Empedocles of Acragas, falling into multiplicity, reckons up, besides these four elements, Strife and Love.
阿克拉加斯的恩培多克勒陷入多元,在這四元素之外,又加上了「爭鬥」與「友愛」。
1:635
Ἄθεοι μὲν δὴ καὶ οὗτοι, σοφίᾳ τινὶ ἀσόφῳ τὴν ὕλην προσκυνήσαντες καὶ λίθους μὲν ἢ ξύλα οὐ τιμήσαντες, γῆν δὲ τὴν τούτων μητέρα ἐκθειάσαντες καὶ Ποσειδῶνα μὲν .. οὐκ ἀναπλάττοντες, ὕδωρ δὲ αὐτὸ προστρεπόμενοι
Atheists, then, are these too, who in a kind of unwise wisdom worshipped matter; and though they did not honor stones or wood, yet they deified earth, the mother of these; and while they did not fashion a Poseidon, they paid homage to water itself.
這些人也是無神論者,他們以某種不智的智慧敬拜物質;雖不尊崇石頭或木頭,卻把這些之母——大地——奉為神;雖不塑造波塞冬,卻向水本身頂禮膜拜。
1:636
Τί γάρ ἐστί ποτε ἕτερον Ποσειδῶν ἢ ὑγρά τις οὐσία ἐκ τῆς πόσεως ὀνοματοποιουμένη; ὥσπερ ἀμέλει ὁ πολέμιος Ἄρης ἀπὸ .. τῆς ἄρσεως καὶ ἀναιρέσεως κεκλημένος
For what else is Poseidon than a kind of liquid substance, named from drinking (posis)? Just as, no doubt, the warlike Ares is so called from rising up (arsis) and destruction (anairesis).
波塞冬豈不就是某種液態之物,因「飲」(posis)而得名嗎?正如那好戰的阿瑞斯,無疑是因「興起」(arsis)與「殺滅」(anairesis)而得名。
1:637
Ἧι καὶ δοκοῦσί μοι πολλοὶ μάλιστα τὸ ξίφος μόνον πήξαντες ἐπιθύειν ὡς Ἄρει·
Wherefore also many seem to me, fixing only a sword, to sacrifice to it as to Ares;
因此在我看來,許多人單把一把劍插立起來,便向它獻祭,當作向阿瑞斯獻祭;
1:638
ἔστι δὲ Σκυθῶν τὸ τοιοῦτον, καθάπερ Εὔδοξος ἐν δευτέρᾳ Γῆς περιόδου λέγει
and this is a Scythian practice, as Eudoxus says in the second book of his Circuit of the Earth.
這是斯基泰人的作法,正如歐多克索斯在其《地理志》第二卷中所言。
1:639
Σκυθῶν δὲ οἱ Σαυρομάται, ὥς φησιν Ἱκέσιος ἐν τῷ Περὶ μυστηρίων, ἀκινάκην σέβουσιν
Of the Scythians, the Sauromatians, as Hicesius says in his book On Mysteries, worship a scimitar.
斯基泰人中的薩烏羅馬泰人,照希克西俄斯在《論奧秘》一書中所述,敬拜一把彎刀(akinakēs)。
1:640
τὸ γὰρ πῦρ τοῦτο ἕτεροι Ἥφαιστον ὠνόμασαν
For this fire others named Hephaestus.
至於這火,另有人稱之為赫菲斯托斯。
1:641
Περσῶν δὲ οἱ Μάγοι τὸ πῦρ τετιμήκασι καὶ τῶν τὴν Ἀσίαν κατοικούντων πολλοί, πρὸς δὲ καὶ Μακεδόνες, ὥς φησι Διογένης ἐν αʹ Περσικῶν
The Magi of the Persians have honored fire, and so do many of the inhabitants of Asia, and besides them the Macedonians, as Diogenes says in the first book of his Persica.
波斯的祭司(瑪基)尊崇火,亞細亞許多居民也是如此,此外馬其頓人亦然,正如第歐根尼在其《波斯志》第一卷中所言。
1:642
Τί μοι Σαυρομάτας κατα λέγειν, οὓς Νυμφόδωρος ἐν Νομίμοις βαρβαρικοῖς τὸ πῦρ σέβειν ἱστορεῖ, ἢ τοὺς Πέρσας καὶ τοὺς Μήδους καὶ τοὺς Μάγους; Θύειν ἐν ὑπαίθρῳ τούτους ὁ Δίνων λέγει, θεῶν .. ἀγάλματα μόνα τὸ πῦρ καὶ ὕδωρ νομίζοντας
Why should I enumerate to you the Sauromatians, whom Nymphodorus in his Barbarian Customs records as worshipping fire, or the Persians and the Medes and the Magi? These, Dinon says, sacrifice in the open air, accounting fire and water alone the images of the gods.
我何必向你細數薩烏羅馬泰人——寧弗多羅斯在《蠻族習俗》中記載他們敬拜火——或波斯人、瑪代人和瑪基呢?狄農說,這些人在露天獻祭,只以火與水為眾神的像。
1:643
Οὐκ ἀπεκρυ ψάμην οὐδὲ τὴν τούτων ἄγνοιαν
Nor have I concealed even their ignorance.
連他們的無知,我也不曾隱瞞。
1:644
Εἰ γὰρ καὶ τὰ μάλιστα ἀποφεύγειν οἴονται τῆς πλάνης, ἀλλ' εἰς ἑτέραν κατολισθαί νουσιν ἀπάτην·
For even if they think they are by all means fleeing from error, yet they slip into another deception;
因為他們縱然自以為極力要逃離謬誤,卻又滑入另一種欺騙;
1:645
ἀγάλματα μὲν θεῶν οὐ ξύλα καὶ λίθους ὑπειλήφασιν ὥσπερ Ἕλληνες οὐδὲ μὴν ἴβιδας καὶ ἰχνεύμονας καθάπερ Αἰγύπτιοι, ἀλλὰ πῦρ τε καὶ ὕδωρ ὡς φιλόσοφοι
they have not supposed the images of the gods to be wood and stones, as the Greeks do, nor ibises and ichneumons, as the Egyptians do, but fire and water, as the philosophers do.
他們並不像希臘人那樣以木石為眾神的像,也不像埃及人那樣以朱鷺和獴為神像,而是像哲學家那樣,以火與水為神像。
1:646
Μετὰ πολλὰς μέντοι ὕστερον περιόδους ἐτῶν ἀνθρωποειδῆ ἀγάλματα σέβειν αὐτοὺς Βήρωσσος ἐν τρίτῃ Χαλδαϊκῶν παρίστησι, τοῦτο Ἀρταξέρξου τοῦ Δαρείου τοῦ Ὤχου εἰσηγησαμένου, ὃς πρῶτος τῆς Ἀφροδίτης Ἀναΐτιδος τὸ ἄγαλμα ἀναστήσας ἐν Βαβυλῶνι καὶ Σούσοις καὶ Ἐκβα τάνοις Πέρσαις καὶ Βάκτροις καὶ Δαμασκῷ καὶ Σάρδεσιν .. ὑπέδειξε σέβειν
After many cycles of years, however, Berossus in the third book of his Chaldaica shows that they later came to worship images in human form—this having been introduced by Artaxerxes, son of Darius son of Ochus, who first set up the statue of Aphrodite Anaitis and showed the Persians at Babylon and Susa and Ecbatana, and the Bactrians and the people of Damascus and Sardis, that they should worship it.
然而貝若索斯在其《迦勒底志》第三卷中指出,經過多年的循環之後,他們後來才開始敬拜人形的偶像;這是由大流士之子俄科斯之子亞達薛西所引進的;他首先立起阿芙羅黛蒂·阿娜伊提斯的像,並指示在巴比倫、書珊和埃克巴坦那的波斯人,以及巴克特里亞人、大馬士革人和撒狄人去敬拜它。
1:647
Ὁμολογούντων τοίνυν οἱ φιλόσοφοι τοὺς διδασκάλους τοὺς σφῶν Πέρσας ἢ Σαυρομάτας ἢ Μάγους, παρ' ὧν τὴν ἀθεότητα τῶν σεβασμίων αὐτοῖς μεμαθήκασιν ἀρχῶν, ἄρχοντα τὸν πάντων ποιητὴν καὶ τῶν ἀρχῶν αὐτῶν δημιουργὸν ἀγνοοῦντες, τὸν ἄναρχον θεόν, τὰ δὲ πτωχὰ ταῦτα καὶ ἀσθενῆ, ᾗ φησιν ὁ ἀπόστολος, τὰ εἰς τὴν ἀνθρώπων ὑπηρεσίαν πεποιημένα στοιχεῖα προστρε πόμενοι
Let the philosophers, then, confess that their teachers were Persians or Sauromatians or Magi, from whom they learned the godlessness of those first principles they hold sacred, while ignorant of the Ruler of all, the Maker, and the Creator of those very principles—the God who has no beginning—and paying homage instead to those "poor and weak," as the Apostle says, the elements made for the service of men.
那麼,就讓哲學家們承認:他們的師傅是波斯人、薩烏羅馬泰人或瑪基;他們從這些人學得了那被奉為神聖之本原的無神論,卻不認識萬有的主宰、創造者,並那些本原本身的造物主——那無始的神——反倒向使徒所說那「貧弱無能」、為人服役而被造的諸元素頂禮膜拜。
1:648
Τῶν δὲ ἄλλων φιλοσόφων ὅσοι τὰ στοιχεῖα ὑπερ βάντες ἐπολυπραγμόνησάν τι ὑψηλότερον καὶ περιττότερον, οἳ μὲν αὐτῶν τὸ ἄπειρον καθύμνησαν, ὡς Ἀναξίμανδρος (Μιλήσιος ἦν) καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος καὶ ὁ Ἀθηναῖος Ἀρχέλαος
But of the other philosophers, all who, passing beyond the elements, busied themselves with something loftier and more recondite: some of them hymned the Infinite, like Anaximander (he was a Milesian) and Anaxagoras of Clazomenae and Archelaus the Athenian.
至於其餘的哲學家,凡越過了元素、探究某種更高深奧妙之物的:其中有些人歌頌「無限」,如阿那克西曼德(他是米利都人)、克拉佐美奈的阿那克薩哥拉,和雅典人阿凱勞斯。
1:649
Τούτω μέν γε ἄμφω τὸν νοῦν ἐπεστησάτην τῇ ἀπειρίᾳ, ὁ δὲ Μιλήσιος Λεύκιππος καὶ ὁ Χῖος Μητρό δωρος διττάς, ὡς ἔοικεν, καὶ αὐτὼ ἀρχὰς ἀπελιπέτην τὸ .. πλῆρες καὶ τὸ κενόν·
These two, indeed, both set Mind over the Infinite; but Leucippus the Milesian and Metrodorus of Chios left, as it seems, two principles also—the full and the void;
這兩位都把「心智」(努斯)置於「無限」之上;但米利都的留基伯和開俄斯的墨特羅多羅斯,似乎也留下了兩個本原——「充實」與「虛空」;
1:650
προσέθηκε δὲ λαβὼν τούτοιν τοῖν δυεῖν τὰ εἴδωλα ὁ Ἀβδηρίτης Δημόκριτος
and Democritus of Abdera, taking up these two, added to them the images (eidola).
阿布德拉的德謨克利特採用了這兩者,又給它們加上了「影像」(eidola,影像膜)。
1:651
Ὁ γάρ τοι Κροτωνιάτης Ἀλκμαίων θεοὺς ᾤετο τοὺς ἀστέρας εἶναι ἐμψύχους ὄντας
Alcmaeon of Croton, indeed, thought the stars to be gods, being animate.
克羅同的阿爾克邁翁則以為眾星是神,因為它們是有靈的。
1:652
Οὐ σιωπήσομαι τὴν τούτων ἀναισχυντίαν·
I will not be silent about the shamelessness of these men:
我不會對這些人的無恥保持緘默:
1:653
Ξενοκράτης ( Καλχηδόνιος οὗτος) ἑπτὰ μὲν θεοὺς τοὺς πλανήτας, ὄγδοον δὲ τὸν ἐκ πάντων τῶν ἀπλανῶν συνεστῶτα .. κόσμον αἰνίττεται
Xenocrates (he was a Chalcedonian) hints that the seven planets are gods, and the world, composed of all the fixed stars, is the eighth.
色諾克拉底(他是迦克墩人)暗示七大行星是神,而由一切恆星所構成的宇宙乃是第八位神。
1:654
Οὐδὲ μὴν τοὺς ἀπὸ τῆς Στοᾶς παρελεύ σομαι διὰ πάσης ὕλης καὶ διὰ τῆς ἀτιμοτάτης τὸ θεῖον διήκειν λέγοντας, οἳ καταισχύνουσιν ἀτεχνῶς τὴν φιλοσο .. φίαν
Nor indeed will I pass over those of the Stoa, who say that the divine pervades all matter, even the basest, and who utterly disgrace philosophy.
我也不會略過斯多亞派的人,他們說神性遍透一切物質,甚至最卑賤的物質,如此實在是羞辱了哲學。
1:655
Οὐδὲν δὲ οἶμαι χαλεπὸν ἐνταῦθα γενόμενος καὶ τῶν ἐκ τοῦ Περιπάτου μνησθῆναι·
Having come to this point, I think it no hard thing to make mention also of those from the Peripatos;
既已論到此處,我想順帶提及逍遙學派(亞里士多德學派)的人,也並非難事;
1:656
καὶ ὅ γε τῆς αἱρέσεως πατήρ, τῶν ὅλων οὐ νοήσας τὸν πατέρα, τὸν καλούμενον ὕπατον ψυχὴν εἶναι τοῦ παντὸς οἴεται·
and the father of that school, not having understood the Father of all things, supposes that what is called the Most High is the Soul of the universe;
這學派的鼻祖既不認識萬有之父,便以為那被稱為「至高者」的乃是宇宙的魂;
1:657
τουτέστι τοῦ κόσμου τὴν ψυχὴν θεὸν ὑπολαμβάνων αὐτὸς αὑτῷ περιπείρεται
that is, supposing the soul of the world to be God, he impales himself on his own contradiction.
就是說,他以宇宙的魂為神,如此便自陷於自相矛盾之中。
1:658
Ὁ γάρ τοι μέχρι τῆς σελήνης αὐτῆς διορίζων τὴν πρόνοιαν, ἔπειτα τὸν κόσμον θεὸν ἡγούμενος περιτρέπεται, τὸν ἄμοιρον τοῦ .. θεοῦ θεὸν δογματίζων
For he who confines Providence to the moon itself, and then accounts the world to be God, overturns himself, dogmatizing about a god that has no share in God.
因為他把天命限於月亮之內,然後又以宇宙為神,如此就自相顛覆,主張一位與神毫無分的「神」。
1:659
Ὁ δὲ Ἐρέσιος ἐκεῖνος Θεόφραστος ὁ Ἀριστοτέλους γνώριμος πῇ μὲν οὐρανόν, πῇ δὲ πνεῦμα τὸν θεὸν ὑπονοεῖ
And that Eresian, Theophrastus, the disciple of Aristotle, in one place suspects God to be heaven, in another, spirit.
那位埃雷索斯人提奧弗拉斯托斯,亞里士多德的門徒,有時揣測神是天,有時又揣測神是氣息(普紐瑪)。
1:660
Ἐπικούρου μὲν γὰρ μόνου καὶ ἑκὼν ἐκλήσομαι, ὃς οὐδὲν μέλειν οἴεται τῷ θεῷ, διὰ πάντων ἀσεβῶν
Of Epicurus alone I will even willingly be forgetful, who thinks that nothing is of concern to God—being impious through and through.
惟獨對伊壁鳩魯,我甚至甘願將他遺忘;他以為神對萬事毫不關心,徹頭徹尾是不敬虔的。
1:661
Τί γὰρ Ἡρακλείδης ὁ Ποντικός; Ἔσθ' ὅπῃ οὐκ ἐπὶ τὰ Δημοκρίτου καὶ αὐτὸς κατασύρεται εἴδωλα
And what of Heraclides of Pontus? Is there any point at which he too is not dragged down to the images of Democritus?
本都的赫拉克利德又如何呢?他豈不也在某處被拖入德謨克利特的「影像」說中嗎?
1:662
Καὶ πολύς μοι ἐπιρρεῖ τοιοῦτος ὄχλος, οἱονεὶ μορμώ τινα δαιμονίων παρεισάγων ξένων ἄτοπον σκιαγραφίαν, μυθολογῶν ὕθλῳ γραϊκῷ·
And a great throng of such men streams in upon me, bringing in, as it were, a strange and absurd shadow-painting of foreign demons, telling tales with the prattle of old wives;
還有一大群這樣的人向我湧來,彷彿引進了一幅怪誕荒謬的、外邦鬼魔的影子畫,用老婦的閒言碎語講述神話;
1:663
πολλοῦ γε δεῖ ἀνδράσιν ἐπιτρέ πειν ἀκροᾶσθαι τοιούτων λόγων, οἷς μηδὲ τοὺς παῖδας τοὺς ἑαυτῶν, τοῦτο δὴ τὸ λεγόμενον, κλαυθμυριζομένους ἐθίζομεν παρηγορεῖσθαι μυθίζοντες, ὀρρωδοῦντες συνανατρέφειν αὐτοῖς ἀθεότητα τὴν πρὸς τῶν δοκήσει σοφῶν δὴ τούτων καταγγελλομένην, μηδέν τι νηπίων μᾶλλον τἀληθὲς εἰδότων
far indeed is it from being right to permit men to hear such words, with which we do not even accustom our own children—as the saying goes—to be soothed when they cry by telling them tales, fearing to nurse up in them, along with such, the godlessness proclaimed by these men reputedly wise, who know the truth no better than infants.
斷不可容許人去聽這樣的話;這等話,連我們自己啼哭的孩童,我們也不用它們講故事來哄慰——正如俗語所說——惟恐連同這些一併在他們裡面培育出那無神論;這無神論是由這些徒有智慧之名的人所傳揚的,而他們對真理的認識並不比嬰孩多。
1:664
ἀληθείας, τοὺς σοὶ πεπιστευκότας δεικνύεις ῥύσει καὶ φορᾷ δίναις τε ἀτάκτοις ὑποβεβλημένους; Τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἢ ἀέρα ἢ πῦρ ἢ γῆν ἢ λίθους ἢ ξύλα ἢ σίδηρον, κόσμον τόνδε θεοὺς ἀναπλάττουσα, θεοὺς δὲ καὶ τοὺς ἀστέρας τοὺς πλανήτας, τοῖς ὄντως πεπλανημένοις τῶν ἀνθρώπων διὰ τῆς πολυθρυ λήτου ταύτης ἀστρολογίας, οὐκ ἀστρονομίας, μετεωρολο γοῦσα καὶ ἀδολεσχοῦσα; Τὸν κύριον τῶν πνευμάτων ποθῶ, τὸν κύριον τοῦ πυρός, τὸν κόσμου δημιουργόν, τὸν ἡλίου φωταγωγόν·
Why, O custom, do you show those who have trusted in you to be subjected to flux and motion and disorderly whirlings? Why do you fill my life with idols, fashioning into gods winds, or air, or fire, or earth, or stones, or wood, or iron, this world—and making gods even of the planets, for those men who are truly led astray, through this much-babbled astrology, not astronomy, prating loftily and chattering idly? I long for the Lord of the spirits, the Lord of fire, the Maker of the world, the Light-bringer of the sun.
風俗啊,你為何顯出那些信靠你的人被拋擲於流變、運動和雜亂的旋轉之下呢?你為何用偶像充滿我的生命,把風、氣、火、土、石、木、鐵和這宇宙塑造成眾神?又為那些真正迷失的人,藉這眾口喧嚷的占星術(而非天文學),把眾行星也造成神,妄論天象,空談廢話?我所渴慕的乃是眾靈之主、火之主、宇宙的造物主、太陽之光的賜予者。
1:665
θεὸν ἐπιζητῶ, οὐ τὰ ἔργα τοῦ θεοῦ
I seek after God, not the works of God.
我尋求神,不是尋求神的作為。
1:666
Τίνα δὴ λάβω παρὰ σοῦ συνεργὸν τῆς ζητήσεως; οὐ γὰρ παντάπασιν ἀπεγνώκαμέν σε
Whom shall I take from you as a fellow-worker in the search? For we have not despaired of you altogether.
我能從你那裡得著誰作這尋求的同工呢?因為我們並未對你完全絕望。
1:667
Πῇ δὴ οὖν ἐξιχνευτέον τὸν θεόν, ὦ Πλάτων; Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς ἅπαντας ἐξειπεῖν ἀδύνατον. Διὰ τί δῆτα, ..ὢ πρὸς αὐτοῦ; Ῥητέον γὰρ οὐδαμῶς ἐστίν. Εὖ γε, ὦ Πλάτων, ἐπαφᾶσαι τῆς ἀληθείας·
Where, then, must one track down God, O Plato? "To find the Father and Maker of this universe is a task, and having found him, to declare him to all is impossible." Why so, in his own name? "Because he is in no way utterable." Well done, O Plato—you have touched upon the truth;
那麼,柏拉圖啊,人當往何處去追尋神呢?「尋見這宇宙的父和造物主,是一件大事;尋見了,要向眾人宣告祂,卻是不可能的。」憑祂自己的名,為何如此呢?「因為祂全然是不可言喻的。」做得好,柏拉圖啊——你已觸及了真理;
1:668
ξύν μοι λαβοῦ τῆς ζητήσεως τἀγαθοῦ πέρι·
join with me in the search concerning the Good;
請與我一同尋求那「至善」;
1:669
πᾶσιν γὰρ ἁπαξαπλῶς ἀνθρώποις, μάλιστα δὲ τοῖς περὶ λόγους ἐνδια .. τρίβουσιν ἐνέστακταί τις ἀπόρροια θεϊκή
for into all men without exception, but most of all into those who spend their time in discourse, a certain divine effluence has been instilled.
因為在所有人裡面——尤其在那些以言談度日的人裡面——都被注入了某種神聖的流溢。
1:670
Οὗ δὴ χάριν καὶ ἄκοντες μὲν ὁμολογοῦσιν ἕνα τε εἶναι θεόν, ἀνώλεθρον καὶ ἀγένητον τοῦτον, ἄνω που περὶ τὰ νῶτα τοῦ οὐρανοῦ ἐν τῇ ἰδίᾳ καὶ οἰκείᾳ περιωπῇ ὄντως ὄντα ἀεί·
Wherefore even against their will they confess that there is one God, imperishable and unbegotten, who is somewhere above, around the back of heaven, in his own proper watch-tower, truly and ever existing.
因此,他們連不情願時,也承認有一位神,是不朽的、非受生的,在上面某處,環繞著諸天之背,在祂自己本有的瞭望之處,真實地、永遠地存在著。
1:671
θεὸν δὲ ποῖον εἰπέ μοι νοητέον; Τὸν πάνθ' ὁρῶντα καὐτὸν οὐχ ὁρώμενον, .. Εὐριπίδης λέγει
But what kind of God must one conceive, tell me? "Him who sees all things and is himself unseen," as Euripides says.
但你告訴我,人當思想神是怎樣的呢?歐里庇得斯說:「祂看見萬物,自己卻不被看見。」
1:672
Πεπλανῆσθαι γοῦν ὁ Μένανδρός μοι δοκεῖ, ἔνθα φησίν ἥλιε, σὲ γὰρ δεῖ προσκυνεῖν πρῶτον θεῶν, δι' ὃν θεωρεῖν ἔστι τοὺς ἄλλους θεούς·
Menander, then, seems to me to have gone astray, where he says: "O Sun, for you one must worship first of the gods, through whom it is possible to behold the other gods;"
在我看來,米南德是走迷了,他說:「太陽啊,當在眾神中首先敬拜你,因為藉著你才能得見其他眾神;」
1:673
οὐδὲ γὰρ ἥλιος ἐπιδείξει ποτ' ἂν τὸν θεὸν τὸν ἀληθῆ, ὁ δὲ λόγος ὁ ὑγιής, ὅς ἐστιν ἥλιος ψυχῆς, δι' οὗ μόνου ἔνδον ἀνατείλαντος ἐν τῷ βάθει τοῦ νοῦ αὐτοῦ καταυγάζεται τὸ .. ὄμμα·
for the sun would never reveal the true God; but the sound Reason (Logos), which is the sun of the soul, through which alone, when it has risen within in the depth of the mind, the eye of the soul is illumined.
因為太陽永不能顯明真神;惟有那健全的「道」(邏各斯)——就是魂的太陽——當它在心思的深處裡面升起時,魂的眼睛才單藉著它得蒙光照。
1:674
ὅθεν οὐκ ἀπεικότως ὁ Δημόκριτος τῶν λογίων ἀνθρώπων ὀλίγους φησίν ἀνατείναντας τὰς χεῖρας ἐνταῦθα ὃν νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες, πάντα Δία μυθεῖσθαι, καὶ πάντα οὗτος οἶδεν καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων
Whence not unfittingly Democritus says that a few of men of reason, lifting up their hands to this which we Greeks now call air, declared that "all is Zeus, and that he knows all and gives and takes away, and that he is king of all things."
因此德謨克利特說得不無道理:少數有理性的人,向著我們希臘人如今稱為「氣」的這物舉起手來,宣稱:「萬有都是宙斯,祂知曉一切,賜予又奪取,祂是萬物之王。」
1:675
Ταύτῃ πῃ καὶ Πλάτων διανοούμενος τὸν θεὸν αἰνίττεται περὶ τὸν πάντων βασιλέα πάντ' ἐστί, κἀκεῖνο αἴτιον ἁπάντων καλῶν. .. Τίς οὖν ὁ βασιλεὺς τῶν πάντων; Θεὸς τῆς τῶν ὄντων ἀληθείας τὸ μέτρον
In this way too Plato, in his thought, hints at God: "About the King of all are all things, and that is the cause of all good things." Who, then, is the King of all? God, the measure of the truth of the things that are.
柏拉圖在其思想中也如此暗示神:「萬有都環繞著萬有之王,而那就是一切美善之物的原因。」那麼,誰是萬有之王呢?神,就是萬有之真理的尺度。
1:676
Ὥσπερ οὖν τῷ μέτρῳ καταληπτὰ τὰ μετρούμενα, οὑτωσὶ δὲ καὶ τῷ νοῆσαι τὸν θεὸν μετρεῖται .. καὶ καταλαμβάνεται ἡ ἀλήθεια
As, then, the things measured are apprehended by the measure, so likewise by the act of conceiving God is the truth measured and apprehended.
正如被量度之物藉尺度而被把握,照樣,真理也藉著思想神的這一行動而被量度、被把握。
1:677
Ὁ δὲ ἱερὸς ὄντως Μωυσῆς οὐκ ἔσται, φησίν, ἐν τῷ μαρσίππῳ σου στάθμιον καὶ στάθμιον μέγα ἢ μικρόν, οὐδὲ ἔσται ἐν τῇ οἰκίᾳ σου μέτρον μέγα ἢ μικρόν, ἀλλ' ἢ στάθμιον ἀληθινὸν καὶ δίκαιον ἔσται σοι, στάθμιον καὶ μέτρον καὶ ἀριθμὸν τῶν ὅλων ὑπολαμ .. βάνων τὸν θεόν·
And the truly holy Moses says: "There shall not be in your bag two weights, a great and a small; nor shall there be in your house two measures, a great and a small; but a true and just weight shall be yours"—reckoning God to be the weight and measure and number of all things;
那真正聖潔的摩西說:「你囊中不可有一大一小兩樣的法碼;你家裡不可有一大一小兩樣的量器;你要有準確公正的法碼。」——他以神為萬有的法碼、量器和數目;
1:678
τὰ μὲν γὰρ ἄδικα καὶ ἄνισα εἴδωλα οἴκοι ἐν τῷ μαρσίππῳ καὶ ἐν τῇ ὡς ἔπος εἰπεῖν ῥυπώσῃ ψυχῇ κατακέκρυπται·
for the unjust and unequal idols are hidden at home in the bag and, so to speak, in the filthy soul;
因為那些不義不平的偶像,是藏在家中的囊裡,可說是藏在污穢的魂裡;
1:679
τὸ δὲ μόνον δίκαιον μέτρον, ὁ μόνος ὄντως θεός, ἴσος ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, μετρεῖ τε πάντα καὶ σταθμᾶται, οἱονεὶ τρυτάνῃ τῇ δικαιο σύνῃ τὴν τῶν ὅλων ἀρρεπῶς περιλαμβάνων καὶ ἀνέχων .. φύσιν
but the only just measure, the only truly existing God, ever equal and the same and after the same manner, both measures all things and weighs them, holding fast and sustaining the nature of all things by justice as by an even balance, without inclining to either side.
惟有那公正的量器、那惟一真實存在的神,永遠是平等的、同一的、始終如一的,量度萬物,稱量萬物,以公義如同公平的天平,毫不偏倚地把握並托住萬有的本性。
1:680
Ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθεῖαν περαίνει κατὰ φύσιν περιπορευόμενος·
God indeed, as the ancient saying goes, holding the beginning and the end and the middle of all things that are, accomplishes a straight course, going round according to nature;
神確實如古語所言,握有萬有的始、終和中間,按本性循行,完成那直的路程;
1:681
τῷ δ' ἀεὶ ξυνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός
and ever upon him follows Justice, the avenger of those who fall short of the divine law.
並且公義常隨從祂,作那些違背神聖律法之人的報應者。
1:682
Πόθεν, ὦ Πλάτων, ἀλήθειαν αἰνίττῃ; Πόθεν ἡ τῶν λόγων ἄφθονος χορηγία τὴν θεοσέβειαν μαντεύεται; Σοφώ τερα, φησίν, τούτων βαρβάρων τὰ γένη
Whence, O Plato, do you hint at the truth? Whence does the abundant supply of your words prophesy the worship of God? "Wiser than these," he says, "are the races of the barbarians."
柏拉圖啊,你從何處暗示了真理?你那豐沛的言詞從何處預言了對神的敬拜?他說:「蠻族的諸民比這些人更有智慧。」
1:683
Οἶδά σου τοὺς διδασκάλους, κἂν ἀποκρύπτειν ἐθέλῃς·
I know your teachers, even though you would conceal them;
我認得你的師傅,縱然你想隱瞞他們;
1:684
ἀλλὰ γὰρ αἴρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον
for they lift up holy arms to heaven, rising at dawn from their beds, ever purifying their flesh with water, and honor only the immortal one who reigns forever.
因為他們清晨從床上起來,向天舉起聖潔的雙手,常用水潔淨身體,只尊崇那永遠掌權的不朽者。
1:685
Καί μοι μὴ μόνον, ὦ φιλοσοφία, ἕνα τοῦτον Πλάτωνα, πολλοὺς δὲ καὶ ἄλλους παραστῆσαι σπούδασον, τὸν ἕνα ὄντως μόνον θεὸν ἀναφθεγγομένους θεὸν κατ' ἐπίπνοιαν .. αὐτοῦ, εἴ που τῆς ἀληθείας ἐπιδράξαιντο
And to me, O Philosophy, take pains to present not only this one Plato, but many others also, proclaiming the one truly only God to be God, according to his inspiration, if anywhere they have laid hold of the truth.
哲學啊,請竭力向我呈現的,不單是這一位柏拉圖,還有許多別人,他們照著祂的默示,宣揚那獨一真神為神,若他們在何處曾把握住真理的話。
1:686
Ἀντισθένης μὲν γὰρ οὐ Κυνικὸν δὴ τοῦτο ἐνενόησεν, Σωκράτους δὲ ἅτε γνώριμος θεὸν οὐδενὶ ἐοικέναι φησίν·
For Antisthenes conceived this—not as a Cynic doctrine, but as a disciple of Socrates—that God is like nothing;
安提西尼領悟到這一點——不是作為犬儒派的教義,乃是作為蘇格拉底的門徒——說神不像任何事物;
1:687
διόπερ αὐτὸν .. οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται
wherefore no one can learn him thoroughly from an image.
因此無人能從任何像中徹底認識祂。
1:688
Ξενοφῶν δὲ ὁ Ἀθη ναῖος διαρρήδην ἂν καὶ αὐτὸς περὶ τῆς ἀληθείας ἐγεγράφει τι μαρτυρῶν ὡς Σωκράτης, εἰ μὴ τὸ Σωκράτους ἐδεδίει φάρμακον·
Xenophon the Athenian, too, would expressly have written something himself, bearing witness about the truth as Socrates did, had he not feared the poison of Socrates;
雅典人色諾芬,若不是懼怕蘇格拉底所飲的毒藥,也必親自明確寫下些什麼,像蘇格拉底那樣為真理作見證;
1:689
οὐδὲν δὲ ἧττον αἰνίττεται
yet nonetheless he hints at it.
然而他仍舊暗示了它。
1:690
Ὁ γοῦν τὰ πάντα, φησί, σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός·
"He, at any rate," he says, "who shakes all things and brings them to rest—how great and mighty he is, is manifest;
他說:「那位震動萬物又使萬物止息的——祂何等偉大有能,是顯而易見的;
1:691
ὁποῖος δέ τις μορφήν, ἀφανής·
but what he is like in form, is unseen."
但祂的形貌如何,卻是不可見的。」
1:692
οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδ' αὐτὸς ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται. Πόθεν ἄρα ὁ τοῦ Γρύλλου σοφίζεται ἢ δηλαδὴ .. παρὰ τῆς προφήτιδος τῆς Ἑβραίων θεσπιζούσης ὧδέ πως; Τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖς ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; Ἀλλ' οὐδ' ἀκτίνων κατεναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες
Nor indeed does the sun, which seems all-radiant, even allow itself to look upon itself; but if anyone gazes at it shamelessly, it takes away his sight. Whence, then, does the son of Gryllus draw his wisdom, if not plainly from the prophetess of the Hebrews, who prophesies somewhat thus: "For what flesh is able with eyes to behold the heavenly and true immortal God, who dwells in the vault of heaven? Nay, men, being mortal born, are not able even to stand against the rays of the sun."
連那看似光芒萬丈的太陽,自己也不容許自己注視自己;倘有人無禮地凝視它,它便奪去那人的視力。那麼,格律羅斯之子(色諾芬)的智慧若不是明明從希伯來的女先知而來,又是從何而來呢?那女先知如此預言道:「凡屬血肉的,誰能用眼目看見那居於穹蒼、屬天而真實的不朽之神呢?不,生為必死的人,連抵擋太陽的光線也不能。」
1:693
Κλεάνθης δὲ ὁ Πηδασεύς, ὁ ἀπὸ τῆς Στοᾶς φιλόσοφος, οὐ θεογονίαν ποιητικήν, θεολογίαν δὲ ἀληθινὴν ἐνδείκνυται
Cleanthes of Pedasus, the philosopher of the Stoa, sets forth not a poetic theogony but a true theology.
佩達索斯的克勒安提斯,斯多亞派的哲學家,所闡述的不是詩人的眾神譜系,乃是真實的神學。
1:694
Οὐκ ἀπεκρύψατο τοῦ θεοῦ πέρι ὅ τί περ εἶχεν φρονῶν·
He did not conceal what he thought concerning God:
他並不隱瞞自己論到神所存的思想:
1:695
τἀγαθὸν ἐρωτᾷς μ' οἷόν ἐστ'; Ἄκουε δή·
"You ask me what the Good is like? Hear, then:
「你問我那『至善』是怎樣的麼?且聽:
1:696
τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον
ordered, just, holy, pious, master of itself, useful, beautiful, fitting, austere, self-dependent, ever profitable, fearless, griefless, advantageous, painless, helpful, well-pleasing, secure, friendly, honored, of good repute, consistent, free from conceit, careful, gentle, vehement, enduring, blameless, ever-abiding."
有序的、公義的、聖潔的、敬虔的、自制的、有益的、美好的、合宜的、嚴正的、自足的、永遠有利的、無懼的、無憂的、有助益的、無痛苦的、有用的、可喜悅的、穩妥的、友善的、受尊崇的、有美名的、表裡如一的、不自負的、謹慎的、溫和的、堅定的、持久的、無可指摘的、永遠長存的。」
1:697
Ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ' ἐκείνης τευξόμενος καλοῦ τινος
"Slavish is everyone who looks to glory, as if from her he would obtain some good."
「凡仰望浮名虛榮的,都是奴性的,彷彿能從她那裡得著什麼好處似的。」
1:698
Ἐνταῦθα δὴ σαφῶς, οἶμαι, διδάσκει ὁποῖός ἐστιν ὁ θεός, καὶ ὡς ἡ δόξα ἡ κοινὴ καὶ ἡ συνήθεια τοὺς ἑπομένους αὐταῖν, . . ἀλλὰ μὴ τὸν θεὸν ἐπιζητοῦντας, ἐξανδραποδίζεσθον
Here, I think, he plainly teaches what God is like, and how common opinion and custom enslave those who follow them, but not those who seek after God.
我想他在這裡明明教導了神是怎樣的,並且通俗的意見和風俗如何奴役那些跟隨它們的人,卻不奴役那些尋求神的人。
1:699
Οὐκ ἀποκρυπτέον οὐδὲ τοὺς ἀμφὶ τὸν Πυθαγόραν, οἵ φασιν ὁ μὲν θεὸς εἷς, χοὖτος δὲ οὐχ, ὥς τινες ὑπονοοῦσιν, ἐκτὸς τᾶς διακοσμήσιος, ἀλλ' ἐν αὐτᾷ, ὅλος ἐν ὅλῳ τῷ κύκλῳ ἐπίσ κοπος πάσας γενέσιος, κρᾶσις τῶν ὅλων, ἀεὶ ὢν καὶ ἐργάτας τῶν αὑτοῦ δυνάμιων καὶ ἔργων, ἁπάντων ἐν οὐρανῷ φωστὴρ καὶ πάντων πατήρ, νοῦς καὶ ψύχωσις τῷ ὅλῳ κύκλῳ, .. πάντων κίνασις. Ἀπόχρη καὶ τάδε εἰς ἐπίγνωσιν θεοῦ ἐπιπνοίᾳ θεοῦ πρὸς αὐτῶν μὲν ἀναγεγραμμένα, πρὸς δὲ ἡμῶν ἐξειλεγμένα τῷ γε καὶ σμικρὸν διαθρεῖν ἀλήθειαν δυναμένῳ
Nor should we conceal those about Pythagoras, who say: "God is one; and he is not, as some suppose, outside the world-order, but within it, wholly in the whole circle, overseer of all generation, a blending of all things, ever existing, and the worker of his own powers and works, the luminary of all things in heaven and the Father of all, the mind and animating soul of the whole circle, the motion of all things." These things, written by them under the inspiration of God, and selected by us, suffice for the knowledge of God for anyone able to discern the truth even a little.
我們也不該隱瞞畢達哥拉斯一派的人,他們說:「神是一;祂並非如某些人所以為的,在宇宙秩序之外,乃是在其內,完全充滿整個圓周,監察一切的生成,是萬物的調和,永遠存在,是祂自己諸般能力與作為的成就者,是天上萬有的光輝,是萬物之父,是整個圓周的心思與賦予生命之魂,是萬物的運動。」這些話是他們在神的默示下寫成、由我們選錄的,對任何能稍微辨識真理的人,已足以認識神。
1:700
Ἴτω δὲ ἡμῖν ( οὐ γὰρ αὐταρκεῖ μόνον ἡ φιλοσοφία) ἀλλὰ καὶ αὐτὴ ποιητικὴ ἡ περὶ τὸ ψεῦδος τὰ πάντα ἠσχο λημένη, μόλις ποτὲ ἤδη ἀλήθειαν μαρτυρήσουσα, μᾶλλον δὲ ἐξομολογουμένη τῷ θεῷ τὴν μυθώδη παρέκβασιν·
But let poetry also come to us (for philosophy alone does not suffice)—even that poetry which is wholly occupied with falsehood—now at length, however late, to bear witness to the truth, or rather to confess to God its mythical deviation;
但讓詩歌也來到我們這裡(因為單有哲學是不夠的)——甚至那全然沉溺於虛謊的詩歌——如今終於,雖然遲了,也來為真理作見證,或更該說是向神承認它那神話般的偏離;
1:701
παρίτω .. δὴ ὅστις καὶ βούλεται ποιητὴς πρῶτος
let whatever poet who wishes come forward first.
讓任何願意的詩人率先上前來。
1:702
Ἄρατος μὲν οὖν διὰ πάντων τὴν δύναμιν τοῦ θεοῦ διήκειν νοεῖ, ὄφρ' ἔμπεδα πάντα φύωνται, τῷ μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται·
Aratus, then, conceives that the power of God pervades all things: "that all things may grow firmly fixed; wherefore men ever propitiate him first and last;"
阿拉托斯領會神的能力遍透萬有:「為要使萬物牢固生長;因此人們始終首先與末後地向祂祈求息怒;」
1:703
χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ
"Hail, Father, great wonder, great boon to men."
「父啊,願你蒙福,你是大奇事,是人類的大恩惠。」
1:704
Ταύτῃ τοι καὶ ὁ Ἀσκραῖος αἰνίττεται Ἡσίοδος τὸν θεόν·
In this way, too, the Ascraean Hesiod hints at God:
阿斯克拉的赫西俄德也照樣暗示了神:
1:705
αὐτὸς γὰρ πάντων βασιλεὺς καὶ κοίρανός ἐστιν·
"For he himself is king and lord of all;
「因為祂自己是萬有的王和主;
1:706
ἀθανάτων τῷ δ' οὔτις ἐρήρισται κράτος ἄλλος
among the immortals no other has contended with him for power."
在眾不朽者中,無別者曾與祂爭奪權能。」
1:707
Ἤδη δὲ καὶ ἐπὶ τῆς σκηνῆς παραγυμνοῦσι τὴν ἀλήθειαν·
And now even on the stage they lay bare the truth;
如今連在戲臺上,他們也揭露了真理;
1:708
ὃ μὲν καὶ εἰς τὸν αἰθέρα καὶ εἰς τὸν οὐρανὸν .. ἀναβλέψας τόνδε ἡγοῦ θεόν, φησίν, Εὐριπίδης·
"He who, looking up to the aether and to heaven yonder, hold this to be God," says Euripides;
歐里庇得斯說:「那仰望以太與那邊諸天的人哪,當以這為神;」
1:709
ὁ δὲ τοῦ Σοφίλλου Σοφοκλῆς, εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστὶν θεός, ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας·
and Sophocles, son of Sophillus: "In very truth there is one, one God, who made heaven and the wide earth and the gray swell of the sea and the might of the winds;
索芙洛斯之子索福克勒斯說:「實實在在,有一位,獨一的神,祂造了天和廣闊的地,造了海的灰色波濤和諸風的勢力;
1:710
παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους·
but many of us mortals, gone astray in heart, have set up, as a solace from ills, images of the gods—of stones, or of bronze, or wrought of gold, or of ivory—
但我們許多人,心裡迷失了,為要在患難中得安慰,便立起眾神的像——用石頭、青銅、或精金、或象牙所造的;
1:711
θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζομεν
and rendering to these sacrifices and empty festal assemblies, we thus suppose ourselves to be pious."
我們向這些獻祭、舉行空洞的節期聚會,便自以為這樣就是敬虔了。」
1:712
Οὑτοσὶ μὲν ἤδη καὶ παρακεκινδυνευμένως ἐπὶ τῆς σκηνῆς .. τὴν ἀλήθειαν τοῖς θεαταῖς παρεισήγαγεν
This poet, indeed, has now even, at no small risk, brought the truth before the spectators on the stage.
這位詩人,確實已冒著不小的風險,在戲臺上把真理呈現在觀眾面前。
1:713
Ὁ δὲ Θρᾴκιος ἱεροφάντης καὶ ποιητὴς ἅμα, ὁ τοῦ Οἰάγρου Ὀρφεύς, μετὰ τὴν τῶν ὀργίων ἱεροφαντίαν καὶ τῶν εἰδώλων τὴν θεολογίαν, παλινῳδίαν ἀληθείας εἰσάγει, τὸν ἱερὸν ὄντως ὀψέ ποτε, ὅμως δ' οὖν ᾄδων λόγον·
But the Thracian hierophant and poet at once, Orpheus the son of Oeagrus, after his celebration of the mysteries and his theology of the idols, introduces a recantation of the truth—singing at length, though late at last, the truly sacred word:
但那位色雷斯的祭司兼詩人,俄阿格洛斯之子俄耳甫斯,在他主持奧秘的禮儀並闡述偶像的神學之後,引進了向真理的回轉之歌——雖然遲了,終究唱出那真正神聖的話語:
1:714
φθέγξομαι οἷς θέμις ἐστί·
"I will speak to those to whom it is lawful;
「我要向那些蒙允許的人說話;
1:715
θύρας δ' ἐπίθεσθε βέβηλοι πάντες ὁμῶς·
but you, the profane, all alike, set the doors upon yourselves;
至於你們這些凡俗的人,都當一同把門關上;
1:716
σὺ δ' ἄκουε, φαεσφόρου ἔκγονε Μήνης, Μουσαῖε, ἐξερέω γὰρ ἀληθέα, μηδέ σε τὰ πρὶν ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ
but you, hear, O child of the light-bearing Moon, Musaeus; for I will declare truths—let not the things that before appeared in your breast deprive you of the beloved age.
惟有你,要聽,光輝之月女神的後裔,慕賽俄斯啊;因為我要宣告真理——不要讓先前在你胸中所顯現的,奪去你那可愛的年歲。
1:717
Εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος·
Looking to the divine Word, cleave to it, guiding the intelligent vessel of your heart;
當仰望那神聖的「道」,緊緊依附祂,引導你心中那悟性的器皿;
1:718
εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον
and tread well the path, and look only to the immortal King of the world."
要穩行那道路,單單仰望這世界不朽的王。」
1:719
Εἶτα ὑποβὰς διαρρήδην ἐπιφέρει·
Then, going on a little further, he expressly adds:
接著,他再往下說,明確地加上:
1:720
εἷς ἔστ', αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται·
"He is one, self-begotten; from this one all things have been wrought;
「祂是一,自有自生的;萬物都是從這一位而成的;
1:721
ἐν δ' αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσορᾷ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται
and in them he himself moves about; nor does any one of mortals behold him, but he himself beholds all."
並且祂自己在萬物中運行;凡屬必死的,無一人看見祂,惟祂自己看見眾人。」
1:722
Οὕτως μὲν δὴ Ὀρφεὺς χρόνῳ τέ ποτε συνῆκεν πεπλανημένος
Thus, then, Orpheus, having gone astray, at length in time understood.
如此,俄耳甫斯雖曾走迷,終於在時候到了便明白過來。
1:723
Ἀλλὰ σὺ μὴ μέλλων, βροτὲ ποικιλόμητι, βράδυνε, ἀλλὰ παλίμπλαγκτος στρέψας θεὸν ἱλάσκοιο
"But you, do not delay nor tarry, O mortal of intricate counsels; but turning back from your wandering, propitiate God."
「但你,心思詭詐的必死之人哪,不要遲延躊躇;倒要從你的飄蕩中回轉過來,向神祈求息怒。」
1:724
Εἰ γὰρ καὶ τὰ μάλιστα ἐναύσματά τινα τοῦ λόγου τοῦ θείου λαβόντες Ἕλληνες ὀλίγα ἄττα τῆς ἀληθείας ἐφθέγξαντο, προσμαρτυροῦσι μὲν τὴν δύναμιν αὐτῆς οὐκ ἀποκεκρυμμένην, σφᾶς δὲ αὐτοὺς ἐλέγχουσιν ἀσθενεῖς, οὐκ ἐφικόμενοι τοῦ τέλους
For even if the Greeks, having received certain sparks of the divine Word, uttered some few things of the truth, they bear witness to its power as not hidden, but convict themselves as weak, not having attained to the end.
因為希臘人縱然領受了神聖之「道」的某些火星,說出了真理的少許,他們固然見證了真理的能力並未隱藏,卻也定了自己為軟弱的,因為沒有達到那終極。
1:725
Ἤδη γὰρ οἶμαι παντί τῳ δῆλον γεγονέναι ὡς τῶν χωρὶς τοῦ λόγου τῆς ἀληθείας ἐνεργούντων τι ἢ καὶ φθεγγο μένων ὁμοίων ὄντων τοῖς χωρὶς βάσεως βαδίζειν βιαζο μένοις
For I think it has now become plain to everyone that those who do or even utter anything apart from the Word of truth are like men who try to walk without a foothold.
因為我想如今對人人都已明顯:凡離了真理之「道」而行事或言說的人,就像那些勉強要無立足之地而行走的人一樣。
1:726
Δυσωπούντων δέ σε εἰς σωτηρίαν καὶ οἱ περὶ τοὺς θεοὺς ὑμῶν ἔλεγχοι, οὓς διὰ τὴν ἀλήθειαν ἐκβιαζόμενοι .. κωμῳδοῦσι ποιηταί
And the very refutations of your gods—which the poets, compelled by the truth, make a comedy of—shame you toward salvation.
連那些對你們眾神的駁斥——詩人被真理所逼,將之化作喜劇——也使你們羞愧,以致歸向救恩。
1:727
Μένανδρος γοῦν ὁ κωμικὸς ἐν Ἡνιόχῳ [ἐν Ὑποβολιμαίῳ] τῷ δράματι οὐδείς μ' ἀρέσκει (φησὶ) περιπατῶν ἔξω θεὸς μετὰ γραός, οὐδ' εἰς οἰκίας παρεισιὼν ἐπὶ τοῦ σανιδίου .. μητραγύρτης·
Menander the comic poet, then, in the drama The Charioteer [The Changeling], says: "No god pleases me who walks about outside with an old woman, nor one who slips into houses upon the little board—a begging priest of Cybele;"
喜劇詩人米南德在《御車者》[《偷換的嬰孩》]一劇中說:「我不喜歡那同老婦在外面走來走去的神,也不喜歡那踏著小板凳溜進別人家中的——西布莉的乞討祭司;」
1:728
τοιοῦτοι γὰρ οἱ μητραγύρται
for such are the begging priests of the Mother of the gods.
因為眾神之母的乞討祭司就是這樣。
1:729
Ὅθεν εἰκότως ὁ Ἀντισθένης ἔλεγεν αὐτοῖς μεταιτοῦσιν·
Whence Antisthenes fittingly said to them as they begged:
因此安提西尼對那些行乞的人說得恰當:
1:730
οὐ τρέφω τὴν .. μητέρα τῶν θεῶν, ἣν οἱ θεοὶ τρέφωσιν
"I do not feed the Mother of the gods, whom the gods themselves feed."
「我不供養眾神之母,因為連眾神自己也是供養她的。」
1:731
Πάλιν δὲ ὁ αὐτὸς κωμῳδιοποιὸς ἐν Ἱερείᾳ τῷ δράματι χαλεπαίνων πρὸς τὴν συνήθειαν διελέγχειν πειρᾶται τὸν ἄθεον τῆς πλάνης τῦφον, ἐπιφθεγγόμενος ἐμφρόνως εἰ γὰρ ἕλκει τὸν θεὸν τοῖς κυμβάλοις ἄνθρωπος εἰς ὃ βούλεται, ὁ τοῦτο ποιῶν ἐστι μείζων τοῦ θεοῦ·
And again the same comic poet, in the drama The Priestess, being angry at the custom, tries to refute the godless conceit of error, exclaiming sensibly: "For if a man drags the god where he wishes by the cymbals, then he who does this is greater than the god;
這同一位喜劇詩人在《女祭司》一劇中,因惱怒這風俗,試圖駁斥那謬誤中無神的虛妄,明智地宣告說:「因為人若用鐃鈸把神拖到他所願意之處,那麼行這事的人就比神更大;
1:732
ἀλλ' ἔστι τόλμης καὶ βίας ταῦτ' ὄργανα εὑρημέν' ἀνθρώποισιν
but these are instruments of audacity and violence, devised by men."
其實這些不過是人所發明、出於膽大妄為與強暴的器具罷了。」
1:733
Καὶ οὐχὶ μόνος ὁ Μένανδρος, ἀλλὰ καὶ Ὅμηρος καὶ Εὐριπίδης καὶ ἄλλοι συχνοὶ ποιηταὶ διελέγχουσιν ὑμῶν τοὺς θεοὺς καὶ λοιδορεῖσθαι οὐ δεδίασιν οὐδὲ καθ' ὁπόσον αὐτοῖς
And not Menander alone, but also Homer and Euripides and many other poets refute your gods and do not fear to revile them, even to whatever extent.
不單米南德,連荷馬、歐里庇得斯和許多別的詩人,也駁斥你們的眾神,並不懼怕辱罵它們,無論到何等地步。
1:734
Αὐτίκα τὴν Ἀθηνᾶν κυνάμυιαν καὶ τὸν Ἥφαιστον ἀμφιγύην καλοῦσιν, τῇ δὲ Ἀφροδίτῃ ἡ Ἑλένη φησὶ μηκέτι σοῖσι πόδεσσιν ὑποστρέψειας Ὄλυμπον
For instance, they call Athena a dog-fly and Hephaestus lame in both feet, and to Aphrodite Helen says: "May you no more return with your own feet to Olympus."
比方說,他們稱雅典娜為「狗蠅」,稱赫菲斯托斯為「雙足跛者」;海倫對阿芙羅黛蒂說:「願你不再用自己的腳回到奧林帕斯。」
1:735
Ἐπὶ δὲ τοῦ Διονύσου ἀναφανδὸν Ὅμηρος γράφει ὅς ποτε μαινομένοιο Διωνύσοιο τιθήνας σεῦε κατ' ἠγάθεον Νυσήιον·
And concerning Dionysus, Homer writes openly: "who once chased the nurses of raging Dionysus down the sacred mount of Nysa;
論到狄奧尼索斯,荷馬公然寫道:「他曾把狂怒的狄奧尼索斯的眾乳母,趕下那神聖的尼薩山;
1:736
αἳ δ' ἅμα πᾶσαι θύσθλα χαμαὶ κατέχευαν ὑπ' ἀνδροφόνοιο Λυκούργου
and they all together cast their thyrsus-wands upon the ground, smitten by murderous Lycurgus."
她們一齊把酒神杖丟在地上,被那殺人的呂庫戈斯所擊打。」
1:737
Ἄξιος ὡς ἀληθῶς Σωκρατικῆς διατριβῆς ὁ Εὐριπίδης εἰς τὴν ἀλήθειαν ἀπιδὼν καὶ τοὺς θεατὰς ὑπεριδών, ποτὲ μὲν τὸν Ἀπόλλωνα, ὃς μεσομφάλους ἕδρας ναίει βροτοῖσι στόμα νέμων σαφέστατα, διελέγχων, .. κείνῳ πειθόμενος τὴν τεκοῦσαν ἔκτανον, ἐκεῖνον ἡγεῖσθ' ἀνόσιον καὶ κτείνετε·
Worthy indeed in truth of the Socratic school of discourse is Euripides, who, having looked to the truth and disregarded the spectators, at one time refutes Apollo, who "dwells in the central seat, dealing out to mortals the clearest oracle:" "obeying him, I slew her who bore me; account him impious, and slay him;
歐里庇得斯實在無愧於蘇格拉底學派的論談;他既仰望真理,輕看觀眾,有時駁斥那「居於大地中央的寶座、向世人發出最清楚神諭」的阿波羅:「我聽從了他,就殺了生我的母親;當以他為不敬虔的,把他殺了;
1:738
ἐκεῖνος ἥμαρτ', οὐκ ἐγώ, ἀμαθέστερος ὢν τοῦ καλοῦ καὶ τῆς δίκης, .. τοτὲ δ' ἐμμανῆ εἰσάγων Ἡρακλέα καὶ μεθύοντα ἀλλαχόθι καὶ ἄπληστον·
he sinned, not I, being more ignorant than the noble and the just;" and at another time, bringing in Heracles mad, and elsewhere drunken and insatiable;
犯罪的是他,不是我,因為他比那高尚與公義的更為無知;」他又有時引進那發狂的赫拉克勒斯,別處又引進那醉酒貪饕的赫拉克勒斯;
1:739
πῶς γὰρ οὐχί; Ὃς ἑστιώμενος τοῖς κρέασι χλωρὰ σῦκ' ἐπήσθιεν ἄμουσ' ὑλακτῶν ὥστε βαρβάρῳ μαθεῖν
for how not? Who, while feasting on flesh, ate green figs besides, bellowing unmusically, so that even a barbarian might learn of it.
怎能不如此呢?他正大啖肉食之際,又吃起青無花果來,粗鄙地咆哮著,以致連蠻人也能聽聞得知。
1:740
Ἥδη δὲ ἐν Ἴωνι τῷ δράματι γυμνῇ τῇ κεφαλῇ ἐκκυκλεῖ τῷ θεάτρῳ τοὺς θεούς·
And now in the drama Ion, with bare head he wheels the gods out before the theatre.
如今在《伊翁》一劇中,他更是赤裸著頭,把眾神推到戲臺前公諸於眾。
1:741
Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς·
It is time, therefore, now that the other matters have been accomplished by us in due order, to come to the prophetic scriptures;
因此,既已按次序辦妥了其餘的事,如今便是當進到先知書的時候了;
1:742
καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέβειαν ἡμῖν ἀφορμὰς ἐναργέστατα προτείνοντες θεμελιοῦσι τὴν ἀλήθειαν·
for the oracles also, most clearly proffering to us the starting-points toward the worship of God, lay the foundation of the truth;
因為這些神諭也極其明白地向我們提供了敬拜神的起點,奠立了真理的根基;
1:743
γραφαὶ δὲ αἱ θεῖαι καὶ πολιτεῖαι σώφρονες σύντομοι σωτηρίας ὁδοί·
and the divine scriptures and sober institutions are concise roads of salvation;
神聖的經文和清醒的典章,乃是救恩的簡捷之路;
1:744
γυμναὶ κομμωτικῆς καὶ τῆς ἐκτὸς καλλιφωνίας καὶ στωμυλίας καὶ κολακείας ὑπάρχουσαι ἀνιστῶσιν ἀγχόμενον ὑπὸ κακίας τὸν ἄνθρωπον, ὑπερείδουσαι τὸν ὄλισθον τὸν βιωτικόν, μιᾷ καὶ τῇ αὐτῇ φωνῇ πολλὰ θεραπεύουσαι, ἀποτρέπουσαι μὲν ἡμᾶς τῆς ἐπιζημίου ἀπάτης, προτρέπουσαι δὲ ἐμφανῶς εἰς προὖπτον .. σωτηρίαν
being bare of cosmetic and of outward fine speech and chatter and flattery, they raise up the man who is being choked by vice, supporting him against the slippery fall of life, with one and the same voice healing many things—turning us away from hurtful deception, and openly exhorting us to manifest salvation.
它們不加脂粉,沒有外表華麗的辭藻、廢話和諂媚,卻扶起那被邪惡所窒息的人,在生命滑跌之際托住他;以同一個聲音醫治眾多疾患——使我們轉離那有害的欺騙,並明明勸勉我們歸向那顯明的救恩。
1:745
Αὐτίκα γοῦν ἡ προφῆτις ἡμῖν ᾀσάτω πρώτη Σίβυλλα τὸ ᾆσμα τὸ σωτήριον·
Forthwith, then, let the prophetess Sibyl first sing for us the song of salvation:
那麼,就讓女先知西比拉首先為我們唱那救恩之歌:
1:746
οὗτος ἰδοὺ πάντ' ἐστὶ σαφής, ἀπλάνητος ὑπάρχει·
"Behold, this one is in all things plain; he is unerring;
「看哪,這一位在凡事上都是明白的;祂是不偏離正道的;
1:747
ἔλθετε, μὴ σκοτίην δὲ διώκετε καὶ ζόφον αἰεί
come, and pursue not darkness and gloom forever."
來吧,不要永遠追逐黑暗與幽暗。」
1:748
Ἠελίου γλυκυδερκές, ἰδού, φάος ἔξοχα λάμπει
"Behold, the sweetly-beaming light of the sun shines surpassingly."
「看哪,太陽那甘美明亮的光,格外輝煌地照耀。」
1:749
Γνῶτε δὲ κατθέμενοι σοφίην ἐν στήθεσιν ὑμῶν
"Know it, laying up wisdom in your breasts."
「當認識它,把智慧珍藏在你們胸中。」
1:750
Εἷς θεός ἐστι βροχάς, ἀνέμους, σεισμούς τ' ἐπιπέμπων, ἀστεροπάς, λιμούς, λοιμοὺς καὶ κήδεα λυγρὰ καὶ νιφετούς, κρύσταλλα·
"One God there is, who sends rains, winds, and earthquakes, lightnings, famines, plagues, grievous sorrows, snows, and ice;"
「有一位神,祂降下雨水、風暴和地震,閃電、饑荒、瘟疫和悲慘的禍患,雪和冰;」
1:751
τί δὴ καθ' ἓν ἐξαγορεύω; Οὐρανοῦ ἡγεῖται, γαίης κρατεῖ, αὐτὸς ὑπάρχει
"why should I recount them one by one? He guides heaven, he rules earth, he himself exists."
「我何必一一細數呢?祂引導諸天,祂統管大地,祂自有自存。」
1:752
ἐνθέως σφόδρα τὴν μὲν ἀπάτην ἀπεικάζουσα τῷ σκότει, τὴν δὲ τοῦ θεοῦ γνῶσιν ἡλίῳ καὶ φωτί, ἄμφω δὲ παραθεμένη τῇ συγκρίσει τὴν ἐκλογὴν διδάσκει·
Very divinely she likens error to darkness, but the knowledge of God to the sun and to light; and setting both side by side in comparison, she teaches the choice;
她極為神聖地把謬誤比作黑暗,把對神的認識比作太陽與光明;又把二者並列對比,如此教導人作出抉擇;
1:753
τὸ γὰρ ψεῦδος οὐ ψιλῇ τῇ παραθέσει τἀληθοῦς διασκεδάννυται, τῇ δὲ χρήσει τῆς ἀληθείας ἐκβιαζόμενον φυγαδεύεται
for falsehood is not dispelled by the mere setting of truth beside it, but, forced out by the use of the truth, is put to flight.
因為虛謊不是單靠把真理擺在它旁邊就被驅散的,乃是藉著運用真理,被逼迫而逃遁的。
1:754
Ἱερεμίας δὲ ὁ προφήτης ὁ πάνσοφος, μᾶλλον δὲ ἐν Ἱερεμίᾳ τὸ ἅγιον πνεῦμα ἐπιδείκνυσι τὸν θεόν
And Jeremiah the all-wise prophet—or rather, the Holy Spirit in Jeremiah—displays God:
那全智的先知耶利米——或更該說是在耶利米裡面的聖靈——彰顯了神:
1:755
Θεὸς ἐγγίζων ἐγώ εἰμι, φησί, καὶ οὐχὶ θεὸς πόρρωθεν
"I am a God at hand," he says, "and not a God afar off."
祂說:「我是近處的神,不是遠處的神。」
1:756
Εἰ ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; Οὐχὶ τοὺς οὐρανοὺς καὶ τὴν γῆν ἐγὼ πληρῶ; Λέγει .. κύριος. Πάλιν δὲ αὖ διὰ Ἡσαΐου Τίς μετρήσει, φησί, τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; Ὅρα τὸ μέγεθος τοῦ θεοῦ καὶ καταπλάγηθι
"Shall a man do anything in secret, and I shall not see him? Do I not fill the heavens and the earth? says the Lord." And again through Isaiah: "Who has measured the heaven with a span, and all the earth with his hand?" he says. Behold the greatness of God, and be astonished.
「人若在隱密處行事,我豈不看見他麼?我豈不充滿天地麼?這是耶和華說的。」又藉以賽亞說:「誰曾用手虎口量度諸天,用手掌量度全地呢?」你當思想神的偉大,並要驚歎。
1:757
Τοῦτον προσκυνήσωμεν, ἐφ' οὗ φησιν ὁ προφήτης ἀπὸ προσώπου σου ὄρη τακή σονται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός. Οὗτος, φησίν, ἐστὶν ὁ θεός, οὗ θρόνος μέν ἐστιν ὁ οὐρανός, ὑποπό διον δὲ ἡ γῆ, ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανόν, τρόμος σε λήψε .. ται. Βούλει καὶ περὶ τῶν εἰδώλων ἀκοῦσαι τί φησὶν προφή της οὗτος; Παραδειγματισθήσονται ἔμπροσθεν τοῦ ἡλίου καὶ ἔσται τὰ θνησιμαῖα αὐτῶν βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ σαπήσεται ὑπὸ τοῦ ἡλίου καὶ τῆς σελήνης,ἃ αὐτοὶ ἠγάπησαν καὶ οἷς αὐτοὶ .. ἐδούλευσαν, καὶ ἐμπρησθήσεται ἡ πόλις αὐτῶν
Let us worship this One, of whom the prophet says: "From before your face the mountains shall melt, as wax melts before the face of fire." "This," he says, "is God, whose throne is heaven and whose footstool is the earth; who, if he should open heaven, trembling shall seize you." Do you wish to hear also what this prophet says concerning the idols? "They shall be made a public example before the sun, and their carcasses shall be food for the birds of heaven and for the beasts of the earth, and they shall rot under the sun and the moon—those things which they themselves loved and which they themselves served; and their city shall be burned."
讓我們敬拜這一位,先知論到祂說:「諸山在你面前必然熔化,如蠟在火前熔化。」他說:「這位是神,祂的寶座是天,祂的腳凳是地;祂若敞開諸天,戰兢必抓住你。」你願意聽這先知論到偶像所說的麼?「它們必在日頭面前被公開示眾,它們的屍身必作天空飛鳥和地上走獸的食物,並要在日月之下腐爛——就是它們自己所愛、自己所事奉的;它們的城也必被火焚燒。」
1:758
Φθαρή σεσθαι δὲ καὶ τὰ στοιχεῖα καὶ τὸν κόσμον σὺν καὶ αὐτοῖς λέγει·
And he says that the elements also and the world shall perish together with them:
他又說,諸元素和宇宙也必與它們一同毀滅:
1:759
ἡ γῆ, φησί, παλαιωθήσεται καὶ ὁ οὐρανὸς παρελεύσεται, τὸ δὲ ῥῆμα κυρίου μένει εἰς τὸν αἰῶνα. .. Τί δὲ ὅταν πάλιν ἑαυτὸν δεικνύναι ὁ θεὸς βουληθῇ διὰ Μωυσέως; Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ
"the earth," he says, "shall grow old, and the heaven shall pass away, but the word of the Lord abides forever." And what when God again wills to show himself through Moses? "See, see that I am he, and there is no other God besides me."
他說:「地必漸漸衰老,天必消逝,惟有耶和華的話永遠長存。」當神再次願意藉摩西顯明自己時,又如何呢?「你們看,你們看,我就是那一位,除我以外再沒有別神。」
1:760
Ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω·
"I kill, and I make alive;
「我使人死,也使人活;
1:761
πατάξω κἀγὼ ἰάσομαι, καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν .. μου. Ἀλλὰ καὶ ἑτέρου ἐπακοῦσαι θέλεις χρησμῳδοῦ; Ἔχεις τὸν χορὸν πάντα τὸν προφητικόν, τοὺς συνθιασώτας τοῦ Μωυσέως
I wound, and I also heal, and there is none who can deliver out of my hands." But do you wish to hearken to yet another oracle-singer? You have the whole prophetic choir, the fellow-celebrants of Moses.
我傷害,我也醫治,並無人能從我手中拯救出去。」但你願意再聽另一位傳神諭者麼?你有那全體先知的歌隊,就是摩西的同慶者。
1:762
Τί φησὶν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον διὰ Ὠσηέ; Οὐκ ὀκνήσω λέγειν ἰδού, ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ .. ἐθεμελίωσαν
What says the Holy Spirit to them through Hosea? I will not shrink from quoting it: "Behold, I am he who establishes thunder and creates wind, whose hands have founded the host of heaven."
聖靈藉何西阿向他們說什麼呢?我不憚於引用:「看哪,我就是那設立雷霆、創造風的,祂的手立定了天上的萬象。」
1:763
Ἔτι δὲ καὶ διὰ Ἡσαΐου (καὶ ταύτην ἀπομνημονεύσω σοι τὴν φωνήν)·
And still further, through Isaiah (and this saying too I will recall for you):
再者,又藉以賽亞(這句話我也要為你提說):
1:764
ἐγώ εἰμι, ἐγώ εἰμι, φησίν, ὁ κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν·
"I am he, I am he," he says, "the Lord who speaks righteousness and declares truth;
祂說:「我是,我是那位耶和華,說公義、宣告真理的;
1:765
βουλεύσασθε ἅμα, οἱ σῳζόμενοι ἀπὸ τῶν ἐθνῶν
take counsel together, you who are being saved from among the nations."
你們從列國中得救的人哪,當一同商議。」
1:766
Οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι θεοῖς οἳ οὐ σώσουσιν αὐτούς. .. Εἶθ' ὑποβάς ἐγώ, φησίν, ὁ θεός, καὶ οὐκ ἔστι πλὴν ἐμοῦ δίκαιος, καὶ σωτὴρ οὐκ ἔστι πάρεξ ἐμοῦ·
"They have not known, those who lift up the wood, their graven image, and who pray to gods that will not save them." Then going on he says: "I am God, and there is none righteous besides me, and there is no savior except me;"
「那些舉起木頭、就是自己雕刻之像的人,毫無知識;他們向那不能拯救他們的神祈求。」接著他說:「我是神,除我以外再沒有公義的,除我以外再沒有救主;」
1:767
ἐπιστράφητε πρός με καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς
"turn to me and be saved, you who are from the end of the earth."
「地極的人哪,你們都當轉向我,就必得救。」
1:768
Ἐγώ εἰμι ὁ .. θεὸς καὶ οὐκ ἔστιν ἄλλος·
"I am God, and there is none other;
「我是神,再沒有別的;
1:769
ἐμαυτοῦ ὀμνύω. Τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγων τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν .. αὐτόν; Καὶ τὰ ἐπὶ τούτοις
I swear by myself." And he is indignant at the idolaters, saying: "To whom have you likened the Lord? Or with what likeness have you compared him? Has a craftsman made an image, or a goldsmith, having melted gold, overlaid it with gold?" And what follows upon these.
我指著自己起誓。」祂向拜偶像的人發怒,說:「你們將耶和華比作誰呢?用什麼形像與祂相比呢?工匠豈是造了一個像麼?金匠豈是鎔化金子,把它包上金子麼?」以及隨後的話。
1:770
Μὴ οὖν ἔτι ὑμεῖς εἰδωλολάτραι; Ἀλλὰ κἂν νῦν φυλάξασθε τὰς ἀπειλάς·
Are you, then, still idolaters? But even now, at least, guard against the threats;
那麼,你們仍是拜偶像的人麼?但至少現今,當謹防那些警告;
1:771
ὀλολύξει γὰρ τὰ γλυπτὰ καὶ τὰ χειροποίητα, μᾶλλον δὲ οἱ ἐπ' αὐτοῖς πεποι θότες, ἀναίσθητος γὰρ ἡ ὕλη
for the graven and hand-made things shall howl—or rather, those who have trusted in them shall, for matter is without sense.
因為那些雕刻和人手所造之物必哀號——或更該說,是那些信靠它們的人必哀號,因為物質本是無知無覺的。
1:772
ὁ κύριος σείσει πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρὶ ὡς νοσσιάν. .. Τί σοι σοφίας ἀναγγέλλω μυστήρια καὶ ῥήσεις ἐκ παιδὸς Ἑβραίου σεσοφισμένου; Κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ Κύριος δίδωσι σοφίαν .. καὶ ἀπὸ προσώπου αὐτοῦ γνῶσις καὶ σύνεσις
"The Lord shall shake the inhabited cities, and the whole inhabited world he shall grasp with his hand as a nest." Why should I declare to you the mysteries of wisdom and sayings from a Hebrew child made wise? "The Lord created me the beginning of his ways for his works," and "the Lord gives wisdom, and from his face come knowledge and understanding."
「耶和華必震動有人居住的城邑,以手抓取整個有人居住之地,如同抓取一個鳥窩。」我何必向你宣告智慧的奧秘,以及一位被造成有智慧的希伯來孩童所說的話呢?「耶和華在祂造化的起頭,在祂作為之先,就有了我;」並「耶和華賜下智慧,知識和聰明都從祂面前而出。」
1:773
Ἕως πότε, ὀκνηρέ, κατάκεισαι; Πότε δὲ ἐξ ὕπνου ἐγερθήσῃ; Ἐὰν δὲ ἄοκνος ᾖς, ἥξει σοι ὥσπερ πηγὴ ὁ ἄμητός σου, ὁ λόγος ὁ πατρικός, ὁ ἀγαθὸς λύχνος, ὁ κύριος ἐπάγων τὸ .. φῶς, τὴν πίστιν πᾶσι καὶ σωτηρίαν
"How long, O sluggard, will you lie down? When will you be roused from sleep? But if you are not slothful, your harvest shall come to you like a fountain"—the Father's Word, the good lamp, the Lord bringing light, faith to all, and salvation.
「懶惰人哪,你要躺臥到幾時呢?你何時才從睡中起來呢?你若不懶惰,你的收成必如泉源臨到你」——這就是那父的「道」,那良善的燈,那帶來光明的主,向眾人帶來信心與救恩。
1:774
Κύριος γὰρ ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ὥς φησιν Ἱερεμίας, ἀνώρθωσεν τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ. Ἀποπε σόντας γὰρ ἡμᾶς ἐπὶ τὰ εἴδωλα ἡ σοφία, ἥ ἐστιν ὁ λόγος .. αὐτοῦ, ἀνορθοῖ ἐπὶ τὴν ἀλήθειαν
"For the Lord who made the earth by his strength," as Jeremiah says, "set upright the inhabited world by his wisdom." For when we had fallen away to the idols, wisdom—which is his Word—sets us upright toward the truth.
正如耶利米所說:「那位以能力造地的耶和華,以智慧扶正了有人居住之地。」因為當我們離棄而墮落到偶像那裡時,那智慧——就是祂的「道」——便把我們扶正,歸向真理。
1:775
Καὶ αὕτη πρώτη τοῦ παραπτώματος ἀνάστασις·
And this is the first resurrection from the transgression;
這就是從過犯中而來的第一次復活;
1:776
ὅθεν ἀποτρέπων εἰδωλολατρείας ἁπάσης ὁ θεσπέσιος παγκάλως ἀνακέκραγε Μωυσῆς·
whence, turning men away from all idolatry, the divinely-inspired Moses most excellently cried aloud:
因此,蒙神默示的摩西為使人轉離一切的拜偶像,極其美好地大聲呼喊:
1:777
κύριος ὁ θεός σου, κύριος εἷς ἐστι, καὶ κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύ .. σεις·
"The Lord your God, the Lord is one, and the Lord your God you shall worship, and him alone you shall serve;"
「耶和華你的神,耶和華是獨一的;你要敬拜耶和華你的神,單單事奉祂;」
1:778
νῦν δὴ οὖν σύνετε, ὦ ἄνθρωποι, κατὰ τὸν μακάριον ψαλμῳδὸν ἐκεῖνον τὸν Δαβίδ·
now, then, understand, O men, according to that blessed psalmist David;
如今,人哪,你們當照那有福的詩篇作者大衛而領悟;
1:779
Δράξασθε παιδείας, μή ποτε ὀργισθῇ κύριος, καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ
"Lay hold of instruction, lest at any time the Lord be angry, and you perish from the righteous way, when his wrath is quickly kindled."
「當受管教,免得耶和華發怒,你們就在正道中滅亡,因為祂的怒氣快要發作。」
1:780
Μακάριοι πάντες οἱ πεποιθότες ἐπ' αὐτῷ. .. Ἤδη δὲ ὑπεροικτείρων ἡμᾶς ὁ κύριος τὸ σωτήριον ἐνδίδωσι μέλος, οἷον ἐμβατήριον ῥυθμόν·
"Blessed are all who put their trust in him." And now the Lord, taking great pity on us, gives forth the saving strain, like a marching rhythm:
「凡投靠祂的,都是有福的。」如今主大大憐憫我們,發出那拯救的曲調,如同行軍的節拍:
1:781
Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; Ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; Τίς οὖν ἡ ματαιότης καὶ τί τὸ ψεῦδος; ..Ὁ ἅγιος ἀπόστολος τοῦ κυρίου τοὺς Ἕλληνας αἰτιώμενος ἐξηγήσεταί σοι·
"Sons of men, how long will you be heavy of heart? Why do you love vanity and seek after a lie?" What, then, is the vanity, and what is the lie? The holy Apostle of the Lord, bringing his charge against the Greeks, will expound it to you:
「世人哪,你們心裡剛硬要到幾時呢?你們為何喜愛虛空,尋求虛謊呢?」那麼,什麼是虛空,什麼是虛謊呢?主那聖潔的使徒,在控告希臘人時,要向你解明:
1:782
ὅτι γνόντες τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν .. κτίσαντα. Καὶ μὴν ὅ γε θεὸς οὗτος, ὃς ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν·
"because, although they knew God, they did not glorify him as God or give thanks, but became vain in their reasonings, and exchanged the glory of God for the likeness of an image of corruptible man, and served the creation rather than the Creator." And indeed this very God it is who in the beginning made the heaven and the earth;
「因為他們雖然知道神,卻不當作神榮耀祂,也不感謝祂,反倒在自己的思念中變為虛妄,將神的榮耀變為必朽壞之人形像的樣式,敬奉事奉受造之物,過於那造物的主。」這位神實在就是那起初造天地的;
1:783
σὺ δὲ τὸν μὲν θεὸν οὐ νοεῖς, τὸν .. δὲ οὐρανὸν προσκυνεῖς, καὶ πῶς οὐκ ἀσεβεῖς; Ἄκουε πάλιν προφήτου λέγοντος ἐκλείψει μὲν ὁ ἥλιος καὶ ὁ οὐρανὸς σκοτισθήσεται, λάμψει δὲ ὁ παντοκράτωρ εἰς τὸν αἰῶνα, καὶ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται καὶ οἱ οὐρανοὶ εἱλιγήσονται ὡς δέρρις ἐκτεινόμενοι καὶ συστελλό μενοι (αὗται γὰρ αἱ προφητικαὶ φωναί) καὶ ἡ γῆ φεύξεται ἀπὸ προσώπου κυρίου. .. Καὶ μυρίας ἂν ἔχοιμί σοι γραφὰς παραφέρειν, ὧν οὐδὲ κεραία παρελεύσεται μία, μὴ οὐχὶ ἐπιτελὴς γενομένη·
but you do not perceive God, yet you worship the heaven—how then are you not impious? Hear again the prophet saying: "The sun shall fail and the heaven shall be darkened, but the Almighty shall shine forever, and the powers of the heavens shall be shaken, and the heavens shall be rolled up like a scroll, being stretched out and drawn together (for these are the prophetic utterances), and the earth shall flee from before the face of the Lord." And I could bring forward to you countless scriptures, of which not one jot shall pass away without being fulfilled;
你卻不認識神,反倒敬拜天;這樣,你豈不是不敬虔麼?再聽先知說:「日頭必昏暗,天必變黑,惟有那全能者必永遠發光,諸天的萬象必震動,諸天必如書卷被捲起來,如同帳幕被展開又被收攏(因為這些是先知的話語),地必從耶和華面前逃避。」我還能向你引出無數的經文,其中沒有一點一畫不被應驗就廢去的;
1:784
τὸ γὰρ στόμα κυρίου, τὸ ἅγιον πνεῦμα, ἐλάλησεν ταῦτα. Μὴ τοίνυν μηκέτι, φησίν, υἱέ μου, ὀλιγώρει παιδείας κυρίου, μηδ' ἐκλύου ὑπ' αὐτοῦ ἐλεγχόμενος. ..Ὢ τῆς ὑπερβαλλούσης φιλανθρωπίας·
for the mouth of the Lord, the Holy Spirit, has spoken these things. "Therefore no longer," he says, "my son, despise the chastening of the Lord, nor faint when reproved by him." O the surpassing love for mankind!
因為主的口,就是聖靈,已說了這些事。他說:「我兒,因此你不可再輕看主的管教,被祂責備時也不可灰心。」這是何等超越的愛人之心啊!
1:785
οὐδ' ὡς μαθηταῖς ὁ διδάσκαλος οὐδ' ὡς οἰκέταις ὁ κύριος οὐδ' ὡς θεὸς ἀνθρώποις, .. πατὴρ δὲ ὣς ἤπιος νουθετεῖ υἱούς
Not as a teacher admonishes disciples, nor as a lord his servants, nor as God admonishes men, but as a gentle father he admonishes his sons.
祂的勸誡,不像師傅勸誡門徒,不像主人勸誡僕人,也不像神勸誡世人,乃像慈祥的父親勸誡兒子。
1:786
Εἶτα Μωυσῆς μὲν ὁμολογεῖ ἔμφοβος εἶναι καὶ ἔντρομος, ἀκούων περὶ τοῦ λόγου, σὺ δὲ τοῦ λόγου ἀκροώμενος τοῦ θείου οὐ δέδιας; Οὐκ ἀγωνιᾷς; Οὐχὶ ἅμα τε εὐλαβῇ καὶ σπεύδεις ἐκμαθεῖν, τουτέστι σπεύδεις εἰς σωτηρίαν, φοβούμενος τὴν ὀργήν, ἀγαπήσας τὴν χάριν, ζηλώσας τὴν ἐλπίδα, ἵνα ἐκκλίνῃς .. τὴν κρίσιν; Ἥκετε ἥκετε, ὦ νεολαία ἡ ἐμή·
Then Moses confesses that he was afraid and trembling when he heard concerning the Word; but you, when you hearken to the divine Word, do you not fear? Are you not in agony? Do you not at once both reverence it and hasten to learn thoroughly—that is, hasten toward salvation—fearing the wrath, loving the grace, zealous for the hope, that you may escape the judgment? "Come, come, O my young company;"
摩西聽見論到那「道」的事,便承認自己懼怕戰兢;但你聽見那神聖的「道」,豈不懼怕麼?豈不焦急麼?你豈不該同時既敬畏它、又趕緊徹底學習——就是趕緊歸向救恩——懼怕那忿怒,愛慕那恩典,熱切於那盼望,好使你逃脫那審判麼?「來吧,來吧,我年輕的隊伍啊;」
1:787
Πῶς γὰρ εἰσελθεῖν ἐπιτέτραπται τῷ ξένῳ; Ἀλλ' ὅταν, οἶμαι, ἐγγραφῇ καὶ πολιτευθῇ καὶ τὸν πατέρα ἀπολάβῃ, τότε ἐν τοῖς τοῦ πατρὸς γενήσεται, τότε κληρονομῆσαι καταξιωθήσεται, τότε τῆς βασιλείας τῆς πατρῴας κοινω .. νήσει τῷ γνησίῳ, τῷ ἠγαπημένῳ
for how is the stranger permitted to enter in? But when, I think, he has been enrolled and made a citizen and has received back the Father, then he shall be among the things of the Father, then he shall be counted worthy to inherit, then he shall share in the kingdom of the Father along with the genuine and beloved Son.
因為外人怎能蒙允許進入呢?但我想,當他被登記、入了籍、得回了父之後,他就要在父的事物中有分,就要被算為配得承受產業,就要與那真正蒙愛的兒子一同有分於父的國。
1:788
Αὕτη γὰρ ἡ πρωτό τοκος ἐκκλησία ἡ ἐκ πολλῶν ἀγαθῶν συγκειμένη παιδίων·
For this is the firstborn Church, composed of many good children;
因為這就是那由許多美善的兒女所組成的、頭生的教會;
1:789
ταῦτ' ἔστι τὰ πρωτότοκα τὰ ἐναπογεγραμμένα ἐν οὐρα νοῖς καὶ τοσαύταις μυριάσιν ἀγγέλων συμπανηγυρί .. ζοντα·
these are the firstborn, enrolled in the heavens and keeping festival together with so many myriads of angels;
這些就是那些頭生的,名錄在諸天之上,與如此眾多的天使一同守節歡慶;
1:790
πρωτότοκοι δὲ παῖδες ἡμεῖς οἱ τρόφιμοι τοῦ θεοῦ, οἱ τοῦ πρωτοτόκου γνήσιοι φίλοι, οἱ πρῶτοι τῶν ἄλλων ἀνθρώπων τὸν θεὸν νενοηκότες, οἱ πρῶτοι τῶν ἁμαρτιῶν ἀπεσπασμένοι, οἱ πρῶτοι τοῦ διαβόλου κεχωρισμένοι
and we, the nurslings of God, are the firstborn children, the genuine friends of the Firstborn, the first of all other men to have perceived God, the first to have been drawn away from sins, the first to have been separated from the devil.
我們這些蒙神養育的,乃是那頭生的兒女,是那「頭生者」真正的朋友,是眾人中最先認識神的,最先脫離罪惡的,最先與魔鬼分別的。
1:791
Νυνὶ δὲ τοσούτῳ τινές εἰσιν ἀθεώτεροι, ὅσῳ φιλαν θρωπότερος ὁ θεός·
But now some are more godless in proportion as God is more loving to mankind;
但如今有些人愈發無神,與神對人的慈愛恰成反比;
1:792
ὃ μὲν γὰρ ἐκ δούλων υἱοὺς ἡμᾶς γενέσθαι βούλεται, οἳ δὲ καὶ υἱοὶ γενέσθαι ὑπερηφανήκασιν
for he wills that we, from being slaves, should become sons, but they have disdained even to become sons.
因為祂願意我們從奴僕變成兒子,他們卻連作兒子也不屑。
1:793
Ὢ τῆς .. ἀπονοίας τῆς πολλῆς·
O the great folly!
這是何等的愚妄!
1:794
Ἐλευθερίαν .. ἐπαγγέλλεται, ὑμεῖς δὲ εἰς δουλείαν ἀποδιδράσκετε
He promises freedom, but you run away into slavery.
祂應許自由,你們卻逃入奴役之中。
1:795
Σωτη ρίαν χαρίζεται, ὑμεῖς δὲ εἰς ἄνθρωπον ὑποφέρεσθε
He bestows salvation as a gift, but you sink down toward a man.
祂白白賜下救恩,你們卻沉淪於人。
1:796
Ζωὴν δωρεῖται αἰώνιον, ὑμεῖς δὲ τὴν κόλασιν ἀναμένετε, καὶ τὸ πῦρ δὲ προσκοπεῖτε, ὃ ἡτοίμασεν ὁ κύριος τῷ διαβόλῳ .. καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Διὰ τοῦτο ὁ μακάριος ἀπόστολος μαρτύρομαι ἐν κυρίῳ, φησίν, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν·
He freely grants eternal life, but you await punishment, and you take notice beforehand of the fire which the Lord has prepared for the devil and his angels. Wherefore the blessed Apostle says: "I testify in the Lord that you no longer walk as the nations also walk, in the vanity of their mind, being darkened in their understanding, alienated from the life of God, because of the ignorance that is in them, because of the hardness of their heart;"
祂白白賜下永生,你們卻等候刑罰,並先看見那主為魔鬼和牠的使者所預備的火。因此那有福的使徒說:「我在主裡見證:你們行事為人,不可再像外邦人那樣,存虛妄的心思而行,心地昏昧,與神的生命隔絕,都因自己裡面的無知,因自己心裡的剛硬;」
1:797
οἵτινες ἑαυτοὺς παρέ δωκαν ἀπηλγηκότες τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης καὶ πλεονεξίας. .. Τοιούτου μάρτυρος ἐλέγχοντος τὴν τῶν ἀνθρώπων ἄνοιαν καὶ θεὸν ἐπιβοωμένου, τί δὴ ἕτερον ὑπολείπεται τοῖς ἀπίστοις ἢ κρίσις καὶ καταδίκη; Οὐ κάμνει δὲ ὁ κύριος παραινῶν, ἐκφοβῶν, προτρέπων, διεγείρων, νουθετῶν·
"who, having become past feeling, have given themselves over to lewdness, to work all uncleanness with greediness." When such a witness convicts the folly of men and calls upon God, what else remains for the unbelieving but judgment and condemnation? And the Lord does not weary of exhorting, terrifying, urging, rousing, admonishing;
「他們既然喪盡良知,就放縱情慾,貪行種種的污穢。」既有這樣的見證人定了世人的愚妄,並呼求神,那麼除了審判與定罪以外,還有什麼為那不信的人存留呢?主並不厭倦於勸勉、警戒、催促、喚醒、勸誡;
1:798
ἀφυπνίζει γέ τοι καὶ τοῦ σκότους αὐτοῦ τοὺς πεπλανημένους .. διανίστησιν·
indeed he awakens those who have gone astray, and rouses them up out of their darkness;
祂確實喚醒那些走迷的人,使他們從黑暗中興起;
1:799
ἔγειρε, φησίν, ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστὸς κύριος, ὁ τῆς ἀναστάσεως ἥλιος, ὁ πρὸ ἑωσφόρου γεννώμενος, ὁ ζωὴν .. χαρισάμενος ἀκτῖσιν ἰδίαις
"Awake," he says, "you who sleep, and rise from the dead, and Christ the Lord shall shine upon you"—the Sun of the resurrection, begotten before the morning star, who has bestowed life by his own rays.
祂說:「你這睡著的人哪,當醒過來,從死裡復活,主基督就要光照你」——那復活的太陽,在晨星之前所生的,以祂自己的光線賜下生命。
1:800
Μὴ οὖν περιφρονείτω τις τοῦ λόγου, μὴ λάθῃ καταφρονῶν ἑαυτοῦ
Let no one, then, despise the Word, lest unawares he despise himself.
那麼,沒有人可輕看那「道」,免得他不知不覺地輕看了自己。
1:801
σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τοῦ καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασαν οἱ .. πατέρες ὑμῶν ἐν δοκιμασίᾳ.Ἡ δὲ δοκιμασία τίς ἐστιν εἰ θέλεις μαθεῖν, τὸ ἅγιόν σοι πνεῦμα ἐξηγήσεται·
"Today, if you hear his voice, harden not your hearts, as in the provocation, in the day of the temptation in the wilderness, where your fathers tempted me in their trial." And if you wish to learn what the trial is, the Holy Spirit will expound it to you:
「你們今日若聽祂的話,就不可硬著心,像在曠野惹祂發怒、試探祂的日子一樣,在那裡你們的祖宗試探我、考驗我。」你若願意知道那考驗是什麼,聖靈要向你解明:
1:802
καὶ εἶδον τὰ ἔργα μου, φησί, τεσσαράκοντα ἔτη·
"and I saw my works," he says, "for forty years;
祂說:「我看見我的作為,有四十年之久;
1:803
διὸ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον·
wherefore I was grieved with this generation, and said:
所以我厭煩這世代,說:
1:804
αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου·
but they did not know my ways, so I swore in my wrath:
他們卻不曉得我的道路,我就在怒中起誓:
1:805
εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὁρᾶτε τὴν ἀπειλήν·
they shall not enter into my rest." See the threat;
他們斷不可進入我的安息。」你看那警告;
1:806
τί δὴ οὖν ἔτι τὴν χάριν εἰς ὀργὴν μεταλλάσσομεν καὶ οὐχὶ ἀναπεπ ταμέναις ταῖς ἀκοαῖς καταδεχόμενοι τὸν λόγον ἐν ἁγναῖς ξενοδοχοῦμεν ταῖς ψυχαῖς τὸν θεόν; Μεγάλη γὰρ τῆς ἐπαγγελίας αὐτοῦ ἡ χάρις, ἐὰν σήμερον τῆς φωνῆς αὐτοῦ ἀκούσωμεν·
why, then, do we still change the grace into wrath, and do not, with open ears, receive the Word, and lodge God in holy souls? For great is the grace of his promise, "if today we hear his voice;"
那麼,我們為何仍把恩典變為忿怒,而不敞開耳朵領受那「道」,在聖潔的魂中款待神呢?因為祂應許的恩典是何等大,「我們若今日聽祂的話」;
1:807
τὸ δὲ σήμερον καθ' ἑκάστην [ αὐτοῦ] αὔξεται .. τὴν ἡμέραν, ἔστ' ἂν ἡ σήμερον ὀνομάζηται
and the "today" is enlarged each day, for as long as it is named "today."
並且這「今日」天天加增,只要它仍被稱為「今日」。
1:808
Μέχρι δὲ συντελείας καὶ ἡ σήμερον καὶ ἡ μάθησις διαμένει·
And until the consummation both the "today" and the learning abide;
直到末了,這「今日」和這學習都長存;
1:809
καὶ τότε ἡ ὄντως σήμερον ἡ ἀνελλιπὴς τοῦ θεοῦ ἡμέρα τοῖς αἰῶσι συνεκτείνεται
and then the true "Today," the unfailing day of God, is stretched out coextensive with the ages.
到那時,那真正的「今日」,就是神那無窮無盡的日子,要與諸世代一同延展。
1:810
Ἀεὶ οὖν τῆς φωνῆς ὑπακούωμεν τοῦ θείου λόγου·
Let us, then, ever hearken to the voice of the divine Word;
那麼,讓我們時常聽從那神聖之「道」的聲音;
1:811
αἰώνων ἐστὶν εἰκών, σύμβολον δὲ τοῦ φωτὸς ἡ ἡμέρα, φῶς δὲ ὁ λόγος ἀνθρώποις, δι' οὗ καταυγαζόμεθα τὸν θεόν
it is the image of the ages, and the day is the symbol of the light, and the Word is light to men, through whom we are illuminated unto God.
祂是諸世代的形像,而日子是光的表記,「道」是人的光,我們藉著祂得蒙光照而歸向神。
1:812
Εἰκότως ἄρα πιστεύσασι μὲν καὶ ὑπακούουσιν ἡ χάρις ὑπερπλεονάσει, ἀπειθήσασι δὲ καὶ πλανωμένοις κατὰ καρδίαν, ὁδούς τε τὰς κυριακὰς μὴ ἐγνωκόσιν, ἃς εὐθείας ποιεῖν καὶ εὐτρεπίζειν παρήγγειλεν Ἰωάννης, τούτοις δὴ .. προσώχθισεν ὁ θεὸς καὶ ἀπειλεῖ·
Fittingly, then, to those who have believed and obey, grace shall abound exceedingly; but to those who have disobeyed and gone astray in heart, who have not known the ways of the Lord—which John charged us to make straight and to prepare—against these, then, God was grieved, and he threatens;
因此,對那些已經相信並順從的人,恩典必格外豐盛;但對那些悖逆、心裡走迷的人,就是那些不認識主道路的人——約翰曾吩咐我們要修直、預備那道路——神就向這些人發怒,並且警告;
1:813
οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἢ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωυσέως διαδόχῳ ὀψέ ποτε ἔργῳ μαθεῖν, οὐκ ἂν ἄλλως .. σωθῆναι, μὴ οὐχὶ ὡς Ἰησοῦς πεπιστευκότας
for they are said not to enter into the rest because of unbelief, until, having followed after the successor of Moses, they learn at last by deed that they cannot otherwise be saved than by believing as Jesus did.
因為據說,他們因不信而不得進入那安息,直到他們跟隨了摩西的接續者(約書亞/耶穌),終於藉著實際學知:除非像耶穌那樣相信,他們別無得救之法。
1:814
Φιλάνθρωπος δὲ ὢν ὁ κύριος πάντας ἀνθρώπους εἰς ἐπίγνωσιν τῆς ἀληθείας παρακαλεῖ, ὁ τὸν παράκλητον ἀποστέλλων
But the Lord, being a lover of mankind, calls all men to the knowledge of the truth—he who sends forth the Paraclete.
但那愛人的主,呼召所有的人來認識真理——祂就是那差遣保惠師的。
1:815
Τίς οὖν ἡ ἐπίγνωσις; Θεοσέβεια·
What, then, is the knowledge? Godliness;
那麼,這認識是什麼呢?就是敬虔;
1:816
θεοσέβεια δὲ πρὸς πάντα ὠφέλιμος κατὰ τὸν Παῦλον, ἐπαγγελίαν ἔχουσα ζωῆς .. τῆς νῦν καὶ τῆς μελλούσης. Πόσου, ὁμολογήσατε, ὦ ἄνθρωποι, εἰ ἐπιπράσκετο σωτηρία ἀίδιος, ὠνήσασθε ἄν; Οὐδὲ εἰ τὸν Πακτωλόν τις ὅλον, τοῦ χρυσίου τὸ ῥεῦμα τὸ μυθικόν, ἀπομετρήσαι, ἀντάξιον σωτηρίας μισθὸν ἀριθμήσει
and godliness, according to Paul, is profitable for all things, having promise of the life that now is and of that which is to come. At what price, confess it, O men—if everlasting salvation were for sale—would you buy it? Not even if one should measure out the whole Pactolus, that fabled stream of gold, would he reckon a price worthy of salvation.
並且照保羅所言,敬虔在凡事上都有益處,有今生和來生的應許。人哪,你們承認吧——倘若永遠的救恩可以出售,你們願出多少代價買它呢?縱然有人量出整條帕克托羅斯河——那傳說中黃金的河流——也算不出配得救恩的價值。
1:817
ἔξεστιν ὑμῖν, ἢν ἐθέλητε, ἐξω νήσασθαι τὴν πολυτίμητον σωτηρίαν οἰκείῳ θησαυρῷ, ἀγάπῃ καὶ πίστει, ζωῆς ὅς ἐστιν ἀξιόλογος μισθός
It is permitted to you, if you will, to purchase the precious salvation with your own treasure, with love and faith, which is a fitting price of life.
你們若願意,可以用自己的珍寶,就是用愛與信,去買那寶貴的救恩;這乃是生命相稱的代價。
1:818
Ταύτην ἡδέως τὴν τιμὴν ὁ θεὸς λαμβάνει
This price God gladly receives.
這代價神是樂意收受的。
1:819
Ἠλπίκαμεν γὰρ ἐπὶ θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα .. πιστῶν. Οἱ δὲ ἄλλοι περιπεφυκότες τῷ κόσμῳ, οἷα φυκία τινὰ ἐνάλοις πέτραις, ἀθανασίας ὀλιγωροῦσιν, καθάπερ ὁ Ἰθακήσιος γέρων οὐ τῆς ἀληθείας καὶ τῆς ἐν οὐρανῷ πατρί δος, πρὸς δὲ καὶ τοῦ ὄντως ὄντος ἱμειρόμενοι φωτός, ἀλλὰ τοῦ καπνοῦ
"For we have hoped in the living God, who is the Savior of all men, especially of those who believe." But the rest, clinging to the world like sea-weeds to the rocks of the sea, make light of immortality—like the old man of Ithaca, longing not for the truth and the fatherland in heaven, and besides for the truly existing light, but for the smoke.
「因為我們指望那永生的神,祂是萬人的救主,更是信徒的救主。」但其餘的人,如同海草緊附海中的岩石,輕忽不朽——就像那伊薩卡的老人(奧德修斯),所渴慕的不是真理和天上的家鄉,更不是那真實存在的光,乃是那(故鄉的)炊煙。
1:820
Θεοσέβεια δὲ ἐξομοιοῦσα τῷ θεῷ κατὰ τὸ δυνατὸν τὸν ἄνθρωπον κατάλληλον ἐπιγράφεται διδάσκαλον θεὸν τὸν καὶ μόνον ἀπεικάσαι κατ' ἀξίαν δυνάμενον ἄνθρωπον θεῷ
But godliness, making man like God as far as is possible, enrolls God as the suitable teacher—the only one able worthily to liken man to God.
但敬虔使人盡可能地像神,並登記神為那合適的師傅——惟有祂能配得地使人像神。
1:821
Ταύτην ὁ ἀπόστολος τὴν διδασκαλίαν θείαν ὄντως ἐπιστάμενος σὺ δέ, ὦ Τιμόθεε, φησίν, ἀπὸ βρέφους ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως ἐν Χριστῷ. Ἱερὰ γὰρ ὡς ἀληθῶς τὰ ἱερο .. ποιοῦντα καὶ θεοποιοῦντα γράμματα, ἐξ ὧν γραμμάτων καὶ συλλαβῶν τῶν ἱερῶν τὰς συγκειμένας γραφάς, τὰ συντάγματα, ὁ αὐτὸς ἀκολούθως ἀπόστολος θεοπνεύστους καλεῖ, ὠφελίμους οὔσας πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιοςᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένος. .. Οὐκ ἄν τις οὕτως ἐκπλαγείη τῶν ἄλλων ἁγίων τὰς προτροπὰς ὡς αὐτὸν τὸν κύριον τὸν φιλάνθρωπον·
This teaching the Apostle, knowing it to be truly divine, says: "But you, O Timothy, from a babe have known the sacred letters, which are able to make you wise unto salvation through faith in Christ." For truly sacred are the letters that make holy and make divine; and out of these letters and syllables, the sacred writings—the compositions—the same Apostle accordingly calls God-inspired, being profitable for teaching, for reproof, for correction, for instruction in righteousness, that the man of God may be complete, furnished for every good work. No one would be so struck by the exhortations of the other saints as by those of the Lord himself, the lover of mankind;
使徒知道這教導確是神聖的,便說:「提摩太啊,你是從嬰孩就明白聖經,這聖經能使你因信基督耶穌而有得救的智慧。」因為那使人成聖、使人成神的文字,確是聖潔的;由這些聖潔的字母和音節所組成的經文——這些篇章——這同一位使徒便照樣稱之為神所默示的,於教訓、督責、改正、在義上的教導都是有益的,叫屬神的人得以完全,預備行各樣的善事。沒有人會像被主自己——那愛人者——的勸勉所震撼那樣,被其他聖徒的勸勉所震撼;
1:822
οὐδὲν γὰρ ἀλλ' ἢ τοῦτο ἔργον μόνον ἐστὶν αὐτῷ σῴζεσθαι τὸν ἄνθρωπον
for he has no other work but this alone—that man be saved.
因為祂沒有別的工作,惟獨這一件——就是要人得救。
1:823
Βοᾷ γοῦν ἐπείγων εἰς σωτηρίαν αὐτὸς ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν· ἐπιστρέφει τοὺς ἀνθρώπους πλησιάζοντας .. τῷ φόβῳ
He cries out, then, pressing on toward salvation: "The kingdom of heaven itself has drawn near;" he turns men around as they draw near through fear.
祂呼喊著,催促人歸向救恩:「天國近了;」祂使那些因敬畏而親近的人轉回過來。
1:824
Ταύτῃ καὶ ὁ ἀπόστολος τοῦ κυρίου παρακαλῶν τοὺς Μακεδόνας ἑρμηνεὺς γίνεται τῆς θείας φωνῆς, ὁ κύριος ἤγγικεν λέγων, εὐλαβεῖσθε μὴ καταληφθῶμεν κενοί. Ὑμεῖς δὲ ἐς τοσοῦτον ἀδεεῖς, μᾶλλον δὲ ἄπιστοι, μήτε αὐτῷ πειθόμενοι τῷ κυρίῳ μήτε τῷ Παύλῳ, καὶ ταῦτα ὑπὲρ Χριστοῦ δεομένῳ
In this way the Apostle of the Lord too, exhorting the Macedonians, becomes an interpreter of the divine voice, saying "The Lord is at hand," and "take heed lest we be found empty." But you are so utterly without fear—or rather, unbelieving—neither obeying the Lord himself nor Paul, and that though he beseeches you on behalf of Christ.
照樣,主的使徒勸勉馬其頓人時,也成了那神聖聲音的解釋者,說:「主是近的,」並「要謹慎,免得我們被發現是空虛的。」但你們竟如此全無懼怕——或更該說,是不信——既不順從主自己,也不順從保羅,儘管他是為基督懇求你們。
1:825
Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ θεός.Ἡ πίστις εἰσάξει, ἡ πεῖρα διδάξει, ἡ γραφὴ παιδαγωγήσει δεῦτε, ὦ τέκνα, λέγουσα, ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. Εἶτα ὡς ἤδη πεπιστευκόσι συντόμως ἐπιλέγει τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγα θάς; Ἡμεῖς ἐσμεν, φήσομεν, οἱ τἀγαθοῦ προσκυνηταί, οἱ .. τῶν ἀγαθῶν ζηλωταί
"Taste and see that the Lord is good." Faith will bring you in, experience will teach you, the scripture will lead you as a tutor, saying: "Come, O children, hearken to me; I will teach you the fear of the Lord." Then, as to those who have already believed, it briefly adds: "Who is the man that desires life, loving to see good days?" We are they, we shall say, the worshippers of the Good, the zealots of good things.
「你們要嚐嚐主恩的滋味,便知道祂是美善的。」信心要領你進來,經歷要教導你,經文要如蒙師般引導你,說:「眾子啊,你們來聽我;我要將敬畏耶和華的道教訓你們。」接著,祂對那些已經相信的人,扼要地加上:「有何人喜愛存活,愛慕長壽,得享美福呢?」我們要說:就是我們,我們是那美善之主的敬拜者,是美善之事的熱心人。
1:826
Ἀκούσατε οὖν οἱ μακράν, ἀκούσατε οἱ ἐγγύς·
Hear, then, you who are far off; hear, you who are near;
那麼,遠處的人哪,你們要聽;近處的人哪,你們要聽;
1:827
οὐκ ἀπεκρύβη τινὰς ὁ λόγος·
the Word has not been hidden from any;
這「道」未曾向任何人隱藏;
1:828
φῶς ἐστι κοινόν, ἐπιλάμπει πᾶσιν ἀνθρώποις·
it is a common light, it shines upon all men;
它是公共的光,照耀所有的人;
1:829
οὐδεὶς Κιμμέριος ἐν λόγῳ·
no one is a Cimmerian in respect of the Word;
論到這「道」,無人是住在幽暗中的辛梅里亞人;
1:830
σπεύσωμεν εἰς σωτηρίαν, ἐπὶ τὴν παλιγγενεσίαν·
let us hasten toward salvation, toward the new birth;
讓我們趕緊奔向救恩,奔向那重生;
1:831
εἰς μίαν ἀγάπην συναχθῆναι οἱ πολλοὶ κατὰ τὴν τῆς μοναδικῆς οὐσίας ἕνωσιν σπεύσωμεν
let us, the many, hasten to be gathered into one love, according to the union of the monadic Being.
讓我們這許多人,照那獨一本體的合一,趕緊被聚集歸入一愛之中。
1:832
Ἀγαθοεργούμενοι ἀναλόγως .. ἑνότητα διώκωμεν, τὴν ἀγαθὴν ἐκζητοῦντες μονάδα
Being made to do good in due proportion, let us pursue unity, seeking after the good Monad.
讓我們按相稱的比例行善,追求合一,尋求那美善的「一」。
1:833
Ἡ δὲ ἐκ πολλῶν ἕνωσις ἐκ πολυφωνίας καὶ διασπορᾶς ἁρμονίαν λαβοῦσα θεϊκὴν μία γίνεται συμφωνία, ἑνὶ χορηγῷ καὶ διδασκάλῳ τῷ λόγῳ ἑπομένη, ἐπ' αὐτὴν τὴν ἀλήθειαν ἀναπαυομένη, Ἀββᾶ λέγουσα ὁ πατήρ·
And the union out of the many, having received a divine harmony out of the diversity of voices and the dispersion, becomes one symphony, following one leader and teacher, the Word, resting upon the truth itself, saying "Abba, Father."
這由眾多而來的合一,既從紛紜的眾聲與分散中領受了神聖的和諧,便成為一首交響樂,跟隨那獨一的領唱者和師傅——就是「道」——安息於真理本身,呼叫:「阿爸,父。」
1:834
ταύτην ὁ θεὸς τὴν φωνὴν τὴν ἀληθινὴν ἀσπάζεται παρὰ τῶν αὑτοῦ παίδων πρώτην καρπούμενος
This true voice God welcomes, receiving it as the firstfruit from his own children.
這真實的聲音是神所歡迎的,祂收納它,作為從自己兒女而來的初熟果子。
1:835
Ἀλλ' ἐκ πατέρων, φατέ, παραδεδομένον ἡμῖν ἔθος ἀνατρέπειν οὐκ εὔλογον
"But it is not reasonable," you say, "to overturn a custom handed down to us from our fathers."
你說:「推翻一個從我們祖先傳下來的習俗,是不合理的。」
1:836
Καὶ τί δὴ οὐχὶ τῇ πρώτῃ τροφῇ, τῷ γάλακτι, χρώμεθα, ᾧ δήπουθεν συνείθισαν ἡμᾶς ἐκ γενετῆς αἱ τίτθαι; Τί δὲ αὐξάνομεν ἢ μειοῦμεν τὴν πατρῴαν οὐσίαν, καὶ οὐχὶ τὴν ἴσην, ὡς παρειλήφαμεν, διαφυλάττομεν; Τί δὲ οὐκέτι τοῖς κόλποις τοῖς πατρῴοις ἐναποβλύζομεν, ἢ καὶ τὰ ἄλλα,ἃ νηπιάζοντες ὑπὸ μητράσιν τε ἐκτρεφόμενοι γέλωτα ὤφλομεν, ἐπιτελοῦμεν ἔτι, ἀλλὰ σφᾶς αὐτούς, καὶ εἰ μὴ παιδαγωγῶν ἐτύχομεν ἀγαθῶν, ἐπανωρθώσαμεν; .. Εἶτα ἐπὶ τῶν πάτων αἱ παρεκβάσεις καίτοι ἐπιζήμιοι καὶ ἐπισφαλεῖς οὖσαι, ὅμως γλυκεῖαί πως προσπίπτουσιν, ἐπὶ δὲ τοῦ βίου οὐχὶ τὸ ἔθος καταλιπόντες τὸ πονηρὸν καὶ ἐμπαθὲς καὶ ἄθεον, κἂν οἱ πατέρες χαλεπαίνωσιν, ἐπὶ τὴν ἀλήθειαν ἐκκλινοῦμεν καὶ τὸν ὄντως ὄντα πατέρα ἐπιζη τήσομεν, οἷον δηλητήριον φάρμακον τὴν συνήθειαν ἀπωσά .. μενοι; Τοῦτ' αὐτὸ γάρ τοι τὸ κάλλιστον τῶν ἐγχειρουμένων ἐστίν, ὑποδεῖξαι ὑμῖν ὡς ἀπὸ μανίας καὶ τοῦ τρισαθλίου τούτου ἔθους ἐμισήθη ἡ θεοσέβεια·
And why, then, do we not use the first food, the milk, to which surely the nurses accustomed us from birth? Why do we increase or diminish the paternal estate, and not keep it equal, as we received it? Why do we no longer bring up wind upon our fathers' bosoms, or do the other things which, as infants nursed by mothers, we did to our shame—do we still perform them, but rather have corrected our very selves, even though we did not happen upon good tutors? Then on roads the deviations, although hurtful and perilous, are nonetheless somehow sweet to fall in with; but in life shall we not abandon the custom that is wicked and passion-ridden and godless—even if our fathers be angry—and turn aside to the truth and seek after the truly existing Father, thrusting away custom as a deadly poison? For this very thing is the noblest of the things undertaken: to point out to you how, from madness and from this thrice-wretched custom, godliness came to be hated;
那麼,我們為何不再吃那最初的食物——奶——就是乳母從我們出生就讓我們習慣的呢?我們為何增添或減損祖傳的產業,而不照所領受的把它保持原樣呢?我們為何不再在父親的懷中吐溢(嬰兒之態),或行其他那些我們嬰孩時在母親乳養下所行、以致蒙羞的事——難道我們仍在行這些事,而不是已經糾正了自己,縱使我們未曾遇見好的蒙師?再者,在道路上,那些偏離雖然有害又危險,卻多少有些甘甜,叫人樂於誤入;但在人生中,難道我們不該撇棄那邪惡、滿了情慾、無神的習俗——縱使我們的父親發怒——轉向真理,尋求那真正存在的父,把習俗當作致命的毒藥推開麼?因為這正是所有事業中最美好的:向你們指明,敬虔是如何從瘋狂和這三重可悲的習俗而遭人恨惡的;
1:837
οὐ γὰρ ἂν ἐμισήθη ποτὲ ἢ ἀπηγορεύθη ἀγαθὸν τοσοῦτον, οὗ μεῖζον οὐδὲν ἐκ θεοῦ δεδώρηταί πω τῇ τῶν ἀνθρώπων γενέσει, εἰ μὴ συναρπα ζόμενοι τῷ ἔθει, εἶτα μέντοι ἀποβύσαντες τὰ ὦτα ἡμῖν, οἷον ἵπποι σκληραύχενες ἀφηνιάζοντες, τοὺς χαλινοὺς ἐνδακόντες, ἀποφεύγετε τοὺς λόγους, ἀποσείσασθαι μὲν τοὺς ἡνιόχους ὑμῶν τοῦ βίου ἡμᾶς ἐπιποθοῦντες, ἐπὶ δὲ τοὺς κρημνοὺς τῆς ἀπωλείας ὑπὸ τῆς ἀνοίας φερόμενοι ἐναγῆ τὸν ἅγιον ὑπολαμβάνετε τοῦ θεοῦ λόγον
for so great a good—than which nothing greater has ever yet been bestowed by God upon the human race—would never have been hated or forbidden, had you not been swept along by custom, and then, stopping up your ears against us, like stiff-necked horses balking, champing the bit, you flee from the words, longing to shake off us, the charioteers of your life, and being borne by your folly toward the precipices of destruction, you suppose the holy Word of God to be accursed.
因為這樣大的福分——神從未將比它更大的賜給人類——若不是你們被習俗捲走,斷不會遭人恨惡或禁止;你們既被習俗捲走,便又向我們塞住耳朵,像硬著頸項、桀驁不馴的馬咬住嚼環,逃避這些話語,渴望甩脫我們這些你們生命的御車者,被自己的愚妄帶向滅亡的懸崖,竟把神聖潔的「道」當作可咒詛的。
1:838
Ἕπεται τοιγαροῦν ὑμῖν κατὰ τὸν Σοφοκλέα τὰ ἐπίχειρα τῆς ἐκλογῆς, νοῦς φροῦδος, ὦτα ἀχρεῖα, φροντίδες κεναί, καὶ οὐκ ἴστε ὡς παντὸς μᾶλλον τοῦτο ἀληθές, ὅτι ἄρα οἱ μὲν ἀγαθοὶ καὶ θεοσεβεῖς ἀγαθῆς τῆς ἀμοιβῆς τεύξονται τἀγαθὸν τετιμηκότες, οἱ δὲ ἐκ τῶν ἐναντίων πονηροὶ τῆς καταλλήλου τιμωρίας, καὶ τῷ γε ἄρχοντι τῆς κακίας ἐπήρτη .. ται κόλασις
There follows you, therefore, according to Sophocles, the wages of your choice: "a mind gone to ruin, useless ears, empty cares"; and you do not know that this above all is true: that the good and the godly shall obtain a good recompense, having honored the Good; but those who are, on the contrary, wicked shall obtain the corresponding punishment; and over the ruler of wickedness chastisement is suspended.
因此,照索福克勒斯所言,你們抉擇的報應隨著你們:「心思淪喪,耳朵無用,憂慮虛空」;你們卻不知道這比一切都真實:善良敬虔的人因尊崇了美善,必得美好的報償;反之,那些邪惡的人必得相應的刑罰;而在那邪惡的首領頭上,刑罰正懸而待降。
1:839
Ἀπειλεῖ γοῦν αὐτῷ ὁ προφήτης Ζαχαρίας ἐπιτιμήσαι ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ·
At any rate the prophet Zechariah threatens him: "May he who has chosen Jerusalem rebuke you;
至少先知撒迦利亞如此恐嚇牠:「願那揀選耶路撒冷的責備你;
1:840
οὐκ ἰδοὺ τοῦτο δαλὸς ἐξεσπασμένος ἐκ πυρός; Τίς οὖν ἔτι τοῖς ἀνθρώποις ὄρεξις ἔγκειται θανάτου ἑκουσίου; Τί δὲ τῷ δαλῷ τῷ θανατηφόρῳ τούτῳ προσπεφεύγασιν, μεθ' οὗ καταφλεχθήσονται, ἐξὸν βιῶναι καλῶς κατὰ τὸν θεόν, οὐ .. κατὰ τὸ ἔθος; Θεὸς μὲν γὰρ ζωὴν χαρίζεται, ἔθος δὲ πονηρὸν μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν μετάνοιαν κενὴν ἅμα τιμωρίᾳ προστρίβεται, παθὼν δέ τε νήπιος ἔγνω, ὡς ἀπολλύει δεισιδαιμονία καὶ σῴζει θεοσέβεια
is not this a brand plucked out of the fire?" What desire for voluntary death, then, still lies in men? Why have they fled for refuge to this death-bringing brand, with which they shall be burned up, when it is possible to live nobly according to God, not according to custom? For God grants life, but wicked custom, after the departure hence, brings upon them, along with punishment, a vain repentance; "and suffering, even the fool learns" how superstition destroys and godliness saves.
這不是從火中抽出來的一根柴麼?」那麼,人裡面還有什麼甘願求死的慾望呢?他們為何逃去投靠這帶來死亡的柴,以致被它焚燒,既然原可照神而非照習俗高貴地活著呢?因為神賜下生命,但邪惡的習俗在人離世之後,連同刑罰,給他們帶來徒然的懊悔;「連愚人受了苦,也學會了」迷信如何毀滅,敬虔如何拯救。
1:841
Ἰδέτω τις ὑμῶν τοὺς παρὰ τοῖς εἰδώλοις λατρεύοντας, κόμῃ ῥυπῶντας, ἐσθῆτι πιναρᾷ καὶ κατερρωγυίᾳ καθυβρισ μένους, λουτρῶν μὲν παντάπασιν ἀπειράτους, ταῖς δὲ τῶν ὀνύχων ἀκμαῖς ἐκτεθηριωμένους, πολλοὺς δὲ καὶ τῶν αἰδοίων ἀφῃρημένους, ἔργῳ δεικνύντας τῶν εἰδώλων τὰ τεμένη τάφους τινὰς ἢ δεσμωτήρια·
Let one of you look at those who serve among the idols: their hair filthy, dishonored by squalid and tattered clothing, utterly untried by baths, savage with the points of their long nails, many of them too deprived of their genitals—showing by their very deeds that the sacred precincts of the idols are certain tombs or prisons;
你們中間有誰看看那些在偶像中事奉的人:他們頭髮污穢,衣衫襤褸破爛,蒙受羞辱,從不沐浴,指甲尖長如野獸,其中許多人甚至被閹割——他們用自己的行為表明:偶像的聖所不過是某種墳墓或監牢罷了;
1:842
οὗτοί μοι δοκοῦσι πενθεῖν, οὐ θρῃσκεύειν τοὺς θεούς, ἐλέου μᾶλλον ἢ θεοσε .. βείας ἄξια πεπονθότες
these seem to me to be mourning, not worshipping, the gods—having suffered things worthy of pity rather than of godliness.
在我看來,這些人是在哀悼眾神,而非敬拜眾神——他們所遭受的,是可憐而非可敬虔之事。
1:843
Καὶ ταῦτα ὁρῶντες ἔτι τυφλώττετε καὶ οὐχὶ πρὸς τὸν δεσπότην τῶν πάντων καὶ κύριον τῶν ὅλων ἀναβλέψετε; Οὐχὶ δὲ καταφεύξεσθε, ἐκ τῶν ἐνταῦθα δεσμωτηρίων ἐκφεύγοντες, ἐπὶ τὸν ἔλεον τὸν ἐξ οὐρανῶν; ..Ὁ γὰρ θεὸς ἐκ πολλῆς τῆς φιλανθρωπίας ἀντέχεται τοῦ ἀνθρώπου, ὥσπερ ἐκ καλιᾶς ἐκπίπτοντος νεοττοῦ ἡ μήτηρ ὄρνις ἐφίπταται·
And seeing these things, are you still blind, and will you not look up to the Master of all and the Lord of the universe? Will you not flee for refuge—escaping from the prisons here—to the mercy that is from the heavens? For God, out of his great love for mankind, clings to man, just as the mother bird flies to her chick when it falls out of the nest;
你們看見這些事,還是瞎眼的麼?豈不仰望那萬有的主宰、宇宙的主麼?你們豈不逃去投靠——從這裡的牢獄中逃脫——歸向那從諸天而來的憐憫麼?因為神出於祂對人的大愛,緊緊抓住人,正如雛鳥從巢中掉落時,母鳥飛向牠;
1:844
εἰ δέ που καὶ θηρίον ἑρπηστικὸν περιχάνοι τῷ νεοττῷ, μήτηρ δ' ἀμφιποτᾶται ὀδυρομένη φίλα τέκνα·
and if some creeping beast should gape upon the chick, "the mother flutters round about, lamenting for her dear young;"
若有爬行的野獸向著雛鳥張口,「母鳥便環繞著盤旋,為牠親愛的雛兒哀鳴;」
1:845
ὁ δὲ θεὸς πατὴρ καὶ ζητεῖ τὸ πλάσμα καὶ ἰᾶται τὸ παράπτωμα καὶ διώκει τὸ θηρίον καὶ τὸν νεοττὸν αὖθις ἀναλαμβάνει ἐπὶ τὴν καλιὰν ἀναπτῆναι παρορμῶν
but God the Father both seeks his creature and heals the transgression and pursues the beast and takes up the chick again, urging it to fly up to the nest.
但神,我們的父,既尋找祂的造物,又醫治那過犯,又追趕那野獸,又重新把雛鳥取回,催促牠飛回巢中。
1:846
Εἶτα κύνες μὲν ἤδη πεπλανημένοι ὀδμαῖς ῥινηλα τοῦντες ἐξίχνευσαν τὸν δεσπότην καὶ ἵπποι τὸν ἀναβάτην ἀποσεισάμενοι ἑνί που συρίγματι ὑπήκουσαν τῷ δεσπότῃ·
Then dogs, even though they have strayed, tracking by scent, have hunted out their master, and horses, having shaken off their rider, have obeyed their master at a single whistle;
再者,狗縱然走失了,也憑氣味循跡追尋,尋出了主人;馬縱然甩脫了騎者,一聲口哨便順從了主人;
1:847
Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰληφότας καὶ ὄντας ὅλως τοῦ θεοῦ ἑτέρῳ δουλεύειν δεσπότῃ, πρὸς δὲ καὶ θεραπεύειν ἀντὶ μὲν τοῦ βασιλέως τὸν .. τύραννον, ἀντὶ δὲ τοῦ ἀγαθοῦ τὸν πονηρόν
But I wish to ask you whether it does not seem to you absurd that you men, having come into being as the creatures of God and having received your soul from him and being wholly God's, should be slaves to another master, and moreover serve the tyrant instead of the king, the wicked one instead of the Good.
但我願問你們:你們這些人既作為神的造物而存在,從祂領受了魂,完全是屬神的,竟去作另一個主人的奴僕,並且事奉那暴君而非那君王,事奉那惡者而非那美善者——這在你們看來豈不荒謬麼?
1:848
Τίς γάρ,ὢ πρὸς τῆς ἀληθείας, σωφρονῶν γε τἀγαθὸν καταλείπων κακίᾳ σύνεστιν; Τίς δὲ ὅστις τὸν θεὸν ἀποφεύγων δαιμονίοις συμβιοῖ; Τίς δὲ υἱὸς εἶναι δυνάμενος τοῦ θεοῦ δουλεύειν ἥδεται;Ἢ τίς οὐρανοῦ πολίτης εἶναι δυνάμενος ἔρεβος διώκει, ἐξὸν παράδεισον γεωργεῖν καὶ οὐρανὸν περιπολεῖν καὶ τῆς ζωτικῆς καὶ ἀκηράτου μεταλαμβάνειν πηγῆς, κατ' ἴχνος ἐκείνης τῆς φωτεινῆς ἀεροβατοῦντα νεφέλης, ὥσπερ .. ὁ Ἠλίας, θεωροῦντα τὸν ὑετὸν σωτήριον; Οἱ δὲ σκωλήκων δίκην περὶ τέλματα καὶ βορβόρους, τὰ ἡδονῆς ῥεύματα, καλινδούμενοι ἀνονήτους καὶ ἀνοήτους ἐκβόσκονται τρυφάς, ὑώδεις τινὲς ἄνθρωποι
For who, in the name of truth, being of sound mind, forsakes the Good and consorts with vice? Who is there who, fleeing from God, lives together with demons? Who, being able to be a son of God, delights to be a slave? Or who, being able to be a citizen of heaven, pursues the nether gloom, when it is possible to till paradise and walk about heaven and partake of the life-giving and undefiled fountain, treading in the track of that luminous cloud, walking the air like Elijah, beholding the saving rain? But others, like worms, wallowing about marshes and mires—the streams of pleasure—feed upon useless and senseless luxuries, certain swinish men.
因為憑著真理,有誰心智健全,竟撇棄美善而與邪惡為伍呢?有誰逃離神,卻與鬼魔同住呢?有誰本可作神的兒子,卻喜歡作奴僕呢?又有誰本可作天上的公民,卻追逐那下界的幽暗呢?既然原可耕種樂園,漫步天庭,飲那賜生命、無玷污的泉源,踏著那光輝雲彩的蹤跡,像以利亞那樣行於空中,觀看那拯救的雨水;但其他人卻像蟲豸,在沼澤與污泥——就是逸樂的河流——中打滾,餵養於無益而愚昧的奢靡,成了某種豬一般的人。
1:849
Ὕες γάρ, φησίν, ἥδονται βορβόρῳ μᾶλλον ἢ καθαρῷ ὕδατι καὶ ἐπὶ φορυτῷ μαργαίνουσιν .. κατὰ Δημόκριτον
"For swine," he says, "delight in mire more than in pure water, and rave over offal," according to Democritus.
照德謨克利特所言:「豬喜愛污泥過於清水,且為糞穢而瘋狂。」
1:850
Μὴ δῆτα οὖν, μὴ δῆτα ἐξανδραποδισθῶμεν μηδὲ ὑώδεις γενώμεθα, ἀλλ' ὡς τέκνα φωτὸς γνήσια ἀναθρήσωμεν καὶ ἀναβλέψωμεν εἰς τὸ φῶς, μὴ νόθους ἡμᾶς ἐξελέγξῃ ὁ κύριος ὥσπερ ὁ ἥλιος τοὺς ἀετούς
Let us not, then—no, let us not—be reduced to slavery, nor become swinish; but, as genuine children of the light, let us look up and gaze upon the light, lest the Lord convict us as spurious, as the sun does the eagles.
那麼,讓我們斷不可——斷不可——淪為奴僕,也不可變成豬一般;倒要作光明真正的兒女,舉目仰望那光,免得主定我們為冒牌的,如同太陽試驗那些鷹一般。
1:851
Μετανοήσωμεν οὖν καὶ μεταστῶμεν ἐξ ἀμαθίας εἰς ἐπιστήμην, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρασίας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀθεότητος εἰς .. θεόν
Let us, then, repent and pass over from ignorance to knowledge, from folly to good sense, from incontinence to self-control, from injustice to righteousness, from godlessness to God.
那麼,讓我們悔改,從無知過渡到知識,從愚妄到明智,從縱慾到自制,從不義到公義,從無神到神。
1:852
Καλὸς ὁ κίνδυνος αὐτομολεῖν πρὸς θεόν
Noble is the venture of deserting to God's side.
投奔到神那一邊,乃是高貴的冒險。
1:853
Πολλῶν δὲ καὶ ἄλλων ἔστιν ἀπολαῦσαι ἀγαθῶν τοὺς δικαιοσύνης ἐραστάς, οἳ τὴν ἀίδιον διώκομεν σωτηρίαν, ἀτὰρ δὴ καὶ ὧν αὐτὸς αἰνίττεται ὁ θεὸς διὰ Ἡσαΐου λαλῶν ἔστι κληρο .. νομία τοῖς θεραπεύουσι κύριον·
And there are many other good things which the lovers of righteousness may enjoy—we who pursue eternal salvation—and indeed those things which God himself hints at, speaking through Isaiah: "There is an inheritance for those who serve the Lord;"
凡愛公義的人——就是我們追求永遠救恩的人——還可享有許多別的美物,並且確有神自己藉以賽亞所暗示的:「事奉耶和華的人必有產業;」
1:854
καλή γε καὶ ἐράσμιος ἡ κληρονομία, οὐ χρυσίον, οὐκ ἄργυρος, οὐκ ἐσθής, τὰ τῆς γῆς, ἔνθα που σὴς καὶ λῃστής που καταδύεται περὶ τὸν χαμαίζηλον πλοῦτον ὀφθαλμιῶν, ἀλλ' ἐκεῖνος ὁ θησαυρὸς τῆς σωτηρίας, πρὸς ὅν γε ἐπείγεσθαι χρὴ φιλολόγους γενο μένους, συναπαίρει δὲ ἡμῖν ἐνθένδε τὰ ἔργα τὰ ἀστεῖα καὶ συνίπταται τῷ τῆς ἀληθείας πτερῷ
and good indeed and lovely is the inheritance—not gold, not silver, not raiment, the things of earth, where the moth and the thief lurk, the eyes being diseased over earth-bound wealth; but that treasure of salvation, toward which we must press on, becoming lovers of the Word, and from here our seemly works take wing along with us and fly together upon the wing of truth.
這產業確是美好可愛的——不是金,不是銀,不是衣裳,不是那地上之物——就是蛀蟲和盜賊潛伏之處,眼目因戀慕那卑微的世財而患病的;乃是那救恩的寶藏,我們必須愛慕「道」而向它奔去,並且我們美好的工作從此處與我們一同振翅,在真理的翅膀上一同飛翔。
1:855
Ταύτην ἡμῖν τὴν κληρονομίαν ἐγχειρίζει ἡ ἀίδιος διαθήκη τοῦ θεοῦ τὴν ἀίδιον δωρεὰν χορηγοῦσα·
This inheritance the eternal covenant of God puts into our hands, supplying the eternal gift;
神永遠的約把這產業交在我們手中,供給那永遠的恩賜;
1:856
ὁ δὲ φιλόστοργος οὗτος ἡμῶν πατήρ, ὁ ὄντως πατήρ, οὐ παύεται προτρέπων, νουθετῶν, παιδεύων, φιλῶν·
and this tenderly-loving Father of ours, the true Father, does not cease exhorting, admonishing, instructing, loving;
我們這位慈愛的父,那真正的父,不住地勸勉、警戒、教導、慈愛;
1:857
οὐδὲ γὰρ σῴζων παύεται, συμβουλεύει δὲ τὰ ἄριστα·
for neither does he cease to save, and he counsels the best things:
因為祂也不住地施行拯救,並勸導那至善之事:
1:858
δίκαιοι γένεσθε, λέγει κύριος·
"Become righteous," says the Lord;
主說:「你們要成為公義的;」
1:859
οἱ διψῶντες πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσατε καὶ ἀγοράσατε καὶ πίετε ἄνευ ἀργυρίου. .. Ἐπὶ τὸ λουτρόν, ἐπὶ τὴν σωτηρίαν, ἐπὶ τὸν φωτισμὸν παρακαλεῖ μονονουχὶ βοῶν καὶ λέγων·
"you who thirst, go to the water, and as many of you as have no money, walk and buy and drink without money." To the laver, to salvation, to enlightenment he calls, all but crying aloud and saying:
「你們一切口渴的,都當就近水來;沒有銀錢的,你們也來,前去買來喝,不用銀錢。」祂呼召人歸向那洗滌之池,歸向救恩,歸向光照,幾乎是大聲呼喊著說:
1:860
γῆν σοι δίδωμι καὶ θάλατταν, παιδίον, οὐρανόν τε καὶ τὰ ἐν αὐτοῖς πάντα ζῷά σοι χαρίζομαι·
"Earth I give you, and sea, O child, and heaven, and all the living things in them I grant you;
「孩子啊,我把地和海賜給你,把天和其中一切的生物都賞給你;
1:861
μόνον, ὦ παιδίον, δίψησον τοῦ πατρός, ἀμισθεί σοι δειχθήσεται ὁ θεός·
only, O child, thirst for the Father, and God shall be shown to you without price;
孩子啊,只要你渴慕那父,神就必無價地向你顯明;
1:862
οὐ καπηλεύεται ἡ ἀλήθεια, δίδωσί σοι καὶ τὰ πτηνὰ καὶ τὰ νηκτὰ καὶ τὰ ἐπὶ τῆς γῆς·
the truth is not made a matter of trade; he gives you both the winged creatures and the swimming creatures and the things upon the earth;
真理不被當作買賣;祂把飛禽、水族和地上之物都賜給你;
1:863
ταῦτά σου ταῖς εὐχαρίστοις τρυφαῖς δεδημιούργηκεν ὁ .. πατήρ
these your Father has created for your thankful enjoyment."
這些都是你父為你那滿懷感謝的享用所創造的。」
1:864
Ἀργυρίῳ μὲν ὠνήσεται ὁ νόθος, ἀπωλείας ἐστὶ παιδίον, ὃς μαμωνᾷ δουλεύειν προῄρηται, σοὶ δὲ τὰ σὰ ἐπιτρέπει, τῷ γνησίῳ λέγω, τῷ φιλοῦντι τὸν πατέρα, δι' ὃν ἔτι ἐργάζεται, ᾧ μόνῳ καὶ ὑπισχνεῖται λέγων·
With money will the spurious one purchase—he is a child of perdition, who has chosen to serve mammon; but to you he entrusts your own possessions—to the genuine one, I mean, to him who loves the Father, for whose sake he still works—to whom alone he also promises, saying:
那冒牌的要用銀錢購買——他是滅亡之子,選擇了事奉瑪門;但祂把你自己的產業交託給你——我是說那真正的兒子,就是那愛父的,祂仍為他作工——並且單向他應許說:
1:865
καὶ ἡ γῆ οὐ πραθήσεται εἰς βεβαίωσιν· οὐ γὰρ κυροῦται τῇ φθορᾷ·
"and the land shall not be sold for a perpetual possession; for it is not made over to corruption;"
「地不可永遠賣斷;因為地並非交給朽壞;」
1:866
ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ, ἔστι δὲ καὶ σή, ἐὰν .. ἀπολάβῃς τὸν θεόν
"for all the land is mine," and it is also yours, if you receive back God.
「因為全地都是我的,」並且也是你的,只要你得回神。
1:867
Ὅθεν ἡ γραφὴ εἰκότως εὐαγγελίζεται τοῖς πεπιστευκόσιν·
Whence the scripture fittingly brings good tidings to those who have believed:
因此經文恰當地向那些已經相信的人傳報好信息:
1:868
οἱ δὲ ἅγιοι κυρίου κληρονομήσουσι τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν δύναμιν αὐτοῦ. Ποίαν, ὦ μακάριε, δόξαν, εἰπέ μοι·
"but the saints of the Lord shall inherit the glory of God and his power." What glory, O blessed one, tell me;
「惟有主的聖民必承受神的榮耀和祂的能力。」有福的人哪,告訴我,是怎樣的榮耀呢;
1:869
ἣν ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη·
"which eye has not seen, nor ear heard, nor has it come up upon the heart of man;"
「是眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到的;」
1:870
καὶ χαρή σονται ἐπὶ τῇ βασιλείᾳ τοῦ κυρίου αὐτῶν εἰς τοὺς αἰῶνας, ἀμήν. .. Ἔχετε, ὦ ἄνθρωποι, τὴν θείαν τῆς χάριτος ἐπαγγε λίαν, ἀκηκόατε καὶ τὴν ἄλλην τῆς κολάσεως ἀπειλήν, δι' ὧν ὁ κύριος σῴζει, φόβῳ καὶ χάριτι παιδαγωγῶν τὸν ἄνθρωπον·
"and they shall rejoice over the kingdom of their Lord unto the ages, Amen." You have, O men, the divine promise of grace; you have heard also the other threat of punishment, by which the Lord saves, training man through fear and through grace.
「他們必為他們主的國歡喜,直到永遠,阿們。」人哪,你們有了神恩典的應許;你們也聽見了那刑罰的另一警告;主藉這二者施行拯救,以敬畏和恩典管教人。
1:871
κόλασιν; Τί οὐ καταδεχόμεθα τὴν δωρεάν; Τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν, καὶ ζωὴν ἀντικαταλλασσόμενοι θανάτου; .. Ἰδοὺ τέθεικα πρὸ προσώπου ὑμῶν, φησί, τὸν θάνατον καὶ τὴν ζωήν. Πειράζει σε ὁ κύριος ἐκλέξασθαι τὴν ζωήν, συμβουλεύει σοι ὡς πατὴρ πείθεσθαι τῷ θεῷ
Why do we not welcome the gift? Why do we not choose the better things—God instead of the wicked one, and prefer wisdom to idolatry, and exchange life for death? "Behold, I have set before your face," he says, "death and life." The Lord puts you to the test, to choose life; he counsels you as a father to obey God.
我們為何不接受那恩賜呢?我們為何不揀選那更美的事——揀選神而非那惡者,以智慧勝過拜偶像,以生命換取死亡呢?祂說:「看哪,我把死亡與生命擺在你面前。」主試驗你,要你揀選生命;祂如父親般勸導你順從神。
1:872
Ἐὰν γὰρ ἀκούσητέ μου, φησί, καὶ θελήσητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε, ὑπακοῆς ἡ χάρις·
"For if you hearken to me," he says, "and are willing, you shall eat the good things of the land"—the grace of obedience;
祂說:「你們若聽從我,且情願,就必吃地上的美物」——這是順從的恩典;
1:873
ἐὰν δὲ μὴ ὑπακούσητέ μου μηδὲ θελήσητε, μάχαιρα ὑμᾶς καὶ πῦρ κατέδεται, παρακοῆς ἡ κρίσις
"but if you do not hearken to me, nor are willing, the sword and fire shall devour you"—the judgment of disobedience.
「你們若不聽從我,又不情願,刀劍和火必吞滅你們」——這是悖逆的審判。
1:874
Τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα·
"For the mouth of the Lord has spoken these things;"
「因為這是耶和華親口說的;」
1:875
νόμος ἀληθείας λόγος κυρίου·
the law of truth is the word of the Lord.
真理的律法就是耶和華的話。
1:876
βούλεσθε ὑμῖν ἀγαθὸς γένωμαι .. σύμβουλος; Ἀλλ' ὑμεῖς μὲν ἀκούσατε·
Do you wish me to become a good counselor to you? Then do you, at least, hearken;
你們願意我作你們美好的謀士麼?那麼,你們至少要聽;
1:877
ἐγὼ δέ, εἰ δυνατόν, ἐνδείξομαι
and I, if it be possible, will demonstrate it.
我若可能,就要把它指明出來。
1:878
Ἐχρῆν μὲν ὑμᾶς, ὦ ἄνθρωποι, αὐτοῦ πέρι ἐννοουμένους τοῦ ἀγαθοῦ ἔμφυτον ἐπάγεσθαι πίστιν, μάρτυρα ἀξιόχρεων αὐτόθεν οἴκοθεν, περιφανῶς αἱρουμένην τὸ βέλτιστον, μηδὲ ζητεῖν εἰ μεταδιωκτέον, < τὸ δ' ἀγαθὸν> .. ἐκπονεῖν
You ought, O men, when reflecting concerning the Good itself, to bring forward an innate faith, a trustworthy witness from your very selves, from within, manifestly choosing the best, and not to inquire whether the Good must be pursued, but to labor at it.
人哪,當你們思想那「至善」本身時,你們本當帶出一種與生俱來的信心,就是從你們自己裡面、從內心而來、可信的見證人,明明地揀選那至善,而不該再問那至善是否當追求,乃當努力去成就它。
1:879
Καὶ γὰρ εἴ τῳ μεθυστέον, φέρε εἰπεῖν, ἀμφιβάλλειν χρή·
For indeed, if one ought to get drunk, let us say, one ought to deliberate first;
因為,比方說,人若該醉酒,他本當先三思;
1:880
ὑμεῖς δὲ πρὶν ἢ ἐπισκέψασθαι μεθύετε·
but you get drunk before you have considered;
你們卻在思量之前就醉了;
1:881
καὶ εἰ ὑβρισ τέον, οὐ πολυπραγμονεῖτε, ἀλλ' ᾗ τάχος ὑβρίζετε
and if one ought to commit outrage, you do not make a careful inquiry, but commit the outrage as fast as you can.
人若該行強暴,你們也不細加查究,反倒儘快行那強暴。
1:882
Μόνον δ' ἄρα εἰ θεοσεβητέον, ζητεῖτε, καὶ εἰ τῷ σοφῷ τούτῳ [δὴ] τῷ θεῷ καὶ τῷ Χριστῷ κατακολουθητέον, τοῦτο δὴ βουλῆς καὶ σκέψεως ἀξιοῦτε, οὐδ' ὃ πρέπει θεῷ, ὅ τι ποτέ ἐστι, νενοηκότες
Only as to whether one ought to worship God do you make inquiry; and whether one ought to follow after this wise God and Christ—this indeed you deem worthy of counsel and consideration, not having understood even what is fitting for God, whatever it is.
惟獨論到人是否當敬拜神,你們才查究;以及人是否當跟隨這位智慧的神和基督——這事你們倒認為值得商議思量,卻連那合乎神的是什麼,也未曾領會。
1:883
Πιστεύσατε ἡμῖν κἂν ὡς μέθῃ, ἵνα σωφρονήσητε·
Believe us, at least, as you would in your drunkenness, that you may become sober;
至少,你們要信我們,就如同你們在醉酒中那樣去信,好叫你們得以清醒;
1:884
πιστεύσατε κἂν ὡς ὕβρει, ἵνα ζήσητε
believe us, at least, as in your outrage, that you may live.
至少,你們要信我們,就如同你們在強暴中那樣去信,好叫你們得以存活。
1:885
Εἰ δὲ καὶ πείθεσθαι βούλεσθε τὴν ἐναργῆ τῶν ἀρρήτων ἐποπτεύσαντες πίστιν, φέρε ὑμῖν ἐκ περιουσίας τὴν περὶ τοῦ λόγου παραθήσομαι .. πειθώ
But if you also wish to be persuaded, having beheld the manifest faith of things ineffable, come, I will set before you, out of abundance, the persuasion concerning the Word.
但你們若也願意被說服,已經目睹了那不可言喻之事的明顯信心,來吧,我要從豐盛中,把那論到「道」的勸服擺在你們面前。
1:886
Ὑμεῖς δέ, οὐ γὰρ τὰ πάτρια ὑμᾶς ἔτι τῆς ἀληθείας ἀπασχολεῖ ἔθη προκατηχημένους, ἀκούοιτ' ἂν ἤδη τὸ μετὰ τοῦτο ὅπως ἔχει·
But you—for the ancestral customs no longer occupy you, who have been pre-instructed away from the truth—you may now at length hear what comes after this, how it stands;
但你們——既已被預先教導而遠離了真理,祖傳的習俗便不再纏累你們——如今你們終於可以聽聽這之後的事,它是如何的;
1:887
καὶ δὴ μή τις ὑμᾶς τοῦδε τοῦ ὀνόματος αἰσχύνη προκαταλαμβανέτω, ἥτ' ἄνδρας μέγα σίνεται, .. παρατρέπουσα σωτηρίας
and let no shame at this name forestall you—the shame which greatly harms men, turning them aside from salvation.
且不要讓任何因這名而生的羞恥先入為主地阻擋你們——這羞恥大大坑害人,使人偏離救恩。
1:888
Ἀποδυσάμενοι δ' οὖν περιφανῶς ἐν τῷ τῆς ἀληθείας σταδίῳ γνησίως ἀγωνιζώμεθα, βρα βεύοντος μὲν τοῦ λόγου τοῦ ἁγίου, ἀγωνοθετοῦντος δὲ τοῦ δεσπότου τῶν ὅλων
Having stripped off, then, let us contend genuinely and openly in the stadium of truth, with the holy Word presiding as umpire, and the Master of all presiding as the giver of the contest.
那麼,讓我們脫去衣裳,在真理的競技場中真實而公開地競賽,有那聖潔的「道」作裁判,有那萬有的主宰作這競賽的主持人。
1:889
Οὐ γὰρ σμικρὸν ἡμῖν τὸ ἆθλον ἀθανασία .. πρόκειται
For no small prize is set before us—immortality.
因為擺在我們面前的獎賞並不小——乃是不朽。
1:890
Μὴ οὖν ἔτι φροντίζετε μηδὲ [ εἰ] ὀλίγον, τί ὑμᾶς ἀγορεύουσι σύρφακές τινες ἀγοραῖοι, δεισιδαιμονίας ἄθεοι χορευταί, ἀνοίᾳ καὶ παρανοίᾳ ἐς αὐτὸ ὠθούμενοι τὸ βάραθρον, εἰδώλων ποιηταὶ καὶ λίθων προσκυνηταί·
Be no longer concerned, then, not even a little, what certain market-rabble may call you—godless leaders of the dance of superstition, who through folly and madness are thrust toward the very pit, makers of idols and worshippers of stones;
那麼,你們不要再掛慮,連一點也不必,那些市井無賴怎樣稱呼你們——他們是迷信之舞蹈無神的領隊,因愚妄和瘋狂被推向那深坑,是偶像的製造者、石頭的敬拜者;
1:891
οἵδε γὰρ ἀνθρώ πους ἀποθεοῦν τετολμήκασι, τρισκαιδέκατον Ἀλέξανδρον τὸν Μακεδόνα ἀναγράφοντες θεόν, ὃν Βαβυλὼν ἤλεγξε νεκρόν
for these men have dared to deify human beings, recording as a god the thirteenth, Alexander the Macedonian, whom Babylon convicted as a corpse.
因為這些人竟敢把人神化,把第十三位——馬其頓的亞歷山大——記為神,而巴比倫卻證明他不過是一具屍首。
1:892
Ἄγαμαι τοίνυν τὸν Χῖον σοφιστήν, Θεόκριτος ὄνομα αὐτῷ·
I admire, therefore, the sophist of Chios, Theocritus by name;
因此我佩服那位開俄斯的詭辯家,名叫泰奧克里圖斯;
1:893
μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπισκώπτων ὁ Θεόκριτος τὰς δόξας τὰς κενὰς τῶν ἀνθρώπων ἃς εἶχον περὶ θεῶν, πρὸς τοὺς πολίτας ἄνδρες, εἶπεν, θαρρεῖτε ἄχρις ἂν ὁρᾶτε τοὺς θεοὺς πρότερον τῶν ἀνθρώπων ἀποθνῄσ .. κοντας. Θεοὺς δὲ δὴ τοὺς ὁρατοὺς καὶ τὸν σύγκλυδα τῶν γενητῶν τούτων ὄχλον ὁ προσκυνῶν καὶ προσεταιριζόμενος, αὐτῶν ἐκείνων τῶν δαιμόνων ἀθλιώτερος μακρῷ
after Alexander's death, Theocritus, mocking the empty opinions men held about the gods, said to his fellow-citizens: "Men, take courage, so long as you see the gods dying before men." And whoever worships and consorts with the visible gods, this confused rabble of these generated beings, is far more wretched than those very demons.
亞歷山大死後,泰奧克里圖斯譏諷人們對眾神所持的虛妄意見,對他的同胞說:「諸位,放心吧,只要你們看見眾神比人先死。」凡敬拜那些可見的神、與這群烏合的受造之物為伍的人,比那些鬼魔本身還要可悲得多。
1:894
Θεὸς γὰρ οὐδαμῇ οὐδαμῶς ἄδικος ὥσπερ οἱ δαίμονες, ἀλλ' ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν γένηται ὅτι δικαιότατος. .. Βᾶτ' εἰς ὁδὸν δὴ πᾶς ὁ χειρῶναξ λεώς, οἳ τὴν Διὸς γοργῶπιν Ἐργάνην θεὸν στατοῖσι λίκνοις προστρέπεσθε, ἠλίθιοι τῶν λίθων δημιουργοί τε καὶ προσκυνηταί
For God is in no way whatever unjust, like the demons, but is as just as can be, and there is nothing more like him than whoever among us becomes most just. "Go ye now upon the road, all you workman folk, who propitiate Athena Ergane, the grim-eyed daughter of Zeus, with standing winnowing-fans"—foolish craftsmen and worshippers of stones.
因為神絕無任何不義,不像那些鬼魔,乃是極其公義的,沒有什麼比我們中間那成為最公義之人更像祂的了。「眾工匠百姓哪,你們如今都上路去吧,你們用直立的簸箕向那目光凶猛、宙斯之女雅典娜·厄耳伽涅祈求息怒」——你們這些愚昧的石匠和石頭的敬拜者。
1:895
Ὁ Φειδίας ὑμῶν καὶ ὁ Πολύκλειτος ἡκόντων Πραξι τέλης τε αὖ καὶ Ἀπελλῆς καὶ ὅσοι τὰς βαναύσους μετέρχονται τέχνας, γήινοι γῆς ὄντες ἐργάται
Let your Phidias come, and your Polyclitus, and Praxiteles again, and Apelles, and all who pursue the menial arts, earthy men, being laborers of the earth;
讓你們的菲狄亞斯來,讓你們的波利克里圖斯來,讓普拉克西特利斯和阿佩萊斯也再來,以及一切從事卑微技藝的人,他們是屬土的,是大地的勞工;
1:896
Τότε γάρ, φησί τις προφητεία, δυστυχήσειν τὰ τῇδε πράγματα, ὅταν ἀνδριᾶσι .. πιστεύσωσιν
for then, a certain prophecy says, the affairs of this world shall come to misfortune, when men shall put their trust in statues.
因為有一個預言說:當人們信靠雕像之時,這世上的事便要遭逢禍患。
1:897
Ἡκόντων οὖν αὖθις, οὐ γὰρ ἀνήσω καλῶν, οἱ μικροτέχναι
Let them come, then, once more—for I will not cease from good things—the petty craftsmen;
那麼,讓那些小技匠再來一次吧——因為我不會停止陳述美善之事;
1:898
Οὐδείς που τούτων ἔμπνουν εἰκόνα δεδημιούρ γηκεν, οὐδὲ μὴν ἐκ γῆς μαλθακὴν ἐμάλαξε σάρκα
none of these has anywhere created an image that breathes, nor indeed has molded soft flesh out of earth.
他們中間沒有一人在任何地方造出一個會呼吸的像,更沒有用泥土塑出柔軟的肉體。
1:899
σατο; Τίς ἀθανασίαν ὑπέσχηται; Μόνος ὁ τῶν ὅλων δημιου ργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν·
Who has promised immortality? Only the Creator of all, the Father of consummate craftsmanship, fashioned us, man, such a living image;
誰曾應許不朽呢?惟有那萬有的造物主,那技藝至善之父,塑造了我們——人——成為這樣一個活的像;
1:900
ὁ δὲ Ὀλύμπιος ὑμῶν, εἰκόνος εἰκών, πολύ τι τῆς ἀληθείας ἀπᾴδων, ἔργον ἐστὶ κωφὸν .. χειρῶν Ἀττικῶν
but your Olympian Zeus, an image of an image, sounding far out of tune with the truth, is the dumb work of Attic hands.
但你們那位奧林帕斯的宙斯,不過是像的像,與真理極不相和,是亞提卡之手所造、啞口無聲的工藝品。
1:901
Εἰκὼν μὲν γὰρ τοῦ θεοῦ ὁ λόγος αὐτοῦ (καὶ υἱὸς τοῦ νοῦ γνήσιος ὁ θεῖος λόγος, φωτὸς ἀρχέ τυπον φῶς), εἰκὼν δὲ τοῦ λόγου ὁ ἄνθρωπος ἀληθινός, ὁ νοῦς ὁ ἐν ἀνθρώπῳ, ὁ κατ' εἰκόνα τοῦ θεοῦ καὶ καθ' ὁμοίωσιν διὰ τοῦτο γεγενῆσθαι λεγόμενος, τῇ κατὰ καρδίαν φρονήσει τῷ θείῳ παρεικαζόμενος λόγῳ καὶ ταύτῃ λογικός
For the image of God is His Word (and the divine Word, the light that is the archetype of light, is the genuine Son of the Mind); and the image of the Word is the true man, that is, the mind in man, who for this reason is said to have been made 'in the image and likeness of God,' being likened in the understanding of his heart to the divine Word, and thereby rational.
神的形像就是祂的道(這神聖的道乃是心思真正的兒子,是光之原型的光);而道的形像則是真正的人,即人裏面的心思,正因如此,人被說是「按著神的形像、照著神的樣式」受造,在心中的悟性上效法那神聖的道,並因此成為有理性的。
1:902
Ἀνθρώπου δὲ τοῦ ὁρωμένου τοῦ γηγενοῦς γήινος εἰκὼν τὰ ἀγάλματα ἀνδρείκελα, πόρρω τῆς ἀληθείας ἐπίκαιρον ἐκμαγεῖον, καταφαίνεται
But of visible, earth-born man, the earthly image is the statues fashioned in human likeness, manifestly a transient copy far removed from the truth.
至於那可見的、出於塵土的人,他塵世的形像便是那些仿照人形的雕像,顯然只是一個遠離真理、轉瞬即逝的摹本。
1:903
Οὐδὲν οὖν ἀλλ' ἢ μανίας ἔμπλεως ὁ βίος ἔδοξέ μοι γεγονέναι, τοσαύτῃ σπουδῇ περὶ τὴν ὕλην καταγινόμενος
Therefore life seemed to me to have become nothing but full of madness, since it busies itself with such great zeal about mere matter.
因此在我看來,人生只不過充滿了瘋狂,竟以如此大的熱忱沉迷於物質之中。
1:904
Ἐπιτέτριπται δὲ ὑπὸ κενῆς δόξης ἡ συνήθεια δουλείας μὲν .. γεύσασα ὑμᾶς καὶ ἀλόγου περιεργασίας·
Custom, worn smooth by empty opinion, has corrupted you—having given you a taste of bondage and of irrational meddling.
習俗被虛妄的意見磨蝕,已敗壞了你們——使你們嚐到奴役的滋味,也嚐到無理性的瞎忙。
1:905
νομίμων δὲ ἀνόμων καὶ ἀπατηλῶν ὑποκρίσεων ἄγνοια αἰτία,ἣ δὴ † κατασκευασ θεῖσα τὸ τῶν ἀνθρώπων γένος κηρῶν ὀλεθρίων καὶ εἰδώλων ἐπιστυγῶν πολλὰς τῶν δαιμόνων ἐπινοήσασα μορφάς, κηλῖδα τοῖς ἑπομένοις αὐτῇ ἐναπεμάξατο θανάτου μακροῦ
The cause of these lawless customs and deceitful pretenses is ignorance, which, once established, devised many shapes of demons—deadly stings and detestable idols—for the human race, and stamped upon those who follow it the stain of a long-drawn-out death.
這些違法習俗與欺人的偽裝,其根源乃是無知;無知一旦立定,便為人類捏造出眾多鬼魔的形像——致命的毒刺與可憎的偶像,並在跟從它的人身上烙下長久死亡的污痕。
1:906
Λάβετε οὖν ὕδωρ λογικόν, λούσασθε οἱ μεμολυσμένοι, περιρράνατε αὑτοὺς ἀπὸ τῆς συνηθείας ταῖς ἀληθιναῖς σταγόσιν·
Take then the water of reason; wash, you who are defiled; sprinkle yourselves with the true drops, cleansing yourselves from custom.
你們這些被玷污的人哪,就當取那屬理性的水來洗滌;用真實的滴水自潔,脫去那習俗。
1:907
καθαροὺς εἰς οὐρανοὺς ἀναβῆναι δεῖ
It is necessary to be pure in order to ascend into the heavens.
人必須潔淨,才能升入諸天。
1:908
Ἄνθρωπος εἶ, τὸ κοινότατον, ἐπιζήτησον τὸν δημιουργήσαντά σε·
You are a man—that is the most common thing of all; seek the One who fashioned you.
你是一個人——這是最普遍不過的事;去尋求那創造你的主吧。
1:909
υἱὸς .. εἶ, τὸ ἰδιαίτατον, ἀναγνώρισον τὸν πατέρα
You are a son—that is the most particular thing; come to know the Father.
你是一個兒子——這是最獨特的身分;去認識那位父吧。
1:910
Σὺ δὲ ἔτι ταῖς ἁμαρτίαις παραμένεις, προστετηκὼς ἡδοναῖς; Τίνι λαλήσει κύριος ὑμῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν; Ὑμῶν ἐστιν, ἐὰν θελήσητε, τῶν πρὸς τὸν θεὸν τὴν προαίρεσιν ἐσχηκότων·
But you still cling to your sins, melting away in pleasures? To whom will the Lord say, 'Yours is the kingdom of heaven'? It is yours, if you will it—you who have set your purpose toward God.
你卻仍滯留在罪中,沉溺於享樂、消融其中麼?主要對誰說:「天國是你們的」呢?只要你們願意——你們這些已將心志轉向神的人,天國就是你們的。
1:911
ὑμῶν, ἐὰν ἐθελήσητε πιστεῦσαι μόνον καὶ τῇ συντομίᾳ τοῦ κηρύγματος ἕπεσθαι, ἧς ὑπακούσαντες οἱ Νινευῖται τῆς προσδοκηθείσης ἁλώσεως μετανοίᾳ γνησίῳ τὴν καλὴν ἀντικατηλλάξαντο σωτηρίαν
It is yours, if only you are willing to believe and to follow the brevity of the proclamation; obeying which the Ninevites, by genuine repentance, exchanged the expected destruction for the good gift of salvation.
只要你們願意相信,並跟隨那簡短的宣告,天國就是你們的;尼尼微人正是聽從了這宣告,藉真誠的悔改,將原本料想的毀滅換成了美好的拯救。
1:912
Πῶς οὖν ἀνέλθω, φησίν, εἰς οὐρανούς; Ὁδός ἐστιν ὁ κύριος, στενὴ μέν, ἀλλ' ἐξ οὐρανῶν, στενὴ μέν, ἀλλ' εἰς οὐρανοὺς ἀναπέμπουσα·
'How then shall I ascend into the heavens?' you ask. The Lord is the way—narrow indeed, yet from the heavens; narrow indeed, yet leading up into the heavens;
你問說:「那麼我要怎樣升入諸天呢?」主就是那道路——的確狹窄,卻是出於諸天的;的確狹窄,卻引領人上升入諸天的;
1:913
στενὴ ἐπὶ γῆς ὑπερορωμένη, .. πλατεῖα ἐν οὐρανοῖς προσκυνουμένη
narrow and despised on earth, but broad and adored in the heavens.
在地上是狹窄而被人輕看的,在諸天裏卻是寬廣而受人敬拜的。
1:914
Εἶθ' ὁ μὲν ἄπυστος τοῦ λόγου συγγνώμην τῆς πλάνης ἔχει τὴν ἄγνοιαν, ὁ δὲ εἰς ὦτα βαλόμενος καὶ τῇ ψυχῇ <παρακούσας> παρὰ τῆς γνώμης φέρει τὴν ἀπείθειαν, καὶ ὅσῳ γε φρονιμώτερος εἶναι δόξει, πρὸς κακοῦ ἡ σύνεσις αὐτῷ, ὅτι τῇ φρονήσει κέχρηται κατηγόρῳ τὸ βέλτιστον οὐχ ἑλόμενος·
Now he who has never heard the Word has ignorance as an excuse for his error; but he who has let it fall into his ears, yet has refused to heed it in his soul, draws disobedience upon himself by his own judgment; and the more intelligent he seems to be, the more his understanding works to his harm, since he has used his wisdom as an accuser, not having chosen the best.
從未聽過這道的人,可以無知作為他錯謬的藉口;但那已讓道入耳、心裏卻不肯聽從的人,便因自己的決斷招致悖逆;他越顯得聰明,他的悟性反越成了他的禍害,因為他既未揀選那上好的,就以自己的智慧作了控告自己的證人。
1:915
πέφυκε .. γὰρ ὡς ἄνθρωπος οἰκείως ἔχειν πρὸς θεόν
For man is by nature so constituted as to have an affinity with God.
因為人按其本性,原是與神相親的。
1:916
Ὥσπερ οὖν τὸν ἵππον ἀροῦν οὐ βιαζόμεθα οὐδὲ τὸν ταῦρον κυνηγετεῖν, πρὸς ὃ πέφυκε δὲ ἕκαστον τῶν ζῴων περιέλκομεν, οὕτως ἀμέλει καὶ τὸν ἄνθρωπον ἐπὶ τὴν οὐρανοῦ γενόμενον θέαν, φυτὸν οὐράνιον ὡς ἀληθῶς, ἐπὶ τὴν γνῶσιν παρακαλοῦμεν τοῦ θεοῦ, τὸ οἰκεῖον αὐτοῦ καὶ ἐξαίρετον καὶ ἰδιωματικὸν παρὰ τὰ ἄλλα ζῷα κατειλημμένοι, αὔταρκες ἐφόδιον αἰώνων, θεοσέ .. βειαν, παρασκευάζεσθαι συμβουλεύοντες
Just as we do not force the horse to plow nor the bull to hunt, but lead each of the animals to that for which it is by nature fitted, so assuredly we call man—who was made for the contemplation of heaven, a truly heavenly plant—to the knowledge of God; having grasped what is proper and distinctive and peculiar to him beyond the other animals, we counsel him to provide himself with godliness, a self-sufficient provision for the ages.
正如我們不強逼馬去耕田,也不逼牛去打獵,乃是引導每一種動物去做牠天性所適合的事;照樣,我們也確實呼召那為仰觀諸天而造、實在是屬天之栽種的人,去認識神。我們既看出人有那超乎別的動物、專屬於他、獨特而本有的特質,便勸他為自己預備敬虔,作那直到永世、自足的資糧。
1:917
Γεώργει, φαμέν, εἰ γεωργὸς εἶ, ἀλλὰ γνῶθι τὸν θεὸν γεωργῶν, καὶ πλεῖθι ὁ τῆς ναυτιλίας ἐρῶν, ἀλλὰ τὸν οὐράνιον κυβερνήτην παρα καλῶν·
'Till the soil,' we say, 'if you are a farmer—but know God as you farm; sail the sea, you who love seafaring—but call upon the heavenly Pilot;
我們說:「你若是農夫,就耕你的田吧——但要在耕作時認識神;你既愛航海,就出海航行吧——但要呼求那屬天的舵手;
1:918
στρατευόμενόν σε κατείληφεν ἡ γνῶσις·
knowledge has overtaken you while you served as a soldier;
你正在當兵服役之時,這知識已臨到你;
1:919
τοῦ δίκαια σημαίνοντος ἄκουε στρατηγοῦ
listen to the Commander who points out what is just.
你當聽從那位指示公義之事的元帥。」
1:920
Καθάπερ οὖν κάρῳ καὶ μέθῃ βεβαρημένοι ἀνανήψατε καὶ διαβλέψαντες ὀλίγον ἐννοήθητε, τί θέλουσιν ὑμῖν οἱ προσκυνούμενοι λίθοι καὶἃ περὶ τὴν ὕλην κενοσπούδως δαπανᾶτε·
Therefore, as those weighed down by stupor and drunkenness, sober up and, having looked about a little, consider what the stones you worship wish for you, and what you so vainly squander upon mere matter;
所以,你們要像那被昏睡與醉酒所壓制的人一樣醒過來,稍微睜眼環顧,思想你們所敬拜的石頭究竟能為你們作甚麼,並你們在物質上所枉費虛擲的是何等之多;
1:921
εἰς ἄγνοιαν [καὶ] τὰ χρήματα καὶ τὸν βίον ὡς τὸ ζῆν ὑμῶν εἰς θάνατον καταναλίσκετε, τοῦτο μόνον τῆς ματαίας ὑμῶν ἐλπίδος εὑρόμενοι τὸ πέρας, οὐδὲ αὑτοὺς οἷοί τε ὄντες οἰκτεῖραι, ἀλλ' οὐδὲ τοῖς κατελεῶσιν ὑμᾶς τῆς πλάνης ἐπιτήδειοι πείθεσθαι γίνεσθε, συνηθείᾳ κακῇ δεδου λωμένοι, ἧς ἀπηρτημένοι αὐθαίρετοι μέχρι τῆς ἐσχάτης .. ἀναπνοῆς εἰς ἀπώλειαν ὑποφέρεσθε·
you consume your wealth and your life upon ignorance, even as you spend your living for death, finding this alone to be the end of your vain hope—being unable even to pity yourselves, nor yet fit to be persuaded by those who pity you in your error; enslaved to evil custom, clinging to it of your own accord until your very last breath, you are carried down to destruction.
你們將錢財與生命都耗在無知上,正如你們將活命都花費在死亡上,所得的不過是這虛妄盼望的結局而已——你們既不能憐惜自己,也不肯被那些憐憫你們錯謬的人所勸服;你們作了惡習的奴隸,甘心緊附其上,直到最後一口氣,被帶往滅亡。
1:922
ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο·
Wipe away the hindrances to salvation—both vainglory and wealth and fear—and exclaim that well-known line of the poet:
你們當拭去那些攔阻拯救的事——虛榮、財富、與懼怕,並要喊出詩人那句名言:
1:923
πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; Πῇ δὲ καὶ αὐτὸς πλάζομαι; .. Οὐ βούλεσθε οὖν τὰς φαντασίας ταύτας κενὰς ἀπορρί ψαντες τῇ συνηθείᾳ αὐτῇ ἀποτάξασθαι, κενοδοξίᾳ ἐπιλέ γοντες·
'Whither shall I bear all these great riches? And whither do I myself go wandering?' Will you not, then, cast away these empty fancies and bid farewell to custom itself, saying to vainglory:
「我要把這許多財寶帶往何處?我自己又要漂泊到哪裏去呢?」你們豈不願拋棄這些空虛的幻想,向習俗本身道別,對那虛榮說:
1:924
ψευδεῖς ὄνειροι χαίρετ', οὐδὲν ἦτ' ἄρα; .. Τί γὰρ ἡγεῖσθε, ὦ ἄνθρωποι, τὸν Τύχωνα Ἑρμῆν καὶ τὸν Ἀνδοκίδου καὶ τὸν Ἀμύητον;Ἦ παντί τῳ δῆλονὅτι λίθους, ὥσπερ καὶ τὸν Ἑρμῆν
'Farewell, you false dreams; you were nothing after all!' For what do you suppose, O men, the Tychon-Hermes to be, and the Hermes of Andocides, and the Uninitiated one? Is it not plain to everyone that they are stones, just like the Hermes itself?
「虛假的夢啊,去吧;原來你們本是虛無!」人哪,你們究竟把那「堤孔的赫耳墨斯」、安多基德斯的赫耳墨斯、以及那「未受啟者」當作甚麼呢?這豈不向人人都顯明,它們不過是石頭,正如那赫耳墨斯本身一樣麼?
1:925
Ὡς δὲ οὐκ ἔστι θεὸς ἡ ἅλως καὶ ὡς οὐκ ἔστι θεὸς ἡ ἶρις, ἀλλὰ πάθη ἀέρων καὶ νεφῶν, καὶ ὃν τρόπον οὐκ ἔστιν ἡμέρα θεός, οὐδὲ μὴν οὐδὲ ἐνιαυτὸς οὐδὲ χρόνος ὁ ἐκ τούτων συμπληρούμενος, οὕτως οὐδὲ ἥλιος οὐδὲ σελήνη, οἷς ἕκαστον τῶν προειρημένων .. διορίζεται
Now, just as the halo is not a god, and the rainbow is not a god, but mere affections of air and clouds; and just as a day is not a god, nor indeed a year nor the time made up of these; so neither is the sun nor the moon a god, by which each of the things just mentioned is marked off.
正如日暈不是神,虹也不是神,二者不過是空氣與雲彩的現象;又正如白晝不是神,年歲也不是神,由這些所構成的時間也不是神;照樣,太陽與月亮也都不是神,雖然前述的一切都是藉著它們來劃分的。
1:926
Τίς ἂν οὖν τὴν εὔθυναν καὶ τὴν κόλασιν καὶ τὴν δίκην καὶ τὴν νέμεσιν εὖ φρονῶν ὑπολάβοι θεούς; Οὐδὲ γὰρ οὐδ' ἐρινῦς οὐδὲ μοῖραι οὐδὲ εἱμαρμένη, ἐπεὶ μηδὲ πολιτεία μηδὲ δόξα μηδὲ πλοῦτος θεοί, ὃν καὶ ζωγράφοι τυφλὸν .. ἐπιδεικνύουσιν·
Who, then, in his right mind would take Requital, and Punishment, and Justice, and Nemesis to be gods? For neither are the Furies gods, nor the Fates, nor Destiny, since neither Polity nor Repute nor Wealth are gods—the last of which even painters portray as blind;
那麼,凡頭腦清醒的,誰會把「報應」、「刑罰」、「公義」與「報復女神」當作神呢?因為「復仇女神」不是神,「命運三女神」不是神,「定數」也不是神;既然「邦國」、「名聲」、「財富」都不是神——而最後這「財富」連畫家都把它描繪成瞎眼的;
1:927
εἰ δὲ αἰδῶ καὶ ἔρωτα καὶ ἀφροδίτην ἐκθειάζετε, ἀκολουθούντων αὐτοῖς αἰσχύνη καὶ ὁρμὴ καὶ κάλλος καὶ συνουσία
but if you deify Modesty and Love and Aphrodite, then let Shame and Impulse and Beauty and Intercourse follow them as well.
你們若把「羞恥」、「愛慾」與「阿芙羅狄忒」奉為神明,那麼「羞愧」、「衝動」、「美貌」與「交合」也都該隨之列入神明了。
1:928
Οὔκουν ἔτ' ἂν εἰκότως ὕπνος καὶ θάνατος θεὼ διδυμάονε παρ' ὑμῖν νομίζοιντο, πάθη ταῦτα περὶ τὰ ζῷα συμβαίνοντα φυσικῶς·
Surely, then, Sleep and Death would no longer be reasonably reckoned among you as twin gods, these being affections that naturally befall living creatures;
如此,「睡眠」與「死亡」這對攣生神祇,便不該再被你們合理地當作神了,因為這些不過是活物所自然遭遇的現象;
1:929
οὐδὲ μὴν κῆρα οὐδὲ .. εἱμαρμένην οὐδὲ μοίρας θεὰς ἐνδίκως ἐρεῖτε
nor will you justly call Doom, nor Destiny, nor the Fates, goddesses.
你們也不能公正地稱「劫數」、「定數」或「命運女神」為女神。
1:930
Εἰ δὲ ἔρις καὶ μάχη οὐ θεοί, οὐδὲ Ἄρης οὐδὲ Ἐνυώ
And if Strife and Battle are not gods, then neither is Ares nor Enyo.
「爭競」與「戰鬥」若不是神,那麼「阿瑞斯」與「厄倪俄」也都不是神。
1:931
Ἔτι τε <εἰ> αἱ ἀστραπαὶ καὶ οἱ κεραυνοὶ καὶ οἱ ὄμβροι οὐ θεοί, πῶς τὸ πῦρ καὶ τὸ ὕδωρ θεοί; Πῶς δὲ καὶ οἱ διᾴσσοντες καὶ οἱ κομῆται διὰ πάθος ἀέρος γεγενημένοι;Ὁ δὲ τὴν τύχην θεὸν λέγων καὶ τὴν πρᾶξιν λεγέτω θεόν
Furthermore, if lightnings and thunderbolts and rainstorms are not gods, how can fire and water be gods? And how are shooting stars and comets, which come into being through an affection of the air? And let him who calls Fortune a god call Action a god too.
再者,閃電、雷霆、暴雨既不是神,火與水又怎能是神呢?流星與彗星,既都是因空氣的變化而生,又怎會是神呢?那稱「機運」為神的,也大可把「行動」也稱為神了。
1:932
Εἰ δὴ οὖν τούτων οὐδὲ ἓν θεὸς εἶναι νομίζεται οὐδὲ μὴν ἐκείνων τῶν χειροκμήτων καὶ ἀναισθήτων πλασμάτων, πρόνοια δέ τις περὶ ἡμᾶς καταφαίνεται δυνάμεως θεϊκῆς, λείπεται οὐδὲν ἄλλο ἢ τοῦτο ὁμολογεῖν, ὅτι ἄρα ὄντως μόνος ἔστι τε καὶ ὑφέστηκεν ὁ μόνος ὄντως ὑπάρχων θεός
If, then, not one of these is reckoned to be a god, nor indeed any of those handmade and senseless figures, while a certain providence of divine power over us is plainly manifest, nothing else remains but to confess this: that there truly is, and subsists, the one and only truly existing God.
既然這些之中沒有一個被當作神,那些人手所造、毫無知覺的偶像也不是神,而一種神聖能力對我們的眷顧卻顯然可見,那麼除了承認這一點外,再無別途:的確有那獨一、真正存在、自有永有的神。
1:933
Ἀλλὰ γὰρ μανδραγόρανἤ τι ἄλλο φάρμακον πεπωκόσιν ἀνθρώποις .. ἐοίκατε οἱ ἀνόητοι·
But indeed you senseless ones are like men who have drunk mandrake or some other drug;
然而你們這些愚昧人,實在像那喝了曼陀羅或別種麻藥的人;
1:934
θεὸς δὲ ὑμῖν ἀνανῆψαι δοίη ποτὲ τοῦδε τοῦ ὕπνου καὶ συνιέναι θεὸν μηδὲ χρυσὸν ἢ λίθον ἢ δένδρον ἢ πρᾶξιν ἢ πάθος ἢ νόσον ἢ φόβον ἰνδάλλεσθαι ὡς θεόν
may God grant that you may one day sober up out of this sleep, and understand God, and no longer imagine gold or stone or tree, or action or passion or sickness or fear, to be God.
願神使你們有一天從這沉睡中醒過來,明白神,不再把金子、石頭、樹木、行為、情慾、疾病或懼怕,幻想成神。
1:935
Τρὶς γὰρ μύριοί εἰσιν ὡς ἀληθῶς ἐπὶ χθονὶ πουλυβοτείρῃ δαίμονες οὐκ ἀθάνατοι οὐδὲ μὴν θνητοί ( οὐδὲ γὰρ αἰσθήσεως, ἵνα καὶ θανάτου, μετειλήφασιν), λίθινοι δὲ καὶ ξύλινοι δεσπόται ἀνθρώπων, ὑβρίζοντες καὶ παρασπον .. δοῦντες τὸν βίον διὰ τῆς συνηθείας
For 'thrice ten thousand are they truly, upon the bounteous earth,' demons neither immortal nor yet mortal (for they have no share in sensation, and so none in death either), but stone and wooden masters of men, who by means of custom outrage life and trample upon its sacred bonds.
因為「在這豐饒的大地上,它們的數目實在有三萬之多」——這些鬼魔既非不死,也非會死(因為它們既無知覺,也就無從談死),不過是人用石頭木頭造成的主子;它們藉著習俗凌辱人的生命,並踐踏其神聖的約束。
1:936
Ἡ γῆ δὲ τοῦ κυρίου, φησί, καὶ τὸ πλήρωμα αὐτῆς·
'The earth is the Lord's,' it says, 'and the fullness thereof.'
經上說:「地和其中所充滿的,都屬於主。」
1:937
εἶτα τί τολμᾷς ἐν τοῖς τοῦ κυρίου τρυφῶν ἀγνοεῖν τὸν δεσπότην; Κατάλειπε τὴν γῆν τὴν ἐμήν, ἐρεῖ σοι ὁ κύριος, μὴ θίγῃς τοῦ ὕδατος ὃ ἐγὼ ἀναδίδωμι, τῶν καρπῶν ὧν ἐγὼ γεωργῶ, μὴ μεταλάμβανε·
Then how do you dare to luxuriate in what belongs to the Lord, yet be ignorant of the Master? 'Leave My land,' the Lord will say to you, 'touch not the water that I give forth, partake not of the fruits that I cultivate;
那麼你怎敢在屬主之物中縱情享樂,卻不認識那位主呢?主要對你說:「離開我的地;不可摸我所湧出的水,不可分嘗我所栽種的果子;
1:938
ἀπόδος, ἄνθρωπε, τὰ τροφεῖα τῷ θεῷ·
render back, O man, the nurture you owe to God;
人哪,當把你所欠神的養育之恩償還祂;
1:939
ἐπίγνωθί σου τὸν δεσπότην·
acknowledge your Master;
認識你的主;
1:940
ἴδιον εἶ πλάσμα τοῦ θεοῦ·
you are a peculiar creature of God.
你是神特殊的造物。」
1:941
τὸ δὲ οἰκεῖον αὐτοῦ πῶς ἂν ἐνδίκως ἀλλότριον γένοιτο; Τὸ γὰρ ἀπηλλοτριωμένον .. στερόμενον τῆς οἰκειότητος στέρεται τῆς ἀληθείας
But how could what belongs to Him justly become alien? For that which is estranged, being deprived of its proper relation, is deprived of the truth.
然而,那本屬於祂的,怎能公正地變成外人呢?因為凡被疏離的,既失去了本有的親屬關係,也就失去了真理。
1:942
Ἦ γὰρ οὐχ ᾗ Νιόβη τρόπον τινά, μᾶλλον δὲ ἵνα μυστικώτερον πρὸς ὑμᾶς ἀποφθέγξωμαι, γυναικὸς τῆς Ἑβραίας δίκην ( Λὼτ ἐκάλουν αὐτὴν οἱ παλαιοὶ) εἰς ἀναισθησίαν μετατρέπεσθε; Λελιθωμένην ταύτην παρειλήφαμεν τὴν γυναῖκα διὰ τὸ Σοδόμων ἐρᾶν·
For do you not in a sense turn to insensibility like Niobe—or rather, to speak to you more mystically, after the manner of that Hebrew woman (the ancients called her Lot's wife)? We have received the tradition that this woman was turned to stone for her love of Sodom.
你們豈不是某種意義上像尼俄柏一樣,變得麻木無感麼——或者,向你們說得更隱奧些,像那希伯來的婦人(古人稱她為羅得的妻子)一樣麼?我們所領受的傳統說,這婦人因眷戀所多瑪而變成了石頭。
1:943
Σοδομῖται δὲ οἱ ἄθεοι καὶ οἱ πρὸς τὴν ἀσέβειαν ἐπιστρεφόμενοι σκληροκάρδιοί τε καὶ ἠλίθιοι
And the Sodomites are the godless, and those who turn toward impiety, the hard-hearted and the foolish.
所多瑪人就是那些不敬虔的、轉向不虔的、心地剛硬而愚昧的人。
1:944
Ταύτας οἴου θεόθεν ἐπιλέγεσθαί σοι τὰς φωνάς·
Consider that these utterances are spoken to you from God;
你當思想,這些話乃是神向你說的;
1:945
μὴ γὰρ οἴου λίθους μὲν εἶναι ἱερὰ καὶ ξύλα καὶ ὄρνεα καὶ ὄφεις, ἀνθρώπους δὲ μή·
do not suppose that stones and wood and birds and serpents are sacred, but men are not;
不要以為石頭、木頭、飛鳥與蛇是聖的,人卻不是;
1:946
πολὺ δὲ τοὐναντίον ἱεροὺς μὲν ὄντως τοὺς ἀνθρώπους ὑπολαμβάνετε, τὰ δὲ θηρία καὶ τοὺς .. λίθους ὅπερ εἰσίν
but quite the contrary—reckon men to be the ones truly sacred, and the beasts and stones to be just what they are.
倒要正相反——當把人看作真正神聖的,而把走獸與石頭看作它們本來的樣子。
1:947
φιλανθρώπως κατηχοῦντα ἀποσφάττειν ἀπανθρώπως ἐπιχειροῦσιν, ἐπὶ τὴν δικαιοσύνην καλοῦντα, οὔτε τὴν χάριν τὴν ἄνωθεν ἀπεκδεχόμενοι οὔτε τὴν κόλασιν ἐκτρεπόμενοι
They set about inhumanly to butcher the one who instructs them with love of mankind, who calls them to righteousness—neither awaiting the grace from above nor turning aside from the punishment to come.
他們竟存著沒有人性的心,要殺害那以仁愛之心教導他們、呼召他們歸向公義的人——既不等候那從上頭來的恩典,也不躲避那將要來的刑罰。
1:948
Οὐ γὰρ πιστεύουσι τῷ θεῷ οὐδὲ ἐκμανθάνουσι τὴν δύναμιν αὐτοῦ
For they do not believe God, nor do they learn His power.
因為他們不信神,也不肯認識祂的大能。
1:949
Οὗ δὲ ἄρρητος ἡ φιλανθρωπία, τούτου ἀχώρητος ἡ μισοπονηρία
But He whose love of mankind is unspeakable—His hatred of evil is unbounded.
然而那位仁愛無可言喻的主——祂憎惡邪惡也是無可限量的。
1:950
Τρέφει δὲ ὁ μὲν θυμὸς τὴν κόλασιν ἐπὶ ἁμαρτίᾳ, εὖ ποιεῖ δὲ ἐπὶ μετανοίᾳ ἡ φιλανθρωπία
His wrath nourishes punishment upon sin, but His love of mankind does good upon repentance.
祂的烈怒以刑罰對待罪惡,祂的仁愛卻以恩待對待悔改。
1:951
Οἰκτρότατον δὲ .. τὸ στέρεσθαι τῆς παρὰ τοῦ θεοῦ ἐπικουρίας
And the most pitiable thing of all is to be deprived of the help that comes from God.
最可憐的事,莫過於被剝奪了那從神而來的幫助。
1:952
Ὀμμάτων μὲν οὖν ἡ πήρωσις καὶ τῆς ἀκοῆς ἡ κώφωσις ἀλγεινοτέρα παρὰ τὰς λοιπὰς τοῦ πονηροῦ πλεονεξίας·
Now the blinding of the eyes and the deafening of the hearing are more grievous than the rest of the wicked one's encroachments;
眼目的失明與聽覺的失聰,比那惡者其餘的侵害更為痛苦;
1:953
ἣ μὲν γὰρ αὐτῶν ἀφῄρηται τῆς οὐρανίου προσόψεως,ἣ δὲ τῆς θείας μαθήσεως ἐστέρηται
for the one has been robbed of the heavenly vision, and the other deprived of divine instruction.
因為前者被奪去了屬天的景象,後者被剝奪了神聖的教導。
1:954
Ὑμεῖς δὲ πρὸς τὴν ἀλήθειαν ἀνάπηροι καὶ τυφλοὶ μὲν τὸν νοῦν, κωφοὶ δὲ τὴν σύνεσιν ὄντες οὐκ ἀλγεῖτε, οὐκ ἀγανακτεῖτε, οὐ τὸν οὐρανὸν ἰδεῖν καὶ τὸν τοῦ οὐρανοῦ ποιητὴν ἐπεθυμήσατε, οὐδὲ τὸν τῶν πάντων δημιουργὸν καὶ πατέρα ἀκοῦσαι καὶ μαθεῖν ἐξεζητήσατε, τὴν προαίρεσιν τῇ .. σωτηρίᾳ συνάψαντες·
But you, being maimed toward the truth—blind in mind and deaf in understanding—do not grieve, do not chafe; you have not longed to see heaven and the Maker of heaven, nor have you sought to hear and to learn of the Creator and Father of all things, joining your purpose to salvation;
你們既向著真理成了殘廢——心思瞎眼、悟性失聰——卻不傷痛,也不憤激;你們既沒有渴望仰望諸天和那造天的主,也沒有尋求聆聽並認識那位萬有的創造者與父,將你們的心志與拯救聯結;
1:955
ἐμποδὼν γὰρ ἵσταται οὐδὲν τῷ σπεύδοντι πρὸς γνῶσιν θεοῦ, οὐκ ἀπαιδευσία, οὐ πενία, οὐκ ἀδοξία, οὐκ ἀκτημοσύνη·
for nothing stands in the way of one who presses on to the knowledge of God—not lack of education, not poverty, not obscurity, not want of possessions;
因為對於那竭力追求認識神的人,沒有甚麼能攔阻他——既非沒有學問,也非貧窮、卑微,或一無所有;
1:956
οὐδέ τις τὴν ὄντως ἀληθῆ σοφίαν χαλκῷ δῃώσας μεταλλάξαι εὔχεται οὐδὲ σιδήρῳ·
nor does anyone pray to barter away the truly true wisdom for bronze or iron;
也沒有人會祈求用銅或鐵去換取那真正真實的智慧;
1:957
εὖ γάρ τοι παντὸς μᾶλλον τοῦτο εἴρηται·
for this, above all else, has been well said:
因為這句話勝過一切,說得實在好:
1:958
ὁ χρηστός ἐστι πανταχοῦ σωτήριος·
the good man is everywhere a bringer of salvation;
良善的人無論在何處,都是帶來拯救的;
1:959
ὁ γὰρ τοῦ δικαίου ζηλωτής, ὡς ἂν τοῦ ἀνενδεοῦς ἐραστής, ὀλιγοδεής, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν αὐτῷ [ καὶ] τῷ θεῷ τὸ μακάριον θησαυρίσας, ἔνθα οὐ σής, οὐ λῃστής, οὐ πειρατής, .. ἀλλ' ὁ τῶν ἀγαθῶν ἀίδιος δοτήρ
for the zealot for righteousness, being a lover of the One who lacks nothing, has few needs, having laid up his blessedness in nothing other than in God Himself—where there is no moth, no robber, no pirate, but the eternal Giver of good things.
因為那熱愛公義的人,既愛慕那一無所缺的主,自己便所需甚少;他將自己的福分存放在別無他處、惟在神自己那裏——那裏沒有蛀蟲,沒有盜賊,沒有海寇,惟有那永遠賞賜美善之物的主。
1:960
Ἄρα οὖν εἰκότως ὡμοίωσθε τοῖς ὄφεσιν ἐκείνοις, οἷς τὰ ὦτα πρὸς τοὺς κατεπᾴδοντας ἀποκέκλεισται
Truly, then, you have been fittingly likened to those serpents whose ears are stopped against the charmers.
如此說來,你們實在恰如那些塞住耳朵、不聽弄蛇者的蛇了。
1:961
Θυμὸς γὰρ αὐτοῖς, φησὶν ἡ γραφή, κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνῆς ἐπᾳδόντων. .. Ἀλλ' ὑμεῖς γε κατεπᾴσθητε τὴν ἀγριότητα καὶ παρα δέξασθε τὸν ἥμερον καὶ ἡμέτερον λόγον καὶ τὸν ἰὸν ἀποπτύσατε τὸν δηλητήριον, ὅπως ὅτι μάλιστα ὑμῖν τὴν φθοράν, ὡς ἐκείνοις τὸ γῆρας, ἀποδύσασθαι δοθῇ
'For their fury,' says the Scripture, 'is after the likeness of the serpent, like the deaf asp that stops her ears, which will not hearken to the voice of the charmers.' But do you allow your savagery to be charmed away, and receive our gentle and kindly Word, and spit out the deadly venom, so that, as far as possible, it may be granted you to put off corruption, as the serpents put off their old age.
經上說:「他們的烈怒好像蛇的烈怒,又像塞耳的聾虺,不肯聽行法術者的聲音。」但願你們讓自己的兇暴被誦咒馴服,領受我們這溫柔親切的道,吐出那致命的毒液,好使你們盡可能地得以脫去敗壞,正如蛇脫去牠的老皮一樣。
1:962
Ἀκούσατέ μου καὶ μὴ τὰ ὦτα ἀποβύσητε μηδὲ τὰς ἀκοὰς ἀποφράξητε, .. ἀλλ' εἰς νοῦν βάλεσθε τὰ λεγόμενα
Hear me, and do not stop your ears nor block your hearing, but lay up in your mind the things spoken.
你們要聽我,不要塞住耳朵,也不要堵住聽覺,倒要把所說的話存放在心思裏。
1:963
Καλόν ἐστι τὸ φάρμακον τῆς ἀθανασίας·
Excellent is the medicine of immortality.
這不死的良藥何等美好。
1:964
στήσατέ ποτε τοὺς ὁλκοὺς τοὺς ἑρπηστικούς
Halt at last your serpentine crawlings.
你們總要止住那如蛇般爬行的舉動。
1:965
Οἱ γὰρ ἐχθροὶ κυρίου χοῦν λείξουσι, φησίν [ ἡ γραφὴ λέγει]·
'For the enemies of the Lord shall lick the dust,' says the Scripture;
經上說:「因為主的仇敵必舐塵土。」
1:966
ἀνανεύσατε τῆς γῆς εἰς αἰθέρα, ἀναβλέψατε εἰς οὐρανόν, θαυμάσατε, παύσασθε καραδοκοῦντες τῶν δικαίων τὴν πτέρναν καὶ τὴν ὁδὸν τῆς ἀληθείας ἐμποδίζοντες·
lift up your heads from the earth into the upper air, look up to heaven, marvel, and cease lying in wait for the heel of the righteous and hindering the way of the truth;
你們當從地上抬起頭來,望向高天,仰觀諸天,發出驚歎,不再窺伺義人的腳跟,攔阻真理的道路;
1:967
φρόνιμοι γένεσθε καὶ ἀβλαβεῖς·
become prudent and harmless;
你們要作機巧而無害的人;
1:968
τάχα που ὁ κύριος ἁπλότητος ὑμῖν δωρήσεται πτερόν ( πτερῶσαι προῄρηται τοὺς γηγενεῖς), ἵνα δὴ τοὺς χηραμοὺς καταλίποντες οἰκήσητε τοὺς οὐρανούς
perhaps the Lord will grant you the wing of simplicity (for He has purposed to give wings to the earth-born), that you may forsake your dens and dwell in the heavens.
或者主要賜給你們純樸的翅膀(因為祂已定意要使這些出於塵土的得著翅膀),使你們離棄洞穴,得以居住在諸天之上。
1:969
Μόνον ἐξ ὅλης καρδίας μετανοήσωμεν, ὡς ὅλῃ καρδίᾳ .. δυνηθῆναι χωρῆσαι τὸν θεόν
Only let us repent with our whole heart, so that we may be able with our whole heart to contain God.
我們只要全心悔改,好使我們能全心容納神。
1:970
Ἐλπίσατε ἐπ' αὐτόν, φησί, .. πᾶσα συναγωγὴ λαοῦ, ἐκχέετε ἐνώπιον αὐτοῦ πάσας τὰς καρδίας ὑμῶν. Πρὸς τοὺς κενοὺς τῆς πονηρίας λέγει·
'Hope in Him,' it says, 'all you congregation of the people; pour out before Him all your hearts.' He speaks to those emptied of wickedness;
經上說:「眾民哪,你們要時時倚靠祂,在祂面前傾心吐意。」這是對那些已倒空邪惡的人說的;
1:971
ἐλεεῖ καὶ δικαιοσύνης πληροῖ·
He has mercy and fills with righteousness;
祂施憐憫,並用公義充滿人;
1:972
πίστευσον, ἄνθρωπε, ἀνθ ρώπῳ καὶ θεῷ·
believe, O man, in Him who is both man and God;
人哪,你當信那位既是人又是神的主;
1:973
πίστευσον, ἄνθρωπε, τῷ παθόντι καὶ .. προσκυνουμένῳ, θεῷ ζῶντι πιστεύσατε οἱ δοῦλοι τῷ νεκρῷ·
believe, O man, in Him who suffered and is worshiped; you slaves, believe in the living God who died;
人哪,你當信那位受苦而又受敬拜的主;你們作奴僕的,當信那位曾經死了的永活之神;
1:974
πάντες ἄνθρωποι πιστεύσατε μόνῳ τῷ πάντων ἀνθρώπων θεῷ·
all men, believe in the only God of all men;
萬人哪,你們都當信那位獨一、萬人之神;
1:975
πιστεύσατε καὶ μισθὸν λάβετε σωτηρίαν·
believe, and receive salvation as your reward;
你們當信,並以拯救為賞賜領受;
1:976
ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.Ὁ ἐκζητῶν τὸν θεὸν τὴν ἰδίαν πολυπραγμονεῖ σωτηρίαν·
seek out God, and your soul shall live. He who seeks out God is busy about his own salvation;
你們要尋求神,你們的魂就必活著。尋求神的人,乃是在經營自己的拯救;
1:977
εὗρες τὸν θεόν, ἔχεις τὴν ζωήν
you have found God; you have life.
你已尋見了神,你便有了生命。
1:978
Ζητήσωμεν οὖν, ἵνα καὶ ζήσωμεν
Let us seek, then, that we may also live.
那麼,我們當尋求,好使我們也得以存活。
1:979
Ὁ μισθὸς τῆς εὑρέ σεως ζωὴ παρὰ θεῷ
The reward of the finding is life with God.
尋見的賞賜,就是與神同在的生命。
1:980
Ἀγαλλιάσθωσαν καὶ εὐφρανθή τωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ θεός. Καλὸς ὕμνος τοῦ θεοῦ ἀθάνατος ἄνθρωπος, δικαιοσύνῃ οἰκοδομούμενος, ἐν ᾧ τὰ λόγια τῆς ἀληθείας ἐγκεχάρακται
'Let all who seek You be glad and rejoice in You, and let them say continually, Let God be magnified.' A beautiful, immortal hymn of God is the man built up in righteousness, in whom the oracles of the truth are engraved.
「願凡尋求你的,都因你歡喜快樂,願他們常說:願神被尊為大。」那因公義被建造、其中銘刻著真理諭言的人,便是讚美神的一首美麗而不朽的詩歌。
1:981
τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν·
...that those who have turned to any pursuit whatever of life should regard that same wisdom as the calm harbor of salvation;
……使凡轉向人生中任何一種營生的人,都把這同一智慧看作拯救那無風無浪的港口;
1:982
δι' ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ προσδεδρα μηκότες, ἀγαθοὶ δὲ γονεῦσιν υἱοὶ οἱ τὸν υἱὸν νενοηκότες, ἀγαθοὶ δὲ ἄνδρες γυναικῶν οἱ μεμνημένοι τοῦ νυμφίου, ἀγαθοὶ δὲ οἰκετῶν δεσπόται οἱ τῆς ἐσχάτης δουλείας λελυτρωμένοι
through whom good fathers of children are those who have run to the Father, and good sons to their parents are those who have understood the Son, and good husbands to their wives are those who remember the Bridegroom, and good masters to their servants are those who have been ransomed from the uttermost slavery.
藉著這智慧,凡奔向那父的,便成了兒女的好父親;凡領悟那子的,便成了父母的好兒子;凡記念那新郎的,便成了妻子的好丈夫;凡從至深奴役中被贖出來的,便成了僕人的好主人。
1:983
Ὢ μακαριώτερα τῆς ἐν ἀνθρώποις πλάνης τὰ θηρία·
Oh, more blessed than the error among men are the beasts!
唉,比起人間的錯謬來,連走獸都更為有福!
1:984
ἐπινέμεται τὴν ἄγνοιαν, ὡς ὑμεῖς, οὐχ ὑποκρίνεται δὲ τὴν ἀλήθειαν·
They graze upon ignorance, as you do, yet they do not feign the truth;
牠們和你們一樣以無知為食,卻不假裝擁有真理;
1:985
οὐκ ἔστι παρ' αὐτοῖς κολάκων γένη, οὐ δεισιδαι μονοῦσιν ἰχθύες, οὐκ εἰδωλολατρεῖ τὰ ὄρνεα, ἕνα μόνον ἐκπλήττεται τὸν οὐρανόν, ἐπεὶ θεὸν νοῆσαι μὴ δύναται .. ἀπηξιωμένα τοῦ λόγου
there are no tribes of flatterers among them, the fishes are not superstitious, the birds do not worship idols; they marvel at one thing only—the heaven, since they cannot conceive God, being deemed unworthy of reason.
牠們中間沒有諂媚者的族類,魚不迷信,鳥不拜偶像;牠們只驚歎一件事——就是天,因為牠們既被視為不配有理性,就無法領會神。
1:986
Εἶτ' οὐκ αἰσχύνεσθε καὶ τῶν ἀλόγων σφᾶς αὐτοὺς ἀλογωτέρους πεποιηκότες, οἳ διὰ τοσούτων ἡλικιῶν ἐν ἀθεότητι κατατέτριφθε; Παῖδες γεγόνατε, εἶτα μειράκια, εἶτα ἔφηβοι, εἶτα ἄνδρες, χρηστοὶ .. δὲ οὐδέποτε
Are you not ashamed, then—you who have made yourselves more irrational than the irrational beasts, you who through so many ages have worn out your lives in godlessness? You became children, then youths, then young men, then men—but never good.
那麼,你們豈不羞愧麼——你們竟把自己弄得比無理性的走獸更無理性,經過如此漫長的歲月,把生命都耗在不敬虔之中?你們作過孩童,又成了少年,又成了青年,又成了成人——卻從未成為良善的人。
1:987
Κἂν τὸ γῆρας αἰδέσθητε, ἐπὶ δυσμαῖς τοῦ βίου γενόμενοι σωφρονήσατε, κἂν ἐπὶ τέλει τοῦ βίου τὸν θεὸν ἐπίγνωτε, ὡς δὴ τὸ τέλος ὑμῖν τοῦ βίου ἀρχὴν ἀναλάβοι σωτηρίας
Even now reverence your old age; come to your senses at the setting of life; even at life's end come to know God, that the end of your life may take up the beginning of salvation.
如今你們總要敬重你們的年老,在生命的日暮時分回轉醒悟;縱使到了人生的盡頭,也要認識神,好使你們生命的終點承接起拯救的起點。
1:988
Γηράσατε πρὸς δεισιδαιμονίαν, νέοι ἀφίκεσθε .. πρὸς θεοσέβειαν·
You grew old in superstition; come young to the worship of God;
你們在迷信中變老了;如今當以年輕之姿來到敬拜神的事上;
1:989
παῖδας ἀκάκους ἐγκρινεῖ θεός
God will reckon you among guileless children.
神必把你們算在那些無邪的孩子當中。
1:990
Ὁ μὲν οὖν Ἀθηναῖος τοῖς Σόλωνος ἑπέσθω νόμοις καὶ ὁ Ἀργεῖος τοῖς Φορωνέως καὶ ὁ Σπαρτιάτης τοῖς Λυκούργου, εἰ δὲ σεαυτὸν ἀναγράφεις τοῦ θεοῦ, οὐρανὸς μέν σοι ἡ πατρίς, .. ὁ δὲ θεὸς νομοθέτης
Let the Athenian, then, follow the laws of Solon, and the Argive those of Phoroneus, and the Spartan those of Lycurgus; but if you enroll yourself as God's, heaven is your fatherland, and God your Lawgiver.
那麼,讓雅典人去遵循梭倫的律法,亞各斯人去遵循福洛紐斯的律法,斯巴達人去遵循來古格士的律法吧;但你若把自己登記為屬神的人,諸天便是你的祖國,神便是你的立法者。
1:991
Τίνες δὲ καὶ οἱ νόμοι; Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ παιδοφθορήσεις, οὐ κλέψεις, οὐ ψευδο μαρτυρήσεις, ἀγαπήσεις κύριον τὸν θεόν σου. Εἰσὶ δὲ καὶ τούτων τὰ παραπληρώματα, λόγιοι νόμοι καὶ ἅγιοι λόγοι ἐν αὐταῖς ἐγγραφόμενοι ταῖς καρδίαις·
And what are these laws? 'You shall not kill; you shall not commit adultery; you shall not corrupt boys; you shall not steal; you shall not bear false witness; you shall love the Lord your God.' And there are also the fulfillments of these—eloquent laws and holy words inscribed in the very hearts:
這些律法是甚麼呢?「不可殺人;不可姦淫;不可玷污孩童;不可偷盜;不可作假見證;要愛主你的神。」此外還有這些律法的成全——就是那些銘刻在人心版上、滿有道理的律法與神聖的話:
1:992
ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καὶ τῷ τύπτοντί σε εἰς τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ οὐκ ἐπιθυμήσεις, ἐπιθυμίᾳ γὰρ μόνῃ μεμοίχευκας. .. Πόσῳ γοῦν ἄμεινον τοῖς ἀνθρώποις τοῦ τυγχάνειν τῶν ἐπιθυμιῶν ἀρχὴν μηδὲ ἐπιθυμεῖν ἐθέλειν ὧν μὴ δεῖ; Ἀλλ' ὑμεῖς μὲν τὸ αὐστηρὸν τῆς σωτηρίας ὑπομένειν οὐ καρτερεῖτε, καθάπερ δὲ τῶν σιτίων τοῖς γλυκέσιν ἡδόμεθα διὰ τὴν λειότητα τῆς ἡδονῆς προτιμῶντες, ἰᾶται δὲ ἡμᾶς καὶ ὑγιάζει τὰ πικρὰ τραχύνοντα τὴν αἴσθησιν, ἀλλὰ τοὺς ἀσθενεῖς τὸν στόμαχον ῥώννυσιν ἡ τῶν φαρμάκων αὐστηρία, οὕτως ἥδει μὲν καὶ γαργαλίζει ἡ συνήθεια, ἀλλ'ἣ μὲν εἰς τὸ βάραθρον ὠθεῖ, ἡ συνήθεια,ἣ δὲ εἰς οὐρανὸν ἀνάγει, ἡ ἀλήθεια, τραχεῖα μὲν τὸ πρῶτον, ἀλλ' ἀγαθὴ κουροτρό .. φος·
'You shall love your neighbor as yourself; and to the one who strikes you on the cheek, offer the other also; and you shall not covet, for by lust alone you have committed adultery.' How much better, then, is it for men, rather than attaining their desires, not even to wish to desire the things they ought not? But you cannot endure the austerity of salvation; just as we delight in the sweetness of food, preferring it for the smoothness of its pleasure, though the bitter things that roughen the sense heal and restore us to health, and the harshness of medicines strengthens the weak stomach—so too custom delights and tickles, but the one (custom) thrusts into the abyss, while the other (truth) leads up to heaven, harsh indeed at first, yet a good nurse of the young;
「要愛人如己;有人打你這邊的臉,連那邊的臉也轉過來由他打;你不可起貪心,因為單單動了情慾,你就已經犯了姦淫。」那麼,人與其滿足情慾,倒不如連那不該有的也不去動意起欲,這豈不更好得多麼?然而你們卻不能忍受拯救的嚴峻;正如我們愛吃甜美的食物,因其滋味滑潤而偏愛它,雖然那些刺激感官的苦味反能醫治並恢復我們的健康,藥物的苦澀也能強健虛弱的胃——照樣,習俗使人快活、撩人興味,但這一邊(習俗)把人推入深淵,那一邊(真理)卻引人上升入天,雖然起初艱澀,卻是養育幼者的良乳母;
1:993
καὶ σεμνὴ μὲν ἡ γυναικωνῖτις αὕτη, σώφρων δὲ ἡ γερουσία·
and stately is this women's chamber, and chaste this council of elders;
這真理的內室莊嚴端正,這真理的長老議會貞潔自守;
1:994
οὐδέ ἐστι δυσπρόσιτος οὐδὲ ἀδύνατος λαβεῖν, ἀλλ' ἔστιν ἐγγυτάτω ἔνοικος ἡμῶν, ᾗ φησιν αἰνιττόμενος ὁ πάνσοφος Μωυσῆς, τρισὶ τοῖς καθ' ἡμᾶς ἐνδιαιτωμένη .. μέρεσι, χερσὶ καὶ στόματι καὶ καρδίᾳ. Σύμβολον τοῦτο γνήσιον τρισὶ τοῖς πᾶσι συμπληρουμένης τῆς ἀληθείας, βουλῇ καὶ πράξει καὶ λόγῳ μηδὲ γὰρ τόδε δείμαινε, μή σε τὰ πολλὰ καὶ ἐπιτερπῆ φανταζόμενα ἀφέληται σοφίας·
and it is neither hard of access nor impossible to lay hold of, but it dwells very near as our indweller, as the all-wise Moses hints when he says that it has its habitation in the three parts that pertain to us—hands and mouth and heart. This is a genuine symbol of the truth, which is fulfilled in all three: in counsel and deed and word. Do not fear this either—that the many delightful things presented to your imagination might rob you of wisdom;
它既不難以接近,也非無法把握,倒是極其臨近,作我們裏面的居者,正如那滿有智慧的摩西隱約所指:它居住在與我們相關的三部分——手、口、與心。這是真理真確的表記,真理乃在這三者中得以成全:在意念、行為、與言語中。你也不要害怕——以為那許多呈現於你想像中令人愉悅的事,會奪去你的智慧;
1:995
αὐτὸς ἑκὼν ὑπερβήσῃ τὸν λῆρον τῆς συνηθείας, καθάπερ καὶ οἱ παῖδες τὰ ἀθύρματα ἄνδρες γενόμενοι ἀπέρριψαν
you yourself will willingly transcend the trifling of custom, just as children, when they have become men, cast away their playthings.
你必甘心越過習俗的這些瑣事,正如孩子長成大人之後,便拋棄了玩物一樣。
1:996
Τάχει μὲν δὴ ἀνυπερβλήτῳ εὐνοίᾳ τε εὐπροσίτῳ ἡ δύναμις ἡ θεϊκὴ ἐπιλάμψασα τὴν γῆν σωτηρίου σπέρματος ἐνέπλησε τὸ πᾶν
With unsurpassable swiftness, then, and with kindness easy of access, the divine power, shining forth upon the earth, filled the whole with the seed of salvation.
如此,那神聖的能力以無可比擬的迅速、以平易親切的恩慈,照耀於大地,把拯救的種子充滿了萬有。
1:997
Οὐ γὰρ ἂν οὕτως ἐν ὀλίγῳ χρόνῳ τοσοῦτον ἔργον ἄνευ θείας κομιδῆς ἐξήνυσεν ὁ κύριος, ὄψει καταφρο νούμενος, ἔργῳ προσκυνούμενος, ὁ καθάρσιος καὶ σωτήριος καὶ μειλίχιος, ὁ θεῖος λόγος, ὁ φανερώτατος ὄντως θεός, ὁ τῷ δεσπότῃ τῶν ὅλων ἐξισωθείς, ὅτι ἦν υἱὸς αὐτοῦ καὶ ὁ .. λόγος ἦν ἐν τῷ θεῷ, οὔθ' ὅτε τὸ πρῶτον προεκηρύχθη, ἀπιστηθείς, οὔθ' ὅτε τὸ ἀνθρώπου προσωπεῖον ἀναλαβὼν καὶ σαρκὶ ἀναπλασάμενος τὸ σωτήριον δρᾶμα τῆς ἀνθρω .. πότητος ὑπεκρίνετο, ἀγνοηθείς·
For the Lord would never have accomplished so great a work in so short a time without divine care—He who is despised in appearance but worshiped in deed, the purifying and saving and gracious One, the divine Word, the truly most manifest God, made equal to the Master of all things, because He was His Son and the Word was in God; who was neither disbelieved when first He was proclaimed beforehand, nor, when He took on the mask of man and molded Himself in flesh and enacted the saving drama of humanity, was He unrecognized.
因為若沒有那神聖的眷顧,主絕不能在如此短的時間內成就這樣偉大的工作——祂在外貌上被人輕看,在作為上卻受人敬拜;祂是那潔淨者、拯救者、溫柔者,是那神聖的道,是那真正最為彰顯的神,與萬有的主同等,因祂是父的兒子,這道也在神裏面;當祂起初被預先宣告時,並未遭人不信,當祂取了人的面貌、塑成肉身、演出拯救人性的這齣戲劇時,也未被人不認。
1:998
αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς χεόμενος, δι' ὃν ὡς ἔπος εἰπεῖν τὰ πάντα ἤδη πέλαγος γέγονεν ἀγαθῶν
He Himself, presenting both what He was—through the things He taught and showed forth—the Word, our truce-bearer and reconciler and Savior, a life-giving and peaceful fountain poured out over the whole face of the earth, through whom, so to speak, all things have already become a sea of good things.
祂藉著祂所教導並顯明的事,把自己的所是親自呈現出來——這道,就是我們的和平使者、和好者與救主,是一座賜生命、施平安的泉源,傾流遍滿全地,藉著祂,可以說,萬有都已成了美善之物的汪洋。
1:999
Μικρὸν δέ, εἰ βούλει, ἄνωθεν ἄθρει τὴν θείαν εὐεργε σίαν
Now consider, if you will, the divine beneficence a little from the beginning.
如今你若願意,就讓我們從起頭稍微察看那神聖的恩惠。
1:1000
Ὁ πρῶτος ὅτε ἐν παραδείσῳ ἔπαιζε λελυμένος, ἔτι παιδίον ἦν τοῦ θεοῦ·
The first man, when he played in Paradise, unbound and free, was still a child of God;
那頭一個人,當他在樂園中無拘無束地嬉戲時,仍是神的孩子;
1:1001
ὅτε δὲ ὑποπίπτων ἡδονῇ (ὄφις ἀλληγο ρεῖται ἡδονὴ ἐπὶ γαστέρα ἕρπουσα, κακία γηΐνη, εἰς ὕλας στρεφομένη) παρήγετο ἐπιθυμίαις, ὁ παῖς ἀνδριζόμενος ἀπειθείᾳ καὶ παρακούσας τοῦ πατρὸς ᾐσχύνετο τὸν θεόν
but when, succumbing to pleasure (the serpent is allegorically pleasure, crawling upon its belly, an earthly wickedness, turned toward matter), he was led astray by lusts, the child, playing the man through disobedience and refusing to heed the Father, was put to shame before God.
但當他屈服於享樂(那蛇按寓意乃是享樂,腹行於地,是轉向物質的屬地邪惡),被情慾引入歧途時,這孩子便因悖逆而冒充大人、不肯聽從父,於是在神面前蒙了羞。
1:1002
ὁ δι' ἁπλότητα λελυμένος ἄνθρωπος .. ἁμαρτίαις εὑρέθη δεδεμένος
The man who had been set free through simplicity was found bound by sins.
那本因純樸而得自由的人,竟被發現為罪所綑綁。
1:1003
Τῶν δεσμῶν λῦσαι τοῦτον ὁ κύριος αὖθις ἠθέλησεν, καὶ σαρκὶ ἐνδεθείς ( μυστήριον θεῖον τοῦτο) τὸν ὄφιν ἐχειρώσατο καὶ τὸν τύραννον ἐδουλώσατο, τὸν θάνατον, καί, τὸ παραδοξότατον, ἐκεῖνον τὸν ἄνθρωπον τὸν ἡδονῇ πεπλανημένον, τὸν τῇ φθορᾷ δεδεμένον, χερσὶν .. ἡπλωμέναις ἔδειξε λελυμένον
The Lord willed again to loose him from his bonds; and being bound in flesh (this is a divine mystery), He subdued the serpent and enslaved the tyrant, namely Death; and—most wondrous of all—that man who had been led astray by pleasure, who had been bound by corruption, He showed to be set free, with hands outstretched.
主再次定意要解開他的綑綁;祂自己被綁在肉身裏(這是神聖的奧祕),便制伏了那蛇,奴役了那暴君,就是死亡;並且——最為奇妙的是——那曾被享樂引入歧途、為敗壞所綑綁的人,祂竟以伸展的雙手顯明他已得了釋放。
1:1004
κέκλιται μὲν ὁ κύριος, ἀνέστη δὲ ἄνθρωπος καὶ ὁ ἐκ τοῦ παραδείσου πεσὼν μεῖζον ὑπακοῆς ἆθλον, οὐρανούς, ἀπολαμ βάνει
The Lord was laid low, but man arose; and he who had fallen from Paradise receives, as a greater prize of obedience, the heavens.
主被放倒了,人卻起來了;那從樂園墜落的人,如今得著順從更大的獎賞——就是諸天。
1:1005
Διό μοι δοκεῖ, ἐπεὶ αὐτὸς ἧκεν ὡς ἡμᾶς οὐρανόθεν ὁ λόγος, ἡμᾶς ἐπ' ἀνθρωπίνην ἰέναι μὴ χρῆναι διδασκαλίαν ἔτι, Ἀθήνας καὶ τὴν ἄλλην Ἑλλάδα, πρὸς δὲ καὶ Ἰωνίανπολυπραγμονοῦντας
Therefore it seems to me that, since the Word Himself has come to us from heaven, we ought no longer to resort to human teaching—to Athens and the rest of Greece, and to Ionia besides—busying ourselves with such things.
因此在我看來,既然那道自己已從天降臨到我們這裏,我們就不該再求助於人的教導——不該再忙著奔向雅典、希臘各地、以及伊奧尼亞了。
1:1006
Εἰ γὰρ ἡμῖν ὁ διδάσκαλος ὁ πληρώσας τὰ πάντα δυνάμεσιν ἁγίαις, δημιουργίᾳ σωτηρίᾳ εὐεργεσίᾳ, νομοθεσίᾳ προφητείᾳ διδασκαλίᾳ, πάντα νῦν ὁ διδάσκαλος κατηχεῖ, καὶ τὸ πᾶν ἤδη Ἀθῆναι καὶ Ἑλλὰς γέγονεν τῷ .. λόγῳ
For if our teacher is the One who has filled all things with holy powers—by creation, salvation, beneficence, lawgiving, prophecy, teaching—this teacher now instructs us in all things, and the whole world has already become Athens and Greece through the Word.
因為我們的教師若就是那位以聖潔大能充滿萬有的主——藉著創造、拯救、恩待、立法、預言、教導——這位教師如今便在凡事上教導我們,而藉著這道,全世界都已成了雅典與希臘。
1:1007
Οὐ γὰρ δὴ μύθῳ μὲν ἐπιστεύετε ποιητικῷ τὸν Μίνω τὸν Κρῆτα τοῦ Διὸς ὀαριστὴν ἀναγράφοντι, ἡμᾶς δὲ ἀπιστή σετε μαθητὰς θεοῦ γεγονότας, τὴν ὄντως ἀληθῆ σοφίαν ἐπανῃρημένους, ἣν φιλοσοφίας ἄκροι μόνον ᾐνίξαντο, οἱ δὲ .. τοῦ Χριστοῦ μαθηταὶ καὶ κατειλήφασι καὶ ἀνεκήρυξαν
For surely you would not believe a poetic myth that records Minos the Cretan as Zeus's confidant, yet disbelieve us who have become disciples of God, who have taken up the truly true wisdom—the wisdom which the foremost of philosophers only hinted at darkly, but which the disciples of Christ have both grasped and proclaimed abroad.
你們斷不至於去信那把克里特人米諾斯記載為宙斯密友的詩人神話,卻反倒不信我們這些已成為神門徒的人罷?我們既已領受那真正真實的智慧——這智慧連最頂尖的哲學家也只能隱約暗示,惟有基督的門徒既已把握、又已廣傳了出來。
1:1008
Καὶ δὴ καὶ πᾶς, ὡς ἔπος εἰπεῖν, ὁ Χριστὸς οὐ μερίζεται·
And indeed the whole Christ, so to speak, is not divided;
並且可以說,那完整的基督是不能被分割的;
1:1009
οὔτε βάρβαρός ἐστιν οὔτε Ἰουδαῖος οὔτε Ἕλλην, οὐκ ἄρρεν, οὐ θῆλυ·
He is neither barbarian nor Jew nor Greek, neither male nor female;
在祂裏面並不分蠻族人、猶太人、希臘人,也不分男的女的;
1:1010
καινὸς δὲ ἄνθρωπος θεοῦ πνεύματι ἁγίῳ μεταπε πλασμένος
but a new man, refashioned by the Holy Spirit of God.
乃是一個新人,被神的聖靈重新塑造。
1:1011
Εἶθ' αἱ μὲν ἄλλαι συμβουλαί τε καὶ ὑποθῆκαι λυπραὶ καὶ περὶ τῶν ἐπὶ μέρους εἰσίν, εἰ γαμητέον, εἰ πολι τευτέον, εἰ παιδοποιητέον·
Then again, all the other counsels and admonitions are paltry and concern particular matters—whether one ought to marry, whether to engage in public life, whether to beget children;
再者,其餘一切勸誡與教訓都是微不足道的,只關乎個別的事——人是否該娶妻,是否該從政,是否該生養兒女;
1:1012
καθολικὴ δὲ ἄρα προτροπὴ μόνη καὶ πρὸς ὅλον δηλαδὴ τὸν βίον, ἐν παντὶ καιρῷ, ἐν πάσῃ περιστάσει πρὸς τὸ κυριώτατον τέλος, τὴν ζωήν, συντείνουσα ἡ θεοσέβεια·
but the one universal exhortation—the one plainly pertaining to the whole of life, in every season, in every circumstance, straining toward the most sovereign end, namely life—is godliness;
惟有那唯一普世的勸勉——就是那明顯關乎整個人生、在各樣時節、各樣境況中,朝著那最高目的(就是生命)竭力奔赴的——便是敬虔;
1:1013
καθ' ὃ καὶ μόνον ἐπάναγκές ἐστι ζῆν, ἵνα ζήσωμεν ἀεί·
according to which alone it is necessary to live, in order that we may live forever;
我們惟有照著這敬虔而活,才能存到永遠;
1:1014
φιλοσοφία δέ, ᾗ φασιν οἱ πρεσβύτεροι, πολυχρόνιός ἐστι συμβουλή, σοφίας ἀίδιον μνηστευομένη ἔρωτα·
but philosophy, as the elders say, is a long-drawn-out counsel, wooing the eternal love of wisdom;
至於哲學,正如先哲所說,乃是一種曠日持久的商議,向那智慧之愛長久求婚;
1:1015
ἐντολὴ δὲ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλ .. μούς
but the commandment of the Lord is radiant, enlightening the eyes.
惟有主的命令是明亮的,能照亮人的眼目。
1:1016
Ἀπόλαβε τὸν Χριστόν, ἀπόλαβε τὸ βλέπειν, ἀπόλαβέ σου τὸ φῶς, ὄφρ' εὖ γινώσκοις ἠμὲν θεὸν ἠδὲ καὶ ἄνδρα
Receive Christ, receive sight, receive your light, 'that you may well discern both God and man.'
你當領受基督,領受視力,領受你的光,「好叫你能清楚分辨何為神、何為人。」
1:1017
Γλυκὺς ὁ λόγος ὁ φωτίσας ἡμᾶς ὑπὲρ χρυσίον καὶ λίθον τίμιον·
Sweet is the Word that has enlightened us—above gold and precious stone;
那光照我們的道是甘甜的——勝過金子與寶石;
1:1018
ποθεινός ἐστιν ὑπὲρ μέλι καὶ κηρίον. Πῶς γὰρ οὐ ποθεινὸς ὁ τὸν ἐν σκότει κατορωρυγμένον νοῦν ἐναργῆ ποιησάμενος καὶ τὰ φωσφόρα τῆς ψυχῆς ἀποξύνας .. ὄμματα; Καὶ γὰρ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων νὺξ ἂν ἦν τὰ πάντα, οὕτως εἰ μὴ τὸν λόγον ἔγνωμεν καὶ τούτῳ κατηυγάσθημεν, οὐδὲν ἂν τῶν σιτευο μένων ὀρνίθων ἐλειπόμεθα, ἐν σκότει πιαινόμενοι καὶ θανάτῳ .. τρεφόμενοι
He is more to be desired than honey and the honeycomb. For how should He not be desirable, who made clear the mind buried in darkness and sharpened the light-bearing eyes of the soul? For just as, were there no sun, all things would, for all the other stars, be night, so too, had we not come to know the Word and been illumined by Him, we would be in no way better off than the fowls fattened for slaughter, growing plump in darkness and nourished for death.
祂比蜂蜜和蜂房更令人渴慕。那位使埋在黑暗中的心思變得清明、磨利了魂中傳光眼目的主,怎能不令人渴慕呢?因為正如若沒有太陽,縱有眾星,萬物對人仍是黑夜一片;照樣,我們若不曾認識這道,不曾被祂照亮,我們與那被養肥待宰的家禽就毫無分別——在黑暗中養胖,為著死亡而被餵養。
1:1019
Χωρήσωμεν τὸ φῶς, ἵνα χωρήσωμεν τὸν θεόν·
Let us make room for the light, that we may make room for God;
讓我們為光騰出地方,好使我們為神騰出地方;
1:1020
χωρήσωμεν τὸ φῶς καὶ μαθητεύσωμεν τῷ κυρίῳ
let us make room for the light and become disciples of the Lord.
讓我們為光騰出地方,作主的門徒。
1:1021
Τοῦτό τοι καὶ ἐπήγγελται τῷ πατρὶ διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου·
This, indeed, He has promised to the Father: 'I will declare Your name to My brethren;
這正是祂向父所應許的:「我要向我的弟兄宣告你的名;
1:1022
ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε
in the midst of the assembly I will sing Your praise.'
在會中我要歌頌讚美你。」
1:1023
Ὕμνησον καὶ διήγησαί μοι τὸν πατέρα σου τὸν θεόν·
Sing praise and declare to me Your God, the Father;
求你歌頌、並向我述說你的神,就是那父;
1:1024
σώσει σου τὰ διηγήματα, παιδεύσει με ἡ ᾠδή
Your narrations will save, the song will instruct me;
你的述說必拯救人,這詩歌必教導我;
1:1025
ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύν θης
since You were not ashamed of the brother.
因為你不以這弟兄為恥。
1:1026
Ἀφέλωμεν οὖν, ἀφέλωμεν τὴν λήθην τῆς ἀληθείας·
Let us put away, then—let us put away—the forgetfulness of the truth;
讓我們除去——讓我們除去——那對真理的遺忘;
1:1027
τὴν ἄγνοιαν καὶ τὸ σκότος τὸ ἐμποδὼν ὡς ἀχλὺν ὄψεως καταγαγόντες τὸν ὄντως ὄντα θεὸν ἐποπτεύσωμεν, ταύτην αὐτῷ πρῶτον ἀνυμνήσαντες τὴν φωνήν χαῖρε φῶς·
having dispelled the ignorance and the darkness that stand in the way, like a mist over the sight, let us gaze upon the truly existing God, first chanting this acclamation to Him: 'Hail, O Light!'
讓我們驅散那如遮蔽視線之雲霧、攔阻於前的無知與黑暗,得以仰觀那真正自有永有的神,先向祂唱出這聲歡呼:「光啊,願你受頌讚!」
1:1028
φῶς ἡμῖν ἐξ οὐρανοῦ τοῖς ἐν σκότει κατορωρυγμένοις καὶ ἐν σκιᾷ θανάτου κατακεκλεισμένοις ἐξέλαμψεν ἡλίου καθαρώ .. τερον, ζωῆς τῆς ἐνταῦθα γλυκύτερον
Light from heaven has shone forth upon us who were buried in darkness and shut up in the shadow of death—a light purer than the sun, sweeter than the life here below.
光從天上照射在我們這些埋在黑暗、被囚於死蔭中的人身上——這光比太陽更純淨,比今世的生命更甘甜。
1:1029
Τὸ φῶς ἐκεῖνο ζωή ἐστιν ἀίδιος, καὶ ὅσα μετείληφεν αὐτοῦ, ζῇ, ἡ νὺξ δὲ εὐλα βεῖται τὸ φῶς καὶ δύνουσα διὰ τὸν φόβον παραχωρεῖ τῇ ἡμέρᾳ κυρίου·
That light is life eternal, and whatever partakes of it lives; but night fears the light, and, sinking down for fear, gives place to the day of the Lord;
那光就是永遠的生命,凡有分於它的都活著;黑夜卻懼怕這光,因恐懼而隱沒,讓位給主的白晝;
1:1030
τὰ πάντα φῶς ἀκοίμητον γέγονεν καὶ ἡ .. δύσις εἰς ἀνατολὴν περιέστηκεν
all things have become unsleeping light, and the setting has turned about into a rising.
萬物都已成了不眠的光,連那日落也轉成了日出。
1:1031
Τοῦτο ἡ κτίσις ἡ καινὴ βεβούληται·
This is what the new creation has willed;
這正是那新造所願意的;
1:1032
ὁ γὰρ τὰ πάντα καθιππεύων δικαιοσύνης ἥλιος ἐπ' ἴσης περιπολεῖ τὴν ἀνθρωπότητα, τὸν πατέρα μιμούμενος, ὃς ἐπὶ πάντας ἀνθρώπους ἀνατέλλει τὸν ἥλιον αὐτοῦ, καὶ καταψεκάζει τὴν δρόσον τῆς ἀληθείας
for the Sun of righteousness, who rides over all things, makes His circuit equally over mankind, imitating the Father, 'who makes His sun to rise upon all men,' and besprinkles the dew of the truth.
因為那駕馭萬有的公義之日頭,普照全人類,毫無偏待,效法那位「叫日頭照在萬人身上」的父,並降下真理的甘露。
1:1033
Οὗτος τὴν δύσιν εἰς ἀνατολὴν μετήγαγεν καὶ τὸν θάνατον εἰς ζωὴν ἀνασταυρώσει, ἐξαρπάσας δὲ τῆς ἀπωλείας τὸν ἄνθρωπον προσεκρέμασεν αἰθέρι, μεταφυτεύων τὴν φθορὰν εἰς ἀφθαρσίαν καὶ γῆν μεταβάλλων εἰς οὐρανούς, ὁ τοῦ θεοῦ γεωργός, δεξιὰ σημαίνων, λαοὺς δ' ἐπὶ ἔργον ἀγαθὸν ἐγείρων, μιμνῄσκων βιότοιο ἀληθινοῦ, καὶ τὸν μέγαν ὄντως καὶ θεῖον καὶ ἀναφαίρετον τοῦ πατρὸς κλῆρον χαρι ζόμενος ἡμῖν, οὐρανίῳ διδασκαλίᾳ θεοποιῶν τὸν ἄνθρωπον, διδοὺς νόμους εἰς τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ καρδίαν .. γράφων αὐτούς. Τίνας ὑπογράφει νόμους; Ὅτι πάντες εἴσονται τὸν θεὸν ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ ἵλεως, φησὶν ὁ θεός, ἔσομαι αὐτοῖς καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ. .. Δεξώμεθα τοὺς νόμους τῆς ζωῆς, πεισθῶμεν προτρε πομένῳ θεῷ, μάθωμεν αὐτόν, ἵνα ἵλεως ᾖ, ἀποδῶμεν καὶ μὴ δεομένῳ μισθὸν εὐχάριστον, εὐπείθειαν, οἷόν τι ἐνοίκιον [ τὴν εὐσέβειαν] τῷ θεῷ τῆς ἐνταῦθα ἐνοικήσεως
He transformed the setting into a rising, and crucified death into life; and having snatched man away from destruction, He hung him aloft in the upper air, transplanting corruption into incorruption and changing earth into heaven—He, God's husbandman, 'giving favorable signs and rousing the peoples to good work,' calling to mind the true life; and graciously bestowing on us the truly great and divine and inalienable inheritance of the Father, He makes man divine by heavenly teaching, 'putting His laws into their mind and writing them upon their heart.' What laws does He write? 'That all shall know God, from the least to the greatest;' and 'I will be merciful to them,' says God, 'and their sins I will remember no more.' Let us receive the laws of life; let us be persuaded by God who exhorts us; let us learn Him, that He may be merciful; let us render to Him—though He has no need of it—the grateful recompense of glad obedience, as a kind of rent paid to God for our dwelling here.
祂把日落變為日出,把死亡釘十架而化為生命;祂既將人從滅亡中奪回,便把他高舉於上層的空中,將敗壞移植成不朽壞,將地變為天——祂是神的農夫,「指示吉兆,激勵萬民行善工」,叫人記念那真實的生命;祂把那真正偉大、神聖、不可剝奪的父的基業恩賜給我們,藉著屬天的教導使人成為神聖,「將祂的律法放在他們心思裏,寫在他們心上」。祂所寫的是甚麼律法呢?就是「他們從最小的到至大的,都必認識神」;神又說:「我要憐恤他們,不再記念他們的罪。」我們當領受這生命的律法;當被那勸勉我們的神所說服;當認識祂,使祂施憐憫;當向祂獻上——雖然祂並無所需——那感恩的回報,就是甘心樂意的順從,作我們在此居住向神所付的租金。
1:1034
Χρύσεα χαλκείων, ἑκατόμβοι' ἐννεαβοίων, ὀλίγης πίστεως γῆν σοι δίδωσι τὴν τοσαύτην γεωργεῖν, ὕδωρ πίνειν καὶ ἄλλο πλεῖν, ἀέρα ἀναπνεῖν, πῦρ ὑπουργεῖν, κόσμον οἰκεῖν·
'Gold for bronze, the worth of a hundred oxen for that of nine'—for a little faith He gives you this great earth to till, water to drink, the sea besides to sail, air to breathe, fire to serve you, a world to dwell in;
「以金換銅,以百牛之價換九牛之值」——只憑一點點信心,祂便將這廣大的地賜給你耕種,將水賜給你喝,又賜你大海可以航行,空氣可以呼吸,火可以供你使用,世界可以居住;
1:1035
ἐντεῦθεν εἰς οὐρανοὺς ἀποικίαν στείλασθαί σοι συγκεχώρηκεν·
from here He has permitted you to dispatch a colony into the heavens;
祂更准許你從這裏起程,移民進入諸天;
1:1036
τὰ μεγάλα ταῦτα καὶ τοσαῦτά σοι δημιουργήματα καὶ χαρίσματα ὀλίγης πίστεως μεμίσθωκεν
these great and so manifold works of creation and gifts He has leased to you for a little faith.
這些偉大而眾多的創造工作與恩賜,祂都只憑你一點點信心便租賃給了你。
1:1037
Εἶθ' οἱ μὲν τοῖς γόησι πεπιστευκότες τὰ περίαπτα καὶ τὰς ἐπαοιδὰς ὡς σωτηρίους δῆθεν ἀποδέχονται, ὑμεῖς δὲ οὐ βούλεσθε τὸν οὐράνιον αὐτὸν περιάψασθαι, τὸν σωτῆρα λόγον, καὶ τῇ ἐπῳδῇ τοῦ θεοῦ πιστεύσαντες ἀπαλλαγῆναι μὲν παθῶν,ἃ δὴ ψυχῆς νόσοι, ἀποσπασθῆναι δὲ ἁμαρτίας; .. Θάνατος γὰρ ἀίδιος ἁμαρτία
Then, while those who have trusted in sorcerers accept their amulets and incantations as supposedly bringing safety, will you not consent to gird on the heavenly One Himself, the saving Word, and, having believed in the incantation of God, to be freed from the passions which are the soul's diseases, and to be torn away from sin? For sin is everlasting death.
那麼,那些信靠術士的人尚且接受護身符與咒語,視為能保平安;你們豈不肯佩戴那屬天的主自己——那拯救的道——,並藉著相信神的咒語,得以脫離情慾(這些原是魂的疾病),脫離罪麼?因為罪就是永遠的死亡。
1:1038
Ἦ τέλεον νωδοὶ καὶ τυφλοὶ καθάπερ οἱ σπάλακες οὐδὲν ἄλλο ἢ ἐσθίοντες ἐν σκότῳ διαιτᾶσθε, περικαταρρέοντες τῇ φθορᾷ
Are you utterly toothless and blind, like moles, doing nothing but eat as you live out your life in the dark, wallowing about in corruption?
難道你們竟完全沒牙、又瞎了眼,像鼴鼠一樣,除了吃以外無所事事,在黑暗中度日,在敗壞中四下打滾麼?
1:1039
Ἀλλ' ἔστιν, ἔστιν .. ἡ ἀλήθεια ἡ κεκραγυῖα ἐκ σκότους φῶς λάμψει
But there is—there is—the truth that has cried out: 'Light shall shine forth out of darkness.'
然而那真理確實存在——確實存在——它已呼喊說:「要有光從黑暗裏照出來。」
1:1040
Λαμψάτω οὖν ἐν τῷ ἀποκεκρυμμένῳ τοῦ ἀνθρώπου, ἐν τῇ καρδίᾳ, τὸ φῶς, καὶ τῆς γνώσεως αἱ ἀκτῖνες ἀνατειλάτωσαν τὸν ἐγκεκρυμμένον ἔνδον ἐκφαίνουσαι καὶ ἀποστίλβουσαι ἄνθρω πον, τὸν μαθητὴν τοῦ φωτός, τὸν Χριστοῦ γνώριμόν τε καὶ συγκληρονόμον, μάλιστα ἐπειδὰν τὸ τιμιώτατον καὶ σεβασ μιώτατον εὐσεβεῖ τε καὶ ἀγαθῷ παιδὶ ἀγαθοῦ πατρὸς ὄνομα εἰς γνῶσιν ἀφίκηται, προστάττοντος ἤπια καὶ τῷ παιδὶ .. ἐγκελευομένου τὰ σωτήρια
Let the light, then, shine in the hidden part of man, in the heart, and let the rays of knowledge rise up, revealing and making to glisten the man hidden within—the disciple of the light, the familiar friend and joint-heir of Christ—especially when the most precious and most reverend name of a good Father comes to the knowledge of a pious and good child, the Father commanding gentle things and enjoining upon the child the things that bring salvation.
那麼,願這光照耀在人隱藏之處,就是在心裏,願知識的光線升起,顯露並使那隱藏在裏面的人發光——這人就是光的門徒,是基督所熟識的朋友與同承基業者——尤其是當那良善之父最寶貴、最可敬的名臨到敬虔良善之子的認識中,這父吩咐溫柔的事,並囑咐這孩子那些帶來拯救的事。
1:1041
Ὁ δὲ πειθόμενος αὐτῷ κατὰ πάντα δὴ πλεονεκτεῖ·
And he who obeys Him gains the advantage in every respect;
凡順從祂的,在凡事上都得益處;
1:1042
ἕπεται τῷ θεῷ, πείθεται τῷ πατρί, ἔγνω πλανώμενος αὐτόν, ἠγάπησε τὸν θεόν, ἠγάπησε τὸν πλησίον, ἐπλήρωσε τὴν ἐντολήν, τὸ ἆθλον ἐπιζητεῖ, τὴν ἐπαγγελίαν ἀπαιτεῖ
he follows God, he is persuaded by the Father, he came to know Him while wandering, he loved God, he loved his neighbor, he fulfilled the commandment, he seeks the prize, he claims the promise.
他跟隨神,被那父所說服,他在飄流中認識了祂,他愛神,他愛鄰舍,他成全了誡命,他尋求那獎賞,他索取那應許。
1:1043
Πρόκειται δὲ ἀεὶ τῷ θεῷ τὴν ἀνθρώπων ἀγέλην σῴζειν
And it lies ever before God to save the flock of mankind.
拯救人類這群羊,乃是神時常擺在面前的旨意。
1:1044
Ταύτῃ καὶ τὸν ἀγαθὸν ποιμένα ὁ ἀγαθὸς ἀπέστειλεν θεός·
For this also the good God sent the good Shepherd;
正為此,那良善的神差遣了那位好牧人;
1:1045
ἁπλώσας δὲ ὁ λόγος τὴν ἀλήθειαν ἔδειξε τοῖς ἀνθρώ ποις τὸ ὕψος τῆς σωτηρίας, ὅπως ἢ μετανοήσαντες σωθῶσιν ἢ μὴ ὑπακούσαντες κριθῶσιν
and the Word, having unfolded the truth, showed to men the height of salvation, that either by repenting they might be saved, or by disobeying they might be judged.
這道既將真理展開,便向人顯明了拯救的崇高,使人或藉悔改得救,或因不順從受審判。
1:1046
Τοῦτο τῆς δικαιοσύνης τὸ κήρυγμα ὑπακούουσιν εὐαγγέλιον, παρακούσασιν κριτήριον
This is the proclamation of righteousness: to those who obey, good news; to those who disobey, judgment.
這就是公義的宣告:對順從的人,是福音;對不順從的人,是審判。
1:1047
ἡ μεγαλόκλονος ἠχήσασα στρατιώτας συνήγαγεν καὶ πόλεμον κατήγγειλεν·
The loud-clamoring trumpet, when it sounded, gathered soldiers together and announced war;
那聲勢浩大的號角一響,便招聚了兵丁,宣告了戰爭;
1:1048
Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς εἰρηνικοὺς στρατιώτας τοὺς ἑαυτοῦ; Συνήγαγε μὲν οὖν, ὦ ἄνθρωπε, τὸ στρατιωτικὸν τὸ ἀναίμακτον αἵματι καὶ λόγῳ, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν αὐτοῖς ἐνεχείρισεν
but Christ, having breathed forth a peaceful strain to the ends of the earth, will He not then gather His own peaceful soldiers? Indeed He has gathered the bloodless army by blood and by the Word, and has put into their hands the kingdom of heaven.
但基督既向地極吹奏出和平的樂音,難道不也要招聚祂自己那些和平的兵丁麼?祂確已藉著血與道招聚了這不流血的軍隊,並將天國交在他們手中。
1:1049
Σάλπιγξ ἐστὶ Χριστοῦ τὸ εὐαγγέλιον αὐτοῦ, ὃ μὲν ἐσάλπισεν, ἡμεῖς δὲ ἠκούσαμεν
The trumpet of Christ is His gospel, which He has sounded, and we have heard.
基督的號角就是祂的福音,這號角祂已吹響,我們也已聽見了。
1:1050
Ἐξοπλισώμεθα εἰρηνικῶς, ἐνδυσά μενοι τὸν θώρακα τῆς δικαιοσύνης καὶ τὴν ἀσπίδα τῆς πίστεως ἀναλαβόντες καὶ τὴν κόρυν τοῦ σωτηρίου περιθέ μενοι καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ, ἀκονήσωμεν
Let us arm ourselves peaceably, putting on the breastplate of righteousness, taking up the shield of faith, placing on our heads the helmet of salvation, and let us whet the sword of the Spirit, which is the word of God.
讓我們以和平的方式武裝自己,穿上公義的胸甲,拿起信心的盾牌,戴上救恩的頭盔,並磨利那聖靈的寶劍,就是神的話。
1:1051
Οὕτως ἡμᾶς ὁ ἀπόστολος εἰρηνικῶς ἐκτάττει·
Thus the apostle marshals us peaceably;
使徒正是這樣以和平的方式為我們列陣;
1:1052
ταῦτα ἡμῶν τὰ ὅπλα τὰ ἄτρωτα·
these are our invulnerable weapons;
這些就是我們那不會受傷的兵器;
1:1053
τούτοις ἐξοπλισάμενοι παραταξώμεθα τῷ πονηρῷ·
armed with these, let us draw up against the evil one;
讓我們用這些武裝起來,列陣對抗那惡者;
1:1054
τὰ πεπυρακτωμένα τοῦ πονηροῦ ἀποσβέσωμεν βέλη ταῖς ὑδατίναις ἀκμαῖς ταῖς ὑπὸ τοῦ λόγου βεβαμμέναις, εὐχαρίστοις ἀμειβόμενοι τὰς εὐποιίας εὐλογίαις καὶ τὸν θεὸν τῷ θείῳ γεραίροντες λόγῳ
let us quench the fiery darts of the evil one with those watery points that have been dipped by the Word, requiting good deeds with grateful blessings and honoring God with the divine Word.
讓我們用那被道所浸透的水樣鋒刃,撲滅那惡者的火箭,以感恩的頌讚回報祂的恩惠,並用那神聖的道尊榮神。
1:1055
Ἔτι γὰρ λαλοῦντός σου ἐρεῖ, φησίν, ἰδοὺ πάρειμι. ..Ὢ τῆς ἁγίας καὶ μακαρίας ταύτης δυνάμεως, δι' ἧς ἀνθρώποις συμπολιτεύεται θεός
'For while you are yet speaking,' it says, 'He will say, Behold, I am here.' Oh, this holy and blessed power, by which God shares citizenship with men!
經上說:「你正說話的時候,祂必說:看哪,我在這裏。」唉,這聖潔有福的能力,竟使神與人同享國民的身分!
1:1056
Λῷον οὖν καὶ ἄμεινον τῆς ἀρίστης τῶν ὄντων οὐσίας μιμητὴν ὁμοῦ καὶ θεραπευτὴν γενέσθαι·
It is therefore more profitable and better to become at once the imitator and the worshiper of the best of all beings;
因此,立刻成為那至善存有的效法者兼敬拜者,乃是更有益、更美好的;
1:1057
οὐ γὰρ μιμεῖσθαί τις δυνήσεται τὸν θεὸν ἢ δι' ὧν ὁσίως θεραπεύσει οὐδ' αὖ θεραπεύειν καὶ σέβειν ἢ μιμού .. μενος
for no one will be able to imitate God except through serving Him in holiness, nor again to serve and revere Him except by imitating Him.
因為人若不藉著聖潔地事奉祂,就不能效法神;若不藉著效法祂,也不能事奉並敬畏祂。
1:1058
Ὅ γέ τοι οὐράνιος καὶ θεῖος ὄντως ἔρως ταύτῃ προσγίνεται τοῖς ἀνθρώποις, ὅταν ἐν αὐτῇ που τῇ ψυχῇ τὸ ὄντως καλὸν ὑπὸ τοῦ θείου λόγου ἀναζωπυρούμενον ἐκλάμπειν δυνηθῇ·
That heavenly and truly divine love comes to men in this way: when, somewhere within the soul itself, that which is truly beautiful, rekindled by the divine Word, is able to shine forth;
那屬天、真正神聖的愛,正是這樣臨到人的:就是當魂裏某處那真正美好之物,被那神聖的道重新點燃,得以發出光輝之時;
1:1059
καὶ τὸ μέγιστον ἅμα τῷ βουληθῆναι γνησίως τὸ σωθῆναι συντρέχει, ὁμοζυγούντων, ὡς ἔπος εἰπεῖν, προαι .. ρέσεως καὶ ζωῆς
and—the greatest thing—at the very moment of genuine willing, salvation runs alongside it, since purpose and life are, so to speak, yoked together.
並且——最要緊的是——在人真誠立志的那一刻,拯救便與之並行,因為心志與生命可以說是同軛並駕的。
1:1060
Τοιγάρτοι μόνη αὕτη ἡ τῆς ἀληθείας προτροπὴ τοῖς πιστοτάτοις ἀπείκασται τῶν φίλων μέχρι τῆς ἐσχάτης ἀναπνοῆς παραμένουσα καὶ παραπομπὸς ἀγαθὴ ὅλῳ καὶ τελείῳ τῷ τῆς ψυχῆς πνεύματι τοῖς εἰς οὐρανὸν ἀπαίρουσι γινομένη
Therefore this exhortation of the truth alone is like the most faithful of friends, abiding to one's very last breath, and proving a good escort, for the whole and perfect spirit of the soul, to those who set out for heaven.
因此惟有這真理的勸勉,如同最忠信的朋友,存留到人最後的一口氣,並為那些動身往天上去的人,作他們魂中那完全成熟之靈的良伴護送者。
1:1061
Τί δή σε προτρέπω; Σωθῆναί σε ἐπείγομαι
To what, then, do I exhort you? I am eager that you be saved.
那麼,我勸你歸向甚麼呢?我切切渴望你得救。
1:1062
ἑνὶ λόγῳ ζωήν σοι .. χαρίζεται
In a word, He freely bestows life upon you.
一言以蔽之,祂白白地將生命賜給你。
1:1063
Καὶ τίς ἐστιν οὗτος; Μάθε συντόμως·
And who is this? Learn briefly:
這位是誰呢?你且簡要地學一學:
1:1064
λόγος ἀληθείας, λόγος ἀφθαρσίας, ὁ ἀναγεννῶν τὸν ἄνθρωπον εἰς ἀλήθειαν αὐτὸν ἀναφέρων, τὸ κέντρον τῆς σωτηρίας, ὁ ἐξελαύνων τὴν φθοράν, ὁ ἐκδιώκων τὸν θάνατον, ὁ ἐν ἀνθρώ ποις οἰκοδομήσας νεών, ἵνα ἐν ἀνθρώποις ἱδρύσῃ τὸν θεόν
the Word of truth, the Word of incorruption, who regenerates man by bringing him up into truth, the goad of salvation, who drives out corruption, who chases away death, who has built a temple among men, that He may establish God among men.
祂就是真理的道,不朽壞的道,藉著把人帶進真理而重生了人,是拯救的刺棒,驅逐敗壞,逐退死亡,在人中間建造了一座殿,好叫祂在人中間立定神。
1:1065
Ἅγνισον τὸν νεών, καὶ τὰς ἡδονὰς καὶ τὰς ῥᾳθυμίας ὥσπερ ἄνθος ἐφήμερον καταλίμπανε ἀνέμῳ καὶ πυρί, σωφροσύνης δὲ τοὺς καρποὺς γεώργησον ἐμφρόνως, καὶ σεαυτὸν ἀκρο θίνιον ἀνάστησον τῷ θεῷ, ὅπως οὐκ ἔργον μόνον, ἀλλὰ καὶ χάρις ᾖς τοῦ θεοῦ·
Purify the temple, and leave your pleasures and your idle habits to wind and fire, like a flower that lasts but a day; cultivate prudently the fruits of self-control, and present yourself as a firstfruit offering to God, so that you may be not only His work but also His grace;
你當潔淨這殿,把你的享樂與懶散的習慣,像那朝開暮謝的花一樣,交給風與火;要明智地栽培節制的果子,把自己當作初熟之物獻給神,使你不只作祂的工作,也作祂的恩典;
1:1066
πρέπει δὲ ἄμφω τῷ Χριστοῦ γνωρίμῳ, καὶ βασιλείας ἄξιον φανῆναι καὶ βασιλείας κατηξιῶσθαι
and both are fitting for one who is Christ's familiar—both to appear worthy of the kingdom and to be deemed worthy of the kingdom.
這兩樣對於熟識基督的人都是相宜的——既要顯為配得那國,也要被算為配得那國。
1:1067
Φύγωμεν οὖν τὴν συνήθειαν, φύγωμεν οἷον ἄκραν χαλε πὴν ἢ Χαρύβδεως ἀπειλὴν ἢ Σειρῆνας μυθικάς·
Let us flee, then, from custom; let us flee it as some dangerous headland, or the menace of Charybdis, or the Sirens of the myths;
那麼,讓我們逃離習俗;讓我們逃避它,如同逃避那兇險的海角,或卡律布狄斯的威脅,或神話中的塞壬;
1:1068
ἄγχει τὸν ἄνθρωπον, τῆς ἀληθείας ἀποτρέπει, ἀπάγει τῆς ζωῆς, παγίς ἐστιν, βάραθρόν ἐστιν, βόθρος ἐστί, λίχνον ἐστὶν κακὸν ἡ συνήθεια·
it throttles a man, it turns him away from the truth, it leads him away from life; custom is a snare, it is an abyss, it is a pit, it is a wicked gluttony;
它扼住人的咽喉,使他偏離真理,引他離開生命;習俗是羅網,是深淵,是坑塹,是邪惡的貪饞;
1:1069
κείνου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε νῆα
'Keep your ship clear of that smoke and surge.'
「要使你的船遠避那煙與浪。」
1:1070
Φεύγωμεν, ὦ συνναῦται, φεύγωμεν τὸ κῦμα τοῦτο, πῦρ ἐρεύγεται, νῆσός ἐστι πονηρὰ ὀστοῖς καὶ νεκροῖς σεσωρευ μένη, ᾄδει δὲ ἐν αὐτῇ πορνίδιον ὡραῖον, ἡδονή, πανδήμῳ τερπόμενον μουσικῇ
Let us flee, O fellow voyagers, let us flee this wave; it belches forth fire; it is a wicked island, heaped with bones and corpses, and in it sings a fair little harlot, Pleasure, delighting in vulgar music.
同船的弟兄們哪,讓我們逃離,讓我們逃離這波濤;它噴吐火焰,乃是一座邪惡的島嶼,堆滿了枯骨與屍體,島上有一個美貌的小妓女,名叫「享樂」,正以淫俗的樂曲自娛。
1:1071
δεῦρ' ἄγ' ἰών, πολύαιν' Ὀδυσεῦ, μέγα κῦδος Ἀχαιῶν, νῆα κατάστησον, ἵνα θειοτέρην ὄπ' ἀκούσῃς
'Come hither, far-famed Odysseus, great glory of the Achaeans; bring your ship to rest, that you may hear a more divine voice.'
「過來吧,舉世聞名的奧德修斯,亞該亞人的大榮耀;把你的船停下來,好讓你聽見更為神聖的歌聲。」
1:1072
Ἐπαινεῖ σε, ὦ ναῦτα, καὶ πολυύμνητον λέγει, καὶ τὸ κῦδος τῶν Ἑλλήνων ἡ πόρνη σφετερίζεται·
She praises you, O sailor, and calls you much-hymned, and the harlot appropriates the glory of the Greeks;
水手啊,她稱讚你,稱你為眾人所歌頌的,這妓女竟攫取了希臘人的榮耀;
1:1073
ἔασον αὐτὴν ἐπινέ μεσθαι τοὺς νεκρούς, πνεῦμά σοι οὐράνιον βοηθεῖ·
let her be, to feed upon the dead—a heavenly spirit comes to your aid;
由她去吧,讓她以死人為食——有屬天的靈在幫助你;
1:1074
πάριθι τὴν ἡδονήν, βουκολεῖ·
sail past Pleasure, she beguiles you:
你當駛過「享樂」,她在迷惑你:
1:1075
μηδὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω, αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν
'Let no fair-decked woman deceive your mind, coaxing with wheedling words, while she seeks out your dwelling.'
「不要讓那妝飾妖嬈的婦人迷惑你的心思,她以諂媚的言語誘哄,一面卻在窺探你的居所。」
1:1076
Παράπλει τὴν ᾠδήν, θάνατον ἐργάζεται·
Sail past the song; it works death;
你當駛過那歌聲;它帶來死亡;
1:1077
προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε ὁ λόγος ὁ τοῦ θεοῦ, καὶ τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον·
if only you will it, you have conquered destruction, and, bound fast, you shall be loosed from all corruption; the Word of God will steer you, and the Holy Spirit will bring you to anchor in the harbors of the heavens;
你只要願意,便已勝過了滅亡;你雖被緊緊綁住,卻必脫離一切敗壞;神的道必為你掌舵,聖靈必引你停泊在諸天的港灣;
1:1078
τότε μου κατοπτεύσεις τὸν θεὸν καὶ τοῖς ἁγίοις ἐκείνοις τελεσθήσῃ μυστηρίοις καὶ τῶν ἐν οὐρανοῖς ἀπολαύσεις ἀποκεκρυμμένων, τῶν ἐμοὶ τετηρημένων,ἃ οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνέβη τινός
then you shall behold my God, and shall be initiated into those holy mysteries, and shall enjoy the things hidden in the heavens, the things reserved for me, 'which neither ear has heard, nor has it entered into anyone's heart.'
那時你必看見我的神,必被引入那些神聖的奧祕,必享受那藏在諸天裏、為我所存留的事,就是「眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到的」事。
1:1079
Καὶ μὴν ὁρᾶν μοι δύο μὲν ἡλίους δοκῶ, δισσὰς δὲ Θήβας βακχεύων ἔλεγέν τις εἰδώλοις, ἀγνοίᾳ μεθύων ἀκράτῳ ἐγὼ δ' αὐτὸν οἰκτείραιμι παροινοῦντα καὶ τὸν οὕτω παρα νοοῦντα ἐπὶ σωτηρίαν παρακαλέσαιμι σωφρονοῦσαν, ὅτι καὶ κύριος μετάνοιαν ἁμαρτωλοῦ καὶ οὐχὶ θάνατον ἀσπάζεται
'And indeed I seem to see two suns, and a double Thebes'—so said one, reveling in his idols, drunk with unmixed ignorance; but I would pity him in his drunken folly, and would call one so out of his mind back to a sober salvation, since the Lord too welcomes the repentance of the sinner, and not his death.
「我彷彿看見兩個太陽,又看見雙重的底比斯」——有人對著偶像狂歡時這樣說,他乃是被那未經調和的無知灌醉了;但我倒要憐憫他這醉酒的愚妄,並要呼召這般失去理智的人回轉,歸向那清醒的拯救,因為連主也喜悅罪人悔改,而不喜悅他死亡。
1:1080
Ἧκε, ὦ παραπλήξ, μὴ θύρσῳ σκηριπτόμενος, μὴ κιττῷ ἀναδούμενος, ῥῖψον τὴν μίτραν, ῥῖψον τὴν νεβρίδα, σωφρό νησον·
Come, O madman, no longer propping yourself on the thyrsus, no longer wreathed with ivy; cast off the headband, cast off the fawn-skin, come to your senses;
癲狂的人哪,過來吧,不要再倚靠那酒神杖,不要再以常春藤纏身;丟掉那頭巾,丟掉那鹿皮,回轉醒悟罷;
1:1081
δείξω σοι τὸν λόγον καὶ τοῦ λόγου τὰ μυστήρια, κατὰ τὴν σὴν διηγούμενος εἰκόνα
I will show you the Word, and the mysteries of the Word, expounding them according to your own imagery.
我要把那道,並那道的奧祕指給你看,按著你自己所熟悉的意象來向你講解。
1:1082
Ὄρος ἐστὶ τοῦτο θεῷ πεφιλημένον, οὐ τραγῳδίαις ὡς Κιθαιρὼν ὑποκείμενον, ἀλλὰ τοῖς ἀληθείας ἀνακείμενον δράμασιν, ὄρος νηφάλιον, ἁγναῖς ὕλαις σύσκιον·
There is a mountain beloved of God—not, like Cithaeron, lying open for tragedies, but consecrated to the dramas of truth—a sober mountain, shaded with chaste woods;
有一座神所喜愛的山——不像基泰戎山那樣作悲劇的舞臺,乃是分別歸給真理之戲劇的——一座清醒的山,被貞潔的林木遮蔭;
1:1083
βακχεύουσι δὲ ἐν αὐτῷ οὐχ αἱ Σεμέλης τῆς κεραυνίας ἀδελφαί, αἱ μαινάδες, αἱ δύσαγνον κρεανο μίαν μυούμεναι, ἀλλ' αἱ τοῦ θεοῦ θυγατέρες, αἱ ἀμνάδες αἱ καλαί, τὰ σεμνὰ τοῦ λόγου θεσπίζουσαι ὄργια, χορὸν ἀγεί .. ρουσαι σώφρονα
and reveling on it are not the sisters of thunder-stricken Semele, the maenads, who celebrate that unholy carving of flesh, but the daughters of God, the fair lambs, who proclaim the solemn rites of the Word, gathering a sober choir.
在山上狂歡的,並非那被雷殛的塞墨勒的姊妹們——那些行那不潔分屍之祭的酒神女信徒——乃是神的眾女兒,是美麗的羊羔,她們宣告那道莊嚴的奧祕,聚成一個清醒的歌隊。
1:1084
Ὁ χορὸς οἱ δίκαιοι, τὸ ᾆσμα ὕμνος ἐστὶ τοῦ πάντων βασιλέως·
The choir is the righteous, the song is a hymn to the King of all;
這歌隊就是義人,這歌就是向那萬王之王所唱的讚美詩;
1:1085
ψάλλουσιν αἱ κόραι, δοξάζουσιν ἄγγελοι, προφῆται λαλοῦσιν, ἦχος στέλλεται μουσικῆς, δρόμῳ τὸν θίασον διώκουσιν, σπεύδουσιν οἱ κεκλημένοι .. πατέρα ποθοῦντες ἀπολαβεῖν
the maidens make melody, the angels glorify, the prophets speak, the sound of music is sent forth, at a run they pursue the festal band, those who are called hasten, longing to receive back the Father.
童女們奏樂,天使們頌讚,申言者們講論,樂音四下傳揚,他們疾奔追隨那慶典的行列,蒙召的人急忙趕赴,渴望迎回那位父。
1:1086
Ἧκέ μοι, ὦ πρέσβυ, καὶ σύ, τὰς Θήβας λιπὼν καὶ τὴν μαντικὴν καὶ τὴν βακχικὴν ἀπορ ρίψας πρὸς ἀλήθειαν χειραγωγοῦ·
Come also to me, O aged one, you too, leaving Thebes behind, and casting away your divination and your Bacchic frenzy, be led by the hand to truth;
年老的人哪,你也來到我這裏吧,撇下底比斯,拋棄你的占卜與你那酒神的癲狂,讓人牽著手領你歸向真理;
1:1087
ἰδού σοι τὸ ξύλον ἐπερεί δεσθαι δίδωμι·
behold, I give you the wood to lean upon;
看哪,我把那木頭賜給你倚靠;
1:1088
σπεῦσον, Τειρεσία, πίστευσον·
hasten, Tiresias, believe;
提瑞西阿斯啊,快來,當信;
1:1089
Χριστὸς ἐπιλάμπει φαιδρότερον ἡλίου, δι' ὃν ὀφθαλμοὶ τυφλῶν ἀναβλέπουσιν·
Christ shines forth more brightly than the sun, through whom the eyes of the blind look up and see;
基督的光輝比太陽更明亮,瞎子的眼目藉著祂得以仰望看見;
1:1090
νύξ σε φεύξεται, πῦρ φοβηθήσεται, θάνατος οἰχήσεται·
night shall flee from you, fire shall be afraid, death shall depart;
黑夜必離你而逃,火必懼怕,死亡必離去;
1:1091
ὄψει τοὺς οὐρανούς, ὦ γέρον, ὁ Θήβας μὴ βλέπων
you shall see the heavens, O old man, you who cannot see Thebes.
老人哪,你這看不見底比斯的人,必要看見諸天。
1:1092
Ὢ τῶν ἁγίων ὡς ἀληθῶς μυστηρίων,ὢ φωτὸς ἀκηράτου
Oh, the truly holy mysteries! Oh, the unsullied light!
唉,這真正神聖的奧祕!唉,這純潔無瑕的光!
1:1093
Δᾳδουχοῦμαι τοὺς οὐρανοὺς καὶ τὸν θεὸν ἐποπ τεῦσαι, ἅγιος γίνομαι μυούμενος, ἱεροφαντεῖ δὲ ὁ κύριος καὶ τὸν μύστην σφραγίζεται φωταγωγῶν, καὶ παρατίθεται .. τῷ πατρὶ τὸν πεπιστευκότα αἰῶσι τηρούμενον
I am led by the torch to gaze upon the heavens and upon God; I become holy as I am initiated; the Lord acts as hierophant and seals the initiate while leading him to the light, and presents to the Father the one who has believed, kept safe for the ages.
我被那火炬引領,得以仰觀諸天並仰望神;我在受啟之時成為聖潔;主親自作那啟祕者,在引領受啟者進入光中時為他蓋印,並把那已相信、被存留到永世的人呈獻給父。
1:1094
Ταῦτα τῶν ἐμῶν μυστηρίων τὰ βακχεύματα·
These are the revels of my mysteries;
這些就是我這奧祕的歡慶;
1:1095
εἰ βούλει, καὶ σὺ μυοῦ, καὶ χορεύσεις μετ' ἀγγέλων ἀμφὶ τὸν ἀγέννητον καὶ ἀνώ λεθρον καὶ μόνον ὄντως θεόν, συνυμνοῦντος ἡμῖν τοῦ θεοῦ λόγου
if you will, be you also initiated, and you shall dance with the angels around the unbegotten and imperishable and only truly existing God, while the Word of God joins in our hymn.
你若願意,也來受啟吧,你便要與眾天使一同環繞那不受生、不朽壞、惟一真正自有永有的神而舞,而神的道也與我們一同歌頌。
1:1096
Ἀίδιος οὗτος Ἰησοῦς, εἷς ὁ μέγας ἀρχιερεὺς θεοῦ τε ἑνὸς τοῦ αὐτοῦ καὶ πατρός, ὑπὲρ ἀνθρώπων εὔχεται καὶ ἀνθρώποις ἐγκελεύεται κέκλυτε, μυρία φῦλα, μᾶλλον δὲ ὅσοι τῶν ἀνθρώπων λογικοί, καὶ βάρβαροι καὶ Ἕλληνες·
This Jesus is eternal, the one great High Priest of the one God who is the same Father; He prays on behalf of men and gives charge to men: 'Hearken, you myriad tribes—or rather, all of mankind who are endowed with reason, both barbarians and Greeks;
這位耶穌是永遠的,是那獨一的神(也就是那同一位父)的獨一大祭司;祂為人代求,也吩咐人說:「眾族萬民哪,你們要聽——或者說,凡有理性的人,無論蠻族人或希臘人,都當聽;
1:1097
τὸ πᾶν ἀνθρώπων γένος καλῶ, ὧν ἐγὼ δημιουργὸς θελήματι .. πατρός
I call the whole race of men, of whom I am the Creator by the Father's will.
我呼召全人類,他們乃是我照著父的旨意所創造的。
1:1098
Ἥκετε ὡς ἐμέ, ὑφ' ἕνα ταχθησόμενοι θεὸν καὶ τὸν ἕνα λόγον τοῦ θεοῦ, καὶ μὴ μόνον τῶν ἀλόγων ζῴων πλεο νεκτεῖτε τῷ λόγῳ, ἐκ δὲ τῶν θνητῶν ἁπάντων ὑμῖν ἀθανασίαν μόνοις καρπώσασθαι δίδωμι
Come to Me, that you may be marshaled under one God and the one Word of God; and do not merely surpass the irrational animals in reason, but I grant to you alone, of all mortal things, to reap immortality as your fruit.
你們到我這裏來,好被列在那獨一的神和神獨一的道之下;你們不要只在理性上勝過無理性的動物,我更要單單賜給你們,在一切會死的活物中,惟獨你們得收取不朽為果子。
1:1099
Ἐθέλω γάρ, ἐθέλω καὶ ταύτης ὑμῖν μεταδοῦναι τῆς χάριτος, ὁλόκληρον χορηγῶν τὴν εὐεργεσίαν, ἀφθαρσίαν·
For I am willing—yes, willing—to share even this grace with you, supplying in full the benefit: incorruption;
因為我願意——是的,我願意——將這恩典也分給你們,把這益處,就是不朽壞,毫無保留地供應你們;
1:1100
καὶ λόγον χαρίζομαι ὑμῖν, τὴν .. γνῶσιν τοῦ θεοῦ, τέλειον ἐμαυτὸν χαρίζομαι
and I freely give you the Word, the knowledge of God; I freely give you Myself in full.
我白白將那道,就是對神的認識,賜給你們;我把那完全的自己白白賜給你們。
1:1101
Τοῦτό εἰμι ἐγώ, τοῦτο βούλεται ὁ θεός, τοῦτο συμφωνία ἐστί, τοῦτο ἁρμονία πατρός, τοῦτο υἱός, τοῦτο Χριστός, τοῦτο ὁ λόγος τοῦ θεοῦ, βραχίων κυρίου, δύναμις τῶν ὅλων, τὸ θέλημα τοῦ πατρός
This is what I am; this is what God wills; this is concord; this is the harmony of the Father; this is the Son; this is Christ; this is the Word of God, the arm of the Lord, the power of all things, the will of the Father.'
這就是我的所是;這就是神所願意的;這就是和諧;這就是父的和音;這就是那子;這就是基督;這就是神的道,是主的膀臂,是萬有的能力,是父的旨意。」
1:1102
Ὦ πᾶσαι μὲν εἰκόνες, οὐ πᾶσαι δὲ ἐμφερεῖς·
Oh, all of you are images, but not all are true likenesses;
唉,你們眾人都是形像,卻不都是相符的肖像;
1:1103
διορθώσασθαι ὑμᾶς πρὸς τὸ ἀρχέτυπον βούλομαι, ἵνα μοι .. καὶ ὅμοιοι γένησθε
I wish to set you right toward the archetype, that you may become like Me as well.
我願將你們修正歸向那原型,好使你們也得以與我相像。
1:1104
Χρίσω ὑμᾶς τῷ πίστεως ἀλείμματι, δι' οὗ τὴν φθορὰν ἀποβάλλετε, καὶ γυμνὸν δικαιοσύνης ἐπιδείξω τὸ σχῆμα, δι' οὗ πρὸς τὸν θεὸν ἀναβαίνετε
I will anoint you with the ointment of faith, by which you cast off corruption, and I will display the form of righteousness laid bare, by which you ascend to God.
我要用信心的膏油膏你們,藉此你們脫去敗壞;我要顯出那赤露的公義之形狀,藉此你們上升歸向神。
1:1105
Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς·
'Come to Me, all you who labor and are heavy laden, and I will give you rest;
「凡勞苦擔重擔的,你們都到我這裏來,我就使你們得安息;
1:1106
ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυ σιν ταῖς ψυχαῖς ὑμῶν·
take My yoke upon you, and learn from Me, for I am meek and lowly in heart, and you shall find rest for your souls.'
你們當負我的軛,學我的樣式,因為我心裏柔和謙卑,你們的魂就必得安息。」
1:1107
Σπεύσωμεν, δράμωμεν, ὦ θεοφιλῆ καὶ θεοείκελα τοῦ λόγου [ ἄνθρωποι] ἀγάλματα·
Let us hasten, let us run, O God-beloved and God-like statues of the Word;
讓我們快跑,讓我們奔跑,神所愛、像神的人哪,你們就是那道的雕像;
1:1108
σπεύσωμεν, δράμωμεν, ἄρωμεν τὸν ζυγὸν αὐτοῦ, ἐπιβάλωμεν ἀφθαρσίᾳ, καλὸν ἡνίοχον ἀνθρώπων τὸν Χριστὸν ἀγαπήσωμεν·
let us hasten, let us run, let us take up His yoke, let us put on incorruption, let us love Christ, the good charioteer of men;
讓我們快跑,讓我們奔跑,負起祂的軛,穿上不朽壞,愛那基督,就是駕馭世人的好御者;
1:1109
τὸν πῶλον ὑποζύγιον ἤγαγε σὺν τῷ παλαιῷ·
He led the colt as a beast of burden together with the old one;
祂牽來那驢駒作馱重的牲口,與那老驢同行;
1:1110
καὶ τῶν ἀνθρώπων τὴν συνωρίδα καταζεύξας, εἰς ἀθανασίαν κατιθύνει τὸ ἅρμα, σπεύδων πρὸς τὸν θεὸν πληρῶσαι ἐναργῶς ὃ ᾐνίξατο, πρότε ρον μὲν εἰς Ἱερουσαλήμ, νῦν δὲ εἰσελαύνων οὐρανούς, .. κάλλιστον θέαμα τῷ πατρὶ υἱὸς ἀίδιος νικηφόρος
and having yoked together the pair of men, He guides the chariot straight toward immortality, hastening toward God, to fulfill plainly what He had darkly foreshadowed—formerly riding into Jerusalem, but now riding into the heavens—a most beautiful spectacle to the Father: the eternal, victorious Son.
祂既把這一對人同軛並駕,便驅策這車直奔不朽壞,向神疾馳,要明明地成全祂從前所隱約預示的——從前祂騎著進入耶路撒冷,如今卻要騎著駛入諸天——成為呈給父最美的景象:那永遠得勝的兒子。
1:1111
Φιλότιμοι τοίνυν πρὸς τὰ καλὰ καὶ θεοφιλεῖς ἄνθρωποι γενώμεθα, καὶ τῶν ἀγαθῶν τὰ μέγιστα, θεὸν καὶ ζωήν, κτησώμεθα
Let us therefore become men ambitious for noble things and beloved of God, and let us obtain the greatest of good things—God and life;
因此,讓我們作熱心追求美善之事、蒙神所愛的人,並讓我們得著那至大的美善——就是神與生命;
1:1112
θαρρῶμεν αὐτῷ καὶ μή ποτε ἡμᾶς τοσοῦτος ἀργύρου καὶ χρυσοῦ, μὴ δόξης ἐπέλθῃ πόθος, ὅσος αὐτοῦ .. τοῦ τῆς ἀληθείας λόγου
let us trust Him, and let there never come upon us so great a longing for silver and gold and glory as for the very Word of truth.
讓我們信靠祂,切不可讓那對銀子、金子與榮耀的渴慕,臨到我們身上勝過那對真理之道本身的渴慕。
1:1113
Οὐδὲ γὰρ οὐδὲ τῷ θεῷ αὐτῷ ἀρεστόν, εἰ ἡμεῖς τὰ μὲν πλείστου ἄξια περὶ ἐλαχίστου ποιούμεθα, ἀνοίας δὲ καὶ ἀμαθίας καὶ ῥᾳθυμίας καὶ εἰδω λολατρείας ὕβρεις περιφανεῖς καὶ τὴν ἐσχάτην δυσσέβειαν περὶ πλείονος αἱρούμεθα
For neither is it pleasing to God Himself if we account things of the highest worth as of the very least, while we prefer the manifest outrages of folly and ignorance and idleness and idolatry, and the uttermost impiety, above all else.
因為我們若把那至寶之物看得極其輕賤,反倒把那愚妄、無知、懶散與拜偶像的明顯惡行,以及那極致的不虔,看得比一切更重,這也斷不能使神自己喜悅。
1:1114
Οὐ γὰρ ἀπὸ τρόπου φιλοσόφων παῖδες πάντα ὅσα πράττουσιν οἱ ἀνόητοι, ἀνοσιουργεῖν καὶ ἀσεβεῖν νομίζουσιν, καὶ αὐτήν γε ἔτι τὴν ἄγνοιαν μανίας εἶδος ὑπογράφοντες .. οὐδὲν ἄλλο ἢ μεμηνέναι τοὺς πολλοὺς ὁμολογοῦσιν
For not without reason do the sons of the philosophers hold that all that the foolish do is unholy and impious; and, sketching out ignorance itself as a kind of madness, they confess nothing other than that the multitude are mad.
哲學家的門徒們認為愚昧人所行的一切都是不聖、不虔的,這並非無理;他們既把無知本身描繪為一種瘋狂,所承認的也無非就是:眾人都瘋了。
1:1115
Οὐ δὴ οὖν ἀμφιβάλλειν αἱρεῖ ὁ λόγος, ὁπότερον αὐτοῖν ἄμεινον, σωφρονεῖν ἢ μεμηνέναι
Reason, then, does not allow us to doubt which of the two is better, to be sober-minded or to be mad.
如此,理性便不容我們懷疑這二者中哪一樣更好——是清醒明理,還是發瘋。
1:1116
Ἐχομένους δὲ ἀπρὶξ τῆς ἀληθείας παντὶ σθένει ἕπεσθαι χρὴ τῷ θεῷ σωφρονοῦντας καὶ πάντα αὐτοῦ νομίζειν, ὥσπερ ἔστι, πρὸς δὲ καὶ ἡμᾶς τὸ κάλλιστον τῶν κτημάτων μεμαθηκότας ὄντας αὐτοῦ, σφᾶς αὐτοὺς ἐπιτρέπειν τῷ θεῷ, ἀγαπῶντας κύριον τὸν θεὸν καὶ τοῦτο .. παρ' ὅλον τὸν βίον ἔργον ἡγουμένους
But, holding fast to the truth tooth and nail, we ought with all our might to follow God in sober-mindedness, and to reckon all things as His—as indeed they are; and, having learned that we ourselves are the fairest of His possessions, to entrust our very selves to God, loving the Lord our God, and regarding this as our task throughout the whole of life.
我們倒要死死抓緊真理,竭盡全力,清醒明理地跟隨神,把萬有都看作屬於祂的——它們本來就是如此;並且既已認識我們自己乃是祂最美的產業,就當把我們自己交託給神,愛主我們的神,並以此為我們一生的本分。
1:1117
Εἰ δὲ κοινὰ τὰ φίλων, θεοφιλὴς δὲ ὁ ἄνθρωπος (καὶ γὰρ οὖν φίλος τῷ θεῷ, μεσιτεύοντος τοῦ λόγου), γίνεται δὴ οὖν τὰ πάντα τοῦ ἀνθρώπου, ὅτι τὰ πάντα τοῦ θεοῦ, καὶ κοινὰ ἀμφοῖν τοῖν φίλοιν τὰ .. πάντα, τοῦ θεοῦ καὶ ἀνθρώπου
And if the things of friends are common, and man is beloved of God (for indeed he is a friend of God, the Word being the mediator), then all things become the man's, because all things are God's, and all things are common to the two friends, both God's and man's.
朋友之物若是共有的,而人又蒙神所愛(因為人實在是神的朋友,那道居間作中保),那麼萬有便都成了這人的,因為萬有都是神的,而萬有都是這兩位朋友所共有的——既屬神,也屬人。
1:1118
Ὥρα οὖν ἡμῖν μόνον θεοσεβῆ τὸν Χριστιανὸν εἰπεῖν πλούσιόν τε καὶ σώφρονα καὶ εὐγενῆ καὶ ταύτῃ εἰκόνα τοῦ θεοῦ μεθ' ὁμοιώσεως, καὶ λέγειν καὶ πιστεύειν δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενόμενον ὑπὸ Χριστοῦ Ἰησοῦ καὶ εἰς τοσοῦτον ὅμοιον ἤδη καὶ θεῷ
It is time, then, for us to declare that the Christian alone is God-fearing and rich and prudent and well-born, and in this way an image of God with His likeness; and to say and to believe that he has become just and holy together with understanding, through Christ Jesus, and to that degree already like even to God.
那麼,如今正是時候,我們當宣告:惟有基督徒才是敬畏神的、富足的、明智的、出身高貴的,並照此成為神帶著樣式的形像;又當宣告並相信:他藉著基督耶穌,連同悟性一同成了公義聖潔的人,並已到了與神相像的地步。
1:1119
Οὐκ ἀποκρύπτεται γοῦν ὁ προφήτης τὴν χάριν λέγων, ἐγὼ εἶπον ὅτι θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες. Ἡμᾶς γάρ, ἡμᾶς εἰσπεποίηται καὶ ἡμῶν ἐθέλει μόνων κεκλῆσθαι πατήρ, οὐ τῶν ἀπειθούντων
The prophet, at any rate, does not conceal this grace when he says, 'I have said, You are gods, and all of you sons of the Most High.' For us—yes, us—He has adopted, and He wills to be called the Father of us alone, not of the disobedient.
申言者並不隱瞞這恩典,他說:「我曾說,你們是神,都是至高者的兒子。」祂收納的乃是我們——是的,是我們,祂也願單單被稱為我們的父,而不作那些悖逆之人的父。
1:1120
Καὶ γὰρ οὖν ὧδέ πως ἔχει τὰ ἡμέτερα τῶν Χριστοῦ ὀπαδῶν·
For indeed our affairs—we who are followers of Christ—are somewhat like this:
因為我們這些跟從基督之人的光景,正是這樣:
1:1121
οἷαι μὲν αἱ βουλαί, τοῖοι καὶ οἱ λόγοι, ὁποῖοι δὲ οἱ λόγοι, τοιαίδε καὶ αἱ πράξεις, καὶ ὁποῖα τὰ ἔργα, τοιοῦτος ὁ βίος·
as are the counsels, such also are the words; and as are the words, such likewise are the deeds; and as are the works, such is the life;
意念怎樣,言語也怎樣;言語怎樣,行為也照樣;工作怎樣,生活也怎樣;
1:1122
χρηστὸς ὁ σύμπας ἀνθρώπων βίος τῶν Χριστὸν ἐγνωκότων
the whole life of those who have come to know Christ is good.
凡認識基督之人的整個生活,都是良善的。
1:1123
Ἅλις οἶμαι τῶν λόγων, εἰ καὶ μακροτέρω προῆλθον ὑπὸ φιλανθρωπίας ὅ τι περ εἶχον ἐκ θεοῦ ἐκχέων, ὡς ἂν ἐπὶ τὸ μέγιστον τῶν ἀγαθῶν, τὴν σωτηρίαν, παρακαλῶν·
Enough, I think, of words—even if, out of love for mankind, I have proceeded somewhat at length, pouring out all that I had from God, as one exhorting toward the greatest of good things, salvation;
話說到此,我想已經足夠了——縱然我出於對人的愛,講得稍長了些,將我從神所得的盡都傾倒出來,作那勸人歸向至大美善(就是拯救)的人;
1:1124
περὶ γάρ τοι τῆς παῦλαν οὐδαμῇ οὐδαμῶς ἐχούσης ζωῆς οὐκ ἐθέλουσιν οὐδ' οἱ λόγοι παύσασθαί ποτε ἱεροφαντοῦντες
for concerning the life that has in no way and at no point any cessation, not even words are willing ever to cease their hierophant's proclamation.
因為論到那毫無止息、永無終結的生命,連話語也不肯停下它那啟祕者的宣告。
1:1125
Ὑμῖν δὲ ἔτι τοῦτο περιλείπεται πέρας τὸ λυσιτελοῦν ἑλέσθαι, ἢ κρίσιν ἢ χάριν·
But for you there still remains this profitable end—to choose either judgment or grace;
但對你們而言,還剩下這有益的抉擇——就是揀選審判,或是揀選恩典;
1:1126
ὡς ἔγωγε οὐδ' ἀμφιβάλλειν ἀξιῶ, πότερον ἄμεινον αὐτοῖν·
as for me, I do not even think it worthy of doubt which of the two is better;
至於我,我甚至不認為這二者中哪一樣更好還值得懷疑;
1:1127
οὐδὲ μὴν συγκρίνεσθαι θέμις ζωὴν ἀπωλείᾳ
nor indeed is it lawful to compare life with destruction.
再說,把生命與滅亡相提並論,原是不合宜的。