← All books · Greek Fathers › On the Incarnation
Cyril of Alex.
On the Incarnation 1
Greek original · 503 verses · some words can be tapped for a gloss
1:1
{ Α} Ἆρά σοι δοκεῖ συμμεμετρῆσθαί τε καὶ ἐκπεπονῆσθαι καλῶς καὶ ἀποχρώντως ἡμῖν ὁ λόγος, ὁ περὶ τῆς θεότητος τοῦ Μονογενοῦς; {Β} Καὶ μάλα
{A} Does the discourse we have given on the Godhead of the Only-Begotten seem to you to be well proportioned, well worked out, and sufficient for our purpose? {B} Very much so.
{甲}我們先前關於獨生子神性所作的論述,在你看來是否勻稱、精煉、且足以達成我們的目的呢?{乙}確實如此。
1:2
{Α} Βασάνου δὲ οἶμαι λεπτῆς ἀμοιρεῖν οὔτι που κατά γε τὸ αὐτῷ μοι δοκοῦν·
{A} I think it is in no way lacking in subtle scrutiny—at least so far as it appears to me.
{甲}至少照我看來,這論述絕不缺乏縝密的審察。
1:3
σὺ δὲ δὴ τί φής, ὦ Ἑρμεία; {Β} Ἐπαινέσαιμ' ἂν εἰκότως ὀρθῶς ἔχοντά τε καὶ διεσμιλευμένως
And what do you yourself say, Hermias? {B} I would rightly praise it as correct and finely polished.
赫米亞,你自己怎麼說呢?{乙}我理當稱許它,因它正確而精雕細琢。
1:4
{ Α} Μεθέντα δὴ οὖν τουτοισὶ διαμέλλειν ἔτι, βούλει λέγειν τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Μονογενοῦς; Καὶ ὅ τί ποτέ ἐστι τὸ ἐπ' αὐτῷ μυστήριον διαρθροῦν ὅτι μάλιστα πειρᾶσθαι σαφῶς, κατά γε τὸ ἐγχωροῦν τοῖς ἐν ἐσόπτρῳ καὶ αἰνίγματι βλέπουσι καὶ ἐκ μέρους γινώσκουσι κατὰ τὸ μέτρον τῆς δωρεᾶς τῆς ἐπιχορηγίας τοῦ Πνεύματος, καθὰ καὶ ὁ θεσπέσιος γράφει Παῦλος; {Β} Ἄριστα ἔφης
{A} Then, dropping all further delay over these matters, are you willing that we should speak of the incarnation of the Only-Begotten, and try to set forth as clearly as possible whatever is the mystery concerning him—so far as it is granted to those who see through a mirror in a riddle and know in part, according to the measure of the gift of the supply of the Spirit, as the divine Paul also writes? {B} Excellently said.
{甲}那麼,我們不要再在這些事上拖延了,你是否願意我們來談獨生子的成肉身,並盡可能清楚地闡明關乎他的奧祕呢?——就如那些「藉著鏡子觀看,彷彿猜謎,且只知道一部分」之人所能及的,按著聖靈所供應之恩賜的度量,正如神聖的保羅所寫的那樣?{乙}說得極好。
1:5
Οὐδεὶς γὰρ λέγει Κύριος Ἰησοῦς εἰ μὴ ἐν Πνεύματι ἁγίῳ, καὶ οὐδεὶς λέγει Ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβούλ
For no one says 'Jesus is Lord' except in the Holy Spirit, and no one says 'Jesus is accursed' except in Beelzebul.
因為若不是藉著聖靈,沒有人能說「耶穌是主」;若不是藉著別西卜,沒有人說「耶穌是該咒詛的」。
1:6
Ἀτὰρ ἐπειδή τοι καὶ τῆς ἐπὶ τούτῳ κόνεως ἅψασθαι δοκεῖ, καὶ τὸν οὕτω καταβριθῆ καὶ δύσοιστον ἀνατλῆναι πόνον, ὀνήσων ἴσθι τοι καὶ πρό γε τῶν ἄλλων ἐμέ
But since you also seem inclined to lay hold of the dust of this contest, and to endure so heavy and hard-to-bear a labour, know that you will profit me too, before all others.
不過,既然你也願意沾染這場較量的塵土,承擔這如此沉重難當的勞苦,要知道,在眾人之先你也必使我得益。
1:7
{Α} Ἀνεπιτήδευτον μέν, ὦ φιλότης, τοῖς ἀσυνέτοις οὐδέν, ἑτοιμότατα δὲ καταθρώσκουσιν εἰς πέταυρον ᾅδου, κατὰ τὸ γεγραμμένον, καὶ εἰς παγίδα θανάτου, μὴ νοοῦντες μήτεἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται
{A} Nothing, my friend, is undevised for the unintelligent; they most readily leap into the snare of Hades, as it is written, and into the trap of death, understanding neither what they say nor concerning what they make their assertions.
{甲}朋友啊,對那些無知的人,沒有甚麼是不被他們妄加杜撰的;正如經上所記,他們極輕易地跳入陰間的羅網、死亡的陷阱,既不明白自己所說的,也不明白自己所斷言的是甚麼。
1:8
Τίνες δ' ἂν εἶεν οἱ παρ' ἑκάστῳ θρύλλοι καὶ τὰ σεμνὰ μυθάρια, φαίης ἄν, ὦ γενναῖε
And what, you might ask, noble friend, are the rumours and the solemn little myths current with each of them?
高貴的朋友啊,你或許要問:他們各人所流傳的閒言與那些煞有介事的小神話,究竟是甚麼呢?
1:9
Οἱ μὲν γάρ, ὅτι πέφηνε μὲν ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, οὐ μὴν ὅτι καὶ πεφόρεκε τὴν ἐκ τῆς Παρθένου σάρκα διειπεῖν τετολμήκασι
Some have dared to declare that the Word from God did indeed appear as a man, but not that he actually bore the flesh from the Virgin.
有些人竟敢宣稱:出於神的道固然顯現為人,卻並未真正取了出於童女的肉身。
1:10
Καταψεύδονται δὲ μόνην τοῦ μυστηρίου τὴν δόκησιν
They falsely ascribe to the mystery a mere semblance.
他們虛謊地把這奧祕說成不過是個表象。
1:11
Ἕτεροι δ' αὖ, κατερυθριᾶν σκηπτόμενοι τὸ δοκεῖν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν παραιτούμενοι, καὶ ἐκ τῆς ἄγαν ἀμαθίας, νόθην τινὰ καὶ παρεφθαρμένην νοσοῦντες εὐλάβειαν, παρατετράφθαι φασὶ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον εἰς ὀστέων τε καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ Παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ πλατὺ γελῶντες οἱ τάλανες, καὶ τὸ ἀπρεπὲς καταγράφοντες τῆς οὕτως ἀρίστης καὶ θεοπρεποῦς οἰκονομίας
Others again, pretending to blush at seeming to worship a man, and declining to crown the flesh that is from earth with the highest glories, and out of excessive ignorance, sick with a spurious and corrupted reverence, say that the Word who was begotten from God the Father was transmuted into the nature of bones and sinews and flesh—broadly mocking, the wretches, the birth of Emmanuel from the Virgin, and charging unseemliness against so excellent and God-befitting an economy.
另有一些人,假裝因看似敬拜一個人而羞愧,並推辭把那出於塵土的肉身加以至高的榮耀;他們出於極度的無知,染上一種冒牌而敗壞的虔敬,竟說那出於父神所生的道,被改變成了骨、筋、肉的性質。這些可憐人放肆地嘲笑以馬內利由童女而生,又將不合宜之名加給這如此美善、配得神的安排(神聖經綸)。
1:12
Οἱ δὲ καὶ ὀψιγενῆ τὸν συναΐδιον τῷ Πατρὶ Θεὸν Λόγον εἶναι πεπιστεύκασι, καὶ εἰς τὸ μόλις ὑπάρξαι διακεκλῆσθαι τότε ὅτε καὶ τῆς κατὰ σάρκα γενέσεως ἔλαχε τὴν ἀρχήν
Others have believed that the God-Word, co-eternal with the Father, is of late origin, and was first summoned barely into existence at the time when he took the beginning of his birth according to the flesh.
還有些人相信,那與父同永的神——道,乃是後起的,是直到他按肉身受生的起點時,才勉強被召喚而開始存在。
1:13
Εἰσὶ δὲ οἱ καὶ πρὸς τοῦτο μανίας δυσσεβῶς ἠγμένοι ὥστε καὶ ἀνυπόστατον τὸν ἐκ Θεοῦ φασιν εἶναι Λόγον, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπῳ γενέσθαι
There are even those impiously driven to such madness that they say the Word from God is without subsistence (anhypostatos)—merely an utterance conceived as bare expression, which came to be in a man.
甚至有人被邪惡引到這般狂妄,說那出於神的道是無位格的(anhypostatos),不過是僅憑發聲而被理解的一句話語,乃是在一個人裡面才出現的。
1:14
Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός
Such are Marcellus and Photinus.
馬吉羅(馬塞勒斯)與弗提努(弗提諾)便是這一類人。
1:15
Οὐ μὴν ἔτι καὶ ὑγιᾶ καὶ ἀμώμη τον παντελῶς τὴν ἐπ' αὐτῷ τετηρήκασι δόξαν
Neither have they kept their opinion concerning him at all sound and blameless.
他們關乎他的見解,也絕不是健全無瑕的。
1:16
Καταδιϊστᾶσι γὰρ εἰς δύο τὸν ἕνα Χριστόν, καὶ παχεῖαν ὥσπερ αὐτοῖς ἐνιέντες τὴν διατομήν, ἀναμέρος ἑκάτερον μονονουχὶ καὶ ἑστῶτα παραδεικνύουσιν, ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ Παρθένου τεχθέντα τελείως ἄνθρωπον, ἕτερον δὲ αὖ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, οὐχ ὅ τί ποτέ ἐστιν ἥ τε τοῦ Λόγου φύσις καὶ τῆς σαρκὸς διακρίνοντες, οὐδὲ μόναις ταῖς εἰς τοῦτο διαφοραῖς ἐμφιλοχωρεῖν ἐθέλοντες
For they divide the one Christ into two, and, as it were, inserting a gross cleavage, they all but display each one standing apart, contending that one is the perfect man born of the Virgin, and another is the Word from God the Father—not distinguishing what the nature of the Word is and what the nature of the flesh, nor content to dwell merely on the differences to this end.
因為他們把獨一的基督割裂為二,彷彿在其中插入一道粗鄙的切口,幾乎把二者各自分立地擺出來,主張那由童女所生的完全的人是一位,那出於父神的道又是另一位。他們既不去分辨道的性與肉身的性各是甚麼,也不甘於僅停留在此處的種種區別上。
1:17
Οὐ γὰρ ἂν ἐννοίας τῆς ἀληθοῦς εἰς τοῦτο διήμαρτον, ἐπεὶ μὴ φύσις ἡ αὐτὴ σαρκός τε καὶ Θεοῦ, ἀλλὰ τὸν μὲν ὡς ἄνθρωπον ἰδίᾳ τιθέντες καὶ ἀναμέρος, τὸν δὲ ὡς Θεὸν φύσει τε καὶ ἀληθῶς Υἱὸν ὀνομάζουσι, καίτοι θέλοντες εἶναι χριστιανοί
For they would not have so erred from the true conception—since the nature of flesh and of God is not the same—but they set the one apart on its own as a man, and they name the other as God by nature and truly Son, though they wish to be Christians.
他們本不致如此偏離真確的觀念——因為肉身的性與神的性原不相同——然而他們卻把一位當作人、單獨分立地擺著,把另一位稱為按本性、真實的神之子;他們雖然如此,卻仍想作基督徒。
1:18
Καὶ δὴ καὶ λογίδια ἄττα περὶ τούτου συγγράφοντες, εἰπεῖν τετολμήκασιν αὐταῖς λέξεσιν·
And indeed, composing certain little treatises about this, they have dared to say in these very words:
他們確實就此寫了些小冊子,竟敢用以下這些字句說道:
1:19
Ὁ μὲν γὰρ φύσει καὶ ἀληθῶς Υἱὸς ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἐστίν, ὁ δὲ ὁμωνύμως τῷ Υἱῷ υἱός
'The one who is Son by nature and in truth is the Word from God the Father; the other is son homonymously with the Son.'
「那按本性、真實為子的,乃是出於父神的道;另一位則僅與『子』同名而稱為子。」
1:20
Οὐ σὰρξ ὁ τοῦ Θεοῦ Λόγος, ἀλλὰ ἄνθρωπον ἀνειληφώς
'The Word of God is not flesh, but has taken up a man.'
「神的道不是肉身,而是取了一個人。」
1:21
Ὁ μὲν γὰρ Μονογενὴς προηγουμένως καὶ καθ' ἑαυτὸν Υἱὸς τοῦ Θεοῦ ἐστι, τοῦ πάντων δημιουργοῦ, ὃν δὲ ἀνέλαβεν ἄνθρωπον, οὐ φύσει Κύριος ὤν, διὰ τὸν ἀναλαβόντα αὐτὸν ἀληθῶς Θεοῦ Υἱόν, ὁμωνύμως αὐτῷ χρηματίζει
'For the Only-Begotten is preeminently and in himself the Son of God, the Maker of all; but the man whom he took up, not being Lord by nature, is so styled homonymously with him, on account of the truly Son of God who took him up.'
「因為獨生子是首要地、就他自己而論為神——萬有之創造者——的兒子;而他所取的那人,本性上並非主,卻因那真正取了他的神之子,便與他同名而得此稱號。」
1:22
Οὐδεὶς ἔγνω τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ, τὸν φύσει τε καὶ ἀληθείᾳ δηλοῖ ἐκ τοῦ Πατρὸς Υἱόν
'"No one knows the Son except the Father" indicates the Son who is from the Father by nature and in truth.'
「『除了父,沒有人認識子』這句話,指的是那按本性、真實出於父的子。」
1:23
Τὸ δὲ λεγόμενον ὑπὸ τοῦ Γαβριήλ·
'But what is said by Gabriel:
「至於加百列所說的話:
1:24
εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ, καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, τῷ ἀνθρώπῳ ἐφαρμόζει
"for you have found favour with God, and behold, you shall conceive in your womb and bear a son, and you shall call his name Jesus"—this applies to the man.'
『你在神面前已經蒙恩,看哪,你要懷孕生一個兒子,你要給他起名叫耶穌』——這話是指那人說的。」
1:25
Φρονήσομεν δὲ ἡμεῖς οὐχ ὧδε
But we shall not think thus.
然而我們卻不這樣想。
1:26
Πόθεν; Ἀναπείσει γὰρ οὐδαμῶς τῶν ἑτεροδόξων ὁ λόγος, τροχιὰν ἀφέντας τὴν ἐπ' εὐθύ, διαστείχειν ἑτέραν, τὴν ἔξω σκοποῦ καὶ διεστραμμένην
How could we? For the argument of the heterodox will never persuade us to abandon the straight track and to traverse another, off the mark and crooked.
我們怎能如此呢?因為這些異端者的論調,斷不能勸服我們離開那筆直的路徑,去走另一條偏離標的、彎曲的道路。
1:27
Σὺ δὲ ἀλλὰ πέραινε τὸ δοκοῦν καὶ πειρῶ μοι λέγειν, ὡς ἀΐειν ἕτοιμος ἐγὼ καὶ ἀναμαθεῖν ὅτι μάλιστά γε τὸ ἀκιβδήλως ἔχον
But do you bring to a finish what seems good, and try to tell me, for I am ready to listen and to learn most especially that which is unalloyed.
你倒不如把你所認為好的講完,試著告訴我,因為我已準備好聆聽,尤其要學那純正無偽的真理。
1:28
{ Α} Ὡς βαρὺ τὸ χρῆμα, καὶ δυσδιακόμιστον παντελῶς τὸ φορτίον
{A} How heavy a matter, and how altogether unwieldy a burden!
{甲}這事何等沉重,這擔子又何等難以搬動!
1:29
Ἢ οὐκ οἶσθα, ὦ φιλότης, ὡς εἴπερ τις ἕλοιτο μακρὸν ἐφ' ἑκάστῳ ποιεῖσθαι λόγον καὶ διαρκῆ τὴν βάσανον, οὐκ εὐαρίθμητον μὲν δαπανήσει χρόνον, δυσαχθῆ δὲ ἱδρῶτα καὶ δυσδιάφυκτον ἀνατλάς, κατορθώσει μόλις; {Β} Ἀληθές
Or do you not know, my friend, that if anyone should choose to make a long discourse on each point and a thorough examination, he will spend no easily-numbered amount of time, and, enduring grievous and inescapable sweat, will scarcely succeed? {B} True.
朋友啊,你豈不知道:若有人選擇就每一點作冗長的論述、徹底的審察,他必耗費難以數算的時日,忍受難耐又無可逃避的汗水,仍勉強才能成功嗎?{乙}確實如此。
1:30
{ Α} Παρέντες δὴ οὖν, εἰ δοκεῖ, τὸ δεῖν οἴεσθαι μακρὰ καὶ σφόδρα στενολεσχεῖν, καὶ ὀλίγην κομιδῇ τὴν βάσανον ἐπιρριπτοῦντες ἑκάστῳ, φέρε λέγωμεν, καὶ πρό γε τῶν ἄλλων τοῖς δοκηταῖς·
{A} Setting aside, then, if it seems good, the need to suppose we must speak at length and quibble excessively, and casting but a small examination upon each point, come, let us speak—and before all others, to the Docetists:
{甲}那麼,若你以為好,我們就撇下那「必須長篇大論、過度咬文嚼字」的想法,只對每一點略加審察。來吧,讓我們開口——首先要對那些幻影論者(多西特派)說:
1:31
Πλανᾶσθε μὴ εἰδότες τὰς Γραφάς, μήτε μὴν τῆς εὐσεβείας τὸ μέγα μυστήριον, τουτέστι Χριστόν, Ὃς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν Πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ
You are deceived, knowing neither the Scriptures nor the great mystery of godliness, that is, Christ, who 'was manifested in flesh, justified in the Spirit, seen by angels, preached among the nations, believed on in the world, taken up in glory.'
你們受了迷惑,既不明白聖經,也不明白那敬虔的大奧祕,就是基督,他「在肉身顯現,在靈裡稱義,被天使看見,被傳於萬邦,被世人信服,被接到榮耀裡」。
1:32
Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, ἢ εἴπερ τοῦτο καταπεφρίκασι δρᾶν, ὀρθὰ μὲν ἑλέσθαι φρονεῖν τὰ ἐπὶ Χριστῷ, φράσαντας δὲ τὸ ἐρρῶσθαι δεῖν ταῖς σφῶν αὐτῶν ἀμαθίαις, ἀπρὶξ μὲν ἐξέχεσθαι τῶν ἱερῶν Γραμμάτων, τὴν δὲ ἀπλανῆ τῶν ἁγίων διᾴττοντας τρίβον ἐπ' αὐτὴν ἰέναι τὴν ἀλήθειαν
'Go and make disciples of all the nations'—or, if they shrink from doing this, let them at least choose to think rightly concerning Christ; and, having declared that they ought to bid farewell to their own ignorances, let them cling fast to the sacred Writings, and, hastening along the unerring path of the saints, proceed upon it to the truth itself.
「你們要去,使萬民作門徒」——若他們不敢這樣行,至少當揀選正確地思想關於基督的事;既已宣告他們理當向自己的無知告別,就當緊緊持守聖經,沿著眾聖徒那不偏的道路急行,由此直達真理本身。
1:33
Εἴη γὰρ ἂν οὐχ ἕτερον, οἶμαι, τὶ τὸ τῆς εὐσεβείας μυστήριον ἢ αὐτὸς ἡμῖν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, ὃς ἐφανερώθη ἐν σαρκί
For the mystery of godliness would, I think, be nothing other than the Word from God the Father himself, who was manifested in flesh.
因為我想,這敬虔的奧祕不會是別的,正是那出於父神之道自己,他在肉身顯現了。
1:34
Γεγέννηται γὰρ διὰ τῆς ἁγίας Παρθένου, μορφὴν δούλου λαβών
For he was begotten through the holy Virgin, taking the form of a slave.
因為他藉著聖童女而生,取了奴僕的形像。
1:35
Καὶ μὴν τοῖς ποιμέσι κατασημαίνοντες τὸν δι' ἡμᾶς ἐν σαρκὶ Θεὸν Λόγον·
And indeed, signifying to the shepherds the God-Word who for our sake was in flesh:
並且,向牧羊人指明那為我們在肉身中的神——道時,天使說:
1:36
Καὶ τοῦτο ὑμῖν τὸ σημεῖον·
'And this shall be the sign to you:
「這要作你們的記號:
1:37
εὑρήσετε βρέφος ἐσπαργανωμένον καὶ κείμενον ἐν φάτνῃ
you shall find a babe wrapped in swaddling-clothes and lying in a manger.'
你們要看見一個嬰孩,用布包著,臥在馬槽裡。」
1:38
ἀληθῶς, οὔτε μὴν τέτοκεν ἡ Παρθένος, οὐκ ἐπελάβετο σπέρματος Ἀβραὰμ ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, οὐχ ὡμοιώθη τοῖς ἀδελφοῖς
If the Word from God the Father did not truly become flesh, nor did the Virgin truly give him birth, nor did he take hold of the seed of Abraham, nor was he made like his brothers,
倘若那出於父神的道並未真正成為肉身,童女也並未真正生下他,他也未曾握住亞伯拉罕的後裔,未曾與他的弟兄相似——
1:39
Σκιὰ γὰρ οὔτι που τὰ καθ' ἡμᾶς, ἢ δόκησις, ἀλλ' ἐσμὲν ἐν σώμασιν ἁπτοῖς τε καὶ ὁρατοῖς, καὶ τὴν γηγενῆ δὴ ταύτην σάρκα κατημφιεσμένοι, καὶ φθορᾶς καὶ παθῶν ἡττήμεθα
—for our condition is in no way a shadow or a semblance, but we are in bodies tangible and visible, clothed with this earth-born flesh, and are overcome by corruption and passions—
——因為我們的光景絕不是甚麼影兒或表象,我們乃是在可摸可見的身體裡,披著這由地而出的肉身,並且被敗壞與情慾所勝——
1:40
Οὐκοῦν, εἰ μὴ γέγονε σὰρξ ὁ Λόγος, οὐδὲ ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθείς, δύναται τοῖς πειραζομένοις βοηθῆσαι
—then, if the Word did not become flesh, neither can he, having suffered in that wherein he himself was tempted, help those who are tempted.
——那麼,道若未曾成為肉身,他既不能在他自己受試探所受的苦中受苦,也就不能幫助那受試探的人了。
1:41
Οὐδὲ γὰρ ἄν τι πάθοι σκιά
For a shadow could not suffer anything.
因為影兒甚麼也不能受。
1:42
Οἴχεται δὴ οὖν τὸ σύμπαν ἡμῖν εἰς τὸ μηδὲν ἀληθῶς
The whole then truly vanishes for us into nothing.
如此,這一切在我們便真正化為烏有了。
1:43
Ποῖον γὰρ ἔτι νῶτον δέδωκεν ὑπὲρ ἡμῶν;Ἢ ποίαν τοῖς παίουσι παρειὰν ὑποστρώσας, πρὸς τὰς ἐκ τῶν Ἰουδαίων διεκαρτέρει πληγάς; Ἥλοις δὲ διαπεπάρθαι χεῖράς τε καὶ πόδας τὸν οὐκ ἐν σαρκὶ πεφηνότα, τίνα δὴ τρόπον οἰηθείη τις ἄν;Ἢ ποίαν, εἰπέ μοι, πλευρὰν διανύττοντες οἱ Πιλάτου δορυφόροι, τὸ τίμιον αἷμα συναναβλύζον ὕδατι τοῖς θεωμένοις παρέδειξαν; Καὶ εἰ χρὴ τούτων τὸ ἐπέκεινα λέγειν, οὔτε ἀπέθανεν ὑπὲρ ἡμῶν, οὔτε μὴν ἐγήγερται Χριστός
For what back, then, did he give for us? Or upon what cheek, offering it to the smiters, did he hold out against the blows from the Jews? And in what manner could anyone suppose that one who had not appeared in flesh had his hands and feet pierced with nails? Or what side, tell me, did Pilate's spearmen pierce, and display to the onlookers the precious blood gushing forth together with water? And, if one must speak of what lies beyond this, neither did Christ die for us, nor indeed has he been raised.
他既如此,又是把甚麼脊背交給了那為我們鞭打的人呢?又是把哪一邊臉頰伸給擊打者、堅忍承受猶太人的鞭傷呢?一個並未在肉身顯現的,怎能想像他的手腳被釘子刺透呢?告訴我,彼拉多的兵丁所扎透的是哪一邊肋旁,使寶血同水一齊湧出,顯給觀看的人呢?若要再進一步說,那麼基督既未曾為我們死,也就確實未曾復活。
1:44
Οὗ παραδεχθέντος εἰς ἀλήθειαν, κεκένωται μὲν ἡ πίστις, οἴχεται δὲ ὁ σταυρός, ἡ τοῦ κόσμου σωτηρία καὶ ζωή, καὶ διόλωλε παντελῶς ἡ τῶν ἐν πίστει κεκοιμημένων ἐλπίς
And if this be accepted as true, faith is emptied, the cross—the salvation and life of the world—has perished, and the hope of those who have fallen asleep in faith is utterly destroyed.
倘若這被當作真實接受了,信心便成了空的,十字架——世界的拯救與生命——便歸於無有,那些在信中睡了之人的指望也就全然滅絕了。
1:45
Εὖ γὰρ ὧδε ἔχειν ἐδόκει καὶ τῷ μακαρίῳ Παύλῳ·
For so it seemed good also to the blessed Paul:
因為這在蒙福的保羅看來也是如此:
1:46
Παρέδωκα γὰρ ὑμῖν, φησίν, ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ, κατὰ τὰς Γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν
'For I delivered to you,' he says, 'first of all that which I also received, that Christ died for our sins according to the Scriptures, and that he was buried, and that he has been raised on the third day according to the Scriptures, and that he appeared to Cephas, then to the twelve; afterward he appeared to over five hundred brothers at once, of whom the majority remain until now, but some also have fallen asleep.'
他說:「我當日所領受又傳給你們的,第一就是:基督照聖經所說,為我們的罪死了,而且埋葬了,又照聖經所說,第三日復活了,並且顯給磯法看,然後顯給十二使徒看;後來一時顯給五百多弟兄看,其中大半到如今還在,卻也有些已經睡了。」
1:47
Ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν, ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, φησίν, ὤφθη κἀμοί
'Then he appeared to James, then to all the apostles; and last of all, as to one untimely born,' he says, 'he appeared also to me.'
「以後顯給雅各看,再顯給眾使徒看;末了,他也顯給我看,」他說,「我如同那未到產期而生的人一般。」
1:48
Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται
'But if Christ is preached as raised from the dead, how do some among you say that there is no resurrection of the dead? But if there is no resurrection of the dead, then neither has Christ been raised.'
「若傳基督是從死人中復活了,怎麼在你們中間有人說沒有死人復活的事呢?若沒有死人復活的事,基督也就沒有復活了。」
1:49
Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν
'And if Christ has not been raised, then our preaching is vain, and our faith also is vain.'
「基督若沒有復活,我們所傳的便是枉然,你們所信的也是枉然。」
1:50
Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται
'And we are even found to be false witnesses of God, because we testified concerning God that he raised up Christ, whom he did not raise—if indeed the dead are not raised.'
「並且我們也被發現是給神作假見證的,因為我們曾見證神是叫基督復活了;若死人真不復活,神就沒有叫他復活。」
1:51
Τεθναίη γὰρ ἄν, εἰπέ μοι, τίνα δὴ τρόπον ἡ σκιά; Πῶς οὖν ἀνέστησε τὸν Χριστὸν ὁ Πατήρ, σκιὰν ὄντα καὶ δόκησιν, καὶ τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ἁλώσιμον; Οἰχέσθω δὴ οὖν ὁ ἐκείνων ἔμετος, μῦθον δὲ ἄλλως, καὶ ἀνοσίου βουλῆς ἀποβράσματα τὰ παρ' αὐτοῖς ἡγώμεθα
For tell me, in what manner could a shadow die? How then did the Father raise Christ, if he were a shadow and a semblance, and not subject to the bonds of death? Let their vomit then be gone, and let us reckon the things among them as mere fable and as the scummy off-scourings of an unholy counsel.
告訴我,影兒怎能死呢?父怎能叫基督復活——若他不過是影兒和表象,且不受死亡之捆綁的轄制呢?讓他們的嘔吐之物消逝吧,讓我們把他們那一套看作不過是神話,是邪惡謀算所翻湧出來的渣滓。
1:52
Τοὺς γὰρ τοιούτους ἡμῖν προκαταμηνύει γράφων τοῦ Σωτῆρος ὁ μαθητὴς ὅτι Πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον
For the disciple of the Saviour forewarns us of such men, writing that 'many false prophets have gone out into the world.'
因為救主的門徒早已預先警告我們有這樣的人,他寫道:「世上已經出來了好些假先知。」
1:53
Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ
'By this is known the Spirit of God:
「從這一點可以認出神的靈來:
1:54
Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν
every spirit which confesses Jesus Christ as having come in the flesh is from God, and every spirit which does not confess Jesus is not from God.'
凡承認耶穌基督是成了肉身來的靈,就是出於神的;凡不承認耶穌的靈,就不是出於神的。」
1:55
Καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη
'And this is that of the Antichrist, of which you have heard that it is coming, and now is already in the world.'
「這就是那敵基督者的靈,你們聽見它要來,如今已經在世上了。」
1:56
Εἰ γὰρ μὴ γέγονεν ἄνθρωπος, μήτε μὴν ἀναβέβηκεν ἐν σαρκὶ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν, οὐδ' ἂν ὑποστρέψειεν ἐξ οὐρανοῦ καθ' ἡμᾶς, ἄνθρωπος δηλονότι καὶ ἐν σαρκί
For if he did not become man, nor indeed has ascended in flesh to the Father and God who is in the heavens, neither would he return from heaven in our likeness—as a man, that is, and in flesh.
因為他若未曾成為人,也未曾在肉身中升到那在諸天之上的父神那裡,他也就不會再以我們的樣式——就是以人、以肉身——從天而降。
1:57
Ἢ οὐκ ἀτρεκῆ σοι φάναι δοκῶ; {Β} Καὶ μάλα
Or do I not seem to you to speak accurately? {B} Very much so.
難道我說得不夠準確嗎?{乙}確實準確。
1:58
{Α} Τὸ δὲ δὴ καὶ ἑτέρους οἴεσθαί τε καὶ φρονεῖν ἐξ ἀμετρήτου νωθείας γέννησιν μὲν ἀνήνασθαι τὴν διὰ τῆς ἁγίας Παρθένου τὸν ἐκ Θεοῦ φύντα Λόγον, καὶ φύσιν μὲν ἀτιμάσαι τὴν καθ' ἡμᾶς, παρατετράφθαι δὲ μᾶλλον αὐτὸν εἰς τὴν ἀπὸ γῆς σάρκα, δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν, καὶ τοῖς θείοις σκέμμασιν ἐπιτιμᾶν ᾑρημένων
{A} But that yet others, out of measureless dullness, should think and hold that the Word begotten from God refused the birth through the holy Virgin, and dishonoured our nature, but rather was transmuted into the flesh that is from earth—this belongs to those who blaspheme the economy and who have chosen to find fault with the divine designs.
{甲}至於另有些人,出於無可估量的愚鈍,竟思想、認定那由神所生的道拒絕了藉聖童女的受生,輕看了我們的本性,反倒被改變成了那出於塵土的肉身——這乃是那些褻瀆神聖經綸、選擇要對神聖籌謀挑剔之人的勾當。
1:59
Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς καὶ πολὺς εἰς ἔλεον τοῦ Θεοῦ Λόγος κεκένωκεν ἑαυτὸν δι' ἡμᾶς γενόμενος ἄνθρωπος, γενόμενος ἐκ γυναικός, ἵν' ἐπείπερ αἵματος καὶ σαρκὸς κεκοινώνηκε τὰ παιδία, τουτέστιν ἡμεῖς, καὶ αὐτὸς παραπλησίως μετάσχῃ τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας
For the Maker of all things, the God-Word abundant in mercy, emptied himself, becoming man for our sake, born of a woman, that, since the children—that is, we—have shared in blood and flesh, he too might likewise partake of the same, so that through death he might destroy the one who has the power of death, that is, the devil, and might deliver all those who through fear of death were through all their lives subject to bondage.
因為萬有的創造者、那滿有憐憫的神——道,為我們的緣故倒空了自己,成為人,為婦人所生,好叫他既然兒女——就是我們——同有血肉之體,他也照樣親自有分於這血肉之體,使他得以藉著死,敗壞那掌死權的,就是魔鬼,並要釋放那些一生因怕死而服在奴役之下的人。
1:60
Ὧδε γὰρ ἔφη τὸ Γράμμα τὸ ἱερόν
For thus said the sacred Writing.
因為聖經正是這樣說的。
1:61
Οἱ δὲ τῆς οὕτω παγκάλης καὶ ἀρίστης βουλῆς τὸ ἀπρεπὲς καθορίζουσι, καὶ ὥσπερ ἐνὸν αὐτοῖς τὰ ἀμείνω φρονεῖν, καὶ τοῖς τῆς σοφίας ἐπιτιμῶσι σκέμμασι
But they define as unseemly so altogether excellent and best a counsel, and, as though it were possible for them to think better things, they even find fault with the designs of wisdom.
然而他們卻把這如此美善、至佳的籌謀斷為不合宜,彷彿他們能想出更好的來,竟挑剔起智慧的籌謀。
1:62
Μὴ γὰρ δὴ χρῆναι λέγουσιν ὠδῖνά τε καὶ τόκον τὸν ἐκ γυναικὸς καταγράφειν ἡμᾶς τοῦ Μονογενοῦς, οἴεσθαι δὲ μᾶλλον τὴν τοῦ Λόγου φύσιν εἰς τὸ σαθρὸν δὴ τοῦτο καὶ γηγενὲς μετεστοιχειῶσθαι σῶμα, καὶ τροπὴν φαντάζονται τοῦ τροπὴν οὐκ εἰδότος
For they say that we ought not to ascribe to the Only-Begotten the birth-pang and travail-birth that is from a woman, but rather to think that the nature of the Word was transmuted into this decaying, earth-born body, and they imagine a change in the one who knows no change.
因為他們說,我們不當把那出於婦人的產痛與生產歸給獨生子,反當認為道的性被轉變成了這腐朽、由地而出的身體;他們竟為那不知道有變更者,幻想出一種變更來。
1:63
Ἐρήρεισται γὰρ ἡ Θεοῦ φύσις ἐν ἰδίοις ἀγαθοῖς, καὶ ἀκατάσειστον ἔχει τὴν ἐφ' οἷς ἐστι διαμονήν
For the nature of God is firmly fixed in its own goods, and holds its abiding in those things wherein it is, unshakable.
因為神的性穩固地堅立在自己的諸般美善之中,在它所是的一切裡持守著不可動搖的常存。
1:64
Φύσις μὲν γὰρ ἡ γενητὴ καὶ χρόνῳ παρενεχθεῖσα πρὸς ὕπαρξιν πάθοι ἂν τὴν ἀλλοίωσιν, καὶ οὐκ ἔξω λόγου τοῦ καθήκοντός τε καὶ ἀληθοῦς τὸ χρῆμα κείσεται
For a nature that is originate and brought into existence in time may suffer alteration, and the matter will lie not outside fitting and true reason.
因為一個受造的、在時間中被帶到存在的性,會受到變更,而這事也不會超出合宜而真實的道理之外。
1:65
Τὸ γὰρ ἀρχὴν ὅλως τοῦ εἶναι λαχόν, οἱονεί πως ἤδη καὶ συνεσπαρμένον ἔχει τὸ ἀλλοιοῦσθαι δεῖν
For that which has received any beginning of being at all has, as it were, already sown into it the necessity of being altered.
因為那凡領受了存在之起頭的,就彷彿早已被播下了必須變更的種子。
1:66
Θεὸς δὲ ὁ παντὸς ἐπέκεινα νοῦ, γενέσεως καὶ φθορᾶς τὴν ὕπαρξιν ἔχων ἐξῃρημένην τε καὶ ὑπερίσχουσαν, ἀμείνων ἔσται καὶ τροπῆς, καὶ ὥσπερ τῷ τῆς ἰδίας φύσεως λόγῳ, παντὸς οἶμαί που τοῦ κεκλημένου πρὸς γένεσιν ὑπερανέστηκέ τε καὶ ὑπερφέρεται, καὶ τοῦτο ἀσυγκρίτοις διαφοραῖς, οὕτω κἀν τοῖς εἰωθόσι συμβαίνειν τοῖς δι' αὐτοῦ γεγονόσιν, ὑπερανεστήξει πάλιν, παθεῖν οὐκ εἰδὼς τὸ πεφυκὸς ἀδικεῖν
But God, who is beyond all mind, having his existence exempt from and superior to generation and corruption, will be superior also to change; and just as, by the principle of his own nature, he stands above and surpasses, I think, everything called into generation—and that by incomparable differences—so too in the things accustomed to befall those made by him, he will again stand far above, not knowing how to suffer what is naturally apt to do harm.
但神,那超越一切心思者,他的存在既得免於、且超越生成與敗壞,便也必超越於變更之上;正如按著他自己本性的原則,我想他高居並超越一切被召喚而生成之物——並且是以無可比擬的差別超越——照樣,在那些慣常臨到他所造之物身上的事上,他也必再次遠遠高居其上,因他不知道甚麼叫受那本性上能加害的事。
1:67
Οὐκοῦν, ἐν ἀγαθοῖς μὲν τὸ θεῖον ἀμεταπτώτοις ἐστί, τὰ δέ γε τῆς κτίσεως ἐν ἀλλοιώσει καὶ τροπαῖς καὶ ἀγχίθυρον ἔχοντα τὴν παραφθοράν
Therefore the Divine is in goods that are unchangeable, but the things of creation are in alteration and changes, having corruption close at the door.
所以,神性是在那不能變更的美善之中,而受造之物卻是在變更與更易之中,敗壞就近在門口。
1:68
Καὶ τοῦτο γινώσκων εὖ μάλα, καὶ ὡς ἄριστα φιλοσόφων, ὁ προφήτης Ἰερεμίας ἀνεφώνει πρὸς Θεὸν ὅτι Σὺ καθήμενος τὸν αἰῶνα, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα
And knowing this very well, and as the best of philosophers, the prophet Jeremiah cried out to God: 'You who sit through the age, and we who perish through the age.'
先知耶利米深知這一點,且如最上乘的哲人一般,向神呼喊說:「你坐著直到永遠,我們卻歷世消亡。」
1:69
Καθεδεῖται γὰρ ὥσπερ ἐν ἰδίοις θώκοις τὸ θεῖον ἀεί, βασιλεῦον καὶ κατακρατοῦν τῶν ὅλων, καὶ ὑπὸ μηδενὸς τῶν παθῶν τυραννούμενον
For the Divine will sit forever as upon its own thrones, reigning and prevailing over all things, and tyrannized by none of the passions.
因為神性必如坐在自己寶座上一般,永遠坐著,作王並轄管萬有,不受任何情慾的轄制。
1:70
Ἡμεῖς δὲ τὴν φύσιν εὐτροχωτάτην τε καὶ εὐπαράφορον κομιδῇ πρὸς ἀλλοίωσιν ἔχοντες καὶ τροπήν, ἀπολλύμεθα τὸν αἰῶνα, τουτέστιν ἐν παντὶ καιρῷ καὶ χρόνῳ φθαρτοί τέ ἐσμεν καὶ τρεπτοί
But we, having a nature most prone to slide and altogether easily swayed toward alteration and change, perish through the age—that is, in every season and time we are corruptible and changeable.
但我們,因有最易滑跌、極易被牽動而走向變更的本性,便歷世消亡——就是說,在一切時令與時候,我們都是會腐朽、會變更的。
1:71
Οὔτ' οὖν τὸ θεῖον ἐν παρατροπαῖς γένοιτ' ἄν ποτε τῆς ἰδίας ἑδραιότητος ἐξωσθὲν ὑπό του τῶν παθῶν, οὔτ' ἂν ἡ φθαρτή τε καὶ ἀλλοιουμένη φύσις, τουτέστιν ἡ γενητή, καταπλουτήσειεν ἂν οὐσιώδη τὴν ἀτρεψίαν, οὐδ' ἂν ἐπαυχήσειε τοῖς τῆς θείας φύσεως ἀγαθοῖς ὡς ἰδίοις ἡ κτίσις
Neither then could the Divine ever come to be in deflections, thrust out from its own steadfastness by any of the passions; nor could the corruptible and changeable nature—that is, the originate—ever grow rich in essential immutability, nor could creation boast in the goods of the divine nature as its own.
如此,神性既不會被任何情慾從它自己的穩固中推出,落入偏移;那會腐朽、會變更的性——就是受造的性——也斷不能富有本質上的不變,受造之物也不能把神性的美善當作自己的而誇口。
1:72
Οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται
'The heavens shall perish, but you remain; and they shall all grow old like a garment, and like a mantle you shall roll them up, and they shall be changed.
「諸天必滅沒,你卻長存;天地都要像衣服漸漸舊了,你要將天地捲起來像一件外袍,天地就都改變了。
1:73
Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι
But you are the same, and your years shall not fail.'
惟有你永不改變,你的年數沒有窮盡。」
1:74
Ποῦ τοιγαροῦν μεμένηκεν ὁ αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν ὅτι μεθεὶς τὸ ἐρηρεισμένως τε καὶ ἀκλονήτως ἔχειν, καταπεφοίτηκε μὲν εἰς ὅπερ οὐκ ἦν, μεταπεποίηται δὲ καὶ εἰς σαρκὸς φύσιν καὶ εἰς τὸ φθείρεσθαι πεφυκός; Ἆρ' οὖν οὐχὶ λῆρός τε ἤδη καὶ μανία ταυτί; {Β} Πάνυ μὲν οὖν
Where then has the Word from God remained the same, if it be accurate to say that, having let go of his firm and unshaken state, he descended into what he was not, and was transformed into the nature of flesh and into what is naturally corruptible? Are these things, then, not already nonsense and madness? {B} Indeed they are.
那麼,若可以準確地說,那出於神的道捨棄了他穩固不搖的境況,下降到他先前所不是的,並被改變成了肉身的性、那本性會腐朽的——他又在何處保持了「同一」呢?這些豈不已是胡言和狂妄嗎?{乙}的確如此。
1:75
{Α} Ὥρα γὰρ εἰπεῖν ταῖς ἐκείνων ἀμαθίαις ἀντιτείνοντας ἀμαθέστερον, ὡς ἔστιν οὐκ ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾶν δύνασθαί ποτε, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας γενέσθαι σύστασιν
{A} For it would be high time, in opposing their ignorances with something yet more ignorant, to say that it is not unlikely that the flesh which is from earth might at some point be able to ascend to the nature of the Godhead, and to become a constituent of the highest of all essences.
{甲}因為,若要以更愚昧之物去抵擋他們的無知,那就該說:那由地而出的肉身,或許也並非不可能在某時上升到神性的本性,成為那至高無上之本質的一部分了。
1:76
Εἰ γὰρ αὐτὴ τῆς θεότητος ἡ φύσις, κατά γε τὴν ἐκείνων ἐμβροντησίαν, εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδὲν τὸ ἀπεῖργον ἔτι τὴν μὲν κάτω τε καὶ ἰδίαν φύσιν ὑπερπέτασθαι τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω
For if the nature of the Godhead itself, according to their stupefaction, was transferred into the nature of flesh, nothing any longer prevents the lower and proper nature, the flesh, from soaring above and being remoulded into Godhead and into the highest essence.
因為照他們昏聵的說法,神性的本性自己若被遷移成了肉身的性,那就再沒有甚麼能攔阻那較低的、本屬的性——就是肉身——向上騰飛,被重塑成神性、成為那至高的本質了。
1:77
Ἀλλ' οὐ ταῖς ἐκείνων ἀσυνεσίαις τὸ εὐπειθὲς χαριούμεθα, προσκεισόμεθα δὲ μᾶλλον ταῖς θείαις Γραφαῖς, καὶ προφήτου μὲν λέγοντος·
But we will not gratify their senselessness with our compliance; rather we will hold fast to the divine Scriptures—the prophet saying:
但我們不會以順從去討好他們的愚昧,倒要緊緊持守神聖的經文——先知說:
1:78
Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, κατασφραγίζοντος δὲ τὴν προαναφώνησιν τοῦ μακαρίου Γαβριήλ, καὶ τὴν ἄνωθεν ψῆφον τῇ Παρθένῳ διερμηνεύοντος·
'Behold, the Virgin shall conceive in the womb, and shall bear a son, and they shall call his name Emmanuel'; and blessed Gabriel, setting his seal upon the pre-announcement and interpreting to the Virgin the verdict from above:
「看哪,童女必懷孕生子,人要稱他的名為以馬內利」;蒙福的加百列又為這預先的宣告印證,向童女解明那從上而來的判定,說:
1:79
Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐκ γυναικὸς ἀληθῶς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουήλ, καὶ τὸ λαμπρόν τε καὶ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα, φρονοῦντες ὀρθῶς
'a son, and you shall call his name Jesus'—we believe that Emmanuel was truly begotten of a woman, and we will not thrust away the bright and admirable boast of our own nature, thinking rightly.
「一個兒子,你要給他起名叫耶穌」——我們相信以馬內利是真實由婦人所生,並且我們正確地思想,必不推開我們本性那光輝可羨的誇耀。
1:80
Ἐπεδράξατο γὰρ ὁ Μονογενὴς οὐχὶ τῆς ἰδίας φύσεωςἦ γὰρ ἂν οὐδέν τι μᾶλλον τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσιν, ἀλλ' οὐδὲ τῆς ἀγγέλων, ἀλλὰ σπέρματος Ἀβραάμ, καθὰ γέγραπται
For the Only-Begotten took hold not of his own nature—else our condition would in no way be in better case—nor yet of the nature of angels, but of the seed of Abraham, as it is written.
因為獨生子所握住的,並非他自己的性——否則我們的光景絕不會因此變得更好——也不是天使的性,乃是亞伯拉罕的後裔,正如經上所記。
1:81
Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος
For thus, and not otherwise, was the race that had slipped into corruption to be saved.
因為惟有這樣,而非別樣,那滑落到敗壞中的族類才得拯救。
1:82
{ Α} Τί δέ; Οὐχὶ κἀκεῖνο πρὸς τοῖσδε καταθαυμάζειν ἄξιον, ὦ Ἑρμεία; {Β} Τὸ ποῖόν τι φής; {Α} Μόνον γὰρ οὐχὶ καὶ τὸ ἐρρῶσθαι φράσαντες τῇ θεοπνεύστῳ Γραφῇ, καὶ πνεύμασι πλάνοις τὸν οἰκεῖόν τινες ἀπονέμοντες νοῦν, εἰς τοῦτο καθίκοντο δυσβουλίας καὶ μειρακιώδους ἀβελτηρίας, ὡς οἴεσθαι δεῖν τὸν τῶν αἰώνων δημιουργόν, τὸν συναίδιον τῷ Θεῷ καὶ Πατρὶ Θεὸν Λόγον, τῇ τῆς σαρκὸς γενέσει συμπαρομαρτοῦσαν ἔχειν τῆς ὑπάρξεως τὴν ἀρχήν, καὶ ὀψιγενῆ φαντάζεσθαι τὸν ἐπέκεινα παντὸς αἰῶνος καὶ χρόνου, ὡς ἐν ἐσχάτοις καὶ μόλις τοῖς τῆς ἐνανθρωπήσεως καιροῖς, Πατέρα μὲν γενέσθαι τὸν Θεόν, συνεισβαλεῖν δὲ ὥσπερ εἰς τὸ εἶναί τε καὶ ὑφεστάναι τῷ ἐκ τῆς Παρθένου ναῷ τὸν δι' οὗ τὰ πάντα καὶ ἐν ᾧ τὰ πάντα
{A} What then? Is not that, besides these things, worthy of utmost wonder, Hermias? {B} What sort of thing do you mean? {A} For some, all but bidding farewell to the God-inspired Scripture, and assigning their own mind to deceiving spirits, have come to such ill counsel and boyish folly as to think that the Maker of the ages, the God-Word co-eternal with God the Father, has the beginning of his existence concurrent with the birth according to the flesh, and to imagine as late-born the one who is beyond every age and time—as though only in the last and barely at the time of the incarnation did God become Father, and as though the one through whom are all things and in whom are all things rushed in, as it were, together into being and subsistence with the temple from the Virgin.
{甲}那麼怎樣呢?赫米亞啊,除這些事之外,下面這事豈不也極為可怪嗎?{乙}你指的是哪一類的事?{甲}就是有些人幾乎向神所默示的經文告別,把自己的心思交給迷惑人的靈,竟落到這般惡謀與孩童般的愚拙,以致認為那諸世代的創造者、那與父神同永的神——道,其存在之起頭乃是與按肉身之受生同時的,並把那超越一切世代與時間者幻想為後起的——彷彿只在末了、且勉強在成肉身之時,神才成了父,又彷彿那「萬有藉之而有、萬有在其中」的,乃是與那出於童女的殿一同猛然進入存在與實存似的。
1:83
Ἆρ' οὖν οὐχὶ πρὸς λῆξιν ἤδη τὴν ἀνωτάτω διεληλάκασι τῶν κακῶν, οἱ μῦθον οὕτω τὸν γραώδη καὶ βδελυρὸν προχειρότατα προσηκάμενοι, καὶ τῆς ἀκράτου νωθείας τὸν οἰκεῖον ἀναπλήσαντες νοῦν; Τάφος, ἀληθῶς, ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει
Have they not, then, already passed through to the very summit of evils—those who have most readily admitted so old-wives' and abominable a fable, and have filled their own mind with unmixed dullness? 'An opened tomb, truly, is their throat; with their tongues they practised deceit; the venom of asps is under their lips; whose mouth is full of cursing and bitterness.'
那些如此輕率地接納這般老婦之談、可憎的神話,又用純然的愚鈍充滿自己心思的人,豈不已經到達了諸惡的頂點嗎?「他們的喉嚨確是敞開的墳墓,他們用舌頭弄詭詐,嘴唇裡有虺蛇的毒氣,滿口是咒罵苦毒。」
1:84
καὶ γάρ ἐστιν ἀτρεκὴς ὁ τοῦ Ψάλλοντος λόγος
for the word of the Psalmist is accurate.
因為那詩篇作者的話是準確的。
1:85
{ Α}Ἦ γὰρ οὐχὶ τὸν δι' οὗ τὰ πάντα καὶ προϋφεστάναι τῶν πάντων ἀνάγκη; {Β} Εὖ λέγεις
{A} For is it not necessary that the one through whom are all things should also pre-exist all things? {B} Well said.
{甲}那「萬有藉之而有」的,豈不必然先於萬有而存在嗎?{乙}說得好。
1:86
{Α} Τί δὲ δὴ καὶ δρῷεν ἄν, Ἰωάννου μὲν γράφοντος·
{A} And what then would they do, when John writes:
{甲}那麼,當約翰寫道時,他們又當怎樣呢——
1:87
Ἐν ἀρχῇ ἦν ὁ Λόγος, <καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος
'In the beginning was the Word, and the Word was with God, and the Word was God.
「太初有道,道與神同在,道就是神。
1:88
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν>
He was in the beginning with God.'
這道太初與神同在。」
1:89
Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν
'All things came into being through him, and apart from him not even one thing came into being.'
「萬物是藉著他造的;凡被造的,沒有一樣不是藉著他造的。」
1:90
Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς
'That which was from the beginning, which we have heard, which we have seen with our eyes, which we beheld, and our hands handled, concerning the Word of life.
「論到那從起初原有的生命之道,就是我們所聽見、親眼所看見、所注視過、親手所摸過的,
1:91
Καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα καὶ ἐφανερώθη ἡμῖν, αὐτοῦ δὲ Χριστοῦ τῆς ἰδίας ὑπάρξεως τὴν ἄποπτον ἀρχαιότητα τοῖς Ἰουδαίοις κατασημαίνοντος
And the life was manifested, and we have seen, and we testify, and we declare to you the eternal life, which was with the Father and was manifested to us'—Christ himself signifying to the Jews the unsearchable antiquity of his own existence:
(這生命已經顯現出來,我們也看見過,現在又作見證,將原與父同在、且顯現與我們那永遠的生命,傳給你們。)」——基督自己向猶太人指明他自己存在那不可窺測的古遠:
1:92
Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; ἀντήκουον ἐναργῶς·
'You are not yet fifty years old, and have you seen Abraham?'—he answered plainly:
「你還沒有五十歲,豈見過亞伯拉罕嗎?」——他明明地回答說:
1:93
Ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί
'Amen, amen, I say to you, before Abraham came to be, I am.'
「我實實在在地告訴你們,還沒有亞伯拉罕,就有了我。」
1:94
Οὗ δὲ τὸ ἦν ἐστιν, ἐπενηνεγμένου μηδενός, καὶ μὴν καὶ τὸ εἰμί τέτακται σαφῶς, τίνα τῆς γενέσεως κατίδοι τις ἂν τὴν ἀρχήν;Ἢ τίνα δὴ τρόπον ὁ ὢν ἐν ἀρχῇ τῇ παντὸς ἐπέκεινα νοῦ παραδέξαιτο ἂν τὸ ἐν καιρῷ κεκλῆσθαι πρὸς ὕπαρξιν; Εἰ μὲν οὖν τις ἕλοιτο τουτοισὶ σχολαιότερον ἀντιφέρεσθαι, χαλεπὸν οὐδὲν τοὺς τῆς θεοπνεύστου Γραφῆς παρακομίζοντας λόγους τὰ ἐκ τῆς ἐκείνων ἐμβροντησίας ἀποκρούεσθαι βλάβη
But where 'was' is, with nothing added, and where moreover the 'I am' is plainly set, what beginning of generation could anyone discern? Or in what manner could the one who 'was' in the beginning, which is beyond all mind, admit being summoned into existence in time? Now if anyone should choose to contend against these things rather leisurely, it is in no way hard, by bringing forward the words of the God-inspired Scripture, to repel without injury the products of their stupefaction.
但「他本是」這句既毫無附加之語,而「我是」又明明地擺在那裡,誰還能看出有甚麼生成的起頭呢?或者,那在「超越一切心思」的太初便「本是」的,怎能容讓自己被在時間中召喚而存在呢?如今若有人選擇較從容地與這些事爭辯,那也絕不困難——只要把神所默示之經文的話搬出來,便可毫無損傷地擊退他們昏聵所生之物。
1:95
Τά γε μὴν οὕτως ἐναργῆ νοσοῦντα τὸν ἔλεγχον καὶ πολὺ λίαν ἔχοντα τὸ ἀκαλλές, περιττὸν οἶμαί που καὶ φροντίδος ἀξιοῦν
But things which are so manifestly diseased with reproof and have so very much of the unlovely, I think it superfluous even to deem worthy of consideration.
至於那些如此明顯地病在可斥之中、又極多不雅之物,我想連加以考量都是多餘的。
1:96
{ Α} Οὐκοῦν ἐπ' ἐκεῖνο ἴωμεν ὅπερ ἐστὶ τῷ κατεγνωσμένῳ συγγενές
{A} Let us go, then, to that which is akin to what has been condemned.
{甲}那麼,讓我們轉到那與已被定罪之事相近的論點上去。
1:97
Παρασημαίνουσι γάρ τινες τῆς ἀληθείας τὸ κάλλος, καθάπερ τι νόμισμα κιβδηλεύοντες, ἐπαίροντές τε εἰς ὕψος τὸ κέρας, καὶ ἀδικίαν λαλοῦντες κατὰ τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον
For some counterfeit the beauty of the truth, as it were debasing some coin, raising the horn on high, and 'speaking iniquity against God,' as it is written.
因為有些人偽造真理的美麗,彷彿摻假錢幣一般,把角高高舉起,正如經上所記,「向神出狂傲的話」。
1:98
Ἀνύπαρκτόν τε καὶ ἰδικῶς οὐχ ὑφεστηκότα φαντάζονται τὸν Μονογενῆ, καὶ οὐκ εἶναι μὲν ἐν ὑποστάσει τῇ καθ' ἑαυτόν, ῥῆμα δὲ ἁπλῶς καὶ λόγον τὸν κατὰ μόνην τὴν προφορὰν γενέσθαι παρὰ Θεοῦ, καὶ ἐν ἀνθρώπῳ κατοικῆσαί φασιν οἱ τάλανες, συνθέντες δὲ οὕτω τὸν Ἰησοῦν, ἁγίων μὲν εἶναί φασιν ἁγιώτερον, οὐ μὴν ἔτι καὶ Θεόν
They imagine the Only-Begotten as non-existent and not subsisting individually, and say that he is not in subsistence of his own, but came to be from God merely as an utterance and a word according to expression alone, and dwelt in a man—the wretches—and, having thus composed Jesus, they say he is holier than the saints, but not yet also God.
他們把獨生子幻想成不存在、不單獨實存的,說他並不在自己的位格中,乃是僅僅作為一句話語、一個僅憑發聲的言詞,由神而出,並住在一個人裡面——這些可憐人——他們既如此拼湊出耶穌來,便說他比眾聖徒更聖,卻還不是神。
1:99
Οὐκοῦν, καθὰ καὶ ὁ τοῦ Σωτῆρος ἐπέστειλε μαθητής·
Therefore, as the disciple of the Saviour also wrote:
所以,正如救主的門徒所寫的:
1:100
Πᾶς ὁ ἀρνούμενος τὸν Υἱὸν οὐδὲ τὸν Πατέρα ἔχει, ὁ ὁμολογῶν τὸν Υἱὸν καὶ τὸν Πατέρα ἔχει
'Everyone who denies the Son does not have the Father either; he who confesses the Son has the Father also.'
「凡不認子的,就沒有父;認子的,連父也有了。」
1:101
Ἄμφω γὰρ δι' ἀμφοῖν καὶ ἑκάτερος ἐν ἑκατέρῳ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ἐπιγινώσκονται
For both are known through both, and each is known in each, both by ourselves and by the holy angels.
因為二者是藉著彼此而被認識的,並且每一位都在另一位裡面被認識,無論是被我們,還是被眾聖天使。
1:102
Οὐ γὰρ ἄν τις ἀναμάθοι τί ἐστι Πατὴρ εἰ μὴ Υἱὸν ὑφεστῶτά τε καὶ γεγεννημένον εἰσδέξαιτο κατὰ νοῦν
For no one could learn what the Father is, unless he received in his mind a Son who subsists and has been begotten.
因為人若不在心思裡領受一位實存且已受生的子,就無從得知父是甚麼。
1:103
Ἀλλ' οὐδ' ἂν ὅ τί ποτέ ἐστιν ὁ Υἱὸς ἀναμάθοι πάλιν, εἰ μὴ ὅτι τέτοκεν ὁ Πατὴρ διενθυμοῖτο σαφῶς
But neither again could one learn what the Son is, unless he clearly considered that the Father has begotten.
反過來,人若不清楚思想到父已生了子,也無從得知子是甚麼。
1:104
Οὐκοῦν, ἀναγκαῖον οἶμαί που καὶ ἀτρεκὲς εἰπεῖν ὡς εἴπερ ἐστὶν ἀνύπαρκτος ὁ Υἱός, οὐδ' ἂν τὸν Πατέρα κατὰ τὸ ἀληθὲς νοήσαιμεν ἄν
Therefore it is necessary, I think, and accurate to say, that if the Son is non-existent, neither could we truly conceive of the Father.
所以我想,必須且準確地說:子若不存在,我們也就不能真正領會父了。
1:105
Ποῦ γὰρ ἔτι Πατήρ, εἰ μὴ τέτοκεν ἀληθῶς;Ἢ εἴπερ γεγέννηκε τὸ μὴ ὑφεστὼς μήτε ὑπάρχον ὅλως, τὸ γεννηθὲν ἔσται τὸ μηδέν
For where any longer is a Father, if he has not truly begotten? Or if he has begotten that which neither subsists nor exists at all, the thing begotten will be nothing.
因為父若未曾真實地生,他還算甚麼父呢?或者,他若生了那既不實存、也全然不存在的,那所生的便是無有了。
1:106
Τὸ γάρ τοι μὴ ὑφεστὼς ἐν ἴσῳ τῷ μηδενί, μᾶλλον δὲ παντελῶς οὐδέν
For that which does not subsist is on a par with nothing—or rather, is altogether nothing.
因為那不實存的,與無有同等——或更該說,全然是無有。
1:107
Εἶτα τοῦ μηδενὸς ἔσται Πατὴρ ὁ Θεός
Then God will be the Father of nothing.
那麼,神就要作那「無有」之父了。
1:108
Ἀλλ' ὦ βέλτιστοι, φαίην ἂν ἔγωγε πρός γε τοὺς τῶν τοιούτων ἐξηγητάς, ὕθλος εἰκαῖος τὰ παρ' ὑμῶν, ἢ γοῦν ἐρομένῳ φράζετε·
But, most excellent men, I for my part would say to the expositors of such things: your wares are idle drivel; or at least, when one asks, tell me:
然而,諸位至優之士啊,我倒要對這等道理的講解者說:你們所兜售的乃是無謂的廢話;至少當有人發問時,請告訴我:
1:109
πῶς ἐξαίρετος ἡ εἰς ἡμᾶς ἀγάπησις τοῦ Θεοῦ καὶ Πατρός; Καὶ εἰ δέδωκεν ὑπὲρ ἡμῶν τὸν Υἱόν, τὸν καθ' ὑμᾶς οὐχ ὑφεστηκότα, τὸ μηδὲν ἄρα δέδωκεν ὑπὲρ ἡμῶν, καὶ οὔτε γέγονε σὰρξ ὁ Λόγος, οὔτε τὸν τίμιον ὑπέστη σταυρόν, οὔτε κατήργηκε τοῦ θανάτου τὸ κράτος, οὔτε μὴν ἀνεβίω πάλιν
how is the love of God the Father toward us exceptional? And if he gave the Son for us—the Son who according to you does not subsist—then he gave nothing for us, and neither did the Word become flesh, nor undergo the precious cross, nor abolish the power of death, nor indeed come back to life again.
父神向我們的愛何以是格外卓絕的呢?倘若他為我們捨了子——那照你們所說並不實存的子——那麼他就是為我們捨了「無有」,道也就既未成肉身,未受那寶貴的十字架,未廢去死亡的權勢,也確實未曾再活過來。
1:110
Εἰ γάρ ἐστι τὸ μηδέν, καὶ ἀνύπαρκτος καθ' ὑμᾶς, πῶς ἔν γε τουτοισὶ γένοιτ' ἄν; Πεφενάκικεν οὖν ἄρα τῆς ἁγίας Γραφῆς ὁ λόγος τοὺς πεπιστευκότας, καὶ ἡ τῆς πίστεως ἑδραιότης οἴχεται πρὸς τὸ μηδέν
For if he is nothing and, according to you, non-existent, how could he come to be in these things? The word of the holy Scripture, then, has cheated those who have believed, and the steadfastness of faith vanishes into nothing.
因為他若是「無有」、且照你們所說是不存在的,他又怎能在這些事上有分呢?如此,聖經的話便欺哄了那些信的人,信心的穩固也化為烏有了。
1:111
{Α} Τί δέ; Οὐκ ἐν μορφῇ τοῦ Θεοῦ ὑπάρχειν τὸν Υἱὸν ὁ θεῖος ἡμῖν κατεσήμηνε λόγος, εἰκόνα τε αὐτὸν καὶ χαρακτῆρά φησι τοῦ Γεγεννηκότος; { Β} Καὶ μάλα
{A} What then? Did not the divine word signify to us that the Son subsists 'in the form of God,' and call him an image and an impress of the Begetter? {B} Very much so.
{甲}那麼怎樣呢?神聖的話豈不向我們指明,子是「在神的形像中」實存著,並稱他為那生他者的像、是其本質的印記嗎?{乙}確實如此。
1:112
{Α} Αἱ δὲ εἰκόνες ὡς τὰ ἀρχέτυπα; {Β} Πῶς γὰρ οὔ; {Α} Οὐκοῦν, εἰ μὴ ἐνυπόστατος ἡ εἰκών, μήτε μὴν ἐν ὑπάρξει νοοῖτο τῇ καθ' ἑαυτὸν ὁ χαρακτήρ, ἀνυπόστατον εἶναι δώσουσιν ὡς ἐξ ἀναγκαίου λόγου καὶ τὸν οὗπέρ ἐστι χαρακτήρ, καὶ τὸ τῆς εἰκόνος ἀκαλλὲς ἀναδραμεῖταί που πάντως ἐπὶ τὸ ἀρχέτυπον
{A} And are images as their archetypes? {B} How not? {A} Therefore, if the image is not enhypostatic, nor the impress conceived as in existence of its own, they will be granting, as by necessary reasoning, that the one of whom it is the impress is also without subsistence, and the unloveliness of the image will run back entirely, no doubt, upon the archetype.
{甲}像豈不與其原型相符嗎?{乙}怎能不呢?{甲}所以,若那像不是有位格的,那印記也不被領會為有自己的存在,那麼按必然的推理,他們就要承認:那作其印記之原型者也是無位格的;而那像的不雅,無疑也要全然回溯到原型身上去。
1:113
{ Α} Εἶτα, εἰπέ μοι, Φίλιππος χριστομαθὴς ὢν ἄγαν, τὸν ὄντα τε καὶ ὑφεστηκότα Πατέρα κατιδεῖν ἠξίου, λέγων·
{A} Then, tell me, Philip, being a most diligent disciple of Christ, did he deem worthy to behold the Father who is and subsists, saying:
{甲}那麼,請告訴我:腓力既是基督最殷勤的門徒,他渴望看見的,乃是那實有且實存的父,他說:
1:114
Κύριε, δεῖξον ἡμῖν τὸν Πατέρα, καὶ ἀρκεῖ ἡμῖν, ἢ γοῦν τὸν οὐκ ὄντα καὶ ἀνυπόστατον; {Β} Τὸν ὄντα δηλονότι
'Lord, show us the Father, and it is enough for us'—or rather the one who is not and is without subsistence? {B} The one who is, clearly.
「主啊,求你將父顯給我們看,我們就知足了」——還是那不存在、無位格的呢?{乙}顯然是那實有的。
1:115
{Α} Εἴπερ οὖν ἐστι τὸ μηδὲν ὁ Υἱός, ἅτε δὴ μὴ ὑφεστηκώς, κατά γε τὸ ἐκείνων ἀχάλινον θράσος, εἰς εἰκόνα καὶ γνῶσιν ἀκριβῆ τοῦ Πατρὸς ἑαυτὸν ἡμῖν ἀνθότου παρεκόμιζε, λέγων·
{A} If then the Son is nothing, inasmuch as he does not subsist—according to their unbridled audacity—on what ground did he present himself to us as an image and an exact knowledge of the Father, saying:
{甲}那麼,照他們那毫無約束的放肆,子若因不實存而是「無有」,他又憑甚麼把自己呈獻給我們,作為父的像與對父確切的認識呢?他說:
1:116
Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα
'Have I been so long a time with you, and you have not known me, Philip? He who has seen me has seen the Father.'
「腓力,我與你們同在這樣長久,你還不認識我嗎?人看見了我,就是看見了父。」
1:117
Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν
'Do you not believe that I am in the Father and the Father is in me? I and the Father are one.'
「我在父裡面,父在我裡面,你不信嗎?我與父原為一。」
1:118
Ἀλλ' οὐκ ἂν οἶμαί που τὸν ὑφεστηκότα καταθρήσειέ τις ἔν γε τῷ μὴ ὑφεστηκότι, οὐδ' ἂν ἐννοοῖτό ποτε καὶ ταὐτὸν εἰσάπαν τῷ μὴ ὑπάρχοντι τὸ ὑπάρχον
But I do not think anyone could discern the one who subsists in the one who does not subsist, nor could the existent ever be conceived as altogether identical with the non-existent.
但我想,沒有人能在那不實存者裡面看出那實存者來,那實有的也斷不能被領會為與那不存在的全然同一。
1:119
Ἔσται δὲ ὅπως ἐν Υἱῷ μὲν ὁ Πατήρ, ὁ δὲ Υἱὸς αὖ ἐν τῷ Πατρί;Ἢ οὐκ ἔτυμον εἰπεῖν ὡς εἰ μὴ ἔστιν ὁ Λόγος ἐν ὑπάρξει τῇ καθ' ἑαυτόν, κινδυνεύσειεν ἂν καὶ αὐτὸς ὁ Πατήρ, ἔχων μὲν ἐν ἑαυτῷ τὸ μηδέν, νοούμενος δὲ ὑπάρχειν ἐν τῷ μηδενί; Τὸ γὰρ οὐκ ὂν ὅλως οὐδὲν ἂν νοοῖτο λοιπόν
And how will the Father be in the Son, and the Son again in the Father? Or is it not true to say that, if the Word is not in existence of his own, the Father himself would also be endangered—having within himself nothing, and being conceived to exist in nothing? For that which is not at all could no longer be conceived as anything.
父怎能在子裡面,子又在父裡面呢?或者,這話豈不是真的:道若不在自己的存在中,連父自己也就危險了——他裡面所有的乃是「無有」,且被領會為存在於「無有」之中?因為那全然不存在的,便再不能被領會為甚麼東西了。
1:120
{Β} Οὐκ ἄτραχυς μὲν ὁ λόγος
{B} The argument is not without ruggedness.
{乙}這論點不無艱澀之處。
1:121
Πλείστην γὰρ ὅσην ἐν ἑαυτῷ τὴν ἀτοπίαν νοσεῖ, περιίστησι δ' οὖν ὅμως εἰς τὸ ἀπηχὲς τῶν δι' ἐναντίας τὸ δόγμα
For it is sick with very much absurdity in itself, yet nevertheless it brings the doctrine of our opponents round to discord.
因為它本身病在極多的荒謬之中,然而它畢竟把對方的教義逼到自相矛盾的不協調裡去。
1:122
{ Α} Κατατεθήποι δ' ἄν τις εἰκότως τίνα δὴ τρόπον ἐν τῷ Υἱῷ τῷ μὴ λαχόντι τὸ εἶναι τὰ ὄντα πεποίηκεν ὁ Πατήρ
{A} One might rightly be amazed in what manner the Father made the things that are in the Son who has not received being.
{甲}人理當稱奇:父怎能在那「未曾領受存在」的子裡面造了那些存在之物呢?
1:123
Εἰ δὲ δή τις ἔροιτο πότερα τοῖς οὖσι τὸ εἶναι καλόν, ἢ γοῦν τὸ μὴ εἶναι τυχόν, ἀποκρίνῃ τίνα τρόπον; {Β} Φαίην ἂν ὅτι τὸ εἶναι
But if anyone should ask whether being is good for the things that are, or rather non-being perhaps, in what manner do you answer? {B} I would say that being is good.
但若有人問:對那些存在之物而言,是「存在」為好呢,還是「不存在」或許更好?你要怎樣回答?{乙}我要說「存在」為好。
1:124
Ἔχοι γὰρ ἂν ὧδε τὸ χρῆμα τῇ φύσει
For so would the matter stand by nature.
因為按本性,事情正當如此。
1:125
Οὐκοῦν, ἐν ἀμείνοσιν ἡ κτίσις ἥπερ ὁ δι' οὗ τὰ πάντα καλεῖται πρὸς γένεσιν, εἰ ὁ μὲν οὐχ ὑφεστηκέναι λέγεται, τὰ δὲ ὑφέστηκέ τε καὶ ἐν τῷ εἶναι νοεῖται
Therefore creation is in better case than the one through whom all things are called into being, if the latter is said not to subsist, while the former subsist and are conceived as being.
如此,倘若那「萬有藉之被召喚而生」的被說成不實存,而那受造之物卻實存、且被領會為「存在」,那麼受造之物便比他光景更好了。
1:126
Ζῶν γὰρ ὁ Λόγος τοῦ Θεοῦ καὶ ἐνεργής, καθὰ γέγραπται
For 'living is the Word of God and active,' as it is written;
因為正如經上所記,「神的道是活潑的,是有功效的」;
1:127
οὐκ ἂν νοοῖτο ζωὴ μὴ ὑφεστηκώς
he could not be conceived as life if he did not subsist.
他若不實存,就不能被領會為生命。
1:128
Ζωὴ δέ ἐστι κατὰ φύσιν, διαψεύσεται γὰρ οὐδαμῶς
And he is life by nature—for he will in no way speak falsely.
並且他按本性就是生命——因為他斷不會說謊。
1:129
Τὸ ἄρα μὴ ὑφεστάναι τὸν ἐκ Θεοῦ πεφηνότα Λόγον, ψευδηγόρημα σαθρὸν καὶ φρενὸς ἀπόβρασμα τῆς ἠλιθιωτάτης
Therefore, to say that the Word who has appeared from God does not subsist is a rotten falsehood and the off-scouring of a most idiotic mind.
所以,說那由神顯現的道並不實存,乃是腐朽的謊言,是最愚癡心思所翻出的渣滓。
1:130
Μωϋσεῖ γὰρ ἔφασκεν αὐτός·
For he himself said to Moses:
因為他自己對摩西說:
1:131
Τὸ δὲ ὂν ἀληθῶς οὐκ ἐν ὑποστάσει καθ' ἑαυτὸ σωζόμενον πῶς ἂν νοοῖτό ποτε; {Α} Οὐκοῦν τῶν τῇδε διειληφότων καθοριοῦμεν εἰκότως τὸ εἰς ἄκρον ἀμαθές; {Β} Πάνυ μὲν οὖν
And how could that which truly is, but is not preserved in subsistence of its own, ever be conceived? {A} Therefore shall we rightly define the utter ignorance of those who have held these views? {B} Very much so.
至於那「真實存在」卻不在自己的位格中得以保存的,又怎能被領會呢?{甲}那麼,我們豈不該把持這等見解之人那極度的無知斷定下來嗎?{乙}確實該如此。
1:132
{ Α} Οὐ μὴν οὐδὲ ἐκείνους ἐπαινέσαιμεν ἄν, ὦ Ἑρμεία, φιλοθηρεῖν εὖ μάλα δεδιδαγμένοι τὸ ἀληθές
{A} Yet neither would we praise those others, Hermias, who have been very well taught to hunt eagerly after the truth.
{甲}然而,赫米亞啊,另有一些自命已被很好地教導去熱切追獵真理的人,我們也不會稱許他們。
1:133
{ Β} Τίνας; { Α} Οἳ τητᾶσθαι λέγουσι ψυχῆς λογικῆς τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα
{B} Who? {A} Those who say that the flesh united to the Word was deprived of a rational soul.
{乙}是誰呢?{甲}就是那些說「與道聯合的肉身缺了理性魂」的人。
1:134
Σαρκὶ γάρ που μόνῃ, καὶ τὴν ζωτικήν τε καὶ αἰσθητικὴν λαχούσῃ κίνησιν ἀμφιεννύντες τὸν Λόγον, παραφέρουσιν εἰς κόσμον, τὴν νοῦ καὶ ψυχῆς ἐνέργειαν ἀπονέμοντες τῷ Μονογενεῖ
For clothing the Word with flesh alone—flesh which has received only vital and sensory motion—they parade into the world a notion that assigns the activity of mind and soul to the Only-Begotten himself.
因為他們把道僅僅披上肉身——就是那只領受了生命性與感官性運動的肉身——便向世人標榜出一套說法,把心思與魂的功用歸給了獨生子自己。
1:135
Καταπεφρίκασι γάρ, οὐκ οἶδ' ὅπως ἐρῶ, ἀνθρώπῳ τελείως ἔχοντι, κατά γε τὸν τῆς ἀνθρωπότητος λόγον, τουτέστι τῷ ἐκ ψυχῆς καὶ σώματος ἡνῶσθαι τὸν Λόγον ὁμολογεῖν, τῆς μὲν ἄνωθέν τε καὶ ἀρχαιοτάτης πίστεως τὴν παράδοσιν ὀλίγου παντελῶς ἀξιοῦντες λόγου, θελήσει δὲ μόνῃ τῇ κατὰ σφᾶς αὐτούς, καὶ τοῖς ἀνθρωπίνοις δεῖν ἕπεσθαι λογισμοῖς ἀμαθῶς ᾑρημένοι, καὶ φρονοῦντες ἀληθῶς παρ' ὃ δεῖ φρονεῖν
For they shudder—I know not how to say it—to confess that the Word is united to one who is perfectly man, that is, to one constituted of soul and body, according to the principle of humanity; they reckon the tradition of the faith from above and most ancient worthy of almost no account at all, but, having ignorantly chosen to follow their own will alone and human reasonings, they truly think contrary to what one ought to think.
因為他們戰兢——我不知該如何說——不肯承認道是與一個完全的人,就是按人性原則由魂與身體所構成的人聯合的;他們把那從上而來、至為古遠的信仰傳承看得幾乎一文不值,反倒愚昧地選擇單單跟從自己的意願與人的推理,他們所想的實在與所當想的相反。
1:136
{ Β} Καὶ τίς ὁ λόγος αὐτοῖς τοῦ τοιοῦδε δόγματος; { Α} Ἐγὼ φράσω
{B} And what is their argument for such a doctrine? {A} I will tell you.
{乙}他們持這種教義有甚麼理由呢?{甲}我來告訴你。
1:137
Τὸν Θεοῦ μεσίτην καὶ ἀνθρώπων, κατὰ τὰς Γραφάς, συγκεῖσθαί φαμεν ἔκ τε τῆς καθ' ἡμᾶς ἀνθρωπότητος, τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ Μονογενοῦς
We say that the Mediator between God and men, according to the Scriptures, is composed both of our humanity, perfect according to its own principle, and of the one who has appeared from God by nature as Son, that is, the Only-Begotten.
我們照聖經說,神與人之間的中保,是由我們的人性——按其自身原則為完全的——以及那按本性由神顯現為子者,就是獨生子,二者所構成的。
1:138
Ἕνα δ' οὖν ὅμως Χριστὸν καὶ Κύριον καὶ Υἱὸν ἐπιγινώσκομεν, ἐν ταὐτῷ καὶ ὑπάρχοντα καὶ νοούμενον Θεόν τε καὶ ἄνθρωπον
We nonetheless acknowledge one Christ and Lord and Son, in the same one both existing and conceived as God and man.
然而我們仍然承認獨一的基督、主、子,在同一位裡,他既是、也被領會為神又為人。
1:139
Ἀδιάσπαστον δὲ παντελῶς τὴν ἕνωσιν διατηρεῖν εἰθίσμεθα, τὸν αὐτὸν εἶναι πιστεύοντες καὶ μονογενῆ καὶ πρωτότοκον
And we are accustomed to keep the union altogether inseparable, believing the same one to be both only-begotten and firstborn.
我們慣於保守這聯合完全不可分割,相信那同一位既是獨生的,又是首生的。
1:140
Μονογενῆ μὲν ὡς ἐκ Θεοῦ Πατρὸς Λόγον, καὶ ἐκ τῆς οὐσίας αὐτοῦ πεφηνότα, πρωτότοκον δὲ αὖ καθὸ γέγονεν ἄνθρωπος, καὶ ἐν πολλοῖς ἀδελφοῖς
Only-begotten as the Word from God the Father and as having appeared from his essence; but firstborn again inasmuch as he became man and is among many brothers.
他作為出於父神的道、且由父的本質顯現而言,是獨生的;但就他成為人、在許多弟兄中而言,他又是首生的。
1:141
Ὥσπερ γὰρ εἷς ἐστι Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, οὕτω καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα
For just as there is one God, the Father, from whom are all things, so also there is one Lord, Jesus Christ, through whom are all things.
因為正如有一位神,就是父,萬有都本於他;照樣,也有一位主,就是耶穌基督,萬有都藉著他。
1:142
Θεὸν γὰρ ὄντα κατὰ φύσιν ἐπιγινώσκομεν τὸν δι' οὗ τὰ πάντα Λόγον καὶ εἰ γέγονε σάρξ, τουτέστιν ἄνθρωπος
For we acknowledge the Word, through whom are all things, to be God by nature, even if he became flesh, that is, man.
因為我們承認那「萬有藉之而有」的道,按本性是神,即便他成了肉身,就是成了人。
1:143
{Α} Ἀλλ' οὔτι που σφόδρα ταῖς ἐν ἡμῖν περὶ τούτου δόξαις τὰ ἐκείνων συμφέρεται
{A} But their views by no means accord very well with those held among us concerning this.
{甲}然而他們的見解,與我們在此事上所持的,絕不甚相合。
1:144
Ἕνα μὲν γὰρ ὁμολογουμένως παραδέχονται καὶ αὐτοὶ Χριστὸν Ἰησοῦν, ἄριστα φρονοῦντες ἔν γε τούτῳ, παρωθοῦνται δὲ λίαν ὡς δυσσεβὲς ὅτι μάλιστα καταδιϊστᾶν εἰς δύο τὸν Ἐμμανουήλ
For they too admittedly receive one Christ Jesus—thinking excellently in this point—but they very much reject as utterly impious the dividing of Emmanuel into two.
因為他們也公認領受獨一的基督耶穌——在這一點上他們想得極好——並且極力拒斥那把以馬內利割裂為二的作法,視之為最邪惡的。
1:145
Ψυχῆς δ' οὖν ὅμως τῆς ἀνθρωπίνης καὶ λογικῆς τὴν σάρκα γυμνώσαντες, ἡνῶσθαί φασιν αὐτῇ τὸν ἐκ Θεοῦ Λόγον
Yet nevertheless, having stripped the flesh of the human and rational soul, they say that the Word from God is united to it.
然而他們既剝去了肉身那屬人的、理性的魂,就說那出於神的道是與這肉身聯合的。
1:146
Ἐξεύρηται δέ τις αὐτοῖς πιθανός, ὡς οἴονται, πρὸς τοῦτο λόγος
And a plausible argument, as they think, has been devised by them toward this end.
並且照他們所想,他們已為此想出一套看似有理的論調。
1:147
Τὰ γάρ τοι, φασί, κατὰ σύνθεσιν πρὸς ἑνὸς τελείου σύστασιν συνδεδραμηκότα, μέρη τε καὶ ἐξ ἀτελῶν ὁρᾶσθαι φιλεῖ, τοῦ τελείως ἔχοντος καθ' ἑαυτὸ καὶ ὡς ἐν ἰδίᾳ φύσει τῆς ἐκ μερῶν συνθέσεως οὐ δεδεημένου
For, they say, the things that have run together by composition toward the constitution of one perfect whole are wont to be seen as parts and as deriving from incomplete things, since that which is perfect in itself and as in its own nature has no need of composition from parts.
因為他們說,凡藉著組合而會聚以構成一個完全整體的東西,都常被看作部分、且是由不完全之物而出的;因為那本身就完全、且如在自己本性中為完全的,並不需要由部分而來的組合。
1:148
Τοιγάρτοι, φασί, παραιτητέον εἰκότως ἄνθρωπον δοῦναι τέλειον τὸν συνενωθέντα τῷ Λόγῳ ναόν, ἵνα καὶ ἡ σύνθεσις, ἥπερ ἂν ἐπὶ Χριστῷ νοοῖτο τυχόν, ἀκριβῆ τε καὶ ἀδιάβλητον τὸν ἑαυτῆς ἀποσώζοι λόγον
Therefore, they say, one must reasonably refuse to grant that the temple united to the Word was a perfect man, in order that the composition—whatever might be conceived in the case of Christ—may preserve its own principle accurately and irreproachably.
所以他們說,人理當拒絕承認那與道聯合的殿是一個完全的人,這樣,那在基督身上所能想到的組合,才可準確而無可指責地保持它自己的原則。
1:149
Εἰ γὰρ ἐξ ἀνθρώπου τελείου, φασί, καὶ τοῦ ἐκ Πατρὸς ὄντος Λόγου συντίθεμεν τὸν Ἐμμανουήλ, οὐ βραχὺ τὸ δεῖμα, μᾶλλον δὲ ἀδιάφυκτον ἤδη πως ἂν φανεῖται λοιπὸν τὸ καὶ ἀβουλήτως δεῖν δύο μὲν υἱούς, Χριστοὺς δὲ αὖ δύο φρονεῖν τε καὶ λέγειν
For if, they say, we compose Emmanuel out of a perfect man and the Word who is from the Father, the danger is no small one—rather, it would now somehow seem inescapable that, even against our will, we must think and say there are two sons and again two Christs.
因為他們說,我們若把以馬內利由一個完全的人與那出於父的道組合起來,這危險就非同小可——倒不如說,這似乎已成了無可逃避的:就連違背我們心意,我們也勢必要想、要說有兩個子、又有兩個基督了。
1:150
{ Β} Εἶτα τί τούτοις ἀντεροῦμεν ἡμεῖς; {Α} Πρῶτον μὲν ὅτι τῆς πίστεως τὴν οὕτως ἀρχαιοτάτην καὶ ἐξ αὐτῶν τῶν ἁγίων ἀποστόλων διήκουσαν εἰς·
{B} Then what shall we say against these men? {A} First, that the faith which is so very ancient and which has come down from the holy apostles themselves into—
{乙}那麼我們當對這些人說甚麼來反駁呢?{甲}首先要說:那如此古遠、且從眾聖使徒自己一直傳下來的信仰——
1:151
μὲν ὀρθῶς, τὸ δεῖνα δὲ αὖ ἑτεροίως ἔχειν χρῆν δήπου καὶ ἦν ἄμεινον ἀληθῶς, ἀπονέμειν δὲ μᾶλλον τῷ πανσόφῳ Θεῷ τῶν ἰδίων διασκέψεων τὴν ὁδόν, καὶ μὴ τοῖς εὖ ἔχειν παρ' αὐτῷ δεδοκιμασμένοις ὑπερφιάλως ἐπιτιμᾶν
—that this point is rightly so, but that other point ought rather to be otherwise—surely this is presumptuous; it would in truth be better to assign to the all-wise God the way of his own designs, and not arrogantly to find fault with what has been approved as good in his sight.
——說「這一點固然不錯,那一點卻當另作別論、且本可更好」——這委實是僭妄的;倒不如把他自己籌謀的道路歸給那全智的神,不要狂傲地挑剔那在他眼中已被認可為善的事,這才真是更好的。
1:152
Ἀκουσόμεθα γὰρ λέγοντος ἐναργῶς·
For we shall hear him saying plainly:
因為我們必聽見他明明地說:
1:153
Οὐ γάρ εἰσιν αἱ βουλαί μου ὥσπερ αἱ βουλαὶ ὑμῶν, οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν αἱ ὁδοί μου, ἀλλ' ὡς ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου
'For my counsels are not as your counsels, nor are my ways as your ways; but as heaven is distant from earth, so is my way distant from your ways, and your thoughts from my thinking.'
「因為我的籌算非同你們的籌算,我的道路非同你們的道路;天怎樣高過地,照樣,我的道路高過你們的道路,我的意念高過你們的意念。」
1:154
Εἶτα τὸ δοκοῦν αὐτοῖς ηὑρῆσθαι σοφῶς ἕωλον παντελῶς καὶ ἀμαθὲς ὂν ἁλώσεται
Then what they think has been wisely discovered will be caught out as utterly stale and ignorant.
如此,他們所以為「已被聰明地發現」的,必被識破為全然陳腐而無知。
1:155
Εἰ γὰρ δή τις ἕλοιτο ψυχῆς λογικῆς τὸν θεῖον ἐκεῖνον ἀπογυμνῶσαι ναόν, οὐκ ἐξ ἀτελῶν ἡ σύνοδος ἔσται δύο, πολλοῦ γε καὶ δεῖ
For if anyone should choose to strip that divine temple of a rational soul, the union will not be of two incomplete things—far from it.
因為若有人選擇把那神聖的殿剝去理性魂,那聯合就不是兩個不完全之物的會合了——遠非如此。
1:156
Ἔστι μὲν γὰρ ὁμολογουμένως ὡς πρὸς ὅλον ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, μόνη καὶ καθ' ἑαυτὴν ὡς μέρος ἡ σάρξ
For admittedly, in relation to the whole man—I mean the one composed of soul and body—the flesh by itself and on its own is a part.
因為公認地,相對於整全的人——我是指那由魂與身體所構成的——肉身單獨、就其自身而言,乃是一部分。
1:157
Ἀλλ' ὅ γε Θεὸς Λόγος, οὐχ ὡς μέρος ἂν νοοῖτό τινος, ἀλλ' οὐδὲ ἀτελής, ὦ γενναῖοι
But God the Word would not be conceived as a part of anything, nor yet as incomplete, noble friends.
但神——道,諸位高貴的朋友啊,斷不能被領會為任何東西的一部分,也不能被領會為不完全的。
1:158
Παντέλειος γὰρ ἐν ἰδίᾳ φύσει
For he is all-perfect in his own nature.
因為他在自己的本性中是全然完全的。
1:159
Ποῦ τοίνυν ἐξ ἀτελῶν ἡ πρὸς ἕν τι τέλειον ἔσται συνδρομή, εἴπερ ἐστὶν ἐκ τελείου Λόγου καὶ σαρκὸς ἀτελοῦς, ὅσον ἧκεν εἰς λόγον τὸν ἐπ' ἀνθρώπῳ τελείῳ καὶ ἀρτίως ἔχοντι κατὰ τὴν ἰδίαν φύσιν; Υἱοὺς δὲ οὔτι που δύο προσκυνήσομεν, ἀλλ' οὐδὲ χριστοὺς ἐροῦμεν δύο, κἂν ἐξ ἀνθρώπου τελείου καὶ ἐκ Θεοῦ Λόγου τὴν εἰς ἑνότητα συνδρομὴν πεπράχθαι πιστεύωμεν τοῦ Ἐμμανουήλ
Where then will there be a running-together of incomplete things toward some one perfect thing, if it is from a perfect Word and incomplete flesh—as far as concerns the principle relating to a perfect man complete according to his own nature? But we shall by no means worship two sons, nor shall we speak of two Christs, even if we believe that the running-together into unity of Emmanuel was effected from a perfect man and from God the Word.
那麼,倘若那會合是由一位完全的道與不完全的肉身而成——就那關乎「按自己本性而為完全、健全之人」的原則而論——又哪裡有不完全之物會聚成某一完全之物呢?然而我們絕不敬拜兩個子,也不說有兩個基督,即便我們相信以馬內利之歸於合一的會合,是由一個完全的人與神——道而成的。
1:160
Ὥσπερ γάρ, κατά γε τὸ ἐκείνοις εὖ ἔχειν δοκοῦν, καὶ εἰ ἐκ μόνης λέγοιτο τῆς σαρκὸς καὶ τοῦ ἐκ Θεοῦ Πατρὸς πεφηνότος Λόγου, οὐδεὶς αὐτοὺς ἀναπείσει τρόπος ἀναμέρος τὴν σάρκα τιθέντας καὶ ἀναμέρος αὖ τὸν Μονογενῆ, δυάδα χριστῶν ὁμολογεῖν, ἀλλ' εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν παραδέξονται τὸν Ἐμμανουήλὀρθὰ γὰρ δὴ λίαν ἔν γε τούτῳ φρονεῖν ἐγνώκασινοὕτω κἂν ἀνθρώπῳ τελείῳ, δῆλον δὲ ὅτι τῷ ἐκ ψυχῆς καὶ σώματος οἱονεὶ συνενηνέχθαι τε καὶ ἡνῶσθαι λέγωμεν ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν τὸν ἐκ Θεοῦ Λόγον, οὐχ υἱῶν δυάδα νοήσομεν, ἀλλ' ἕνα καὶ τὸν αὐτὸν φύσει μὲν ὄντα Θεὸν καὶ ἐξ αὐτῆς πεφηνότα τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός, ἐν ἐσχάτοις δὲ τοῦ αἰῶνος καιροῖς γενόμενον ἄνθρωπον καὶ διὰ τῆς ἁγίας Παρθένου γεγεννημένον, καὶ πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων προσκυνούμενον κατὰ τὰς Γραφάς
For just as—according to what seems good to them—even if he should be said to be from flesh alone and the Word who appeared from God the Father, no manner of argument will persuade them, while setting the flesh apart and the Only-Begotten apart, to confess a pair of Christs, but they will receive Emmanuel as one Lord Jesus Christ—for they have recognized that one must think very rightly in this point—so too, even if we should say that God the Word was, as it were, brought together and united, ineffably and beyond mind, with a perfect man (that is clearly with one composed of soul and body), we shall not conceive of a pair of sons, but of one and the same, who is by nature God and has appeared from the very essence of God the Father, but in the last times of the age became man and was begotten through the holy Virgin, and is worshipped both by ourselves and by the holy angels according to the Scriptures.
因為,照他們所認為好的:即便有人說他是單由肉身與那從父神顯現的道而成,也沒有任何論調能勸服他們,在把肉身分立、把獨生子分立的同時,去承認一對基督,反倒他們要把以馬內利當作獨一的主耶穌基督來領受——因為他們已認定在這一點上人必須想得極正確——照樣,即便我們說神——道是以不可言喻、超乎心思的方式,彷彿與一個完全的人(顯然是與那由魂與身體所構成的人)會合並聯合了,我們也不會領會出一對子來,乃是領會那獨一同一位,他按本性是神,由神與父的本質而顯現,卻在末世之時成為人,藉聖童女而生,並照聖經被我們和眾聖天使所敬拜。
1:161
{ Β} Τί οὖν, εἰ δὴ φαῖεν ὅτι μόνης μὲν ἐδεῖτο τὸ καθ' ἡμᾶς τῆς τοῦ Μονογενοῦς ἐπιδημίας, ἐθελήσας δὲ ὀφθῆναι τοῖς ἐπὶ γῆς, καὶ ἀνθρώποις συναναστραφῆναι, παραδεῖξαί τε ἡμῖν τῆς εὐαγγελικῆς πολιτείας τὴν ὁδόν, οἰκονομικῶς ἠμπέσχετο τὴν ὁμοίαν ἡμῖν σάρκα; Τὸ γάρ τοι θεῖον κατὰ φύσιν ἰδίαν οὐχ ὁρατόν
{B} What then, if they should say that our condition needed only the visitation of the Only-Begotten, and that, willing to be seen by those on earth and to converse with men, and to show us the way of the gospel manner of life, he in an economic way clothed himself with flesh like ours? For the Divine, according to its own nature, is not visible.
{乙}那麼怎樣呢?倘若他們說,我們的光景所需要的,不過是獨生子的眷臨,而他既願意被地上的人看見、與人交往、向我們指明福音生活之道,便照經綸的方式披上了與我們相似的肉身——因為神性按其自身本性原是不可見的?
1:162
{ Α} Ἠγνοηκότες ἁλώσονται τῆς ἐνανθρωπήσεως τὸν σκοπόν, καὶ συνέντες οὐδαμῶς τὸ μέγα τῆς εὐσεβείας μυστήριον
{A} They will be caught having been ignorant of the aim of the incarnation, and having understood nothing at all of the great mystery of godliness.
{甲}他們必被識破:他們既不知道成肉身的目的,又絲毫不明白那敬虔的大奧祕。
1:163
Εἰ γὰρ δὴ μόνην ἔχει τὴν ἀφορμὴν τὸ ὀφθῆναι τοῖς ἐπὶ γῆς τοῦ Μονογενοῦς ἡ σάρκωσις, εἴτ' οὖν ἐνανθρώπησις, προσετίθει γε μὴν ἕτερον οὐδὲν τῇ ἀνθρωπείᾳ φύσει, πῶς οὐκ ἄμεινον ἤδη πως καὶ σοφὸν τῇ τῶν δοκητῶν συμφέρεσθαι δόξῃ καὶ ἡμᾶς αὐτούς; Οἳ σαρκός τε ὁμοῦ καὶ γηΐνου σώματος ἀπαμφιεννύντες τὸν Λόγον, ὦφθαι μὲν ἐπὶ γῆς ὡς ἄνθρωπον μυθοπλαστοῦσιν οἱ δείλαιοι, γένοιτο δὲ ὅτι τῶν καλλίστων εἰσηγητὴς διωμολογήκασιν ἐναργῶς
For if the enfleshment—that is, the incarnation—of the Only-Begotten has its sole occasion in being seen by those on earth, yet added nothing else to human nature, how is it not now somehow better and wiser for us ourselves to agree with the opinion of the Docetists? For they, stripping the Word of flesh and of an earthen body together, fabricate the myth, the wretches, that he appeared on earth as a man; but it would turn out that they had plainly confessed themselves to be introducers of the noblest doctrines.
因為,獨生子的成肉身——就是道成肉身——若其唯一的緣由乃在於被地上的人看見,卻絲毫沒有為人性增添別的甚麼,那我們自己豈不如今倒不如去贊同幻影論者的見解,反更為好、更為智慧呢?因為那些可憐人把道一併剝去肉身與屬土的身體,編造神話,說他不過以人的樣子顯現在地上;如此一來,竟成了他們明明地自承為「最高貴教義的引介者」了。
1:164
Ἢ οὐκ ἄμεινον ἐρεῖς, εἰ μηδὲν ὀνίνησι τὴν ἀνθρώπου φύσιν ὁ ἐκ Θεοῦ Λόγος καὶ εἰ γέγονε σάρξ, ἀπαλλάττεσθαι μὲν ἀκαθαρσίας σαρκικῆς, δόξαι δ' οὖν ἅπαξ τῷ γηΐνῳ προσκεχρῆσθαι σώματι, διαπερᾶναί τε οὕτω τὸν προτεθέντα σκοπόν; { Β} Τίς οὖν ἂν γένοιτο τῆς ἐπιδημίας ὁ λόγος, ἢ τίς ὁ τρόπος τῆς ἐνανθρωπήσεως, πέπρακται δὲ ὅτου χάριν, ἐθέλοιμ' ἂν ἐκμαθεῖν
Or will you not say it is better—if the Word from God in no way profits human nature even though he became flesh—that he should be set free from fleshly defilement, and merely seem once to have made use of an earthen body, and so to have accomplished the proposed aim? {B} What then would be the reason of the visitation, or what the manner of the incarnation, and for what cause it was done—I would like to learn.
或者,你豈不要說這倒更好嗎——倘若那出於神的道即便成了肉身,卻絲毫不使人性得益,那他不如得免於肉身的污穢,只彷彿一度用過屬土的身體,藉此成就所提出的目的?{乙}那麼,眷臨的緣由是甚麼,成肉身的方式又是甚麼,並且為何緣故而行——這些我都願意領教。
1:165
{ Α} Ἴθι δὴ οὖν, ὦ γενναῖε, πύθου τῶν ἱερῶν Γραμμάτων, καὶ ταῖς τῶν ἁγίων ἀποστόλων φωναῖς ἐνερείσας εὖ μάλα τῆς διανοίας τὸν ὀφθαλμόν, ἄθρει καλῶς τὸ ζητούμενον
{A} Come then, noble friend, inquire of the sacred Writings, and fixing well the eye of your understanding upon the voices of the holy apostles, behold rightly the thing sought.
{甲}那麼,高貴的朋友啊,來吧,去查問聖經,把你悟性的眼目牢牢釘在眾聖使徒的話語上,正確地察看所尋求的事。
1:166
Ἔφη τοίνυν ὁ σοφὸς ἡμῖν Παῦλος, αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Χριστόν·
Our wise Paul, then, said—having Christ himself speaking within him:
我們智慧的保羅——他裡面有基督自己說話——便說:
1:167
ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας
that through death he might destroy the one who has the power of death, that is, the devil, and might deliver all those who through fear of death were through all their lives subject to bondage.
他要藉著死,敗壞那掌死權的,就是魔鬼,並要釋放那些一生因怕死而服在奴役之下的人。
1:168
Καὶ μὴν καὶ ἑτέρωθι τρόπον ἡμῖν ἕτερον ἀφηγούμενος·
And indeed, elsewhere too, recounting to us in another manner:
並且在別處,他又以另一種方式向我們述說:
1:169
Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, φησίν, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί, ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ Πνεῦμα
'For what the law could not do,' he says, 'in that it was weak through the flesh, God, sending his own Son in the likeness of sinful flesh and concerning sin, condemned sin in the flesh, in order that the righteous requirement of the law might be fulfilled in us who walk not according to flesh but according to Spirit.'
他說:「律法既因肉體軟弱,有所不能行的,神就差遣自己的兒子,成為罪身的形狀,作了贖罪祭,在肉體中定了罪案,使律法的義成就在我們這不隨從肉體、只隨從聖靈的人身上。」
1:170
Ἆρ' οὖν οὐχὶ προδηλότατον καὶ οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς ὅτι καθ' ἡμᾶς γέγονεν ὁ Μονογενής, τουτέστι τέλειος ἄνθρωπος, ἵνα τῆς μὲν ἐπεισάκτου φθορᾶς τὸ γήϊνον ἡμῶν ἀπαλλάξῃ σῶμα, τῇ καθ' ἕνωσιν οἰκονομίᾳ καταβεβηκὼς εἰς ταυτότητα κατὰ νόμον τῆς ζωῆς, ψυχὴν δὲ ἰδίαν τὴν ἀνθρωπίνην ποιούμενος, ἁμαρτίας αὐτὴν ἀποφήνῃ κρείττονα τῆς ἰδίας φύσεως τὸ πεπηγός τε καὶ ἄτρεπτον, καθάπερ τινὰ βαφήν, ἐγκαταχρώσας αὐτῇ; { Β} Οὐκ ἀσυμφανὲς οἶμαί που τὸ χρῆμα
Is it not then most plain and to none of those that are unapparent, that the Only-Begotten became as we are, that is, perfect man, in order that he might free our earthen body from the corruption introduced into it—having, by the economy according to union, descended into identity with us according to the law of life—and that, making the human soul his own, he might render it superior to sin, infusing into it, as it were a dye, the fixed and unchangeable quality of his own nature? {B} The matter is not unapparent, I think.
那麼,這豈不是最明顯、對任何人都不隱晦的麼——獨生子成了與我們一樣,就是完全的人,為要使我們屬土的身體得免於那侵入其中的敗壞(他藉著那按聯合的經綸,依照生命的律,降到與我們同一的地步),又叫他使那屬人的魂成為他自己的,並使它勝過罪,彷彿把他自己本性那固定不變的品質,像染料一般染進其中?{乙}我想這事並不隱晦。
1:171
Φέρει γὰρ ἐν ἑαυτῷ τὸν εἰκότα, μᾶλλον δὲ τὸν ἀληθῆ λογισμόν
For it carries within itself the likely—or rather the true—reasoning.
因為它自身就帶著那合情合理的——更該說是真確的——推理。
1:172
{ Α} Ὥσπερ οὖν ἐπειδὴ γέγονε σὰρξ τοῦ ζωοποιοῦντος τὰ πάντα Λόγου τὸ θανάτου καὶ φθορᾶς ὑπερθρώσκει κράτος, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον, ἐπεί τοι γέγονε ψυχὴ τοῦ πλημμελεῖν οὐκ εἰδότος, ἐρηρεισμένην ἔχει λοιπὸν τὴν ἐφ' ἅπασι τοῖς ἀγαθοῖς ἀμεταποίητον στάσιν, καὶ τῆς πάλαι τυραννούσης ἁμαρτίας ἀσυγκρίτως εὐσθενεστέραν
{A} Just as, then, since the flesh of the Word who gives life to all things became his own, it leaps above the power of death and corruption, in the same manner, I think, since the soul of the one who knew no sinning became his own, it has henceforth a fixed standing in all goods, unalterable, and incomparably stronger than the sin that of old held tyranny.
{甲}那麼,正如那賜生命給萬有之道的肉身既成了他自己的,便躍居於死亡與敗壞的權勢之上;照樣,我想,那「不知犯罪者」的魂既成了他自己的,便從此在一切美善中有了穩固不可變更的地位,並且無可比擬地強過那從前作威的罪。
1:173
Πρῶτος γὰρ ἄνθρωπος ὁ Χριστὸς ὃς οὐκ ἐποίησεν ἁμαρτίαν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, ῥίζα δὲ ὥσπερ καὶ ἀπαρχὴ τεθειμένος τῶν εἰς καινότητα ζωῆς ἀναμορφουμένων ἐν Πνεύματι, καὶ τὴν τοῦ σώματος ἀφθαρσίαν, καὶ τὸ τῆς θεότητος ἀσφαλὲς καὶ ἐρηρεισμένον ὡς ἐν μεθέξει καὶ κατὰ χάριν καὶ εἰς ἅπαν ἤδη τὸ ἀνθρώπινον παραπέμψει γένος
For Christ is the first man 'who did no sin, neither was guile found in his mouth,' having been set as a root and a first-fruits of those reshaped into newness of life in the Spirit; and he will transmit, as in participation and by grace, both the incorruption of the body and the security and steadfastness of the Godhead now to the whole human race.
因為基督是頭一個人,他「並沒有犯罪,口裡也沒有詭詐」,被立為那些在靈裡被重塑進入生命新樣之人的根與初熟的果子;他必把身體的不朽,並神性那穩妥堅定的性質,作為一種有分、且照恩典,傳遞給全人類。
1:174
Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος·
And knowing this, the inspired Paul writes:
蒙神默示的保羅知道這事,便寫道:
1:175
Ὥσπερ γὰρ ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
'For just as we have borne the image of the earthy, we shall bear also the image of the heavenly.'
「我們既有了屬土者的形像,將來也必有屬天者的形像。」
1:176
Εἰκόνα μὲν γὰρ τοῦ χοϊκοῦ τὸ εὐόλισθον ἔφη πρὸς ἁμαρτίαν, καὶ τὸν ἐντεῦθεν ἡμῖν ἐπιρριφέντα θάνατον
For by the image of the earthy he meant the proneness to sin, and the death cast upon us from this source.
因為他所說「屬土者的形像」,是指那易於犯罪的傾向,以及由此而臨到我們的死亡。
1:177
Εἰκόνα δὲ αὖ τοῦ ἐπουρανίου, τουτέστι Χριστοῦ, τὸ ἑδραῖον εἰς ἁγιασμὸν καὶ τὴν ἐκ θανάτου καὶ φθορᾶς ἀνακομιδήν τε καὶ ἀνακαίνισιν εἰς ἀφθαρσίαν καὶ ζωήν
But by the image of the heavenly—that is, of Christ—he meant the steadfastness unto sanctification, and the recovery from death and corruption and the renewal into incorruption and life.
但他所說「屬天者的形像」——就是基督的形像——是指那趨向成聖的穩固,以及從死亡與敗壞中得回、並進入不朽與生命的更新。
1:178
Ὅλον οὖν ὅλῳ συνηνῶσθαί φαμεν ἀνθρώπῳ τὸν Λόγον
We say, then, that the whole Word was united to the whole man.
所以我們說,那完全的道是與那完全的人聯合的。
1:179
Οὐ γάρ που τὸ ἄμεινον ἐν ἡμῖν, τουτέστι ψυχήν, οὐδενὸς ἂν ἠξίωσε λόγου, μόνῃ δωρούμενος τῇ σαρκὶ τῆς ἐπιδημίας τοὺς πόνους
For he would surely not have deemed the better part in us, that is, the soul, worthy of no account, granting the labours of his visitation to the flesh alone.
因為他斷不會把我們裡面那較佳的部分,就是魂,看作不值一顧,而把他眷臨的勞苦單單施與肉身。
1:180
Ἐπράττετο δὲ δι' ἄμφω καλῶς τῆς οἰκονομίας τὸ μυστήριον
But the mystery of the economy was well accomplished through both.
然而那經綸的奧祕是藉著二者美好地成就的。
1:181
Προσεχρήσατο δὲ καθάπερ ὀργάνῳ τῇ μὲν ἰδίᾳ σαρκὶ πρὸς τὰ σαρκὸς ἔργα τε καὶ ἀρρωστήματα φυσικὰ καὶ ὅσα μώμου μακράν, ψυχῇ δὲ αὖ τῇ ἰδίᾳ πρὸς τὰ ἀνθρώπινά τε καὶ ἀνυπαίτια πάθη
And he made use, as of an instrument, of his own flesh for the works of the flesh and its natural infirmities and whatever is far from blame, and again of his own soul for the human and blameless passions.
他用自己的肉身,彷彿器皿一般,去擔當肉身的種種作為、自然的軟弱、以及一切遠離可責之事;又用自己的魂去擔當那屬人而無可指摘的情感。
1:182
Πεινῆσαι γὰρ λέγεται, κόπους τε ὑπενεγκεῖν τοὺς ἐκ μακρῶν ὁδοιποριῶν, πτοίας τε καὶ φόβους καὶ λύπην καὶ ἀγωνίαν καὶ τὸν ἐπὶ τῷ σταυρῷ θάνατον
For he is said to have hungered, and to have borne the fatigues from long journeys, and terrors and fears and grief and agony and the death upon the cross.
因為記載說他餓了,擔當了長途跋涉的疲乏,又有驚惶、懼怕、憂愁、極度痛苦,以及十字架上的死。
1:183
Ἐπαναγκάζοντος γὰρ οὐδενός, τέθεικεν ἀφ' ἑαυτοῦ τὴν ἰδίαν ψυχὴν ὑπὲρ ἡμῶν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ
For with none compelling him, he laid down of his own accord his own soul for us, that he might be Lord of both the dead and the living.
因為沒有人勉強他,他乃是甘心情願地為我們捨了自己的魂,為要作死人和活人的主。
1:184
Σάρκα μὲν τὴν ἰδίαν τῆς ἁπάντων σαρκὸς ἀνταποτιννύς, δῶρον ἀληθῶς ἀντάξιον, ψυχὴν δὲ ψυχῆς ἀντίλυτρον τῆς ἁπάντων ποιούμενος, εἰ καὶ ἀνεβίω πάλιν, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς Θεός
Giving in return his own flesh in exchange for the flesh of all—a gift truly of equal worth—and making his soul a ransom in place of the soul of all, even though he came back to life again, being life by nature as God.
他以自己的肉身償還眾人的肉身——真是一份等值的禮物——又以自己的魂作贖價,代替眾人的魂,雖然他自己又復活了,因為他作為神,按本性就是生命。
1:185
Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος·
And so the inspired Peter:
因此蒙神默示的彼得說:
1:186
Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην ἡ ψυχὴ αὐτοῦ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν
'Being therefore a prophet, and knowing that God had sworn to him with an oath that of the fruit of his loins he would seat one upon his throne, he foresaw and spoke concerning the resurrection of Christ, that neither was his soul left in Hades, nor did his flesh see corruption.'
「他既是先知,又曉得神曾向他起誓,要從他的後裔中立一位坐在他的寶座上,就預先看明這事,講論基督復活說:他的魂不撇在陰間,他的肉身也不見朽壞。」
1:187
Οὐ γάρ τοι θέμις εἰπεῖν φθορᾷ μὲν δύνασθαι κρατεῖσθαι διηνεκεῖ τὴν ἑνωθεῖσαν τῷ Λόγῳ σάρκα, κάτοχον δὲ αὖ ταῖς ᾅδου πύλαις τὴν θείαν γενέσθαι ψυχήν
For it is not lawful to say that the flesh united to the Word could be held fast by perpetual corruption, nor again that the divine soul came to be held captive by the gates of Hades.
因為說那與道聯合的肉身能被永久的敗壞所轄制,或說那神聖的魂被陰間的門所囚禁,都是不合宜的。
1:188
Οὐκ ἐγκατελείφθη γὰρ εἰς ᾅδου, καθὰ καὶ ὁ θεσπέσιος ἔφη Πέτρος
'For it was not left in Hades,' as the inspired Peter also said.
「因為他的魂不撇在陰間,」正如蒙默示的彼得所說。
1:189
Οὐ γάρ που τήν γε ἄληπτον παντελῶς καὶ ἀνάλωτον τῷ θανάτῳ φύσιν, τουτέστι τὴν θεότητα τοῦ Μονογενοῦς, τῶν ὑπὸ χθόνα μυχῶν ἀνακεκομίσθαι φησίν
For he does not say that the nature wholly untouchable and unconquerable by death—that is, the Godhead of the Only-Begotten—was brought back up from the recesses beneath the earth.
因為他並不是說那全然不可觸、不能被死亡所勝的性——就是獨生子的神性——是從地底的深處被帶上來的。
1:190
Οὐ γὰρ ἂν ἠξιώθη τὸ χρῆμα θαύματος εἰ μὴ μεμένηκεν εἰς τὸ ᾅδην ὁ ἐκ Θεοῦ Λόγος, τῇ τῆς θεότητος ἐνεργείᾳ τε καὶ φύσει παραδόξως καὶ ὑπὲρ λόγον πληρῶν μὲν τὰ πάντα, καὶ τοῖς πᾶσιν ἐπιδημῶν
For the matter would not have been deemed worthy of wonder unless the Word from God remained in Hades, by the activity and nature of the Godhead, paradoxically and beyond reason filling all things and present to all.
因為這事不會被算為可奇,除非那出於神的道憑神性的功用與本性,存在於陰間,反常地、超乎理性地充滿萬有、又臨在於萬有。
1:191
Ἀνωτέρω γὰρ τόπου καὶ περιορισμοῦ καὶ μεγέθους μετρητοῦ τὸ θεῖον, αὐτὸ δὲ ὑπὸ μηδενὸς χωρούμενον
For the Divine is above place and circumscription and measured magnitude, itself being contained by nothing.
因為神性是超乎處所、界限與可量度的大小之上的,它自己不被任何東西所容納。
1:192
Παράδοξον δὲ καὶ οὐδενὶ τῶν ὄντων ἀθαύμαστον ὅτι σῶμα μὲν ἀνεβίω, τὸ τῇ φύσει φθαρτόν·
And it is paradoxical and to none of those that are unwondrous, that the body which is by nature corruptible came back to life;
並且這是反常的、對任何人都不可不奇的:那本性會腐朽的身體竟又活了過來;
1:193
συνήνωτο γὰρ τῷ ἀφθάρτῳ Λόγῳ
for it had been united to the incorruptible Word.
因為它先前已與那不朽的道聯合了。
1:194
Ψυχὴ δὲ ἡ θεία, τὴν πρὸς αὐτὸν λαχοῦσα συνδρομήν τε καὶ ἕνωσιν, καταπεφοίτηκε μὲν εἰς ᾅδου, θεοπρεπεῖ δὲ δυνάμει καὶ ἐξουσίᾳ χρωμένη, καὶ τοῖς ἐκεῖσε πνεύμασι κατεφαίνετο
And the divine soul, having received its running-together and union with him, descended into Hades, but, using a God-befitting power and authority, appeared also to the spirits there.
那神聖的魂既與他會合並聯合,便下到陰間,卻運用配得神的能力與權柄,向那裡的眾靈顯現。
1:195
Τοιγάρτοι καὶ ἔφασκε τοῖς ἐν δεσμοῖς·
Therefore he also said to those in bonds:
所以他也對那些被捆綁的說:
1:196
Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει·
'Come forth,' and to those in darkness:
「出來吧」;又對那些在黑暗中的說:
1:197
Καί μοι δοκεῖ φάναι τι τοιοῦτον καὶ ὁ θεσπέσιος Πέτρος περί τε τοῦ Θεοῦ Λόγου καὶ τῆς καθ' ἕνωσιν οἰκονομικὴν γεγενημένης αὐτοῦ ψυχῆς·
And it seems to me that the inspired Peter said something of this sort concerning both the God-Word and his soul which came to be his through the economic union:
在我看來,蒙默示的彼得論到神——道,以及那藉經綸的聯合而成為他自己的魂,也說了類似這樣的話:
1:198
Κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ Θεοῦ, πάσχειν ἢ κακοποιοῦντας, ὅτι καὶ ὁ Χριστὸς ἅπαξ ὑπὲρ ἁμαρτιῶν ἀπέθανε, δίκαιος ὑπὲρ ἀδίκων, ἵν' ἡμᾶς προσαγάγῃ τῷ Θεῷ, θανατωθεὶς < μὲν> σαρκί, ζωοποιηθεὶς δὲ πνεύματι
'For it is better, if the will of God should will it, to suffer for doing good than for doing evil, because Christ also once died for sins, the righteous for the unrighteous, that he might bring us to God, being put to death in flesh but made alive in spirit.'
「神的旨意若是叫你們因行善受苦,總強如因行惡受苦。因基督也曾一次為罪受死,就是義的代替不義的,為要引我們到神面前;按著肉身說他被治死,按著靈說他復活了。」
1:199
Ἐν ᾧ, φησί, καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν, ἀπειθήσασί ποτε
'In which also,' he says, 'he went and preached to the spirits in prison, who once were disobedient.'
他說:「他藉這靈也曾去傳道給那些在監獄裡、從前不信從的靈聽。」
1:200
Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν ὡς γυμνὴ καὶ καθ' ἑαυτὴν ἡ θεότης τοῦ Μονογενοῦς καταπεφοίτηκε μὲν εἰς ᾅδου, διεκήρυξε δὲ τοῖς ἐκεῖσε πνεύμασιν, ἄποπτος οὖσα παντελῶς·
For neither, I think, would they say that the Godhead of the Only-Begotten, naked and on its own, descended into Hades and preached to the spirits there, being altogether invisible;
因為我想,他們也不會說獨生子的神性是赤裸、單獨地下到陰間,向那裡的眾靈傳道,且是全然不可見的;
1:201
κρεῖττον γὰρ ἀεὶ τοῦ ὁρᾶσθαι τὸ θεῖον
for the Divine is forever superior to being seen.
因為神性永遠是超乎被看見之上的。
1:202
Ἀλλ' οὐδὲ δοκήσει καὶ ἐσχηματισμένως εἰς τὸ ψυχῆς εἶδος αὐτὴν μεμορφῶσθαι δώσομεν, παραιτητέον δὲ πανταχῆ τὴν δόκησιν
But neither shall we grant that it was moulded, in semblance and by way of figure, into the form of a soul; rather we must everywhere reject the mere semblance.
但我們也不容讓說它是憑表象、藉著外形被塑成魂的樣式;倒要在凡事上拒斥那僅是表象的說法。
1:203
Ἀλλ' ὥσπερ τοῖς ἔτι μετὰ σαρκὸς <συνανεστράφη μετὰ σαρκός,> οὕτω καὶ ταῖς εἰς ᾅδου ψυχαῖς διεκήρυξεν, ἴδιον ἔχων φόρημα τὴν ἑνωθεῖσαν αὐτῷ ψυχήν
But just as, with those still in flesh, he conversed in flesh, so also he preached to the souls in Hades, having as his own burden the soul united to him.
正如他與那些尚在肉身中的人,乃是在肉身中交往;照樣他也向陰間的眾魂傳道,以那與他聯合的魂作他自己所擔負的。
1:204
Καὶ βαθὺς μὲν ἴσως καὶ ἀπόρρητος ἀληθῶς, καὶ ταῖς ἡμετέραις διανοίαις οὐχ ἁλώσιμος ὁ τῆς ἑνώσεως τρόπος
And the manner of the union is perhaps deep and truly ineffable, and not to be grasped by our understandings.
這聯合的方式或許是幽深、實在不可言喻的,是我們的悟性所不能領會的。
1:205
Ἐκεῖνο δ' οὖν ὅμως ἀναλογίζεσθαι πρέπει
Yet nevertheless it is fitting to reason this much.
然而,這樣推想卻是合宜的。
1:206
Τὰ γάρ τοι μὴ καθ' ἡμᾶς πολυπραγμονεῖν οὐκ ἀζήμιον, ἀνούστατον δὲ παντελῶς τὸ βασάνοις ὑποφέρειν τὰ ὑπὲρ νοῦν, καὶ πειρᾶσθαι νοεῖνἃ νοεῖν οὐχ οἷόν τε
For to be over-busy about things not according to our measure is not without harm, and it is altogether most senseless to subject to scrutiny things beyond mind, and to attempt to think things which it is not possible to think.
因為過度去探究那些非我們所能及的事,並非無害;而要把那超乎心思的事加以審察,企圖去想那不可能想的事,更是極其愚妄的。
1:207
Ἢ οὐκ οἶσθα ὅτι τὸ βαθὺ δὴ τουτὶ μυστήριον, καὶ νοῦν ὑπερθρῶσκον τὸν ἐν ἡμῖν, ἀπεριεργάστῳ πίστει τετίμηται; Τὸ δὲ ἀσυνέτως λέγειν, πῶς δύναται ταῦτα γενέσθαι, Νικοδήμῳ τε ἐκείνῳ καὶ τοῖς κατ' αὐτὸν ἀπονέμοντες, ἀνενδοιάστως παραδεξόμεθα τὰ διὰ θείου Πνεύματος χρησμῳδούμενα, καὶ αὐτῷ δὲ πιστεύσομεν λέγοντι τῷ Χριστῷ·
Or do you not know that this deep mystery, which leaps beyond the mind in us, is honoured by an uninquisitive faith? But assigning the senseless saying 'How can these things come to be?' to that Nicodemus and to those like him, we shall without hesitation receive the things uttered as oracles through the divine Spirit, and we shall believe Christ himself when he says:
或者你不知道嗎——這幽深的奧祕,既躍出我們裡面的心思,乃是要用不加究問的信心去尊崇的?我們要把那愚昧的話「這些事怎能成就呢」歸給那尼哥底母和像他的人,卻要毫不遲疑地領受那藉神聖的靈所宣示如神諭的話,並要相信基督自己所說的:
1:208
Ἀμήν, ἀμὴν λέγω ὑμῖν,ἃ οἴδαμεν λαλοῦμεν, καὶἃ ἑωράκαμεν μαρτυροῦμεν
'Amen, amen, I say to you, we speak what we know, and we testify to what we have seen.'
「我實實在在地告訴你們,我們所說的是我們所知道的,我們所見證的是我們所見過的。」
1:209
{ Α} Οἰχέσθω δὴ οὖν λῆρος μὲν ἅπας, μῦθός τε ἀδρανὴς καὶ ψευδοδοξία καὶ κεκομψευμένων ῥηματίων φενακισμός
{A} Let then all nonsense be gone, and every feeble myth, and false opinion, and the cheating of cleverly contrived little phrases.
{甲}那麼,讓一切胡言消逝吧,連同每樣無力的神話、虛謊的見解,以及那些巧言虛詞的欺哄。
1:210
Προσιέμεθα γὰρ οὔτι που τὸ κατασίνεσθαι πεφυκός, κἂν εἰ τοῖς ἄγαν ἐξησκημένοις, καὶ μὴν καὶ πικροῖς ἡμᾶς κατακροτοῖεν λόγοις οἱ δι' ἐναντίας
For we by no means admit that which is naturally apt to harm, even if our opponents should clap us down with very practised and indeed bitter words.
因為我們絕不接納那本性上能加害之物,即便對方用極熟練、且實在尖刻的言辭來駁倒我們。
1:211
Ἔστι γὰρ τὸ θεῖον ἡμῶν μυστήριον οὐκ ἐν πειθοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ' ἐν ἀποδείξει Πνεύματος
For our divine mystery is not in persuasive words of human wisdom, but in the demonstration of the Spirit.
因為我們神聖的奧祕,不在乎人智慧勸服人的言語,乃在乎聖靈的明證。
1:212
Θεὸς οὖν ὑπάρχων καὶ τῶν ὅλων Κύριος, κατὰ τὰς Γραφάς, ὁ Μονογενὴς ἐπέφανεν ἡμῖν
Being therefore God and Lord of all, according to the Scriptures, the Only-Begotten has appeared to us.
所以那獨生子,照聖經既是神、是萬有的主,已向我們顯現了。
1:213
Ὤφθη γὰρ ἐπὶ γῆς, καὶ ἐπέλαμψε τοῖς ἐν σκότει, γενόμενος ἄνθρωπος, οὐ δοκήσει, μὴ γένοιτομανία γὰρ τοῦτό γε φρονεῖν ἢ λέγεινοὔτε μὴν εἰς σάρκα παρενεχθεὶς κατὰ μετάστασιν καὶ τροπήν ἀναλλοίωτος γὰρ καὶ ἀεὶ κατὰ τὸ αὐτὸ καὶ ὡσαύτως ἔχων ὁ ἐκ Θεοῦ Λόγοςἀλλ' οὐδὲ ὁμόχρονον τῇ σαρκὶ τὴν ὕπαρξιν ἔχωναὐτὸς γάρ ἐστι τῶν αἰώνων ὁ ποιητής οὔτε μὴν ὡς λόγος ἀνυπόστατος, οὐδὲ ὡς ῥῆμα ψιλὸν ἐν ἀνθρώπῳ γεγονώς·
For he was seen upon earth and shone forth to those in darkness, having become man—not in semblance, far from it (for to think or say this is madness)—nor yet having been transferred into flesh by way of transposition and change (for the Word from God is unalterable and forever the same and in like condition)—nor yet having his existence contemporary with the flesh (for he himself is the Maker of the ages)—nor yet as a word without subsistence, nor as a bare utterance come to be in a man;
因為他顯在地上,向黑暗中的人發光,成了人——不是憑表象,絕不是(因為這樣想或說都是狂妄)——也不是藉著遷移與變更被轉入肉身(因為出於神的道是不變的,永遠是同一、且常在如一的境況)——也不是與肉身同時才有存在(因為他自己就是諸世代的創造者)——也不是作為一個無位格的言詞,或作為一句赤裸的話語才在一個人裡面出現;
1:214
ὁ γάρ τοι καλῶν τὰ οὐκ ὄντα ποτὲ πρὸς ὕπαρξίν τε καὶ γένεσιν προϋφέστηκεν ἀναγκαίως·
for the one who calls things that are not into existence and generation necessarily pre-exists;
因為那「呼喚不存在之物進入存在與生成」的,必然先在;
1:215
αὐτὸς γάρ ἐστι ἡ ζωὴ πεφηνὼς ἐκ ζωῆς τοῦ Θεοῦ καὶ Πατρὸς ὄντος τε καὶ νοουμένου κατ' ἰδίαν ὑπόστασιν
for he himself is the life that has appeared from the life of God the Father, who both is and is conceived according to his own hypostasis;
因為他自己就是那從父神之生命所顯現的生命,而父按其自己的位格既是、也被如此領會;
1:216
ὁ ζῶν καὶ ὑπάρχων καὶ συναΐδιος τῷ Θεῷ καὶ Πατρὶ Θεὸς Λόγος, μορφὴν δούλου λαβών, καί ἐστιν ὥσπερ ἐν θεότητι τέλειος, οὕτω καὶ ἐν ἀνθρωπότητι τέλειος, οὐκ ἐκ μόνης θεότητος καὶ σαρκὸς εἰς ἕνα Χριστὸν καὶ Κύριον καὶ υἱὸν συγκείμενος, ἀλλ' ἐκ δυοῖν τελείοιν, ἀνθρωπότητος δὴ λέγω καὶ θεότητος, εἰς ἕνα καὶ τὸν αὐτὸν παραδόξως συνδούμενος
the living and existing God-Word, co-eternal with God the Father, having taken the form of a slave, and just as he is perfect in Godhead, so also is he perfect in manhood—not composed into one Christ and Lord and Son from Godhead and flesh alone, but from two perfect things, I mean manhood and Godhead, paradoxically bound together into one and the same.
就是那活著、存在著、與父神同永的神——道,取了奴僕的形像;他正如在神性上是完全的,照樣在人性上也是完全的——他並非單由神性與肉身被組合成獨一的基督、主、子,乃是由兩個完全的——我是指人性與神性——反常地被結合成一位、同一位。
1:217
{ Β} Τίνα δὴ οὖν τέτοκεν ἡ ἁγία Παρθένος; Τὸν ἄνθρωπον ἢ τὸν ἐκ Θεοῦ Λόγον; {Α} Καὶ μὴν τοῦτό γέ ἐστιν ἡ πλάνησις, καὶ τὸ ἁμαρτεῖν τοῦ πρέποντός τε καὶ ἀληθοῦς
{B} Whom then did the holy Virgin bear? The man, or the Word from God? {A} And indeed this very thing is the wandering, and the missing of what is fitting and true.
{乙}那麼,聖童女所生的是誰呢?是那人,還是那出於神的道?{甲}這正是那謬誤之處,是偏離了合宜與真確的。
1:218
Μὴ γάρ μοι διέλῃς, μηδὲ διϊστὰς εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς Θεὸν Λόγον, διπρόσωπον ἡμῖν ἀνατύπου τὸν Ἐμμανουήλ
For do not divide him for me, nor, separating him into a man individually and into God the Word, portray Emmanuel to us as having two persons.
因為你不要為我把他分割,也不要把他分開成一個單獨的人和神——道,向我們把以馬內利描繪成有兩個位格的。
1:219
Μὴ ἄρα τις ἡμῖν εἰκότως διαμωμήσαιτο φρονεῖν ἑλομένοις ὀρθὸν μὲν οὐδέν, ἐκεῖνα δὲ μᾶλλονἃ καὶ διὰ τῆς ἁγίας κατεδικάσθη Γραφῆς; Ὧδε γάρ τις ἔφη τῶν Χριστοῦ μαθητῶν·
Lest then someone should rightly blame us for choosing to think nothing right, but rather those things which were even condemned by the holy Scripture. For thus said one of the disciples of Christ:
免得有人理當責備我們,說我們選擇了不去想任何正確的事,反倒去想那些連聖經都加以定罪的事。因為基督的一位門徒曾這樣說:
1:220
Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι ἔλεγον ὑμῖν ὅτι ἐπ' ἐσχάτου τῶν χρόνων ἐλεύσονται ἐν ἐμπαιγμονῇ ἐμπαῖκται κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν
'But you, beloved, remember the words spoken beforehand by the apostles of our Lord Jesus Christ, that they told you that in the last of the times there would come mockers, walking in mockery according to their own lusts of ungodliness.'
「親愛的弟兄啊,你們要記念我們主耶穌基督之使徒從前所說的話。他們曾對你們說過,末世必有好譏誚的人,隨從自己不敬虔的私慾而行。」
1:221
Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες ψυχικοί, Πνεῦμα μὴ ἔχοντες
'These are they who set up divisions, sensual, not having the Spirit.'
「這就是那些製造分裂、屬乎血氣、沒有聖靈的人。」
1:222
{ Β} Οὐ διοριστέον οὖν ἄρα κατ' οὐδένα τρόπον; { Α} Οὐμενοῦν
{B} Are we then in no way to distinguish? {A} By no means.
{乙}那麼我們就絕不可加以區分了嗎?{甲}斷不可——
1:223
Εἴς γε δὴ μάλιστα τὸ δύο φάναι μετὰ τὴν ἕνωσιν καὶ ἀναμέρος ἑκάτερον ἐννοεῖν
—at least so as to say 'two' after the union, and to conceive each one apart by itself.
——至少不可在聯合之後說「二」,也不可把每一位各自分立地領會。
1:224
Ἰστέον δ' οὖν ὅτι θεωρεῖ μέν τινα φύσεων διαφορὰν ὁ νοῦςταὐτὸν γὰρ οὔ τί που θεότης τε καὶ ἀνθρωπότηςεἰσδέξεται δὲ ὁμοῦ ταῖς περὶ τούτων ἐννοίαις καὶ τὴν ἀμφοῖν εἰς ἑνότητα συνδρομήν
But one must know that the mind does indeed contemplate a certain difference of natures—for Godhead and manhood are surely not the same—yet it will admit, together with the conceptions concerning these, also the running-together of both into unity.
但人當知道:心思固然察看出諸性之間有某種差別——因為神性與人性斷然不同——然而它在持有關乎這些的觀念的同時,也要承認二者會聚歸於合一。
1:225
Οὐκοῦν Θεοῦ μὲν ἐξέφυ τοῦ Πατρὸς ὡς Θεός, ἐκ Παρθένου δὲ ὡς ἄνθρωπος
Therefore he sprang forth from God the Father as God, but from the Virgin as man.
所以他作為神,是由父神而出;作為人,卻是由童女而生。
1:226
Ὁ γὰρ <ἐκ> Θεοῦ Πατρὸς ἀπορρήτως τε καὶ ὑπὲρ νοῦν ἀναλάμψας Λόγος γεγεννῆσθαι λέγεται καὶ διὰ γυναικός, καταφοιτήσας εἰς ἀνθρωπότητα καὶ καθεὶς ἑαυτὸν εἰς ὅπερ οὐκ ἦν, οὐχ ἵνα μείνῃ κεκενωμένος, ἀλλ' ἵνα Θεὸς εἶναι πιστεύηται καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς πεφηνὼς ἐπὶ γῆς, οὐχ ὡς ἐν ἀνθρώπῳ κατοικήσας, ἀλλ' ὡς αὐτὸς κατὰ φύσιν ἄνθρωπος γεγονώς, μετὰ τοῦ τὴν ἰδίαν ἀνασώσασθαι δόξαν
For the Word who shone forth ineffably and beyond mind from God the Father is said to have been begotten also through a woman, having descended into manhood and let himself down into what he was not—not that he might remain emptied, but that he might be believed to be God even while appearing on earth in our form, not as having dwelt in a man, but as having himself become man by nature, together with the preserving of his own glory.
因為那由父神不可言喻、超乎心思地照耀而出的道,被說成也藉著婦人受生,他降到人性,自降到他先前所不是的——不是為要停留在倒空的狀態,乃是為要叫人即使在他以我們的樣式顯在地上時,仍相信他是神,他不是住在一個人裡面,乃是自己按本性成了人,同時又保有他自己的榮耀。
1:227
Ἰδοὺ δὴ σαφῶς ἀφωρίσθαι φησὶν ἑαυτὸν εἰς Εὐαγγέλιον Θεοῦ, καίτοι γράφων ἀναφανδόν·
Behold, then, he plainly says that he was set apart 'unto the gospel of God,' though he writes openly:
看哪,他既明明地寫道,他卻仍明說自己是被分別出來「歸於神的福音」:
1:228
Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον
'For we do not preach ourselves, but Christ Jesus the Lord.'
「因為我們不是傳自己,乃是傳基督耶穌為主。」
1:229
Οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν, εἰ μὴ Ἰησοῦν Χριστόν, καὶ τοῦτον ἐσταυρωμένον
'For I determined to know nothing among you except Jesus Christ, and him crucified.'
「因為我曾定了主意,在你們中間不知道別的,只知道耶穌基督,並他釘十字架。」
1:230
Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε, καίτοι τοῦ σήμερον ἀεί πως ἡμῖν οὐχὶ τὸν παρῳχηκότα, τὸν ἐνεστῶτα δὲ μᾶλλον καταδηλοῦντος καιρόν
'You are my Son, today I have begotten you'—though the 'today' somehow always indicates to us not the past but rather the present time.
「你是我的兒子,我今日生了你」——雖然這「今日」總彷彿向我們指明的不是過去,而是現今的時候。
1:231
{Α} Τοῖς ἀναμέρος τιθεῖσι καὶ διορίζουσι δυσέφικτόν τε καὶ ἄπορον ἀληθῶς, τοῖς γε μὴν εἰς ἑνότητα κατασφίγγουσι τὸν Ἐμμανουὴλ ἐγγύς τε ἑλεῖν καὶ ἑτοιμοτάτη λίαν ἡ τῶν ἱερῶν δογμάτων ἀκιβδήλευτος γνῶσις
{A} For those who set him apart and divide him, it is truly hard to attain and perplexing; but for those who bind Emmanuel fast into unity, the unalloyed knowledge of the sacred doctrines is near to lay hold of and very ready at hand.
{甲}對那些把他分立、加以割裂的人,這事委實難以企及、令人困惑;但對那些把以馬內利緊緊結合歸於合一的人,那聖潔教義的純正知識卻是近在手邊、極易把握的。
1:232
Ἔστι δὲ οὐκ ἀλλότριον αὐτοῦ τὸ προσληφθέν, ἀλλ' ἴδιον ἀληθῶς
And what was assumed is not alien to him, but truly his own.
並且那所取的,於他並非外來之物,乃真是他自己的。
1:233
Λελόγισται τοιγαροῦν ὡς ἓν πρὸς αὐτόν, καθάπερ ἀμέλει καὶ τὴν ἀνθρώπου σύνθεσιν καταθρήσαι τις ἄν
It is therefore reckoned as one with him, just as indeed one might also contemplate the composition of a human being.
所以它被算為與他為一,正如人也可以察看一個人的構成那樣。
1:234
Πέπλεκται μὲν γὰρ ἐξ ἀνομοίων τὴν φύσιν, ψυχῆς δὴ λέγω καὶ σώματος, ἀλλ' οὖν εἷς νοεῖται τὸ συναμφότερον ἄνθρωπος
For he is woven together from things unlike in nature—I mean soul and body—but nevertheless the two together are conceived as one man.
因為人是由本性相異之物——我是指魂與身體——交織而成,然而二者合起來卻被領會為一個人。
1:235
Ὡς ἀπὸ μόνης μὲν τῆς σαρκὸς ὅλον ἔσθ' ὅτε κατωνομάσθαι τὸ ζῶον, ψυχῆς δὲ ὠνομασμένης, νοεῖσθαι τὸ συναμφότερον, κατὰ τὸν ἶσον οὖν ἄρα τρόπον, καὶ ἐπ' αὐτοῦ παραδέξῃ Χριστοῦ
Just as sometimes the whole living being is named from the flesh alone, and when the soul is named, the two together are understood—in the same manner, then, you will receive it also in the case of Christ himself.
正如有時整個活物只以肉身來命名,而當魂被提及時,二者合起來就被理解——那麼,照樣的方式,你在基督自己身上也要這樣領受。
1:236
{ Β} Οὐχ ἕπομαι λίαν, ἀναμαθεῖν δ' ἂν ἐθέλοιμι σαφῶς
{B} I do not quite follow; I would like to learn clearly.
{乙}我不甚明白,願意清楚地領教。
1:237
{ Α} Ἰουδαίοις ἔφη προσλαλῶν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός·
{A} Speaking to the Jews, our Lord Jesus Christ said:
{甲}我們的主耶穌基督對猶太人說:
1:238
Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμἐποιεῖτε ἄν
'If you were children of Abraham, you would do the works of Abraham.'
「你們若是亞伯拉罕的兒女,就必行亞伯拉罕所行的事。」
1:239
Νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, τοῦτο Ἀβραὰμ οὐκ ἐποίησε
'But now you seek to kill me, a man who has told you the truth—this Abraham did not do.'
「我將真理告訴了你們,你們現在卻想要殺我,這人——這不是亞伯拉罕所行的。」
1:240
Γράφει δὲ καὶ ὁ Παῦλος περὶ αὐτοῦ·
And Paul also writes concerning him:
保羅論到他也寫道:
1:241
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ ὢν Υἱός, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν
'Who in the days of his flesh, having offered up prayers and supplications with strong crying and tears to the one able to save him from death, and having been heard for his godly fear, although he was a Son, learned obedience from the things which he suffered.'
「基督在肉身的時候,既大聲哀哭,流淚禱告懇求那能救他免死的主,就因他的虔誠蒙了應允。他雖然為兒子,還是因所受的苦難學了順從。」
1:242
Ἆρ' οὖν ἄνθρωπον αὐτὸ δὴ τοῦτο ψιλὸν καὶ κατ' οὐδένα τρόπον ἀνεστηκότα τῶν καθ' ἡμᾶς λογιούμεθα τὸν Χριστόν; { Β} Μὴ γένοιτο
Shall we then reckon Christ to be this very thing—a mere man, in no way risen above our condition? {B} God forbid.
那麼,我們豈要把基督算作就是這樣的——一個純然的人,絲毫不高過我們的光景嗎?{乙}斷乎不可。
1:243
{ Α} Τὴν δὲ τοῦ Θεοῦ σοφίαν καὶ δύναμιν ἀσθενείας εἰς τοῦτο καθικέσθαι δώσομεν ὡς δεδιέναι μὲν θάνατον, ἐξαιτεῖν δὲ τὸ σώζεσθαι παρὰ τοῦ Πατρός, καὶ τοῦ κατὰ φύσιν εἶναι ζωὴν ἐκπέμψομεν τὸν Ἐμμανουήλ;Ἢ περιτρέποντες εἰς τὴν ἀνθρωπότητα, καὶ εἰς μέτρον φύσεως τῆς καθ' ἡμᾶς τὸ ἐν λόγοις σμικροπρεπές, δράσομέν τι τῶν ἐπαινουμένων, καὶ ἐξ ὧν ἐστι Θεὸς τὴν ὑπερκόσμιον αὐτοῦ κατοψόμεθα δόξαν, τὸν αὐτὸν εἶναι συνέντες ἄνθρωπόν τε καὶ Θεόν, ἤτοι Θεὸν ἐνηνθρωπηκότα; {Β} Φράσον ὅπως
{A} Shall we then grant that the wisdom and power of God came to such weakness as to fear death and to beg salvation from the Father, and shall we send Emmanuel away from being life by nature? Or, turning these things round to the manhood, and referring the lowly things in his words to the measure of our nature, shall we do something praiseworthy, and shall we behold his super-cosmic glory from the things in which he is God, having understood the same one to be both man and God, or rather God become man? {B} Tell how.
{甲}那麼,我們豈要承認神的智慧與大能竟落到這般軟弱,以致懼怕死亡、向父乞求得救,又把以馬內利打發離開「按本性為生命」的地位嗎?還是說,我們把這些事轉歸於人性,把他話語中那卑微的事歸於我們本性的度量,這才作了可稱許的事,並要從那些「他在其中為神」的事上觀看他超越宇宙的榮耀,明白那同一位既是人又是神,或更該說是「成了人的神」?{乙}請說怎麼解。
1:244
{Α} Ἡκέτω δὴ οὖν εἰς μέσον ἡμῖν ὁ δοκιμώτατος Παῦλος ταυτὶ βοῶν τε καὶ λέγων·
{A} Let then the most approved Paul come into our midst, crying out and saying these things:
{甲}那麼,讓那最受稱許的保羅來到我們中間,高聲說出這些話:
1:245
Σοφίαν λαλοῦμεν ἐν τοῖς τελείοις, σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν
'We speak wisdom among the perfect, yet a wisdom not of this age, nor of the rulers of this age who are being brought to nothing; but we speak God's wisdom in a mystery, the hidden wisdom which none of the rulers of this age has known.'
「我們在那完全的人中,講說智慧;但不是這世上的智慧,也不是這世上有權有位、將要敗亡之人的智慧;我們講的,乃是從前所隱藏、神奧祕的智慧,是這世上有權有位的人沒有一個知道的。」
1:246
Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν
'For if they had known, they would not have crucified the Lord of glory.'
「他們若知道,就不把榮耀的主釘在十字架上了。」
1:247
Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, φέρων τε τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα
'Who, being the radiance of his glory and the impress of his hypostasis, and upholding all things by the word of his power, when he had made purification for our sins, sat down at the right hand of the Majesty on high, having become so much better than the angels as he has inherited a more excellent name than they.'
「他是神榮耀所發的光輝,是神本體的真像,常用他權能的命令托住萬有;他洗淨了人的罪,就坐在高天至大者的右邊;他所承受的名,既比天使的名更尊貴,就遠超過天使。」
1:248
Καίτοι τό γε εἶναί τε καὶ ὀνομάζεσθαι τῆς δόξης Κύριον, πῶς οὐχὶ λίαν ὑπερτενὲς καὶ παντὸς ἐπέκεινα γενητοῦ καὶ παρηγμένου πρὸς γένεσιν; Καὶ παρίημι μὲν τὰ ἀνθρώπινασμικρὰ γὰρ δὴ λίανἐρῶ δ' οὖν ὅτι κἂν ἀγγέλους ὀνομάσαι, καὶ Ἀρχὰς καὶ Θρόνους καὶ Κυριότητας ἀπαριθμήσαιτό τις, καὶ μὴν καὶ εἰ τῶν ἀνωτάτω διαμεμνήσεται Σεραφίμ, κατόπιν ἰόντα τῆς οὕτως ὑπερτενοῦς ὁμολογήσειεν ἂν εὐκλείας, εἴ γε νοῦν ἔχοι μὴ παρεφθαρμένον
And yet, to be and to be named Lord of glory—how is this not very far surpassing and beyond every created thing brought into generation? And I pass over the human things—for they are indeed very small—but I will say that even if one should name angels, and reckon up Principalities and Thrones and Dominions, and indeed should call to mind the highest Seraphim, he would confess them to come behind so far-surpassing a renown—if at least he has a mind not corrupted.
然而,「是、且被稱為榮耀的主」——這豈不遠遠超越、且超乎一切被帶到生成中的受造之物麼?至於那屬人的事,我略過不提——因為它們實在很微小——但我要說:縱使有人提名天使,數算執政的、寶座的、主治的,甚至追念那至高的撒拉弗,只要他心思未受敗壞,他也必承認這一切都遠遠落在這如此超絕的榮譽之後。
1:249
Ἔκκριτον γὰρ εἶναι τὸ γέρας φημί, καὶ δεῖν ἀνακεῖσθαι μόνῃ τῇ τῶν ὅλων παμβασιλίδι φύσει
For I affirm that the prerogative is select, and must be reserved to the all-royal nature of all things alone.
因為我斷言,這尊榮乃是特選的,必須單單歸給那統管萬有、全然為王的本性。
1:250
Πῶς οὖν ἂν γένοιτο τῆς δόξης Κύριος ὁ ἐσταυρωμένος; Τὸ δὲ ἀπαύγασμα τοῦ Πατρὸς καὶ τῆς οὐσίας ὁ χαρακτήρ, ὁ φέρων τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, κρείττων ἀγγέλων γεγενῆσθαι λέγεται, τάχα που τὸ ἔλαττον, ὡς ἐγᾦμαι, λαβών, ὅτε πέφηνεν ἄνθρωπος
How then could the crucified one be Lord of glory? And the radiance of the Father and the impress of the essence, who upholds all things by the word of his power, is said to have become better than the angels—having taken, as I think, the lesser, perhaps, when he appeared as man.
那麼,那被釘十字架的怎能是榮耀的主呢?並且那「父榮耀所發的光輝、本質的真像、用他權能的命令托住萬有」者,竟被說成「成了比天使更美的」——照我想,這是因他顯為人時,或許取了那較卑的地位。
1:251
Γέγραπται γὰρ ὅτι Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον
For it is written that 'we behold Jesus, who was made a little lower than the angels, crowned with glory and honour because of the suffering of death.'
因為經上記著:「我們看見那成為比天使微小一點的耶穌,因為受死的苦,就得了尊貴榮耀為冠冕。」
1:252
Ἆρ' οὖν ἐξώσομεν τὸν ἐκ Θεοῦ Πατρὸς πεφηνότα Λόγον τῆς αὐτῷ προσούσης οὐσιώδους ὑπεροχῆς καὶ τῆς πρὸς αὐτὸν ἀκριβοῦς ἐμφερείας, καὶ τῆς ἀγγέλων εὐκλείας ἡττώμενον βλέποντες διὰ τὸ τῆς οἰκονομίας σμικροπρεπές; { Β} Οὐμενοῦν
Shall we then thrust the Word who appeared from God the Father out of the essential preeminence that belongs to him and the exact likeness to him, beholding him as inferior to the renown of angels because of the lowliness of the economy? {B} By no means.
那麼,我們豈要把那由父神顯現的道,從他所有的本質上的卓越、以及與父確切的肖似中推出去,因經綸的卑微,便把他看作低於天使的榮譽麼?{乙}斷不可。
1:253
Οἶμαι γὰρ δεῖν οὔτε τῶν ἀνθρωπίνων ἀπαλλάττειν παντελῶς τὸν ἐκ Θεοῦ Λόγον μετὰ τὴν πρὸς σάρκα σύνοδον, οὔτε μὴν δόξης τῆς θεοπρεποῦς ἀποστερεῖν τὸ ἀνθρώπινον εἰ ἐν Χριστῷ νοοῖτο καὶ λέγοιτο
For I think one must neither altogether free the Word from God of the human things after his coming-together with flesh, nor again deprive the human element of the God-befitting glory, if it be conceived and spoken of as in Christ.
因為我想,人既不可在道與肉身會合之後,把那出於神的道全然撇開那屬人的事,也不可在那屬人的成分被領會、被論及為「在基督裡」時,剝奪它那配得神的榮耀。
1:254
Πλὴν ἐρομένους ἴσθι τοί τινας·
Nevertheless, know that some ask:
然而你要知道,有些人發問:
1:255
Τίς δὴ ἄρα ἐστὶν ἀληθῶς Ἰησοῦς ὁ Χριστός;Ὁ ἐκ γυναικὸς ἄνθρωπος, ἢ γοῦν ὁ ἐκ Θεοῦ Λόγος; {Α} Ἠλίθιον μὲν κομιδῇ τὸ διατείνεσθαι περιττὰ καὶ φληνάφοις εἰκαιομυθίαις ἀνταναφωνεῖν
Who then is truly Jesus the Christ? The man from a woman, or rather the Word from God? {A} It is utterly silly to insist on superfluous things and to answer back to idle and foolish myth-mongering.
那麼,誰才真是耶穌基督呢?是那由婦人而出的人,還是那出於神的道?{甲}執著於多餘的事、去回應那無謂愚妄的編造神話,乃是極其愚蠢的。
1:256
Ἐρῶ δ' οὖν ὅτι σφαλερόν τε καὶ οὐκ ἀζήμιον τὸ διατέμνειν εἰς δύο καὶ ἀναμέρος ἱστᾶν ἄνθρωπόν τε καὶ Λόγον, οὐκ ἀνεχομένης τῆς οἰκονομίας, καὶ Χριστὸν ἕνα βοώσης τῆς θεοπνεύστου Γραφῆς
But I will say that it is perilous and not without harm to cut him in two and to set up the man and the Word apart, since the economy does not endure it, and the God-inspired Scripture cries aloud that there is one Christ.
但我要說,把他切割為二、把那人與那道分立起來,乃是危險而不無損害的,因為經綸不容如此,神所默示的經文也高聲宣告只有一位基督。
1:257
Χρῆναι γὰρ ἔγωγέ φημι μήτε τὸν ἐκ Θεοῦ Λόγον ἀνθρωπότητος δίχα, μήτε τὸν ἐκ γυναικὸς ἀποτεχθέντα ναόν, οὐχ ἑνωθέντα τῷ Λόγῳ, Χριστὸν Ἰησοῦν ὀνομάζεσθαι
For I say that neither the Word from God apart from manhood, nor the temple born from a woman, not united to the Word, ought to be named Christ Jesus.
因為我說,無論是那離了人性的、出於神的道,還是那由婦人所生、卻未與道聯合的殿,都不該被稱為基督耶穌。
1:258
Ἀνθρωπότητι γὰρ καθ' ἕνωσιν οἰκονομικὴν ἀπορρήτως συνενηνεγμένος ὁ ἐκ Θεοῦ Λόγος νοεῖται Χριστός, ἀνωτέρω μὲν ἀνθρωπότητος ὡς φύσει Θεὸς καὶ Υἱός, ὑφιζάνων δέ τι βραχὺ τοῦ ἐν δόξῃ θεοπρεποῦς ὡς ἄνθρωπος
For the Word from God, having been ineffably brought together with manhood by the economic union, is conceived as Christ—higher than manhood as God and Son by nature, but stooping a little below the God-befitting glory as man.
因為那出於神的道,藉著經綸的聯合,以不可言喻的方式與人性會合,便被領會為基督——他作為按本性的神與子,是高過人性的,但作為人,卻略微俯就到那配得神的榮耀之下。
1:259
Τοιγάρτοι ποτὲ μὲν ἔφασκεν·
Therefore he sometimes said:
所以他有時說:
1:260
Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα
'He who has seen me has seen the Father.'
「人看見了我,就是看見了父。」
1:261
Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὁτὲ δὲ αὖ πάλιν·
'I and the Father are one'; but again at another time:
「我與父原為一」;但有時又說:
1:262
Ὁ Πατήρ μου μείζων μού ἐστιν
'The Father is greater than I.'
「父是比我大的。」
1:263
Οὐ μείων γὰρ ὢν τοῦ Πατρὸς κατά γε τὸ ἐν οὐσίᾳ ταὐτὸν καὶ κατὰ πᾶν ὁτιοῦν τὸ ἰσοστατοῦν, ἐν ἐλάττοσιν εἶναί φησι διὰ τὸ ἀνθρώπινον
For though he is not less than the Father in respect of being identical in essence and equal in every single thing whatsoever, he says he is in lesser things because of the human element.
因為他就「本質相同、且在凡事上與父同等」而論,並不小於父,他卻因那屬人的成分而說自己居於較卑之事中。
1:264
Κηρύττεται δὲ καὶ διὰ τῶν ἱερῶν Γραμμάτων ποτὲ μὲν ὡς ὅλος ὢν ἄνθρωπος, σεσιωπημένης αὐτοῦ τῆς θεότητος οἰκονομικῶς, ποτὲ δὲ αὖ πάλιν ὡς Θεός, σεσιγημένης αὐτοῦ τῆς ἀνθρωπότητος
And he is proclaimed through the sacred Writings sometimes as being wholly man, his Godhead being passed over in silence economically, and sometimes again as God, his manhood being kept silent.
他在聖經中有時被宣揚為全然是人,他的神性照經綸被默而不提;有時又被宣揚為神,他的人性被靜默不言。
1:265
Ἀδικεῖται δὲ κατ' οὐδένα τρόπον διὰ τὴν ἀμφοῖν εἰς ἑνότητα σύμβασιν
But he is in no way wronged because of the coming-together of both into unity.
然而,他絕不因二者會聚歸於合一而受了甚麼虧損。
1:266
{ Β} Πῶς λέγεις; Συνίημι γὰρ οὐ σφόδρα
{B} How do you mean? For I do not quite understand.
{乙}你是甚麼意思呢?因為我不甚明白。
1:267
{ Α}Ὁ Ἑβραῖος ἐξ Ἑβραίων καὶ φυλῆς Βενιαμίν, ὁκλητὸς ἀπόστολος, ἐπιστέλλει τοῖς διὰ πίστεως δεδικαιωμένοις καὶ κατανεκρώσασι τὰ μέλη τῆς σαρκός, πορνείαν δὴ λέγω καὶ πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν·
{A} The Hebrew of the Hebrews and of the tribe of Benjamin, the called apostle, writes to those justified through faith and who have put to death the members of the flesh—I mean fornication and passion, evil desire, and covetousness:
{甲}那希伯來人所生的希伯來人、屬便雅憫支派、蒙召的使徒,寫信給那些因信稱義、且已治死肉體肢體的人——我是指淫亂、邪情、惡慾與貪婪——說:
1:268
Ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ
'For you died, and your life is hidden with Christ in God.'
「因為你們已經死了,你們的生命與基督一同藏在神裡面。」
1:269
Αὐτός γε μὴν ἔφη περὶ τῶν ἑαυτοῦ μαθητῶν·
He himself indeed said concerning his own disciples:
他自己論到他自己的門徒,確實說:
1:270
Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς
'Holy Father, keep them in your name which you have given me, that they may be one as we are.'
「聖父啊,求你因你所賜給我的名保守他們,叫他們合而為一,像我們一樣。」
1:271
Ὅτε ἤμην μετ' αὐτῶν, ἐγὼ ἐτήρουν αὐτοὺς ἐν τῷ ὀνόματί σου ᾧ δέδωκάς μοι, καὶ ἐφύλαξα αὐτούς, καὶ οὐδεὶς ἐξ αὐτῶν ἀπώλετο, εἰ μὴ ὁ υἱὸς τῆς ἀπωλείας, ἵνα ἡ Γραφὴ πληρωθῇ
'While I was with them, I kept them in your name which you have given me, and I guarded them, and not one of them perished except the son of perdition, that the Scripture might be fulfilled.'
「我與他們同在的時候,因你所賜給我的名保守了他們,我也護衛了他們;除了那滅亡之子,其中沒有一個滅亡的,好叫經上的話得應驗。」
1:272
Νῦν δὲ πρὸς σὲ ἔρχομαι, καὶ ταῦτα λαλῶ ἐν τῷ κόσμῳ, ἵνα ἔχωσι τὴν χαρὰν τὴν ἐμὴν πεπληρωμένην ἐν ἑαυτοῖς
'But now I come to you, and these things I speak in the world, that they may have my joy fulfilled in themselves.'
「現在我往你那裡去,我還在世上說這話,是叫他們心裡充滿我的喜樂。」
1:273
Συνίης οὖν ὅπως ἀπὸ μόνης ὥσπερ ἡμῖν τῆς ἀνθρωπότητος ἔν γε τουτοισὶ κατασημαίνεσθαι δοκεῖ
Do you understand, then, how in these passages it seems that he is signified, as it were, from the manhood alone, as is the case with us?
那麼你明白嗎——在這些經文裡,他彷彿是單從人性,正如我們的情形那樣,被指明的?
1:274
{Α} Οἰησόμεθα γὰρ οὔτι που κεκρύφθαι τε καὶ ἀποδημεῖν τοῦ κόσμου, καίτοι λέγοντα σαφῶς·
{A} For we shall by no means suppose that he is hidden and absent from the world, though he says plainly:
{甲}因為我們絕不可認為他是隱藏的、離開了世界的,雖然他明明地說:
1:275
Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ὅπου ἐὰν συναχθῶσι δύο ἢ τρεῖς εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν
'Amen, amen, I say to you, that wherever two or three are gathered together in my name, there am I in the midst of them.'
「我實實在在地告訴你們,無論在哪裡,有兩三個人奉我的名聚集,那裡就有我在他們中間。」
1:276
Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος
'Behold, I am with you all the days, until the consummation of the age.'
「看哪,我天天與你們同在,直到這世代的終結。」
1:277
Ἴδοις δ' ἂν καὶ αὐτὸν τὸν ἱερώτατον Παῦλον καταρρᾳθυμοῦντα πολλάκις τοῦ καὶ ἄνθρωπον δεῖν ἀνακηρύττειν αὐτόν
And you might see the most sacred Paul himself, on many occasions, indifferent to the need of proclaiming him also as man.
並且你會看見那至聖的保羅自己,在許多場合,並不在意去把他也宣揚為人。
1:278
Παῦλος γάρ φησι, ἀπόστολος οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ
For Paul says he is an apostle 'not from men nor through man, but through Jesus Christ.'
因為保羅說,他作使徒「不是由於人,也不是藉著人,乃是藉著耶穌基督」。
1:279
Γνωρίζω δὲ ὑμῖν τὸ Εὐαγγέλιον, φησί, τὸ εὐαγγελισθὲν ὑπ' ἐμοῦ, ὅτι οὔκ ἐστι κατὰ ἄνθρωπον
'And I make known to you the gospel,' he says, 'which was preached by me, that it is not according to man.'
他說:「我傳給你們的福音,我要叫你們知道,這福音不是出於人的意思。」
1:280
Οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτό, οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι' ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ
'For neither did I receive it from man, nor was I taught it, but it came through a revelation of Jesus Christ.'
「因為我不是從人領受的,也不是人教導我的,乃是從耶穌基督啟示來的。」
1:281
Καὶ μὴν καὶ ἑτέρωθί φησιν·
And indeed he also says elsewhere:
並且他在別處也說:
1:282
Εἰ δὲ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκ ἔτι γινώσκομεν
'But even if we have known Christ according to the flesh, yet now we no longer know him so.'
「我們從前憑著外貌(按肉身)認識基督,如今卻不再這樣認識他了。」
1:283
Τίς οὖν ἐστιν Ἰησοῦς ὁ Χριστός, ὁ τὴν οὕτως ἀπόρρητον ἀπλανῆ τε καὶ θείαν ἀποκάλυψιν τῶν ἑαυτοῦ μυστηρίων ἐναστράπτων αὐτῷ; Ἆρ' οὐχὶ γενόμενος σὰρξ ὁ Λόγος, καὶ τὴν ἐκ γυναικὸς δι' ἡμᾶς οὐκ ἀτιμάσας γέννησιν; {Β} Πάνυ μὲν οὖν
Who then is Jesus the Christ, who flashes forth upon Paul so ineffable, unerring, and divine a revelation of his own mysteries? Is it not the Word who became flesh, and who did not for our sake dishonour the birth from a woman? {B} Very much so.
那麼,那向保羅閃射出關乎他自己諸般奧祕、如此不可言喻、不偏、且神聖之啟示的耶穌基督,究竟是誰呢?豈不是那成了肉身、且未曾為我們的緣故輕看那由婦人而生之事的道嗎?{乙}確實如此。
1:284
ἰδοὺ γὰρ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν
'for behold, you shall conceive in the womb and bear a son, and you shall call his name Jesus.'
「因為看哪,你要懷孕生子,你要給他起名叫耶穌。」
1:285
Καινὸν δὲ οἶμαι τουτὶ παρὰ τοῦ Πατρὸς ὄνομα δεδόσθαι τῷ Λόγῳ διὰ τῆς ἀγγέλου φωνῆς
And I think this name was given anew to the Word from the Father through the voice of the angel.
我想這名是藉著天使的聲音,從父新賜給道的。
1:286
Προανεκεκράγει γὰρ οὕτω καὶ χρησμῴδημα προφητικόν·
For thus the prophetic oracle had also cried out beforehand:
因為那先知的神諭也曾這樣預先呼喊說:
1:287
Καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ τὸ καινὸν ὃ ὁ Κύριος ὀνομάσει αὐτό
'And they shall call his name the new name which the Lord shall name it.'
「人要稱呼他的新名,就是耶和華親口所起的。」
1:288
{ Α} Ὅτε τοίνυν ὁ συναΐδιος τῷ Πατρὶ καὶ πρὸ παντὸς αἰῶνος Υἱὸς καὶ Μονογενὴς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς γέγονεν ἄνθρωπος, γεγέννηται δὲ διὰ γυναικός, καὶ ὡρίσθη μὲν υἱός, κεχρημάτικε δὲ καὶ πρωτότοκος, καὶ γέγονεν ἐν πολλοῖς ἀδελφοῖς, τότε καὶ ὁ φύσει πατὴρ ὁρίζει τοὔνομα, τοῖς τῆς πατρότητος, ἵν' οὕτως εἴπωμεν, ἑπόμενος νόμοις
{A} When, therefore, the Son and Only-Begotten, co-eternal with the Father and before every age, became man in the last times of the age, and was begotten through a woman, and was marked out as Son, and was styled also firstborn, and came to be among many brothers—then also the Father by nature determines the name, following, so to speak, the laws of fatherhood.
{甲}所以,那與父同永、先於一切世代的子、獨生子,既在末世之時成了人,藉婦人而生,被標明為子,又被稱為首生的,且成了在許多弟兄中的——那時,那按本性的父也就定下這名,可以說,是遵循作父的規範。
1:289
Εὐφραίνοις γὰρ ἡμᾶς ἄριστα συνεὶς τῆς οἰκονομίας τὸν τρόπον
For you would gladden us greatly, having well understood the manner of the economy.
因為你若好好明白了這經綸的方式,必使我們大得歡喜。
1:290
{Β}Ὁ αὐτὸς οὖν ἄρα καὶ μονογενής ἐστι καὶ πρωτότοκος
{B} The same one, then, is both only-begotten and firstborn.
{乙}那麼,那同一位既是獨生的,又是首生的。
1:291
{Α} Μὴ γὰρ οἴου κατὰ σαυτὸν ἑτεροίως ἔχειν ἢ οὕτως, ὦ τᾶν
{A} Do not suppose by yourself that it is otherwise than thus, my good fellow.
{甲}我的好友啊,你不要私自以為事情與此有別。
1:292
Ὁ γάρ τοι Μονογενὴς ὡς Θεὸς πρωτότοκος ἐν ἡμῖν καθ' ἕνωσιν οἰκονομικήν, καὶ ἐν πολλοῖς ἀδελφοῖς ὡς ἄνθρωπος, ἵνα καὶ ἡμεῖς ὡς ἐν αὐτῷ τε καὶ δι' αὐτὸν υἱοὶ Θεοῦ φυσικῶς τε καὶ κατὰ χάριν
For the Only-Begotten as God is firstborn among us by the economic union, and among many brothers as man, so that we too, as in him and through him, might be sons of God both by nature and by grace.
因為那獨生子作為神,藉著經綸的聯合,在我們中間是首生的,又作為人,在許多弟兄中是首生的,好叫我們也能在他裡面、並藉著他,按本性又照恩典,作神的兒子。
1:293
Φυσικῶς μὲν ὡς ἐν αὐτῷ τε καὶ μόνῳ, μεθεκτῶς δὲ καὶ κατὰ χάριν ἡμεῖς δι' αὐτοῦ ἐν Πνεύματι
By nature, as in him and in him alone; but we by participation and by grace, through him in the Spirit.
按本性,乃是在他裡面、單在他裡面;至於我們,則是憑有分、且照恩典,藉著他、在聖靈裡。
1:294
Ὥσπερ οὖν γέγονεν ἴδιον τῆς ἀνθρωπότητος ἐν Χριστῷ τὸ μονογενὲς διὰ τὸ ἡνῶσθαι τῷ Λόγῳ κατὰ σύμβασιν οἰκονομικήν, οὕτως ἴδιον τοῦ Λόγου τὸ ἐν πολλοῖς ἀδελφοῖς καὶ τὸ πρωτότοκος διὰ τὸ ἡνῶσθαι σαρκί
Just as, then, the being only-begotten became proper to the manhood in Christ because of its being united to the Word by the economic conjunction, so the being among many brothers and the being firstborn became proper to the Word because of his being united to flesh.
那麼,正如「獨生」這性質因人性藉經綸的結合與道聯合,便成了基督裡人性所固有的;照樣,「在許多弟兄中」與「首生」這性質,也因道與肉身聯合,便成了道所固有的。
1:295
Ἐρηρεισμένον δ' οὖν ἔχων τὸ εἶναι Θεός, καὶ τροπῆς ἀμείνων ὑπάρχων ἀεί, τῆς ἰδίας οὐκ ἐξοίχεται δόξης
But having his being God firmly fixed, and being forever superior to change, he does not depart from his own glory.
然而他既穩固地持守著「是神」,且永遠超越於變更之上,便不離開他自己的榮耀。
1:296
Τοιγάρτοι κεκέλευσται μεθ' ἡμῶν καὶ αὐτὴ τῶν ἄνω πνευμάτων ἡ ἁγία τε καὶ παμμακαρία πληθὺς προσκυνεῖν αὐτῷ
Therefore the holy and all-blessed multitude of the spirits above has also been commanded to worship him together with us.
所以那聖潔、全然有福的、在上眾靈的群眾,也已奉命與我們一同敬拜他。
1:297
Ἦν γὰρ δήπου καὶ μάλα εἰκὸς ἀνήνασθαι τὴν προσκύνησιν, καὶ κατοκνῆσαι τιμᾶν τὸ τῆς ἀνθρωπότητος ὁρῶντας σμικροπρεπές, καὶ τὸν δι' ἡμᾶς < γενόμενον> καθ' ἡμᾶς οὐκ ἀξιῶσαι δοξολογεῖν, ἀποφοιτῶντας ὡς ἀπωτάτω τοῦ πεπλανῆσθαι δοκεῖν
For it would surely have been very likely that they should refuse the worship, and shrink from honouring him when they saw the lowliness of the manhood, and should not deem worthy to glorify the one who for our sake became as we are, departing as far away as possible from seeming to have been led astray.
因為這原是極有可能的:他們一見人性的卑微,便會推辭那敬拜,遲疑於尊崇他,不肯把榮耀歸給那為我們的緣故成了與我們一樣的,並要盡量遠離,免得顯出彷彿受了迷惑。
1:298
Ἄποπτον γὰρ καὶ αὐτοῖς ἦν ἔτι τὸ ἐπὶ Χριστῷ μυστήριον, ἐξεκάλυπτε δὲ τὸ Πνεῦμα αὐτοῖς, καὶ δυσσεβεῖν οὐκ ἠφίει τοὺς ἡγιασμένους
For the mystery concerning Christ was still unseen even to them, but the Spirit revealed it to them, and did not allow the sanctified ones to fall into impiety.
因為關乎基督的奧祕連對他們也仍是不可見的,但聖靈向他們啟示了,並不容那些被分別為聖的陷入不敬虔。
1:299
Τοιγάρτοι φησὶν ὁ θεσπέσιος Παῦλος·
Therefore the inspired Paul says:
所以蒙神默示的保羅說:
1:300
Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει·
'But when he again brings the Firstborn into the inhabited world, he says:'
「再者,神使長子到世上來的時候,就說:」
1:301
Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ
"And let all the angels of God worship Him."
「神的眾使者都要敬拜祂。」
1:302
Ὁ γὰρ ἰδιότητι φυσικῇ τῆς οἰκουμένης ἁπάσης διενεγκών, ἔξω τε αὐτῆς ὑπάρχων ὡς Θεός, εἰσβέβηκεν εἰς αὐτήν, μέρος κόσμου πεφηνὼς ὡς ἄνθρωπος, πλὴν οὐ διὰ τοῦτο τῆς θείας ἀπώλισθε δόξης
For He who by His natural property surpasses the whole inhabited world, existing outside it as God, has entered into it, appearing as a part of the world like a man; yet not on this account did He slip away from His divine glory.
祂憑其本性的獨特而超越整個受造世界,作為神在世界之外,卻又進入了世界,作為人顯現為世界的一部分;但祂並不因此失去那屬神的榮耀。
1:303
Προσκυνεῖται γὰρ ὡς Μονογενὴς καὶ εἰ καλοῖτο πρωτότοκος, ὅπερ ἐστὶν ἐναργῶς τοῖς τῆς ἀνθρωπότητος μέτροις ὅτι μάλιστα πρέπον
For He is worshipped as the Only-begotten, even if He should be called firstborn—which is plainly something most fitting to the measures of His humanity.
因為祂作為獨生子受敬拜,縱然祂被稱為長子——這顯然極合乎祂人性的尺度。
1:304
{Β} Ἄρ' οὖν ὡς ἄνθρωπον προσκυνήσομεν τὸν Ἐμμανουήλ; {Α} Μὴ γένοιτο
{B} Shall we then worship Emmanuel as a man? {A} God forbid.
{乙}那麼我們要把以馬內利當作人來敬拜嗎?{甲}斷乎不可。
1:305
Λῆρος ἤδη τουτὶ καὶ ἀπάτη καὶ πλάνησις
That would already be nonsense, deception, and error.
那已經是胡言、欺哄與謬誤了。
1:306
Φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν
"Professing themselves to be wise, they became fools, and changed the glory of the incorruptible God into the likeness of an image of corruptible man, and of birds, and of four-footed beasts, and of creeping things."
「他們自稱為聰明,反成了愚拙,將不能朽壞之神的榮耀,變為偶像,彷彿必朽壞的人和飛禽、走獸、昆蟲的樣式。」
1:307
Ἦ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ καὶ ἰσουργοὶ καὶ σύμφρονες τοῖς μνημονευθεῖσιν ἐσόμεθα, τὴν τοῦ Θεοῦ δόξαν ἐν τῷ ψεύδει μεταλλάττοντες ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, εἰ ὡς ἀνθρώπῳ ψιλῷ καὶ ἑνὶ τῶν καθ' ἡμᾶς προσοίσομεν τὴν προσκύνησιν τῷ Ἐμμανουήλ; {Β} Καὶ μάλα
For shall not we ourselves become equal to and like-minded with those just mentioned, exchanging the glory of God for a lie in the likeness of an image of corruptible man, if we offer worship to Emmanuel as to a mere man and one of those like us? {B} Most certainly.
因為,如果我們把敬拜獻給以馬內利,把祂當作一個單純的人、與我們一樣的人,我們豈不就成了與上述那些人同等、同心的,將神的榮耀變為虛謊、變作必朽之人的形像嗎?{乙}的確如此。
1:308
{Α} Τί δέ; Οὐχὶ καὶ αὐτὴ τῶν ἀγγέλων ἡ ἄνω πληθὺς τοῖς εἰς τοῦτο μανίας ἥκουσι συντετάξεται; { Β} Ἀνάγκη
{A} What then? Will not the very host of angels on high be ranked together with those who have come to such madness? {B} Necessarily.
{甲}那又如何呢?連天上眾天使的群體,豈不也要與那些陷入如此瘋狂的人同列嗎?{乙}必然如此。
1:309
{ Α} Ἀνεξίτητον δέ, οἶμαί που, τὴν ἐπὶ τῷ πεπλανῆσθαι γραφὴν καὶ τῇ τῶν ἐθνῶν ἀγέλῃ περιθήσομεν, καὶ δυσαπόνιπτον ἕξει τῶν ἀρχαίων αἰτιαμάτων τὸ βλάβος
{A} And we shall, I suppose, fasten upon the herd of the nations an inescapable charge of having gone astray, and the harm of their ancient guilt will be hard to wash away.
{甲}我想,我們便要給列國這群人加上難以洗脫、陷於迷誤的罪狀,他們古老過犯所帶來的禍害也將難以滌淨。
1:310
Πλανᾶται γάρ, οἶμαι, καὶ νῦν καὶ οὐδὲν ἧττον ἢ πάλαι, καὶ τὴν εἰς εὐθὺ διαστείχουσαν ἠγνόηκε τρίβον
For it is in error, I think, even now no less than of old, and has failed to recognize the path that leads straight on.
因為我想,它如今仍在迷誤中,並不亞於從前,仍不認得那條直行的道路。
1:311
Καὶ περιττός, ὡς ἔοικεν, ὁ μακάριος Παῦλος προσφωνῶν τε αὐτοῖς καὶ λέγων·
And the blessed Paul, it seems, addressed them in vain when he said:
看來蒙福的保羅向他們勸勉、說話也是徒然了,他說:
1:312
Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε; Ποῖον γὰρ ἔτι Θεὸν ἐγνώκασιν εἰ μὴ φύσει Θεὸς ὁ Χριστὸς εἰς ὃν πεπιστεύκασι; Καὶ εἰ λελατρεύκασιν ἀνθρώπῳ, τοῖς τῆς ἀρχαίας πλανήσεως ἐνέχονται βρόχοις
"But now, after that ye have known God, or rather are known of God, how turn ye again to the weak and beggarly elements, whereunto ye desire again to be in bondage?" For what other God have they come to know, if Christ, in whom they have believed, is not God by nature? And if they have served a man, they are caught in the snares of the ancient error.
「現在你們既然認識神,更可說是被神所認識的,怎麼還要歸回那懦弱無用的小學,情願再給它作奴僕呢?」因為,若他們所信的基督不是按本性的神,他們所認識的還能是別的什麼神呢?若他們事奉的是一個人,他們就落在古時迷誤的網羅之中了。
1:313
Ἢ οὐκ ἀληθὲς ὅ φημι; { Β} Πάνυ μὲν οὖν
Or is what I say not true? {B} Indeed it is.
我所說的豈不是真的嗎?{乙}的確是真的。
1:314
{ Α} Ἄθρει δὴ οὖν ὅπως ἐξ ἀναγκαίων ἤδη συλλογισμῶν μονονουχὶ καὶ οὐχ ἑκόντες συνωθούμεθα πρός γε τὸ δεῖν ἐμφρόνως ὡς Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν τῷ Υἱῷ, καὶ ἐν τῷ καθ' ἡμᾶς πεφηνότι σχήματι, τῆς εἰς ἑνότητα συνδρομῆς οὐκ ἀνικάνως ἐχούσης εἰς τὸ ἀφανίσαι τυχὸν τὸ καὶ ἔσθ' ὅτε λυποῦν εἰς ἀνθρωπότητος ὑποψίαν
{A} Consider then how, by necessary reasonings, we are now all but driven—even against our will—to the duty of wisely worshipping the Son as God by nature, even in the form that has appeared like ours, since the coming-together into unity is fully capable of doing away with whatever might at times grieve us into a suspicion of mere humanity.
{甲}那麼請想想,我們如今幾乎被必然的推論所逼迫——甚至不由自主地——去履行那當盡的本分:明智地敬拜這位按本性是神的子,縱使祂以與我們相同的形狀顯現;因為那合而為一的聯合,足以消除任何有時叫我們生出「不過是人」之疑慮的東西。
1:315
{ Β} Πῶς ἔφης; { Α} Προσλαβοῦσα γὰρ ἡ τοῦ Λόγου φύσις τὸ ἀνθρώπινον, οὐκ ἀνθρωπότης ἔσται ψιλή, νικῶσα δὲ μᾶλλον ἰδίᾳ δόξῃ τὸ προσληφθέν, ἐν ἀκλονήτῳ σῴζεται διαμονῇ τῆς θεοπρεποῦς εὐκλείας
{B} How do you mean? {A} For the nature of the Word, having taken to itself what is human, will not be mere humanity, but rather, overcoming what was assumed by its own glory, it is preserved in an unshaken abiding of the glory befitting God.
{乙}你這話怎麼說?{甲}因為道的本性既取了人性,就不會只是單純的人性;反倒以其自身的榮耀勝過所取的,被保守在那合乎神之榮耀的、不動搖的常存中。
1:316
Ταυτὶ φρονοῦντες οἱ μαθηταί, προσεκύνουν λέγοντες·
Thinking thus, the disciples worshipped, saying:
門徒們存著這樣的心思敬拜祂,說:
1:317
Ἀληθῶς Θεοῦ Υἱὸς εἶ, καίτοι βάδην ἰόντα βλέποντες καὶ ἐν σαρκὶ καθ' ἡμᾶς·
"Truly Thou art the Son of God," even though they saw Him walking step by step and in flesh like ours;
「你真是神的兒子。」縱然他們看見祂一步步行走、又有與我們一樣的肉身;
1:318
ἐπ' ἄκρου γὰρ δὴ διέθει κύματος παραδόξως ὡς Θεός
for He ran upon the crest of the wave marvelously, as God.
因為祂奇妙地在浪頭上行走,正如神一般。
1:319
{Β} Καὶ τίς ἦν ὁ λέγων πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα·
{B} And who was it that said to the woman in Samaria:
{乙}那麼,對撒瑪利亞婦人說這話的又是誰呢——
1:320
Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν; Εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσκυνοῦσι συντεταγμένος; { Α} Καὶ μήν, ὦ φιλότης, τὸ Τίς δὴ τοῦτο πλειστάκις ἀναφωνεῖς τὸ λεξείδιον, οὐκ οἶδ' ὅπως τοῖς ἀσυνέτοις ἐξευρημένον
"Ye worship that which ye know not; we worship that which we know"? Then how shall He be one who is worshipped, if He is ranked among the worshippers? {A} And indeed, my friend, that little word "Who is this?" which you keep uttering again and again, has, I know not how, been invented for the unintelligent.
「你們所拜的,你們不知道;我們所拜的,我們知道。」那麼,若祂被列在敬拜者之中,祂又怎能是受敬拜的呢?{甲}朋友啊,你一再說的那句「這究竟是誰」的小話,不知怎的,倒是為那些不明事理的人發明出來的。
1:321
Μεμέρισται γὰρ οὐδαμῶς ὁ Χριστός
For Christ is in no way divided.
因為基督絕沒有被分割。
1:322
Ὁ δὲ τῷ γυναίῳ προσλαλῶν, ὁ εἷς τε καὶ μόνος Κύριος ἦν Ἰησοῦς ὁ Χριστός, ἔκ τε τῆς προσκυνούσης ἀνθρωπότητος καὶ ἐκ τῆς προσκυνουμένης θεότητος συγκείμενος ἀπορρήτως, καθάπερ ἀμέλει φαίη τις ἂν καὶ ἑτέρως περὶ αὐτοῦ
But He who spoke with the woman was the one and only Lord Jesus Christ, ineffably composed of the worshipping humanity and the worshipped Godhead—just as, indeed, one might also speak of Him in another way.
與那婦人說話的,乃是獨一無二的主耶穌基督,由那敬拜的人性與那受敬拜的神性以不可言喻的方式聯合構成——正如人也可以用另一種方式論到祂。
1:323
Ἧ μὲν γάρ ἐστι Θεός, νοοῖτ' ἂν ὑπάρχων αὐτὸς ὁ τῆς δόξης Κύριος, ᾗ δὲ γέγονεν ὁ κατὰ μέθεξιν τὴν παρὰ Θεοῦ δοξαζόμενος ἄνθρωπος, ἐδεῖτο καὶ δόξης, λέγων·
For in so far as He is God, He would be understood to be Himself the Lord of glory; but in so far as He became man, glorified by participation from God, He also had need of glory, saying:
因為就祂是神而論,祂被認定就是那榮耀的主自己;但就祂成了人、藉著從神而來的分享而得榮耀而論,祂也需要榮耀,故說:
1:324
Πάτερ, δόξασόν σου τὸν Υἱόν
"Father, glorify Thy Son."
「父啊,願你榮耀你的兒子。」
1:325
Ἀλλ' Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα, κατὰ τὸ γεγραμμένον
But "one Lord, one faith, one baptism," according to what is written.
然而正如經上所記:「一主,一信,一洗。」
1:326
Ὥσπερ οὖν ἐστι μία πίστις, ἡ εἰς Χριστόν, καὶ ἓν ἀληθῶς τὸ βάπτισμα, καίτοι βαπτιζομένων καὶ πεπιστευκότων ἡμῶν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, κατὰ τὸν αὐτόν, οἶμαι, τρόπον τε καὶ λόγον, μία προσκύνησις Πατρὸς καὶ ἐνανθρωπήσαντος Υἱοῦ καὶ ἁγίου Πνεύματος
Just as, then, there is one faith—that in Christ—and truly one baptism, although we are baptized and have believed into Father and Son and Holy Spirit, so too, I think, in the same manner and reasoning, there is one worship of the Father and of the incarnate Son and of the Holy Spirit.
那麼,正如信仰只有一個——就是信入基督的信仰——洗禮也確實只有一個,雖然我們是受洗、並信入父、子、聖靈;照樣,我想,按同一方式與道理,對父、對成了肉身的子、對聖靈的敬拜也只有一個。
1:327
Ἐξωσθήσεται γὰρ οὐδαμῶς τοῦ προσκυνεῖσθαι δεῖν πρός τε ἡμῶν αὐτῶν καὶ τῶν ἁγίων ἀγγέλων ὁ Μονογενής, καὶ εἰ γέγονε σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, κεχρημάτικέ τε πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς
For the Only-begotten will in no way be thrust out from being worshipped by us ourselves and by the holy angels, even though He became flesh and dwelt among us, and was named firstborn among many brethren.
因為獨生子絕不會被排除於受我們自己和眾聖天使敬拜之外,縱然祂成了肉身、住在我們中間,又被稱為在許多弟兄中的長子。
1:328
Ἐπεὶ τίς ἂν γένοιτο λοιπὸν ὁ τῆς ἐπ' αὐτῷ πίστεως λόγος, πῶς οὐκ ἄξιον ἰδεῖν; Οὐδὲ γάρ, οἶμαι, φαῖεν ἂν οἵπερ ἂν ἕλοιντο φρονεῖν ὀρθῶς ὡς εἰς μόνον πεπιστεύκαμεν τὸν ἐκ Θεοῦ φύντα Λόγον, ἀπογυμνοῦντες αὐτὸν τῆς σαρκός
For otherwise, what would then be the meaning of faith in Him? How is it not worth seeing? For I do not think that those who would choose to think rightly would say that we have believed only into the Word begotten of God, stripping Him of His flesh.
否則,信祂的道理還有什麼意義呢?這豈不值得察看嗎?因為我想,凡願意正確思想的人,都不會說我們只信入那從神所生的道,而把祂的肉身剝去。
1:329
Οὐδ' αὖ ἐκεῖνο παρήσομεν εἰπεῖν·
Nor again shall we leave this point unsaid:
我們也不可不提這一點:
1:330
{Β} Τὸ τί δὴ φής; {Α} Οὐ γὰρ ὡς εἰς ἕνα τῶν καθ' ἡμᾶς, οὔτε μὴν ὡς εἰς ἄνθρωπον ἡ πίστις, ἀλλ' < ὡς> εἰς Θεὸν πράττεται τὸν φύσει καὶ ἀληθῶς ἐν προσώπῳ Χριστοῦ
{B} What do you mean? {A} For our faith is exercised not as into one of us, nor indeed as into a man, but as into God who is truly and by nature in the person of Christ.
{乙}你指的是什麼?{甲}就是我們的信並非信入我們中間的一個人,也不是信入一個人,乃是信入那在基督的位格裏、按本性真正為神的那一位。
1:331
Συλλήψεται δὲ τῷ λόγῳ καὶ ὁ σοφὸς γράφων Παῦλος·
And the wise Paul will lend support to this argument, writing:
智慧的保羅也要支持這道理,他寫道:
1:332
Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον
"For we preach not ourselves, but Christ Jesus the Lord;
「我們原不是傳自己,乃是傳基督耶穌為主,
1:333
Ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ, ὅτι ὁ Θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τῆς δόξης αὐτοῦ ἐν προσώπῳ < Ἰησοῦ> Χριστοῦ
and ourselves your servants for Christ's sake. For God, who commanded the light to shine out of darkness, hath shined in our hearts, to give the light of the knowledge of the glory of God in the face of Jesus Christ."
並且自己因基督作你們的僕人。那吩咐光從黑暗裏照出來的神,已經照在我們心裏,叫我們得知神榮耀的光顯在耶穌基督的面上。」
1:334
Ἰδοὺ δὴ σαφῶς τε καὶ ἐναργῶς ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Θεοῦ καὶ Πατρὸς ἐν προσώπῳ διέλαμψε τοῦ Χριστοῦ
Behold, then, clearly and plainly the light of the knowledge of God the Father shone forth in the face of Christ.
看哪,神——父——之知識的光,就這樣清楚明白地照在基督的面上。
1:335
Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα, ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν
"He that hath seen Me hath seen the Father; I and the Father are one."
「人看見了我,就是看見了父;我與父原為一。」
1:336
Χαρακτὴρ δὲ ὁ θεῖος οὐ σωματικός, ἀλλ' ἐν δυνάμει καὶ δόξῃ τῇ θεοπρεπεστάτῃ
But the divine impress is not bodily, but consists in power and in the glory most befitting God.
然而那屬神的印記並非屬肉身的,乃在於能力與最合乎神的榮耀。
1:337
Τοῦτο δὲ ἦν ἀκραιφνὲς ἐν Χριστῷ·
And this was pure and unmixed in Christ;
這在基督裏乃是純全無雜的;
1:338
γνωρίζεσθαί τε καὶ διὰ τούτων ἠξίου, καὶ διὰ τῆς τῶν δρωμένων ὑπεροχῆς εἰς ἐννοίας ἀναθρώσκειν τὰς ἐπ' αὐτῷ τοὺς ἀκροωμένους ἤθελε, κατασμικρυνούσης αὐτὸν ἠρέμα τῆς ὁρωμένης σαρκός
He deemed it right to be made known also through these things, and through the surpassing nature of His works He willed that His hearers should rise up to conceptions concerning Him, while the visible flesh quietly diminished Him in their estimation.
祂也認為當藉這些事被人認識,並藉祂作為的超卓,願意祂的聽者上升到關於祂的領悟之中,而那可見的肉身則悄然使祂在人眼中顯得渺小。
1:339
Εἰ γὰρ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, φησί, μὴ πιστεύετέ μοι
"For if I do not the works of My Father," He says, "believe Me not."
祂說:「我若不作我父的事,你們就不必信我。」
1:340
Φάναι δὲ οἶμαι ταυτὶ τὸ τηνικάδε Χριστὸν οὐκ ἀσυντελὲς εἰς ὄνησιν εἰδότα τὸ χρῆμα
And I think Christ said these things at that time, knowing the matter was not unprofitable for their benefit.
我想基督當時說這些話,是知道此事對人的益處並非無用。
1:341
Ἐπειδὴ γὰρ ᾤοντο Θεὸν μὲν οὐκ εἶναι κατὰ φύσιν τὸν δι' ἡμᾶς ἐνηνθρωπηκότα, ψιλὸν δὲ ἁπλῶς ἄνθρωπον καθ' ἡμᾶς, ἀπαράδεκτόν τε διὰ τοῦτο τὴν ἐπ' αὐτῷ πίστιν ἐποιοῦντό τινες
For since some supposed that He who had become man for our sake was not God by nature, but simply a mere man like us, and on this account held faith in Him to be unacceptable,
因為有些人以為,那為我們成了人的並非按本性的神,而不過是與我們一樣單純的人,因此認為信祂是不可接受的,
1:342
Ἀναγκαίως τὸ δεῖμα καὶ τὸν ἐπὶ τούτοις ὄκνον ὑποτεμνόμενος, τῇ τῆς θεότητος φύσει τὴν πίστιν ἀνατιθείς, ὡς ἐν προσώπῳ Πατρός, καὶ οὐχὶ τῇ καθ' ἡμᾶς σμικροπρεπείᾳ προσνέμων, ἔφασκεν·
of necessity, cutting away the fear and the hesitation that went with it, He referred faith to the nature of the Godhead, as in the person of the Father, and not assigning it to our lowliness, saying:
祂便必然地除去那畏懼以及隨之而來的猶疑,把信歸於神性的本性,如同歸於父的位格,而不歸給我們的卑微,說:
1:343
Ὁ πιστεύων εἰς ἐμὲ οὐ πιστεύει εἰς ἐμέ, ἀλλ' εἰς τὸν πέμψαντά με, καὶ ὁ θεωρῶν ἐμὲ θεωρεῖ τὸν πέμψαντά με
"He that believeth on Me believeth not on Me, but on Him that sent Me; and he that beholdeth Me beholdeth Him that sent Me."
「信我的,不是信我,乃是信那差我來的;人看見我,就是看見那差我來的。」
1:344
Ὦ τῶν ἐμῶν κατήκοοι λόγων, μὴ μικρὰ καὶ χαμαιρριφῆ τὰ εἰς ἐμὲ δοξάζετε·
O you who hear My words, do not hold what concerns Me to be small and cast down to the ground;
聽我話語的人哪,不要把關乎我的事看為微小、低賤;
1:345
ἴστε δὲ ὅτι τὴν εἰς αὐτὸν ἐμὲ τὸν ὁρώμενον ἐν σαρκὶ προϊέμενοι πίστιν οὐκ εἰς ἄνθρωπον ἁπλῶς ἔσεσθε πεπιστευκότες, ἀλλ' εἰς αὐτὸν τὸν Πατέρα, δι' ἐμοῦ τοῦ κατὰ πᾶν ὁτιοῦν ἴσως τε καὶ ἀπαραλλάκτως ἔχοντος Υἱοῦ, σαρκωθέντος μὲν δι' ὑμᾶς, καὶ περίβλημα σμικροπρεπὲς οἰκειουμένου, τὴν ἀνθρωπότητα, τό γε μὴν ἰσοφυές τε καὶ ἰσουργόν, καὶ ἐν ταυτότητι δόξης ἀδιαλώβητον παντελῶς ἔχοντος πρὸς αὐτόν; { Β} Ἔοικεν
but know that, in offering faith into Me—the One seen in flesh—you will not have believed simply into a man, but into the Father Himself, through Me, the Son, who in every respect am equal and unchangeably so to Him, having been made flesh indeed for your sake and having appropriated as a lowly garment the humanity, yet possessing toward Him that which is of equal nature and equal operation, and wholly inviolate in identity of glory. {B} So it seems.
卻要知道,你們把信獻給我——這位在肉身中被看見的——並非單單信入一個人,乃是信入父自己,乃是藉著我這位子;我在凡事上都與祂相等、毫無差異,雖確實為你們的緣故成了肉身,並取了人性作為卑微的外袍,但我向著祂卻具有同等的本性、同等的工作,在榮耀的同一上全然不受虧損。{乙}看來如此。
1:346
{Α} Ἀναμάθοις δὲ ἂν καὶ ἑτέρως αὐτὸν τὴν πίστιν οὐ διωθούμενον, ἀλλὰ τομῆς τινος δίχα καὶ διαφορᾶς εἰσδεδεγμένον αὐτὴν ὡς ἐν ἰδίῳ προσώπῳ καὶ εἰ γέγονε σάρξ
{A} And you may also learn in another way that He did not reject faith, but received it without any cutting or distinction, as into His own person, even though He became flesh.
{甲}你還可以從另一面看出,祂並沒有拒絕信,乃是毫無切割、毫無分別地接受了信,把它當作獻入祂自己的位格,縱然祂成了肉身。
1:347
Ἐπειδὴ γὰρ τὸν ἐκ γενητῆς ἐξιᾶτο τυφλόν, καὶ τὸ γλυκὺ μέν, ἄηθες δ' οὖν ἐνεφύτευσε φῶς αὐτῷ, παρὰ πάντων εἰκότως ἐθαυμάζετο
For when He healed the man born blind and implanted in him the sweet but unaccustomed light, He was deservedly marveled at by all.
因為當祂醫好那生來瞎眼的人,在他身上栽下那甘美卻陌生的光時,祂理當受眾人驚奇。
1:348
Ἀλλ' ὁ μὲν τοῦ πάθους ἀπηλλαγμένος παρὰ τοῖς Ἰουδαίοις ἐκρίνετο, καὶ ὡμολόγει τὸν ἰατρόν
But the man who had been freed from his affliction was being put on trial among the Jews, and he confessed his Healer.
那從病患中得釋放的人,卻在猶太人中受審問,他承認了那位醫治他的。
1:349
Χριστὸς δὲ αὐτῷ περιτυχών, Σὺ πιστεύεις, ἔφασκεν, εἰς τὸν Υἱὸν τοῦ Θεοῦ; Τοῦ δὲ τὸ Τίς ἐστι, Κύριε, διακεκραγότος, ἵνα πιστεύσω εἰς αὐτόν; ἀντεφώνει λέγων·
And Christ, meeting him, said: "Dost thou believe on the Son of God?" And when the man cried out, "Who is He, Lord, that I might believe on Him?" He answered, saying:
基督遇見他,就說:「你信神的兒子嗎?」那人喊著說:「主啊,誰是神的兒子,叫我信祂呢?」祂回答說:
1:350
Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν
"Thou hast both seen Him, and it is He that talketh with thee."
「你已經看見祂,現在和你說話的就是祂。」
1:351
Καίτοι πῶς οὐχ ἅπασι συμφανὲς ὡς ἄποπτος παντελῶς ἡ θεία τε καὶ ἀνωτάτω φύσις; Θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε, κατὰ τὸ γεγραμμένον
And yet, how is it not evident to all that the divine and most exalted nature is wholly invisible? For "no man hath seen God at any time," according to what is written.
然而,那屬神、至高的本性是全然不可見的,這豈不是眾人都明白的嗎?因為正如經上所記:「從來沒有人看見神。」
1:352
Εἴπερ οὖν διιστὰς ἑαυτοῦ τὸ ἀνθρώπινον, ὡς αὐτὸ δὴ τοῦτο πεφηνώς, ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος γυμνὸς καὶ μόνος ἠξίου πιστεύεσθαι, τί μὴ μᾶλλον τὴν τοῦ Θεοῦ φύσιν ἀναλογίζεσθαι δεῖν, ἥτις ποτέ ἐστι, τὸν εὖ παθόντα διεκελεύετο, παρέδειξε δὲ σωματικῶς, ὡς καὶ αὐτοῖς ὄμμασι καταθεᾶσθαι παρόν; Ἔφη γὰρ ὅτι Καὶ ἑώρακας αὐτόν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν
If, then, separating from Himself what is human, the Word from God the Father, having appeared as this very thing, naked and alone, claimed to be believed, why did He not rather command the man who had been benefited that he ought to reflect upon the nature of God, whatever it is—and did He instead point to it bodily, so that it could be beheld even with the eyes? For He said, "Thou hast both seen Him, and it is He that talketh with thee."
那麼,如果那從父神而來的道,把祂自己裏面屬人的分開、僅以這一面顯現,赤裸孤獨地要求人相信,祂為何不寧可吩咐那得了益處的人去思想神的本性究竟是什麼,而是反倒以肉身的方式把祂指出來,以致連肉眼都能看見呢?因為祂說:「你已經看見祂,現在和你說話的就是祂。」
1:353
Ἦ οὐχὶ τὴν σάρκα παραδεῖξαι φήσομεν; {Β} Καὶ πάνυ
Shall we not say that He pointed to the flesh? {B} Most certainly.
我們豈不該說,祂所指出的是那肉身嗎?{乙}的確如此。
1:354
{Α} Εἶτα πῶς αὐτὸς ἂν εἴη λοιπὸν ἡ σάρξ, εἰ μὴ νοοῖτο καθ' ἕνωσιν, ὡς αὐτὸς ὑπάρχων τὸ ἴδιον αὐτοῦ, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν γένοιτ' ἄν; Καταδείξειε γὰρ ἄν τις οὐ μεμερισμένως οὐδὲ ἀτελῶς τὸν καθ' ἡμᾶς ἄνθρωπον, τὸν ἐκ ψυχῆς δὴ λέγω καὶ σώματος, καὶ ἀπὸ μόνης αὐτοῦ τῆς σαρκός
{A} Then how could the flesh after all be He Himself, unless it be understood according to the union, as being He Himself, His own proper flesh—just as indeed happens also in our case? For one might point out the man among us—the one composed, I mean, of soul and body—neither in a divided nor in an incomplete way, even from his flesh alone.
{甲}那麼,那肉身怎能就是祂自己呢,除非按聯合來理解,視之為祂自己、祂自己固有的肉身——正如在我們身上也是如此?因為人也可以單從一個人的肉身指出這人——我是說那由魂與體所構成的人——而既不是分割的,也不是不完全的。
1:355
{Α} Γέγραφε δέ που καὶ ὁ σοφὸς ἡμῖν Ἰωάννης ὅτι Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν μαθητῶν αὐτοῦἃ οὐκ ἔστι γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ
{A} And our wise John has somewhere written that "Many other signs therefore did Jesus in the presence of His disciples, which are not written in this book.
{甲}我們智慧的約翰也在某處寫道:「耶穌在門徒面前另外行了許多神蹟,沒有記在這書上。
1:356
Ταῦτα δὲ γέγραπται ἵνα πιστεύσητε ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ
But these are written, that ye might believe that Jesus is the Christ, the Son of the living God, and that believing ye might have life in His name."
但記這些事,要叫你們信耶穌是基督,是神的兒子,並且叫你們信了祂,就可以因祂的名得生命。」
1:357
Κατατεθήποι δ' ἄν τις οὐ μεῖον καὶ τὸν θεσπέσιον Πέτρον Ἰουδαίοις προσπεφωνηκότα σαφῶς καὶ ἀναφανδόν·
And one might be no less astonished at the inspired Peter, who addressed the Jews clearly and openly:
人也同樣可以驚奇那受默示的彼得,他清楚公開地對猶太人說:
1:358
Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι, εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται, γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραὴλ ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής
"Ye rulers of the people, and elders, if we this day be examined concerning the good deed done to an impotent man, by what means he is made whole; be it known unto you all, and to all the people of Israel, that by the name of Jesus Christ of Nazareth, whom ye crucified, whom God raised from the dead, even by Him doth this man stand here before you whole."
「治民的官府和長老啊,倘若今日因為在殘疾人身上所行的善事查問我們,他是怎麼得了痊癒;你們眾人和以色列百姓都當知道,站在你們面前的這人得痊癒,是因你們所釘十字架、神叫祂從死裏復活的、拿撒勒人耶穌基督的名。」
1:359
Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία
"And there is salvation in no other."
「除祂以外,別無拯救。」
1:360
Οὐδὲ γὰρ ὄνομα ἕτερόν ἐστιν ὑπὸ τὸν οὐρανὸν τὸ δεδομένον ἐν ἀνθρώποις ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς
"For neither is there any other name under heaven given among men, whereby we must be saved."
「因為在天下人間,沒有賜下別的名,我們可以靠著得救。」
1:361
γεγεννημένος, ἐν δέ γε τῷ λοίσθῳ καὶ εἰς πέρας ἥκοντι τοῦ αἰῶνος καιρῷ καὶ σωματικῶς ἐκ γυναικός;Ὁ πίστιν οὖν ἄρα τὴν εἰς αὐτὸν προσιέμενος γέρας ἀποίσεται τὸ ἐξαίρετον·
...begotten, but in the last time, at the consummation of the age, also bodily of a woman? He, then, who admits faith into Him will carry off the choice reward;
……所生的,卻在末了、在這世代臨到終局的時候,也按肉身由女子所生?那麼,凡接受信入祂的,必得那最優越的賞賜;
1:362
διακεκλήσεται γὰρ υἱὸς Θεοῦ·
for he will be called a son of God;
因為他要被稱為神的兒子;
1:363
Ὅσοι γὰρ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν, φησί, τέκνα Θεοῦ γενέσθαι, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν
for "as many as received Him, to them gave He power," he says, "to become children of God, even to them that were born, not of bloods, nor of the will of the flesh, nor of the will of man, but of God."
因為他說:「凡接待祂的,就是信祂名的人,祂就賜他們權柄作神的兒女。這等人不是從血氣生的,不是從情慾生的,也不是從人意生的,乃是從神生的。」
1:364
Ἵνα γὰρ γένηται πρωτεύων ἐν πᾶσιν αὐτός, καθὰ γέγραπται, γεγέννηται μὲν διὰ γυναικός
For that He Himself might have the preeminence in all things, as it is written, He was indeed born through a woman.
因為正如經上所記,為叫祂自己可以在凡事上居首位,祂確實藉著女子而生。
1:365
Ἐπειδὴ δέ ἐστιν ἀπαρχὴ τῆς ἀναμορφουμένης κτίσεως δι' ἁγιασμοῦ πρὸς Θεόν, καὶ πρό γε τῶν ἄλλων αὐτὸς γεννητὸς ἐδείχθη Πνεύματος, τὴν ἀνδρός τε καὶ γυναικὸς ὑπερθρώσκων σύνοδον, καὶ οὐκ ἀτιμίᾳ καὶ μώμῳ καταδικάζων τὴν φύσιντίμιος γὰρ ὁ γάμος, καὶ ὁ πλάσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ πεποίηκεν αὐτούςἀλλὰ τῷ μείζονι καὶ ἀσυγκρίτως ὑπερκειμένῳ προσνέμων ἤδη πως τὰ ἀνθρώπινα
But since He is the firstfruits of the creation that is being refashioned through sanctification toward God, and before the rest He Himself was shown to be begotten of the Spirit, leaping over the union of man and woman—not condemning nature with dishonor and blame (for marriage is honorable, and He who formed them from the beginning made them male and female), but already, in some way, assigning human things to that which is greater and incomparably superior—
但因祂是那藉成聖向神被重新塑造之受造界的初熟果子,並且在眾人之先,祂自己被顯明是從聖靈所生,越過了男女的結合——這並非以羞辱和指責定罪本性(因為婚姻原是可尊重的,那從起初造他們的,是造男造女),乃是已經以某種方式,將屬人的事歸給那更大、無可比擬地超越的——
1:366
Γεννητοὺς γὰρ Πνεύματος, οὐκ ἀνδρῶν, ἡμᾶς ἔτι χρηματίζειν ἤθελε
for He willed that we should still be called begotten of the Spirit, not of men.
因為祂願意我們仍被稱為從聖靈所生的,而非從人所生的。
1:367
Καὶ γοῦν Πατέρα, φησί, μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς·
And indeed He says: "Call no man your father upon the earth;
祂確實說:「也不要稱呼地上的人為父,
1:368
εἷς γάρ ἐστιν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε
for one is your Father, the heavenly One, and ye are all brethren."
因為只有一位是你們的父,就是在天上的那位;你們都是弟兄。」
1:369
Οὐκοῦν, ἀμώμητον παντελῶς τὸ πιστεύειν εἰς αὐτόν, μᾶλλον δὲ καὶ τῇ τῶν πλημμελημάτων ἀμνηστίᾳ τετίμηται
Therefore, to believe into Him is wholly blameless; rather, it is even honored with the remission of transgressions.
所以,信入祂是全然無可指責的;不但如此,更蒙赦免過犯之尊榮。
1:370
Γράφει γὰρ ὧδε πάλιν ὁ ἔκκριτος Παῦλος·
For the choice Paul writes thus again:
因為那蒙揀選的保羅又這樣寫道:
1:371
Εἰδότες δὲ ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου, ἐὰν μὴ διὰ πίστεως Ἰησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν Ἰησοῦν ἐπιστεύσαμεν
"Knowing that a man is not justified by the works of the law, but only through the faith of Jesus Christ, even we have believed in Christ Jesus."
「既知道人稱義不是因行律法,乃是因信耶穌基督,連我們也信了基督耶穌。」
1:372
Κατοκνήσω δὲ οὐδαμῶς ὅπερ ἤδη φθάσας ἔφην ἀνακυκλήσας εἰπεῖν, ὅτι Χριστὸς Ἰησοῦς οὐ γυμνὸς καὶ καθ' ἑαυτὸν ὁ ἐκ Θεοῦ νοεῖται Λόγος, ἀλλ' ὅτε προσέλαβε τὸ ἀνθρώπινον καὶ ἐνεπλάκη σαρκί
And I shall by no means shrink from repeating, by way of recapitulation, what I have already said before: that Christ Jesus is conceived of not as the bare Word from God in and of Himself, but when He took to Himself what is human and was interwoven with flesh.
我絕不畏縮於再三重述我先前已說過的話:基督耶穌並非被理解為那從神而來、單獨自存的赤裸的道,乃是當祂取了人性、與肉身交織為一之時的那一位。
1:373
Οὕτως ἔχοντα καὶ ὁρώμενον, καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς τυγχάνοντα, τοῖς ἁγίοις ἀποστόλοις παρέδειξεν ὁ Πατήρ, φωνῆς ἄνωθεν ἐκπεποιημένης τοιᾶσδε·
Being and being seen thus, and existing in the form like ours, the Father pointed Him out to the holy apostles, a voice such as this being produced from above:
祂既是如此、又如此被看見,並存在於與我們相同的形狀中,父就向眾聖使徒指出祂,從上頭發出這樣的聲音:
1:374
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα, αὐτοῦ ἀκούετε
"This is My beloved Son, in whom I am well pleased; hear ye Him."
「這是我的愛子,我所喜悅的,你們要聽祂。」
1:375
Σύνες οὖν ὅπως οὐκ ἐν τούτῳ, φησίν, ἐστὶν ὁ Υἱός μου, ἵνα μὴ ἀναμέρος ὡς ἕτερος ἐν ἑτέρῳ τυχόν, ἀλλ' εἶς νοοῖτο καὶ ὁ αὐτὸς καθ' ἕνωσιν οἰκονομικήν
Understand, then, how He does not say "in this one is My Son"—lest the Son be conceived of separately, as one in another, as it were—but that He should be understood as one and the same according to the economic union.
那麼你要明白,祂為何不說「我的兒子在這一位裏面」——免得人把子分開理解,彷彿一位在另一位裏面——乃要叫人按那救贖經綸的聯合,把祂理解為同一位。
1:376
Πλημμελὲς δὲ ὅτι τὸ ἀντιτείνειν ἐστί, καὶ τῶν ὅτι μάλιστα σφαλερωτάτων, ἀναπείσει γράφων Ἰωάννης ὡδὶ Ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Θεοῦ, ὅτι μεμαρτύρηκε περὶ τοῦ Υἱοῦ αὐτοῦ·
And that it is a fault to resist, and one of the most perilous, John will persuade us, writing thus: "For this is the witness of God, that He hath testified concerning His Son;
至於抗拒乃是過犯,且是最危險的過犯之一,約翰要這樣寫來說服我們:「神為祂兒子作的見證,就是這見證;
1:377
ὁ πιστεύων εἰς τὸν Υἱὸν τοῦ Θεοῦ ἔχει τὴν μαρτυρίαν τοῦ Θεοῦ ἐν ἑαυτῷ
he that believeth on the Son of God hath the witness of God in himself.
信神兒子的,就有這見證在他心裏。
1:378
Ὁ μὴ πιστεύων τῷ Θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐκ ἐπίστευσεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ Θεὸς περὶ τοῦ Υἱοῦ αὐτοῦ
He that believeth not God hath made Him a liar, because he hath not believed the witness that God hath testified concerning His Son."
不信神的,就是將神當作說謊的,因不信神為祂兒子所作的見證。」
1:379
Μεμαρτύρηκε δὲ ὅτι οὗτος, ὁ μετὰ σαρκὸς καὶ ἐν τῇ τοῦ δούλου μορφῇ, μοναδικῶς τε καὶ ἰδικῶς ἐμὸς ἀληθῶς Υἱός
And He has testified that this One—the One with flesh and in the form of a servant—is uniquely and individually My Son in truth.
祂也作了見證,說這一位——這位帶著肉身、在奴僕形狀中的——獨特地、個別地、真實地是我的兒子。
1:380
Τί δέ; Οὐχὶ καὶ τὴν διὰ τοῦ ἁγίου βαπτίσματος εὐκλεᾶ χάριν, καὶ τὴν ἐν αὐτῷ ζωοποίησιν, καὶ τὴν Θεοῦ μέθεξιν δι' ἁγιασμοῦ ἐν Πνεύματι διὰ Ἰησοῦ Χριστοῦ πεπράχθαι δώσομεν; {Β} Ἀναγκαίως
What then? Shall we not grant that the glorious grace through holy baptism, and the quickening in Him, and the participation in God through sanctification in the Spirit, have been wrought through Jesus Christ? {B} Necessarily.
那又如何呢?我們豈不該承認,藉聖洗而來那榮耀的恩典、在祂裏面的活化、以及藉著聖靈中的成聖而對神的有分,都是藉耶穌基督成就的嗎?{乙}必然如此。
1:381
Μεμνήσομαι γὰρ Ἰωάννου λέγοντος·
For I shall remember John saying:
因為我要記得約翰所說的:
1:382
Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν, οὗ οὔκ εἰμι ἱκανὸς τὰ ὑποδήματα βαστάσαι
"He that cometh after me is mightier than I, whose shoes I am not worthy to bear.
「那在我以後來的,能力比我更大,我就是給祂提鞋也不配。
1:383
Ἐκεῖνος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί
He shall baptize you with the Holy Spirit and with fire."
祂要用聖靈與火給你們施洗。」
1:384
{Α} Ἆρ' οὖν, ὦ ἑταῖρε, τῆς καθ' ἡμᾶς ἀνθρωπότητος ἔργον εἶναι φῶμεν τὸ ἐν Πνεύματι ἁγίῳ βαπτίζειν δύνασθαι καὶ πυρί; {Β} Καὶ πῶς ἂν εἴη τοῦτό γε; { Α} Καὶ μὴν ἄνδρα λέγων τὸν ὅσον οὐδέπω παρεσόμενόν τε καὶ ὀφθησόμενον, αὐτὸν ἔφη βαπτίζειν ἐν πυρὶ καὶ ἁγίῳ Πνεύματι, οὐ τὸ ἀλλότριον τοῖς βαπτιζομένοις ἐνιέντα Πνεῦμα δουλοπρεπῶς καὶ ὑπουργικῶς, ἀλλ' ὡς Θεὸν κατὰ φύσιν μετ' ἐξουσίας τῆς ἀνωτάτω, τὸ ἐξ αὐτοῦ τε καὶ ἴδιον αὐτοῦ, δι' οὗ καὶ ὁ θεῖος ἡμῖν ἐνσημαίνεται χαρακτήρ
{A} Shall we then say, my friend, that to be able to baptize with the Holy Spirit and with fire is a work of our humanity? {B} And how could that ever be? {A} And yet, speaking of a man who was almost immediately to be present and to be seen, he said that He would baptize with fire and the Holy Spirit—not sending into the baptized a Spirit that was alien, in a servile and ministerial manner, but as God by nature, with the supreme authority, the Spirit that is from Him and His own, through whom the divine impress is stamped upon us.
{甲}那麼朋友啊,我們能否說,那能以聖靈與火施洗的,是我們人性的工作呢?{乙}這怎麼可能呢?{甲}然而,他論到一位幾乎立刻就要來臨、要被看見的人時,卻說祂要以火與聖靈施洗——並非如奴僕、如供職者那樣,把外來的靈賜給受洗的人,乃是作為按本性的神,以至高的權柄,賜下那從祂而出、是祂自己所有的靈,藉這靈,那屬神的印記就刻在我們身上。
1:385
Ἀναμορφούμεθα γὰρ ὡς εἰς εἰκόνα τὴν θείαν εἰς Χριστὸν Ἰησοῦν, οὐ σωματικὸν ὑπομένοντες τὸν ἀναπλασμόν κομιδῇ γὰρ εὔηθες οἴεσθαι τουτίδιὰ δὲ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, αὐτὸν ἐν ἑαυτοῖς πλουτοῦντες Χριστόν, ὡς ἤδη χαίροντας ἐκεῖνο φωνεῖν·
For we are refashioned, as into the divine image, into Christ Jesus—not undergoing a bodily reshaping (for it would be utterly foolish to suppose this), but, through partaking of the Holy Spirit, possessing Christ Himself richly within ourselves, so that we may, as it were, already rejoice to cry out:
因為我們被重新塑造,彷彿照著那屬神的形像,塑造成基督耶穌的樣式——並非經歷肉身的改造(以為如此乃是極其愚妄的),乃是藉著有分於聖靈,將基督自己豐豐富富地擁有在我們裏面,以致我們可以彷彿已經歡然喊著說:
1:386
Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ·
"Let my soul exult in the Lord;
「我的心必因耶和華快樂,
1:387
ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης
for He hath clothed me with the garment of salvation and the robe of gladness."
因祂以拯救為衣給我穿上,以喜樂為袍給我披上。」
1:388
Χριστὸν ἐνεδύσασθε, φησίν
"Ye have put on Christ," he says.
他說:「你們披戴了基督。」
1:389
{ Β} Ἆρ' οὖν εἰς ἄνθρωπον βεβαπτίσμεθα, καὶ τοῦτο εἶναι φήσομεν ἀληθές; {Α} Εὐφήμει, ἄνθρωπε
{B} Have we then been baptized into a man, and shall we say this is true? {A} Speak no ill-omened words, O man.
{乙}那麼我們是受洗歸入一個人嗎?我們可以說這是真的嗎?{甲}人哪,不可說這不吉的話。
1:390
Τί δρᾷς, ὦ οὗτος; Κατακομίζεις ἡμῶν εἰς γῆν τὴν ἐλπίδα
What are you doing, you there? You are dragging our hope down to the earth.
你這人在做什麼呢?你竟把我們的盼望拉到地上去。
1:391
Βεβαπτίσμεθα γὰρ οὐκ εἰς ἄνθρωπον ἁπλῶς, ἀλλ' εἰς Θεὸν ἐνηνθρωπηκότα καὶ ἀνιέντα ποινῆς καὶ τῶν ἀρχαίων αἰτιαμάτων τοὺς τὴν εἰς αὐτὸν πίστιν εἰσδεδεγμένους
For we have been baptized not simply into a man, but into God made man, who releases from punishment and from the ancient guilt those who have received faith into Him.
因為我們受洗並非單單歸入一個人,乃是歸入那成了人的神,祂使凡接受信入祂的人,得以脫離刑罰與古時的罪咎。
1:392
Καὶ γοῦν ὁ θεσπέσιος Πέτρος Ἰουδαίοις ἔφη προσλαλῶν·
And indeed the inspired Peter said, addressing the Jews:
受默示的彼得確實對猶太人說:
1:393
Μετανοήσατε οὖν, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήψεσθε τὴν δωρεὰν τοῦ ἁγίου Πνεύματος
"Repent therefore, and let each one of you be baptized in the name of Jesus Christ for the remission of your sins, and ye shall receive the gift of the Holy Spirit."
「你們各人要悔改,奉耶穌基督的名受洗,叫你們的罪得赦,就必領受所賜的聖靈。」
1:394
Ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὸς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζει φύσεως, κοινὸν δὲ ὥσπερ τὸ χρῆμα τιθεὶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ διὰ τὴν ἕνωσιν, καὶ ὡς ἄνθρωπος ἐνέπνει σωματικῶς
For releasing from sins the one who cleaves to Him, He thereafter anoints him with His own Spirit—which He Himself sends in, as the Word from God the Father, and causes to well up for us from His own nature; yet making the gift, as it were, common to the economy with flesh because of the union, He also breathed it forth bodily as a man.
因為祂使那緊靠祂的人從罪中得釋放後,便用祂自己的靈膏抹他——這靈是祂自己作為從父神而來的道所差遣、並從祂自己的本性為我們湧流出來的;然而因著聯合,祂彷彿使這恩賜為那帶著肉身之經綸所共有,故也作為人以肉身吹氣賜下。
1:395
Ἐνεφύσησε γὰρ τοῖς ἀποστόλοις εἰπών·
For He breathed upon the apostles, saying:
因為祂向使徒們吹氣,說:
1:396
Λάβετε Πνεῦμα ἅγιον, καὶ οὐκ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα, κατὰ τὴν Ἰωάννου φωνήν, ἀλλ' αὐτὸς ἐνίησιν ἐξ ἑαυτοῦ καθάπερ ἀμέλει καὶ ὁ Πατήρ
"Receive the Holy Spirit"; and He does not give the Spirit by measure, according to the word of John, but He Himself sends it forth out of Himself, just as indeed the Father also does.
「你們受聖靈。」並且照約翰所說,祂賜聖靈是沒有限量的,乃是祂自己從祂自己發出聖靈,正如父也是如此。
1:397
Καὶ γοῦν ὁ θεσπέσιος Παῦλος, ὅλην ἀποστήσας τὴν ἔν γε τούτῳ διαφοράν, ποτὲ μὲν αὐτὸ τῷ Θεῷ καὶ Πατρὶ προσνέμων ὁρᾶται, ποτὲ δὲ αὖ τῷ Υἱῷ
And indeed the inspired Paul, removing every difference in this respect, is seen at one time assigning it to God the Father, and at another again to the Son.
受默示的保羅在這事上除去了一切分別,有時把聖靈歸於父神,有時又歸於子。
1:398
Ὑμεῖς δὲ οὔκ ἐστε ἐν σαρκί, ἀλλ' ἐν Πνεύματι, εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν
"But ye are not in the flesh, but in the Spirit, if so be that the Spirit of God dwelleth in you.
「如果神的靈住在你們心裏,你們就不屬肉體,乃屬聖靈了。
1:399
Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὔκ ἐστιν αὐτοῦ
Now if any man have not the Spirit of Christ, he is none of His.
人若沒有基督的靈,就不是屬基督的。
1:400
Εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ τὴν ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην
And if Christ be in you, the body is dead because of sin, but the spirit is life because of righteousness."
基督若在你們心裏,身體就因罪而死,靈卻因義而活。」
1:401
{Β} Ἄραρεν οὖν ὅτι ἴδιόν ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ, καὶ οὔτι που μόνον ᾗ Λόγος ἐστὶ πεφηνὼς ἐκ Πατρός, ἀλλ' εἰ καὶ νοοῖτο καθ' ἡμᾶς ἄνθρωπος γεγονώς
{B} It is established, then, that the Spirit is the Son's own—and not only in so far as He has appeared as the Word from the Father, but even if He be conceived of as having become man like us.
{乙}那麼可確定的是:聖靈是子自己所有的——不單就祂作為從父而出的道顯現而論,連就祂被理解為像我們一樣成了人而論,也是如此。
1:402
{Α} Ἴδιον ὡς ἐκ Πατρὸς ἐν ὁμοουσίῳ γεννήματι τῷ ἐξ αὐτοῦ φύντι Λόγῳ, καὶ εἰ λέγοιτο λαβεῖν ὅτε γέγονεν ἄνθρωπος ὁ τῶν τῆς θεότητος ἰδιωμάτων ὡς ἐν ἰδίᾳ φύσει τητώμενος
{A} It is His own, as from the Father, in the consubstantial offspring, the Word who was begotten of Him; and even if He be said to receive it when He became man—He who, in His own nature, was destitute of the properties of the Godhead.
{甲}它是祂自己所有的,因祂作為從父而出、與父同質的後裔,就是那從父所生的道;縱然據說祂成了人時領受了聖靈——就祂在那(人的)本性裏缺乏神性諸屬性而論。
1:403
Καὶ γοῦν αὐτὸς ὑπάρχων ἡ πάντων ζωή, διὰ τὴν ἐκ ζῶντος Πατρὸς ἄρρητον γέννησιν, ζωοποιεῖσθαι λέγεται μεθ' ἡμῶν
And indeed, though He Himself is the life of all, because of the ineffable generation from the living Father, He is said to be made alive together with us.
並且,雖然祂自己因著從那活的父而來、不可言喻的被生,乃是萬有的生命,據說祂卻與我們一同被活化。
1:404
Πάρα δ' οὖν ὅμως ἰδεῖν χαριζόμενον μὲν τῇ ἰδίᾳ σαρκὶ τῆς θεοπρεποῦς ἐνεργείας τὴν δόξαν, οἰκειούμενον δὲ αὖ τὰ σαρκὸς καὶ οἱονεί πως καθ' ἕνωσιν οἰκονομικήν, καὶ τῇ ἰδίᾳ περιτιθέντα φύσει
It is possible, then, nevertheless, to see Him bestowing upon His own flesh the glory of the divine operation, while again appropriating the things of the flesh, and, as it were, according to the economic union, attaching them to His own nature.
然而仍可看見祂把那屬神運作的榮耀賜給祂自己的肉身,又同時取用屬肉身的事,並彷彿按那救贖經綸的聯合,把它們繫於祂自己的本性。
1:405
{ Β} Τίνα φὴς τρόπον; { Α}Ἦ οὐχὶ δὴ μάλιστα πρέπειν ἐρεῖς τῷ γε ὄντι κατὰ φύσιν ἐκ Θεοῦ Πατρὸς Λόγῳ τὸ ἄνωθεν ἥκειν καὶ ἐξ οὐρανοῦ τὸ ζωογονεῖν δύνασθαι τὰ οἷς ἂν ἐνιέναι βούλοιτο τὴν ζωήν; {Β} Φημί
{B} In what manner do you mean? {A} Will you not say that it most especially befits the Word, who is truly by nature from God the Father, to have come from above and from heaven, and to be able to give life to those into whom He may wish to send life? {B} I do say so.
{乙}你指的是哪種方式?{甲}那位按本性真正從父神而出的道,從上頭、從天而來,又能將生命賜給祂所願賜的人,你豈不要說這對祂最為合宜嗎?{乙}我這樣說。
1:406
{Α} Τί δέ; Τὸ δημιουργεῖν, εἰπέ μοι, θεϊκῶς, δοίης ἂν εἶναι τῶν ἀνθρωπίνων; { Β} Οὐκ ἔγωγε
{A} What then? To create in a divine manner—tell me—would you grant that to belong to human things? {B} I would not.
{甲}那又如何呢?以屬神的方式創造——請告訴我——你會承認這是屬人的事嗎?{乙}我不會。
1:407
{ Α} Τί τοίνυν ἡμᾶς ζωοποιεῖ μὲν ὡς Θεός, πλὴν οὐ μόνῳ τῷ μεταλαχεῖν ἁγίου Πνεύματος, ἀλλ' ἐδεστὴν παραθεὶς καὶ τὴν ἀναληφθεῖσαν σάρκα; Ἔφη γὰρ ὅτι Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ φάγητε τὴν σάρκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς
{A} Why then does He give us life as God, yet not only by the partaking of the Holy Spirit, but also setting before us as food the flesh that was assumed? For He said: "Verily, verily, I say unto you, except ye eat the flesh of the Son of man and drink His blood, ye have no life in yourselves."
{甲}那麼,祂為何作為神賜我們生命,卻不單藉著有分於聖靈,更把祂所取的肉身擺在我們面前作食物呢?因為祂說:「我實實在在地告訴你們,你們若不吃人子的肉,不喝人子的血,就沒有生命在你們裏面。」
1:408
Κατακερτομούντων δὲ αὐτὸν τῶν Ἰουδαίων ποτέ, καὶ τὴν ἐπὶ τοῖς ἀμείνοσι ψῆφον ἀνάπτειν, οὐκ οἶδ' ὅπως, ἐπικεχειρηκότων τῷ μακαρίῳ Μωϋσεῖ, εἰρηκότων δὲ ἀναφανδόν·
And when the Jews once mocked Him, and—I know not how—undertook to fasten upon the blessed Moses the verdict given for the better things, saying openly:
有一次猶太人譏誚祂,且不知怎的,竟把那本該歸給更美之事的稱許,硬加在蒙福的摩西身上,公然說:
1:409
Οἱ πατέρες ἡμῶν ἔφαγον τὸν μάννα ἐν τῇ ἐρήμῳ, καθώς ἐστι γεγραμμένον, Ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν
"Our fathers did eat the manna in the wilderness, as it is written, He gave them bread from heaven to eat.
「我們的祖宗在曠野吃過嗎哪,如經上寫著說:『祂從天上賜下糧來給他們吃。』
1:410
Τί ποιεῖς σὺ σημεῖον, ἵνα πιστεύσωμέν σοι; Τί ἐργάζῃ, ὡς ἄνωθεν ἡμῖν καὶ ἐξ οὐρανοῦ κατακομίσας τὸ σῶμα; Φησίν·
What sign showest Thou then, that we may believe Thee? What dost Thou work, as having brought down to us from above and from heaven Thy body?" He says:
你行什麼神蹟,叫我們看見就信你呢?你說你從上頭、從天上把你的身體給我們降下,你究竟作了什麼工呢?」祂說:
1:411
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ Μωϋσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ τὸν ἀληθινόν
"Verily, verily, I say unto you, Moses gave you not that bread from heaven, the true bread.
「我實實在在地告訴你們,那從天上來的真糧不是摩西賜給你們的。
1:412
Ὁ γὰρ ἄρτος τοῦ Θεοῦ ἐστιν ὁ καταβαίνων ἐκ τοῦ οὐρανοῦ καὶ ζωὴν διδοὺς τῷ κόσμῳ
For the bread of God is He which cometh down from heaven, and giveth life unto the world."
因為神的糧就是那從天上降下來、賜生命給世界的。」
1:413
Καὶ πρός γε τουτοισὶ πάλιν, μονονουχὶ καὶ δακτύλῳ καταδεικνὺς ἑαυτὸν ἐνσώματον, Ἐγώ εἰμι, φησίν, ὁ ἄρτος ὁ ζῶν, ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς
And in addition to these things, all but pointing to Himself in the body with His finger, He says, "I am the living bread which came down from heaven.
除這些話以外,祂幾乎是用指頭指著自己這在身體中的,說:「我就是從天上降下來生命的糧。
1:414
Ἐάν τις φάγῃ ἐκ τούτου τοῦ ἄρτου, ζήσεται εἰς τὸν αἰῶνα
If any man eat of this bread, he shall live for ever.
人若吃這糧,就必永遠活著。
1:415
Καὶ ὁ ἄρτος δὲ ὃν ἐγὼ δώσω ἡ σάρξ μού ἐστιν ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς
And the bread that I will give is My flesh, which I will give for the life of the world."
我所要賜的糧,就是我的肉,為世人的生命所賜的。」
1:416
Ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ
"He that eateth My flesh and drinketh My blood abideth in Me, and I in him.
「吃我肉、喝我血的人,常在我裏面,我也常在他裏面。
1:417
Καθὼς ἀπέστειλέ με ὁ ζῶν Πατήρ, κἀγὼ ζῶ διὰ τὸν Πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ
As the living Father hath sent Me, and I live by the Father, so he that eateth Me, even he shall live by Me."
永活的父怎樣差我來,我又因父活著,照樣,吃我肉的人也要因我活著。」
1:418
ἀλλ' ἦν ἐκ Παρθένου, κατὰ τὰς Γραφάς; Ἔστι δὲ <οὐκ ἐδεστὸς> ὁ Λόγος ἀλλ' εἰς ἓν ἄμφω συλλέγων, καὶ ὥσπερ ἀλλήλοις ἀνακιρνὰς τὰ τῶν φύσεων ἰδιώματα, διὰ μυρίων ὅσων ἡμῖν ὁρᾶται λόγων
...but was of the Virgin, according to the Scriptures? But the Word is <not edible>, yet gathering both into one, and, as it were, blending together the properties of the natures with one another, He is seen by us through ever so many sayings.
……卻照經上所說,是由童女而出?道乃是<不可被吃的>,然而祂把二者收聚為一,彷彿將兩性的屬性彼此摻合,便在無數的話語中被我們所看見。
1:419
Νικοδήμῳ μὲν γὰρ οὐ συνιέντι τὸ μυστήριον, ἀνακεκραγότι δὲ ἀμαθῶς·
For to Nicodemus, who did not understand the mystery but cried out ignorantly:
因為對那不明白這奧祕、卻無知地喊著說話的尼哥底母:
1:420
Πῶς δύναται ταῦτα γενέσθαι; Εἰ τὰ ἐπίγεια, φησίν, εἶπον ὑμῖν καὶ οὐ πιστεύετε, πῶς ἐὰν εἴπω ὑμῖν τὰ ἐπουράνια πιστεύσετε; Καὶ οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ < ἀνθρώπου>
"How can these things be?" He says, "If I have told you earthly things, and ye believe not, how shall ye believe if I tell you of heavenly things? And no man hath ascended into heaven, but He that came down from heaven, even the Son of <man>."
「怎能有這事呢?」祂說:「我對你們說地上的事,你們尚且不信,若說天上的事,如何能信呢?除了從天降下、仍舊在天的<人>子,沒有人升過天。」
1:421
Ἰουδαίοις δὲ πάλιν τὴν ἴσην ἐκείνῳ νοσοῦσιν ἀπαιδευσίαν, καὶ διαγελᾶν, οὐκ οἶδ' ὅπως, ἑλομένοις αὐτὸν ἐπείπερ ἔφη ζωοποιὸν καὶ ἐξ οὐρανοῦ τὸ ἴδιον σῶμα, Τοῦτο ὑμᾶς σκανδαλίζει; φησίν
And again to the Jews, who were sick with the same lack of instruction as that man and—I know not how—had chosen to deride Him, since He said that His own body was life-giving and from heaven, He says: "Doth this offend you?"
祂又對那些與那人染上同樣無知之病、且不知怎的選擇譏笑祂的猶太人——因祂說自己的身體是賜生命的、是從天而來的——說:「這話是叫你們厭棄嗎?」
1:422
Ἐὰν οὖν θεωρῆτε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;Ἦ οὐχὶ τετέχθαι φήσομεν ἐκ γυναικὸς τὸν Ἐμμανουήλ; {Β} Πῶς γὰρ οὔ; {Α} Ποῦ τοιγαροῦν τὸ πρότερον ἦν;Ἢ πῶς ἀναβέβηκεν ἔνθαπερ εἶναί φησιν αὐτός, καίτοι τεχθέντος διὰ τῆς ἁγίας Παρθένου τοῦ ἑνωθέντος αὐτῷ σώματος; Οὐχὶ δὲ καὶ ἀπρακτεῖν ὁμολογήσαιμεν ἂν τὴν ἀπὸ γῆς σάρκα πρὸς τὸ δύνασθαι ζωοποιεῖν, ὅσον ἧκεν εἰς ἰδίαν φύσιν; {Β} Ἀληθές
"What and if ye shall see the Son of man ascend up where He was before?" Shall we not say that Emmanuel was born of a woman? {B} How could we not? {A} Where then was He before? Or how has He ascended to where He says He Himself is, although the body united to Him was born through the holy Virgin? And should we not confess that the flesh from earth, in so far as concerns its own nature, is powerless to be able to give life? {B} True.
「倘或你們看見人子升到祂原來所在之處,怎麼樣呢?」我們豈不要說以馬內利是由女子所生嗎?{乙}怎能不說呢?{甲}那麼祂從前在哪裏呢?或者,那與祂聯合的身體雖是藉聖童女所生,祂怎能升到祂所說自己原所在之處呢?我們豈不該承認,那從地而出的肉身,就其本性而論,是無能賜生命的嗎?{乙}的確。
1:423
{Α} Πῶς οὖν, εἰπέ μοι, ζωοποιὸς ἡ σάρξ;Ἢ πῶς ἂν νοοῖτο καὶ ἐξ οὐρανοῦ τὸ ἀπὸ τῆς γῆς; {Β} Καθ' ἕνωσιν, οἶμαι, τὴν πρὸς τὸν ζῶντά τε καὶ οὐρανόθεν Λόγον
{A} How then, tell me, is the flesh life-giving? Or how could that which is from earth be conceived of as also from heaven? {B} According to the union, I think, with the Word who is both living and from heaven.
{甲}那麼請告訴我,肉身怎能是賜生命的呢?或者,那從地而出的怎能被理解為也從天而來呢?{乙}我想是按著與那既活著又從天而來的道之聯合。
1:424
{Α} Πεφρονηκὼς ἴσθι τὰ λίαν ὀρθὰ καὶ τοῖς ἱεροῖς συμβαίνοντα λόγοις
{A} Know that you have thought things most upright and in accord with the sacred sayings.
{甲}要知道,你所思想的乃是最為正確、且合乎聖言的。
1:425
Συλλήπτορα δὲ τοῦ λόγου ποιήσομαι πάλιν ὡδὶ γεγραφότα τὸν θεσπέσιον Παῦλον·
And I shall make the inspired Paul a fellow-helper of the argument once more, who has written thus:
我要再次使受默示的保羅作這道理的同工,他這樣寫道:
1:426
Εὐχαριστοῦντες τῷ Θεῷ καὶ Πατρί, τῷ ἱκανώσαντι ἡμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί, ὃς ἐρρύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ, ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν, ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε Θρόνοι, εἴτε Κυριότητες, εἴτε Ἀρχαί, εἴτε Ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦκαὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκε, καὶ αὐτός ἐστιν ἡ κεφαλὴ τοῦ σώματος τῆς Ἐκκλησίας, ὅς ἐστιν ἀρχή, πρωτότοκος ἐκ τῶν νεκρῶν, ἵνα γένηται ἐν πᾶσιν αὐτὸς πρωτεύων, ὅτι ἐν αὐτῷ ηὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν, εἰρηνοποιήσας διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ, εἴτε τὰ ἐπὶ τῆς γῆς, εἴτε τὰ ἐν τοῖς οὐρανοῖς
"Giving thanks unto God the Father, who hath made us meet to be partakers of the inheritance of the saints in light; who hath delivered us from the power of darkness, and hath translated us into the kingdom of the Son of His love; in whom we have redemption, the forgiveness of sins; who is the image of the invisible God, the firstborn of every creature: for by Him were all things created, that are in heaven and that are in earth, visible and invisible, whether thrones, or dominions, or principalities, or powers: all things were created by Him, and for Him: and He is before all things, and by Him all things consist; and He is the head of the body, the Church: who is the beginning, the firstborn from the dead; that in all things He might have the preeminence; for it pleased the Father that in Him should all fulness dwell; and, having made peace through the blood of His cross, by Him to reconcile all things unto Himself, whether things on earth, or things in heaven."
「又感謝父,叫我們能與眾聖徒在光明中同得基業。祂救了我們脫離黑暗的權勢,把我們遷到祂愛子的國裏;我們在愛子裏得蒙救贖,罪過得以赦免。愛子是那不能看見之神的像,是首生的,在一切被造的以先;因為萬有都是靠祂造的,無論是天上的、地上的,能看見的、不能看見的,或是有位的、主治的、執政的、掌權的,一概都是藉著祂造的,又是為祂造的。祂在萬有之先,萬有也靠祂而立。祂也是教會全體之首;祂是元始,是從死裏首先復生的,使祂可以在凡事上居首位。因為父喜歡叫一切的豐盛在祂裏面居住,既然藉著祂在十字架上所流的血成就了和平,便藉著祂叫萬有,無論是地上的、天上的,都與自己和好了。」
1:427
Ἰδοὺ δὴ πάλιν ἀναφανδὸν δι' αὐτοῦ φησι καὶ εἰς αὐτὸν ἐκτίσθαι τὰ πάντα, καὶ μὴν ὅτι πρὸ πάντων ἐστί, καὶ ὅτι τὰ πάντα συνέστηκεν ἐν αὐτῷ, καὶ αὐτὸν εἶναί φησι πρωτότοκον ἐκ νεκρῶν, εἰρηνοποιήσαντα διὰ τοῦ αἵματος αὐτοῦ τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς
Behold, then, again openly he says that through Him and for Him all things were created, and indeed that He is before all things, and that all things consist in Him, and he says that He is the firstborn from the dead, having made peace through His blood both for the things in heaven and for the things on earth.
看哪,他又公然說,萬有都是藉著祂、又是為著祂造的,並且祂在萬有之先,萬有也靠祂而立;他又說祂是從死裏首先復生的,藉著祂的血叫天上的與地上的都得了和平。
1:428
Οἴει τι χρῆναι τούτοις ἐπιτιμᾶν; { Β} Οὐδ' ὁπωστιοῦν
Do you think anything in these things ought to be censured? {B} Not in the least.
你認為這些話中有什麼當受指責的嗎?{乙}絲毫沒有。
1:429
{ Α} Ἴδοις δ' ἂν καὶ ἑτέρωθι διὰ τῶν αὐτῶν ἰόντας λόγων τοὺς πνευματοφόρους
{A} And you may see the Spirit-bearing men elsewhere going by the same arguments.
{甲}你也可以看見那些被聖靈感動的人,在別處也循同樣的道理而行。
1:430
Ἐν ἀρχῇ, φησίν, ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος
"In the beginning," he says, "was the Word, and the Word was with God, and the Word was God.
他說:「太初有道,道與神同在,道就是神。
1:431
Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν
The same was in the beginning with God.
這道太初與神同在。
1:432
Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν
All things were made by Him; and without Him was not anything made that was made."
萬物是藉著祂造的;凡被造的,沒有一樣不是藉著祂造的。」
1:433
Εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα
"There is one God the Father, of whom are all things, and one Lord Jesus Christ, by whom are all things."
「然而我們只有一位神,就是父,萬物都本於祂;並有一位主,就是耶穌基督,萬物都是藉著祂有的。」
1:434
ἐκτίσθη δι' αὐτοῦ τὰ πάντα
"By Him were all things created."
「萬有都是藉著祂造的。」
1:435
Πρόδηλον οὖν ὅτι τὰ φύσει τε καὶ ἰδικῶς ἐνυπάρχοντα τῷ ἐκ Πατρὸς ὄντι Λόγῳ τετήρηται πάλιν αὐτῷ καὶ ὅτε γέγονε σάρξ
It is plain, then, that the things which exist by nature and individually in the Word who is from the Father have again been preserved to Him even when He became flesh.
那麼顯然可見,那些按本性、個別地存在於那從父而出之道裏面的,縱然祂成了肉身,仍然被保守歸於祂。
1:436
Ἐπισφαλὲς οὖν ἄρα τὸ διατέμνειν ἀποτολμᾶν
It is therefore a hazardous thing to dare to cut Him apart.
所以,膽敢將祂切割乃是危險的事。
1:437
Εἷς γὰρ Κύριος Ἰησοῦς Χριστός, καὶ δι' αὐτοῦ τὰ πάντα δεδημιούργηκεν ὁ Πατήρ
For there is one Lord Jesus Christ, and through Him the Father created all things.
因為只有一位主耶穌基督,父藉著祂創造了萬有。
1:438
Μεσίτης γάρ ἐστι Θεοῦ καὶ ἀνθρώπων, κατὰ τὰς Γραφάς, φύσει μὲν ὑπάρχων Θεός, καὶ οὐ δίχα σαρκός, ἄνθρωπος δὲ ἀληθῶς, καὶ οὐ ψιλὸς καθ' ἡμᾶς, ἀλλ' ὢν ὅπερ ἦν καὶ εἰ γέγονε σάρξ
For He is the Mediator between God and men, according to the Scriptures, being by nature God, and not apart from flesh, and truly man, and not a mere man like us, but being what He was even though He became flesh.
因為照經上所說,祂是神與人之間的中保,按本性是神,而非離了肉身,又真是人,且非像我們一樣單純的人,乃是縱然成了肉身,仍是祂從前所是的那一位。
1:439
Γέγραπται γὰρ ὅτι Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας
For it is written that "Jesus Christ is the same yesterday, and today, and unto the ages."
因為經上記著:「耶穌基督昨日、今日、一直到永遠,是一樣的。」
1:440
Ἦ γὰρ οὐχὶ διὰ τῆς ἁγίας Παρθένου τετέχθαι πιστεύομεν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τὸν Ἐμμανουήλ; { Β} Ναί
For do we not believe that Emmanuel was born through the holy Virgin in the last times of the age? {B} Yes.
因為我們豈不相信以馬內利是在這世代的末期藉聖童女而生的嗎?{乙}是的。
1:441
Ταῖς γάρ τοι θείαις οὐκ ἀντεροῦμεν Γραφαῖς
For we shall not contradict the divine Scriptures.
因為我們不會與神聖的經文相牴觸。
1:442
{Α} Τὸ δὲ δὴ χθές, εἰπέ μοι, καὶ τήμερον καιρὸν ἡμῖν, ὦ φιλότης, οὐχὶ τὸν ἐνεστηκότα καὶ τὸν ἤδη παρῳχηκότα κατασημήνειαν ἄν; {Β} Φημί
{A} But "yesterday," tell me, and "today"—would they not signify to us, my friend, the present time and that which has already passed by? {B} I affirm it.
{甲}朋友啊,請告訴我,「昨日」和「今日」豈不是向我們指明那現今的時候與那已經過去的時候嗎?{乙}我承認。
1:443
{Α} Πῶς οὖν ὁ αὐτὸς εἴη ἂν εἴς γε τὸν παρῳχηκότα, καίτοι γένεσιν οὔπω τὴν κατὰ σάρκα λαβών; {Β} Ὅτι ἦν ὁ Λόγος καὶ ἐν ἀρχῇ, καὶ ὡς ἐξ ἀϊδίου καὶ ἀτρέπτου πεφηνὼς τοῦ Θεοῦ καὶ Πατρός, ἔχει καὶ αὐτὸς ἐν ἰδίᾳ φύσει τὸ ἀΐδιον τε καὶ ἄτρεπτον
{A} How then could the same one extend to the time that has passed by, although He had not yet received the birth according to the flesh? {B} Because the Word both was in the beginning, and, having appeared as from the eternal and unchangeable God the Father, He Himself also possesses in His own nature what is eternal and unchangeable.
{甲}那麼,祂既尚未領受那按肉身的生,這同一位怎能延及那已過去的時候呢?{乙}因為道在太初就有,並且祂既作為從那永恆不變的父神而出顯現,祂自己也在其本性裏具有那永恆不變的。
1:444
ἔχει γὰρ ὧδε καὶ λίαν ὀρθῶς
For so it stands, and very rightly too.
因為事實正是如此,而且極為正確。
1:445
Φιλοπευστοῦντι δ' οὖν ὅμως φράσαις ἄν, ὠγαθέ
Yet to you, who are eager to inquire, I would explain, my good man.
好朋友啊,對你這位渴慕查問的人,我願加以說明。
1:446
{Β} Τὸ τί; {Α}Ἦ οὐχὶ νεώτατον κομιδῇ, καὶ τοῖς τῆς ἐνανθρωπήσεως χρόνοις συνδεδραμηκὸς ὄνομα τῷ Λόγῳ τὸ Ἰησοῦς Χριστός; {Β} Καὶ μὴν τοῦτο ἡμῖν διὰ πλείστων ὅσων ἐδείχθη λόγων
{B} What is it? {A} Is not the name "Jesus Christ" altogether very recent for the Word, having come into being together with the times of the incarnation? {B} And indeed this has been shown to us through ever so many arguments.
{乙}是什麼呢?{甲}對於道來說,「耶穌基督」這名豈不是相當晚近的,是與成肉身的時候一同產生的嗎?{乙}這確實已藉許多論證向我們表明了。
1:447
{ Α} Σύνες οὖν ὅτι Χριστὸν Ἰησοῦν, καὶ οὐ μονοειδῶς τὸν Λόγον, χθές τε καὶ σήμερον τὸν αὐτὸν εἶναί φησι, καὶ εἰς τοὺς αἰῶνας
{A} Understand, then, that he says Christ Jesus—and not the Word taken simply by Himself—is the same yesterday and today, and unto the ages.
{甲}那麼你要明白,他所說「昨日、今日、直到永遠是一樣的」,乃是指基督耶穌,而非單單指那道本身。
1:448
Χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας Χριστὸς Ἰησοῦς
"Yesterday and today the same, and unto the ages"—Christ Jesus.
「昨日、今日、直到永遠是一樣的」——這位就是基督耶穌。
1:449
Τὸ δὲ τοῦ Λόγου πρεσβύτατον καὶ ἀκλινὲς ἥκιστα μὲν ἀρνήσομαι, καὶ εἰ γέγονε σάρξ
The supreme antiquity and the unwavering steadfastness of the Word I shall least of all deny, even though He became flesh.
至於道至高的古先性與堅定不移,我斷不否認,縱然祂成了肉身。
1:450
Οἰήσομαι δὲ καθ' ἕνωσιν μετὰ τῆς ἰδίας σαρκὸς ὡς χθὲς ὄντα καὶ προϋπάρχοντα καταδηλοῦσθαι πάλιν αὐτόν
But I shall hold that, according to the union with His own flesh, He is again declared to be the same one existing yesterday and pre-existing.
但我要持守:按著與祂自己肉身的聯合,祂又被宣告為那昨日存在、且先前已存在的同一位。
1:451
Καὶ γοῦν ἐμυσάττετο μὲν ὁ παράφρων Ἰουδαῖος, καὶ καταλιθοῦν ἐπεχείρει, τὴν πίστιν οὐ προσιέμενος
And indeed the senseless Jew loathed Him, and attempted to stone Him, not admitting faith.
那無知的猶太人實在憎惡祂,企圖用石頭打祂,不肯接受信。
1:452
Κατατεθήπει γὰρ ὅτι, καίτοι καθ' ἡμᾶς ὁρώμενος ἄνθρωπος, τῆς ὑπὲρ ἄνθρωπον ἀρχαιότητος ἑαυτῷ τὸ πρεσβύτερον ἐπεμαρτύρει, λέγων ὡς Θεός·
For he was astonished that, although seen as a man like us, He bore witness to Himself of a seniority belonging to an antiquity above man, saying as God:
因為他驚詫於:祂雖被看見是像我們一樣的人,卻為自己作見證,證明祂具有超乎人之古先的尊長之先,乃作為神說:
1:453
Ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγὼ εἰμί
"Verily, verily, I say unto you, before Abraham was, I am."
「我實實在在地告訴你們,還沒有亞伯拉罕,就有了我。」
1:454
Ὅτε καὶ πρὸς τοῦτο ἔφασκον ἐκεῖνοι·
Whereupon they said in answer to this:
於是他們回答這話說:
1:455
Πεντήκοντα ἔτη οὔπω ἔχεις, καὶ Ἀβραὰμ ἑώρακας; Ἔφη δὲ καὶ Ἰωάννης·Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν
"Thou art not yet fifty years old, and hast Thou seen Abraham?" And John also said: "He that cometh after me is preferred before me, for He was before me."
「你還沒有五十歲,豈見過亞伯拉罕嗎?」約翰也說:「那在我以後來的,反成了在我以前的,因祂本來在我以先。」
1:456
Καίτοι πῶς ἄνδρα τε εἰδὼς καὶ ὀνομάζων τὸν Ἐμμανουὴλ ἔμπροσθέν τε αὐτοῦ καὶ πρῶτον γενέσθαι φησὶ τὸν ὀψιγενῆ τε καὶ μετ' αὐτόν; {Β} Ἔμπροσθεν αὐτὸν καὶ πρῶτον γενέσθαι φησὶ κατά γε τὴν δόξαν, ὥσπερ οὖν ἔπεισί μοι νοεῖν
And yet, how is it that, knowing and naming Emmanuel a man, he says that the one born later and after him came to be before him and first? {B} He says He came to be before him and first according to glory, as it occurs to me to understand it.
然而,他既認以馬內利為人、又如此稱呼祂,怎能說那後生、在他以後的,反倒成了在他以前的、為首的呢?{乙}照我所領會的,他是說祂按榮耀而成了在他以前的、為首的。
1:457
{ Α} Καὶ μὴν ὅτι κίβδηλόν τε καὶ ἀμαθὲς τὸ τῇδε νοεῖν οὐκ ἐκ μακρῶν εἴσῃ λόγων
{A} And indeed that to understand it in this way is spurious and ignorant, you will know from no lengthy arguments.
{甲}至於這樣理解乃是虛假無知的,你無需冗長的論證便可知曉。
1:458
Παραδεξάμενοι γὰρ τὸ ἔμπροσθεν εἰς τὸ ἄμεινον ἐν δόξῃ, κατὰ τὸν ἴσον που λόγον καὶ τὸ ὀπίσω φήσομεν τὸ ὡς ἐν εὐκλείᾳ δεύτερον εὖ μάλα καταδηλοῦν
For if we admit that "before" refers to what is better, in glory, then by the same reasoning we shall say that "after" too quite clearly indicates what is second in honor.
因為,我們若承認「以前」是指那在榮耀上更美的,那麼按同樣的道理,我們也要說「以後」也十分清楚地指明那在尊榮上居次的。
1:459
Περιέστη δὴ οὖν, ὡς ἔοικε, τῆς Ἰωάννου δόξης ἡττᾶσθαι Χριστόν, καὶ ὀπίσω δραμεῖν, ἀσυνέτως ὑπονοεῖν
It would then turn out, it seems, that we suppose senselessly that Christ was inferior to John's glory and ran behind him.
如此一來,看來我們就要無知地揣想,基督在榮耀上不如約翰、且落在他後面跑了。
1:460
Ἔφη γὰρ ὅτι Ὀπίσω μου ἔρχεται ἀνήρ
For he said, "After me cometh a man."
因為他說:「有一位在我以後來。」
1:461
Οἰησόμεθα γὰρ οὐχ ὧδε ἔχειν, ἐννενοηκότες ὀρθῶς τὸ ἐν Ψαλμοῖς γεγραμμένον·
But we shall suppose it is not so, having rightly understood what is written in the Psalms:
但我們要正確地領會詩篇所記的,便會認定事情並非如此:
1:462
Ὅτι τίς ἐν νεφέλαις ἰσωθήσεται τῷ Κυρίῳ; Καὶ τίς ὁμοιωθήσεται τῷ Θεῷ ἐν υἱοῖς Θεοῦ; {Α} Ἀναθετέον οὖν ἄρα καὶ μετὰ σαρκὸς αὐτῷ τὸ πρεσβύτατον, ὡς Θεῷ κατὰ φύσιν ἑνωθέντι σαρκὶ καὶ τὰ τῆς ἰδίας φύσεως ἀγαθὰ κοινοποιεῖν εἰωθότι τῷ ἰδίῳ σώματι
"For who in the clouds shall be equal to the Lord? And who shall be likened unto the Lord among the sons of God?" {A} We must therefore ascribe to Him, even with the flesh, the supreme antiquity, as to God who by nature has been united to flesh and is wont to make common to His own body the good things of His own nature.
「在天空誰能比耶和華呢?神的眾子中,誰能像耶和華呢?」{甲}所以我們必須把那至高的古先性歸給祂,連同肉身一起歸給祂,視之為那按本性與肉身聯合、且慣於將其本性之美善與自己身體共享的神。
1:463
{ Α} Τοῦτο δ' ἂν μάθοις ὧδέ τε ἔχον καὶ εἰρημένον ὀρθῶς καὶ ἐξ ἑτέρων, ὦ τᾶν, εἴπερ ἕλοιο, μαρτυριῶν
{A} And you may learn that this is so and rightly said also from other testimonies, my friend, if you so choose.
{甲}朋友啊,你若願意,也可以從別的見證學到此事確是如此、且說得正確。
1:464
Καὶ σύ, Βηθλεέμ, οἶκος τοῦ Ἐφραθᾶ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα·
"And thou, Bethlehem, house of Ephratah, art little to be among the thousands of Judah;
「以法他的家——伯利恆啊,你在猶大諸城中為小;
1:465
ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ, καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος
out of thee shall come forth unto Me one to be ruler in Israel; and His goings forth have been from of old, from the days of eternity."
將來必有一位從你那裏出來,在以色列中為我作掌權的;祂的根源從亙古、從太初就有。」
1:466
Περὶ δέ γε τῶν υἱῶν Ἰσραὴλ ὁ ἱερώτατος Παῦλος·
And concerning the sons of Israel the most holy Paul says:
至於以色列的眾子,至聖的保羅說:
1:467
Ὅτι πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ, καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα
"That all were baptized unto Moses in the cloud and in the sea, and all did eat the same spiritual meat, and all did drink the same spiritual drink.
「都在雲裏、海裏受洗歸了摩西,並且都吃了一樣的靈食,也都喝了一樣的靈水。
1:468
Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας
For they drank of that spiritual Rock that followed them."
因為所喝的,是出於那隨著他們的靈磐石。」
1:469
Ἄθρει δὴ οὖν ἐν Χριστῷ Ἰησοῦ καθ' ἕνωσιν οἰκονομικὴν τὸ ἰδικῶς τοῦ Λόγου πρεσβύτατον
Behold, then, in Christ Jesus, according to the economic union, the antiquity that individually belongs to the Word.
看哪,按那救贖經綸的聯合,那個別地屬於道的古先性,便在基督耶穌裏可見。
1:470
Ἦ οὐκ ἐναργὴς ὁ λόγος; Τὸν γάρ τοι Βηθλεεμίτην ὡς ἄνθρωπον καὶ ἐκ γυναικὸς ἀπ' ἀρχῆς αἰῶνος τὰς ἐξόδους ἔχειν εὖ μάλα φησίν
Is not the saying clear? For he says full well that the Bethlehemite, as a man and from a woman, has His goings forth from of old, from the days of eternity.
這話豈不清楚嗎?因為他極清楚地說,那位伯利恆人——作為人、由女子而出——卻有從亙古、從太初而來的根源。
1:471
Ἐν ἀρχῇ γὰρ ἦν καὶ πρὸ παντὸς αἰῶνος ὁ ἐνανθρωπήσας Λόγος, καὶ αὐτὸς ἦν ἡ πέτρα δεδιψηκότα τὸν Ἰσραὴλ τοῖς παρ' ἐλπίδα καὶ ἀδοκήτοις ἐκμεθύσκων νάμασι, καίτοι γεννηθεὶς κατά γε τὴν σάρκα καὶ τὸ ἀνθρώπινον ἐν ἐσχάτοις καιροῖς, καὶ κεχρισμένος εἰς τὴν εἰς κόσμον ἀποστολὴν παρὰ τοῦ Θεοῦ καὶ Πατρός
For in the beginning, and before every age, was the Word who became man, and He Himself was the Rock who made the thirsting Israel drunk with unhoped-for and unexpected streams, although He was begotten according to the flesh and the humanity in the last times, and was anointed for the mission into the world by God the Father.
因為那成了人的道,在太初、在萬世之先就有,祂自己就是那磐石,以出人意外、不可指望的活水使乾渴的以色列暢飲;縱然祂按肉身、按人性在末後的時候被生,又被父神所膏,差遣到世上來。
1:472
Κατωνόμασται γὰρ οὐχ ἑτέρου του χάριν ἀλλ' ἢ διὰ τοῦτο Χριστός·
For He has been named Christ for no other reason than this:
因為祂被稱為基督,正是為了這緣故,並無別的:
1:473
Χριστὸς δὲ ἦν ἡ πέτρα, κατὰ τὸν Παῦλον
and "the Rock was Christ," according to Paul.
照保羅所說:「那磐石就是基督。」
1:474
Ἦ ἐνδοιαστὸν τὸ χρῆμα ἐρεῖς; { Β} Οὐδαμῶς
Or will you say the matter is doubtful? {B} By no means.
或者你要說這事是可疑的嗎?{乙}絕不。
1:475
{ Α} Ἐπαγωνιεῖται δὲ αὖ καὶ συναθλήσει τῷ λόγῳ καὶ ὁ σοφὸς Ἰωάννης μονονουχὶ καὶ συναγείρων τὰς φύσεις, καὶ μισγάγκειαν ἄγων τῶν ἑκατέρᾳ πρεπόντων ἰδιωμάτων τὴν δύναμιν
{A} And again the wise John will contend for and strive together with the argument, all but gathering together the natures and bringing into a confluence the power of the properties that befit each.
{甲}智慧的約翰也要再次為這道理爭辯、與之並肩奮戰,幾乎是把二性收聚起來,將那合乎各性之屬性的能力匯流為一。
1:476
Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς, καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν, καὶ μαρτυροῦμεν, καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν Πατέρα, καὶ ἐφανερώθη ἡμῖν
"That which was from the beginning, which we have heard, which we have seen with our eyes, which we have looked upon, and our hands have handled, of the Word of life; and the life was manifested, and we have seen it, and bear witness, and declare unto you that eternal life, which was with the Father, and was manifested unto us."
「論到從起初原有的生命之道,就是我們所聽見、所看見、親眼看過、親手摸過的;這生命已經顯現出來,我們也看見過,現在又作見證,將原與父同在、且顯現與我們那永遠的生命,傳給你們。」
1:477
Ἰδοὺ τὸν ὄντα ἀπ' ἀρχῆς ὦφθαί τέ φησιν ἐναργῶς, ὑπομεῖναι δὲ καὶ ἁφήν
Behold, he says that the One who is from the beginning was both clearly seen and even submitted to touch.
看哪,他說那從起初就有的,不但清楚被看見,甚至甘受撫摸。
1:478
Ὁ Κύριός μου καὶ ὁ Θεός μου, ἀναμετρήσας δακτύλῳ πλευράν τε τὴν σώματος καὶ τὰς διατρήσεις τῶν ἥλων
"My Lord and my God," measuring with his finger both the side of the body and the piercings of the nails.
「我的主,我的神」——他用指頭量度那身體的肋旁與釘子的傷痕。
1:479
Γεγενῆσθαι δέ φησι τοὺς ἁγίους ἀποστόλους καὶ ὁ θεῖος ἡμῖν Λουκᾶς αὐτόπτας τε καὶ ὑπηρέτας τοῦ Λόγου
And our divine Luke also says that the holy apostles became eyewitnesses and ministers of the Word.
我們神聖的路加也說,眾聖使徒成了道的目擊者與執事。
1:480
Γέγονε γὰρ ἐμφανὴς ὁ ἀσώματος, καὶ ἁπτὸς ὁ ἀναφής, οὐκ ὀθνεῖον ἔχων ἔτι περίβλημα τὴν ἀπὸ γῆς σάρκα, ἀλλ' ἴδιον αὐτὴν ποιησάμενος ναόν, καὶ σὺν αὐτῇ γνωριζόμενος ὡς Θεὸς καὶ Κύριος
For the bodiless became visible, and the intangible touchable—no longer having the flesh from earth as an alien garment, but having made it His own temple, and being known together with it as God and Lord.
因為那無形體的成了可見的,那不可摸的成了可摸的——不再以那從地而出的肉身為外來的衣袍,乃以它為祂自己的殿,並與它一同被認識為神、為主。
1:481
Γεγραφότα δὲ οἶσθά που τὸν ἱερώτατον Παῦλον·
And you know, I suppose, that the most holy Paul has written:
我想你知道,至聖的保羅曾寫道:
1:482
Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ, καὶ οὐδεὶς ἑαυτῷ ἀποθνήσκει
"For none of us liveth to himself, and no man dieth to himself.
「我們沒有一個人為自己活,也沒有一個人為自己死。
1:483
Ἐάν τε γὰρ ζῶμεν, τῷ Κυρίῳ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τῷ Κυρίῳ ἀποθνήσκομεν
For whether we live, we live unto the Lord; and whether we die, we die unto the Lord.
我們若活著,是為主而活;若死了,是為主而死。
1:484
Ἐάν τε οὖν ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν
Whether we live therefore, or die, we are the Lord's.
所以我們或活或死,總是主的人。
1:485
Εἰς τοῦτο γὰρ Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ
For to this end Christ both died and lived, that He might be Lord both of the dead and of the living."
因此基督死了,又活了,為要作死人並活人的主。」
1:486
Ἄραρεν οὖν ὅτι κεκυρίευκεν ἀληθῶς νεκρῶν τε καὶ ζώντων ὁ μὴ ἑτέρου του χάριν ἢ ὅτι τοῦδε καὶ μόνου τεθνεὼς καὶ ἐγηγερμένος
It is established, then, that He has truly become Lord of both the dead and the living—He who died and was raised for no other reason than this and this alone.
那麼可確定的是:祂真已成為死人與活人的主——這位除這緣故、且唯獨這緣故以外,並非為別的而死、而復活。
1:487
{ Α} Τίνα δὴ οὖν, ὦ γενναῖε, φαμὲν ὡς ὑπέδυ μὲν θάνατον, ἀνεβίω δὲ αὖ; { Β} Τὸν Υἱὸν δηλονότι
{A} Whom then, noble friend, do we say underwent death, but again came back to life? {B} The Son, obviously.
{甲}那麼,高貴的朋友啊,我們說那受死、卻又復活的是誰呢?{乙}顯然是子。
1:488
{Α} Ἀλλ' ὅτι μὲν τὸν Υἱόν, εὖ λέγεις, ἐπαινέσομαι γὰρ οὖν
{A} Well, that you say it is the Son, I shall commend you indeed.
{甲}你說是子,這話很好,我確要稱讚你。
1:489
Ἐθέλοιμι δ' ἄν σου διαμαθεῖν πότερα θνητὸς καὶ φθορᾷ κάτοχος ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος ἢ πέρα θανάτου καὶ φθορᾶς ἀμείνων ὡς ζωή; {Β} Οὕτω φημί
But I should like to learn thoroughly from you whether the Word from God the Father is mortal and subject to corruption, or beyond death and corruption, being better, as life. {B} I say the latter.
但我願從你詳細得知:那從父神而出的道是會死、受制於朽壞的呢,還是超乎死與朽壞、作為生命而更美的呢?{乙}我說是後者。
1:490
{Α} Εἶτα πῶς γέγονεν ἐν νεκροῖς καὶ ἐλεύθερος κατὰ τὰς Γραφάς; Τεθναίη γὰρ ἂν οὔτι που καθ' ἑαυτὸν ὁ Λόγος
{A} Then how has He come to be among the dead and free, according to the Scriptures? For the Word would in no way die in and of Himself.
{甲}那麼,照經上所說,祂怎能在死人中又得自由呢?因為那道斷不能單就祂自己而死。
1:491
{Β} Ὅτι τεθνεώσης αὐτοῦ τῆς σαρκός, αὐτὸς τοῦτο λέγεται παθεῖν
{B} Because, when His flesh had died, He Himself is said to have suffered this.
{乙}因為當祂的肉身死了,據說祂自己便承受了此事。
1:492
{ Α} Ὀρθότατά τε καὶ ἀπλανῶς
{A} Most rightly and without error.
{甲}說得最為正確,毫無謬誤。
1:493
Οὐκοῦν, οὐ δίχα σαρκός, σὺν αὐτῇ δὲ μᾶλλον καὶ μετ' αὐτῆς, τὴν τῆς κυριότητος ἀνεδήσατο δόξαν ὁ νόμῳ σαρκὸς καὶ φύσει τῇ καθ' ἡμᾶς τεθνεὼς καὶ ἐγηγερμένος
Therefore, not apart from flesh, but rather with it and together with it, did He who by the law of the flesh and by our nature died and was raised bind upon Himself the glory of lordship.
所以,那位按肉身的律、按我們的本性死而復活的,並非離了肉身,乃是同著肉身、與肉身一起,將那主權的榮耀加於自己身上。
1:494
Ἀνθρώπινον μὲν τὸ τεθνάναι πάθος, ἐνέργημα δὲ θεϊκὸν τὸ ἀναβιῶναι δεικνύς, ἵνα δι' ἀμφοῖν γνωρίζηται, καθ' ἡμᾶς τε ἅμα καὶ ὑπὲρ ἡμᾶς ὡς Θεὸς καὶ τῶν ὅλων < Κύριος>, καὶ μεθ' ἡμῶν γεγονὼς ὁρῷτο μετὰ Πατρός
Showing that to die is a human passion, but to come back to life a divine operation, so that through both He might be known to be at once like us and above us, as God and <Lord> of all, and might be seen to have come to be with us, together with the Father.
祂顯明:死乃是屬人的受苦,復活卻是屬神的運作,使祂藉著這二者被認識為:既與我們相同,又超乎我們,乃是神、是萬有的<主>,並被看見與我們同在,同著父在一起。
1:495
Οὕτως αὐτὸν ὁ Ναθαναὴλ ἐπιγινώσκων ἔφασκε·
Thus Nathanael, recognizing Him, said:
拿但業就這樣認出祂來,說:
1:496
Αὐτὸς δὲ τοῖς ἑαυτοῦ μαθηταῖς·
And He Himself to His own disciples:
祂自己也對祂自己的門徒說:
1:497
Ἔργῳ δὲ αὐτὸ πιστούμενος, ἀνίησι μὲν ἁμαρτίας, ἐξουσίαν δὲ δέδωκε κατὰ πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ
And confirming it by deed, He remits sins, and gave authority over unclean spirits so as to cast them out, and to heal every sickness and every disease among the people.
祂又以行為證實此事,赦免罪過,又賜下權柄制伏污靈,把牠們趕出去,並醫治百姓中各樣的疾病。
1:498
Ἦ οὐκ ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου τεθεράπευται μὲν ὁ τὼ πόδε λελωβημένος καὶ τῇ ὡραίᾳ προσιζάνων πύλῃ; Ἀρρωστίαν δὲ τὴν οὕτω μακρὰν ἀπεσείσατο, καὶ κομιδῇ δυσδιάφυκτον διέδρα νόσον Αἰνέας, πρὸς ὃν ὁ Θεσπέσιος ἔφη [Παῦλος]·
Was it not in the name of Jesus Christ of Nazareth that the man lame in both feet, who sat at the Beautiful Gate, was healed? And Aeneas shook off so long an infirmity, and escaped a disease most hard to flee, to whom the inspired [Paul] said:
那雙腳殘廢、坐在美門口的人,豈不是奉拿撒勒人耶穌基督的名得了醫治嗎?以尼雅也甩脫了如此長久的病弱,逃離了那極難擺脫的疾病;受默示的【保羅】對他說:
1:499
Ἀινέα, ἰᾶταί σε Ἰησοῦς ὁ Χριστός
"Aeneas, Jesus the Christ healeth thee."
「以尼雅,耶穌基督醫好你了。」
1:500
Ὅσον γὰρ οὕτω δοξάζουσι περιέσται τὸ κέρδος, σαφηνιεῖ λέγων ὁ Χριστοῦ μαθητής·
For how great the gain that will accrue to those who glorify Him thus, the disciple of Christ will make clear, saying:
至於那樣榮耀祂的人將得著何等大的益處,基督的門徒要說明,他說:
1:501
Ὃς ἂν ὁμολογήσῃ ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ
"Whosoever shall confess that Jesus is the Son of God, God dwelleth in him, and he in God."
「凡認耶穌為神兒子的,神就住在他裏面,他也住在神裏面。」
1:502
Καὶ οἴδαμεν ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ
"And we know that the Son of God is come, and hath given us an understanding, that we may know the true God, and we are in the true One, even in His Son Jesus Christ.
「我們也知道神的兒子已經來到,且將悟性賜給我們,使我們認識那位真實的;我們也在那位真實的裏面,就是在祂兒子耶穌基督裏面。
1:503
Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος, καὶ δι' αὐτοῦ τε καὶ σὺν αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων
This is the true God and life eternal." And through Him and together with Him, to God the Father be the glory, with the Holy Spirit, unto the ages of ages.
這是真神,也是永生。」願藉著祂、並同著祂,將榮耀歸與父神,同著聖靈,直到世世代代。