📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Commentary on John

Cyril of Alexandria

Commentary on John 1 part 1/94

Greek original · 128 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:1–1:128 (13790 verses in all)

next part →
1:1
ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ, καλῶς γε σφόδρα ποιῶν μελῳδὸς ἀναφθέγ γεται·
'The Lord shall give a word with great power to those who preach the gospel' — most excellently indeed does the sweet singer proclaim it.
「主必大有能力,將話語賜給傳福音的人」——這位歌詠者如此宣告,實在是極為美善。
1:2
χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς τυχόντας ἁπλῶς, ἀλλὰ τοὺς διὰ τῆς ἄνωθεν πεφωτισμένους χάριτος·
And I think that those who set out upon this task ought not to be merely anyone at random, but those who have been illumined by the grace that is from above;
我以為,投身於此事的人,不應是隨便任何人,而應是那些蒙上頭恩典光照的人;
1:3
ἐπεὶ καί Πᾶσα σοφία παρὰ Κυρίου, καθὰ γέγραπται, καὶ Πᾶσα δὲ δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστι καταβαῖνον ἀπὸ τοῦ Πατρὸς τῶν φώτων. πρᾶγμα μὲν γὰρ σφαλερόν τε καὶ οὐκ ἀζήμιον τοῖς πολλοῖς, περὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ τῶν κατ' αὐτὴν μυστηρίων ὁρᾶται λόγος·
since indeed 'All wisdom is from the Lord,' as it is written, and 'Every good gift and every perfect present is from above, coming down from the Father of lights.' For a perilous thing, and one not without harm to the multitude, is the discourse that concerns the Essence highest above all and the mysteries that pertain to it;
因為正如經上所記,「一切智慧都是從主而來」,並且「各樣美善的恩賜和各樣全備的賞賜都是從上頭來的,從眾光之父降下來」。因為那論及超乎萬有之上的至高本體、以及與之相關之奧祕的言論,乃是一件危險、且對眾人不無損害的事;
1:4
χρῆμα δέ τι κινδύνων ἀπηλλαγμένον ἐπὶ τούτοις σιγή
whereas silence upon such matters is something free from dangers.
反之,對這些事保持緘默,卻是一件免於危險的事。
1:5
ἀλλ' ἐξίστησι μὲν ἡμᾶς ταύτης, καίτοι λίαν ὅτι προσήκοι σιωπᾶν οἰομένους, ἐπὶ πάντων Θεός Λάλει,. καὶ μὴ σιώπα, πρός τινα τῶν ἁγίων εἰπών·
Yet the God who is over all removes us from this silence — even though we suppose it altogether fitting to keep still — when He says to one of the saints, 'Speak, and be not silent';
然而,那在萬有之上的神,卻叫我們離開這緘默——縱使我們深覺理當靜默——因祂曾對一位聖徒說:「你要說話,不要靜默」;
1:6
καὶ νομικὴ δὲ οὐδὲν ἧττον διάταξις, ὡς ἐν τύπῳ παχυτέρῳ τὰ πνευματικὰ σημαίνουσα·
and the ordinance of the Law no less, signifying spiritual things as it were in a grosser figure,
並且律法的規條也同樣如此,它以較粗淺的預表來表明屬靈的事,
1:7
τοὺς γὰρ πρὸς τὴν θείαν κεκλημένους ἱερωσύνην, τοῖς διὰ σαλπίγγων ἀπηχή μασι κατασημαίνειν τῷ λαῷ περὶ ὧν ἂν δεήσῃ μαθεῖν, ἐπιτάττει
commands those called to the divine priesthood to signify to the people, by the blasts of trumpets, concerning whatever they need to learn.
吩咐那些蒙召承受聖職的人,要藉著號角之聲,向百姓表明他們所當學習的一切事。
1:8
οὐ γὰρ, οἶμαι, δεῖν ἐλογίζετο, νομοθετήσειν τὰ κάλλιστα Θεὸς ἐθελήσας, τοὺς τῶν λαῶν ἡγεμόνας χεῖρα θέντας ἐπὶ στόματι κατὰ τὸ γεγραμμένον, ὄκνῳ τε τοῦ μὴ δοκεῖν τοῖς ὑψηλοτέροις, κατὰ νοῦν τὸν ἀνθρώπινον, ῥιψο κινδύνως ἐπιχειρεῖν, τὸν οὕτως ἀναγκαῖον τοῖς εἰς εὐλάβειάν τε καὶ θεογνωσίαν παιδαγωγουμένοις παραιτεῖσθαι λόγον, καὶ σιωπὴν τοῖς εἰς μαθητείαν ἰοῦσιν ἑλέσθαι τὴν ἐπιζήμιον
For God, I think, when He willed to lay down the fairest laws, did not reckon that the leaders of the peoples ought to put a hand upon the mouth, as it is written, and out of hesitation — lest they should seem to venture rashly upon things too high for the human mind — to decline a discourse so necessary for those being trained toward reverence and the knowledge of God, and to choose that hurtful silence for those who come to be taught.
因為我想,神既願意頒布最美善的律法,就必不認為百姓的首領理當如經上所記那樣「用手摀口」,出於畏縮——唯恐顯得冒然妄圖那超乎人智的高深之事——而推辭那對受教歸向敬虔與認識神的人如此必需的言論,並為那些前來受教之人選擇那有害的緘默。
1:9
Θορυβεῖ δὲ πάλιν ἡμᾶς Μὴ πολλοὶ διδάσκαλοι γίνεσθε λέγων Χριστοῦ μαθητής·
But again the disciple of Christ troubles us, saying, 'Be not many teachers';
但另一方面,基督的門徒又叫我們不安,他說:「不要多人作師傅」;
1:10
ἔτι δὲ πρὸς τούτῳ, καὶ σοφώ τατος ἐκκλησιαστὴς, αἰνιγματωδῶς τὴν ἐπὶ τῷ τὰ τοιαῦτα διδάσκειν σφαλερότητα δεικνύς·
and still further to this, the most wise Preacher too, showing in enigmatic fashion the peril of teaching such things:
此外,那至為智慧的傳道者,也以隱喻的方式指出教導這類事的危險:
1:11
Σχίζων γὰρ, φησὶ, ξύλα κινδυνεύσει ἐν αὐτοῖς, ἐὰν ἐκπέσῃ τὸ σιδήριον, καὶ αὐτὸς πρόσωπον ἐτάραξε, καὶ δυνάμεις δυναμώσει. σιδηρίῳ μὲν γὰρ παρεικάζει τοῦ νοῦ τὴν ὀξύτητα, ἅτε δὴ διικνεῖσθαι πεφυκότος, εἰσδύνοντός τε πρὸς τὰ ἐσώτατα, κἂν πυκνότητί πως καὶ τῷ νενασμένῳ τῆς ὕλης διακωλύηται·
'For he that cleaveth wood,' he says, 'shall be endangered thereby, if the iron fall off, and he himself hath troubled his face, and he shall strengthen his powers.' For by the iron he likens the sharpness of the mind, inasmuch as it is by nature able to penetrate and to sink into the innermost things, even if it be somehow hindered by the density and compactness of the matter;
他說:「劈柴的必因此遭險,若斧頭脫落,他自己攪擾了自己的臉面,便要竭力使勁。」他以斧鐵比喻心思的銳利,因為心思本性能夠深入、穿透至最裡面的事,縱使有時被材質的緻密與堅實所攔阻;
1:12
ξύλα δὲ πάλιν τροπικώτερον ἀποκαλεῖ τὰ ἐν τῇ θεοπνεύστῳ γραφῇ θεωρήματα, παράδεισόν τινα νοητὸν τὰς αἷς ἐντέθεινται βίβλοις κατασκευάζοντα, ἔτι τε πρὸς τούτῳ καὶ τὴν τοῦ Ἁγίου Πνεύματος καρποφορίαν ὠδίνοντα
and again, more figuratively, he calls 'wood' the contemplations that lie in the God-inspired Scripture, which fashion a kind of spiritual paradise in the books wherein they are set, and moreover travail to bring forth the fruit of the Holy Spirit.
他又以更為比喻的方式,稱那藏於神所默示之聖經中的默觀為「柴木」,這些默觀在載有它們的書卷中造成一座屬靈的樂園,並且更是勞苦生產,要結出聖靈的果子。
1:13
τὰ τοίνυν ξύλα τὰ νοητὰ, τουτέστι, τὰ θεῖά τε καὶ μυστικὰ θεωρήματα τῆς θεοπνεύστου γραφῆς, διὰ τῆς ἐρεύνης καὶ ἀκριβεστάτης τοῦ νοῦ προσβολῆς τε καὶ ὀξύτητος διαπτύσσειν πειρώμενος, κινδυνεύσει δὴ τότε μάλιστα, φησὶν, ὅταν ἐκπέσῃ τὸ. σιδήριον, τουτέστιν, ὅταν, μὴ κατὰ τῆς ἀληθοῦς διανοίας τῶν γεγραμμένων νοῦς ἐνεχθεὶς, ἔξω γένηται τῆς ὀρθῆς διαλήψεως, καὶ τὴν εὐθεῖαν ὥσπερ ἀφεὶς, ἐφ' ἑτέραν τινὰ φέρηται θεωρίας ὁδὸν ἐκτετραμμένην τοῦ πρέποντος
The spiritual woods, then — that is, the divine and mystical contemplations of the God-inspired Scripture — as one endeavours to unfold them by searching and by the most exact application and keenness of mind, he will then above all be endangered, he says, when the iron falls off: that is, when the mind, not borne along toward the true sense of the things written, comes to be outside the right apprehension, and, as it were letting go the straight way, is carried aside along some other path of interpretation that has been turned away from what is fitting.
所以,那屬靈的柴木——即神所默示之聖經中神聖而奧祕的默觀——當有人藉著查考、以及心思最精確的運用與銳利去努力展開它們時,他說,那人正是在斧頭脫落之時最要遭險:這就是說,當心思未被引向所記之事的真義,而落在正確領悟之外,彷彿放開了那正直的路,被帶偏往另一條偏離合宜的解釋之途。
1:14
δὴ καὶ παθὼν, ἐν θορύβῳ μὲν καταστήσει τὸ οἰκεῖον τῆς ψυχῆς πρόσωπον, τουτέστι τὴν καρδίαν, δυναμώσει δὲ καθ' ἑαυτοῦ καὶ τὰς πονηράς τε καὶ ἀντικειμένας δυνάμεις, αἳ πικροῖς τε καὶ διεστραμμένοις κατασοφίζονται λόγοις τῶν πλανωμένων τὸν νοῦν, πρὸς μὲν τὸ τῆς ἀληθείας κάλλος αὐτὸν ἀναβλέπειν οὐκ ἐπιτρέπουσαι, διαστρέφουσαι δὲ ποι κίλως καὶ εἰς ἐκτόπους ἐννοίας ἀποφοιτᾶν ἀναπείθουσαι·
Which very thing, when a man has suffered it, he will set the proper face of his soul — that is, his heart — in turmoil, and will strengthen against himself the wicked and adverse powers, which by bitter and perverse arguments outwit the mind of those who go astray, not permitting it to look up toward the beauty of the truth, but variously distorting it and persuading it to depart into monstrous conceptions;
人一旦遭遇此事,就必攪擾他靈魂本有的臉面——即他的心——並使那與他為敵的惡勢力壯大起來,這些勢力以苦毒歪曲的言辭欺哄迷失之人的心思,不容心思仰望真理的美善,反而多方使之扭曲,慫恿它離開,墮入荒謬怪誕的意念;
1:15
λέγει γὰρ οὐδείς Ἀνάθεμα Ἰησοῦς εἰ μὴ ἐν Βεελζεβούλ
for 'no one saith Anathema to Jesus except in Beelzeboul.'
因為「若不是靠著別西卜,沒有人能說『咒詛耶穌』」。
1:16
Καὶ μή τις οἰέσθω πεπλανημένος πεπλανημένην καὶ ἄλλως ἐκ παραλογισμοῦ ποιεῖσθαι τὴν ἐπὶ τούτοις ἐξήγησιν·
And let no one, deceived himself, suppose that we are making a deceived interpretation of these things, or otherwise fashioning one out of false reasoning;
願無人自己受迷惑,就以為我們對這些事所作的解釋是迷惑的,或是別的出於謬論的解釋;
1:17
ξύλα γὰρ ἔθος ὀνομάζειν ἐσθ' ὅτε τῇ θείᾳ γραφῇ, καθάπερ ἤδη προείπομεν, τὰ ἐν ταῖς θεοπνεύστοις γραφαῖς θεωρή ματα
for it is at times the custom of the divine Scripture to name 'woods,' as we have already said, the contemplations in the God-inspired Scriptures.
因為正如我們先前所說,神聖的經卷有時習慣把神所默示諸經中的默觀稱為「柴木」。
1:18
ἐκπολεμῆσαι αὐτὴν εἰς κατάληψιν αὐτῆς, οὐκ ἐξολοθρεύσεις τὰ δένδρα αὐτῆς ἐπιβαλεῖν ἐπ' αὐτὰ σίδηρον, ἀλλ' ἀπ' αὐτοῦ φάγῃ, αὐτὸ δὲ οὐκ ἐκλήψεις
'When thou shalt war against it to take it, thou shalt not utterly destroy the trees thereof by putting iron upon them, but thou shalt eat of it, and shalt not cut it down;
「你若攻打一座城要奪取它,不可用斧頭砍伐它的樹木,將它們毀滅淨盡,倒可以吃它的果子,卻不可將它砍下;
1:19
μὴ ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ δρυμῷ, εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα; ἀλλὰ τὸ ξύλον ἐπίστασαι ὅτι οὐ καρπόβρωτόν ἐστι, τοῦτο ἐξολοθρεύσεις καὶ ἐκλήψεις. ὅτι δὲ ἡμῖν τὰ τοιαῦτα νομοθετεῖν, εἰ περὶ ξύλων τῶν ἀπὸ τῆς γῆς νοοῖτο τὸ εἰρη μένον, οὐκ ἂν τῶν ὅλων ἠξίωσε Θεὸς, παντὶ μέν που δῆλον ὑπάρχειν ὑπολαμβάνω·
is the tree of the field a man, that it should enter before thy face into the bulwark? But the tree which thou knowest to be not fruit-bearing, that thou shalt utterly destroy and cut down.' Now, that the God of all would not have deigned to lay down such laws for us, if what is said were understood of the trees that come from the earth, I suppose is quite clear to everyone;
田間的樹木豈是人,可以從你面前進入營壘麼?惟獨你所知道不結果子的樹木,才可以毀壞砍伐。」如今,倘若所說的是指從地而生的樹木,那麼萬有的神必不肯為我們頒布這樣的律法——我想這對人人都是十分清楚的;
1:20
χρῆναι δ' οὖν ὅμως φημὶ καὶ ἐξ. ἑτέρας ὑποδεικνύειν ἐντολῆς, πολὺ τῶν τοιούτων ἀφειδή σαντα καὶ λόγον οὐδένα πεποιημένον
yet I say that one ought nevertheless to demonstrate the point also from another commandment, sparing none of such matters and making no account of them.
然而我說,仍當從另一條誡命來加以印證,對這類事毫不吝惜,也不加顧慮。
1:21
τί γὰρ δὴ καὶ ἐπιτάττει πάλιν ἐπὶ τοῖς ψευδωνύμοις γενέσθαι θεοῖς; Τοὺς βωμοὺς αὐτῶν καθελεῖτε, φησὶ, καὶ τὰς στήλας αὐτῶν συντρίψατε, καὶ τὰ ἄλση αὐτῶν ἐκκόψατε. παρὰ δέ γε τὸ οἰκεῖον θυσιαστήριον γεωργεῖσθαι ξύλον οὐκ ἐφίησι παντελῶς·
For what indeed does He again command to be done concerning the falsely named gods? 'Ye shall pull down their altars,' He says, 'and break in pieces their pillars, and cut down their groves.' But beside His own altar He does not at all permit wood to be cultivated;
祂論到那些假名的神明,又吩咐當如何行呢?祂說:「你們要拆毀他們的祭壇,打碎他們的柱像,砍下他們的樹叢。」但在祂自己的祭壇旁,祂全然不容栽種樹木;
1:22
Οὐ φυτεύσεις γὰρ σεαυτῷ πᾶν ἄλσος παρὰ τὸ θυσιαστήριον Κυρίου τοῦ Θεοῦ σου καὶ διαγγέλλει σαφῶς
for 'Thou shalt not plant for thyself any grove beside the altar of the Lord thy God,' and He plainly proclaims it.
因為「你不可在耶和華你神的祭壇旁為自己栽種任何樹叢」,祂清楚地宣告了這事。
1:23
καὶ εἰ χρὴ τούτοις τι προσειπεῖν, κατὰ τὸν Παῦλον ἐρῶ τὸν σοφώτατον Μὴ τῶν ξύλων μέλει τῷ Θεῷ; δι' ἡμᾶς πάντως λέγει; διὰ παχυτέρων παραδειγμάτων ἐπὶ τὰς τῶν πνευματικῶν θεωρίας χειραγωγῶν
And if one must add anything to these, I will say with the most wise Paul, 'Is it for the woods that God careth? Or saith He it altogether for our sakes?' — leading us by grosser examples up to the contemplations of spiritual things.
若當在此再加些話,我要與那至智慧的保羅同說:「難道神所掛念的是那些柴木麼?豈不全是為我們說的麼?」——藉著較粗淺的例證,引領我們上達於屬靈之事的默觀。
1:24
οὐκοῦν ἤδη λέγωμεν, ὅτι τὰ μὲν τῶν ἀνοσίων αἱρετικῶν συγγράμματα, πόλεις ἂν νοοῖντο, καὶ οὐκ ἀκόμψως τάχα τῇ τοῦ κόσμου σοφίᾳ καὶ πολυπλόκοις νοημάτων ἀπάταις πεπυργωμέναι·
Let us then say already, that the writings of the impious heretics may be understood as cities, and — not without some artifice, perhaps — towered up by the wisdom of the world and by the intricate deceits of their notions;
那麼我們就這樣說:那些不虔異端者的著作,可比作城邑,並且或許不無巧計地,被世上的智慧與其種種曲折的謬念所堆築如塔;
1:25
ἀφικνεῖται γεμὴν ἐκπολιορκήσων αὐτὰς, καὶ τρόπον τινὰ κυκλῶν περιϊζάνει τὸν τῆς πίστεως θυρεὸν ἀναλαβὼν, καὶ τὴν τοῦ Πνεύματος μάχαιραν, ἐστι ῥῆμα Θεοῦ, πᾶς τις τοῖς ἱεροῖς τῆς Ἐκκλησίας ἐπαγωνιζόμενος δόγμασι, καὶ σθένει παντὶ ταῖς ἐκείνων ψευδομυθίαις ἀντιταττόμενος, λο γισμούς τε καθαιρεῖν μελετήσας, ὡς Παῦλός φησι, καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. ὅταν οὖν τοιοῦτος, φησὶ, στρατιώτης Χριστοῦ, καθάπερ τινὰ γῆν ἀλλόφυλον τὰ πικρὰ τῶν αἱρέσεων περινοστεῖ συγγράμματα, δένδροις τε περιτυγχάνει τοῖς ἡμερωτάτοις, τουτέστιν, ἂν λόγους εὑρίσκῃ τοὺς ἀπὸ τῆς θεοπνεύστου γραφῆς, προφητῶν δηλονότι ῥητὰ περιειλκυσμένα πρὸς. τὸν ἐκείνων σκοπὸν, καὶ μαρτυρίας τὰς ἐκ διαθήκης τῆς. καινῆς, μὴ ἐπαγέτω τοῦ νοῦ τὴν ὀξύτητα, καθάπερ τινὰ σίδηρον, αὐτοῖς εἰς ἀναίρεσιν καὶ ἀποκοπήν
and there comes one to besiege them, and in a manner encircling them settles round about — taking up the shield of faith and the sword of the Spirit, which is the word of God — every one who contends for the sacred doctrines of the Church, and with all his might sets himself against their false tales, having practised, as Paul says, to cast down reasonings, and every high thing that exalteth itself against the knowledge of God, and to bring into captivity every thought unto the obedience of Christ. Whenever, then, such a soldier of Christ, he says, ranges over the bitter writings of the heresies as over some foreign land, and lights upon trees most tame — that is, if he finds words drawn from the God-inspired Scripture, or plainly the sayings of the prophets dragged over to their aim, or testimonies from the New Covenant — let him not bring the keenness of his mind, like a kind of iron, to bear upon them for their destruction and cutting off.
於是有人前來圍攻這些城,彷彿環繞而坐,四圍圍困——凡為教會神聖教義而爭戰的人,都拿起信心的盾牌,並聖靈的寶劍,就是神的道——竭盡全力抵擋那些人的虛謊之言,正如保羅所說,操練攻破人的謀算,並一切攔阻人認識神的高深之事,又擄掠人一切的心意,使之順服基督。他說,這樣基督的精兵,每當巡行於異端苦毒的著作之間,如同行過異邦之地,遇見最為馴良的樹木——這就是說,若他尋見從神所默示之聖經而來的話語,或顯然是先知的言語被歪曲來附會他們的目的,或是出自新約的見證——就不可將心思的銳利,如同斧鐵一般,用來砍除刈斷它們。
1:26
οὐ γὰρ ἐπει δήπερ ἐλήφθη παρὰ τῶν οὐκ εἰδότων ἑρμηνεύειν ὀρθῶς, διὰ τοῦτο δὴ πάντως καὶ ἀπόβλητον ἔσται τὸ διὰ στόματος Θεοῦ·
For it is not because it was taken up by those who know not how to interpret aright that on this account the thing which is through the mouth of God shall be altogether cast away;
因為那從神口中而出的話,並不因被那些不懂正確解釋的人所引用,就當全然被棄絕;
1:27
ἀλλ' ἐπείπερ ἐστὶ καρποφόρον, ἔσται σοι μᾶλλον εἰς βοήθημα καὶ τροφήν
but rather, since it is fruit-bearing, it shall be to thee for help and nourishment.
反倒因它是結果子的,就必更成為你的幫助與食糧。
1:28
τὸ γὰρ παρ' ἐκείνων ἀνοήτως ἔσθ' ὅτε ληφθὲν εἰς τὸν ὀρθὸν τῆς πίστεως περιτρέποντες λο γισμὸν, οὐχ ὅπως ἀτονοῦντες οὐχ ἁλωσόμεθα, νευρούμεθα δὲ μᾶλλον εἰς τοὺς κατὰ τῆς αἱρέσεως λόγους
For that which is at times foolishly taken up by those men, when we turn it back to the right reasoning of the faith, so far from being weakened and being taken, we shall rather be nerved for the arguments against the heresy.
因為那些人有時愚昧引用的話,我們一旦將它轉回到信仰的正確道理上,我們非但不至衰弱被擄,反倒更被激勵,去發出攻擊異端的言論。
1:29
ἐπιφέρει δὲ παραχρῆμα καὶ λογισμὸν ἀναπείθοντά πως τοὺς ἀκροω μένους, ὅτι προσήκοι τὰς τοῦ συναγορεύειν ὁρμὰς οὐκ ἐπ' ἀνατροπῇ μᾶλλον ποιεῖσθαι τῶν θείων λογίων, ἀλλ' εἰς ἀναίρεσιν τῶν οὐκ ὀρθῶς λεγομένων παρὰ τῶν δι' ἐναντίας·
And he straightway adds a reasoning that in some way persuades the hearers that it behoves us to make our impulses of advocacy not rather for the overthrow of the divine oracles, but for the destruction of the things not rightly spoken by those on the opposing side;
他隨即又加上一番道理,多少說服聽者:我們立言辯護的衝勁,不當用來傾覆神的聖言,而當用來剷除敵對者所說不正之言;
1:30
Μὴ γὰρ, φησὶν, ἄνθρωπος τὸ ξύλον τὸ ἐν τῷ ἀγρῷ εἰσελθεῖν ἀπὸ προσώπου σου εἰς τὸν χάρακα; ἆρα γὰρ, φησὶν, οἰήσῃ ποτὲ, καθάπερ τινὰ τῶν αἱρεσιαρχῶν, αὐτό μολόν σοι πρὸς μάχην ἐξαναστήσεσθαι τὸ ἐκ τῶν συγγραμ μάτων τῶν ἱερῶν ῥητὸν, καὶ οὐχὶ μᾶλλον διὰ τῆς ἐκείνων ἀπονοίας πλεονεκτούμενον; μὴ οὖν ἀποτέμῃς, φησὶν, ἔστω δέ σοι καὶ τροφή·
for 'Is the tree of the field a man,' he says, 'that it should enter before thy face into the bulwark?' For dost thou ever imagine, he says, that the saying from the sacred writings will rise up against thee for battle of its own accord, like one of the heresiarchs, and not rather that it is being overreached through the folly of those men? Do not, then, cut it off, he says, but let it be to thee even for nourishment;
因為他說:「田間的樹木豈是人,可以從你面前進入營壘麼?」他說,難道你竟以為那從聖書而來的話語,會像某個異端首領一樣,自行起來與你交戰麼?豈不更是它被那些人的癲狂所僭奪利用麼?他說,那麼不要把它砍去,倒要讓它成為你的食糧;
1:31
τὸ δὲ ξύλον, ὅπερ οὐκ οἶσθα καρπό βρωτον ἐξολοθρεύσεις καὶ ἐκκόψεις. ἄβρωτος γὰρ τοῖς ὀρθῶς ἐθέλουσι νοεῖν, τῶν παρ' ἐκείνοις συγγραμμάτων καρπός·
but the tree which thou knowest to be not fruit-bearing, that thou shalt utterly destroy and cut down. For uneatable, to those who are willing to understand aright, is the fruit of the writings of those men;
但你所知道不結果子的樹,才要毀滅砍下。因為對那願意正確領會的人而言,那些人著作的果子乃是不可食的;
1:32
κατ' ἐκείνων ἡκέτω πᾶς σίδηρος·
against those men let every iron come;
願一切斧鐵都臨到那些人身上;
1:33
ἐκεῖ φαινέσθω τῶν πνευματικῶν ὑλοτόμων δύναμις, ἐπ' ἐκείνοις στιλβέτω τῆς ἐν τῷ συναγορεύειν εὐτονίας πέλεκυς·
there let the power of the spiritual woodcutters be manifest; upon those men let the axe of vigour in advocacy be burnished.
願屬靈伐木者的能力在那裡顯明;願辯護之力的斧頭在那些人身上磨得發亮。
1:34
χρῆναι γὰρ οἶμαι παλινδρομεῖν ἐπ' ἐκεῖνο δυσχερεστάτη λίαν ἐστὶν περὶ τῶν θείων μυστηρίων ἐξήγησις, καὶ τάχα κρείττων σιωπή·
For I think one ought to run back to that consideration: exceedingly difficult indeed is the exposition concerning the divine mysteries, and perhaps silence is better;
因為我想人當回到這個念頭:論到神聖奧祕的解說極其艱難,或許緘默倒是更好;
1:35
ἀλλ' ἐπείπερ ἡμᾶς πολὺς ἀναπείθει λόγος, φιλοπονώτατε ἀδελφὲ, καθάπερ τινὰ χειλέων καρπὸν καὶ θυσίαν πνευμα τικὴν ἀναθεῖναι τὸ σύγγραμμα, καὶ τοῦτο ποιεῖν οὐκ ὀκνήσω, τῷ σοφοῦντι τοὺς τυφλοὺς ἐπιθαρσήσας Θεῷ, καὶ ζητοῦντι μὲν παρ' ἡμῶν, οὐ πάντως τὸ ὑπὲρ ἡμᾶς, δεχομένῳ δὲ ὡς ἐκεῖνα καὶ τὰς ἐκ τῶν πτωχευόντων προσαγωγάς
but since a strong argument persuades us, O most industrious brother, to offer up this writing as a kind of fruit of the lips and a spiritual sacrifice, I will not shrink from doing this also, taking courage in the God who makes wise the blind, who seeks from us not at all what is beyond us, but receives, like those very things, even the offerings of the poor.
然而,至為勤勉的弟兄啊,既有強而有力的道理說服我們,將這著作獻上如同嘴唇的果子與屬靈的祭物,我也就不推辭去行此事,並在那使瞎子有智慧的神裡放膽——祂向我們所尋求的,斷不是超乎我們的,而是收納貧乏之人的獻上,如同收納那些貴重之物一樣。
1:36
τὸν γὰρ δὴ προσκομίζειν ἐθέλοντα δῶρον εἰς ὁλοκαύτωμα τῷ Κυρίῳ, καθάπερ οὖν ἐν ἀρχῇ κεῖται τοῦ Λευιτικοῦ, βουθυτεῖν ἐπι τάξας νομοθέτης, καὶ δὴ καὶ ἐν τούτῳ τῆς ἐν τύπῳ τιμῆς ὁρίσας τὸ μέτρον, ὑποβιβάζει πάλιν αὐτὸ, μηλοσφαγεῖν χρῆναι λέγων τοὺς οἵπερ ἂν εἶεν οὐχ ἱκανοὶ πρὸς ἐκεῖνο·
For the lawgiver, having commanded him who wishes to bring a gift for a whole burnt offering to the Lord — as it stands at the beginning of Leviticus — to sacrifice an ox, and having thereby defined the measure of the honour in figure, again lowers it, saying that those who are not able for that must slaughter a sheep;
因為立法者既吩咐那願意將禮物獻上作全然燔祭給主的人——正如利未記開頭所載——要宰獻一頭牛,並藉此以預表定下了尊榮的份量,卻又將其降下,說那些力所不及的人當宰獻一隻羊;
1:37
ἀλλ' ᾔδει δὴ πάντως, ὅτι καὶ πρὸς τοῦτο τυχὸν ἀτονῆσαί τινας στυγνὴ καὶ ἀνουθέτητος ἀναπείσει πενία·
but He knew full well that even for this, perhaps, gloomy and unadmonishable poverty would persuade some to be too weak;
但祂深知,甚至連這一步,那陰鬱而不受勸慰的貧窮,或許也會使有些人力有未逮;
1:38
διά γε τοι τοῦτο καὶ προσοίσει, φησὶν, ἀπὸ τῶν τρυγόνων ἀπὸ τῶν περιστερῶν τὸ δῶρον αὐτοῦ· τὸν δὲ καὶ τούτων ἔτι κατα δεέστερον, καὶ μετὰ τῶν εὐτελεστάτων προσιόντα τιμᾷ
and therefore He says, 'he shall bring his gift from the turtledoves or from the pigeons'; and him who is yet lowlier even than these, and comes with the meanest things, He honours.
因此祂說:「他要從斑鳩或雛鴿中取來獻上他的禮物」;祂甚至尊重那比這些更卑微、帶著最微薄之物而來的人。
1:39
Σεμίδαλις γὰρ, φησὶν, ἔσται τὸ δῶρον αὐτοῦ, εὐπόριστον οἶμαί που παντὶ, καὶ πτωχείαν τὴν εἰς ἄκρον οὐ σφόδρα πλεονεκτεῖν ὁρίζων ἀνάθημα
For 'his gift shall be fine flour,' He says — easy to procure, I suppose, for everyone — defining that even utmost poverty should by no means be excluded from bringing an offering.
因為祂說:「他的禮物要用細麵」——我想這對人人都容易取得——藉此定下:連極度的貧窮也絕不至於被排除於獻上供物之外。
1:40
ἀρξόμεθα δὲ τῆς Ἰωάννου συγγραφῆς, μεγάλῳ μὲν λίαν ἐπιχειροῦντες πράγματι, πλὴν οὐκ ἀτονοῦντες διὰ τὴν πίστιν
So we will begin the writing of John, undertaking indeed a very great matter, yet not weakening because of our faith.
於是我們要著手約翰之書的寫作,所從事的實在是一件極其重大的事,卻不因我們的信心而衰弱。
1:41
καὶ ὅτι μὲν ἔλαττον, ἤπερ ἐχρῆν, ἐροῦμέν τε καὶ νοήσομεν, ἀναμφιλόγως ὁμολογητέον·
And that we shall both say and understand less than we ought, must without dispute be confessed;
至於我們所說所悟必不及所當,這是無可爭辯必須承認的;
1:42
ὅτι δὲ δικαίαν ἐπὶ τούτῳ τὴν συγγνώμην αἰτήσομεν, πολλὴ τοῦ συγγράμ ματος ἀναπείσει δυσχέρεια, καὶ, ὅπερ ἐστὶν ἀληθέστερον, τῆς ἐν ἡμῖν διανοίας ἀσθένεια
but that we shall ask a just pardon for this, the great difficulty of the composition will persuade — or rather, what is truer, the weakness of the understanding that is in us.
然而我們在此求得公允的寬宥,這著作極大的艱難足以說服人接納——或者更真實地說,是我們裡面悟性的軟弱。
1:43
πανταχῆ δὲ τὸν λόγον εἰς δογματικωτέραν περιτρέποντες ἐξήγησιν, ταῖς τῶν ἑτερο διδασκαλούντων ψευδοδοξίαις, ὡς ἐνῆν, ἀντιτάξομεν, οὐκ εἰς ὅσον ἐξῆν ἐκτείνοντες μῆκος, ἀλλὰ καὶ τῶν περιττῶν ἀπαλ λάττοντες, καὶ τοῦ πρέποντος οὐκ ἐπιδεᾶ καταστῆσαι σπου δάσαντες
And everywhere turning the discourse toward a more doctrinal exposition, we shall set it, as far as possible, against the false opinions of those who teach otherwise, not extending it to the length that was possible, but both freeing it from superfluities and being earnest to render it not lacking in what is fitting.
我們處處將論述轉向較為教義性的解說,盡可能使之對抗那些持異教訓者的謬見,不將它伸展到力所能及的長度,反倒除去累贅,並殷勤使它不至缺乏所當有的。
1:44
δὲ ὑποτεταγμένη τῶν κεφαλαίων ὑποσημείωσις, τὰ ἐφ' οἷς ἡμῖν ἐκτέταταί πως λόγος καταστήσει φανερὰ, οἷς καὶ ἀριθμοὺς παρεπήξαμεν, πρὸς τὸ καὶ λίαν ἑτοίμως ἀνευρίσκεσθαι τοῖς ἐντευξομένοις τὸ ζητούμενον
And the list of chapter-headings appended below will make clear the points on which our discourse has in some way been extended, to which we have also affixed numbers, so that what is sought may be found very readily by those who will read.
以下所附各章的標題目錄,將表明我們論述在何處有所鋪陳,我們也在其上編了號碼,好叫閱讀的人能極其容易地尋見所要查考的事。
1:45
Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων Μονογενής·
That the Only-begotten is eternal and before the ages;
論獨生子是永恆的,並在諸世代之先;
1:46
προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν Λόγος
the text set forth being, 'In the beginning was the Word.'
所引的經文是:「太初有道」。
1:47
Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ Πατρὶ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ Πατήρ·
That the Son also, being God consubstantial with the Father, is in His own hypostasis, and likewise also the Father;
論子既是與父同質的神,就在祂自己的位格中,父也照樣如此;
1:48
προκειμένου ῥητοῦ Καὶ Λόγος ἦν πρὸς τὸν Θεόν
the text set forth being, 'And the Word was with God.'
所引的經文是:「道與神同在」。
1:49
Ὅτι καὶ Θεὸς κατὰ φύσιν, κατ' οὐδένα τρόπον, ἐλάττων, ἀνόμοιός ἐστι τοῦ Πατρὸς Υἱὸς, προκειμένου ῥητοῦ Καὶ Θεὸς ἦν Λόγος
That the Son also, being God by nature, is in no way either less than or unlike the Father; the text set forth being, 'And the Word was God.'
論子既是本性的神,就在任何方面都不比父為小,也不與父不同;所引的經文是:「道就是神」。
1:50
Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος παρὰ ταῖς θείαις γραφαῖς λεγόμενος Υἱός·
Against those who dare to say that the immanent and natural Word in God and the Father is one, and the Son spoken of in the divine Scriptures is another;
駁斥那些膽敢說「在神並父裡面那內在而本性的道」是一位,「而神聖諸經所稱的子」是另一位的人;
1:51
ἔστι δὲ τῶν περὶ τὸν Εὐνόμιον τοιαύτη κακοδοξία·
and such is the false opinion of those about Eunomius;
這正是歐諾米烏一派的謬見;
1:52
πρόκειται δὲ ῥητόν Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν
the text set forth being, 'The same was in the beginning with God.'
所引的經文是:「這道太初與神同在」。
1:53
Ὅτι κατὰ φύσιν δημιουργὸς Υἱὸς μετὰ τοῦ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανό μενος·
That the Son is by nature Creator together with the Father, as being from His essence, and not taken up as a subordinate helper;
論子與父一同是本性的創造者,因祂是出於父的本體,而非作為一個屬下的助手被取用;
1:54
προκειμένου ῥητοῦ Πάντα δι' αὐτοῦ ἐγένετο
the text set forth being, 'All things were made through Him.'
所引的經文是:「萬物是藉著祂造的」。
1:55
Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός·
That the Son is Life by nature, and therefore is not created, but is from the essence of God the Father;
論子按本性乃是生命,因此不是受造的,而是出於父神的本體;
1:56
προκειμένου ῥητοῦ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν
the text set forth being, 'That which was made in Him was life.'
所引的經文是:「凡被造的,在祂裡面就是生命」。
1:57
φύσιν ἐστὶν Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ, προκειμένου ῥητοῦ Καὶ ζωὴ ἦν τὸ φῶς τῶν ἀν θρώπων
That the Son is [Light] by nature, and therefore is not created, but is from the essence of God the Father, as true Light from true Light; the text set forth being, 'And the life was the light of men.'
論子按本性乃是〔光〕,因此不是受造的,而是出於父神的本體,如同真光出於真光;所引的經文是:「這生命就是人的光」。
1:58
Ὅτι μόνος Υἱὸς τοῦ Θεοῦ φῶς ἐστὶν ἀληθινὸν, δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος ὡς γενητή·
That the Son of God alone is true Light, but the creation is not, being a partaker of light as created; the text set forth being, 'It was the true Light.'
論唯獨神的子是真光,受造之物卻不是,因它作為受造者乃是分受光的;所引的經文是:「那是真光」。
1:59
προκειμένου ῥητοῦ Ἦν τὸ φῶς τὸ ἀληθινόν
the text set forth being, 'It was the true Light.'
所引的經文是:「那是真光」。
1:60
Ὅτι οὐ προϋπάρχει τοῦ σώματος τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων σωμάτωσις κατά τινας·
That the soul of man does not pre-exist the body, nor is embodiment on account of former sins, according to certain persons;
論人的靈魂並不先於身體而存在,身體之形成也不像某些人所說,是因先前的罪;
1:61
προκειμένου ῥητοῦ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, φωτίζει πάντα ἄνθρωπον ἐρχό μενον εἰς τὸν κόσμον·
the text set forth being, 'It was the true Light, which lighteth every man that cometh into the world.'
所引的經文是:「那光是真光,照亮凡生在世上的人」。
1:62
Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ·
That the Son alone is by nature the Only-begotten from the Father, as from Him and in Him;
論唯獨子按本性是從父而出的獨生子,因祂是出於父並在父裡面;
1:63
προκειμένου ῥητοῦ Θεὸν οὐδεὶς ἑώρακε πώποτε
the text set forth being, 'No one hath ever seen God.'
所引的經文是:「從來沒有人看見神」。
1:64
ΑΚΡΙΒΗΣ ὄντως καὶ θεοδίδακτος τῶν ἁγίων εὐαγγε λιστῶν διάνοια, καθάπερ ἀπό τινος γηλόφου καὶ περιωπῆς, τῆς ἐν τῷ δύνασθαι θεωρεῖν μεγαλειότητος, πανταχόθεν τὸ τοῖς ἀκροωμένοις περιαθροῦσα χρήσιμον, καὶ μετὰ συντόνου τινὸς θηρωμένη σπουδῆς, ὅπερ ἂν ὑπάρχειν οἴηται λυσιτελὲς τοῖς τὸν ἀληθῆ τῶν θείων δογμάτων διψῶσι λόγον, καὶ μετὰ προαιρέσεως ἀγαθῆς τὴν ἐγκεκρυμμένην ταῖς θείαις γραφαῖς ἐρευνῶσι διάνοιαν
Truly exact and taught of God is the understanding of the holy evangelists, which, as it were from some hill and lookout — that of being able to behold the majesty — gathers from every side what is useful for the hearers, and with intense earnestness hunts after whatever it thinks would be profitable to those who thirst for the true word of the divine doctrines, and who with good purpose search out the meaning hidden within the divine Scriptures.
聖福音書作者的悟性實在精確,是神所教導的,它彷彿從某座山丘與瞭望之處——即能夠觀看那威嚴之高處——從各方面搜集對聽者有益的事,並以殷切的努力追尋它所認為對那些渴慕神聖教義真道、又懷善意查考藏於神聖諸經之意義的人有益的一切。
1:65
οὐ γὰρ τοῖς περιεργότερον ἐξετάζουσι, καὶ πολυπλόκοις λογισμῶν ἀπάταις ἐφηδομένοις μᾶλλον, τῇ ἀληθείᾳ προσχαίρουσιν, ἐναποκαλύπτει τὸ Πνεῦμα, ἐπεὶ μήτε εἰς κακότεχνον εἰσέρχεται ψυχὴν, μήτε μὴν ἄλλως κυλίεσθαι παρὰ τοῖς ὑῶν ποσὶ τοὺς τιμίους ἐφίησι μαργα ρίτας·
For it is not to those who examine too curiously, and take pleasure rather in the intricate deceits of reasonings than rejoice in the truth, that the Spirit reveals itself, since it neither enters into a soul contriving evil, nor otherwise permits the precious pearls to be rolled beneath the feet of swine;
因為聖靈並不向那些過度好奇查究、寧喜歡曲折的謬理過於喜愛真理的人啟示自己,因祂既不進入行惡詭計的靈魂,也不容那寶貴的珍珠被拋滾在豬腳之下;
1:66
ἥδιστα δὲ λίαν ταῖς ἁπλουστέραις διανοίαις προσ ομιλεῖ, ἅτε δὴ καὶ ἀπανουργότερον ἐχούσαις τὸ κίνημα, καὶ. τὸ σοφίζεσθαι περιττὰ παραιτουμέναις, δὴ πάντως καὶ τὸ ἐκπλήττεσθαι συμβαίνειν ἀκολουθεῖ, καὶ τὸ ἐκ τοῦ λίαν ἐκκλίνειν εἰς δεξιὸν τῆς εὐθείας καὶ βασιλικῆς ἔξω πίπτειν ὁδοῦ
but most gladly it converses with the simpler minds, inasmuch as they have their movement more free from craft, and decline to be over-subtle in superfluous things — with which too there certainly follows the experience of being amazed, and, by declining excessively to the right, of falling outside the straight and royal road.
反倒極其樂意與較為單純的心思交通,因它們的動向更少詭詐,且推辭在多餘之事上過分機巧——這樣的心思必也隨之經歷驚歎,並因不至過度偏向右邊而不致跌出那正直的、王者的大道。
1:67
Πορεύεται γὰρ πεποιθὼς, ὃς ἁπλῶς πορεύεται, κατὰ τὴν τοῦ Σολομῶνος φωνήν
For 'he that walketh simply walketh confidently,' according to the voice of Solomon.
因為照所羅門的話:「行事純正的,坦然無懼地行走」。
1:68
Θαυμαστὴν δὲ λίαν ἐχόντων τῶν ἁγίων εὐαγγελιστῶν τὴν ἐν τῷ γράφειν ἀκρίβειαν·
And the holy evangelists having a very wondrous exactness in their writing —
聖福音書作者在其著述中有極其奇妙的精確——
1:69
οὐ γὰρ αὐτοὶ λαλοῦσι, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, ἀλλὰ τὸ πνεῦμα τοῦ Πατρὸς τὸ ἐν αὐτοῖς, πάντως εὐλόγως ἐπέκεινα θαύματος τὴν τοῦ Ἰωάννου συγ γραφὴν ἀνατεθεῖσθαι δοίη τις ἂν, εἴς τε τὸ τῶν θεωρημάτων ἀποβλέπων ὑπερφερὲς, καὶ τῆς διανοίας αὐτοῦ τὴν ὀξύτητα, καὶ τὴν συνεχῆ καὶ ἀλλεπάλληλον τῶν νοημάτων ἐπεισ φοράν
for it is not they that speak, according to the voice of the Saviour, but the Spirit of the Father that is in them — one might with all reason grant that the writing of John has been dedicated beyond wonder, looking both to the surpassing height of its contemplations, and to the keenness of his mind, and to the continuous and successive influx of the thoughts.
因為照救主的話,說話的不是他們,而是在他們裡面父的靈——如此,人便有充分理由承認,約翰之書所獻上的乃是超乎奇妙之上的,無論是看它默觀的超卓崇高,或是他心思的銳利,抑或是眾意念連綿不絕、一波接一波的湧入。
1:70
σύνδρομοι μὲν γὰρ ἀλλήλοις εἰσὶ περὶ τὴν τῶν θείων δογμάτων ἐξήγησιν, καὶ πρὸς ἕνα καθάπερ ἀπὸ νύσσης ἀφέντες ἱπποδρομοῦσι σκοπόν·
for they run together with one another in the exposition of the divine doctrines, and, as it were let loose from the starting-line, they race toward one single goal.
因為他們在闡釋神聖教義上彼此並駕齊驅,彷彿從起跑線上放奔而出,向著同一個標竿賽跑。
1:71
διάφορον δέ πως αὐτοῖς ἐξυφαίνεται τοῦ λόγου τὸ σχῆμα, καί μοι δοκοῦσι προσεοικέναι τισὶν, οἷς εἰς μίαν συνενεχθῆναι μὲν πόλιν τὸ σύνταγμα, τὸ γεμὴν διὰ μιᾶς καὶ τῆς αὐτῆς λεωφόρου βαδίζειν οὐ πάντως συνδοκοῦν
The fashion of their discourse is woven in a somewhat various manner, and they seem to me to resemble certain men who have indeed agreed to gather into one city, yet do not altogether concur in walking by one and the same highway.
他們論述的體裁織成的方式頗有不同,在我看來,他們就像某些人:這些人固然同意匯聚到同一座城中,卻不盡然一致地願意行走在同一條大路上。
1:72
ἔστι μὲν γὰρ τοὺς μὲν ἄλλους ὁρᾶν εὐαγγελιστὰς μετὰ πολλῆς τινος τῆς ἀκρι βείας τὸν περὶ τῆς κατὰ σάρκα γενεαλογίας τοῦ Σωτῆρος ἡμῶν ποιουμένους λόγον, καὶ τοὺς ἐξ Ἁβραὰμ ἕως Ἰωσὴφ στοιχηδὸν καταφέροντας, αὖ πάλιν ἀναβιβάζοντας τοὺς ἐξ Ἰωσὴφ ἐπὶ τὸν Ἀδάμ·
For it is possible to see the other Evangelists composing with much exactness the account of the genealogy of our Saviour according to the flesh, and tracing it down in order from Abraham to Joseph, or again mounting up from Joseph to Adam;
因為我們可以看見其餘的福音書作者以極大的精確,撰述我們救主按肉體的家譜,並依次序從亞伯拉罕排列而下直到約瑟,或反過來從約瑟上溯到亞當;
1:73
τὸν δέ γε μακάριον Ἰωάννην, τῆςμὲν ἐπὶ τούτοις οὐ λίαν πεφροντικότα σπουδῆς, θερμοτάτῳ δέ τινι καὶ διαπύρῳ διανοίας κινήματι κεχρημένον, ὡς αὐτῶν ἅπτεσθαι τῶν ὑπὲρ νοῦν τὸν ἀνθρώπινον ἐπιχειρεῖν, καὶ τὴν ἄῤῥητόν τε καὶ ἄφραστον τοῦ Θεοῦ Λόγου γέννησιν ἐξηγεῖ σθαι τολμᾶν
but the blessed John, not being greatly concerned with this labour, made use of a most warm and fiery movement of mind, so as to lay hold of the very things that are beyond the human intellect, and to dare to expound the ineffable and unutterable begetting of God the Word.
然而蒙福的約翰卻不太在意這方面的用心,反倒運用一種極其熾熱而如火的心靈之動,以致觸及那些超越人類理智的事,並敢於闡明神的道那不可言喻、無法述說的受生。
1:74
ἁπλουστέρων ἐκπλατύνηται δρόμος, ὡς οὐδεμιᾶς τῶν ἁγίων φωνῆς, οἳ καὶ αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου γεγόνασι, ταῖς ἐκείνων παραποδιζούσης κακονοίαις, ἔρχεται δριμὺς ἐπ' αὐτὸ τῶν θείων δογμάτων τὸ κυριώτατον, Ἐν ἀρχῇ, βοῶν, ἦν Λόγος, καὶ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν Λόγος·
so that the course of the simpler folk may be opened wide, no utterance of the saints—who were both eyewitnesses and ministers of the word—being hindered by the malice of those men, he comes on keenly to the very chief of the divine doctrines, crying: In the beginning was the Word, and the Word was with God, and the Word was God;
為要使那些較單純之人的道路得以敞開,不至於因那些人的惡念而使聖徒(他們既是目擊者又是這道的執事)的任何話語受到阻礙,他就銳利地直趨神聖教義中最為首要的一句,高呼說:「太初有道,道與神同在,道就是神;」
1:75
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. χρῆναι δὲ οἶμαι τοὺς τοῖς ἱεροῖς ὁμιλοῦντας γράμμασι τοὺς παρὰ πάντων προσίεσθαι λόγους, οἵπερ ἂν εἶεν καλοί τε καὶ ἀγαθοὶ, καὶ τὸ βλάβος ἔχοντες οὐδέν·
this was in the beginning with God. But I think that those who occupy themselves with the sacred writings ought to admit the words from all men, whatever may be noble and good, and bearing no harm;
這道太初與神同在。我認為,凡研讀聖經之人,都當接納出於眾人的言論,只要它們是美好善良的、且不帶任何害處的;
1:76
οὕτω γὰρ ἂν τὰ παρὰ τοῖς πολλοῖς ποικίλως τεθεωρημένα κατὰ ταυτὸν καταγείροντες, καὶ εἰς ἕνα συνεισφέροντες σκοπὸν καὶ νοῦν εἰς καλὸν ἀναβήσονται τῆς γνώσεως μέτρον, καὶ τὴν ἐργάτιν καὶ σοφὴν ἀπομιμού μενοι μέλιτταν, τὰ γλυκέα τοῦ Πνεύματος κηρία συμπήξειαν
for thus, gathering together to the same point what has been variously observed by the many, and bringing it into one aim and mind, they will ascend to a noble measure of knowledge, and, imitating the busy and wise bee, they will compact together the sweet honeycombs of the Spirit.
因為這樣一來,他們把眾人所各樣觀察到的事物匯集於同一處,歸入同一個目標與心思,就必上升到知識的美好尺度;並且效法那勤勞而智慧的蜜蜂,將聖靈甘甜的蜂房凝聚在一起。
1:77
φασὶ τοίνυν τῶν φιλοπονωτάτων τινὲς, ὡς μετὰ τὸν τοῦ Σωτῆρος ἡμῶν σταυρὸν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον, ψευδο ποιμένες καὶ ψευδοδιδάσκαλοί τινες θηρίων ἀτιθάσων δίκην τοῖς τοῦ Σωτῆρος ἐπεισπεσόντες ποιμνίοις τεθορυβήκασιν οὐ μικρῶς, ἀπὸ καρδίας αὐτῶν λαλοῦντες, καθὰ γέγραπται, καὶ οὐκ ἀπὸ στόματος Κυρίου, μᾶλλον δὲ οὐκ ἐκ μόνης τῆς ἑαυτῶν καρδίας, ἀλλ' ἐκ διδαγμάτων τοῦ οἰκείου πατρὸς, τοῦ διαβόλου δηλαδή
Now certain of the most diligent say that after the cross of our Saviour and his ascent into the heavens, certain false shepherds and false teachers, like untamed beasts, fell upon the flocks of the Saviour and threw them into no small confusion, speaking from their own heart, as it is written, and not from the mouth of the Lord—or rather, not from their own heart alone, but from the teachings of their own father, that is to say, the devil.
如今那些極其勤勉之人說,在我們救主受十字架並升入諸天之後,有某些假牧人和假教師,如同未馴的野獸,闖入救主的羊群,將他們攪擾得不小;正如經上所記,他們是憑自己的心說話,並非出於主的口——更確切地說,並非單憑自己的心,乃是出於他們自己父親的教訓,就是那魔鬼的教訓。
1:78
εἰ γὰρ οὐδεὶς δύναται εἰπεῖν Ἀνά θεμα Ἰησοῦς εἰ μὴ ἐν βεελζεβοὺλ, πῶς οὐκ ἀληθὴς ἡμῖν περὶ τούτων ὀφθήσεται λόγος; τίνα τοίνυν ἐστὶν ἅπερ ἐκεῖνοι. κατὰ τῆς οἰκείας ἠρεύγοντο κεφαλῆς; τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον, τὸ φῶς τὸ ἀΐδιον, ἐν δὴ πάντες καὶ κινούμεθα καὶ ἐσμὲν, τότε πρῶτον κεκλῆσθαι πρὸς ὕπαρξιν ἀμαθῶς τε καὶ ἀσεβῶς διϊσχυρίζοντο, ὅτε καὶ ἄνθρωπος διὰ τῆς ἁγίας ἐτέχθη παρθένου, καὶ τὸ κοινὸν δὴ τοῦτο σχῆμα λαβὼν ἐπὶ τῆς γῆς ὤφθη, καθὰ γέγραπται, καὶ τοῖς ἀνθρώποις συν ανεστράφη. τοῖς μὲν οὖν τῇδε διακειμένοις, καὶ τὴν ἄῤῥητόν τε καὶ προαιώνιον τοῦ Υἱοῦ γέννησιν συκοφαντῆσαι τολμήσασιν προφητικὸς ἐπισκήπτει λόγος ἔχων ὡδί ̔Υμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·
For if no one can say 'Jesus is anathema' except in Beelzebul, how shall our discourse concerning these things not be found true? What then are the things which those men belched forth against their own head? They ignorantly and impiously insisted that the Only-begotten Word of God, the eternal Light, in whom indeed we all both move and have our being, was then first called into existence, when he was born as man through the holy Virgin, and taking this common form was seen upon earth, as it is written, and consorted with men. Against those, then, who are so disposed, and who dared to slander the ineffable and pre-eternal begetting of the Son, the prophetic word lays its charge, saying thus: But draw near hither, ye lawless sons, seed of adulterers and of a harlot;
因為若沒有人能說「耶穌是可咒詛的」,除非是靠著別西卜,那麼我們關於這些事的論述豈不顯為真確嗎?那麼那些人竟向自己的頭頂噴吐出來的是甚麼呢?他們無知而不虔地堅稱:神的獨生之道,那永恆的光,我們眾人實在都在祂裡面活動存留——竟是到了那時才頭一次被召喚而存在,就是當祂藉著聖童女被生為人,取了這普通的形狀,如經上所記,顯現在地上,並與人同住的時候。因此,對那些如此存心、竟敢誹謗聖子那不可言喻、先於萬世之受生的人,先知的話語向他們發出責備,如此說:「你們這些不法之子、姦夫淫婦的後裔,近前來罷;
1:79
ἐν τίνι ἐνετρυφήσατε, καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν, καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐκ ἐξ ἀγαθῆς δηλονότι καρδίας ἐκβάλλουσαν ἀγαθὰ, ἀλλὰ τὸν τοῦ μιαιφόνου δράκοντος ἰὸν ἀναπτύουσαν, περὶ οὗ φησιν μελῳδὸς, ὡς πρὸς τὸν ἕνα καὶ ἐπὶ πάντων Θεόν Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος. Ἐπειδὴ δὲ οὐ μικρὸς περὶ τούτων ἐν τοῖς πεπιστευκόσιν θόρυβος ἦν, καὶ τὰς τῶν ἁπλουστέρων ψυχὰς λοιμοῦ δίκην τὸ ἐκ τοῦ σκανδάλου κατεβόσκετο βλάβος·
in whom did ye take your delight, and against whom did ye open your mouth, and against whom did ye let loose your tongue? Manifestly not one that casts forth good things out of a good heart, but one that spits up the venom of the murderous dragon, concerning whom the sweet singer says, as unto the one and Most High God over all: Thou didst crush the heads of the dragon upon the water. And since the tumult concerning these things among the believers was no small one, and the harm arising from the scandal was feeding, like a plague, upon the souls of the simpler folk;
你們向誰縱情取樂?向誰張開你們的口?向誰吐出你們的舌頭?」顯然這口不是從善良的心發出美善之物的口,乃是吐出那嗜殺之龍毒液的口;關於這龍,那甜美的歌者向那獨一、超乎萬有之上的至高神說:「你曾在水上打碎那龍的頭。」既然信徒中間關於這些事的騷動不小,且由這絆倒之事而生的損害,如同瘟疫一般吞噬著那些較單純之人的靈魂;
1:80
ᾤοντο γὰρ ὄντως τινὲς, ταῖς παρ' ἐκείνων φλυαρίαις τῶν ἀληθῶν ἐξελ κόμενοι δογμάτων, εἰς ἀρχὴν τοῦ εἶναι τότε μόλις κεκλῆσθαι τὸν Λόγον, ὅτε γέγονεν ἄνθρωπος·
For some in truth supposed, being dragged away from the true doctrines by the babblings of those men, that the Word was then at last called into the beginning of being, when he became man;
因為確有一些人,被那些人的胡言亂語從真道中拖離,竟以為聖道是到了成為人的時候,才終於被召入存在之始的;
1:81
συνενεχθέντες, καὶ κατὰ ταυτὸν γενόμενοι, τῶν πιστευσάντων οἵπερ ἦσαν νουνεχέ στεροι, πρὸς τὸν τοῦ Σωτῆρος ἀφίκοντο μαθητὴν, αὐτὸν δὲ δηλονότι τὸν Ἰωάννην φημὶ, καὶ δὴ καὶ τὴν τοῖς ἀδελφοῖς ἐπισκήψασαν ἐξήγγελον νόσον, τάς τε τῶν ἑτεροδιδασκα λούντων ἐξεκάλυπτον φλυαρίας, ἐπαμῦναί τε γοργῶς σφίσι τε αὐτοῖς παρεκάλουν ταῖς διὰ τοῦ Πνεύματος φωταγωγίαις, καὶ τοῖς ἤδη σεσαγηνευμένοις, εἴσω τε δικτύων γεγονόσι. διαβολικῶν χεῖρα προτείνειν σωτήριον
having come together and gathered to the same place, those of the believers who were the more intelligent came to the disciple of the Saviour—I mean John himself, of course—and reported the disease that had assailed the brethren, and uncovered the babblings of those who taught otherwise, and vehemently besought him to succour both themselves through the illuminations of the Spirit, and those already ensnared and fallen within the diabolical nets, by stretching out a saving hand.
他們聚集在一起,匯到同一處,信徒中那些較有見識的便來到救主的門徒那裡——我指的當然就是約翰本人——並報告那侵襲弟兄們的疾病,揭露那些傳異教之人的胡言,並懇切地求他藉著聖靈的光照急速地救助他們自己,也救助那些已經被捕、落入魔鬼網羅之內的人,向他們伸出拯救的手。
1:82
ἐπαλγήσας τοίνυν τοῖς ἀπολώλοσι καὶ τὸν νοῦν κατεφθαρμένοις μαθητὴς, εἶναί τε ὁμοίως οἰηθεὶς ἀτοπώτατον τὸ μηδεμίαν τῶν ἐφεξῆς καὶ μετ' ἐκείνους ἐσομένων ποιήσασθαι πρόνοιαν, ἐπὶ τὴν τοῦ βιβλίου τρέχει συγγραφήν·
The disciple, therefore, grieving over those who were perishing and corrupted in mind, and thinking it likewise most absurd to make no provision for those who should come after them in succession, runs to the composition of his book;
於是這門徒為那些正在滅亡、心思敗壞的人憂傷,又認為對那些接續在他們之後而要來的人不作任何預備同樣是極荒謬的,便著手撰寫他的書卷;
1:83
καὶ τὰ μὲν, ὅσαπερ ἦν ἀνθρω πινώτερον εἰπεῖν, γενεαλογεῖν τὰ περὶ τῆς κατὰ σάρκα νομικῆς τε καὶ φυσικῆς τοῖς ἑτέροις ἐξηγεῖσθαι πλατύτερον συγκεχώρηκεν εὐαγγελισταῖς·
and the things which it was more human to tell—to genealogize the matters concerning the legal and natural descent according to the flesh—he conceded to the other Evangelists to expound more amply;
凡是以較屬人的方式來述說的事——即按肉體排列律法上與本性上世系的家譜——他都讓給其餘的福音書作者去更詳盡地闡述;
1:84
θερμῶς δὲ λίαν αὐτὸς καὶ σφόδρα νεανικῶς ταῖς τῶν ἐκεῖνα παρεισαγόντων φλυαρίαις ἐνάλλεται λέγων·
but he himself, very warmly and exceedingly with youthful vigour, leaps upon the babblings of those who introduced those doctrines, saying:
至於他自己,卻極其熱切、極其充滿青春的活力,撲向那些引進那類教義之人的胡言,說道:
1:85
Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων Μονογενής
That the Only-begotten is eternal and before the ages.
論獨生者是永恆的、且在諸世之先。
1:86
πῶς οὖν οὐ πρόσφατος, εἰ ἐν ὑστέροις ἐγεννήθη καιροῖς; πῶς δὲ οὐκ ἐψεύδετο λέγων πρὸς Ἰουδαίους ̓Αμὴν λέγω ὑμῖν, πρὶν Ἁβραὰμ γενέσθαι, ἐγὼ εἰμί· πρόδηλον γὰρ δήπου καὶ πᾶσιν ὁμολογούμενον, ὡς πολ λοῖς ὕστερον χρόνοις, μετὰ τὸν μακάριον Ἁβραὰμ, ἐγεν νήθη Χριστὸς διὰ τῆς ἁγίας παρθένου
How then is he not recent, if he was begotten in later times? And how did he not lie when he said to the Jews: Verily I say unto you, before Abraham was, I am? For it is surely plain and confessed by all that Christ was born through the holy Virgin at times far later, after the blessed Abraham.
那麼,若祂是在較晚的時候受生,祂豈不就是新近的嗎?並且,祂對猶太人說「我實實在在地告訴你們,還沒有亞伯拉罕,就有了我」,這話豈不就是謊言了嗎?因為顯然人人都承認,基督是在蒙福的亞伯拉罕之後遠為晚近的時候,藉著聖童女而生的。
1:87
ποῦ δὲ ὅλως τὸ ἦν ἐν ἀρχῇ σωθήσεται καὶ χωρήσει καλῶς, εἴπερ ἐπὶ τέλει τῶν αἰώνων γέγονεν Μονογενής; ὅρα γάρ μοι καὶ διὰ τῶν ἐφεξῆς, ὅσην ἔχει τὴν ἀτοπίαν τὸ κολοβοῦν τοῦ Υἱοῦ τὴν ἀΐδιον ὕπαρξιν, καὶ ἐν ὑστέροις αὐτὸν γενέσθαι χρόνοις ὑπονοεῖν
And where at all shall the 'was in the beginning' be preserved and hold good, if the Only-begotten came into being at the end of the ages? For consider with me also through what follows, how great an absurdity it involves to curtail the eternal existence of the Son, and to suppose that he came into being in later times.
並且,若獨生者是在諸世的末了才受造,那麼「太初有」這句話究竟在何處得以保全、得以妥善成立呢?請你和我一同從以下的話也看看,削減聖子那永恆的存在、並臆測祂是在較晚的時候受造,這要牽涉何等大的荒謬。
1:88
αὐτὸ δὲ δὴ πάλιν ἡμῖν εἰς λεπτοτέραν παρακείσεται βάσανον, ὅπερ ἔφη μακάριος Εὐαγγελιστής·
And this very thing, again, will be set before us for a finer examination, that which the blessed Evangelist said:
並且,蒙福的福音書作者所說的這同一句話,將再度擺在我們面前作更精細的查考:
1:89
Τῆς ἀρχῆς οὐδέν τι ἐστὶ πρεσβύτερον, εἴπερ ἔχοι σωζό μενον ἐφ' ἑαυτῇ τὸν τῆς ἀρχῆς ὅρον·
Than the beginning nothing is older, if indeed the definition of 'beginning' is to be preserved in itself;
沒有甚麼比「起初」更為古老的了,只要「起初」這一定義本身確要得以保全;
1:90
ἀρχὴ γὰρ ἀρχῆς οὐκ ἂν εἴη ποτέ·
for there could never be a beginning of a beginning;
因為起初的起初,是絕不可能存在的;
1:91
πάντως ἐκβήσεται τοῦ εἶναι κατὰ ἀλήθειαν ἀρχὴ, προεπινοουμένου τινὸς ἑτέρου καὶ προανίσχοντος αὐτῆς·
or else it will altogether cease to be in truth a beginning, if some other be conceived before it and arise prior to it;
否則它就完全不再是真正意義上的起初了,因為必有另一個被設想在它之先、並先於它而起;
1:92
ἄλλως τε εἰ ἐνδέχεταί τι προυπάρχειν τῆς ὄντως ἀρχῆς, ἐπ' ἄπειρον ἡμῖν περὶ αὐτῆς οἰχήσεται λόγος, ἀεὶ προανατελ λούσης ἑτέρας, καὶ δευτέραν ἀποφαινούσης τὴν ἐφ' ᾗπερ ἂν παρ' ἡμῶν γένοιτο ζήτησις
and besides, if it be admitted that anything pre-exists the true beginning, our discourse concerning it will go off to infinity, another ever rising up before it and declaring second the very one about which our inquiry might be made.
此外,若承認有任何事物先於那真正的起初而存在,我們關於它的論述就要趨向無窮,因為總有另一個在它之先升起,並使我們所探究的那一個顯為第二個。
1:93
οὐκοῦν ἀρχὴ μὲν ἀρχῆς οὐκ ἔσται, κατὰ τὸν ἀκριβῆ τε καὶ ἀληθῆ λογισμὸν, ἀλλ' εἰς ἀμήρυτον μέν τι καὶ ἀκατάληπτον περὶ αὐτῆς ἀποδημήσει λόγος
There will not, then, be a beginning of a beginning, according to the exact and true reasoning; but our discourse concerning it will depart into something unwound and incomprehensible.
所以按著精確而真確的推理,起初的起初是不會存在的;反倒我們關於它的論述,會離入某種無法追溯、無法理解之境。
1:94
τέλος δὲ οὐκ ἐχούσης τῆς ἀεὶ πρὸς τὸ ἄνοπιν φυγῆς, καὶ τὸ τῶν αἰώνων ἀναφοιτώσης μέτρον, οὐκ ἐν χρόνῳ γεγονὼς Υἱὸς, ἀϊδίως δὲ μᾶλλον ὑπάρχων μετὰ Πατρὸς εὑρεθήσεται·
And since this flight ever backward has no end, and ascends beyond the measure of the ages, the Son will be found not to have come into being in time, but rather to exist eternally with the Father.
既然這不斷向後的退溯沒有終點,並上升超越諸世的尺度,那麼聖子就必被發現不是在時間中受生的,反倒是與父同永地存在。
1:95
εἰ δὲ ἦν ἐν ἀρχῇ, ποῖος, εἰπέ μοι, δυνήσεται νοῦς, τὴν τοῦ ἦν ὑπερανίπτασθαι δύναμιν; πότε δὲ ὅλως τὸ ἦν ὡς ἐν τέλει στήσεται, προανατρέχον τ' ἀεὶ τοῦ διώκοντος λογισμοῦ, καὶ τῆς ἑπομένης αὐτῷ προανα πηδῶν ἐννοίας; ἐπὶ τούτῳ δὴ ἄρα καταπεπληγμένος προ φήτης φησὶν Ἡσαΐας Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ· αἴρεται γὰρ ὄντως ἀπὸ τῆς γῆς περὶ τῆς γεννήσεως λόγος τοῦ Μονογενοῦς, τουτέστιν, ὑπὲρ πᾶσάν ἐστι διάνοιαν τῶν ὄντων ἐπὶ τῆς γῆς, καὶ ὑπὲρ πάντα λόγον, ὡς εἶναι λοιπὸν ἀνεξήγητον·
But if he was in the beginning, what mind, tell me, will be able to fly up above the power of the 'was'? And when at all will the 'was' stand still as at an end, ever running forward before the pursuing reason, and leaping up beyond the thought that follows it? At this indeed the prophet Isaiah, being astounded, says: Who shall declare his generation? for his life is taken away from the earth. For truly the discourse concerning the generation of the Only-begotten is taken away from the earth—that is, it is above all the understanding of the things upon the earth, and above all speech, so as to be henceforth inexpoundable.
然而,若祂太初就有,那麼請告訴我,甚麼樣的心智能夠飛升超越「有」的能力呢?「有」究竟何時才會像到了終點般止住不動,它總是在追逐的理性之前奔跑,並超越那隨後而至的意念而躍出呢?的確,先知以賽亞為此驚駭,說:「誰能述說祂的世代呢?因為祂的生命從地上被奪去了。」因為論獨生者受生的言語實在是從地上被奪去的——也就是說,它超乎地上一切萬物的悟性,超乎一切言語,以致終究是無法闡明的。
1:96
εἰ δὲ ὑπὲρ νοῦν ἐστι καὶ λόγους τοὺς ἐν ἡμῖν, πῶς ἂν εἴη γενητὸς, οὐκ ἀτονούσης τῆς ἐνούσης ἡμῖν διανοίας καὶ χρόνῳ καὶ λόγῳ περιορίζειν τὰ γενητά;. Ἑτέρως, εἰς τὸ αὐτὸ θεωρητέον Ἐν ἀρχῇ ἦν Λόγος
But if he is above the mind and the words that are in us, how could he be a thing made, since the understanding within us does not grow weary in circumscribing things made by both time and word? — Otherwise, to the same effect, it must be considered: In the beginning was the Word.
然而,若祂超乎我們裡面的心思與言語,祂又怎能是受造之物呢?既然我們裡面的悟性用時間與言語去界定受造之物並不感疲乏。——換一種方式,就同一要義而言,必須這樣思想:「太初有道。」
1:97
Ἀρχὴν ὅλως τὴν ἐν χρόνῳ νοουμένην οὐκ ἔστι λαβεῖν ἐπὶ τοῦ Μονογενοῦς, ἐπείπερ ἐστὶ πρὸ χρόνου παντὸς, καὶ προ αιώνιον ἔχει τὴν ὕπαρξιν, ἔτι τε πρὸς τουτοισὶ τὸ καταλήγειν εἰς τέλος θεία παραιτεῖται φύσις·
It is altogether impossible to take, in the case of the Only-begotten, a beginning conceived in time, since he is before all time, and has his existence pre-eternally; and moreover, in addition to these things, the divine nature refuses to terminate in an end;
在獨生者的情形上,斷不可能取一個在時間中設想的起初,因為祂在一切時間之先,並先於諸世而有其存在;而且除此之外,神聖的本性拒絕以終結而止息;
1:98
ἕξει γὰρ ὡσαύτως ἀεὶ, κατὰ τὸ ἐν ψαλμοῖς μελῳδούμενον Σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν· ἀπὸ ποίας οὖν ἡμῖν ἀρχῆς τῆς ἐν χρόνῳ καὶ ποσῷ μετρουμένης Υἱὸς ἐκβήσεται, τρέχειν εἰς τέλος οὐκ ἀνεχόμενος, ἅτε δὴ καὶ κατὰ φύσιν ὑπάρχων Θεὸς, καὶ διὰ τοῦτο βοῶν Ἐγώ εἰμι ζωή; ἀρχὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν οὐκ ἂν ὅλως ὑπάρχειν νοοῖτό ποτε μὴ πρὸς τὸ οἰκεῖον βλέπουσα τέλος, ἐπείπερ ὡς πρὸς τέλος μὲν ἀρχὴ, τέλος δ' αὖ πάλιν ὡς πρὸς ἀρχὴν ὀνομάζεται·
for it will remain ever in like manner, according to that which is sung in the Psalms: But thou art the same, and thy years shall not fail. From what beginning, then, measured in time and quantity, shall the Son go forth for us, seeing that he does not endure to run to an end, inasmuch as he is by nature God, and for this cause cries: I am the life? For a beginning could never at all be conceived to exist by itself apart from looking to its own end, since it is named a beginning as in relation to an end, and an end again as in relation to a beginning;
因為它必永遠照樣長存,正如詩篇中所歌唱的:「惟有你永不改變,你的年數也沒有窮盡。」那麼,聖子究竟要從哪一個以時間與數量所量度的起初為我們而出來呢?既然祂不容忍奔向終結,因祂本性就是神,並因此高呼:「我就是生命」?因為起初若不望向它自己的終結,就絕不能被設想為獨自存在;因為它之所以被稱為起初,乃是相對於終結而言,終結反過來又是相對於起初而得名的;
1:99
ἀρχὴν δὲ πάλιν ἐν τούτοις, τὴν κατὰ χρόνον ἤτοι ποσότητα σημαί νομεν
and again, by 'beginning' in these matters we signify that which is according to time or quantity.
並且在這些事上,我們用「起初」所指的,乃是按時間或數量而言的那一種。
1:100
οὐκοῦν ἐπειδήπερ καὶ αὐτῶν ἐστι τῶν αἰώνων πρεσ βύτερος Υἱὸς, τὸ μὲν ἐν χρόνῳ γεγενῆσθαι διαφεύξεται·
Therefore, since the Son is older than the very ages, he will escape having come into being in time;
所以,既然聖子比諸世本身更為古老,祂就必避免了「在時間中受生」;
1:101
ἦν δὲ καὶ διὰ παντὸς ὡς ἐν πηγῇ τῷ Πατρὶ κατὰ τὸ παρ' αὐτοῦ λελεγμένον Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω. πηγῆς τοιγαροῦν νοουμένου τοῦ Πατρὸς, ἦν Λόγος ἐν αὐτῷ σοφία καὶ δύναμις καὶ χαρακτὴρ καὶ ἀπαύγασμα καὶ εἰκὼν ὑπάρχων αὐτοῦ
and he was also through all in the Father as in a fountain, according to that which was said by him: I came forth from the Father and am come. Since, therefore, the Father is conceived as a fountain, the Word was in him, being his wisdom and power and impress and radiance and image.
並且祂也一直如在泉源中一般在父裡面,正如祂所說的:「我從父出來,並且來了。」因此,既然父被設想為泉源,聖道就在祂裡面,作祂的智慧、能力、印記、光輝與形像。
1:102
καὶ εἰ χρόνος ἦν οὐδεὶς, ὅτε Λόγου χωρὶς καὶ σοφίας καὶ χαρακτῆρος καὶ ἀπαυγάσματος ἦν Πατὴρ, ἀνάγκη συνομολογεῖν ἀΐδιον ὑπάρχειν τὸν Υἱὸν, ὃς ταῦτά ἐστι τῷ ἀϊδίῳ Πατρί
And if there was no time when the Father was without the Word and wisdom and impress and radiance, it is necessary to confess together that the Son exists eternally, who is these things to the eternal Father.
並且若沒有任何時候是父沒有聖道、智慧、印記與光輝的,那就必須一同承認:那對永恆之父而言就是這一切的聖子,是永恆存在的。
1:103
πῶς γὰρ ὅλως ἐστὶ χαρακτὴρ, πῶς δὲ εἰκὼν ἀκριβὴς, εἰ μὴ πρὸς ἐκεῖνο μεμορφωμένος ὁρᾶται τὸ κάλλος, οὗ καί ἐστιν εἰκών; Ἀδικήσει δὲ ὅλως οὐδὲν τὸ ὡς ἐν πηγῇ τῷ Πατρὶ τὸν. Υἱὸν ὑπάρχειν ἐννοεῖν·
For how at all is he an impress, and how an exact image, unless he is seen to be formed unto that beauty of which he is also the image? And it will do no harm at all to conceive of the Son as being in the Father as in a fountain;
因為若祂不被看見是照著那祂所是其形像的美而成形的,祂又怎能是印記,怎能是精確的形像呢?並且,把聖子設想為如在泉源中一般在父裡面,這絕無任何害處;
1:104
μόνον γὰρ τό Ἐξ οὗ τὸ τῆς πηγῆς ἐν τούτοις ὄνομα σημαίνει
for in these matters the name of 'fountain' signifies only the 'from which.'
因為在這些事上,「泉源」這名稱所指的,僅是「所從出者」而已。
1:105
τυχὸν τὸ ἀπαύγασμα αὐτοῦ, καθάπερ ἐκ πυρὸς ἔμφυτος αὐτοῦ θερμότης·
perhaps his radiance, or as from fire its innate heat;
或許是祂的光輝,或如同從火而出其本有的熱;
1:106
ἐν γὰρ τοῖς τοιούτοις παραδείγ μασιν, ἓν μὲν ἐξ ἑνὸς γεννώμενον ἔνεστιν ἰδεῖν, ἀεὶ δ' οὖν ὅμως συνυπάρχον καὶ ἀχωρίστως προσὸν, ὡς δίχα τοῦ ἑτέρου μὴ εἶναι δύνασθαι καθ' ἑαυτὸ τὸ ἕτερον, καὶ διασώζειν ἀληθῆ τὸν τῆς οἰκείας φύσεως λόγον
for in such examples it is possible to see one begotten of one, yet ever nevertheless co-existing and inseparably present, so that apart from the one the other cannot be by itself, and it preserves the true account of its own nature.
因為在這類的例子中,我們得以看見一者由一者所生,然而卻仍常常共存、不可分離地同在,以致離了那一者,這一者便不能自行存在,並且它保全了關於自己本性的真確之理。
1:107
πῶς γὰρ ὅλως ἥλιος οὐκ ἔχων ἀπαύγασμα, πῶς ἀπαύγασμα μὴ ἐντὸς ὂν ἡλίου τοῦ ἀπαυγάζοντος αὐτό; πῶς δὲ καὶ πῦρ, εἰ τὸ θερμαίνειν οὐκ ἔχει; πόθεν δὲ τὸ θερμὸν, εἰ μὴ ἐκ πυρὸς, παρά τινος ἑτέρου τυχὸν τῆς τοῦ πυρὸς οὐσιώδους ποιότητος οὐ μακράν που κειμένου; ὥσπερ οὖν ἐν τούτοις τὸ ἐνυπάρχειν τὰ ἐξ αὐτῶν οὐκ ἀναιρεῖ τὴν συνύπαρξιν, ἀεὶ δὲ συντρέχοντα τοῖς γεννῶσι δεικνύει τὰ γεννώμενα, καὶ μίαν ὡς πρὸς αὐτὰ τὴν φύσιν κληρωσάμενα·
For how at all is there a sun not having radiance, or how radiance not being within the sun that shines it forth? And how, again, is there fire, if it has not the power to warm? And whence is the warm, if not from fire, or perchance from some other thing possessing the essential quality of fire that lies not far off? As, therefore, in these things the inhering of the things that come from them does not do away with their co-existence, but rather shows the begotten ever running together with the begetters, and having obtained one nature in relation to them;
因為若太陽沒有光輝,那還算甚麼太陽呢?或者,若光輝不在那將它射出的太陽之內,那還算甚麼光輝呢?並且,火若沒有加溫的能力,那還算甚麼火呢?熱若不是從火而來,又是從何而來的呢?或者也許是從其他某個具有火的本質性質、且距之不遠的東西而來的呢?因此,正如在這些事上,那些由它們而出之物的內在存有,並不廢除它們的共存,反倒顯明那受生者常與生它者一同運行,並取得與它們相同的本性;
1:108
κἂν γὰρ ἐν Πατρὶ καὶ ἐκ Πατρὸς νοῆται καὶ λέγηται, οὐκ ἔκφυλος ἡμῖν καὶ ξένος ὡς μετ' αὐτὸν δεύτερος, εἰσβήσεται, ἀλλ' ὢν ἐν αὐτῷ, καὶ συνυπάρχων ἀεὶ, καὶ ἐξ αὐτοῦ πεφηνὼς, κατὰ τὸν ἄῤῥητον τῆς θείας γεννήσεως τρόπον
for even though he is conceived and spoken of as in the Father and from the Father, he will not enter in to us as alien and strange, or as second after him, but as being in him, and ever co-existing, and having shone forth from him, according to the ineffable manner of the divine begetting.
因為聖子雖被設想並被稱為在父裡面、又出於父,祂卻不會作為外來的、陌生的,或作為次於父的第二者而進到我們面前,乃是作為在祂裡面、且常與祂共存、並照著神聖受生那不可言喻的方式由祂發出者。
1:109
ὅτι δὲ καὶ ὡς ἀρχὴ τοῦ Υἱοῦ, κατὰ μόνον τό Ἐξ οὗ, λέγεται καὶ παρὰ τοῖς ἁγίοις Θεὸς καὶ Πατὴρ, ἄκουε τοῦ ψαλμῳδοῦ τὴν δευτέραν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν διὰ τοῦ Ἁγίου Πνεύματος προκηρύττοντος καὶ ὡς πρὸς αὐτὸν λέγοντος τὸν Υἱόν Μετὰ σοῦ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν τῇ λαμπρότητι. τῶν ἁγίων σου· ἡμέρα γὰρ δυνάμεως τοῦ Υἱοῦ, καθ' ἣν ὅλην κρίνει τὴν οἰκουμένην, καὶ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
And that God and Father is called by the saints a 'beginning' of the Son only in respect of the 'from which,' hear the Psalmist proclaiming beforehand through the Holy Spirit the second appearing of our Saviour, and saying, as unto the Son himself: With thee is the beginning in the day of thy power, in the splendour of thy saints. For the day of the Son's power is that in which he judges the whole world, and renders to each according to his works;
至於聖徒稱神與父為聖子的「起初」,僅是就「所從出者」而言,這一點,你可聽那詩人藉著聖靈預先宣告我們救主第二次的顯現,並向聖子本身如此說:「在你掌權的日子,你的民要在聖潔的華美中作你的起初。」因為聖子掌權的日子,就是祂審判全世界、並照各人的行為報應各人的日子;
1:110
ἥξει δὲ πάντως καὶ τότε αὐτός τε ὢν ἐν Πατρὶ, καὶ ἔχων ἐν ἑαυτῷ τὸν Πατέρα, τὴν ἄναρχον τῆς οἰκείας φύσεως οἱονεί πως ἀρχὴν κατὰ μόνον τό Ἐξ οὗ, διὰ τὸ ὑπάρχειν ἐκ Πατρός
and even then he will come altogether as being himself in the Father, and having in himself the Father—the unoriginate as it were beginning of his own nature, only in respect of the 'from which,' because of his existing from the Father.
並且即便在那時,祂也必完全作為那本身在父裡面、又在自己裡面有父者而來——就是祂自己本性那無始的、可謂如此的「起初」,僅就「所從出者」而言,因祂是出於父而存在的。
1:111
Εἰς πολλὰς ἡμῖν καὶ διαφόρους ἐννοίας περὶ τῆς ἐνθάδε σημαινομένης ἀρχῆς καταποικίλλεται λόγος, πανταχόθεν θη ρᾶσθαι σπουδάζων τὰ εἰς ὠφέλειαν συντείνοντα, καὶ κατά ληψιν ἀληθῆ τῶν θείων δογμάτων καὶ τὴν ἐν τοῖς μυστηρίοις ἀκρίβειαν κυνὸς δίκην ἰχνηλατῶν·
Into many and various conceptions is the discourse concerning the 'beginning' here signified diversified for us, being eager to hunt from every side the things tending to profit, and tracking, like a hound, the true apprehension of the divine doctrines and the exactness in the mysteries;
關於此處所指的「起初」,論述為我們分化成許多各樣的意念,因它熱切地要從各方獵取那有益之事,並如獵犬一般追蹤對神聖教義的真確領會,以及諸奧祕中的精確;
1:112
Ἐρευνᾶτε γάρ που τὰς ἁγίας γραφὰς, φησὶν Σωτὴρ, ὅτι ἐν αὐταῖς ὑμεῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν·
For 'Search the holy Scriptures,' says the Saviour, 'because in them ye think ye have eternal life;'
因為救主說:「你們查考聖經,因你們以為內中有永生;」
1:113
καὶ αὗταί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ. ἔοικε τοίνυν μακάριος Εὐαγγελιστὴς ἀρχὴν ἐνθάδε, τουτέστι τὴν κατὰ πάντων ἐξουσίαν, τὸν Πατέρα σημαίνειν, ἵνα δὴ καὶ ἐπάνω πάντων θεία φαίνηται φύσις, πᾶν ὅπερ ἐστὶ γενητὸν ὑπὸ πόδας ἔχουσα, μονονουχὶ καὶ ἐποχουμένη τοῖς δι' αὐτῆς εἰς τὸ εἶναι κεκλημένοις
and these are they which testify concerning me. The blessed Evangelist, then, seems here to signify by 'beginning'—that is, the authority over all things—the Father, in order that the divine nature may be shown above all things, having under its feet everything that is made, and all but riding upon those who have been called into being through it.
「並且給我作見證的就是這經。」如此看來,蒙福的福音書作者在此似乎是用「起初」——即那統管萬有的權柄——來指父,好使那神聖的本性顯為在萬有之上,將一切受造之物置於自己的腳下,幾乎就是駕馭著那些藉祂而被召入存在的萬物。
1:114
Ἐν ταύτῃ τοιγαροῦν τῇ ἀρχῇ τῇ κατὰ πάντων καὶ ἐπὶ πάντας, ἦν Λόγος, οὐ μετὰ πάντων ὑπὸ πόδας αὐτῆς, ἀλλ' ἔξω πάντων ἐν αὐτῇ φυσικῶς, ὡς καρπὸς συναΐδιος, τόπον ὥσπερ ἔχων τὸν ἁπάντων ἀρχαιότατον τὴν τοῦ γεννήσαντος φύσιν
In this beginning, therefore, which is over all and upon all, was the Word—not with all things under its feet, but outside of all things, being naturally in it, as a co-eternal fruit, having as it were for his place the most ancient of all things, the nature of him who begat him.
所以,在這超乎萬有、臨於萬有之上的起初裡面,就有聖道——祂不是與萬有一同在它腳下,乃是在萬有之外、本性地在它裡面,如同一同永存的果子,可謂以那生祂者的本性——萬有中最為古老者——作為祂的所在。
1:115
διὸ δὴ καὶ ἐλεύθερος ἐλευθέρου Πατρὸς πεφυκὼς τὴν κατὰ πάντων ἀρχὴν σὺν αὐτῷ κεκτήσεται
wherefore also, having sprung free from a free Father, he will possess together with him the rule over all.
因此,祂既是由自由之父而自由地生出,就必與祂一同擁有統管萬有的權柄。
1:116
τίς οὖν ἄρα καὶ νῦν τῆς ἐν τούτῳ κατασκευῆς γενήσεται λόγος ἀκόλουθον συνιδεῖν
What, then, may be the argument of the construction in this passage, it is fitting consequently to discern.
那麼,此段中此番論證的用意是甚麼,接下來就當加以辨明。
1:117
ῥιψοκινδύνως τινὲς, καθάπερ ἔφημεν ἐν τοῖς ἀνω. τέρω, τὸν τοῦ Θεοῦ Λόγον τότε δὴ πρῶτον εἰς τὸ εἶναι κεκλῆσθαι διισχυρίζοντο, ὅτε τὸν ἐκ τῆς ἁγίας παρθένου ναὸν λαβὼν ἄνθρωπος γέγονε δι' ἡμᾶς·
Recklessly did certain men, as we said in what precedes, insist that the Word of God was then first called into being, when, taking the temple from the holy Virgin, he became man for our sakes;
正如我們在前面所說的,某些人竟魯莽地堅稱:神的道是到那時才頭一次被召入存在,就是當祂從聖童女取了那殿、為我們的緣故成為人的時候;
1:118
τί οὖν ἂν εἴη λοιπὸν, εἴπερ οὕτως ἔχοι φύσεως Υἱὸς, γενητὸς καὶ πεποιημένος, καὶ τοῖς ἄλλοις ἅπασιν ὁμοφυὴς, οἷς ἐξ οὐκ ὄντων γένεσις, καὶ τὸ τῆς δουλείας ὄνομά τε καὶ πρᾶγμα δικαίως ἐπαλη θεύεται; τί γὰρ τῶν πεποιημένων τὴν ὑπὸ τῷ πάντων κρατοῦντι Θεῷ δουλείαν ἀκινδύνως παραιτήσεται; τί δὲ οὐχ ὑποκύψει τῇ κατὰ πάντων ἀρχῇ τε καὶ ἐξουσίᾳ καὶ κυριό τητι, ἣν καὶ αὐτός που σημαίνει λέγων Σολομών Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. ἕτοιμος γὰρ καὶ πολὺ λίαν εὐπρεπὴς εἰς δικαιοσύνην τῆς ἀρχῆς θρόνος, τῆς ἐπὶ πάντας δηλαδή
What then would remain, if the Son were thus in nature—either a thing made and fashioned, and of like nature with all the rest, whose coming into being is out of things not being, and for whom the name and reality of servitude are justly verified? For what among things made will without danger decline the servitude under God who rules over all? And what will not bow beneath the rule and authority and lordship over all, which Solomon himself also somewhere signifies, saying: For with righteousness is a throne of rule made ready. For the throne of rule—of that which is over all, that is—is ready and very exceedingly becoming unto righteousness.
那麼,若聖子在本性上是如此,就剩下甚麼可說的呢?——祂豈不成了受造、被塑成之物,與其餘一切本是從無中受造之物同性,並且「奴僕」之名與實都要在祂身上被正當地證實了嗎?因為受造之物中有哪一樣能毫無危險地推卸在那統管萬有之神之下為奴呢?又有哪一樣不俯伏在那統管、權柄與主權之下呢?這權柄所羅門自己也在某處指明,說:「因為寶座是憑公義而預備的。」因為那統管的寶座——即那統管萬有者的寶座——是為公義而預備、且極其合宜的。
1:119
καὶ τίς θρόνος περὶ οὗ νῦν λόγος, ἄκουε λέγοντος τοῦ Θεοῦ δι' ἑνὸς τῶν ἁγίων οὐρανός μοι θρόνος. οὐκοῦν ἕτοιμος εἰς δικαιοσύνην οὐρανὸς, τουτέστι, τὰ ἐν τοῖς οὐρανοῖς ἅγια πνεύματα
And what the throne is concerning which the discourse now runs, hear God saying through one of the saints: Heaven is my throne. Therefore heaven is ready unto righteousness—that is, the holy spirits in the heavens.
至於此刻論述所論的寶座是甚麼,你可聽神藉著一位聖徒說:「天是我的座位。」所以天是為公義而預備的——也就是諸天上的聖潔靈體。
1:120
ἄλλοις, εἴπερ ἐστὶ κατ' ἐκείνους ὀψι γενὴς καὶ τῶν ἐν χρόνῳ πεποιημένων εἷς·
to others, if according to those men he is late-born and one of the things made in time;
若照那些人所說,祂是晚生的、且是在時間中受造之物中的一個,那就要歸於別的一類了;
1:121
ἀναγκαίως μακάριος Εὐαγγελιστὴς δριμύτερον τοῖς ἑτεροδιδασκαλοῦσιν ἐπιπηδᾷ, καὶ δουλείας μὲν ἁπάσης ἐξέλκει τὸν Υἱόν·
of necessity the blessed Evangelist leaps more keenly upon those who teach otherwise, and draws the Son out of all servitude;
蒙福的福音書作者就必然更為銳利地撲向那些傳異教的人,並將聖子從一切奴役中拉出來;
1:122
ἐκ δὲ τῆς ἐλευθέρας καὶ πάντων ἀρχούσης οὐσίας ἐκπεφήνοτα δεικνύει, καὶ ἐν αὐτῇ φυσικῶς ὑπάρχειν ἰσχυρίζεται λέγων Ἐν ἀρχῇ ἦν Λόγος
and he shows him to have shone forth from the free substance that rules over all, and insists that he is naturally within it, saying: In the beginning was the Word.
他顯明聖子是從那自由的、統管萬有的本質而發出的,並堅稱祂本性地在其中,說:「太初有道。」
1:123
ἐπιπλέκει δὲ τῷ τῆς ἀρχῆς ὀνόματι χρησίμως τὸ ἦν, ἵνα μὴ μόνον εὐκλεὴς, ἀλλὰ νοῆται καὶ προαιώνιος·
And to the name of 'beginning' he usefully interweaves the 'was,' in order that he may be conceived not only as glorious, but also as pre-eternal;
並且,他有益地將「有」字與「起初」之名交織在一起,好使聖子不僅被設想為榮耀的,也被設想為先於諸世的;
1:124
τέθειται γὰρ ἐν τούτοις τὸ ἦν, εἰς βαθεῖάν τινα καὶ ἀκατάληπτον καὶ τὴν ἔξω χρόνων ἄῤῥητον γέννησιν ἀνατεῖνον τοῦ θεωροῦντος τὴν ἔννοιαν
for the 'was' is placed in these words as stretching out the thought of the beholder unto a certain deep and incomprehensible begetting, ineffable and beyond time.
因為「有」字置於這些話中,乃是要將觀者的意念伸展到某種深邃而無法理解、不可言喻、且在時間之外的受生。
1:125
τὸ γὰρ ἦν ἀδιορίστως. ἐκφωνηθὲν, εἰς ποῖον ἡμῖν καταλήξει τόπον, ἀεὶ προελαύνειν τοῦ διώκοντος νοῦ πεφυκὸς, καὶ ἥνπερ ἂν οἴηταί τις ἔχειν αὐτοῦ τὴν κατάπαυσιν, ταύτην τοῦ ἐπέκεινα δρόμου ποιού μενον ἀρχήν; ἦν οὖν Λόγος ἐν ἀρχῇ, τουτέστιν, ὡς ἐν ἀρχῇ τῇ ἐπὶ πάντα, καὶ ἐξ αὐτῆς ὑπάρχων φυσικῶς τὸ δεσποτικὸν ἔχων ἀξίωμα·
For the 'was,' being uttered without limit, into what place will it terminate for us, seeing that it is by nature ever advancing forward beyond the pursuing mind, and making whatever cessation of it anyone may suppose it to have, the beginning of a course yet further beyond? The Word, therefore, was in the beginning—that is, as in the beginning which is over all things, and existing naturally from it, having the lordly dignity;
因為「有」字既是無界限地被說出,它究竟要在何處為我們止住呢?既然它本性上總是向前推進、超越那追逐的心思,並使人所臆測它有的任何止息之處,反成為更向前奔跑的開端?所以聖道太初就有——也就是說,如在那超乎萬有的起初裡面,並本性地由它而存在,擁有那作主的尊榮;
1:126
εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἔτι γενητὸς πεποιημένος; ὅπου δὲ ὅλως τὸ ἦν, κατὰ τίνα τρόπον τὸ οὐκ ἦν εἰσβήσεται, ποῖον ἕξει λοιπὸν τὸν κατὰ τοῦ Υἱοῦ τόπον;. ΚΕΦΑΛΗ Β
But if this is true, how is he still a thing made or fashioned? And where there is altogether the 'was,' in what manner shall the 'was not' enter in, or what place henceforth will it have against the Son? — CHAPTER II.
然而若這是真的,祂怎還會是受造、被塑成之物呢?既然完全有「有」,那麼「本無」要以甚麼方式進來呢?或者,它此後對聖子還有甚麼立足之地呢?——第二章。
1:127
Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ Πατήρ
That the Son, being both God and of one substance with the Father, exists in his own hypostasis, and likewise also the Father.
論聖子既是神、又與父同質,卻存在於自己的位格中,父也同樣如此。
1:128
Καὶ Λόγος ἦν πρὸς τὸν Θεόν
And the Word was with God.
道與神同在。
next part →
1