📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › On the Divine Images

John of Damascus

On the Divine Images 1

Greek original · 1295 verses · some words can be tapped for a gloss

1:1
Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος ἀπολογητικὸς πρὸς τοὺς διαβάλλοντας τὰς ἁγίας εἰκόνας
An apologetic treatise by our father among the saints, John of Damascus, against those who slander the holy icons.
我們聖父大馬士革的約翰所著、駁斥那些誹謗聖像之人的護教論文。
1:2
Ἐχρῆν μὲν ἡμᾶς ἀεὶ τῆς ἑαυτῶν συναισθανομένους ἀναξιότητος σιγὴν ἄγειν καὶ θεῷ τὴν τῶν ἡμαρτημένων ἡμῖν προσάγειν ἐξομολόγησιν, ἀλλ' ἐπειδὴ πάντα καλὰ ἐν καιρῷ αὐτῶν, ὁρῶ δὲ τὴν ἐκκλησίαν, ἣν θεὸς ᾠκοδόμησεν ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν ὄντος ἀκρογωνιαίου Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ βαλλομένην ὥσπερ θαλαττίῳ κλύδωνι κύμασιν ἀλλεπαλλήλοις κορυφουμένῳ, ἐξ ἐπαχθεστάτης φορᾶς τῶν πονηρῶν πνευμάτων κυκωμένην τε καὶ ταραττομένην, καὶ τὸν χιτῶνα Χριστοῦ τὸν ἄνωθεν ὑφαντὸν διαιρούμενον, ὃν ἀσεβῶν διελεῖν ηὐθαδιάσαντο παῖδες, καὶ τὸ σῶμα αὐτοῦ εἰς διαφόρους δόξας κατατεμνόμενον, ἐστιν τοῦ θεοῦ λαὸς καὶ τῆς ἐκκλησίας ἄνωθεν κεκρατηκυῖα παράδοσις, οὐκ εὔλογον ἡγησάμην σιγᾶν καὶ δεσμὸν ἐπιθεῖναι τῇ γλώσσῃ τὴν ἠπειλημένην ἀπόφασιν ὑφορώμενος τὴν φάσκουσαν·
We ought always, conscious of our own unworthiness, to keep silence and offer to God the confession of our sins. But since all things are good in their season, and since I see the Church—which God built upon the foundation of the apostles and prophets, Christ His Son being the cornerstone—being battered as by a sea-storm with waves rising one upon another, churned and troubled by the most grievous onslaught of evil spirits, and the seamless robe of Christ, woven from above, being torn (which the children of the impious have presumptuously divided), and His body cut up into differing opinions—that is, the people of God and the tradition that has prevailed in the Church from of old—I did not think it reasonable to keep silent and bind a chain upon my tongue, fearing the threatened sentence which declares:
我們本應常存自知不配之心,緘默不言,向神獻上我們所犯罪過的認罪。但既然萬事都有定時,又見神所建立的教會——這教會立在使徒和先知的根基上,以祂的兒子基督為房角石——如今卻像被海濤洶湧、波浪相疊一般遭受擊打,被惡靈最沉重的衝擊所攪亂困擾;又見基督那從上織成、無縫的衣袍正被撕裂(那些不敬虔之人的兒女竟擅自將它分割),祂的身體也被切割成種種紛歧的見解——這身體就是神的子民,以及教會自古所持守的傳統——我便認為緘默不言、用鎖鏈捆住自己的舌頭並不合宜,因我畏懼那警告的判語,就是說:
1:3
Ἐὰν ὑποστείλῃ, οὐκ εὐδοκεῖ ἐν σοὶ ψυχή μου, καὶ ἐὰν ἴδῃς τὴν ῥομφαίαν ἐρχομένην καὶ μὴ ἀναγγείλῃς τῷ ἀδελφῷ σου, ἐκ σοῦ ἐκζητήσω τὸ αἷμα αὐτοῦ. Φόβῳ τοίνυν ἀφορήτῳ βαλλόμενος ἐπὶ τὸ λέγειν ἐλήλυθα οὐ βασιλέων ὕψος πρὸ τῆς ἀληθείας τιθείς·
"If anyone draws back, my soul has no pleasure in him"; and, "If you see the sword coming and do not warn your brother, I will require his blood from your hand." Struck therefore by an unbearable fear, I have come forward to speak, not setting the eminence of kings before the truth.
「若有人退後,我心裡就不喜歡他」;又說:「你若見刀劍臨到卻不警告你的弟兄,我必向你討他的血。」因此我被一種難以承受的畏懼所震懾,便挺身而出,不將君王的尊位置於真理之上。
1:4
ἐλάλουν γάρ, ἤκουσα τοῦ θεοπάτορος λέγοντος Δαυίδ, ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην, ἀλλὰ μᾶλλον καὶ μᾶλλον τούτῳ πρὸς τὸ λέγειν νυττόμενος
"For I spoke," I heard David, the ancestor of God, saying, "before kings, and was not ashamed"; rather, by this I am pricked more and more to speak.
「我也要在君王面前講論」——我聽見作為神之祖先的大衛這樣說——「並不至於羞愧」;反倒因此越發被激動去發言。
1:5
Δεινὸν γὰρ βασιλέως λόγος πρὸς ὑπαγωγὴν τῶν ὑπηκόων·
For the word of a king is powerful to sway his subjects.
因為君王的話有強大的力量使臣民順從。
1:6
ὀλίγοι γάρ, ὅσοι τῶν ἀνέκαθεν τῶν βασιλικῶν κατωλιγώρησαν θεσπισμάτων, ὅσοι τὸν ἐπὶ γῆς βασιλέα βασιλευόμενον οἴδασιν ἄνωθεν, καὶ ὡς κρατοῦσιν οἱ νόμοι τῶν βασιλέων
For few are they who from the beginning have disdained the royal decrees; few who know that the king upon earth is himself ruled from above, and that the laws hold sway over kings.
因為自古以來輕看君王命令的人甚少;少有人知道地上的君王其實是受上頭管轄的,且律法也轄制君王。
1:7
Πρῶτον μὲν οὖν ἁπάντων οἷόν τινα τρόπιν θεμέλιον τῷ λογισμῷ καταπήξας τὴν τῆς ἐκκλησιαστικῆς θεσμοθεσίας συντήρησιν, δι' ἧς σωτηρία προσγίνεσθαι πέφυκε, τοῦ λόγου τὴν βαλβίδα ἠνέῳξα καὶ τοῦτον ὥσπερ ἵππον εὐχάλινον τῆς ἀφετηρίας παρώρμησα
First of all, then, having fixed as a keel or foundation for my reasoning the preservation of the Church's lawful ordinances—through which salvation naturally comes—I opened the starting-gate of my discourse and urged it forward like a well-bridled horse from the starting line.
因此,我首先把教會合法律例的持守安置為我推理的龍骨或根基——救恩本是藉此而來——然後便開啟論述的閘門,催趕它如一匹勒得馴良的馬從起跑線奔出。
1:8
Δεινὸν γὰρ ὄντως ᾠήθην καὶ πέρα δεινῶν τοσούτοις τὴν ἐκκλησίαν ἀμαρύσσουσαν προτερήμασι καὶ ταῖς τῶν εὐσεβεστάτων ἀνδρῶν ἄνωθεν παραδόσεσιν ὡραϊσθεῖσαν παλινοστεῖν ἐπὶ τὰ πτωχὰ στοιχεῖα, φοβουμένην φόβον, οὗ οὐκ ἔστι φόβος, καὶ ὥσπερ οὐκ ἐγνωκυῖαν τὸν ὄντως θεὸν ὑφορᾶσθαι τὸν εἰς εἰδωλολατρείαν ὄλισθον καὶ κἂν γοῦν ἐν σμικροτάτῳ τῆς τελειότητος λείπεσθαι, ὥσπερ τινὰ στιγμὴν ἐπίμωμον ἐν μέσῳ προσώπου λίαν ὡραϊσμένου φέρουσαν, τῷ ἀπόσῳ τοῦ παρ εγγράμματος τοῦ κάλλους τὸ πᾶν λυμαινομένην·
For I truly thought it terrible, and beyond terrible, that the Church—gleaming with so many excellences and adorned by the traditions of the most pious men of old—should turn back to the beggarly elements, fearing a fear where there is nothing to fear, and, as though it had not known the true God, dreading the slide into idolatry, and falling short of perfection even in the smallest degree—like one bearing some unsightly blemish in the midst of a most beautiful face, ruining the whole beauty by the disproportion of that marred portion.
因為我實在認為這是可怕、甚至超乎可怕的事:教會本以許多卓越之處閃耀光輝,又以古時最敬虔之人的傳統為妝飾,如今竟回轉到那卑賤的小學,在毫無可懼之處妄自畏懼,彷彿不認識真神一般,惟恐滑入偶像崇拜,以致在最微小之處也虧缺了完全——好像一張極美的臉中間帶著一個難看的瑕疵,因那受損部分的不協調而毀了整體的美。
1:9
οὐ γὰρ μικρὸν τὸ μικρόν, ὅταν εἰς μέγα ἐκφέρῃ, ὅπου γε οὐδὲ σμικρὸν τὸ παρεγχάραγμα ἄνωθεν κεκρατηκυῖαν ἐκκλησίας ἀνατραπῆναι παράδοσιν, οἷα κατεγνωσμένων τῶν προκαθηγησαμένων ἡμᾶς, ὧν ἐχρῆν ἀναθεωροῦντας τὴν ἀναστροφὴν μιμεῖσθαι τὴν πίστιν
For the small is not small when it issues in something great—seeing that it is no small thing for a tradition of the Church, which has prevailed from of old, to be overturned, as though those who guided us before were condemned, whose conduct we ought rather to contemplate and whose faith we ought to imitate.
因為小事一旦發展成大事便不是小事——況且要推翻教會自古所持守的傳統,絕非小事,這彷彿是定罪那些從前引領我們的人,而我們本應省察他們的行事為人,效法他們的信心。
1:10
Ἐκλιπαρῶ τοίνυν πρῶτον μὲν τὸν παντοκράτορα κύριον, γυμνὰ πάντα καὶ τετραχηλισμένα, πρὸς ὃν ἡμῖν λόγος, εἰδότα τῆς ταπεινῆς μου γνώμης ἐν τούτῳ τὸ ἀκραιφνὲς καὶ τοῦ σκοποῦ τὸ εἰλικρινές, δοῦναί μοι λόγον ἐν ἀνοίξει τοῦ στόματός μου καὶ τοῦ νοῦ τὰς ἡνίας οἰκείαις χερσὶν ἀναδέξασθαι καὶ τοῦτον πρὸς ἑαυτὸν ἐπισπάσασθαι, πρὸς ἐνώπιόν τε καὶ εὐθεῖαν τρίβον τὴν ῥύμην ποιούμενον μὴ ἐγκλίνοντα πρὸς τὰ δοκοῦντα δεξιὰ ἀναφανδὸν ἀριστερὰ γνωριζόμενα, – μεθ' ὃν ἅπαντα τὸν τοῦ θεοῦ λαόν, τὸ ἔθνος τὸ ἅγιον, τὸ βασίλειον ἱεράτευμα, σὺν τῷ καλῷ ποιμένι τῆς λογικῆς Χριστοῦ ποίμνης, τῷ τὴν Χριστοῦ ἱεραρχίαν ἐν ἑαυτῷ ὑπογράφοντι, δέξασθαί μου τὸν λόγον μετ' εὐμενείας, μὴ τῷ
I therefore earnestly entreat, first of all, the Lord almighty, before whom all things are naked and laid bare, to whom our discourse is directed—who knows in this the sincerity of my humble mind and the purity of my aim—to grant me a word in the opening of my mouth, and to take the reins of my mind in His own hands and draw it to Himself, making it run a straight course before His face, not inclining to what seems right-hand nor to what is openly recognized as left-hand. And after Him, I entreat all the people of God, the holy nation, the royal priesthood, together with the good shepherd of Christ's rational flock—who portrays in himself the hierarchy of Christ—to receive my word with kindness, not
因此我首先懇切祈求全能的主——在祂面前萬物都是赤露敞開的,我們的論述也是向著祂——祂知道我卑微心思在此事上的純全,以及我目標的真誠——求祂在我開口時賜我言語,親手執掌我心思的韁繩,把它牽引到祂自己那裡,使它在祂面前奔走正直的道路,不偏向那看似右邊的,也不偏向那顯然被認作左邊的。在祂之後,我也懇求神的全體子民、聖潔的國度、君尊的祭司,連同基督屬靈羊群的良牧——就是那在自身彰顯基督聖職體系的人——以善意接納我的話,不要
1:11
ἐλαχίστῳ τῆς ἀξίας προσέχοντας λόγων ἐπιζητοῦντας στροφάς, ἐπεὶ τούτων οὐ παντελῶς, ἴδρις πένης ἐγώ, ἀλλὰ τῆς τῶν νοημάτων φροντίσαι δυνάμεως (οὐ γὰρ ἐν λόγῳ βασιλεία τῶν οὐρανῶν, ἀλλ' ἐν δυνάμει
attending to the slightness of its merit nor seeking turns of phrase. For I, the poor man, am by no means skilled in these things, but rather concern myself with the force of the ideas (for the kingdom of heaven is not in word, but in power).
在意其價值的微小,也不尋求言辭的華麗。因為我這貧窮人在這些事上毫無技巧,反倒留心於思想的力量(因為神的國不在乎言語,乃在乎權能)。
1:12
οὐ γὰρ νικῆσαι σκοπός, ἀλλὰ τῇ ἀληθείᾳ πολεμουμένῃ χεῖρα ὀρέξαι, τῆς προαιρέσεως ὀρεγούσης χεῖρα δυνάμεως
For my aim is not to win, but to stretch out a hand to truth when she is assailed—my resolve stretching out the hand of its power.
因為我的目的不是要得勝,而是當真理受攻擊時向她伸出援手——以我的決心伸出能力之手。
1:13
Ἀρωγὸν τοίνυν τὴν ἐνυπόστατον ἐπικεκλημένος ἀλήθειαν ἐντεῦθεν τοῦ λόγου τὰς ἀρχὰς ποιήσομαι
Having therefore called upon the substantial Truth as my helper, I will from here make the beginnings of my discourse.
因此,我既呼求那有位格的真理為我的幫助,便要從此開始我的論述。
1:14
Ἰωάννου ταπεινοῦ μοναχοῦ Δαμασκηνοῦ πρὸς τοὺς καταλέγοντας τὰς εἰκόνας λόγος δεύτερος
Of John, the humble monk of Damascus, a second treatise against those who reject the icons.
大馬士革謙卑的修士約翰所著、駁斥那些棄絕聖像之人的第二篇論文。
1:15
Δότε συγγνώμην αἰτοῦντι, δεσπόται μου, καὶ δέξασθε πληροφορίας λόγον παρ' ἐμοῦ τοῦ ἀχρείου καὶ ἐλαχίστου δούλου τῆς τοῦ θεοῦ ἐκκλησίας
Grant pardon to one who asks it, my masters, and receive a word of full assurance from me, the worthless and least servant of the Church of God.
我的主們,請寬恕我這懇求者,並請從我這神教會中無用又至微的僕人領受這充分確信的話語。
1:16
Οὐ γὰρ δόξης ἕνεκεν φανητιασμοῦ πρὸς τὸ λέγειν ὥρμησαθεὸς μάρτυς–, ἀλλὰ ζήλῳ ἀληθείας·
For it was not for the sake of glory or display that I set out to speak—God is my witness—but out of zeal for the truth.
因為我起來發言並非為了榮耀或炫耀——神可作見證——乃是出於對真理的熱忱。
1:17
αὐτὸν γὰρ μόνον ἐλπίδα σωτηρίας κέκτημαι καὶ σὺν αὐτῷ ὑπαντῆσαι τῷ δεσπότῃ Χριστῷ ἐλπίζω καὶ εὔχομαι τοῦτον αὐτῷ προσφέρων, τῶν ἀτόπως μοι πεπλημμελημένων γενέσθαι ἐξίλασμα
For Him alone I possess as my hope of salvation, and with Him I hope to meet the Master Christ; and I pray, offering this to Him, that it may become an atonement for the things I have wrongly transgressed.
因為我惟以祂為我得救的盼望,並盼望與祂一同迎見主基督;我祈求,將此獻給祂,願它能為我所犯的種種過錯作贖罪之憑藉。
1:18
μὲν γὰρ τὰ πέντε τάλαντα παρὰ τοῦ δεσπότου λαβὼν ἕτερα πέντε κερδήσας προσήγαγε, καὶ τὰ δύο ἰσάριθμα δύο·
For he who received the five talents from the master gained another five and brought them; and he who received the two brought an equal number, two more.
因為那從主人領了五千銀子的,又賺了五千帶來;那領二千的,也照樣多賺了二千。
1:19
δὲ τὸ ἓν εἰληφὼς κατορύξας καὶ ἄκαρπον τοῦτο προσαγαγὼν πονηρὸς δοῦλος ἀκούσας εἰς τὸ ἐξώτερον κατακέκριται σκότος
But he who had received the one, having buried it and brought it back fruitless, was called a wicked servant and condemned to the outer darkness.
惟有那領一千的,把它埋藏起來,毫無果效地帶回,被稱為惡僕,定罪丟在外面的黑暗裡。
1:20
Ὅπερ ἐγὼ μὴ παθεῖν ὑφορώμενος τῷ δεσποτικῷ ὑπείκω προστάγματι καὶ τὸ δεδομένον μοι παρ' αὐτοῦ τοῦ λόγου τάλαντον ὑμῖν παρατίθημι τοῖς φρονίμοις τραπεζίταις, ὅπως ἐλθὼν κύριός μου εὕροι πολυπλασιαζόμενον καὶ τόκον καρποφοροῦν ψυχῶν καὶ δοῦλον πιστὸν εὑρὼν εἰσαγάγῃ με εἰς τὴν πεποθημένην μοι γλυκυτάτην χαρὰν αὐτοῦ
Fearing lest I should suffer this, I yield to the Master's command and set before you—the prudent bankers—the talent of speech given me by Him, that when my Lord comes He may find it multiplied, bearing the interest of souls, and finding me a faithful servant, may lead me into His own most sweet and longed-for joy.
我惟恐遭受這樣的結局,便順服主人的命令,將祂所賜我言語的這一千銀子交託給你們這些精明的銀錢兌換商,好叫我主來的時候,看見它已經倍增,結出眾靈魂的利息,並尋見我這忠心的僕人,領我進入祂那為我所渴慕、至甘甜的喜樂。
1:21
Ἀλλὰ δότε μοι οὖς ἀκροάσεως καὶ τὰς τραπέζας τῶν καρδιῶν ἀναπετάσαντες δέξασθέ μου τὸν λόγον καὶ εἰλικρινῶς διακρίνατε τῶν λεγομένων τὴν δύναμιν
But give me the ear of attention, and opening wide the tables of your hearts, receive my word, and sincerely discern the force of what is said.
求你們側耳聆聽,敞開你們心版的桌案,領受我的話,真誠地辨明所言的力量。
1:22
Δεύτερον δὲ τοῦτον τὸν λόγον περὶ εἰκόνων συνέταξα·
I have composed this as a second treatise concerning icons;
我已將此編寫為論聖像的第二篇論文;
1:23
τινὲς γὰρ τῶν τέκνων τῆς ἐκκλησίας ὑπέθεντό μοι τοῦτο ποιῆσαι διὰ τὸ μὴ πάνυ εὐδιάγνωστον τοῖς πολλοῖς τὸν πρῶτον εἶναι
for some of the Church's children urged me to do this, because the first was not very easy for most to understand.
因為教會中有些兒女力勸我這樣做,緣於第一篇對大多數人而言不甚容易明白。
1:24
Ἀλλὰ καὶ ἐν τούτῳ σύγγνωτέ μοι ὑπακοὴν ἐκπληρώσαντι
But in this too forgive me, who have only fulfilled an act of obedience.
在這事上也請寬恕我,我不過是盡了順服的本分。
1:25
Τοῦ αὐτοῦ ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ λόγος πρὸς τοὺς ἀποβαλλομένους τὰς σεπτὰς καὶ ἁγίας εἰκόνας
By the same holy John of Damascus, a treatise against those who reject the venerable and holy icons.
同一位聖大馬士革的約翰所著、駁斥那些棄絕可敬聖像之人的論文。
1:26
͂, Ἔθος ἐστὶν τῷ πονηρῷ καὶ ἀρχεκάκῳ ὄφει, τῷ διαβόλῳ φημί, πολυτρόπως πολεμεῖν τῷ κατ' εἰκόνα θεοῦ πλαστουργηθέντι ἀνθρώπῳ καὶ διὰ τῶν ἐναντίων τὸν αὐτοῦ κατεργάζεσθαι θάνατον
It is the custom of the wicked serpent, the author of evil—I mean the devil—to war in manifold ways against man, who was fashioned according to the image of God, and to work man's death through opposites.
那惡毒、罪惡之源的蛇——我是指魔鬼——慣於用各樣詭計攻擊照神形像受造的人,並藉著相反的手段謀害人的死亡。
1:27
Εὐθὺς μὲν γὰρ ἐν ἀρχῇ ἐλπίδα καὶ ἐπιθυμίαν θεώσεως αὐτῷ ἔσπειρε καὶ δι' αὐτῆς εἰς τὸν τῶν ἀλόγων κατήγαγε θάνατον, οὐ μὴν ἀλλὰ καὶ αἰσχραῖς καὶ ἀλόγοις ἡδοναῖς πολλάκις αὐτὸν ἐδελέασε
For straightway in the beginning he sowed in man the hope and desire of deification, and through it brought him down to the death of the irrational beasts; and moreover he often enticed him with shameful and irrational pleasures.
因為一開始他就在人裡面撒下成神的盼望與慾望,並藉此把人帶到如無理性之獸的死亡裡;不僅如此,他還常用可恥、無理性的情慾誘惑人。
1:28
Πόσον δὲ τὸ διάμετρον θεώσεως καὶ ἀλόγου ἐπιθυμίας
How great is the gulf between deification and irrational desire!
成神與無理性的慾望之間相差何等遙遠!
1:29
Ποτὲ μὲν εἰς ἀθεότητα ἤγαγε, καθώς φησιν θεοπάτωρ Δαυίδ·
At times he led men into atheism, as David the ancestor of God declares:
有時他把人引向無神論,正如作為神之祖先的大衛所宣告的:
1:30
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ·
"The fool has said in his heart,
「愚頑人心裡說:
1:31
Οὐκ ἔστι θεός, ποτὲ δὲ εἰς πολυθεΐαν·
There is no God"; and at other times into polytheism.
沒有神」;有時又把人引向多神論。
1:32
καὶ ποτὲ μὲν μηδὲ τῷ φύσει προσκυνεῖν θεῷ ἔπεισε, ποτὲ δὲ δαίμοσιν, ἔτι δὲ οὐρανῷ τε καὶ γῇ, ἡλίῳ καὶ σελήνῃ καὶ ἀστράσι καὶ τῇ λοιπῇ κτίσει μέχρι κνωδάλων καὶ ἑρπετῶν προσκυνεῖν παρεσκεύασεν
And sometimes he persuaded men not to worship God who is God by nature; at other times he prepared them to worship demons, and further the heaven and the earth, the sun and the moon and the stars and the rest of creation, down even to vermin and creeping things.
有時他勸人不去敬拜那本性為神的神;有時又使他們去敬拜諸鬼魔,甚至敬拜天地、日月星辰,以及其餘的受造物,連蟲蛇爬物也不例外。
1:33
Ὁμοίως γάρ ἐστι χαλεπὸν καὶ τὸ τοῖς τιμίοις τὴν ὀφειλομένην μὴ προσάγειν τιμὴν καὶ τοῖς ἀτίμοις τὴν μὴ προσήκουσαν προσάπτειν δόξαν
For it is equally grievous both not to render the due honor to things honorable, and to attach undue glory to things unworthy.
因為不將當得的尊榮歸給尊貴之物,與將不相稱的榮耀歸給卑賤之物,二者同樣有害。
1:34
Πάλιν τινὰς μὲν συνάναρχον τῷ θεῷ τὴν κακίαν λέγειν ἐδίδαξε, τινὰς δὲ αἴτιον τῆς κακίας τὸν φύσει ἀγαθὸν θεὸν ὁμολογεῖν ἐξηπάτησε
Again, he taught some to say that evil is co-eternal with God, and deceived others into confessing that God, who is good by nature, is the cause of evil.
他又教導一些人說惡與神同樣是無始的,並欺哄另一些人承認本性為善的神是惡的根源。
1:35
Καὶ οὓς μὲν μίαν φύσιν καὶ μίαν ὑπόστασιν τῆς θεότητος ἀφρόνως λέγειν ἐπλάνησεν, οὓς δὲ τρεῖς φύσεις καὶ τρεῖς
And some he led astray to say senselessly that there is one nature and one hypostasis of the Godhead; and others he corrupted into impiously worshiping three natures and three
他誤導一些人愚妄地說神性只有一個本性、一個位格;又敗壞另一些人,使他們不法地敬拜三個本性、三個
1:36
ὑποστάσεις ἀθέσμως σέβειν ἐνόθευσε
hypostases.
位格。
1:37
Καὶ τισὶ μὲν μίαν ὑπόστασιν καὶ μίαν φύσιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ ἑνὸς τῆς ἁγίας τριάδος, τισὶ δὲ δύο φύσεις καὶ δύο ὑποστάσεις τοῦ αὐτοῦ δοξάζειν ὑπέθετο
And to some he suggested glorifying one hypostasis and one nature of our Lord Jesus Christ, the one of the Holy Trinity; to others, two natures and two hypostases of the same.
他向一些人提議說,我們的主耶穌基督——三位一體中之一位——只當以一個位格、一個本性來榮耀;又向另一些人提議說同一位有兩個本性、兩個位格。
1:38
δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ταῦτα ἀπαρνεῖται τὰ ἄτοπα καὶ διδάσκει ἕνα θεὸν ὁμολογεῖν, μίαν φύσιν ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι
But the truth, walking the middle road, rejects all these absurdities and teaches us to confess one God, one nature in three hypostases—Father and Son and Holy Spirit.
但真理行在中間的道路上,棄絕這一切謬妄,教導我們承認一位神,三個位格中只有一個本性——父、子、聖靈。
1:39
Τὴν δὲ κακίαν οὐκ οὐσίαν, ἀλλὰ συμβεβηκός φησιν, ἔννοιάν τινα καὶ λόγον καὶ πρᾶξιν παρὰ τὸν νόμον τοῦ θεοῦ, ἐν τῷ ἐννοεῖσθαι καὶ λέγεσθαι καὶ πράττεσθαι τὴν ὕπαρξιν ἔχουσαν καὶ ἅμα τῷ παύσασθαι ἀφανιζομένην
And it says that evil is not a substance but an accident—a certain thought, word, and deed contrary to the law of God—having its existence in being thought, spoken, and done, and vanishing the moment it ceases.
真理又說惡不是實體,而是偶性——是某種違背神律法的思念、言語和行為——它的存在在於被思念、被說出、被行出,一旦止息便隨即消失。
1:40
Ἔτι δὲ καὶ τὸν ἕνα τῆς ἁγίας τριάδος, τὸν Χριστόν, δύο φύσεις κηρύττει καὶ μίαν ὑπόστασιν
And further it proclaims that the one of the Holy Trinity, Christ, has two natures and one hypostasis.
真理更宣告說,三位一體中之一位——基督——有兩個本性和一個位格。
1:41
δὲ ἀλήθεια μέσην ὁδὸν βαδίζουσα πάντα ἀπαρνεῖται τὰ ἄτοπα
But the truth, walking the middle road, rejects all the absurdities.
但真理行在中間的道路上,棄絕一切的謬妄。
1:42
͂, Ἀλλ' τῆς ἀληθείας ἐχθρὸς καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων πολέμιος ποτε δαιμόνων καὶ ἀσεβῶν ἀνθρώπων καὶ πετεινῶν καὶ κνωδάλων καὶ ἑρπετῶν εἰκόνας ποιεῖν καὶ ταύταις ὡς θεοῖς προσκυνεῖν οὐ μόνον τὰ ἔθνη, ἀλλὰ καὶ αὐτοὺς τοὺς υἱοὺς Ἰσραὴλ πολλάκις πλανήσας νῦν εἰρήνην ἔχουσαν τὴν τοῦ Χριστοῦ ἐκκλησίαν συνταράξαι σπουδάζει διὰ χειλέων ἀδίκων καὶ γλώσσης δολίας λόγοις θείοις τὴν κακίαν παραρτύων καὶ ταύτης τὸ ἄσχημον καὶ σκοτεινὸν εἶδος ἐπικαλύπτειν πειρώμενος καὶ τὰς καρδίας τῶν ἀστηρίκτων σαλεύειν ἐκ τῆς ἀληθοῦς καὶ πατροπαραδότου συνηθείας·
But the enemy of truth and adversary of human salvation—who once led astray not only the nations but the very sons of Israel many times, making them fashion images of demons and impious men and birds and beasts and creeping things and worship these as gods—now strives to throw into confusion the Church of Christ, which is at peace, through unjust lips and a deceitful tongue, seasoning his evil with divine words and trying to cover over its unseemly and dark form, and to shake the hearts of the unstable from the true custom handed down by the fathers.
但這真理的仇敵、人類救恩的對頭——他從前不但多次誤導列國,連以色列的子孫也多次被他誤導,使他們鑄造鬼魔、不敬虔之人、飛鳥、走獸、爬蟲的像,並把這些當作神來敬拜——如今又藉著不義的嘴唇和詭詐的舌頭,竭力攪亂那本處於平安的基督教會,用神聖的言語調和他的惡毒,試圖遮掩其醜陋黑暗的形貌,並要動搖那些不堅定之人的心,使他們離開父輩所傳真實的習慣。
1:43
ἀνέστησαν γάρ τινες λέγοντες, ὡς οὐ δεῖ εἰκονίζειν καὶ προτιθέναι εἰς θεωρίαν καὶ δόξαν καὶ θαῦμα καὶ ζῆλον τὰ τοῦ Χριστοῦ σωτήρια θαύματά τε καὶ πάθη καὶ τὰς τῶν ἁγίων ἀνδραγαθίας κατὰ τοῦ διαβόλου
For some have risen up saying that one ought not to depict and set forth, for contemplation and glory and wonder and zeal, the saving wonders and sufferings of Christ and the brave deeds of the saints against the devil.
因為有些人興起說,不應將基督拯救的神蹟與受難,以及眾聖徒抵擋魔鬼的英勇事蹟描繪出來、陳列出來,以供瞻仰、頌讚、稱奇和效法。
1:44
Καὶ τίς ἔχων γνῶσιν θείαν καὶ σύνεσιν πνευματικὴν οὐκ ἐπιγινώσκει, ὅτι ὑποβολὴ τοῦ διαβόλου ἐστίν; Οὐ θέλει γὰρ τὴν ἧτταν καὶ τὴν αἰσχύνην αὐτοῦ δημοσιεύεσθαι οὐδὲ τὴν τοῦ θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ δόξαν ἀνάγραπτον γίνεσθαι
And who that has divine knowledge and spiritual understanding does not recognize that this is a suggestion of the devil? For he does not wish his defeat and shame to be published abroad, nor the glory of God and of His saints to be recorded.
凡有屬神知識和屬靈悟性的人,誰不認得這是魔鬼的唆使呢?因為他不願自己的失敗和羞辱被公開傳揚,也不願神和祂眾聖徒的榮耀被記錄下來。
1:45
Εἰ μὲν γὰρ τοῦ θεοῦ τοῦ ἀοράτου εἰκόνα ἐποιοῦμεν, ὄντως ἡμαρτάνομεν·
For if we were making an image of the invisible God, we would indeed be sinning;
因為我們若是製作那不可見之神的像,我們確實是在犯罪;
1:46
ἀδύνατον γὰρ τὸ ἀσώματον καὶ ἀσχη μάτιστον καὶ ἀόρατον καὶ ἀπερίγραπτον εἰκονισθῆναι
for it is impossible that the bodiless, formless, invisible, and uncircumscribable be depicted in an image.
因為那無形體、無形狀、不可見、不可被局限者,是不可能被造成像的。
1:47
εἰ ἐποιοῦμεν εἰκόνας ἀνθρώπων καὶ ταύτας θεοὺς ἡγούμεθα καὶ ὡς θεοῖς ἐλατρεύομεν, ὄντως ἠσεβοῦμεν
If we were making images of men and reckoning them gods and serving them as gods, we would indeed be impious.
我們若是製作人的像,把它們當作神,又像對待神那樣事奉它們,我們確實是不敬虔的。
1:48
Ἀλλ' οὐδὲν τούτων ποιοῦμεν
But we do none of these things.
但這些事我們一樣也沒有做。
1:49
Θεοῦ γὰρ σαρκωθέντος καὶ ὀφθέντος ἐπὶ τῆς γῆς σαρκὶ καὶ ἀνθρώποις συναναστραφέντος δι' ἄφατον ἀγαθότητα καὶ φύσιν καὶ πάχος καὶ σχῆμα καὶ χρῶμα σαρκὸς ἀναλαβόντος τὴν εἰκόνα ποιοῦντες οὐ σφαλλόμεθα·
For since God was made flesh and appeared upon the earth in flesh and lived among men through His unutterable goodness, and took on the nature and density and form and color of flesh, we do not err in making His image;
因為神既成了肉身,以肉身顯現在地上,並因祂那難以言喻的良善與人同住,又取了肉身的本性、密度、形狀和顏色,我們製作祂的像便沒有錯;
1:50
ποθοῦμεν γὰρ αὐτοῦ ἰδεῖν τὸν χαρακτῆρα·
for we long to behold His likeness;
因為我們渴望瞻仰祂的容貌;
1:51
ὡς γάρ φησιν θεῖος ἀπόστολος·
as the divine apostle says:
正如那神聖的使徒所說:
1:52
Ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι νῦν βλέπομεν
"Now we see in a mirror, dimly."
「我們如今彷彿對著鏡子觀看,模糊不清。」
1:53
Καὶ εἰκὼν δὲ ἔσοπτρόν ἐστι καὶ αἴνιγμα ἁρμόζον τῇ τοῦ σώματος ἡμῶν παχύτητι·
And the icon too is a mirror and a riddle, suited to the density of our body;
聖像也是一面鏡子、一個謎,與我們身體的粗鈍相稱;
1:54
πολλὰ γὰρ κάμνων νοῦς οὐ δύναται ἐκβῆναι τὰ σωματικά, φησὶν θεῖος Γρηγόριος
for the mind, however much it labors, cannot go beyond bodily things, says the divine Gregory.
因為人的心思無論如何勞苦,也不能超越屬體的事物,這是神聖的貴格利所說的。
1:55
ἀπὸ σοῦ, φθονερὲ διάβολε, φθονεῖς ἡμῖν ἰδεῖν τὸ τοῦ δεσπότου ἡμῶν ὁμοίωμα καὶ δι' αὐτοῦ ἁγιασθῆναι καὶ ἰδεῖν αὐτοῦ τὰ σωτήρια πάθη καὶ θαυμάζειν αὐτοῦ τὴν συγκατάβασιν καὶ θεωρεῖν αὐτοῦ τὰ θαύματα καὶ ἐπιγινώσκειν καὶ δοξάζειν αὐτοῦ τὴν τῆς θεότητος δύναμιν
Out upon you, envious devil! You begrudge us the sight of our Master's likeness and our being sanctified through it, and our beholding His saving sufferings and marveling at His condescension and contemplating His miracles and acknowledging and glorifying the power of His divinity.
嫉妒的魔鬼啊,你給我走開!你嫉妒我們得見我們主的形像,並藉此得著聖化,又見祂拯救的受難、驚嘆祂的俯就、瞻仰祂的神蹟,並認識、頌讚祂神性的大能。
1:56
Φθονεῖς τοῖς ἁγίοις τῆς παρὰ θεοῦ δεδομένης αὐτοῖς τιμῆς
You begrudge the saints the honor given them by God.
你嫉妒眾聖徒從神所得的尊榮。
1:57
Οὐ θέλεις ὁρᾶν ἡμᾶς τὴν αὐτῶν δόξαν ἀνάγραπτον καὶ ζηλωτὰς γενέσθαι τῆς αὐτῶν ἀνδρείας καὶ πίστεως
You do not wish us to see their glory recorded and to become emulators of their courage and faith.
你不願我們看見他們的榮耀被記錄下來,並成為效法他們勇氣和信心的人。
1:58
Οὐ φέρεις τὴν ἐκ τῆς εἰς αὐτοὺς πίστεως προσγενομένην ἡμῖν σωματικήν τε καὶ ψυχικὴν ὠφέλειαν
You cannot bear the bodily and spiritual benefit that comes to us from faith in them.
你不能忍受我們因信靠他們而得來在身體和靈魂上的益處。
1:59
Οὐ πειθόμεθά σοι, δαῖμον φθονερὲ καὶ μισάνθρωπε
We will not obey you, envious and man-hating demon!
嫉妒又恨惡世人的鬼魔啊,我們絕不順從你!
1:60
Ἀκούσατε, λαοί, φυλαί, γλῶσσαι, ἄνδρες, γυναῖκες, παῖδες, πρεσβύται, νεανίσκοι καὶ νήπια, τὸ ἔθνος τῶν χριστιανῶν τὸ ἅγιον·
Hear, you peoples, tribes, tongues, men, women, children, old men, young men, and infants—the holy nation of Christians!
眾民、各族、各方言、男人、女人、孩童、老人、青年和嬰孩,就是基督徒這聖潔的國度啊,你們要聽!
1:61
Εἴ τις εὐαγγελίζεται ὑμᾶς, παρ' παρέλαβεν καθολικὴ ἐκκλησία παρὰ τῶν ἁγίων ἀποστόλων πατέρων τε καὶ συνόδων καὶ μέχρι τοῦ νῦν διεφύλαξε, μὴ ἀκούσητε αὐτοῦ μηδὲ δέξησθε τὴν συμβουλὴν τοῦ ὄφεως, ὡς ἐδέξατο Εὔα καὶ ἐτρύγησε θάνατον
If anyone preach to you anything beyond what the catholic Church received from the holy apostles, fathers, and councils, and has preserved until now, do not listen to him, nor receive the counsel of the serpent, as Eve received it and reaped death.
若有人傳給你們的,超過大公教會從聖使徒、教父和大公會議所領受、並持守至今的,你們不要聽他,也不要接受那蛇的勸告,正如夏娃接受了它便收取了死亡。
1:62
Κἂν ἄγγελος, κἂν βασιλεὺς εὐαγγελίζηται ὑμᾶς, παρ' παρελάβετε, κλείσατε τὰς ἀκοάς·
Even if an angel, even if a king, preach to you anything beyond what you received, shut your ears;
就是天使,就是君王,若傳給你們的超過你們所領受的,你們也要塞住耳朵;
1:63
ὀκνῶ γὰρ τέως εἰπεῖν, ὡς ἔφη θεῖος ἀπόστολος·
for I shrink for the present from saying, as the divine apostle said:
因為我此刻不忍說出那神聖使徒所說的話:
1:64
Ἀνάθεμα ἔστω, ἐκδεχόμενος τὴν
Let him be anathema—reserving that.
讓他被咒詛吧——這話我暫且保留。
1:65
Ἀλλὰ λέγουσιν οἱ μὴ ἐρευνῶντες τὸν νοῦν τῆς γραφῆς, ὅτι εἶπεν θεὸς διὰ Μωσέως τοῦ νομοθέτου·
But those who do not search out the meaning of Scripture say that God said through Moses the lawgiver:
但那些不探究聖經本意的人說,神藉著立法者摩西說過:
1:66
Οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ. καὶ διὰ Δαυὶδ τοῦ προφήτου·
"You shall not make any likeness of anything that is in heaven or that is on the earth." And through David the prophet:
「凡天上、地上之物,你不可為自己雕刻任何形像。」又藉著先知大衛說:
1:67
Αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν, καὶ τοιαῦτα πολλὰ ἕτερα
"Let all those be ashamed who worship carved images, who boast in their idols"—and many other such things.
「願一切敬拜雕刻偶像、因虛無之神自誇的,都蒙羞愧」——以及許多其他類似的話。
1:68
Ὅσα γὰρ ἂν ἐκ τῆς θείας γραφῆς καὶ ἐκ τῶν ἁγίων πατέρων προενέγκωσι, τῆς αὐτῆς ἐννοίας εἰσί
For whatever they may bring forward from the divine Scripture and from the holy fathers, it is all of the same import.
因為無論他們從神聖的經文和聖教父那裡引出甚麼,都是同一個意思。
1:69
Τί οὖν ἡμεῖς φαμεν πρὸς ταῦτα; Τί ἄλλο εἰ μὴ τὸ ὑπὸ τοῦ κυρίου τοῖς Ἰουδαίοις εἰρημένον ἐρευνᾶτε τὰς γραφάς; Καλὴ γὰρ τῶν γραφῶν ἔρευνα
What, then, do we say to these things? What else but that which was said by the Lord to the Jews: "Search the Scriptures"? For the searching of the Scriptures is good.
那麼,我們對這些有甚麼回應呢?無非是主對猶太人所說的話:「你們要查考聖經」?因為查考聖經乃是好的。
1:70
Ἀλλ' ἐνταῦθα νουνεχῶς προσέχετε
But here pay attention with understanding.
但在此處你們要用悟性留心。
1:71
Ἀδύνατον, ἀγαπητοί, θεὸν ψεύσασθαι·
It is impossible, O beloved, for God to lie;
親愛的,神是不能說謊的;
1:72
εἷς γάρ ἐστι θεός, εἷς νομοδότης παλαιᾶς καὶ καινῆς διαθήκης πάλαι λαλήσας πολυμερῶς καὶ πολυτρόπως τοῖς πατράσιν ἐν τοῖς προφήταις καὶ ἐπ' ἐσχάτων τῶν χρόνων ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ
for God is one, one lawgiver of the Old and the New Testament, who of old spoke to the fathers in many portions and in many ways by the prophets, and in these last days by His only-begotten Son.
因為神是一位,是新舊兩約獨一的立法者;祂在古時藉著眾先知多次多方曉諭列祖,在這末後的日子藉著祂的獨生子曉諭我們。
1:73
Προσέχετε τοίνυν μετὰ ἀκριβείας
Pay attention, therefore, with exactness.
因此,你們要仔細留心。
1:74
Τὸ πνεῦμα τὸ ἅγιον διὰ Παύλου τοῦ ἁγίου ἀποστόλου ἀπεφήνατο·
The Holy Spirit declared through Paul the holy apostle:
聖靈藉著聖使徒保羅宣告說:
1:75
Πολυμερῶς καὶ πολυτρόπως πάλαι θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις. Ὅρα, ὅτι πολυμερῶς καὶ πολυτρόπως ἐλάλησεν θεός
"In many portions and in many ways of old God spoke to the fathers by the prophets." Notice that God spoke in many portions and in many ways.
「神在古時藉著眾先知多次多方曉諭列祖。」要注意,神是多次多方曉諭的。
1:76
Ὥσπερ γὰρ ἐπιστήμων ἰατρὸς οὐ τὸ αὐτὸ εἶδος πᾶσι δίδωσιν πάντοτε, ἀλλ' ἑκάστῳ τὸ ἐπιτήδειον παρέχει καὶ πρόσφορον φάρμακον διακρίνων καὶ χώραν καὶ νόσον καὶ ὥραν τουτέστι καιρὸν καὶ ἕξιν καὶ ἡλικίαν·
For just as a skilled physician does not give the same remedy to all at all times, but provides to each the fitting and suitable medicine, distinguishing country and disease and hour—that is, the season—and constitution and age;
因為正如一位高明的醫生不對所有人總是給予同一種藥方,而是按各人給予合適而恰當的藥,分辨地域、疾病、時辰(就是時機)、體質和年齡;
1:77
καὶ τῷ μὲν νηπίῳ ἕτερον, τῷ δὲ τελείῳ κατὰ τὴν ἡλικίαν ἕτερον·
and gives one thing to the infant, another to the one mature in age;
對嬰孩給這一種,對年齡成熟的人給另一種;
1:78
ἄλλο τῷ ἀσθενεῖ καὶ ἄλλο τῷ ὑγιαίνοντι, καὶ ἑκάστῳ τῶν ἀσθενούντων οὐ τὸ αὐτό, ἀλλὰ πρὸς τὴν ἕξιν καὶ τὴν νόσον·
one to the sick and another to the healthy, and to each of the sick not the same, but according to constitution and disease;
對病人給一種,對健康的人給另一種,且對每個病人也不給同一種,而是按其體質和病症;
1:79
καὶ ἄλλο τῷ θέρει καὶ τῷ χειμῶνι ἕτερον, μετοπώρῳ τε καὶ ἔαρι, καὶ ἐν ἑκάστῳ τόπῳ κατὰ τὴν τοῦ τόπου ἐπιτηδειότητα
and one thing in summer, another in winter, and in autumn and in spring, and in each place according to the suitability of the place.
夏天給這一種,冬天、秋天和春天又給另一種,並在每個地方按該地的適宜情況。
1:80
Οὕτω καὶ ἄριστος τῶν ψυχῶν ἰατρὸς τοῖς ἔτι νηπίοις καὶ ἀρρωστοῦσι τὴν πρὸς εἰδωλολατρείαν νόσον καὶ τὰ εἴδωλα θεοὺς ἡγουμένοις καὶ ὡς θεοῖς αὐτοῖς προσκυνοῦσι καὶ ἀθετοῦσιν τὴν τοῦ θεοῦ προσκύνησιν καὶ τὴν αὐτοῦ δόξαν τῇ κτίσει προσάγουσιν ἀπηγόρευσε τοῦ ποιεῖν εἰκόνας
So too the excellent physician of souls forbade the making of images to those who were still infants and sick with the disease of inclining to idolatry—who reckoned idols to be gods and worshiped them as gods, and rejected the worship of God and offered His glory to the creation.
照樣,那至善的靈魂醫生也禁止那些仍是嬰孩、患著傾向偶像崇拜之病的人製作像——這些人把偶像當作神,像敬拜神一樣敬拜它們,又棄絕對神的敬拜,把祂的榮耀歸給受造物。
1:81
Θεοῦ μὲν γὰρ τοῦ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀύλου καὶ μήτε σχῆμα μήτε περιγραφὴν μήτε κατάληψιν ἔχοντος ἀδύνατον ποιεῖν εἰκόνα·
For it is impossible to make an image of God, who is bodiless and invisible and immaterial, having neither shape nor circumscription nor comprehensibility;
因為神是無形體、不可見、非物質的,既無形狀,也無局限,也不可被測度,所以是不可能製作祂的像的;
1:82
πῶς γὰρ τὸ μὴ ὁραθὲν εἰκονισθήσεται; Θεὸν δὲ οὐδεὶς ἑώρακε πώποτε·
for how shall what is not seen be depicted? "No one has ever seen God;
因為那不能被看見的,怎能被造成像呢?「從來沒有人見過神;
1:83
μονογενὴς υἱὸς ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, αὐτὸς ἐξηγήσατο. καὶ οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται, ἔφη θεός
the only-begotten Son, who is in the bosom of the Father, He has made Him known." And, "No one shall see My face and live," said God.
只有在父懷裡的獨生子將祂表明出來。」神又說:「人見我的面不能存活。」
1:84
Ὅτι δὲ τοῖς εἰδώλοις ὡς θεοῖς προσεκύνουν, ἄκουε, τί φησιν γραφὴ ἐν τῇ ἐξόδῳ τῶν υἱῶν Ἰσραήλ, ὅτε ἀνῆλθε Μωσῆς εἰς τὸ ὄρος Σινᾶ καὶ ἐχρόνισε προσεδρεύων τῷ θεῷ λαβεῖν τὸν νόμον, ὅτε ἐπανέστη ἀγνώμων λαὸς Ἀαρὼν τῷ τοῦ θεοῦ θεράποντι λέγοντες·
And that they worshiped idols as gods, hear what Scripture says in the Exodus of the sons of Israel, when Moses went up onto Mount Sinai and tarried, abiding with God to receive the law, when the senseless people rose up against Aaron, the servant of God, saying:
至於他們把偶像當作神來敬拜,且聽聖經在以色列子民出埃及的記載中怎麼說:當摩西上了西奈山,停留在神那裡領受律法、耽延未歸時,那愚妄的百姓起來攻擊神的僕人亞倫,說:
1:85
Ποίησον ἡμῖν θεούς, οἳ προπορεύσονται ἡμῶν·
"Make us gods who will go before us;
「你為我們做神像,可以在我們前面引路;
1:86
γὰρ ἄνθρωπος οὗτος Μωσῆς, οὐκ οἴδαμεν, τί γέγονεν αὐτῷ. Εἶτα, ὅτε περι είλοντο τὸν κόσμον τῶν γυναικῶν αὐτῶν καὶ ἐχώνευσαν, ἔφαγον καὶ ἔπιον καὶ ἐμεθύσθησαν ὑπό τε τοῦ οἴνου καὶ τῆς πλάνης καὶ ἤρξαντο παίζειν ἐν ἀφροσύνῃ λέγοντες·
for as for this man Moses, we do not know what has become of him." Then, when they had stripped off the ornaments of their women and melted them down, they ate and drank and became drunk with wine and with error, and began to play in their folly, saying:
至於那領我們上來的摩西,我們不知道他遭遇了甚麼。」於是,當他們摘下婦女的裝飾將其熔化後,就吃喝,因酒和迷惑而醉了,並在愚妄中開始嬉戲,說:
1:87
Οὗτοι οἱ θεοί σου, Ἰσραήλ. Ὁρᾷς, ὅτι θεοὺς εἶχον τὰ εἴδωλα·
"These are your gods, O Israel." Do you see that they held the idols to be gods?
「以色列啊,這是你的神。」你看見他們把偶像當作神了嗎?
1:88
οὐ γὰρ ἐποίησαν Διὸς εἴδωλον τοῦδε τοῦδε, ἀλλ', ὡς ἔτυχεν, ἔδωκαν τὸν χρυσὸν ἐπὶ τὸ ποιῆσαι εἴδωλον, ὅπερ ἂν τύχῃ, καὶ ἀνῆλθεν ἐκτύπωμα βουκράνου
For they did not make an idol of Zeus or of this or that god, but, as it happened, they gave their gold to make an idol—whatever might result—and there came up the embossed figure of an ox-head.
因為他們並不是製作宙斯或某某神明的偶像,乃是隨意把金子拿去鑄一個偶像——不論鑄成甚麼樣——結果鑄出了一個牛頭的浮雕形像。
1:89
Ὥστε αὐτὰ τὰ χωνευτὰ θεοὺς εἶχον καὶ τούτοις ὡς θεοῖς προσεκύνουν, ἅτινα δαιμόνων ἦσαν κατοικητήρια
So they held the very molten things to be gods and worshiped these as gods—things which were dwelling-places of demons.
所以他們把那些鑄成之物本身當作神,並像敬拜神那樣敬拜它們——這些不過是鬼魔的居所。
1:90
Καὶ ὅτι τῇ κτίσει ἐλάτρευον παρὰ τὸν κτίσαντα, φησὶ καὶ θεῖος ἀπόστολος·
And that they served the creation rather than the Creator, the divine apostle also says:
至於他們敬奉受造之物過於那造物的主,神聖的使徒也說:
1:91
Οἵτινες ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου θεοῦ ἐν ὁμοιώματι φθαρτοῦ ἀνθρώπου καὶ πετεινῶν καὶ τετραπόδων καὶ ἑρπετῶν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τούτου χάριν ἀπηγόρευσεν θεὸς ποιεῖν πᾶν ὁμοίωμα, καθὼς Μωσῆς ἐν τῷ Δευτερονομίῳ φησί·
"Who exchanged the glory of the incorruptible God for the likeness of corruptible man and of birds and four-footed beasts and creeping things, and served the creation rather than the Creator." For this reason God forbade the making of any likeness, as Moses says in Deuteronomy:
「他們將不能朽壞之神的榮耀,變為偶像,彷彿必朽壞的人和飛禽、走獸、昆蟲的樣式,敬奉事奉受造之物過於那造物的主。」為這緣故,神禁止製作任何形像,正如摩西在申命記所說:
1:92
Οἶδα τὸν ἀψευδῶς εἰπόντα·
I know Him who said without falsehood:
我認識那位毫無虛謊而說話的:
1:93
Κύριος θεός σου κύριος εἷς ἐστι, καὶ κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, καὶ οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ αἰσχυνθήτωσαν πάντες
"The Lord your God, the Lord is one, and you shall worship the Lord your God and Him only shall you serve, and you shall have no other gods, and you shall not make a carved thing, any likeness of anything that is in heaven above or that is on the earth below, and let all be ashamed
「主你的神,這主是獨一的,你要敬拜主你的神,單要事奉祂,你不可有別的神,也不可雕刻任何形像,無論是天上、地下之物,又願一切都蒙羞愧,
1:94
οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, καὶ θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκἐ ποίησαν, ἀπολέσθωσαν, καὶ ὅσα τοιουτοτρόπως πάλαι θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ αὐτοῦ υἱῷ, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν. Οἶδα τὸν εἰπόντα·
who worship carved images; and let the gods who did not make heaven and earth perish." And whatever in such manner God of old, having spoken to the fathers by the prophets, in these last days has spoken to us in His only-begotten Son, through whom also He made the ages. I know Him who said:
就是那些敬拜雕刻偶像的;至於那些沒有創造天地的神,願它們滅亡。」以及凡此類,神在古時藉著眾先知曉諭列祖,在這末後的日子藉著祂的獨生子曉諭我們,也藉著祂創造諸世界。我認識那位說話的:
1:95
Αὕτη δέ ἐστιν αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον, ἀνώλεθρον καὶ ἀθάνατον, αἰώνιον καὶ ἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν
"And this is eternal life, that they may know You, the only true God, and Jesus Christ whom You have sent." I believe in one God, one principle of all things, without beginning, uncreated, indestructible and immortal, eternal and everlasting, incomprehensible, bodiless, invisible, uncircumscribable, formless, one super-essential essence, super-divine Godhead, in three hypostases—Father and Son and Holy Spirit—and Him alone I serve, and to Him alone I offer the worship of adoration.
「認識你獨一的真神,並且認識你所差來的耶穌基督,這就是永生。」我信獨一的神,是萬有的本源,無始的、非受造的、不可毀壞的、不死的、永恆的、常存的、不可測度的、無形體的、不可見的、不可被局限的、無形狀的,一個超乎本質的本質,超乎神性的神性,存於三個位格中——父、子、聖靈——惟有祂是我所事奉的,惟有祂是我獻上敬拜(latreia)之敬禮的對象。
1:96
Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ πνεύματι, ἑνὶ θεῷ
I worship one God, one Godhead; yet I serve a Trinity of hypostases—God the Father and God the Son made flesh and God the Holy Spirit—one God.
我敬拜一位神,一個神性;但我事奉位格的三一——父神、成了肉身的子神,和聖靈神——是一位神。
1:97
Οὐ προσκυνῶ τῇ κτίσει παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ' ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἐπεργάσηται φύσεως
I do not worship the creation rather than the Creator, but I worship the Creator who became created for my sake, and who came down into creation without lowering and without diminishing Himself, that He might glorify my nature and make me a partaker of the divine nature.
我不敬奉受造之物過於那造物主,乃是敬拜那為我成為受造、又毫不貶損、毫不削減地降臨到受造界中的造物主,好叫祂使我的本性得榮耀,並使我得與神的性情有分。
1:98
Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ' ὡς τέταρτον πρόσωπον ( ἄπαγε) ἀλλ' ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, ἀμεταβλήτως·
Together with the King and God I worship the purple robe of His body—not as a garment nor as a fourth person (far from it!), but as having become one with God and being identical with that which anointed it, unchangeably;
我與這君王和神一同敬拜祂身體的紫袍——不是當作一件衣裳,也不是當作第四位格(斷乎不是!),而是當作那已與神合一、與那膏立者同一、絕無改變的;
1:99
οὐ γὰρ θεότης φύσις γέγονε τῆς σαρκός, ἀλλ' ὥσπερ λόγος σὰρξ ἀτρέπτως γέγονε μείνας, ὅπερ ἦν, οὕτω καὶ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσασα τουθ', ὅπερ ἐστί, ταυτι ζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ' ὑπόστασιν
for the divine nature did not become the nature of the flesh; but just as the Word became flesh without change, remaining what He was, so too the flesh became Word, not losing what it is, but rather being made identical with the Word according to hypostasis.
因為神性並沒有變成肉身的本性;乃是正如道成了肉身而不改變,仍是祂原本所是的,照樣肉身也成了道,並未失去它原本所是的,反倒按位格與道合而為一。
1:100
Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ' ὡς ὁρατὸν δι' ἡμᾶς γενόμενον μεθέξει σαρκός τε καὶ αἵματος
Therefore with confidence I depict the invisible God—not as invisible, but as having become visible for our sake by partaking of flesh and blood.
因此我滿有把握地描繪那不可見的神——不是描繪祂為不可見的,乃是描繪祂為我們而成為可見的,藉著與血肉有分。
1:101
Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ' εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα
I do not depict the invisible Godhead, but I depict the flesh of God that was seen.
我不描繪那不可見的神性,乃描繪那已被看見之神的肉身。
1:102
Εἰ γὰρ ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον θεὸν τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον; Ἀλλά φασιν·
For if it is impossible to depict the soul, how much more God, who gave even the soul its immateriality? But they say:
因為若連靈魂尚且不可能被描繪,何況那連靈魂的非物質性也是祂所賜的神呢?但他們說:
1:103
Εἶπεν θεὸς διὰ Μωσέως τοῦ νομοθέτου·
God said through Moses the lawgiver:
神藉著立法者摩西說:
1:104
Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ. Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα
"You shall worship the Lord your God and Him only shall you serve, and you shall not make any likeness of anything that is in heaven or that is on the earth." Brethren, truly those go astray who do not know the Scriptures, who do not know that the letter kills but the spirit gives life, who do not search out the spirit hidden beneath the letter.
「你要敬拜主你的神,單要事奉祂,也不可雕刻任何形像,無論是天上、地上之物。」弟兄們,那些不曉得聖經的人實在是走迷了路,他們不曉得字句叫人死、精意叫人活,也不探究那隱藏在字句之下的精意。
1:105
Πρὸς οὓς ἂν ἀξίως εἴποιμι·
To these I might fittingly say:
對這些人,我可以恰當地說:
1:106
τοῦτο διδά ξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον
Let him who taught you this teach you also what follows.
那把這話教導你們的人,也讓他把接下來的話教導你們。
1:107
Μάθε, ὅπως ἑρμηνεύει νομοθέτης ὧδέ πως ἐν τῷ Δευτερονομίῳ λέγων·
Learn how the lawgiver explains it in this manner in Deuteronomy, saying:
且看立法者在申命記中如何這樣解釋,說:
1:108
Καὶ ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρός·
"And the Lord spoke to you out of the midst of the fire;
「耶和華從火焰中對你們說話;
1:109
φωνὴν ῥημάτων ὑμεῖς ἠκούσατε καὶ ὁμοίωμα οὐκ εἴδετε, ἀλλ' φωνήν, καὶ μετ' ὀλίγα καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, ὁμοίωμα ἀρσενικοῦ θηλυκοῦ, ὁμοίωμα παντὸς κτήνους τῶν ὄντων ἐπὶ τῆς γῆς, ὁμοίωμα παντὸς ὀρνέου πτερωτοῦ καὶ τὰ ἑξῆς, καὶ μετὰ βραχέα μήποτε ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ, πλανηθεὶς προσκυνήσῃς αὐτοῖς καὶ λατρεύσῃς αὐτοῖς., Οἶδα τὸν ἀψευδῶς εἰπόντα·
you heard the sound of words but saw no likeness, only a voice." And a little further: "Guard your souls diligently, for you saw no likeness on the day the Lord spoke to you at Horeb in the mountain out of the midst of the fire, lest you act lawlessly and make for yourselves a carved likeness, any image, the likeness of male or female, the likeness of any beast that is upon the earth, the likeness of any winged bird," and so on. And shortly after: "Lest, lifting up your eyes to heaven and seeing the sun and the moon and the stars and all the host of heaven, you be led astray and worship them and serve them." I know Him who said without falsehood:
「你們聽見話語的聲音,卻沒有看見形像,惟有聲音。」往下又說:「你們要分外謹守你們的性命,因為耶和華在何烈山,從火焰中對你們說話的那日,你們沒有看見甚麼形像,惟恐你們行事敗壞,為自己雕刻偶像,做任何形像,彷彿男像女像,或地上走獸的像、空中飛鳥的像」等等。再過不久又說:「又恐怕你向天舉目觀看,見日月星辰,就是天上的萬象,便被勾引去敬拜事奉它們。」我認識那位毫無虛謊而說話的:
1:110
Κύριος θεός σου κύριος εἷς ἐστι, καὶ κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι, καὶ οὐ ποιήσεις γλυπτὸν πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ, καὶ αἰσχυνθήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς, καὶ θεοί, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκἐ ποίησαν, ἀπολέσθωσαν, καὶ ὅσα τοιούτῳ τρόπῳ πάλαι θεὸς λαλήσας τοῖς πατράσιν ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν τῷ μονογενεῖ υἱῷ αὐτοῦ, δι' οὗ τοὺς αἰῶνας ἐποίησεν. Οἶδα τὸν εἰπόντα·
"The Lord your God, the Lord is one, and you shall worship the Lord your God and Him only shall you serve, and you shall have no other gods, and you shall not make a carved thing, any likeness of anything that is in heaven or that is on the earth, and let all be ashamed who worship carved images; and let the gods who did not make heaven and earth perish." And whatever in such manner God of old, having spoken to the fathers by the prophets, in these last days has spoken to us in His only-begotten Son, through whom He made the ages. I know Him who said:
「主你的神,這主是獨一的,你要敬拜主你的神,單要事奉祂,你不可有別的神,也不可雕刻任何形像,無論是天上、地上之物,又願一切敬拜雕刻偶像的都蒙羞愧;至於那些沒有創造天地的神,願它們滅亡。」以及凡此類,神在古時藉著眾先知曉諭列祖,在這末後的日子藉著祂的獨生子曉諭我們,也藉著祂創造諸世界。我認識那位說話的:
1:111
Αὕτη δέ ἐστιν αἰώνιος ζωή, ἵνα γινώσκωσί σε, τὸν μόνον ζῶντα καὶ ἀληθινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν. Καὶ πιστεύω εἰς ἕνα θεόν, μίαν τῶν πάντων ἀρχήν, ἄναρχον, ἄκτιστον
"And this is eternal life, that they may know You, the only living and true God, and Jesus Christ whom You have sent." And I believe in one God, one principle of all things, without beginning, uncreated,
「認識你獨一活著的真神,並且認識你所差來的耶穌基督,這就是永生。」我信獨一的神,是萬有的本源,無始的、非受造的、
1:112
ἀνώλεθρον καὶ ἀθάνατον, αἰώνιον καὶ ἀίδιον, ἀκατάληπτον, ἀσώματον, ἀόρατον, ἀπερίγραπτον, ἀσχημάτιστον, μίαν ὑπερούσιον οὐσίαν, ὑπέρθεον θεότητα, ἐν τρισὶν ὑποστάσεσι, πατρὶ καὶ υἱῷ καὶ ἁγίῳ πνεύματι, καὶ τούτῳ μόνῳ λατρεύω καὶ τούτῳ μόνῳ προσάγω τὴν τῆς λατρείας προσκύνησιν
indestructible and immortal, eternal and everlasting, incomprehensible, bodiless, invisible, uncircumscribable, formless, one super-essential essence, super-divine Godhead, in three hypostases—Father and Son and Holy Spirit—and Him alone I serve, and to Him alone I offer the worship of adoration.
不可毀壞的、不死的、永恆的、常存的、不可測度的、無形體的、不可見的、不可被局限的、無形狀的,一個超乎本質的本質,超乎神性的神性,存於三個位格中——父、子、聖靈——惟有祂是我所事奉的,惟有祂是我獻上敬拜(latreia)之敬禮的對象。
1:113
Ἑνὶ θεῷ προσκυνῶ, μιᾷ θεότητι, ἀλλὰ καὶ τριάδι λατρεύω ὑποστάσεων, θεῷ πατρὶ καὶ θεῷ υἱῷ σεσαρκωμένῳ καὶ θεῷ ἁγίῳ πνεύματι, οὐ τρισὶ θεοῖς ἀλλ' ἑνί, οὐ διῃρημέναις ὑποστάσεσιν ἀλλ' ἡνωμέναις
I worship one God, one Godhead; yet I serve a Trinity of hypostases—God the Father and God the Son made flesh and God the Holy Spirit—not three gods but one, not divided hypostases but united.
我敬拜一位神,一個神性;但我事奉位格的三一——父神、成了肉身的子神,和聖靈神——不是三位神而是一位,不是分開的位格而是聯合的位格。
1:114
Οὐ τρεῖς προσκυνήσεις προσάγω ἀλλὰ μίαν, οὐχ ἑκάστῃ τῶν ὑποστάσεων ἀναμέρος ἀλλ' ἑνιαίως ταῖς τρισὶν ὑποστάσεσιν ὡς ἑνὶ θεῷ μίαν προσάγω προσκύνησιν
I do not offer three acts of worship but one; not to each of the hypostases separately, but unitedly to the three hypostases as to one God I offer one act of worship.
我不獻上三重敬禮,而是一重;不是分別向每一位格,而是合一地向三個位格如同向一位神,獻上一重敬禮。
1:115
Οὐ προσκυνῶ τὴν κτίσιν παρὰ τὸν κτίσαντα, ἀλλὰ προσκυνῶ τὸν κτίστην κτισθέντα τὸ κατ' ἐμὲ καὶ εἰς κτίσιν ἀταπεινώτως καὶ ἀκαθαιρέτως κατεληλυθότα, ἵνα τὴν ἐμὴν δοξάσῃ φύσιν καὶ θείας κοινωνὸν ἀπεργάσηται φύσεως
I do not worship the creation rather than the Creator, but I worship the Creator who became created for my sake, and who came down into creation without lowering and without diminishing Himself, that He might glorify my nature and make me a partaker of the divine nature.
我不敬奉受造之物過於那造物主,乃是敬拜那為我成為受造、又毫不貶損、毫不削減地降臨到受造界中的造物主,好叫祂使我的本性得榮耀,並使我得與神的性情有分。
1:116
Συμπροσκυνῶ τῷ βασιλεῖ καὶ θεῷ τὴν ἁλουργίδα τοῦ σώματος οὐχ ὡς ἱμάτιον οὐδ' ὡς τέταρτον πρόσωπον ( ἄπαγε), ἀλλ' ὡς ὁμόθεον χρηματίσασαν καὶ γενομένην, ὅπερ τὸ χρῖσαν, ἀμεταβλήτως·
Together with the King and God I worship the purple robe of His body—not as a garment nor as a fourth person (far from it!), but as having become one with God and being identical with that which anointed it, unchangeably;
我與這君王和神一同敬拜祂身體的紫袍——不是當作一件衣裳,也不是當作第四位格(斷乎不是!),而是當作那已與神合一、與那膏立者同一、絕無改變的;
1:117
οὐ γὰρ θεότης φύσις γέγονε τῆς σαρκός, ἀλλ' ὥσπερ λόγος σὰρξ ἀτρέπτως ἐγένετο μείνας, ὅπερ προῆν, οὕτω καὶ σὰρξ λόγος γέγονεν οὐκ ἀπολέσασα τουθ', ὅπερ ἐστί, ταυτι ζομένη δὲ μᾶλλον πρὸς τὸν λόγον καθ' ὑπόστασιν
for the divine nature did not become the nature of the flesh; but just as the Word became flesh without change, remaining what He was before, so too the flesh became Word, not losing what it is, but rather being made identical with the Word according to hypostasis.
因為神性並沒有變成肉身的本性;乃是正如道成了肉身而不改變,仍是祂先前所是的,照樣肉身也成了道,並未失去它原本所是的,反倒按位格與道合而為一。
1:118
Διὸ θαρρῶν εἰκονίζω θεὸν τὸν ἀόρατον οὐχ ὡς ἀόρατον, ἀλλ' ὡς ὁρατὸν δι' ἡμᾶς γενόμενον ἐν μεθέξει σαρκὸς καὶ αἵματος
Therefore with confidence I depict the invisible God—not as invisible, but as having become visible for our sake by partaking of flesh and blood.
因此我滿有把握地描繪那不可見的神——不是描繪祂為不可見的,乃是描繪祂為我們而成為可見的,藉著與血肉有分。
1:119
Οὐ τὴν ἀόρατον εἰκονίζω θεότητα, ἀλλ' εἰκονίζω θεοῦ τὴν ὁραθεῖσαν σάρκα·
I do not depict the invisible Godhead, but I depict the flesh of God that was seen;
我不描繪那不可見的神性,乃描繪那已被看見之神的肉身;
1:120
εἰ γὰρ ψυχὴν εἰκονίσαι ἀμήχανον, πόσῳ μᾶλλον τὸν καὶ τῇ ψυχῇ δόντα τὸ ἄυλον; Ἀλλά φασιν·
for if it is impossible to depict the soul, how much more Him who gave even the soul its immateriality? But they say:
因為若連靈魂尚且不可能被描繪,何況那連靈魂的非物質性也是祂所賜的神呢?但他們說:
1:121
Εἶπεν θεὸς διὰ Μωσέως τοῦ νομοθέτου·
God said through Moses the lawgiver:
神藉著立法者摩西說:
1:122
Κύριον τὸν θεόν σου προσκυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ οὐ ποιήσεις πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐν τῇ γῇ. Ἀδελφοί, ὄντως πλανῶνται οἱ μὴ εἰδότες τὰς γραφὰς οἱ μὴ εἰδότες, ὡς τὸ γράμμα ἀποκτένει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, οἱ μὴ ἐρευνῶντες τὸ ὑπὸ τῷ γράμματι κεκρυμμένον πνεῦμα
"You shall worship the Lord your God and Him only shall you serve, and you shall not make any likeness of anything that is in heaven or that is on the earth." Brethren, truly those go astray who do not know the Scriptures, who do not know that the letter kills but the spirit gives life, who do not search out the spirit hidden beneath the letter.
「你要敬拜主你的神,單要事奉祂,也不可雕刻任何形像,無論是天上、地上之物。」弟兄們,那些不曉得聖經的人實在是走迷了路,他們不曉得字句叫人死、精意叫人活,也不探究那隱藏在字句之下的精意。
1:123
Πρὸς οὓς ἂν ἀξίως εἴποιμι·
To these I might fittingly say:
對這些人,我可以恰當地說:
1:124
τοῦτο διδά ξας ὑμᾶς διδαξάτω καὶ τὸ ἑπόμενον
Let him who taught you this teach you also what follows.
那把這話教導你們的人,也讓他把接下來的話教導你們。
1:125
Μάθε, ὅπως ἑρμηνεύει αὐτὸ νομοθέτης ὧδέ πως ἐν τῷ Δευτερονομίῳ λέγων·
Learn how the lawgiver explains it in this manner in Deuteronomy, saying:
且看立法者在申命記中如何這樣解釋它,說:
1:126
Ὁρᾷς, ὡς εἷς ἐστιν σκοπός, ὥστε μὴ λατρεῦσαι τῇ κτίσει παρὰ τὸν κτίσαντα μηδὲ προσάγειν τὴν τῆς λατρείας προσκύνησιν, ἀλλ' μόνῳ τῷ δημιουργῷ
You see that the aim is one—namely, not to serve the creation rather than the Creator, nor to offer the worship of adoration to anything but the Maker alone.
你看見其旨意是一致的——就是不可敬奉受造之物過於那造物主,也不可將敬拜(latreia)的敬禮獻給除了造物主以外的任何對象。
1:127
Διὸ πανταχῆ συνάπτει τῇ προσκυνήσει τὴν λατρείαν·
Therefore everywhere He joins adoration (latreia) to worship;
因此祂處處將敬拜(latreia)與敬禮連在一起;
1:128
Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ
"You shall have no other gods besides Me."
「除了我以外,你不可有別的神。」
1:129
Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα, οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λα τρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος θεὸς ὑμῶν, καὶ πάλιν τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί·
"You shall not make for yourself a carved thing, nor any likeness; you shall not worship them nor serve them, for I am the Lord your God"; and again: "You shall tear down their altars and break their pillars and cut down their sacred groves and burn the carved images of their gods with fire;
「你不可為自己雕刻偶像,也不可做任何形像,不可敬拜它們,也不可事奉它們,因為我是主你的神」;又說:「你們要拆毀他們的祭壇,打碎他們的柱像,砍下他們的木偶,用火焚燒他們神明的雕像;
1:130
οὐ γὰρ μὴ προσκυνήσητε θεῷ ἑτέρῳ, καὶ μετ' ὀλίγα καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ.,. καὶ πάλιν καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ., οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λατρεύσῃς αὐτοῖς, ὅτι ἐγώ εἰμι κύριος θεὸς ὑμῶν, καὶ πάλιν τοὺς βωμοὺς αὐτῶν καθελεῖτε καὶ τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί·
for you shall not worship another god." And a little after: "And you shall not make for yourself molten gods." And again: "And you shall not make for yourself molten gods; you shall not worship them nor serve them, for I am the Lord your God"; and again: "You shall tear down their altars and break their pillars and burn the carved images of their gods with fire;
因為你不可敬拜別的神。」過了不久又說:「你不可為自己鑄造神像。」又說:「你不可為自己鑄造神像,不可敬拜它們,也不可事奉它們,因為我是主你的神」;又說:「你們要拆毀他們的祭壇,打碎他們的柱像,用火焚燒他們神明的雕像;
1:131
οὐ γὰρ μὴ προσκυνήσητε θεῷ ἑτέρῳ, καὶ μετ' ὀλίγα καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις ἑαυτῷ., Ὁρᾷς, ὡς τῆς εἰδωλολατρείας ἕνεκα ἀπαγορεύει τὴν εἰκονογραφίαν καὶ ὅτι ἀδύνατον εἰκονίζεσθαι θεὸν τὸν ἄποσον καὶ ἀπερίγραπτον καὶ ἀόρατον
for you shall not worship another god." And a little after: "And you shall not make for yourself molten gods." You see that He forbids image-making on account of idolatry, and because it is impossible to depict God, who is without quantity and uncircumscribable and invisible.
因為你不可敬拜別的神。」過了不久又說:「你不可為自己鑄造神像。」你看見祂是為了偶像崇拜的緣故才禁止造像的,又因為神是無數量、不可被局限、不可見的,所以不可能被造成像。
1:132
Οὐ γὰρ εἶδος αὐτοῦ, φησίν, ἑωράκατε, καθὰ καὶ Παῦλος ἑστὼς ἐν μέσῳ τοῦ Ἀρείου πάγου φησίν·
"For you saw no form of Him," He says—just as Paul also, standing in the midst of the Areopagus, says:
祂說:「因為你們沒有看見祂的形狀」——正如保羅站在亞略巴古中間所說的:
1:133
Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσίῳ ἀργυρίῳ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέτητο·
"Being therefore God's offspring, we ought not to think that the Divine is like gold or silver or stone, an engraving of human art and imagination." To the Jews, then, because of their proneness to idolatry, these things were ordained as law;
「我們既是神所生的,就不當以為神的神性像人用手藝、心思所雕刻的金、銀、石。」對猶太人而言,因他們容易傾向偶像崇拜,這些事便被立為律法;
1:134
ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην καθαρῶς μετὰ τοῦ θεοῦ γενέσθαι, ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας καταπλουτῆσαι
but as for us—to speak theologically—to whom it has been granted, having fled the superstitious error, to become purely with God, having come to know the truth and to serve God alone and to be enriched with the perfection of the knowledge of God,
至於我們——若按神學來說——既蒙恩典,逃離了迷信的謬誤,得以純全地與神同在,認識了真理,單單事奉神,並得著認識神之完全的豐富,
1:135
τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νηπιότητα, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκόνι περιγραφόμενον
and to have come to a perfect man, having passed beyond infancy, we are no longer under a tutor, having received from God the faculty of discernment, and knowing what may be depicted and what cannot be circumscribed in an image.
又已成為長大成人的,越過了嬰孩階段,便不再在師傅之下,乃是從神領受了分辨的能力,知道甚麼是可以被描繪的,甚麼是不能被局限在像中的。
1:136
Οὐ γὰρ εἶδος αὐτοῦ, φησίν, ἑωράκατε. Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου
"For you saw no form of Him," He says. Oh, the wisdom of the lawgiver!
祂說:「因為你們沒有看見祂的形狀。」立法者的智慧何其奇妙!
1:137
Πῶς εἰκονισθήσεται τὸ ἀόρατον; Πῶς εἰκασθήσεται τὸ ἀνείκαστον; Πῶς γραφήσεται τὸ ἄποσον καὶ ἀμέγεθες καὶ ἀόριστον; Πῶς ποιωθήσεται τὸ ἀνείδεον; Πῶς χρωματουργηθήσεται τὸ ἀσώματον; Τί οὖν τὸ αἰνιγματικῶς μηνυόμενον; Δῆλον ὡς, ὅταν ἴδῃς διὰ σὲ γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε δράσεις τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα·
How shall the invisible be depicted? How shall the inimitable be likened? How shall what is without quantity and without magnitude and without limit be drawn? How shall the formless be given quality? How shall the bodiless be rendered in color? What, then, is being hinted at enigmatically? Clearly this: when you see the bodiless one having become man for your sake, then you shall make the representation of the human form;
那不可見的怎能被描繪呢?那不可比擬的怎能被比擬呢?那無數量、無大小、無界限的怎能被繪畫呢?那無形狀的怎能被賦予性質呢?那無形體的怎能被著色呢?那麼,這隱晦暗示的是甚麼呢?顯然是這樣:當你看見那無形體者為你成為了人,那時你就可以製作人形的描繪;
1:138
ὅταν ὁρατὸς σαρκὶ ἀόρατος γένηται, τότε εἰκονίσεις τὸ τοῦ ὁραθέντος ὁμοίωμα·
when the invisible becomes visible in the flesh, then you shall depict the likeness of Him who was seen;
當那不可見者在肉身中成為可見,那時你就可以描繪那被看見者的形像;
1:139
ὅτε ἀσώματος καὶ ἀσχημάτιστος ἄποσός τε καὶ ἀπήλικος καὶ ἀμεγέθης ὑπεροχῇ τῆς ἑαυτοῦ φύσεως ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλικότητα καὶ χαρακτῆρα περίθηται σώματος, τότε ἐν πίναξι χάραττε καὶ ἀνατίθει πρὸς θεωρίαν τὸν ὁραθῆναι καταδεξάμενον
when He who is bodiless and formless, without quantity and without size and without magnitude in the surpassing excellence of His own nature—He who exists in the form of God—taking the form of a servant, is by this contracted to quantity and size, and puts on the character of a body, then portray Him on tablets and set Him up for contemplation, Him who consented to be seen.
當那因自己本性的超絕卓越而無形體、無形狀、無數量、無體量、無大小者——那本有神形像的——取了奴僕的形像,便藉此縮減到一定的數量和體量,並穿上了身體的特徵,那時你就在板上描繪祂、陳列出來供人瞻仰,就是那俯允被看見的祂。
1:140
Χάραττε τούτου τὴν ἄφατον συγκατάβασιν, τὴν ἐκ παρθένου γέννησιν, τὴν ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν Θαβὼρ μεταμόρφωσιν, τὰ πάθη τὰ τῆς ἀπαθείας πρόξενα, τὰ θαύματα, τὰ τῆς θείας αὐτοῦ σύμβολα φύσεως δι' ἐνεργείας σαρκὸς ἐνεργείᾳ θείᾳ πραττόμενα, τὸν σταυρὸν τὸν σωτήριον, τὴν ταφήν, τὴν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον
Portray His unspeakable condescension, His birth from the Virgin, His baptism in the Jordan, His transfiguration on Tabor, His sufferings which procure for us freedom from suffering, His miracles—the tokens of His divine nature, wrought by divine power through the activity of the flesh—the saving Cross, the burial, the resurrection, the ascension into the heavens.
描繪祂那難以言喻的俯就、祂從童女而生、祂在約旦河的受洗、祂在他泊山的變像、祂那為我們帶來免於苦難之自由的受苦、祂的神蹟——這些都是祂神性的記號,是藉著肉身的運作、以神聖大能成就的——還有那拯救的十字架、安葬、復活,以及升入諸天。
1:141
Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασι
Portray all things, both with word and with colors.
用言語和顏色描繪這一切。
1:142
οἶδα διαφορὰν προσκυνήσεων
I know the distinction of acts of worship.
我曉得敬禮之間有分別。
1:143
Προσεκύνησέ ποτε Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμώρ, ὅτε τὸ σπήλαιον τὸ διπλοῦν εἰς τάφου κλῆρον ὠνήσατο, ἀνδράσιν ἀσεβέσι καὶ ἀγνωσίαν νοσοῦσι θεοῦ
Abraham once bowed down to the sons of Hamor, when he bought the double cave for a burial-plot—men who were impious and sick with ignorance of God.
亞伯拉罕曾向哈抹的子孫下拜,當時他買那雙穴的洞為墳地——這些人是不敬虔、患著不認識神之病的人。
1:144
Προσεκύνησεν Ἰακὼβ Ἠσαῦ τῷ ἀδελφῷ καὶ Φαραὼ ἀνδρὶ Αἰγυπτίῳ, ἀλλὰ μὴν καὶ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου προσεκύνησε·
Jacob bowed down to Esau his brother and to Pharaoh the Egyptian; moreover he bowed down upon the top of his staff;
雅各向他哥哥以掃下拜,又向埃及人法老下拜;他還扶著杖頭下拜;
1:145
προσεκύνησαν μέν, ἀλλ' οὐκ ἐλάτρευσαν
they bowed down, indeed, but they did not serve (with adoration).
他們確實是下拜,卻沒有獻上敬拜(latreia)。
1:146
Προσεκύνησαν Ἰησοῦς τοῦ Ναυῆ καὶ Δανιὴλ ἀγγέλῳ θεοῦ, ἀλλ' οὐκ ἐλάτρευσαν
Joshua the son of Nun and Daniel bowed down to an angel of God, but they did not serve him.
嫩的兒子約書亞和但以理向神的使者下拜,卻沒有事奉他。
1:147
Ἕτερον γάρ ἐστιν τῆς λατρείας προσκύνησις καὶ ἕτερον ἐκ τιμῆς προσαγομένη τοῖς κατά τι ἀξίωμα ὑπερέχουσιν
For the worship of adoration is one thing, and the honor offered to those who excel in some dignity is another.
因為敬拜(latreia)的敬禮是一回事,而向那些在某種尊位上超越者所獻上、出於尊敬的敬禮又是另一回事。
1:148
Ἰουδαίοις μὲν οὖν διὰ τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ταῦτα νενομοθέτητο·
To the Jews, then, because of their proneness to idolatry, these things were ordained as law;
對猶太人而言,因他們容易傾向偶像崇拜,這些事便被立為律法;
1:149
ἡμεῖς δέ, θεολογικῶς εἰπεῖν, οἷς ἐδόθη φυγοῦσι τὴν δεισιδαίμονα πλάνην καθαρῶς μετὰ θεοῦ γενέσθαι, ἐπεγνωκόσι τὴν ἀλήθειαν καὶ θεῷ μόνῳ λατρεύειν καὶ τῆς θεογνωσίας καταπλουτῆσαι τὴν τελειότητα καὶ εἰς ἄνδρα καταντῆσαι τέλειον παρελθοῦσι τὴν νηπιότητα, οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν, λαβόντες τὴν διακριτικὴν ἕξιν παρὰ θεοῦ καὶ εἰδότες, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ εἰκόνι μὴ περιγραφόμενον
but as for us—to speak theologically—to whom it has been granted, having fled the superstitious error, to become purely with God, having come to know the truth and to serve God alone and to be enriched with the perfection of the knowledge of God, and to have come to a perfect man, having passed beyond infancy, we are no longer under a tutor, having received from God the faculty of discernment, and knowing what may be depicted and what cannot be circumscribed in an image.
至於我們——若按神學來說——既蒙恩典,逃離了迷信的謬誤,得以純全地與神同在,認識了真理,單單事奉神,並得著認識神之完全的豐富,又已成為長大成人的,越過了嬰孩階段,便不再在師傅之下,乃是從神領受了分辨的能力,知道甚麼是可以被描繪的,甚麼是不能被局限在像中的。
1:150
μὲν γὰρ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· καὶ ὑπὸ τὰ στοιχεῖα ἦμεν δεδουλωμένοι, ὅτε ἦμεν νήπιοι. Ἐλθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. Οὐ γὰρ εἶδος αὐτοῦ, φησίν, ἑωράκατε. Βαβαὶ τῆς σοφίας τοῦ νομοθέτου
"For the law became our tutor unto Christ, that we might be justified by faith"; and "we were held in bondage under the elements when we were infants. But when faith came, we are no longer under a tutor." "For you saw no form of Him," He says. Oh, the wisdom of the lawgiver!
「因為律法成了我們的師傅,引我們到基督那裡,使我們因信稱義」;又說:「我們為孩童的時候,受管於世上的小學之下。但這因信得救的理既然來到,我們就不再在師傅的手下了。」祂說:「因為你們沒有看見祂的形狀。」立法者的智慧何其奇妙!
1:151
Πῶς εἰκονισθήσεται τὸ ἀόρατον; Πῶς εἰκασθήσεται τὸ ἀνείκαστον; Πῶς γραφήσεται τὸ ἄποσον καὶ ἀμέγεθες καὶ ἀόριστον καὶ ἀνείδεον; Πῶς χρωματουργη θήσεται τὸ ἀσώματον; Πῶς σχηματισθήσεται τὸ ἀσχημάτιστον; Τί οὖν τὸ μυστικῶς μηνυόμενον; Δηλονότι νῦν μὲν θεὸν μὴ εἰκονίσῃς τὸν ἀόρατον·
How shall the invisible be depicted? How shall the inimitable be likened? How shall what is without quantity and without magnitude and without limit and without form be drawn? How shall the bodiless be rendered in color? How shall the formless be given shape? What, then, is being mystically hinted at? Clearly this: for now do not depict God who is invisible;
那不可見的怎能被描繪呢?那不可比擬的怎能被比擬呢?那無數量、無大小、無界限、無形狀的怎能被繪畫呢?那無形體的怎能被著色呢?那無形狀的怎能被賦予形狀呢?那麼,這奧祕地暗示的是甚麼呢?顯然是這樣:如今你不可描繪那不可見的神;
1:152
ὅταν δὲ ἴδῃς διὰ σὲ γενόμενον ἄνθρωπον τὸν ἀσώματον, τότε ποιήσεις τῆς ἀνθρωπίνης μορφῆς τὸ ἐκτύπωμα·
but when you see the bodiless one having become man for your sake, then you shall make the representation of the human form;
但當你看見那無形體者為你成為了人,那時你就可以製作人形的描繪;
1:153
ὅταν ὁρατὸς σαρκὶ ἀόρατος γένηται, τότε εἰκονίσεις τὸ τοῦ ὁραθέντος ὁμοίωμα·
when the invisible becomes visible in the flesh, then you shall depict the likeness of Him who was seen;
當那不可見者在肉身中成為可見,那時你就可以描繪那被看見者的形像;
1:154
ὅτε ἄποσος καὶ ἀπήλικος καὶ ἀμεγέθης ὑπεροχῇ τῆς ἑαυτοῦ φύσεως ἐν μορφῇ θεοῦ ὑπάρχων μορφὴν δούλου λαβὼν ταύτῃ συσταλῇ πρὸς ποσότητά τε καὶ πηλικότητα καὶ χαρακτῆρα περίθηται σώματος, τότε ἐν πίναξι χάραττέ τε καὶ ἀνατίθει πρὸς θεωρίαν τὸν ὁραθῆναι καταδεξάμενον
when He who is without quantity and without size and without magnitude in the surpassing excellence of His own nature—He who exists in the form of God—taking the form of a servant, is by this contracted to quantity and size, and puts on the character of a body, then portray Him on tablets and set Him up for contemplation, Him who consented to be seen.
當那因自己本性的超絕卓越而無數量、無體量、無大小者——那本有神形像的——取了奴僕的形像,便藉此縮減到一定的數量和體量,並穿上了身體的特徵,那時你就在板上描繪祂、陳列出來供人瞻仰,就是那俯允被看見的祂。
1:155
Χάραττε τούτου τὴν ἄφατον συγκατάβασιν, τὴν ἐκ παρθένου γέννησιν
Portray His unspeakable condescension, His birth from the Virgin,
描繪祂那難以言喻的俯就、祂從童女而生、
1:156
τὴν ἐν Ἰορδάνῃ βάπτισιν, τὴν ἐν Θαβὼρ μεταμόρφωσιν, τὰ πάθη τὰ τῆς ἀπαθείας πρόξενα, τὰ θαύματα, τὰ τῆς θείας αὐτοῦ φύσεως καὶ ἐνεργείας σύμβολα δι' ἐνεργείας σαρκὸς ἀποτελούμενα, τοῦ σωτῆρος τὴν σωτήριον ταφήν, τὴν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἄνοδον
His baptism in the Jordan, His transfiguration on Tabor, His sufferings which procure freedom from suffering, His miracles—the tokens of His divine nature and activity, accomplished through the activity of the flesh—the saving burial of the Savior, the resurrection, the ascension into the heavens.
祂在約旦河的受洗、祂在他泊山的變像、祂那帶來免於苦難之自由的受苦、祂的神蹟——這些都是祂神性與運作的記號,是藉著肉身的運作而成就的——還有救主那拯救的安葬、復活,以及升入諸天。
1:157
Πάντα γράφε καὶ λόγῳ καὶ χρώμασιν ἔν τε βίβλοις καὶ πίναξιν
Portray all things, both with word and with colors, in books and on tablets.
用言語和顏色,在書卷上和板上描繪這一切。
1:158
Ἀλλ' ἐπειδὴ περὶ εἰκόνος λόγος καὶ προσκυνήσεως, φέρε τὸν περὶ τούτων λόγον διευκρινήσωμεν
But since our discourse concerns the icon and worship, come, let us elucidate the account of these matters.
但既然我們的論述是關乎聖像和敬禮,來吧,讓我們把這些事的道理講明。
1:159
Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα χαρακτηρίζον τὸ πρωτότυπον μετὰ τοῦ καί τινα διαφορὰν ἔχειν πρὸς αὐτό·
An icon, then, is a likeness that characterizes its prototype, while yet having some difference from it;
聖像就是一種刻畫其原型特徵的相似之物,同時又與其原型有某種差異;
1:160
οὐ γὰρ κατὰ πάντα εἰκὼν ὁμοιοῦται πρὸς τὸ ἀρχέτυπον
for the icon is not made like the archetype in every respect.
因為聖像並非在每一方面都與原型相似。
1:161
Εἰκὼν τοίνυν ζῶσα, φυσικὴ καὶ ἀπαράλλακτος τοῦ ἀοράτου θεοῦ υἱὸς ὅλον ἐν ἑαυτῷ φέρων τὸν πατέρα, κατὰ πάντα ἔχων τὴν πρὸς αὐτὸν ταυτότητα, μόνῳ δὲ διαφέρων τῷ αἰτιατῷ
The living, natural, and exact icon of the invisible God is therefore the Son, who bears the whole Father in Himself, having in all things identity with Him, and differing only in being caused.
因此,那不可見之神的活的、本性的、絲毫不差的聖像就是子,祂在自己裡面承載著全部的父,在一切事上與父同一,惟獨在「被生」這一點上有別。
1:162
Αἴτιον μὲν γὰρ φυσικὸν πατήρ, αἰτιατὸν δὲ υἱός·
For the Father is the natural cause, and the Son is the caused;
因為父是本性上的因,子是所生之果;
1:163
οὐ γὰρ πατὴρ ἐξ υἱοῦ, ἀλλὰ υἱὸς ἐκ πατρός
for the Father is not from the Son, but the Son from the Father.
因為不是父出於子,乃是子出於父。
1:164
Ἐξ αὐτοῦ γάρ, εἰ καὶ μὴ μετ' αὐτὸν ἔχει τὸ εἶναι, ὅπερ ἐστὶν γεννήσας πατήρ
For it is from Him—though not after Him—that the Son has His being, which is exactly that of the Father who begot Him.
因為子是出於父——雖然不是在父之後——而擁有其存在,這存在正是那生祂之父所是的。
1:165
Εἰσὶ δὲ καὶ ἐν τῷ θεῷ εἰκόνες καὶ παραδείγματα τῶν ὑπ' αὐτοῦ ἐσομένων, τουτέστιν βουλὴ αὐτοῦ προαιώνιος καὶ ἀεὶ ὡσαύτως ἔχουσα
There are also in God icons and patterns of things to come into being from Him—that is, His pre-eternal counsel, which is ever the same.
在神裡面也有那些將要從祂而出之物的聖像和原型——就是祂那先於萬世、永遠如一的旨意。
1:166
Ἄτρεπτον γὰρ τὸ θεῖον κατὰ πάντα, καὶ οὐκ ἔστιν ἐν αὐτῷ μεταβολὴ τροπῆς ἀποσκίασμα
For the Divine is unchangeable in all respects, and in Him there is no variableness or shadow of turning.
因為神性在一切事上都是不改變的,在祂並沒有改變,也沒有轉動的影兒。
1:167
Ταύτας τὰς εἰκόνας καὶ τὰ παραδείγματα προορισμούς φησιν ἅγιος Διονύσιος πολὺς τὰ θεῖα καὶ μετὰ θεοῦ τὰ περὶ θεοῦ διασκεψάμενος
These icons and patterns the holy Dionysius—he who was great in divine things and who, with God's help, contemplated the things concerning God—calls predeterminations.
聖狄奧尼修斯——他在屬神之事上是偉大的,並蒙神幫助而省思了關乎神的事——稱這些聖像和原型為「預定」。
1:168
Ἐν γὰρ τῇ βουλῇ αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πάντα τὰ ὑπ' αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως ἐσόμενα πρὶν γενέσεως αὐτῶν, ὥσπερ, εἴ τις βούλοιτο οἰκοδομῆσαι οἶκον, ἀνατυποῖ καὶ εἰκονίζει πρῶτον τὸ σχῆμα κατὰ διάνοιαν
For in His counsel were characterized and depicted all things predetermined by Him and certain to come to pass, before their coming into being—just as, if someone wishes to build a house, he first sketches and pictures its design in his mind.
因為在祂的旨意中,凡祂所預定、且必定要成就的一切,在它們出現以先就已被刻畫、被描繪出來——正如有人想建一座房子,他先在心思中構想並描繪出它的樣式。
1:169
Εἶτα πάλιν εἰκόνες εἰσὶ τῶν ἀοράτων καὶ ἀτυπώτων, σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν
Then again there are icons of invisible and shapeless things, bodily figured for a dim understanding.
其次還有那些不可見、無形之物的聖像,乃是以有形的方式被形象化,為要使人得以模糊地領會。
1:170
Καὶ γὰρ θεία γραφὴ τύπους θεῷ καὶ ἀγγέλοις περιτίθησι καὶ τὴν αἰτίαν διδάσκων αὐτὸς θεῖος ἀνήρ φησιν, ὅτι μὲν γὰρ εἰκότως προ βέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ' ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν
For the divine Scripture also attaches figures to God and to the angels; and the same divine man, teaching the reason, says that figures are reasonably set forth for the figureless, and shapes for the shapeless—and one would say that the cause is not only our own analogy, which is unable to be lifted up directly to intelligible contemplations and which requires kindred and connatural means of ascent.
因為神聖的經文也把形象加給神和眾天使;同一位神聖之人在教導其緣由時說,為那無形者陳列形象、為那無形狀者陳列形狀,乃是合理的——人會說,其緣由不僅在於我們自身的類比能力,它無法被直接提升到屬靈的觀照,而是需要與之同類、相合的上升之道。
1:171
Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας θεῖος λόγος πάντοθεν τὸ ἀνατατικὸν ἡμῖν ποριζόμενος καὶ τοῖς ἁπλοῖς καὶ ἀτυπώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Διὰ γὰρ τῆς αἰσθήσεως φαντασία τις συνίσταται ἐν τῇ ἐμπροσθίῳ κοιλίᾳ τοῦ ἐγκεφάλου καὶ οὕτω τῷ κριτικῷ παραπέμπεται καὶ τῇ μνήμῃ ἐνθησαυρίζεται
If, then, the divine word, providing for our analogy, supplies us from every quarter with the means of ascent, and attaches certain figures to the simple and figureless, how shall it not depict those things which by their own nature are formed with shapes, and are longed for, but which cannot be seen because they are not present? For through sense-perception a certain image is formed in the front chamber of the brain, and is thus transmitted to the faculty of judgment and treasured up in the memory.
那麼,那神聖的話語若顧念我們的類比能力,從各方面供給我們上升的途徑,又把某些形象加給那些單純而無形者,它又怎會不描繪那些按其本性具有形狀、為人所渴慕、卻因不在眼前而無法被看見的事物呢?因為藉著感官知覺,某種影像在腦的前室中形成,這樣便傳遞給判斷的官能,並貯藏在記憶之中。
1:172
Φησὶ γοῦν καὶ θεορρήμων Γρηγόριος, ὅτι πολλὰ κάμνων νοῦς ἐκβῆναι τὰ σωματικὰ πάντη ἀδυνατεῖ·
Gregory, the speaker of divine things, says, then, that the mind, however much it labors, is utterly unable to go beyond bodily things;
因此,那論述屬神之事的貴格利說,人的心思無論如何勞苦,也全然無法超越屬體的事物;
1:173
ἀλλὰ καὶ τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ὁρῶμεν γὰρ εἰκόνας ἐν τοῖς κτίσμασι μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις·
but also, "the invisible things of God since the creation of the world are clearly seen, being understood by the things that are made." For we see icons in created things, dimly indicating to us the divine reflections;
但也有這話:「自從造天地以來,神那不可見之事,藉著所造之物就可以曉得,眼不能見的事是明明可知的。」因為我們在受造之物中看見聖像,模糊地向我們指明那屬神的映照;
1:174
ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα, τὴν ὑπεράρχιον, εἰκονίζεσθαι δι' ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος·
as when we say that the Holy Trinity, the super-original, is imaged by the sun and light and ray;
好比我們說那超乎本源的聖三一,被日頭、光和光線所表徵;
1:175
πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς·
or by a gushing spring and the welling water and the outflow;
或被湧流的泉源、所流出的水和那湧出之流所表徵;
1:176
νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ' ἡμᾶς·
or by the mind and word and spirit within us;
或被我們裡面的心思、言語和氣息所表徵;
1:177
ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας
or by a rose-plant and its blossom and fragrance.
或被一棵玫瑰樹、它的花和香氣所表徵。
1:178
Πάλιν εἰκὼν λέγεται τῶν ἐσομένων αἰνιγματωδῶς σκιαγραφοῦσα τὰ μέλλοντα, ὡς κιβωτὸς τὴν ἁγίαν παρθένον καὶ θεοτόκον καὶ ῥάβδος καὶ στάμνος, καὶ ὡς ὄφις τὸν τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντα τοῦ ἀρχεκάκου ὄφεως, τε θάλασσα, τὸ ὕδωρ καὶ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα
Again, an icon is said to be that which enigmatically prefigures and sketches in shadow the things to come—as the ark prefigures the holy Virgin and Theotokos, and the rod and the jar; and as the serpent prefigures Him who by the Cross nullified the bite of the original serpent, the author of evil; and the sea, the water, and the cloud prefigure the Spirit of baptism.
再者,那以隱晦方式預表並如影子般勾勒出將來之事的,也被稱為聖像——好比約櫃預表那聖潔的童女、神之母(Theotokos),杖和罐也是如此;又如那銅蛇預表那位藉著十字架廢除了那罪惡之源原初之蛇咬傷的主;而海、水和雲彩則預表洗禮之靈。
1:179
Πάλιν εἰκὼν λέγεται τῶν γεγονότων κατά τινος θαύματος μνήμην τιμῆς αἰσχύνης ἀρετῆς κακίας πρὸς τὴν εἰς ὕστερον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φεύγωμεν, τὰς δὲ ἀρετὰς ζηλώσωμεν
Again, an icon is said to be that which serves as a memorial of things past—whether of some wonder, or honor, or shame, or virtue, or vice—for the later benefit of those who behold, so that we may flee the evils and emulate the virtues.
再者,那作為已往之事的紀念的,也被稱為聖像——無論是某個神蹟、尊榮、羞恥、美德或惡行——為要使後來瞻仰之人得益,叫我們逃避惡事、效法美德。
1:180
Διπλῆ δὲ αὕτη διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένου, ὡς θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξε, καὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς
And this is twofold: both through the word inscribed in books—as God engraved the law on the tablets and commanded the lives of God-loving men to be recorded—and through visible contemplation, as He commanded the jar and the rod to be placed in the ark as a memorial.
這有兩種方式:一是藉著記在書卷裡的言語——正如神將律法刻在版上,並吩咐把愛神之人的生平記錄下來——二是藉著可見的瞻仰,正如祂吩咐把那罐和那杖放在約櫃裡作為紀念。
1:181
Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων καὶ τὰς ἀρετὰς διαγράφομεν
So now also we depict the icons of things past and of the virtues.
照樣,如今我們也描繪已往之事和諸美德的聖像。
1:182
τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ ἀντινομοθέτει τῷ ταύτας προστάξαντι γενέσθαι ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον καὶ τρόπον
Either, then, do away with every icon and legislate against Him who commanded these to be made, or receive each one according to the reason and manner befitting it.
因此,你或是廢除一切聖像,立法抗拒那吩咐造這些聖像的神,或是按各聖像所合宜的道理和方式逐一接納它。
1:183
Εἰπόντες τοίνυν τοὺς τῆς εἰκόνος τρόπους εἴπωμεν καὶ περὶ προσκυνήσεως
Having spoken, then, of the modes of the icon, let us speak also concerning worship.
我們既已論述了聖像的種種方式,現在讓我們也來論述敬禮。
1:184
προσκύνησις ὑποπτώσεως καὶ τιμῆς ἐστι σύμβολον
Worship is a symbol of submission and honor.
敬禮是順服和尊敬的記號。
1:185
Καὶ ταύτης δὲ διαφόρους ἔγνωμεν τρόπους·
And of this too we have learned various modes.
對於這敬禮,我們也曉得有不同的方式。
1:186
Πρώτην τὴν κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ
First, that which is according to adoration (latreia), which we offer to God alone, who is worthy of worship by nature.
第一是按敬拜(latreia)而行的,這是我們惟獨獻給神的,因祂本性配得敬拜。
1:187
Ἔπειτα τὴν διὰ τὸν φύσει προσκυνητὸν θεὸν προσαγομένην τοῖς αὐτοῦ φίλοις τε καὶ θεράπουσιν, ὡς τῷ ἀγγέλῳ Ἰησοῦς τοῦ Ναυῆ καὶ Δανιὴλ προσεκύνησαν, τοῖς θεοῦ τόποις, ὥς φησιν Δαυίδ·
Next, that which is offered, on account of God who is worshiped by nature, to His friends and servants—as Joshua the son of Nun and Daniel bowed down to the angel; or to the places of God, as David says:
其次是因那本性配得敬拜之神的緣故,而獻給祂朋友和僕人的——好比嫩的兒子約書亞和但以理向天使下拜;或是獻給神之處所的,正如大衛所說:
1:188
Προσκυνήσωμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, τοῖς αὐτοῦ ἀναθήμασιν, ὡς ἅπας Ἰσραὴλ τῇ σκηνῇ προσεκύνει καὶ τῷ ἐν Ἱερουσαλὴμ ναῷ κύκλῳ ἑστῶτες καὶ πρὸς αὐτὸν ἁπανταχόθεν προσκυνοῦντες εἰσέτι καὶ νῦν, τοῖς ὑπ' αὐτοῦ χειροτονηθεῖσιν ἄρχουσιν, ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ ὑπὸ θεοῦ γενομένῳ καὶ Φαραὼ ὑπὸ θεοῦ χειροτονηθέντι ἄρχοντι καὶ τῷ Ἰωσὴφ οἱ αὐτοῦ ἀδελφοί
"Let us worship at the place where His feet stood"; or to His dedicated things, as all Israel worshiped toward the tabernacle, and as those who, standing in a circle around the temple in Jerusalem, worship toward it from all sides even to this day; or to the rulers appointed by Him, as Jacob bowed down to Esau as the elder brother made so by God, and to Pharaoh the ruler appointed by God, and as Joseph's brothers bowed down to him.
「我們要在祂腳所立之處下拜」;或是獻給祂分別為聖之物的,正如全以色列向會幕下拜,又如那些站在耶路撒冷聖殿四圍、直到今日仍從各方向著它下拜的人;或是獻給祂所設立之掌權者的,正如雅各向以掃下拜,因他是神所立的長兄,又向法老下拜,因他是神所立的掌權者,又如約瑟的弟兄們向他下拜。
1:189
Οἶδα καὶ κατὰ τιμὴν τὴν πρὸς ἀλλήλους προσαγομένην προσκύνησιν ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμώρ
I know also the worship offered to one another out of honor, as Abraham bowed down to the sons of Hamor.
我也曉得人彼此之間出於尊敬而獻的敬禮,正如亞伯拉罕向哈抹的子孫下拜。
1:190
τοίνυν πᾶσαν προσκύνησιν ἄνελε πάσας δέχου μετὰ τοῦ ὀφείλοντος λόγου καὶ τρόπου
Either, then, do away with all worship, or receive them all with the due reason and manner.
因此,你或是廢除一切敬禮,或是按當有的道理和方式接納它們全部。
1:191
Εἷς θεὸς θεός; Ναί, φήσεις, ὡς ἔμοιγε δοκεῖ, εἷς νομοθέτης
Is God one God? Yes, you will say, as it seems to me—one lawgiver.
神是獨一的神嗎?你會說:是的,照我看來如此——是獨一的立法者。
1:192
Τί οὖν νομοθετεῖ τὰ ἐναντία; Οὐ γὰρ ἔξω τῆς κτίσεως τὰ χερουβίμ
Why, then, does He legislate contrary things? For the cherubim are not outside creation.
那麼,祂為甚麼立下相反的律法呢?因為基路伯並不在受造界之外。
1:193
Τί οὖν προστάττει χερουβὶμ γλυπτὰ ἀνθρώπων χερσὶν τεκταινόμενα σκιάζειν τὸ ἱλαστήριον;Ἢ δῆλον, ὡς θεοῦ μὲν ὡς ἀπεριγράπτου καὶ ἀνεικάστου ποιεῖν εἰκόνα ἀμήχανονἤ τινος ὡς θεοῦ, ἵνα μὴ ὡς θεὸς λατρευομένη προσκυνῆται κτίσις
Why, then, does He command carved cherubim, fashioned by human hands, to overshadow the mercy-seat? Is it not clear that, since it is impossible to make an icon of God as uncircumscribable and inimitable, or of anything as if it were God, lest the creation be worshiped as God with adoration—
那麼,祂為甚麼吩咐用人手雕刻的基路伯來遮掩施恩座呢?這豈不顯明:既然不可能為那不可被局限、不可比擬的神造像,也不可為任何受造之物造像如同它是神,免得受造之物被當作神來敬拜(latreia)——
1:194
Τῶν δὲ χερουβὶμ ὡς περιγραπτῶν καὶ τῷ θείῳ θρόνῳ δουλοπρεπῶς παρεστώτων τὴν εἰκόνα προστάττει ποιεῖν δουλοπρεπῶς σκιάζουσαν τὸ ἱλαστήριον·
but the cherubim, as circumscribed and standing in servile attendance before the divine throne, He commands the icon of them to be made, overshadowing the mercy-seat in servile fashion;
至於基路伯,因它們是可被局限的,且如僕人般侍立在神聖寶座前,祂便吩咐製作它們的像,使之如僕人般遮掩施恩座;
1:195
ἔπρεπε γὰρ τῇ εἰκόνι τῶν οὐρανίων λειτουργῶν τὴν εἰκόνα τῶν θείων μυστηρίων σκιάζεσθαι
for it was fitting that the icon of the divine mysteries should be overshadowed by the icon of the heavenly ministers.
因為由那些天上侍奉者的像來遮掩這些屬神奧祕的像,乃是合宜的。
1:196
Τί δὲ φὴς τὴν κιβωτόν, τὴν στάμνον, τὸ ἱλαστήριον; Οὐ χειρότευκτα; Οὐκ ἔργα χειρῶν ἀνθρώπων; Οὐκ ἐξ ἀτίμου, ὡς σὺ φής, ὕλης κατεσκευασμένα; Τί δὲ σκηνὴ ἅπασα; Οὐχὶ εἰκὼν ἦν; Οὐ σκιὰ καὶ ὑπόδειγμα; Φησὶ τοιγαροῦν θεῖος ἀπόστολος περὶ τῶν κατὰ τὸν νόμον ἱερέων διεξιών·
But what do you say of the ark, the jar, the mercy-seat? Were they not handmade? Were they not the works of men's hands? Were they not constructed from material that you call worthless? And what of the whole tabernacle? Was it not an icon? Was it not a shadow and a type? The divine apostle accordingly says, treating of the priests according to the law:
但你對約櫃、罐、施恩座有何說法呢?它們豈不是人手所造的嗎?它們豈不是人手的工作嗎?它們豈不是用你所謂卑賤的材料製成的嗎?至於整個會幕又如何呢?它豈不是一個像嗎?豈不是影子和預表嗎?因此,神聖的使徒論到照律法供職的祭司時說:
1:197
Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν
"Who serve a copy and shadow of the heavenly things, as Moses was warned when he was about to complete the tabernacle.
「他們供奉的事本是天上事的形狀和影像,正如摩西將要造帳幕的時候,蒙神警戒。
1:198
Ὅρα γάρ φησι, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἀλλ' οὐδὲ εἰκὼν ἦν νόμος, ἀλλ' εἰκόνος προσκίασμα·
For, He says, 'See that you make all things according to the pattern shown you on the mountain.'" But the law was not even an icon, but the shadow of an icon;
因為祂說:『要謹慎,照著在山上指示你的樣式做各樣的物件。』」但律法甚至不是像,乃是像的影子;
1:199
φησὶ γοῦν αὐτὸς ἀπόστολος·
the same apostle accordingly says:
因此,同一位使徒說:
1:200
Σκιὰν γὰρ ἔχων νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων. Εἰ οὖν νόμος εἰκόνας ἀπαγορεύει, αὐτὸς δὲ εἰκόνος ἐστὶ προχάραγμα, τί φήσομεν; Εἰ σκηνὴ σκιὰ καὶ τύπου τύπος, πῶς μὴ εἰκονογραφεῖν νόμος διακελεύεται; Ἀλλ' οὐκ ἔστιν οὕτω ταῦτα, οὐκ ἔστι·
"For the law, having a shadow of the good things to come, not the very image of the things." If, then, the law forbids icons, yet is itself a foreshadowing of an icon, what shall we say? If the tabernacle is a shadow and a type of a type, how is it that the law commands not to make icons? But it is not so, it is not so;
「律法既是將來美事的影兒,不是本物的真像。」那麼,律法若禁止聖像,自己卻是聖像的預影,我們要怎麼說呢?若會幕是影子、是預表之預表,律法又怎會吩咐人不可造聖像呢?但事情並非如此,並非如此;
1:201
καιρὸς δὲ μᾶλλον τῷ παντὶ πράγματι. Πάλαι μὲν θεὸς ἀσώματός τε καὶ ἀσχημάτιστος οὐδαμῶς εἰκονίζετο, νῦν δὲ σαρκὶ ὀφθέντος θεοῦ καὶ τοῖς ἀνθρώποις συναναστραφέντος εἰκονίζω θεοῦ τὸ ὁρώμενον
rather, there is a season for every matter. Of old, God who is bodiless and formless was in no way depicted; but now, since God has appeared in the flesh and lived among men, I depict what is visible of God.
反倒是凡事都有定時。古時那無形體、無形狀的神,絕不被描繪;但如今神既在肉身中顯現,並與人同住,我便描繪那可見的神。
1:202
Οὐ προσκυνῶ τῇ ὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι' ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ κατοικῆσαι καταδεξάμενον καὶ δι' ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον, καὶ σέβων οὐ παύσομαι τὴν ὕλην, δι' ἧς σωτηρία μου εἴργασται
I do not worship matter; but I worship the Creator of matter, who became matter for my sake and consented to dwell in matter and through matter worked out my salvation, and I will not cease to reverence the matter through which my salvation was wrought.
我不敬拜物質;乃是敬拜那物質的創造者,祂為我成為物質,俯允住在物質中,並藉著物質成就我的救恩,我也必不停止尊崇那藉以成就我救恩的物質。
1:203
Σέβω δὲ οὐχ ὡς θεόνἄπαγε·
I reverence it, however, not as God—far from it;
然而我尊崇它,並不是當作神——斷乎不是;
1:204
πῶς γὰρ τὸ ἐξ οὐκ ὄντων τὴν γένεσιν ἐσχηκὸς θεός;εἰ καὶ τὸ τοῦ θεοῦ σῶμα θεὸς διὰ τὴν καθ' ὑπόστασιν ἕνωσιν γεγονὸς ἀμεταβλήτως, ὅπερ τὸ χρῖσαν, καὶ μεῖναν, ὅπερ ἦν τῇ φύσει, σὰρξ ἐψυχωμένη ψυχῇ λογικῇ τε καὶ νοερᾷ, ἠργμένη, οὐκ ἄκτιστος
for how could that which has come into being out of nothing be God?—even if the body of God became God by the hypostatic union, unchangeably, being identical with that which anointed it, and remaining what it was by nature: flesh ensouled with a rational and intellectual soul, originated, not uncreated.
因為那從無有而來的,怎能是神呢?——縱然神的身體藉著位格的聯合而成為神,毫無改變,與那膏立者同一,並仍是它本性所是的:就是有理性、有理智之魂的肉身,是有起源的,並非非受造的。
1:205
Τὴν δέ γε λοιπὴν ὕλην σέβω καὶ δι' αἰδοῦς ἄγω, δι' ἧς σωτηρία μου γέγονεν, ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων
But the rest of the matter through which my salvation came to pass I reverence and treat with respect, as filled with divine energy and grace.
至於那藉以成就我救恩的其餘物質,我也尊崇它、以敬意對待它,因它充滿了屬神的運作和恩典。
1:206
οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιον καὶ τρισμακάριστον;Ἢ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, τοῦ κρανίου τόπος;Ἢ οὐχ ὕλη φερέσβιος
Is not the thrice-blessed and thrice-happy wood of the Cross matter? Is not the venerable and holy mountain, the place of the skull, matter? Is not the life-bearing
那三蒙福、三有福的十字架木頭,豈不是物質嗎?那可敬聖潔的山,就是髑髏地,豈不是物質嗎?那賜生命的、
1:207
πέτρα καὶ ζωηφόρος, τάφος ἅγιος, πηγὴ τῆς ἡμῶν ἀναστάσεως;Ἢ οὐχ ὕλη τὸ μέλαν καὶ τῶν εὐαγγελίων παναγία βίβλος;Ἢ οὐχ ὕλη ζωηφόρος τράπεζα τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα;Ἢ οὐχ ὕλη χρυσός τε καὶ ἄργυρος, ἐξ ὧν σταυροὶ καὶ πίνακες καὶ κρατῆρες κατασκευάζονται;Ἢ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα καὶ αἷμα;Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι
rock matter—the life-giving rock, the holy tomb, the source of our resurrection? Is not the ink and the all-holy book of the Gospels matter? Is not the life-bearing table that bestows on us the bread of life matter? Are not the gold and the silver, from which crosses and plates and chalices are made, matter? And before all these, is not the body and blood of my Lord matter? Either do away with the reverence and worship of all these, or yield to the tradition of the Church and accept also the worship of the icons of God and of God's friends, who are sanctified by the name of God and on this account overshadowed by the grace of the Divine Spirit.
供應生命的磐石,豈不是物質嗎——那聖潔的墳墓,就是我們復活的源頭?那墨水和那至聖的福音書,豈不是物質嗎?那賜給我們生命之糧、供應生命的桌子,豈不是物質嗎?那做成十字架、盤子和聖杯的金銀,豈不是物質嗎?在這一切之先,我主的身體和血,豈不是物質嗎?你或是廢除對這一切的尊崇和敬禮,或是順服教會的傳統,也接納對神以及神的朋友之聖像的敬禮——這些朋友因神的名而被分別為聖,並因此被神聖之靈的恩典所蔭庇。
1:208
Οὐδὲν γὰρ ἄτιμον, παρὰ θεοῦ γεγένηται·
For nothing is worthless that has come into being from God;
因為凡從神而來的,沒有一樣是卑賤的;
1:209
τῶν Μανιχαίων τοῦτο τὸ φρόνημα
this is the opinion of the Manichaeans.
那是摩尼教徒的想法。
1:210
Μόνον δὲ ἄτιμον, μὴ τὴν αἰτίαν ἔσχεν ἐκ θεοῦ, ἀλλ' ἡμέτερόν ἐστιν εὕρεμα τῇ ἐκ τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν αὐτεξουσίῳ ἐκκλίσει τε καὶ ῥοπῇ τοῦ θελήματος, τουτέστιν ἁμαρτία
Only that is worthless which has not its cause from God, but is our own invention—through the free inclination and bent of the will from what is according to nature to what is contrary to nature—that is, sin.
惟有那不以神為其根源、而是出於我們自己發明的,才是卑賤的——就是藉著意志自主地從合乎本性偏向違反本性的傾斜與偏移——那就是罪。
1:211
Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀτιμάζεις καὶ ἀπαγορεύεις ὡς ἐξ ὕλης κατ εσκευασμένας, ὅρα, τί φησιν γραφή·
If you dishonor and forbid the icons on account of the law, as being made from matter, see what Scripture says:
你若因律法的緣故而藐視並禁止聖像,視之為用物質製成的,那就看看聖經怎麼說:
1:212
Καὶ ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων·
"And the Lord spoke to Moses, saying:
「耶和華曉諭摩西說:
1:213
Ἰδοὺ ἀνακέκληκα τὸ ὄνομα Βεσελεὴλ τὸν τοῦ Ὀρεὶ τὸν τοῦ Ὣρ ἐκ φυλῆς Ἰούδα
Behold, I have called by name Bezalel the son of Uri, the son of Hur, of the tribe of Judah;
看哪,我已經提名召了猶大支派中戶珥的孫子、烏利的兒子比撒列;
1:214
Καὶ ἐνέπλησα αὐτὸν πνεῦμα θεῖον σοφίας καὶ συνέσεως καὶ ἐπιστήμης ἐν παντὶ ἔργῳ διανοεῖσθαι καὶ ἀρχιτεκτονεῖν καὶ ἐργάζεσθαι χρυσίον καὶ ἀργύριον καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον νηστὸν καὶ τὴν βύσσον τὴν κεκλωσμένην καὶ τὰ λιθουργικὰ εἰς τὰ ἔργα καὶ τεκτονικῆς εἰς τὰ ξύλα, ἐργάζεσθαι κατὰ πάντα τὰ ἔργα·
and I have filled him with a divine spirit of wisdom and understanding and knowledge, to devise in every work, and to be an architect and to work gold and silver and bronze and the blue and the purple and the spun scarlet and the fine twined linen, and stone-cutting for the works and carpentry of wood, to work according to all the works;
我也以智慧、聰明、知識的屬神之靈充滿了他,使他能設計各樣的工,作建造的師傅,能用金、銀、銅,並藍色、紫色、撚的朱紅色線和撚的細麻,又能琢石作工,並雕木作工,照各樣的工作;
1:215
καὶ ἐγὼ δέδωκα αὐτὸν καὶ τὸν Ἐλιὰβ τὸν τοῦ Ἀχισαμὰχ ἐκ φυλῆς Δάν·
and behold, I have given him, and Oholiab the son of Ahisamach, of the tribe of Dan;
看哪,我又派了但支派中亞希撒抹的兒子亞何利亞伯與他同工;
1:216
καὶ παντὶ συνετῷ καρδίᾳ ἐγὼ δέδωκα σύνεσιν, καὶ ποιήσουσι πάντα, ὅσα σοι συνέταξα. καὶ πάλιν εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραήλ·
and to everyone wise of heart I have given understanding, and they shall make all that I have commanded you." And again Moses said to the whole congregation of the sons of Israel:
凡心裡有智慧的,我更使他們有聰明,他們就要做我一切所吩咐你的。」摩西又對以色列子民全會眾說:
1:217
Ἠκούσατε τοῦτο τὸ ῥῆμα, συνέταξε κύριος λέγων·
"You have heard this word which the Lord commanded, saying:
「你們聽見耶和華所吩咐的這話,就是說:
1:218
Λάβετε παρ' ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ
Take from among yourselves an offering to the Lord.
你們中間要拿禮物獻給耶和華。
1:219
Πᾶς καταδεχόμενος τὴν καρδίαν, καὶ οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφὴν καὶ εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη
Everyone whose heart is willing, let them bring the first-fruits to the Lord: gold, silver, bronze, blue, purple, double-spun scarlet, and fine twined linen, and goats' hair, and rams' skins dyed red, and blue skins, and incorruptible wood, and the oil of anointing, and the compounded incense, and sardius stones, and stones for engraving for the ephod and the robe.
凡心裡樂意的,都要把初熟之物獻給耶和華:金、銀、銅、藍色、紫色、撚的朱紅色線、撚的細麻、山羊毛、染紅的公羊皮、藍色的皮、不朽壞的木頭、膏油、配製的香料、紅瑪瑙,以及用來鑲嵌在以弗得和外袍上、可供雕刻的寶石。
1:220
Καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν, καὶ τὰ ἑξῆς, καὶ μεθ' ἕτερα καὶ ἐποίησεν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ καὶ γεγλυμμένους ἐκκόλαμμα σφραγῖδος, καὶ πάλιν οἱ λίθοι ἦσαν ἐξ ὀνομάτων τῶν υἱῶν Ἰσραὴλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγλυμμέναι σφραγῖδες, ἕκαστος ἐκ τοῦ αὐτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς, καὶ αὖθις καὶ ἐποίησαν τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ, καὶ πάλιν καὶ ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ. Ἰδοὺ δὴ ὕλη τιμία καὶ καθ' ὑμᾶς ἄτιμος
And let every wise of heart among you come and make all that the Lord commanded—the tabernacle," and so forth. And after other things: "And he made both the emerald stones, set in clasps and overlaid with gold and engraved as the engraving of a seal." And again, the stones were according to the names of the sons of Israel—twelve seals engraved with their names, each from its own name, for the twelve tribes. And again: "And they made the veil of the tabernacle of testimony of blue and purple and spun scarlet and fine twined linen, the woven work of cherubim." And again: "And they made the mercy-seat above the ark of pure gold, and the two cherubim." Behold now, material precious—and, according to you, worthless!
你們中間凡心裡有智慧的,都要來做耶和華所吩咐的一切,就是會幕」等等。在其他話之後又說:「他做了那兩塊紅寶石,鑲在槽上,用金鑲嵌,按刻圖書的方式刻上。」那些寶石又是按以色列子民的名字——十二塊印,按他們的名字刻上,各按自己的名字,代表那十二支派。又說:「他們用藍色、紫色、撚的朱紅色線和撚的細麻,以巧匠的手工做了會幕的幔子,上面繡著基路伯。」又說:「他們用純金做了約櫃上面的施恩座和那兩個基路伯。」如今看哪,這是貴重的材料——按你所說卻是卑賤的!
1:221
Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων; Καὶ οὐ χρώματα τὸ κόκκινον καὶ πορφύρα καὶ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ὁμοίωμα χερουβίμ
For what is cheaper than goats' hair and dyes? And are not scarlet and purple and blue dyes? Behold now also a likeness of cherubim!
因為還有甚麼比山羊毛和染料更廉價的呢?那朱紅色、紫色和藍色豈不是染料嗎?如今看哪,這裡也有基路伯的形像!
1:222
Πῶς οὖν διὰ τὸν νόμον ἀπαγορεύειν φής, ποιεῖν νόμος προσέταξεν; Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαι·
How, then, do you say that the law forbids what the law commanded to be made? If you forbid icons on account of the law, it is time for you also to keep the Sabbath and to be circumcised;
那麼,你怎能說律法禁止那律法吩咐要造的東西呢?你若因律法的緣故禁止聖像,那麼你也該守安息日、受割禮了;
1:223
ταῦτα γὰρ ἀπαραχωρήτως νόμος κελεύει
for these things the law commands without exception.
因為這些事律法是毫無例外地吩咐的。
1:224
Ἀλλ' ἴστε, ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει
But know that, if you keep the law, Christ will profit you nothing.
但你要知道,你若守律法,基督就於你無益了。
1:225
Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. Οὐχ ἑώρα θεὸν Ἰσραὴλ πάλαι, ἡμεῖς δὲ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα. Καὶ αἰσθητῶς τὸν αὐτοῦ χαρακτῆρα τοῦ σαρκωθέντος φημὶ θεοῦ λόγου προτίθεμεν ἁπανταχῆ καὶ τὴν πρώτην ἁγιαζόμεθα τῶν αἰσθήσεων ( πρώτη γὰρ αἰσθήσεων ὅρασις) ὥσπερ καὶ τοῖς λόγοις τὴν ἀκοήν·
"You who would be justified by the law have fallen away from grace." Israel of old did not see God, but we, with unveiled face, behold as in a mirror the glory of the Lord. And we set forth in sensible form the very character of the incarnate God the Word everywhere, and we sanctify the first of the senses (for sight is the first of the senses), just as we sanctify hearing by words;
「你們這要靠律法稱義的,是與恩典隔絕了。」古時的以色列沒有見過神,但我們卻是敞著臉,得以彷彿從鏡子裡觀看主的榮光。我們把那道成肉身之神之道的真實形貌,以感官可見的形式處處陳列出來,並使眾感官中為首的得著聖化(因為視覺是眾感官之首),正如我們以言語使聽覺得著聖化;
1:226
ὑπόμνημα γάρ ἐστιν εἰκών
for the icon is a reminder.
因為聖像是一種提醒。
1:227
μεμυημένοις βίβλος, τοῦτο τοῖς ἀγραμμάτοις εἰκών·
And what the book is to those initiated in letters, the icon is to the unlettered;
凡書卷對識字之人是甚麼,聖像對不識字之人就是甚麼;
1:228
καὶ ὅπερ τῇ ἀκοῇ λόγος, τοῦτο τῇ ὁράσει εἰκών·
and what the word is to the hearing, the icon is to the sight.
凡言語對聽覺是甚麼,聖像對視覺就是甚麼。
1:229
Διὰ τοῦτο προσέταξεν θεὸς γενέσθαι κιβωτὸν ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσῶσαι ταύτην ἔσωθέν τε καὶ ἔξωθεν καὶ ἐνθεῖναι τὰς πλάκας, τὴν ῥάβδον, τὴν στάμνον τὴν χρυσῆν ἔχουσαν τὸ μάννα πρὸς ὑπόμνησιν τῶν γεγονότων καὶ προτύπωσιν τῶν μελλόντων
For this reason God commanded an ark to be made of incorruptible wood and to be overlaid with gold within and without, and the tablets to be placed in it, and the rod, and the golden jar containing the manna, as a reminder of things past and a foreshadowing of things to come.
為這緣故,神吩咐用不朽壞的木頭做一個約櫃,裡外都包上金子,把那兩塊版放在裡面,還有那杖,以及那盛著嗎哪的金罐,作為已往之事的提醒和將來之事的預表。
1:230
Καὶ τίς οὐκ ἐρεῖ ταύτας εἰκόνας διαπρυσίους τε κήρυκας; Καὶ ταῦτα οὐκ ἐκ πλαγίων ἔκειτο τῆς σκηνῆς, ἀλλὰ κατενώπιον παντὸς τοῦ λαοῦ, πρὸςἃ βλέποντες τῷ δι' αὐτῶν ἐνεργήσαντι θεῷ προσέφερον τὴν προσκύνησιν καὶ τὴν λατρείαν
And who will not call these icons and loud-voiced heralds? And these were not set off to the side of the tabernacle, but before the face of all the people, looking upon which they offered their worship and adoration to God who worked through them.
誰能不稱這些為聖像和高聲的傳令官呢?而且這些並非安置在會幕的兩旁,乃是在全會眾的面前,他們仰望這些,便將敬禮和敬拜(latreia)獻給那藉著它們行事的神。
1:231
Δῆλον οὐχ ὡς αὐτοῖς λατρεύοντες, ἀλλὰ δι' αὐτῶν εἰς ὑπόμνησιν τῶν θαυμάτων ἀγόμενοι καὶ τῷ τερατουργῷ θεῷ τὴν προσκύνησιν νέμοντες
Clearly not as serving these things, but being led through them to the remembrance of the wonders, and rendering worship to God the worker of marvels.
顯然他們不是事奉這些物件,而是藉著它們被引導去記念那些神蹟,並把敬禮歸給那行奇事的神。
1:232
Εἰκόνες γὰρ ἦσαν πρὸς ὑπόμνησιν κείμεναι, τιμώμεναι οὐχ ὡς θεοί, ἀλλ' ὡς θείας ἐνεργείας ὑπόμνησιν ἄγουσαι
For they were icons set up as a reminder, honored not as gods but as bringing to remembrance the divine energy.
因為它們是作為提醒而設立的聖像,受尊崇並非當作神,而是因它們使人記念那屬神的運作。
1:233
Καὶ δώδεκα λίθους προσέταξεν θεὸς ληφθῆναι ἐκ τοῦ Ἰορδάνου καὶ τὴν αἰτίαν προστίθησι·
And God commanded twelve stones to be taken from the Jordan, and He adds the reason:
神又吩咐從約旦河取十二塊石頭,並加上緣由:
1:234
Ἵνα, ὅταν ἐρωτᾷ σε υἱός σου, τί εἰσιν οἱ λίθοι οὗτοι, διηγῇ, πῶς ἐξέλιπε τὸ ὕδωρ τοῦ Ἰορδάνου θείᾳ προστάξει καὶ διέβη κιβωτὸς κυρίου καὶ πᾶς λαός. Πῶς οὖν ἡμεῖς οὐκ εἰκονογραφήσομεν τὰ σωτήρια Χριστοῦ τοῦ θεοῦ ἡμῶν πάθη καὶ θαύματα, ἵν', ὅταν ἐρωτᾷ με υἱός μου, τί τοῦτό ἐστιν, ἐρῶ, ὅτι θεὸς λόγος ἄνθρωπος γέγονε καὶ δι' αὐτοῦ οὐχ Ἰσραὴλ μόνος τὸν Ἰορδάνην διῆλθεν, ἀλλ' φύσις ἅπασα πρὸς τὴν ἀρχαίαν ἐπανῆλθε μακαριότητα, δι' οὗ φύσις ἐκ τῶν κατωτάτων τῆς γῆς ἀνῆλθεν ὑπεράνω πάσης ἀρχῆς καὶ ἐν αὐτῷ τῷ πατρικῷ κεκάθικε θρόνῳ
"That when your son asks you, 'What are these stones?' you may relate how the water of the Jordan failed by divine command and the ark of the Lord crossed over, and all the people." How, then, shall we not depict the saving sufferings and miracles of Christ our God, so that when my son asks me, 'What is this?' I may say that God the Word became man, and through Him not only did Israel cross the Jordan, but all nature returned to its ancient blessedness—through whom our nature ascended from the lowest parts of the earth above all rule, and sat upon the very throne of the Father.
「為要叫你們的兒子日後問你們說:『這些石頭是甚麼意思?』你們就可以告訴他們約旦河的水怎樣因神的吩咐而斷絕,耶和華的約櫃和眾百姓怎樣過去。」那麼,我們怎能不把基督我們之神那拯救的受難和神蹟描繪出來呢?好叫我兒子問我:『這是甚麼意思?』時,我可以說,神之道成了人,藉著祂,不單以色列過了約旦河,連整個受造之性都回到了起初的福分裡——藉著祂,我們的本性從地的最低處上升,高過一切執政掌權的,並坐在父自己的寶座上。
1:235
Ποίει Χριστοῦ τὸ εἰκόνισμα καὶ ἀρκέσθητι καὶ τῆς τούτου μητρὸς τῆς θεοτόκου
"Make the image of Christ and be content; or also of His mother the Theotokos."
「你只要做基督的像就夠了;或者再加上祂母親、神之母的像。」
1:236
Ἐχθρὸν ἑαυτὸν διαρρήδην τῶν ἁγίων καθωμολόγησας·
You have openly confessed yourself an enemy of the saints;
你已公然承認自己是眾聖徒的仇敵;
1:237
εἰ γὰρ Χριστοῦ μὲν εἰκόνα ποιεῖς, τῶν ἁγίων δὲ οὐδαμῶς, δῆλον ὡς οὐχὶ τὴν εἰκόνα ἀπαγορεύεις, ἀλλὰ τὴν τῶν ἁγίων τιμήν, ὅπερ οὐδεὶς τῶν ἀπ' αἰῶνος ἐτόλμησε ποιῆσαι ἐγχειρῆσαι τοιούτῳ τολμήματι
for if you make an icon of Christ, but in no way of the saints, it is clear that you do not forbid the icon, but the honor of the saints—which no one from the beginning of the world has dared to do, or to attempt such an outrage.
因為你若做基督的像,卻絕不做眾聖徒的像,這就顯明你所禁止的不是聖像,而是對聖徒的尊崇——這是從世界之初以來無人敢做、或敢嘗試的狂妄之舉。
1:238
Τοῦ γὰρ Χριστοῦ ὡς δεδοξασμένου ποιῶν εἰκόνα τῶν ἁγίων ὡς ἀδοξάστων δηλαδὴ ἀποπτύεις τὸ ἐξεικόνισμα καὶ ψευδῆ τὴν ἀλήθειαν δεικνύειν ἐπιχειρεῖς
For in making an icon of Christ as glorified, but of the saints as if unglorified, you plainly spurn the depiction and try to show the truth to be false.
因為你做基督的像,當作祂是得了榮耀的,卻把聖徒當作未得榮耀的,這就顯然唾棄了這描繪,企圖把真理顯為虛謊。
1:239
Ζῶ γὰρ ἐγώ, λέγει κύριος, καὶ τοὺς δοξάζοντάς με δοξάσω, καὶ θεῖος ἀπόστολος·
"For as I live, says the Lord, those who glorify Me I will glorify"; and the divine apostle:
「主說:我指著我的永生起誓,那尊崇我的,我必尊崇他」;神聖的使徒也說:
1:240
Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλ' υἱός·
"So that you are no longer a slave, but a son;
「這樣,你不再是奴僕,乃是兒子了;
1:241
εἰ δὲ υἱός, καὶ κληρονόμος θεοῦ διὰ Χριστοῦ. καὶ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν. Οὐ κατὰ τῶν εἰκόνων ἤρω τὸν πόλεμον, ἀλλ' κατὰ τῶν ἁγίων
and if a son, then also an heir of God through Christ." And, "If indeed we suffer with Him, that we may also be glorified together." You have not raised war against the icons, but rather against the saints.
既是兒子,就靠著基督作神的後嗣。」又說:「我們若一同受苦,也必一同得榮耀。」你所興起的爭戰不是針對聖像,而是針對眾聖徒。
1:242
Φησὶ γοῦν Ἰωάννης θεόλογος καὶ ἐπιστήθιος, ὅτι ὅμοιοι αὐτῷ ἐσόμεθα. Ὥσπερ γὰρ τῷ πυρὶ ἑνούμενος σίδηρος οὐ τῇ φύσει, ἀλλὰ τῇ ἑνώσει καὶ πυρώσει καὶ μεθέξει πῦρ γίνεται, οὕτω καὶ τὸ θεούμενον οὐ τῇ φύσει ἀλλὰ τῇ μεθέξει θεὸς γίνεται
John the theologian and bosom-disciple accordingly says that "we shall be like Him." For just as iron, united with fire, becomes fire not by nature but by union and being kindled and participation, so too that which is deified becomes God not by nature but by participation.
因此,那神學家、靠近主懷的約翰說:「我們必要像祂。」因為正如鐵與火聯合,便成為火,不是按本性,乃是藉著聯合、被點燃和有分,照樣,那被成神化的,也成為神,不是按本性,乃是藉著有分。
1:243
Οὐ τὴν σάρκα φημὶ τοῦ σαρκωθέντος υἱοῦ τοῦ θεοῦ·
I do not mean the flesh of the incarnate Son of God;
我所指的不是那道成肉身之神兒子的肉身;
1:244
ἐκείνη γὰρ τῇ καθ' ὑπόστασιν ἑνώσει καὶ μεθέξει τῆς θείας φύσεως ἀτρέπτως θεὸς ἐχρημάτισεν, οὐκ ἐνεργείᾳ χρισθεῖσα θεοῦ ὥσπερ τῶν προφητῶν ἕκαστος, παρουσίᾳ δὲ ὅλου τοῦ χρίοντος
for that, by the hypostatic union and participation in the divine nature, was called God unchangeably—not anointed by the energy of God like each of the prophets, but by the presence of the whole Anointer.
因為那肉身藉著位格的聯合和對神性的有分,毫無改變地被稱為神——不是像眾先知各人那樣被神的運作所膏,乃是被那膏立者全然的同在所膏。
1:245
Ὅτι δὲ τῇ θεώσει θεοὶ καὶ οἱ ἅγιοι, θεός, φησίν, ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ, ὅταν ἵσταται θεὸς ἐν μέσῳ θεῶν τὰς ἀξίας διαιρῶν, ὡς ἑρμηνεύων φησὶν θεολόγος Γρηγόριος
And that the saints too are gods by deification—"God," it says, "stood in the congregation of gods; in the midst He judges among gods," when God stands in the midst of gods, distributing their dignities, as Gregory the theologian says in interpretation.
至於眾聖徒也藉著成神化而成為神——經上說:「神站在神的會中,在諸神中行審判」,就是當神站在諸神中間、分派他們各自的尊位之時,正如神學家貴格利在解釋中所說的。
1:246
Τῷ Δαυὶδ ἐπηγγείλατο θεὸς οἰκοδομῆσαι αὐτῷ ναὸν διὰ τοῦ ἰδίου υἱοῦ Σολομῶντος καὶ κατασκευάσαι οἶκον ἀναπαύσεως
God promised David to build Him a temple through his own son Solomon, and to construct a house of rest.
神應許大衛,要藉著他自己的兒子所羅門為祂建造一座殿,並建造一個安息之所。
1:247
Τοῦτον Σολομὼν ᾠκοδόμησε καὶ ἐποίησε χερουβίμ, ὥς φησιν βίβλος τῶν Βασιλειῶν, καὶ περιέσχε τὰ χερουβὶμ χρυσίῳ καὶ πάντας τοὺς τοίχους κύκλῳ κολαπτοὺς ἐνέγλυψεν ἐν γραφίδι χερουβὶμ καὶ φοίνικας τῷ ἐσωτέρῳ καὶ τῷ ἐξωτέρῳοὐκ εἶπεν ἐκ πλαγίων, ἀλλὰ κύκλῳἀλλὰ καὶ βόας καὶ λέοντας καὶ ῥοΐσκους
This Solomon built, and he made cherubim, as the book of Kings says: "And he overlaid the cherubim with gold, and all the walls round about he carved with engraved work of cherubim and palm trees, on the inner and the outer wall"—he did not say "on the sides," but "round about"—and also oxen and lions and pomegranates.
所羅門就建造了這殿,又做了基路伯,正如列王紀所說:「他用金子包裹基路伯,又在裡外的牆上四圍刻著基路伯和棕樹的雕刻」——經上沒有說「在兩旁」,乃說「四圍」——還有牛、獅子和石榴。
1:248
Οὐ πολλῷ τιμιώτερον πάντας τοὺς τοίχους τοῦ οἴκου κυρίου κοσμῆσαι ἁγίων μορφαῖς καὶ ἐξεικονίσμασιν ἤπερ ἀλόγων καὶ δένδρων; Ποῦ διαγορεύων νόμος·
Is it not far more honorable to adorn all the walls of the house of the Lord with the forms and depictions of saints than of irrational beasts and trees? Where is the law that decrees:
用聖徒的形貌和描繪來裝飾主殿的一切牆壁,豈不比用無理性的走獸和樹木更為尊貴嗎?那定下這命令的律法在哪裡呢:
1:249
Οὐ ποιήσεις πᾶν ὁμοίωμα; Ἀλλ' σοφίας χύσιν δεξάμενος Σολομὼν οὐ θεὸν εἰκονίζων ἐποίει χερουβὶμ καὶ λεόντων καὶ βοῶν ὁμοιώματατοῦτο γὰρ ἀπαγορεύει νόμοςοὐδ'
"You shall not make any likeness"? But Solomon, who received an outpouring of wisdom, was not depicting God when he made cherubim and likenesses of lions and oxen—for that is what the law forbids—nor
「你不可雕刻任何形像」?但所羅門領受了智慧的澆灌,他做基路伯和獅子、牛的形像時,並不是在描繪神——因為那才是律法所禁止的——
1:250
ἡμεῖς θεὸν εἰκονίζοντες ποιοῦμεν τὸ τῶν ἁγίων εἰκόνισμα
do we, in making the icon of the saints, depict God.
照樣,我們做聖徒的像時,也不是在描繪神。
1:251
Ὥσπερ γὰρ τότε μὲν ἀλόγων αἵματι ἡγνίζετο τε ναὸς καὶ λαὸς καὶ σποδῷ δαμάλεως, νῦν δὲ Χριστοῦ αἵματι τοῦ μαρτυρήσαντος ἐπὶ Ποντίου Πιλάτου καὶ ἑαυτὸν ἀπαρχὴν τῶν μαρτύρων δείξαντος, ἔτι δὲ καὶ τῷ τῶν ἁγίων αἵματι ἱερῷ ἐκκλησία ᾠκοδόμηται, οὕτω τότε μὲν μορφαῖς τε καὶ ἐκτυπώμασιν ἀλόγων τοῦ θεοῦ οἶκος κατεκοσμεῖτο, νῦν δὲ ἁγίων τῶν ναοὺς ἐμψύχους καὶ λογικοὺς ἑαυτοὺς εἰς κατοικητήριον θεοῦ ζῶντος ἐν πνεύματι κατεσκευακότων
For just as then both the temple and the people were purified by the blood of irrational beasts and the ashes of a heifer, but now by the blood of Christ, who witnessed under Pontius Pilate and showed Himself the first-fruits of the martyrs—and further, the Church is built upon the sacred blood of the saints—so then the house of God was adorned with the forms and figures of irrational beasts, but now with those of the saints, who have made themselves living and rational temples, dwelling-places of the living God in spirit.
因為正如那時聖殿和百姓是藉著無理性之獸的血和母牛犢的灰得潔淨,如今卻是藉著基督的血——祂在本丟彼拉多手下作了見證,並顯為眾殉道者的初熟果子——並且教會更是建立在眾聖徒神聖的血上——照樣,那時神的殿是以無理性之獸的形貌和形象裝飾,如今卻是以眾聖徒的形貌裝飾,這些聖徒使自己成為活的、有理性的殿,在靈裡作活神的居所。
1:252
͂, Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἄκουε·
And that these things are so, listen:
至於這些事的確是如此,且聽:
1:253
Οὐ ποιήσεις σεαυτῷ, φησί, γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα. Ταῦτα τοῦ θεοῦ προστάξαντος ἐποίησαν, φησί, τὸ καταπέτασμα τῆς σκηνῆς τοῦ μαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης, ἔργον ὑφαντὸν χερουβίμ, καὶ ἐποίησαν τὸ ἱλαστήριον ἄνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου καθαροῦ καὶ τοὺς δύο χερουβίμ. Τί ποιεῖς, Μωσῆ; Σὺ λέγεις·
"You shall not make for yourself a carved thing nor any likeness," He says. When God commanded these things, they made, it says, "the veil of the tabernacle of testimony of blue and purple and spun scarlet and fine twined linen, the woven work of cherubim, and they made the mercy-seat above the ark of pure gold, and the two cherubim." What are you doing, O Moses? You say:
祂說:「你不可為自己雕刻偶像,也不可做任何形像。」然而神既吩咐了這些事,他們就做了——經上說:「他們用藍色、紫色、撚的朱紅色線和撚的細麻,以巧匠的手工做了會幕的幔子,上面繡著基路伯,又用純金做了約櫃上面的施恩座和那兩個基路伯。」摩西啊,你在做甚麼呢?你說:
1:254
Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ πᾶν ὁμοίωμα, καὶ σὺ καταπέτασμα κατασκευάζεις, ἔργον ὑφαντὸν χερουβὶμ καὶ δύο χερουβὶμ ἐκ χρυσίου καθαροῦ; Ἀλλ' ἄκουε, τί πρός σε θεράπων τοῦ θεοῦ Μωσῆς τοῖς πράγμασιν ἀντιφθέγγεται
"You shall not make for yourself a carved thing nor any likeness," and yet you construct a veil, the woven work of cherubim, and two cherubim of pure gold? But hear what Moses, the servant of God, replies to you by his deeds:
「你不可為自己雕刻偶像,也不可做任何形像」,你卻又做一幔子,是繡著基路伯的巧匠手工,又用純金做兩個基路伯?且聽神的僕人摩西用他的行為向你怎樣回應:
1:255
τυφλοὶ καὶ μωροί, σύνετε τῶν λεγομένων τὴν δύναμιν καὶ φυλάξασθε σφόδρα τὰς ψυχὰς ὑμῶν. Εἶπον, ὅτι ὁμοίωμα οὐκ εἴδετε ἐν τῇ ἡμέρᾳ, ἐλάλησε κύριος πρὸς ὑμᾶς ἐν Χωρὴβ ἐν τῷ ὄρει ἐκ μέσου τοῦ πυρός, μήποτε ἀνομήσητε καὶ ποιήσητε ὑμῖν ἑαυτοῖς γλυπτὸν ὁμοίωμα, πᾶσαν εἰκόνα, καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ
"O blind and foolish ones, understand the force of what is said, and guard your souls diligently. I said that you saw no likeness on the day the Lord spoke to you at Horeb in the mountain out of the midst of the fire, lest you act lawlessly and make for yourselves a carved likeness, any image, and you shall not make for yourself molten gods."
「瞎眼愚妄的人哪,要明白所說之話的力量,並分外謹守你們的性命。我說過,耶和華在何烈山,從火焰中對你們說話的那日,你們沒有看見甚麼形像,免得你們行事敗壞,為自己雕刻偶像,做任何形像,你們也不可為自己鑄造神像。」
1:256
Οὐ ποιήσεις εἰκόνα χερουβὶμ ὡς δούλων παρεστηκότων τῷ ἱλαστηρίῳ, ἀλλ' οὐ ποιήσεις σεαυτῷ θεοὺς χωνευτούς, καὶ οὐ ποιήσεις πᾶν ὁμοίωμα ὡς θεοῦ οὐδ' οὐ μὴ λατρεύσῃς τῇ κτίσει παρὰ τὸν κτίσαντα
He did not say, "You shall not make an icon of cherubim as servants standing by the mercy-seat," but "You shall not make for yourself molten gods," and "You shall not make any likeness as of God," nor "shall you serve the creation rather than the Creator."
他並沒有說:「你不可做基路伯的像,如僕人侍立在施恩座旁」,乃是說:「你不可為自己鑄造神像」,以及「你不可做任何形像當作神」,也「不可敬奉受造之物過於那造物主」。
1:257
Ὁμοίωμα μὲν οὖν θεοῦ οὐκ ἐποίησα οὐδὲ μὴν ἑτέρου τινὸς ὡς θεοῦ οὐδὲ ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα
"A likeness of God, then, I did not make, nor of any other thing as God, nor did I serve the creation rather than the Creator.
「神的形像我並沒有做,也沒有把別的甚麼當作神,也沒有敬奉受造之物過於那造物主。
1:258
ἀνθρώπου ( δεδούλωτο γὰρ τῇ ἁμαρτίᾳ φύσις τῆς ἀνθρωπότητος) οὐδὲ ἐλάτρευσα τῇ κτίσει παρὰ τὸν κτίσαντα
of man (for the nature of humanity was enslaved to sin), nor did I serve the creation rather than the Creator.
也沒有做人的形像(因為人性曾被罪所奴役),也沒有敬奉受造之物過於那造物主。
1:259
Πάσης δὲ τῆς κτίσεως ὁμοίωμα τὴν σκηνὴν κατεσκεύασα κατὰ τὸν τύπον τὸν δειχθέντα μοι ἐν τῷ ὄρει καὶ χερουβὶμ σκιάζοντα τὸ ἱλαστήριον ὡς θεῷ παρεστηκότα
But I constructed the tabernacle as a likeness of all creation, according to the pattern shown me on the mountain, and the cherubim overshadowing the mercy-seat as standing before God."
但我照著在山上指示我的樣式,做了會幕作為整個受造界的形像,又做了基路伯遮掩施恩座,如同侍立在神面前。」
1:260
Εἶδες, πῶς ἀνεφάνη σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι·
Do you see how the aim of Scripture was made manifest to those who search with understanding?
你看見聖經的旨意怎樣向那些用悟性查考的人顯明了嗎?
1:261
δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν παντὶ πράγματι ἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν κακός
For one must know, beloved, that in every matter the truth and the falsehood are sought, and the aim of the doer, whether it is good or evil.
因為親愛的,人必須知道,在每一件事上,都當尋求真實與虛謊,以及行事者的目的,看它是善是惡。
1:262
Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ οὐρανὸς καὶ γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀὴρ καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ φῶς καὶ σκότος καὶ σατανᾶς καὶ δαίμονες καὶ ὄφεις καὶ σκορπίοι καὶ θάνατος καὶ ᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάντα καλά τε καὶ κακά εἰσιν ἐγγεγραμμένα
For in the Gospel there are written God and angel and man and heaven and earth and water and fire and air and sun and moon and stars and light and darkness and Satan and demons and serpents and scorpions and death and Hades and virtues and vices, and all things good and evil.
因為福音書裡記載了神、天使、人、天、地、水、火、空氣、日、月、星辰、光、暗、撒但、鬼魔、蛇、蠍子、死亡、陰間、美德與惡行,以及一切善的和惡的事物。
1:263
Ἀλλ' ὅμως ἐπειδὴ πάντα τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶ σκοπὸς πρὸς δόξαν θεοῦ ἐστι καὶ τῶν ὑπ' αὐτοῦ δοξαζομένων ἁγίων καὶ σωτηρίαν ἡμῶν καὶ καθαίρεσιν καὶ αἰσχύνην τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυνοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ καινὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶ ἀκάθαρτον γραφὴν τῶν καταράτων Μανιχαίων τε καὶ Ἑλλήνων καὶ τῶν λοιπῶν αἱρέσεων ὡς ψευδῆ καὶ μάταια περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ χαρὰν αὐτῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶ ἀποβαλλόμεθα καίτοι γε καὶ ὄνομα θεοῦ περιέχουσαν
But nevertheless, since all that is said concerning them is true, and the aim is to the glory of God and of the saints glorified by Him, and to our salvation and the overthrow and shame of the devil and his demons, we worship and embrace and kiss them, and greet them with eyes and lips and heart—likewise also the whole Old and New Testament, and the words of the holy and chosen fathers; but the shameful and abominable and unclean writing of the accursed Manichaeans and Greeks and the rest of the heresies, as containing things false and vain, and as devised for the glory of the devil and his demons and for their joy, we spurn and reject, even though it contains the name of God.
然而,既然關乎這些事所說的一切都是真實的,其旨意又是為了神和蒙祂榮耀之眾聖徒的榮耀,並為了我們的救恩,以及魔鬼和牠鬼魔的傾覆與羞辱,我們便敬禮、擁抱、親吻它們,用眼、唇和心向它們致敬——同樣也向全部新舊兩約,以及聖潔蒙揀選之教父們的著述如此行;但那受咒詛的摩尼教徒、希臘人和其餘異端那可恥、可憎、不潔的著作,因它所含的是虛謊與虛空,又是為了魔鬼和牠鬼魔的榮耀及其喜樂而編造的,我們便唾棄並丟棄它,縱然它含有神的名。
1:264
Οὕτως καὶ ἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶ ὀρθὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμήματα καὶ ὁμοιώματα καὶ βίβλους τῶν ἀγραμμάτων καὶ προσκυνεῖν καὶ καταφιλεῖν
So also in the matter of icons one must search out both the truth and the aim of those who make them; and if they are true and right and made for the glory of God and of His saints, and for the zealous pursuit of virtue and the avoidance of vice and the salvation of souls, we are to accept and honor them as icons and copies and likenesses and books for the unlettered, and to worship and kiss them,
照樣,在聖像的事上,人也必須探究製作者的真實與目的;它們若是真實、正確,且是為了神和祂眾聖徒的榮耀,並為了熱切追求美德、躲避惡行和拯救靈魂而製作的,我們就當接納並尊崇它們,視之為聖像、摹本、相似之物,以及不識字之人的書卷,並要敬禮、親吻它們,
1:265
καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπάζεσθαι ὡς σεσαρκωμένου θεοῦ ὁμοίωμα τῆς τούτου μητρὸς τῶν ἁγίων τῶν κοινωνῶν τῶν παθημάτων καὶ τῆς δόξης τοῦ Χριστοῦ καὶ νικητῶν καὶ καθαιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλάνης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶ ἀσωμάτου καὶ ἀοράτου καὶ ἀσχηματίστου καὶ ἀχρωματίστου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆ ἀποβαλλόμεθα·
and greet them with eyes and lips and heart, as the likeness of God made flesh, or of His mother, or of the saints—the partakers of the sufferings and the glory of Christ, the victors and overthrowers of the devil and his demons and their error. But if anyone should dare to make an icon of the immaterial and bodiless and invisible and formless and colorless Godhead, we reject it as false;
用眼、唇和心向它們致敬,當作那成了肉身之神的形像,或祂母親的形像,或眾聖徒的形像——就是那些與基督的受苦和榮耀有分的、戰勝並傾覆了魔鬼、牠鬼魔及其迷惑的人。但若有人膽敢為那非物質、無形體、不可見、無形狀、無顏色的神性做像,我們便棄絕它為虛謊;
1:266
καὶ ἐάν τις ἐπὶ δόξῃ καὶ προσκυνήσει καὶ τιμῇ τοῦ διαβόλου τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶ ἀναλίσκομεν
and if anyone makes one for the glory and worship and honor of the devil or of the demons, we spit upon it and consume it with fire.
若有人為了魔鬼或鬼魔的榮耀、敬禮和尊崇而做像,我們便向它吐唾沫,用火將它燒盡。
1:267
Καὶ ἐάν τις ἀνθρώπων πετεινῶν ἑρπετῶν ἄλλης κτίσεως θεοποιήσῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον
And if anyone should deify an image of men or birds or creeping things or any other creature, we anathematize him.
若有人把人、飛鳥、爬蟲或任何其他受造物的像當作神,我們便咒詛他。
1:268
Ὥσπερ γὰρ τὰ ἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμόνων καθεῖλον οἱ ἅγιοι πατέρες καὶ ἐν τοῖς αὐτῶν τόποις ναοὺς ἐπ' ὀνόματι ἁγίων ἤγειραν, καὶ τούτους σέβομεν, οὕτως καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθεῖλον καὶ ἀντ' ἐκείνων ἤγειραν εἰκόνας Χριστοῦ καὶ τῆς θεοτόκου καὶ τῶν ἁγίων
For just as the holy fathers tore down the shrines and temples of the demons and raised up in their places temples in the name of saints—and these we reverence—so too they tore down the icons of the demons and in their stead raised up icons of Christ and of the Theotokos and of the saints.
因為正如眾聖教父拆毀了鬼魔的廟宇和殿堂,並在其原處奉聖徒之名建立殿堂——我們也尊崇這些殿堂——照樣,他們也拆毀了鬼魔的像,並代之以基督、神之母和眾聖徒的像。
1:269
Καὶ ἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ' ὀνόματι ἀνθρώπων ἤγειρεν Ἰσραὴλ οὔτε μνημόσυνον ἀνθρώπου ἑωρτάζετοἔτι γὰρ ὑπὸ κατάραν ἦν τῶν ἀνθρώπων φύσις καὶ θάνατος κατάκρισις ἦν, διὸ καὶ ἐπενθεῖτο, καὶ τὸ σῶμα τοῦ τεθνηκότος ἀκάθαρτον ἐλογίζετο καὶ ἁπτόμενος αὐτοῦ –, νῦν δέ, ἀφ' οὗ θεότης τῇ ἡμετέρᾳ φύσει συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ἐδοξάσθη φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετεστοιχειώθη
And under the old covenant Israel neither raised up temples in the name of men nor celebrated the memorial of a man—for the nature of men was still under a curse, and death was a condemnation, wherefore it was mourned, and the body of one who died was reckoned unclean, as was anyone who touched it. But now, since the Godhead has been mingled with our nature like some life-giving and saving medicine, our nature has been glorified and transformed into incorruption.
在舊約之下,以色列既不奉人的名建立殿堂,也不慶祝人的紀念——因為那時人性仍在咒詛之下,死亡乃是定罪,所以為它哀哭,死人的身體也被算為不潔,凡摸它的也是如此。但如今,神性既已與我們的本性聯合,如同某種賜生命、救人的良藥,我們的本性便得了榮耀,並被變化進入不朽壞。
1:270
Διὸ καὶ τῶν ἁγίων θάνατος ἑορτάζεται καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται
Therefore the death of the saints is celebrated, and temples are raised up to them, and icons are depicted.
因此,眾聖徒的死亡得以被慶祝,殿堂為他們建立,聖像也被描繪出來。
1:271
Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς τὴν εἰκόνα τὴν πρὸς δόξαν καὶ ὑπόμνησιν τοῦ Χριστοῦ τῆς τούτου μητρὸς τῆς ἁγίας θεοτόκουἤ τινος τῶν ἁγίων καὶ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐτοῦ καὶ τῶν δαιμόνων αὐτοῦ ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχειρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶ ἀσπαζόμενος ὡς εἰκόνα τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι τοῦ Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων καὶ ἐκδικητὴς τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, ἔργῳ ἐπιδεικνύμενος τὴν λύπην, ὅτι θεὸς καὶ οἱ ἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, δὲ διάβολος καταισχύνεται·
Let every man know, then, that whoever attempts to destroy the icon—made out of divine longing and zeal, for the glory and remembrance of Christ or of His mother the holy Theotokos or of one of the saints, and for the shame of the devil and his defeat and of his demons—and does not worship and honor and greet it as a precious icon, and not as God, is an enemy of Christ and of the holy Theotokos and of the saints, and an avenger of the devil and his demons, showing by his deed his grief that God and His saints are honored and glorified, while the devil is put to shame;
因此,人人都當知道:凡有人企圖毀壞那出於對神的渴慕和熱忱、為了基督或祂母親聖潔的神之母或某位聖徒的榮耀與記念、並為了魔鬼及其失敗和牠鬼魔的羞辱而製作的聖像,又不把它當作寶貴的聖像(而非當作神)來敬禮、尊崇、致敬,這人就是基督、聖潔之神之母和眾聖徒的仇敵,是魔鬼及其鬼魔的伸冤者,他以行為顯出他的憂愁,就是因神和祂的聖徒受尊崇、得榮耀,而魔鬼蒙羞;
1:272
γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογραφία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ διαπρεψάντων καὶ τῆς αἰσχύνης τῶν ἡττηθέντων καὶ καταβληθέντων
for the icon is a triumph and a manifestation and an inscribed monument in memory of the victory of those who have fought nobly and excelled, and of the shame of those who have been vanquished and cast down.
因為聖像乃是凱旋、彰顯,和刻碑記念,紀念那些英勇爭戰、卓越超群者的得勝,以及那些被擊敗、被打倒者的羞辱。
1:273
α Εἶδες, πῶς ἀνεφάνη σκοπὸς τῆς γραφῆς τοῖς συνετῶς ἐρευνῶσι·
Do you see how the aim of Scripture was made manifest to those who search with understanding?
你看見聖經的旨意怎樣向那些用悟性查考的人顯明了嗎?
1:274
δεῖ γὰρ γινώσκειν, ἀγαπητοί, ὅτι ἐν παντὶ πράγματι ἀλήθεια ζητεῖται καὶ τὸ ψεῦδος καὶ σκοπὸς τοῦ ποιοῦντος, εἰ καλός ἐστιν κακός
For one must know, beloved, that in every matter the truth and the falsehood are sought, and the aim of the doer, whether it is good or evil.
因為親愛的,人必須知道,在每一件事上,都當尋求真實與虛謊,以及行事者的目的,看它是善是惡。
1:275
Ἐν μὲν γὰρ τῷ εὐαγγελίῳ καὶ θεὸς καὶ ἄγγελος καὶ ἄνθρωπος καὶ γῆ καὶ ὕδωρ καὶ πῦρ καὶ ἀὴρ καὶ ἥλιος καὶ σελήνη καὶ ἄστρα καὶ φῶς καὶ σκότος καὶ σατανᾶς καὶ δαίμονες καὶ ὄφεις καὶ σκορπίοι καὶ ζωὴ καὶ θάνατος καὶ ᾅδης καὶ ἀρεταὶ καὶ κακίαι καὶ πάντα καλά τε καὶ κακά εἰσιν γεγραμμένα
For in the Gospel there are written God and angel and man and earth and water and fire and air and sun and moon and stars and light and darkness and Satan and demons and serpents and scorpions and life and death and Hades and virtues and vices, and all things good and evil.
因為福音書裡記載了神、天使、人、地、水、火、空氣、日、月、星辰、光、暗、撒但、鬼魔、蛇、蠍子、生命、死亡、陰間、美德與惡行,以及一切善的和惡的事物。
1:276
Ἀλλ' ὅμως ἐπειδὴ τὰ περὶ αὐτῶν λεγόμενα ἀληθῆ εἰσι καὶ σκοπὸς πρὸς δόξαν θεοῦ ἐστι καὶ σωτηρίαν ἡμῶν καὶ δόξα μὲν τῶν ὑπ' αὐτοῦ δοξαζομένων ἁγίων, αἰσχύνη δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, προσκυνοῦμεν καὶ περιπτυσσόμεθα καὶ καταφιλοῦμεν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπαζόμεθα, ὁμοίως καὶ πᾶσαν τὴν παλαιὰν καὶ καινὴν διαθήκην τούς τε λόγους τῶν ἁγίων καὶ ἐκκρίτων πατέρων, τὴν δὲ αἰσχρὰν καὶ μυσαρὰν καὶ ἀκάθαρτον γραφὴν τῶν καταράτων Μανιχαίων τὰ αὐτὰ ὀνόματα περιέχουσαν καὶ πρὸς δόξαν τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ καὶ ἀπώλειαν ψυχῶν ἐφευρεθεῖσαν ἀποπτύομεν καὶ ἀποβαλλόμεθα
But nevertheless, since the things said concerning them are true, and the aim is to the glory of God and to our salvation and the glory of the saints glorified by Him, and to the shame of the devil and his demons, we worship and embrace and kiss them, and greet them with eyes and lips and heart—likewise also the whole Old and New Testament, and the words of the holy and chosen fathers; but the shameful and abominable and unclean writing of the accursed Manichaeans, which contains the same names but is devised for the glory of the devil and his demons and for the destruction of souls, we spurn and reject.
然而,既然關乎這些事所說的都是真實的,其旨意又是為了神的榮耀和我們的救恩,並蒙祂榮耀之眾聖徒的榮耀,以及魔鬼和牠鬼魔的羞辱,我們便敬禮、擁抱、親吻它們,用眼、唇和心向它們致敬——同樣也向全部新舊兩約,以及聖潔蒙揀選之教父們的著述如此行;但那受咒詛之摩尼教徒可恥、可憎、不潔的著作,雖含有同樣的名字,卻是為了魔鬼和牠鬼魔的榮耀及靈魂的滅亡而編造的,我們便唾棄並丟棄它。
1:277
Οὕτως καὶ ἐν τῷ πράγματι τῶν εἰκόνων χρὴ ἐρευνᾶν τήν τε ἀλήθειαν καὶ τὸν σκοπὸν τῶν ποιούντων καί, εἰ μὲν ἀληθὴς καὶ ὀρθὸς καὶ πρὸς δόξαν θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ καὶ πρὸς ζῆλον ἀρετῆς καὶ ἀποφυγὴν κακίας καὶ σωτηρίαν ψυχῶν γίνονται, ἀποδέχεσθαι καὶ τιμᾶν ὡς εἰκόνας καὶ μιμήματα καὶ ὁμοιώματα καὶ βίβλους τῶν ἀγραμμάτων καὶ ὑπόμνησιν καὶ
So also in the matter of icons one must search out both the truth and the aim of those who make them; and if they are true and right and made for the glory of God and of His saints, and for the zealous pursuit of virtue and the avoidance of vice and the salvation of souls, we are to accept and honor them as icons and copies and likenesses and books for the unlettered, and as a reminder, and
照樣,在聖像的事上,人也必須探究製作者的真實與目的;它們若是真實、正確,且是為了神和祂眾聖徒的榮耀,並為了熱切追求美德、躲避惡行和拯救靈魂而製作的,我們就當接納並尊崇它們,視之為聖像、摹本、相似之物、不識字之人的書卷,以及一種提醒,並要
1:278
προσκυνεῖν καὶ καταφιλεῖν καὶ ὀφθαλμοῖς καὶ χείλεσι καὶ καρδίᾳ ἀσπάζεσθαι ὡς σεσαρκωμένου θεοῦ ὁμοίωμα τῆς τούτου μητρὸς τῶν ἁγίων τῶν κοινωνῶν τῶν παθημάτων αὐτοῦ καὶ τῆς δόξης τοῦ Χριστοῦ καὶ νικητῶν καὶ καθαιρετῶν τοῦ διαβόλου καὶ τῶν δαιμόνων καὶ τῆς πλάνης αὐτῶν, εἰ δὲ θεότητος τῆς ἀύλου καὶ ἀσωμάτου εἰκόνα τις τολμήσει ποιῆσαι, ὡς ψευδῆ ἀποβαλλόμεθα·
to worship and kiss them, and greet them with eyes and lips and heart, as the likeness of God made flesh, or of His mother, or of the saints—the partakers of His sufferings and of the glory of Christ, the victors and overthrowers of the devil and his demons and their error. But if anyone should dare to make an icon of the immaterial and bodiless Godhead, we reject it as false;
敬禮、親吻它們,用眼、唇和心向它們致敬,當作那成了肉身之神的形像,或祂母親的形像,或眾聖徒的形像——就是那些與祂的受苦和基督的榮耀有分的、戰勝並傾覆了魔鬼、牠鬼魔及其迷惑的人。但若有人膽敢為那非物質、無形體的神性做像,我們便棄絕它為虛謊;
1:279
καὶ ἐάν τις ἐπὶ δόξῃ καὶ τιμῇ καὶ προσκυνήσει τοῦ διαβόλου τῶν δαιμόνων, καταπτύομεν καὶ πυρὶ ἀναλίσκομεν
and if anyone makes one for the glory and honor and worship of the devil or of the demons, we spit upon it and consume it with fire.
若有人為了魔鬼或鬼魔的榮耀、尊崇和敬禮而做像,我們便向它吐唾沫,用火將它燒盡。
1:280
Καὶ ἐάν τις ἀνθρώπων κτηνῶν πετεινῶν ἑρπετῶν ἄλλης τινὸς κτίσεως θεοποιήσῃ εἰκόνα, ἀναθεματίζομεν τοῦτον
And if anyone should deify an image of men or beasts or birds or creeping things or any other creature, we anathematize him.
若有人把人、走獸、飛鳥、爬蟲或任何其他受造物的像當作神,我們便咒詛他。
1:281
Ὥσπερ γὰρ τὰ ἱερὰ καὶ τοὺς ναοὺς τῶν δαιμόνων καθεῖλον οἱ ἅγιοι πατέρες καὶ ἐν τοῖς αὐτῶν τόποις ναοὺς ἐπ' ὀνόματι θεοῦ καὶ ἁγίων ἤγειραν, καὶ τούτους σέβομεν, οὕτω καὶ τὰς εἰκόνας τῶν δαιμόνων καθεῖλον καὶ ἀντ' ἐκείνων ἤγειραν εἰκόνας Χριστοῦ καὶ τῆς τούτου μητρὸς καὶ τῶν ἁγίων, καὶ ταύτας σέβομεν
For just as the holy fathers tore down the shrines and temples of the demons and raised up in their places temples in the name of God and of the saints—and these we reverence—so too they tore down the icons of the demons and in their stead raised up icons of Christ and of His mother and of the saints, and these we reverence.
因為正如眾聖教父拆毀了鬼魔的廟宇和殿堂,並在其原處奉神和聖徒之名建立殿堂——我們也尊崇這些殿堂——照樣,他們也拆毀了鬼魔的像,並代之以基督、祂母親和眾聖徒的像,我們也尊崇這些像。
1:282
Καὶ ἐπὶ μὲν τῆς παλαιᾶς οὔτε ναοὺς ἐπ' ὀνόματι ἀνθρώπων ἤγειρεν Ἰσραὴλ οὔτε μνημόσυνον ἑωρτάζετοἔτι γὰρ ὑπὸ κατάραν ἦν τῶν ἀνθρώπων φύσις καὶ θάνατος κατάκρισις ἦν, διὸ καὶ ἐπενθεῖτο, καὶ ἁπτόμενος τοῦ σώματος τοῦ τεθνηκότος ἀκάθαρτος ἐλογίζετο–, νῦν δέ, ἀφ' οὗ θεότης τῇ ἡμετέρᾳ φύσει ἀσυγχύτως συνεκράθη οἷόν τι ζωοποιὸν καὶ σωτήριον φάρμακον, ὄντως ἐδοξάσθη φύσις ἡμῶν καὶ πρὸς ἀφθαρσίαν μετεστοιχειώθη
And under the old covenant Israel neither raised up temples in the name of men nor was a memorial celebrated—for the nature of men was still under a curse, and death was a condemnation, wherefore it was mourned, and whoever touched the body of one who died was reckoned unclean. But now, since the Godhead has been mingled without confusion with our nature like some life-giving and saving medicine, our nature has truly been glorified and transformed into incorruption.
在舊約之下,以色列既不奉人的名建立殿堂,也沒有慶祝甚麼紀念——因為那時人性仍在咒詛之下,死亡乃是定罪,所以為它哀哭,凡摸死人身體的也被算為不潔。但如今,神性既已不相混雜地與我們的本性聯合,如同某種賜生命、救人的良藥,我們的本性便真正得了榮耀,並被變化進入不朽壞。
1:283
Διὸ καὶ ναοὶ αὐτοῖς ἐγείρονται καὶ εἰκόνες ἀναγράφονται
Therefore temples are raised up to them and icons are depicted.
因此,殿堂為他們建立,聖像也被描繪出來。
1:284
Γινωσκέτω οὖν πᾶς ἄνθρωπος, ὡς τὴν εἰκόνα τὴν πρὸς δόξαν καὶ ὑπόμνησιν τοῦ Χριστοῦ τῆς τούτου μητρὸς τῆς ἁγίας θεοτόκουἤ τινος τῶν ἁγίων, ἔτι δὲ πρὸς αἰσχύνην τοῦ διαβόλου καὶ τῆς ἥττης αὐτοῦ καὶ τῶν δαιμόνων αὐτοῦ ἐκ θείου πόθου καὶ ζήλου γενομένην καταλύειν ἐπιχειρῶν καὶ μὴ προσκυνῶν καὶ τιμῶν καὶ ἀσπαζόμενος πόθῳ τοῦ εἰκονιζομένου ὡς εἰκόνα τιμίαν καὶ οὐχ ὡς θεὸν ἐχθρός ἐστι Χριστοῦ καὶ τῆς ἁγίας θεοτόκου καὶ τῶν ἁγίων, ἐκδικητὴς δὲ τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ, ἔργῳ ἐπιδεικνύμενος τὴν λύπην, ὅτι θεὸς καὶ οἱ ἅγιοι αὐτοῦ τιμῶνται καὶ δοξάζονται, δὲ διάβολος καταισχύνεται·
Let every man know, then, that whoever attempts to destroy the icon—made out of divine longing and zeal, for the glory and remembrance of Christ or of His mother the holy Theotokos or of one of the saints, and further for the shame of the devil and his defeat and of his demons—and does not worship and honor and greet it, out of longing for the one depicted, as a precious icon, and not as God, is an enemy of Christ and of the holy Theotokos and of the saints, and an avenger of the devil and his demons, showing by his deed his grief that God and His saints are honored and glorified, while the devil is put to shame;
因此,人人都當知道:凡有人企圖毀壞那出於對神的渴慕和熱忱、為了基督或祂母親聖潔的神之母或某位聖徒的榮耀與記念、並更為了魔鬼及其失敗和牠鬼魔的羞辱而製作的聖像,又不出於對所描繪者的渴慕、把它當作寶貴的聖像(而非當作神)來敬禮、尊崇、致敬,這人就是基督、聖潔之神之母和眾聖徒的仇敵,是魔鬼及其鬼魔的伸冤者,他以行為顯出他的憂愁,就是因神和祂的聖徒受尊崇、得榮耀,而魔鬼蒙羞;
1:285
γὰρ εἰκὼν θρίαμβός ἐστι καὶ φανέρωσις καὶ στηλογραφία εἰς μνήμην τῆς νίκης τῶν ἀριστευσάντων καὶ διαπρεψάντων καὶ τῆς αἰσχύνης τῶν ἡττηθέντων καὶ καταβληθέντων
for the icon is a triumph and a manifestation and an inscribed monument in memory of the victory of those who have fought nobly and excelled, and of the shame of those who have been vanquished and cast down.
因為聖像乃是凱旋、彰顯,和刻碑記念,紀念那些英勇爭戰、卓越超群者的得勝,以及那些被擊敗、被打倒者的羞辱。
1:286
Εἶδον πολλάκις ποθοῦντας, ἱμάτιον τοῦ ποθουμένου θεασαμένους, ὡς αὐτὸν τὸν ποθούμενον ἀσπασαμένους τὸ ἱμάτιον ὀφθαλμοῖς τε καὶ χείλεσι
I have often seen those who long for someone, when they behold the garment of the one they long for, kiss the garment with eyes and lips as though it were the longed-for one himself.
我常看見那些渴慕某人的人,當他們看見所渴慕之人的衣服時,便用眼和唇親吻那衣服,彷彿那衣服就是他們所渴慕的人本身。
1:287
Χρὴ ἀποδιδόναι πᾶσι τὰς ὀφειλὰς κατὰ τὸν ἅγιον Παῦλον τὸν ἀπόστολον τῷ τὴν τιμὴν τὴν τιμὴν καὶ βασιλεῖ μὲν ὡς ὑπερέχοντι, τοῖς δὲ ἄρχουσιν ὡς δι' αὐτῶν ἀποστελλομένοις, ἑκάστῳ κατὰ τὸ μέτρον τοῦ ἀξιώματος
We must render to all their dues, according to the holy apostle Paul—to whom honor is due, honor; both to the king as supreme, and to the rulers as sent through him, to each according to the measure of his dignity.
我們必須照聖使徒保羅所說,把各人所當得的歸給他——當得尊敬的,就把尊敬歸給他;既歸給君王,當他是至上的,也歸給作官的,當他們是受君王差派的,各按其尊位的份量。
1:288
Οὐ βασιλέων ἐστὶ νομοθετεῖν τῇ ἐκκλησίᾳ
It is not for kings to legislate for the Church.
為教會立法並不是君王的職分。
1:289
Ὅρα γάρ, τί φησιν θεῖος ἀπόστολος·
For see what the divine apostle says:
因為且看那神聖的使徒怎麼說:
1:290
Καὶ οὓς μὲν ἔθετο θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῆς ἐκκλησίας, – οὐκ εἶπε βασιλεῖςκαὶ πάλιν πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε·
"And those whom God appointed in the Church, first apostles, second prophets, third pastors and teachers, for the equipping of the Church"—he did not say kings—and again: "Obey your leaders and submit to them;
「神在教會所設立的,第一是使徒,第二是先知,第三是牧師和教師,為要成全教會」——他並沒有說君王——又說:「你們要依從那些引導你們的,且要順服;
1:291
αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσαντες. καὶ αὖθις μνη μονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον, ὧν ἀναθεωροῦντες τὴν ἀναστροφὴν ζηλοῦτε τὴν πίστιν. Οὐκ ἐλάλησαν ἡμῖν τὸν λόγον βασιλεῖς, ἀλλὰ ἀπόστολοι καὶ προφῆται ποιμένες τε καὶ διδάσκαλοι
for they keep watch over your souls as those who will give an account." And again: "Remember your leaders, who spoke to you the word; consider the outcome of their conduct, and imitate their faith." It was not kings who spoke to us the word, but apostles and prophets, pastors and teachers.
因他們為你們的靈魂時刻警醒,好像那將來交帳的人。」又說:「從前引導你們、傳神之道給你們的人,你們要記念他們,效法他們的信心,留心察看他們為人的結局。」向我們傳道的不是君王,乃是使徒、先知、牧師和教師。
1:292
Τῷ Δαυὶδ ἐντειλάμενος θεὸς οἰκοδομῆσαι αὑτῷ οἶκον ἔφη πρὸς αὐτόν, ὅτι οὐκ οἰκοδομήσεις μοι σὺ οἶκον, ἐπειδὴ ἀνὴρ αἱμάτων εἶ σύ
When God commanded David to build Him a house, He said to him: "You shall not build Me a house, for you are a man of blood."
當神吩咐大衛為祂建造一座殿時,祂對他說:「你不可為我建造殿宇,因你是流人血的人。」
1:293
Ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, ἀπόστολος ἀνακέκραγε Παῦλος, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὸν φόρον τὸν φόρον, τῷ τὸ τέλος τὸ τέλος. Βασιλέων ἐστὶν πολιτικὴ εὐταξία, δὲ ἐκκλησιαστικὴ κατάστασις ποιμένων καὶ διδασκάλων
"Render to all their dues," the apostle Paul cried out: "to whom honor is due, honor; to whom fear, fear; to whom tribute, tribute; to whom custom, custom." To kings belongs the good order of civil affairs; but the ordering of the Church belongs to pastors and teachers.
使徒保羅高聲呼喊說:「凡人所當得的,就給他——當得尊敬的,把尊敬歸給他;當懼怕的,懼怕他;當納糧的,納糧給他;當上稅的,上稅給他。」治理國政的良好秩序屬於君王;但教會的治理卻屬於牧師和教師。
1:294
Λῃστρικὴ ἔφοδός ἐστιν αὕτη, ἀδελφοί
This is a robber's assault, brethren.
弟兄們,這乃是強盜的襲擊。
1:295
τοῦ Σαμουὴλ ἔσχισε, καὶ τί πέπονθεν; Ἔσχισε τὴν βασιλείαν αὐτοῦ θεὸς καὶ δέδωκεν αὐτὴν Δαυὶδ τῷ πρᾳοτάτῳ
[Saul] tore [the mantle] of Samuel—and what did he suffer? God tore his kingdom from him and gave it to David, the most gentle.
〔掃羅〕扯裂了撒母耳〔的外袍〕——他遭受了甚麼呢?神把他的國度從他撕裂奪去,賜給了那最溫柔的大衛。
1:296
Τὸν Ἡλίαν Ἰεζάβελ ἐδίωξε, καὶ οἱ κύνες ἐλούσαντο ἐν τῷ αὐτῆς αἵματι
Jezebel persecuted Elijah, and the dogs washed themselves in her blood.
耶洗別逼迫以利亞,狗就在她的血中洗濯自己。
1:297
Ἡρῴδης ἀνεῖλε τὸν Ἰωάννην καὶ σκωληκόβροτος γενόμενος ἐξέψυξε
Herod killed John, and becoming worm-eaten, he expired.
希律殺了約翰,後來被蟲所咬而斷氣。
1:298
Καὶ νῦν μακάριος Γερμανὸς βίῳ καὶ λόγῳ ἐξαστράπτων ἐρραπίσθη καὶ ἐξόριστος γέγονε, καὶ ἕτεροι πλεῖστοι ἐπίσκοποι καὶ πατέρες, ὧν οὐκ οἴδαμεν τὰ ὀνόματα
And now the blessed Germanus, resplendent in life and word, was struck and sent into exile, and very many other bishops and fathers, whose names we do not know.
如今,那在生命和言語上都光輝燦爛的有福之人日耳曼努斯(革爾瑪諾)被擊打、被放逐,還有許多其他的主教和教父,他們的名字我們也不知道。
1:299
Οὐ λῃστρικὸν τοῦτο;Ὁ κύριος, ὅτε πειραστικῶς αὐτῷ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι προσῄεσαν, ἵνα παγιδεύσωσιν αὐτὸν λόγῳ, καὶ ἐπηρώτησαν αὐτόν, εἰ ἔξεστι δοῦναι κῆνσον καίσαρι, πρὸς οὓς ἀπεκρίνατο·
Is this not a robber's deed? When the scribes and Pharisees came to the Lord to test Him, that they might trap Him by His word, and asked Him whether it is lawful to give tribute to Caesar, He answered them:
這豈不是強盜的行徑嗎?當文士和法利賽人來試探主,要用言語陷害祂,問祂是否可以給該撒納稅時,祂回答他們說:
1:300
Ἀγάγετέ μοι νόμισμα. Τῶν δὲ ἀγαγόντων ἔφη·
"Bring Me a coin." And when they had brought it, He said:
「拿一個錢給我看。」他們拿來了,祂便說:
1:301
Τίνος ἔχει τὴν εἰκόνα; Τῶν δὲ φησάντων καίσαρος λέγει·
“Whose image does it bear?” And when they said, “Caesar’s,” he says:
「這是誰的像?」他們回答說:「是凱撒的。」耶穌便說:
1:302
Ἀπόδοτε τὰ τοῦ καίσαρος καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Ὑπείκομέν σοι, βασιλεῦ, ἐν τοῖς κατὰ τὸν βίον πράγμασι, φόροις, τέλεσι, δοσοληψίαις, ἐν οἷς σοι τὰ καθ' ἡμᾶς ἐγκεχείρισται·
“Render to Caesar the things that are Caesar’s, and to God the things that are God’s.” We submit to you, O emperor, in the affairs of this life—taxes, levies, payments and receipts—in which our worldly matters have been entrusted to you;
「凱撒的物當歸給凱撒,神的物當歸給神。」皇帝啊,在今生的事務上——繳稅、貢賦、收支出納——凡關乎我們世俗事務的,都交託於你,我們順服你;
1:303
ἐν δὲ τῇ ἐκκλησιαστικῇ καταστάσει ἔχομεν τοὺς ποιμένας τοὺς λαλήσαντας ἡμῖν τὸν λόγον καὶ τυπώσαντας τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν
but in the constitution of the Church we have the shepherds who spoke to us the word and who shaped the ordinance of the Church.
但在教會的體制上,我們有那些將道傳給我們、並制定教會規章的牧者。
1:304
Οὐ μεταίρομεν ὅρια αἰώνια, ἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλὰ κατέχομεν τὰς παραδόσεις, καθὼς παρελάβομεν·
We do not remove the everlasting boundaries which our fathers set, but we hold fast the traditions, just as we received them.
我們不挪移列祖所立的永久界限,反而照所領受的持守傳統。
1:305
εἰ γὰρ ἀρξόμεθα τὴν οἰκοδομὴν τῆς ἐκκλησίας καὶ ἐν μικρῷ καθαιρεῖν, κατὰ μικρὸν τὸ πᾶν καταλυθήσεται
For if we begin to demolish the building of the Church even in a small part, little by little the whole will be torn down.
因為我們若開始拆毀教會的建築,哪怕只是一小部分,整體也將漸漸被毀。
1:306
Κακίζεις τὴν ὕλην καὶ ἄτιμον ἀποκαλεῖς
You disparage matter and call it dishonourable.
你貶斥物質,稱它為卑賤。
1:307
Τοῦτο καὶ Μανιχαῖοι, ἀλλ' θεία γραφὴ καλὴν ταύτην ἀνακηρύττει·
This the Manichaeans also do; but the divine Scripture proclaims matter to be good:
摩尼教徒也是這樣作;但神聖的經卻宣告物質為美好:
1:308
Καὶ εἶδεν θεὸς πάντα, ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Ἐγὼ μὲν οὖν καὶ θεοῦ ποίημα τὴν ὕλην καὶ καλὴν ταύτην ὁμολογῶ, σὺ δέ, εἰ κακὴν ταύτην λέγεις, οὐκ ἐκ θεοῦ ταύτην ὁμολογεῖς τῶν κακῶν αἴτιον ποιεῖς τὸν θεόν
“And God saw all that he had made, and behold, it was very good.” I therefore confess matter to be God’s creation and good; but you, if you call it evil, either do not confess it to be from God, or you make God the cause of evils.
「神看著一切所造的,都甚好。」所以我承認物質是神的造物,並且是美好的;但你若稱它為惡,就不是不承認它出於神,便是把神當作諸惡的源頭。
1:309
Ὅρα οὖν, τί φησιν θεία γραφὴ περὶ τῆς ὕλης, ἣν σὺ ἄτιμον ἀποκαλεῖς
See, then, what the divine Scripture says concerning matter, which you call dishonourable.
那麼,看看神聖的經如何論到你所稱為卑賤的物質。
1:310
Καὶ εἶπε Μωσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ λέγων·
And Moses said to the whole congregation of the sons of Israel, saying:
摩西對以色列全會眾說:
1:311
Τοῦτο τὸ ῥῆμα, συνέταξε κύριος λέγων·
“This is the word which the Lord commanded, saying:
「這是耶和華所吩咐的話,說:
1:312
Λάβετε παρ' ὑμῶν αὐτῶν ἀφαίρεμα τῷ κυρίῳ, πᾶς καταδεχόμενος τῇ καρδίᾳ, οἴσουσι τὰς ἀπαρχὰς τῷ κυρίῳ χρυσίον, ἀργύριον, χαλκόν, ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν διανενησμένον καὶ βύσσον κεκλωσμένην καὶ τρίχας αἰγείας καὶ δέρματα κριῶν ἠρυθροδανωμένα καὶ δέρματα ὑακίνθινα καὶ ξύλα ἄσηπτα καὶ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυμίαμα τῆς συνθέσεως καὶ λίθους σαρδίους καὶ λίθους εἰς τὴν γλυφήν, εἰς τὴν ἐπωμίδα καὶ τὸν ποδήρη·
Take from among yourselves an offering to the Lord; everyone whose heart is willing shall bring the firstfruits to the Lord: gold, silver, bronze, blue, purple, double-dyed scarlet woven together, fine twined linen, goats’ hair, rams’ skins dyed red, blue skins, acacia wood, anointing oil, the compound incense, sardius stones, and stones for engraving, for the ephod and for the long robe;
你們要從中間拿供物獻給耶和華;凡甘心樂意的,要把初熟之物獻給耶和華:金、銀、銅,藍色、紫色、雙染的朱紅色線,撚的細麻,山羊毛,染紅的公羊皮,藍色的皮子,皂莢木,膏油用的油,配製的香,紅瑪瑙,以及雕刻用、安在以弗得和外袍上的寶石;
1:313
καὶ πᾶς σοφὸς καρδίᾳ ἐν ὑμῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξε κύριος, τὴν σκηνήν. Ἰδοὺ δὴ καὶ ὕλη τιμᾶται καθ' ὑμᾶς ἄτιμος
and let every wise-hearted person among you come and make all that the Lord commanded—the tabernacle.” See, then, even the matter which to you is dishonourable is here honoured.
你們中間凡心裡有智慧的,都要來作耶和華所吩咐的一切,就是帳幕。」看哪,連那在你看為卑賤的物質,在此也受了尊重。
1:314
Τί γὰρ τριχῶν αἰγείων εὐτελέστερον καὶ χρωμάτων;Ἢ οὐ χρώματα τὸ κόκκινον καὶ πορφύρα καὶ ὑάκινθος; Ἰδοὺ δὴ καὶ ἔργα χειρῶν ἀνθρώπων καὶ ὁμοίωμα χερουβίμ·
For what is cheaper than goats’ hair and dyes? Are not scarlet, purple, and blue mere dyes? Behold also works of human hands and the likeness of cherubim!
有什麼比山羊毛和染料更低賤呢?朱紅色、紫色、藍色不都是染料嗎?看哪,這也是人手所作的,是基路伯的形像!
1:315
καὶ αὐτὴ δὲ σκηνὴ ἅπασα εἰκὼν ἦν
And the tabernacle itself, in its entirety, was an image.
而那帳幕本身,整個來說,就是一幅像。
1:316
Ὅρα γάρ, φησὶν θεὸς τῷ Μωσῇ, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Καὶ ὅμως κυκλόθεν προσεκυνεῖτο ὑπὸ παντὸς τοῦ Ἰσραήλ
“See,” God says to Moses, “that you make everything according to the pattern shown to you on the mountain.” And yet it was venerated round about by all Israel.
神對摩西說:「你要謹慎,照著在山上指示你的樣式作一切。」然而它卻受了全以色列周圍的敬禮。
1:317
Τί δὲ τὰ χερουβίμ; Οὐ κατενώπιον ἦσαν τοῦ λαοῦ; Καὶ κιβωτὸς καὶ λυχνία καὶ τράπεζα καὶ στάμνος χρυσῆ καὶ ῥάβδος, πρὸςἃ βλέπων λαὸς προσεκύνει; Οὐ προσκυνῶ τῇ ὕλῃ, προσκυνῶ δὲ τὸν τῆς ὕλης δημιουργόν, τὸν ὕλην δι' ἐμὲ γενόμενον καὶ ἐν ὕλῃ τὴν κατοίκησιν θέμενον καὶ δι' ὕλης τὴν σωτηρίαν μου ἐργασάμενον
And what of the cherubim? Were they not before the people? And the ark, the lampstand, the table, the golden jar, and the rod—did the people not bow down as they looked upon them? I do not venerate matter; I venerate the Creator of matter, who for my sake became matter, took up his dwelling in matter, and through matter worked my salvation.
那基路伯又如何?它們不是就在百姓面前嗎?還有約櫃、燈臺、桌子、金罐和那杖,百姓望著它們不是下拜了嗎?我並不敬拜物質,我敬拜的是物質的造物主,他為我的緣故成為物質,在物質中安設居所,並藉物質成就了我的救恩。
1:318
γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Πᾶσι δὲ δῆλον, ὅτι σὰρξ ὕλη καὶ κτίσμα ἐστίν
“For the Word became flesh and dwelt among us.” And it is plain to all that flesh is matter and a created thing.
「道成了肉身,住在我們中間。」眾人都明白,肉身乃是物質、是受造之物。
1:319
Σέβω οὖν τὴν ὕλην καὶ δι' αἰδοῦς ἄγω καὶ προσκυνῶ, δι' ἧς σωτηρία μου γέγονε, σέβω δὲ οὐχ ὡς θεόν, ἀλλ' ὡς θείας ἐνεργείας καὶ χάριτος ἔμπλεων
I therefore reverence matter, treat it with respect, and venerate it, since through it my salvation came to be; yet I reverence it not as God, but as filled with divine energy and grace.
所以我敬重物質,懷著敬意對待它,並向它行敬禮,因為我的救恩是藉它成就的;但我敬重它並非當作神,乃是當作充滿神的能力與恩典之物。
1:320
οὐχ ὕλη τὸ τοῦ σταυροῦ ξύλον τὸ τρισόλβιόν τε καὶ τρισμακάριστον;Ἦ οὐχ ὕλη τὸ ὄρος τὸ σεπτὸν καὶ ἅγιον, τοῦ κρανίου τόπος;Ἦ οὐχ ὕλη ζωηφόρος πέτρα, τάφος ἅγιος, πηγὴ τῆς ἡμῶν ἀναστάσεως;Ἦ οὐχ ὕλη τὸ μέλαν καὶ τὰ τῶν εὐαγγελίων δέρματα;Ἦ οὐχ ὕλη ζωοποιὸς τράπεζα τὸν ἄρτον ἡμῖν τῆς ζωῆς χορηγοῦσα;Ἦ οὐχ ὕλη χρυσός τε καὶ ἄργυρος, ἐξ ὧν σταυροί τε καὶ πίνακες ἅγιοι κατασκευάζονται καὶ ποτήρια;Ἦ οὐχ ὕλη πρὸ τούτων ἁπάντων τὸ τοῦ κυρίου μου σῶμα
Is not the thrice-blessed and thrice-happy wood of the Cross matter? Is not the august and holy mountain, the place of the skull, matter? Is not the life-bearing rock, the holy tomb, the fountain of our resurrection, matter? Are not the ink and the parchment of the Gospels matter? Is not the life-giving table that supplies us the bread of life matter? Are not the gold and silver, from which crosses and holy patens and chalices are made, matter? And before all these—is not the body of my Lord matter,
那三重蒙福、三重有福的十字架之木,不是物質嗎?那尊嚴神聖的山、各各他髑髏地,不是物質嗎?那賜生命的磐石、聖墓、我們復活的泉源,不是物質嗎?那墨水與福音書的羊皮卷,不是物質嗎?那賜生命、供應我們生命之糧的桌子,不是物質嗎?那金與銀,製成十字架、聖餐盤和聖爵的,不是物質嗎?而在這一切之先——我主的身體
1:321
καὶ αἷμα;Ἢ πάντων τούτων ἄνελε τὸ σέβας καὶ τὴν προσκύνησιν παραχώρει τῇ ἐκκλησιαστικῇ παραδόσει καὶ τὴν τῶν εἰκόνων προσκύνησιν θεοῦ καὶ φίλων θεοῦ ὀνόματι ἁγιαζομένων καὶ διὰ τοῦτο θείου πνεύματος ἐπισκιαζομένων χάριτι
and blood? Either do away with the reverence and veneration of all these, or yield to the tradition of the Church and allow also the veneration of the images of God and of God’s friends, who are sanctified by the name of God and on that account overshadowed by the grace of the divine Spirit.
與寶血,不是物質嗎?你要麼取消對這一切的敬重與敬禮,要麼就順從教會的傳統,也容許對神並神之友聖像的敬禮——他們因神的名而成聖,並因此被神聖之靈的恩典所遮蔽。
1:322
Εἰ διὰ τὸν νόμον τὰς εἰκόνας ἀπαγορεύεις, ὥρα σοι καὶ σαββατίζειν καὶ περιτέμνεσθαιταῦτα γὰρ ἀπαραχωρήτως νόμος κελεύεικαὶ πάντα τὸν νόμον τηρεῖν καὶ μὴ ἑορτάζειν τὸ πάσχα κυρίου ἔξω Ἱερουσαλήμἀλλὰ γνῶτε, ὡς, ἐὰν τὸν νόμον τηρῆτε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελεῖ–, ὥρα σοι καὶ τὴν τοῦ ἀδελφοῦ γυναῖκα πρὸς γάμον ἄγεσθαι καὶ ἐγείρειν σπέρμα τῷ ἀδελφῷ καὶ μὴ ᾄδειν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας
If on account of the Law you forbid images, then it is time for you also to keep the Sabbath and to be circumcised—for the Law commands these without exception—and to keep the whole Law and not to celebrate the Lord’s Passover outside Jerusalem (but know that if you keep the Law, Christ profits you nothing); and it is time too for you to take your brother’s wife in marriage and raise up seed for your brother, and not to sing the Lord’s song in a foreign land.
你若因律法而禁止聖像,那你也該守安息日、受割禮了——因為律法毫無例外地命定這些事——並要遵守全部律法,不可在耶路撒冷以外守主的逾越節(你們卻要知道,你們若守律法,基督就於你們無益);你也該娶你兄弟的妻子,為兄弟立後,並不可在外邦之地唱耶和華的歌。
1:323
οἵτινες γὰρ ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.,͂, Ἱστοροῦμεν Χριστὸν τὸν βασιλέα καὶ κύριον οὐ γυμνοῦντες αὐτὸν τοῦ στρατεύματος·
“For you who would be justified by the Law have fallen from grace.” We portray Christ the King and Lord without stripping him of his army;
「你們這要靠律法稱義的,是與基督隔絕,從恩典中墜落了。」我們描繪君王與主基督,並不剝去他的軍隊;
1:324
στρατὸς γὰρ τοῦ κυρίου οἱ ἅγιοι
for the army of the Lord are the saints.
因為主的軍隊就是眾聖徒。
1:325
Γυμνωσάτω ἑαυτὸν τοῦ οἰκείου στρατεύματος ἐπίγειος βασιλεὺς καὶ τότε τὸν ἑαυτοῦ βασιλέα καὶ κύριον
Let the earthly king first strip himself of his own army, and then strip his King and Lord of his.
讓地上的君王先剝去自己的軍隊,然後再去剝去他自己的君王與主的軍隊。
1:326
Ἀποθέσθω τὴν ἁλουργίδα καὶ τὸ διάδημα καὶ τότε τῶν κατὰ τοῦ τυράννου ἀριστευσάντων καὶ βασιλευσάντων τῶν παθῶν τὸ σέβας περιαιρείτω
Let him lay aside the purple and the diadem, and then strip away the honour due to those who fought valiantly against the tyrant and reigned over the passions.
讓他先脫下紫袍與冠冕,然後再去奪去那些英勇抵抗暴君、並轄管諸情慾之人所應得的敬重。
1:327
Εἰ γὰρ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ καὶ τῆς θείας δόξης καὶ βασιλείας κοινωνοὶ ἔσονται, πῶς οὐχὶ καὶ τῆς ἐπὶ γῆς δόξης συμμέτοχοι γένωνται οἱ φίλοι Χριστοῦ; Οὐ λέγω ὑμᾶς δούλους, φησὶν θεός, ὑμεῖς φίλοι μού ἐστε. Τῆς οὖν δεδομένης αὐτοῖς παρὰ τῆς ἐκκλησίας τιμῆς στερήσωμεν αὐτούς;Ὢ θρασείας χειρός
For if they shall be heirs of God and joint-heirs with Christ, and sharers in the divine glory and kingdom, how shall the friends of Christ not also become partakers of glory upon earth? “I no longer call you servants,” says God, “you are my friends.” Shall we then deprive them of the honour given them by the Church? O presumptuous hand!
因為他們若要作神的後嗣、與基督同作後嗣,並同享神的榮耀與國度,那麼基督的朋友怎能不也在地上同享榮耀呢?神說:「我不再稱你們為僕人,你們乃是我的朋友。」難道我們要奪去教會所賜給他們的尊榮嗎?哦,這是何等狂妄的手!
1:328
τολμηρᾶς γνώμης ἀνταιρούσης θεῷ καὶ τοῖς αὐτοῦ ἀντιπραττούσης προστάγμασιν
O daring mind that rises up against God and contends against his commands!
哦,這是何等大膽的心思,竟逆神而起、違抗他的命令!
1:329
Οὐ προσκυνεῖς εἰκόνι, μηδὲ τῷ υἱῷ τοῦ θεοῦ προσκύνει, ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ ζῶσα καὶ χαρακτὴρ ἀπαράλλακτος
You do not venerate an image? Then neither venerate the Son of God, who is the living image of the invisible God and his unchangeable imprint.
你不敬拜聖像嗎?那你也不要敬拜神的兒子,他乃是那不可見之神的活像,是他不變的真像。
1:330
ναός, ὃν Σολομὼν ᾠκοδόμησεν, ἀλόγων αἵμασιν ἐνεκαινίσθη καὶ ἀλόγων εἰκόσιν ἐκαλλωπίσθη, λεόντων καὶ βοῶν καὶ φοινίκων καὶ ῥοΐσκων
The temple which Solomon built was dedicated with the blood of irrational beasts and adorned with the images of irrational creatures—lions, oxen, palm trees, and pomegranates.
所羅門所建的聖殿,是用無理性牲畜的血所獻成的,並用無理性受造之物的形像來裝飾——獅子、公牛、棕樹和石榴。
1:331
Νῦν δὲ Χριστοῦ αἵματι ἐκκλησία ἐγκαινίζεται καὶ τῶν ἁγίων αὐτοῦ καὶ τῇ Χριστοῦ εἰκόνι καὶ τῶν ἁγίων αὐτοῦ καλλωπίζεται
But now the Church is dedicated with the blood of Christ and of his saints, and is adorned with the image of Christ and of his saints.
但如今,教會是用基督並他聖徒的血所獻成的,並用基督與他聖徒的聖像來裝飾。
1:332
πάσης ὕλης προσκύνησιν ἄνελε μὴ καινοτόμει μηδὲ μέταιρε ὅρια αἰώνια, ἔθεντο οἱ πατέρες σου, οὐ τὰ πρὸ τῆς ἐνσάρκου παρουσίας Χριστοῦ τοῦ θεοῦ ἡμῶν λέγω, ἀλλὰ τὰ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ
Either do away with the veneration of all matter, or do not innovate, nor remove the everlasting boundaries which your fathers set—I do not mean those set before the incarnate coming of Christ our God, but those set after his sojourn among us.
你要麼取消對一切物質的敬禮,要麼就不可擅自更新,不可挪移你列祖所立的永久界限——我所指的不是我們神基督道成肉身降臨之前所立的,而是他親臨之後所立的。
1:333
Περὶ γὰρ τῶν ἐν τῇ παλαιᾷ παραδόσεων μεμφόμενος θεός φησιν·
For concerning the traditions in the Old Covenant, God, finding fault, says:
因為關於舊約中的傳統,神責備說:
1:334
Ἔδωκα αὐτοῖς προστάγματα οὐ καλὰ κατὰ τὴν σκληροκαρδίαν αὐτῶν
“I gave them statutes that were not good, because of their hardness of heart.”
「因他們心硬,我才賜給他們那些不好的律例。」
1:335
Ὥστε μετατεθείσης τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γέγονεν
“So that, the priesthood being changed, of necessity a change of the law also took place.”
「祭司的職分既已更換,律法也必須更換。」
1:336
Προσκυνῶ Χριστοῦ εἰκόνι ὡς σεσαρκωμένου θεοῦ, τῆς δεσποίνης τῶν ἁπάντων τῆς θεοτόκου οἷα μητρὸς τοῦ υἱοῦ τοῦ θεοῦ, τῶν ἁγίων ὡς φίλων θεοῦ τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν καὶ Χριστὸν μιμησαμένων τῇ ὑπὲρ αὐτοῦ ἐκχύσει τοῦ αἵματος τὸ οἰκεῖον αἷμα ὑπὲρ αὐτῶν προεκχέαντος καὶ τῶν κατ' ἴχνος αὐτοῦ πολιτευσαμένων
I venerate the image of Christ as God incarnate; of the Lady of all, the Theotokos, as mother of the Son of God; of the saints as friends of God, who withstood sin unto blood and imitated Christ—who poured out his own blood for them—by pouring out their own blood for his sake, and who lived in his footsteps.
我敬拜基督的聖像,因他是道成肉身的神;敬拜萬有之后、誕神女(聖母)的聖像,因她是神兒子的母親;敬拜眾聖徒的聖像,因他們是神的朋友,抵擋罪惡以至流血,並效法那為他們流出自己寶血的基督,為他的緣故流出自己的血,又踏著他的腳蹤而生活。
1:337
Τούτων τὰς ἀριστείας καὶ τὰ πάθη ἀναγράπτους καθίστημι ὡς δι' αὐτῶν ἁγιαζόμενος καὶ πρὸς ζῆλον μιμήσεως ἀλειφόμενος
I set down in writing their valiant deeds and their sufferings, since through them I am sanctified and roused to zealous imitation.
我把他們英勇的事蹟與受難記錄下來,因為藉著這些,我得以成聖,並被激發去熱心效法。
1:338
Καὶ ταῦτα δι' αἰδοῦς ἄγω καὶ προσκυνήσεως·
And these I treat with reverence and veneration;
這些我都懷著敬意與敬禮來對待;
1:339
γὰρ τῆς εἰκόνος τιμὴ πρὸς τὸ πρωτότυπον διαβαίνει, φησὶν θεῖος Βασίλειος
for the honour of the image passes over to the prototype, as the divine Basil says.
因為聖像所受的尊敬是歸於原型(原本)的,正如神聖的巴西流所說。
1:340
Εἰ ναοὺς ἐγείρεις ἁγίοις θεοῦ, καὶ τὰ τούτων ἔγειρε τρόπαια
If you raise temples to the saints of God, raise also their trophies.
你若為神的聖徒建立殿宇,也要為他們立起勝利的紀念。
1:341
Οὐκ ἠγείρετο πάλαι ναὸς ἐπ' ἀνθρώπων ὀνόματι, οὐχ ἑωρτάζετο τῶν δικαίων θάνατος, ἀλλ' ἐπενθεῖτο, καὶ ἁπτόμενος νεκροῦ ἀκάθαρτος ἐλογίζετο, καὶ Μωσέως αὐτοῦ
Of old, no temple was raised in the name of human beings, nor was the death of the righteous celebrated, but mourned; and whoever touched a corpse was reckoned unclean—even Moses himself.
古時,無人以人的名建殿,義人的死也不被慶祝,而是被哀悼;凡摸了死屍的,都算為不潔,連摩西本人也不例外。
1:342
Νῦν δὲ τῶν ἁγίων ἑορτάζεται τὰ μνημόσυνα·
But now the memorials of the saints are celebrated;
但如今,聖徒的紀念受人慶祝;
1:343
ἐπενθήθη νεκρὸς τοῦ Ἰακώβ, ἀλλ' Στεφάνου πανηγυρίζεται θάνατος
the death of Jacob was mourned, but the death of Stephen is celebrated as a feast.
雅各的死曾被哀悼,但司提反的死卻被隆重慶祝。
1:344
τοίνυν καὶ τὰς πανηγυρικὰς μνήμας τῶν ἁγίων ἄνελε παρὰ τὸν παλαιὸν νόμον ἀγομένας καὶ τὰς εἰκόνας παρὰ τὸν νόμον, ὡς σὺ φής, οὔσας συγχώρησον
Therefore either do away with the festal memorials of the saints, which are kept contrary to the old Law, or allow also the images, which you say are contrary to the Law.
所以你要麼取消那違背舊律法所守的聖徒節期,要麼就連聖像也一併容許——照你所說,這些也是違背律法的。
1:345
Ἀλλ' ἀμήχανον μὴ ἑορτάζειν τὰ τῶν ἁγίων μνημόσυνα·
But it is impossible not to celebrate the memorials of the saints;
然而,不慶祝聖徒的紀念是不可能的;
1:346
γὰρ τῶν ἁγίων ἀποστόλων καὶ θεοφόρων πατέρων χορὸς ταῦτα προστάττει γίνεσθαι
for the choir of the holy apostles and the God-bearing fathers commands that these things be done.
因為眾聖使徒和那些負荷著神的教父們命定這些事當行。
1:347
Ἀφ' οὗ γὰρ θεὸς λόγος σὰρξ ἐγένετο ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα χωρὶς ἁμαρτίας καὶ ἀσυγχύτως ἐκράθη πρὸς τὸ ἡμέτερον καὶ ἀμεταβλήτως τὴν
For from the time when God the Word became flesh, made like to us in all things except sin, and was mingled without confusion with our nature, and unchangeably
因為自從神之道成了肉身,除罪之外凡事都與我們相同,並毫無混亂地與我們的本性聯合,又不改變地
1:348
σάρκα ἐθέωσε διὰ τῆς ἐν ἀλλήλαις τῆς αὐτοῦ θεότητος καὶ τῆς αὐτοῦ σαρκὸς ἀσυγχύτου περιχωρήσεως, ὄντως ἡγιάσμεθα
deified the flesh through the mutual interpenetration—without confusion—of his divinity and his flesh, we have truly been sanctified.
藉著他的神性與他肉身彼此不混亂的互相滲透,使肉身得以被神化,我們便真正成聖了。
1:349
Καὶ ἀφ' οὗ υἱὸς τοῦ θεοῦ καὶ θεὸς ἀπαθὴς ὢν τῇ θεότητι τῷ προσλήμματι πέπονθε καὶ τὸ ἡμέτερον ἀπέτισεν ὄφλημα λύτρον ἐκχέας ὑπὲρ ἡμῶν ἀξιόχρεών τε καὶ ἀξιάγαστον ( δυσωπητικὸν γὰρ πατρὶ καὶ αἰδέσιμον αἷμα υἱοῦ), ὄντως ἠλευθερώμεθα
And from the time when the Son of God and God, impassible in his divinity, suffered in the manhood he assumed and paid our debt, pouring out for us a ransom worthy and admirable—for the blood of the Son is moving and worthy of reverence before the Father—we have truly been set free.
自從那神的兒子、又是神的,在神性上本不能受苦,卻在所取的人性裡受苦,償還了我們的債,為我們傾出那配得且可敬佩的贖價——因為兒子的血在父面前是動人且可敬的——我們便真正得了釋放。
1:350
Καὶ ἀφ' οὗ κατελθὼν εἰς ᾅδην ταῖς ἀπ' αἰῶνος πεπεδημέναις ψυχαῖς ὡς αἰχμαλώτοις ἐκήρυξεν ἄφεσιν, ὡς τυφλοῖς ἀνάβλεψιν, καὶ δήσας τὸν ἰσχυρὸν τῷ ὑπερέχοντι τῆς δυνάμεως ἀνέστη τὸ ἐξ ἡμῶν αὐτῷ προσληφθὲν ἀφθαρ τίσας σαρκίον, ὄντως ἠφθαρτίσμεθα
And from the time when, having descended into Hades, he proclaimed release to the souls fettered from of old, as to captives, and recovery of sight as to the blind, and having bound the strong one by his surpassing power, he rose again, raising up incorrupt the little body he had taken from us, we have truly been made incorruptible.
自從他降到陰間,向那些自古被捆鎖、如同被擄之人的靈魂宣告釋放,向瞎眼的宣告復明,並以他超越的能力綑住那壯士,他便復活,使他從我們所取的那小小身體不朽壞地復起,我們便真正成了不朽壞的。
1:351
Ἀφ' οὗ τε δι' ὕδατος καὶ πνεύματος γεγεννήμεθα, ὄντως υἱοθετήμεθα καὶ κληρονόμοι θεοῦ γεγενήμεθα
And from the time when we were begotten through water and the Spirit, we have truly been adopted as sons and made heirs of God.
自從我們藉水與聖靈得了重生,我們便真正被收納為兒子,成了神的後嗣。
1:352
Ἐντεῦθεν τοὺς πιστοὺς ἁγίους Παῦλος καλεῖ
From this it is that Paul calls the faithful “saints.”
因此,保羅稱那些信徒為「聖徒」。
1:353
Ἐντεῦθεν τὸν τῶν ἁγίων οὐ πενθοῦμεν, ἀλλ' ἑορτάζομεν θάνατον
From this it is that we do not mourn but celebrate the death of the saints.
因此,我們不哀悼,反而慶祝聖徒的死。
1:354
Ἐντεῦθεν οὐχ ὑπὸ νόμον, ἀλλ' ὑπὸ χάριν ἐσμέν, δικαιωθέντες διὰ τῆς πίστεως καὶ θεὸν μόνον εἰδότες τὸν ἀληθινόνδικαίῳ δὲ νόμος οὐ κεῖται–, οὐχ ὑπὸ τὰ στοιχεῖα τοῦ νόμου ἐσμὲν δεδουλωμένοι ὡς νήπιοι, ἀλλ' εἰς ἄνδρα καταρτισθέντες τέλειον στερεὰν τροφὴν τρεφόμεθα, οὐ τὴν πρὸς εἰδωλολατρείαν
From this it is that we are not under the Law but under grace, having been justified through faith and knowing only the one true God—for the law is not laid down for the righteous—and we are no longer enslaved to the rudiments of the Law like infants, but, brought to maturity as full-grown men, we are nourished with solid food, not that which leads to idolatry.
因此,我們不在律法之下,乃在恩典之下,藉信稱義,只認識那獨一的真神——因為律法不是為義人設立的——我們不再像嬰孩般被律法的蒙學之事所奴役,而是已長成完全的人,吃乾糧,不吃那導致拜偶像的食物。
1:355
Καλὸς νόμος ὡς λύχνος φαίνων ἐν αὐχμηρῷ τόπῳ, ἀλλ' ἕως οὗ ἡμέρα διαυγάσῃ·
Good is the Law, like a lamp shining in a dark place—but only until the day dawns;
律法是好的,如同燈在黑暗之處發光——但只到天亮為止;
1:356
ἤδη δὲ ἀνέτειλε φωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν καὶ ὕδωρ ζῶν τῆς θεογνωσίας θαλάσσας ἐθνῶν ἐπεκάλυψε καὶ πάντες τὸν κύριον ἔγνωμεν
and now the morning star has already risen in our hearts, and the living water of the knowledge of God has covered the seas of the nations, and we all have come to know the Lord.
如今,晨星已在我們心裡升起,認識神的活水已漫蓋萬邦的海洋,我們眾人都認識了主。
1:357
Παρῆλθε τὰ παλαιά, ἰδοὺ γέγονε τὰ πάντα καινά. Φησὶν γοῦν θεῖος ἀπόστολος πρὸς Πέτρον, τὴν κορυφαίαν ἀκρότητα τῶν ἀποστόλων·
The old things have passed away; behold, all things have become new. So the divine Apostle says to Peter, the foremost summit of the apostles:
舊事已過,看哪,萬事都成了新的。所以那神聖的使徒對使徒中居首的彼得說:
1:358
Εἰ σὺ Ἰουδαῖος ὢν ἐθνικῶς ζῇς καὶ οὐκ Ἰουδαϊκῶς, πῶς τὰ ἔθνη ἀναγκάζεις ἰουδαΐζειν, καὶ πρὸς Γαλάτας γράφει·
“If you, being a Jew, live like the Gentiles and not like the Jews, how can you compel the Gentiles to live as Jews?” And to the Galatians he writes:
「你既是猶太人,若隨外邦人行事,不隨猶太人行事,怎能勉強外邦人隨猶太人呢?」他又寫信給加拉太人說:
1:359
Μαρτύρομαι παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι. Πάλαι μὲν οὖν μὴ εἰδότες θεὸν ἐδουλεύομεν τοῖς μὴ φύσει οὖσι θεοῖς, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ πῶς ἐπιστρέψομεν πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; Εἶδον εἶδος θεοῦ τὸ ἀνθρώπινον, καὶ ἐσώθη μου ψυχή. Θεωρῶ εἰκόνα θεοῦ, ὡς εἶδεν Ἰακώβ, εἰ καὶ ἄλλως καὶ ἄλλως·
“I testify to every man who receives circumcision that he is bound to fulfil the whole Law. Formerly, indeed, not knowing God, we were enslaved to those who by nature are not gods; but now, knowing God—or rather being known by God—how can we turn back again to the weak and beggarly rudiments?” I saw the human form of God, and my soul was saved. I behold an image of God, as Jacob did, though in another manner;
「我對每一個受割禮的人作證,他是欠了債,要遵行全部律法。從前我們不認識神的時候,是給那些本來不是神的作奴僕;但如今我們既認識了神——倒不如說是被神所認識——怎能再轉回那軟弱貧乏的蒙學之事呢?」我看見了神那屬人的形狀,我的靈魂便得了救。我仰望神的像,正如雅各所見的,雖然方式不同;
1:360
ἐκεῖνος μὲν γὰρ ἄυλον, τὸ ἐσόμενον προμηνύουσαν ἀύλοις νοὸς ὀφθαλμοῖς, ἐγὼ δὲ τοῦ σαρκὶ ὁραθέντος μνήμης ἐμπύρευμα
for he saw the immaterial, foretelling what was to be, with the immaterial eyes of the mind; but I behold a kindling of remembrance of him who was seen in the flesh.
因為他是用心靈那無形質的眼睛,看見那預示將來之事的無形質者;而我所仰望的,是那位曾以肉身被人看見之主、在記念中的一點火苗。
1:361
τῶν ἀποστόλων σκιὰ τὰ σουδάριά τε καὶ σιμικίνθια νόσους ἀπήλαυνε, δαίμονας ἐφυγάδευε·
The shadow of the apostles, and their handkerchiefs and aprons, drove away diseases and put demons to flight;
使徒的影子,以及他們的手巾和圍裙,驅退疾病,趕逐鬼魔;
1:362
καὶ πῶς σκιὰ καὶ εἰκὼν τῶν ἁγίων οὐ δοξασθήσεται;Ἢ πάσης ὕλης προσκύνησιν ἄνελε μὴ καινοτόμει μηδὲ μέταιρε ὅρια αἰώνια, ἔθεντο οἱ πατέρες σου. Οὐ μόνον γράμμασι τὴν ἐκκλησιαστικὴν θεσμοθεσίαν παρέδωκαν, ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι
and how shall the shadow and the image of the saints not be glorified? Either do away with the veneration of all matter, or do not innovate, nor remove the everlasting boundaries which your fathers set. Not only by writings did they hand down the ordinance of the Church, but also by certain unwritten traditions.
那麼,聖徒的影子與聖像怎能不得榮耀呢?你要麼取消對一切物質的敬禮,要麼就不可擅自更新,不可挪移你列祖所立的永久界限。他們不單以文字傳下教會的規章,也藉某些不成文的傳統。
1:363
Φησὶ γοῦν θεῖος Βασίλειος ἐν εἰκοστῷ ἑβδόμῳ τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου πνεύματος τριάκοντα κεφαλαίων ἐπὶ λέξεως οὕτως·
Thus the divine Basil says, in the twenty-seventh of his thirty chapters to Amphilochius on the Holy Spirit, in these very words:
神聖的巴西流在《論聖靈》致安腓羅基烏斯三十章中的第二十七章,逐字這樣說:
1:364
Τῶν ἐν τῇ ἐκκλησίᾳ πεφυλαγμένων δογμάτων καὶ κηρυγμάτων τὰ μὲν ἐκ τῆς ἐγγράφου διδασκαλίας ἔχομεν, τὰ δὲ ἐκ τῆς τῶν ἀποστόλων παραδόσεως διαδοθέντα ἡμῖν ἐν μυστηρίῳ παρεδεξάμεθα, ἅπερ ἀμφότερα τὴν αὐτὴν ἰσχὺν ἔχει πρὸς τὴν εὐσέβειαν
“Of the doctrines and proclamations preserved in the Church, some we hold from the written teaching, and others we have received, handed down to us in a mystery from the tradition of the apostles; and both of these have the same force for piety.”
「在教會中所保存的教義與宣告,有些是我們從成文的教導所得,另一些則是在奧祕中從使徒的傳統所領受傳給我們的;這兩者對於敬虔都有同樣的效力。」
1:365
Καὶ τούτοις οὐδεὶς ἀντερεῖ οὐκοῦν, ὅστις γε κἂν μικρὸν γοῦν θεσμῶν ἐκκλησίας πεπείραται·
And no one will gainsay these things—at least no one who has even slightly tasted the ordinances of the Church;
沒有人能反駁這些話——至少凡略微領會過教會規章的人都不能;
1:366
εἰ γὰρ ἐπιχειρήσαιμεν τὰ ἄγραφα τῶν ἐθῶν ὡς μὴ μεγάλην ἔχοντα τὴν δύναμιν παραιτεῖσθαι, λάθοιμεν ἂν εἰς αὐτὰ τὰ καίρια ζημιοῦντες τὸ εὐαγγέλιον. Ταῦτα τοῦ μεγάλου Βασιλείου τὰ ῥήματα
“for if we should attempt to set aside the unwritten customs as not having great force, we should unwittingly do harm to the Gospel in its very vitals.” These are the words of the great Basil.
「因為我們若試圖以『不成文的習俗無大效力』為由把它們撇開,我們便會在不知不覺中損害福音最要緊之處。」這是大巴西流的話。
1:367
Πόθεν γὰρ ἴσμεν τὸν κρανίου τόπον τὸν ἅγιον, τὸ μνῆμα τῆς ζωῆς; Οὐ παῖδες παρὰ πατρὸς ἀγράφως παρειληφότες; Τὸ μὲν γὰρ ἐν τόπῳ κρανίου ἐσταυρῶσθαι τὸν κύριον γέγραπται καὶ τετάφθαι ἐν μνημείῳ, ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ·
For whence do we know the holy place of the skull, the tomb of life? Is it not from children receiving it unwritten from their fathers? That the Lord was crucified in the place of the skull and was buried in a tomb which Joseph hewed in the rock is written;
我們是從哪裡知道那髑髏地的聖處、那生命的墳墓呢?豈不是兒孫從祖輩那裡不藉文字領受的嗎?主在髑髏地被釘十字架、又葬在約瑟於磐石中鑿成的墳墓裡,這是有明文記載的;
1:368
ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυνούμενα, ἐξ ἀγράφου παραδόσεως ἴσμεν καὶ πλεῖστα τούτοις παρόμοια
but that these are the very things now venerated, we know from unwritten tradition—and very many things like these.
但這些就是如今所敬禮的那些事物,我們乃是從不成文的傳統得知的——還有許多類似的事。
1:369
Πόθεν τὸ τρὶς βαπτίζειν; Πόθεν τὸ κατ' ἀνατολὰς εὔχεσθαι; Πόθεν τῶν μυστηρίων παράδοσις; Διὸ καὶ θεῖος ἀπόστολος Παῦλός φησιν·
Whence comes the threefold baptism? Whence the praying toward the East? Whence the tradition of the mysteries? Therefore the divine Apostle Paul also says:
三次施洗是從哪裡來的?朝東禱告是從哪裡來的?聖奧祕(聖禮)的傳授是從哪裡來的?所以那神聖的使徒保羅也說:
1:370
Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε
“Therefore, brethren, stand firm and hold the traditions which you were taught, whether by word or
「所以弟兄們,你們要站立得穩,持守所領受的傳統,不論是藉言語,還是
1:371
δι' ἐπιστολῶν ἡμῶν. Πολλῶν τοιγαροῦν καὶ τοσούτων ἀγράφως τῇ ἐκκλησίᾳ παραδεδομένων καὶ μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρολογεῖς; Ἃς μέντοι χρήσεις παράγεις, οὐ τῶν παρ' ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν ταύτας θεοποιούντων Ἑλλήνων
by our letters.” Since, then, so many and so great things have been handed down to the Church unwritten and preserved until now, why do you cavil about the images? As for the proof-texts you bring forward, they do not abhor the veneration of our images, but that of the Greeks who deify them.
藉我們的書信。」既然如此眾多而重大的事是不藉文字傳給教會、並保存至今,你為何要在聖像上吹毛求疵呢?至於你所引的證據,所厭惡的並不是我們聖像的敬禮,而是那些把聖像當神的希臘人(外邦人)的拜像。
1:372
Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν ἡμετέραν εὐσεβῶς γινομένην ἀναιρεῖν
Therefore, on account of the absurd practice of the Greeks, we must not do away with our own, which is done piously.
所以,我們不可因希臘人荒謬的作法,就把我們出於敬虔而行的作法也取消了。
1:373
Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει καὶ τοὺς κατηχουμένους ἐκκλησία, ἀλλ' ἐκεῖνοι μὲν ἐπικαλούμενοι δαίμονας, αὕτη δὲ θεὸν κατὰ δαιμόνων·
Enchanters and sorcerers utter incantations; the Church too pronounces exorcisms over the catechumens; but those men invoke demons, while she invokes God against demons;
念咒者與行邪術的人念咒語;教會也對慕道者施行驅魔;但那些人是呼求鬼魔,而教會則是呼求神來抵擋鬼魔;
1:374
δαίμοσι τὰς εἰκόνας ἀνατιθέασιν Ἕλληνες καὶ θεοὺς ταύτας προσαγορεύουσιν, ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη
the Greeks dedicate their images to demons and call them gods; but we dedicate ours to the true God, incarnate, and to God’s servants and friends who drive away the hordes of demons.
希臘人把聖像獻給鬼魔,並稱它們為神;但我們是把聖像獻給那道成肉身的真神,以及那些驅退鬼魔群隊的神之僕人與朋友。
1:375
Εἰ δὲ φὴς τὸν θεῖον καὶ θαυμαστὸν Ἐπιφάνιον διαρρήδην ταύτας ἀπαγορεῦσαι, πρῶτον μὲν τυχὸν παρεγγεγραμμένος καὶ ἐπίπλαστος λόγος, ἄλλου μὲν ὢν πόνος, ἑτέρου δὲ τὴν ἐπωνυμίαν ἔχων, πολλοῖς εἴθισται δρᾶν
But if you say that the divine and wondrous Epiphanius expressly forbade these—first, the treatise is perhaps spurious and forged, being the work of one man but bearing the name of another, as many are wont to do.
但你若說那神聖而奇妙的伊皮法尼烏斯明明禁止這些事——首先,那篇論著或許是偽託竄改的,是某人的手筆卻冠以他人之名,這是許多人慣常作的。
1:376
Δεύτερον, ἴσμεν τὸν μακάριον Ἀθανάσιον ἀπηγορευκότα τὸ ἐν λάρναξι τιθέναι τὰ τῶν ἁγίων λείψανα, μᾶλλον δὲ προστάττοντα ὑπὸ γῆν ταῦτα καλύπτειν, τὸ ἄτοπον ἔθος τῶν Αἰγυπτίων καταργῆσαι βουλόμενον, οἳ τοὺς ἑαυτῶν νεκροὺς οὐχ ὑπὸ γῆν ἔκρυπτον, ἀλλ' ἐπὶ κλινῶν καὶ σκιμπόδων ἐτίθουν
Second, we know that the blessed Athanasius forbade placing the relics of the saints in coffers, ordering rather that they be covered beneath the earth, since he wished to abolish the absurd custom of the Egyptians, who did not bury their dead beneath the earth but laid them on couches and pallets.
其次,我們知道有福的亞他那修曾禁止把聖徒的遺骨放在棺匣裡,反而吩咐人將它們埋在地下,因他要廢除埃及人那荒謬的習俗——他們不把死人埋在地下,反而放在臥榻和床鋪上。
1:377
Τάχα τοιοῦτόν τι καὶ μέγας Ἐπιφάνιος ἐπιδιορθώσασθαι θέλων, τὸ μὴ χρῆναι ποιεῖν εἰκόνας ἐνομοθέτησεν, εἴ γε καὶ αὐτοῦ δῶμεν εἶναι τὸν λόγον, ἐπεί, ὅτι γε τούτου σκοπὸς ταύτας οὐκ ἀπωθεῖτο, μάρτυς τοῦ αὐτοῦ θείου Ἐπιφανίου ἐκκλησία εἰκόσι μέχρις ἡμῶν περικεκοσμημένη
Perhaps the great Epiphanius too, wishing to correct some such thing, laid down that one should not make images—if indeed we grant the treatise to be his at all; for that his aim was not to reject them is witnessed by the church of this same divine Epiphanius, adorned with images down to our own day.
或許那偉大的伊皮法尼烏斯也是想糾正某類類似的事,才立規說不應製作聖像——如果我們真要承認那篇論著是他的話;因為他的本意並非要拋棄聖像,這有這位神聖的伊皮法尼烏斯本人的教會為證——該教會直到我們這一代仍以聖像裝飾。
1:378
Τρίτον, οὐ τὸ σπάνιον νόμος τῇ ἐκκλησίᾳ οὐδὲ μία χελιδὼν ἔαρ ποιεῖ, ὡς καὶ τῷ θεολόγῳ Γρηγορίῳ καὶ τῇ ἀληθείᾳ δοκεῖ·
Third, the rare exception is no law for the Church, nor does one swallow make a spring, as both Gregory the Theologian and the truth itself hold;
第三,罕見的例外並不能作教會的律例,一隻燕子也成不了一個春天,正如神學家貴格利與真理本身所以為的;
1:379
οὐδὲ λόγος εἷς δυνατὸς ὅλης ἐκκλησίας τῆς ἀπὸ γῆς περάτων μέχρι τῶν αὐτῆς περάτων ἀνατρέψαι παράδοσιν
nor is any single statement able to overturn the tradition of the whole Church, from the ends of the earth to its ends.
也沒有任何一句話能推翻那從地極到地極、遍及全教會的傳統。
1:380
Οὐ μόνον δὲ γράμμασι τὸν ἐκκλησιαστικὸν θεσμὸν παρέδωκαν οἱ αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, ἀλλὰ καὶ ἀγράφοις τισὶ παραδόσεσι
And not only by writings did the eyewitnesses and ministers of the word hand down the ecclesiastical ordinance, but also by certain unwritten traditions.
那些親眼見證、作道執事的人,不單以文字傳下教會的規章,也藉某些不成文的傳統。
1:381
Πόθεν γὰρ οἴδαμεν τὸν κρανίου τόπον τὸν ἅγιον; Πόθεν τὸ μνῆμα τῆς ζωῆς; Οὐ παῖς παρὰ πατρὸς ἀγράφως παραλαβόντες; Τὸ μὲν ἐν τόπῳ κρανίου σταυρωθῆναι τὸν κύρι ον γέγραπται καὶ ταφῆναι ἐν μνημείῳ, ἐλατόμησεν Ἰωσὴφ ἐν τῇ πέτρᾳ·
For whence do we know the holy place of the skull? Whence the tomb of life? Is it not as children receiving it unwritten from their fathers? That the Lord was crucified in the place of the skull and buried in a tomb which Joseph hewed in the rock is written;
我們是從哪裡知道那髑髏地的聖處呢?那生命的墳墓又是從哪裡知道的?豈不是兒子從祖輩那裡不藉文字領受的嗎?主在髑髏地被釘十字架、又葬在約瑟於磐石中鑿成的墳墓裡,這是有明文記載的;
1:382
ὅτι δὲ ταῦτά ἐστι τὰ νῦν προσκυνούμενα, ἐξ ἀγράφου παραδόσεως οἴδαμεν καὶ πλεῖστα τούτοις παρόμοια
but that these are the things now venerated, we know from unwritten tradition—and very many things like these.
但這些就是如今所敬禮的那些事物,我們乃是從不成文的傳統得知的——還有許多類似的事。
1:383
Πόθεν τὸ τρίτον βαπτίζειν, τουτέστι διὰ τριῶν καταδύσεων; Πόθεν τὸ κατ' ἀνατολὰς εὔχεσθαι; Πόθεν τὸ προσκυνεῖν σταυρόν; Οὐκ ἐκ τῆς ἀγράφου παραδόσεως; Διὸ καὶ θεῖος ἀπόστολος Παῦλός φησιν·
Whence the threefold baptism, that is, by three immersions? Whence praying toward the East? Whence the veneration of the Cross? Is it not from unwritten tradition? Therefore the divine Apostle Paul also says:
三次施洗,就是藉三次沒入水中,是從哪裡來的?朝東禱告是從哪裡來的?敬拜十字架是從哪裡來的?豈不都是從不成文的傳統來的嗎?所以那神聖的使徒保羅也說:
1:384
Ἄρα οὖν, ἀδελφοί, στήκετε καὶ κρατεῖτε τὰς παραδόσεις, ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου, εἴτε δι' ἐπιστολῆς ἡμῶν. Πολλῶν τοιγαροῦν ἀγράφως τῇ ἐκκλησίᾳ παραδεδομένων καὶ μέχρι τοῦ νῦν πεφυλαγμένων, τί περὶ τὰς εἰκόνας σμικρολογεῖτε; Μανιχαῖοι συνέγραψαν τὸ κατὰ Θωμᾶν εὐαγγέλιον·
“Therefore, brethren, stand firm and hold the traditions which you were taught, whether by word or by our letter.” Since, then, many things have been handed down to the Church unwritten and preserved until now, why do you cavil about the images? The Manichaeans composed the Gospel according to Thomas;
「所以弟兄們,你們要站立得穩,持守所領受的傳統,不論是藉言語,還是藉我們的書信。」既然許多事是不藉文字傳給教會、並保存至今,你們為何要在聖像上吹毛求疵呢?摩尼教徒編造了《多馬福音》;
1:385
γράψατε καὶ ὑμεῖς τὸ κατὰ Λέοντα εὐαγγέλιον
you too, then, write the Gospel according to Leo!
那麼你們也去寫一部《利奧福音》吧!
1:386
Οὐ δέχομαι βασιλέα τυραννικῶς τὴν ἱερωσύνην ἁρπάζοντα
I do not accept an emperor who tyrannically seizes the priesthood.
我不接受一個暴虐地攫奪祭司職分的皇帝。
1:387
Οὐ βασιλεῖς ἔλαβον ἐξουσίαν δεσμεῖν καὶ λύειν
Emperors did not receive the authority to bind and to loose.
皇帝並未領受那捆綁與釋放的權柄。
1:388
Οἶδα Οὐάλεντα βασιλέα χριστιανὸν ὀνομαζόμενον καὶ τὴν ὀρθόδοξον πίστιν διώξαντα, Ζήνωνά τε καὶ Ἀναστάσιον, Ἡράκλειον καὶ Κωνσταντῖνον τὸν ἐν Σικελίᾳ καὶ Βαρδανίσκην τὸν καὶ Φιλιππικόν
I know Valens, an emperor called a Christian who yet persecuted the orthodox faith, and Zeno and Anastasius, and Heraclius and Constantine of Sicily, and Bardanes also called Philippicus.
我知道瓦倫斯——他雖被稱為基督徒皇帝,卻迫害正統信仰;還有芝諾與阿那斯塔修,希拉克略與西西里的君士坦丁,以及又名腓利比古的巴爾達尼斯。
1:389
Οὐ πείθομαι βασιλικοῖς κανόσι διατάττεσθαι τὴν ἐκκλησίαν, ἀλλὰ πατρικαῖς παραδόσεσιν ἐγγράφοις τε καὶ ἀγράφοις
I am not persuaded that the Church should be ordered by imperial canons, but by the patristic traditions, both written and unwritten.
我不信服教會該由皇帝的法令來規範,而該由列祖的傳統——不論成文或不成文——來規範。
1:390
Ὥσπερ γὰρ ἐν ὅλῳ τῷ κόσμῳ ἐγγράφως ἐκηρύχθη τὸ εὐαγγέλιον, οὕτως ἐν ὅλῳ τῷ κόσμῳ ἀγράφως παρεδόθη τὸ εἰκονίζειν Χριστὸν τὸν σεσαρκωμένον θεὸν καὶ τοὺς ἁγίους, ὥσπερ καὶ προσκυνεῖν τὸν σταυρὸν καὶ κατ' ἀνατολὰς ἑστῶτας προσεύχεσθαι
For just as throughout the whole world the Gospel was proclaimed in writing, so throughout the whole world it was handed down unwritten to depict Christ the incarnate God and the saints, just as also to venerate the Cross and to pray standing toward the East.
因為正如福音藉文字傳遍了全世界,照樣,「描繪那道成肉身的神基督與聖徒」也不藉文字傳遍了全世界,正如敬拜十字架、朝東站立禱告一樣。
1:391
Ἃς μέντοι προσάγεις χρήσεις, οὐ τῶν παρ' ἡμῖν εἰκόνων βδελύσσονται τὴν προσκύνησιν, ἀλλὰ τῶν ταύτας θεοποιούντων Ἑλλήνων
As for the proof-texts you bring forward, they do not abhor the veneration of our images, but that of the Greeks who deify them.
至於你所引的證據,所厭惡的並不是我們聖像的敬禮,而是那些把聖像當神的希臘人的拜像。
1:392
Οὐ δεῖ τοίνυν διὰ τὴν τῶν Ἑλλήνων ἄτοπον χρῆσιν καὶ τὴν τῆς ἐκκλησίας εὐσεβῶς γινομένην ἀναιρεῖν
Therefore, on account of the absurd practice of the Greeks, we must not do away with the Church’s practice, which is done piously.
所以,我們不可因希臘人荒謬的作法,就把教會出於敬虔而行的作法取消了。
1:393
Ἐφορκίζουσιν ἐπαοιδοί τε καὶ γόητες, ἐφορκίζει τοὺς κατηχουμένους ἐκκλησία, ἀλλ' ἐκεῖνοι μὲν ἐπικαλούμενοι
Enchanters and sorcerers utter incantations; the Church too pronounces exorcisms over the catechumens; but those men invoke
念咒者與行邪術的人念咒語;教會也對慕道者施行驅魔;但那些人是呼求
1:394
δαίμονας, αὕτη δὲ θεὸν κατὰ δαιμόνων
demons, while she invokes God against demons.
鬼魔,而教會則是呼求神來抵擋鬼魔。
1:395
Ἔθυον δαίμοσιν Ἕλληνες, ἀλλὰ καὶ θεῷ Ἰσραὴλ καὶ αἵματα καὶ κνίσσας προσέφερον·
The Greeks sacrificed to demons, but Israel too offered to God both blood and the savour of burnt fat;
希臘人向鬼魔獻祭,但以色列也曾向神獻上牲血與燔祭的脂香;
1:396
θύει καὶ ἐκκλησία θεῷ θυσίαν ἀναίμακτον
the Church too offers to God a bloodless sacrifice.
教會也向神獻上那不流血的祭。
1:397
Δαίμοσι τὰς εἰκόνας ἀνετίθουν Ἕλληνες, ἀλλὰ καὶ Ἰσραὴλ ἐθεοποίησε τὰς εἰκόνας·
The Greeks dedicated images to demons, but Israel too made images into gods;
希臘人把聖像獻給鬼魔,但以色列也曾把像奉為神明;
1:398
Οὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ τῆς Αἰγύπτου. Ἡμεῖς δὲ ἀληθεῖ θεῷ σαρκωθέντι καὶ θεοῦ δούλοις καὶ φίλοις δαιμόνων ἀπελαύνουσι στίφη εἰκόνας ἀνατιθέαμεν
“These are your gods, O Israel, who brought you up out of Egypt.” But we set up images to the true God, incarnate, and to God’s servants and friends who drive away the hordes of demons.
「以色列啊,這就是領你出埃及的神。」但我們是把聖像立給那道成肉身的真神,以及那些驅退鬼魔群隊的神之僕人與朋友。
1:399
Εἰ δὲ λέγεις τὸν μακάριον Ἐπιφάνιον τρανῶς τὰς παρ' ἡμῖν ἀπαγορεῦσαι εἰκόνας, γνῶθι, ὡς ἐπίπλαστος λόγος ἄλλου τινὸς τῷ τοῦ θείου Ἐπιφανίου χρησαμένου ὀνόματι, οἷα πολλὰ συμβαίνει γίνεσθαι
But if you say that the blessed Epiphanius plainly forbade the images among us, know that the treatise is forged, someone else having used the name of the divine Epiphanius, as often happens.
但你若說有福的伊皮法尼烏斯明明禁止我們中間的聖像,你要知道,那篇論著是偽託的,是別人借用了神聖的伊皮法尼烏斯之名,這類事屢見不鮮。
1:400
Οὐ γὰρ τοῖς συμπατράσιν πατὴρ μάχεται·
For a father does not fight against his fellow-fathers;
因為一位教父不會與其他同為教父的人相爭;
1:401
ἑνὸς γὰρ ἁγίου πνεύματος μέτοχοι πάντες γεγόνασι·
for they have all become partakers of the one Holy Spirit;
因為他們都同領了那獨一的聖靈;
1:402
καὶ μάρτυς αὐτοῦ ἐκκλησία εἰ κόσι καλλωπιζομένη, ἕως οὗ ἄγριος καὶ ἀνήμερος Λέων ἔβρυξεν καὶ τὴν Χριστοῦ διετάραξε ποίμνην ποτίσαι τὸν λαὸν τοῦ θεοῦ ἐπιχειρήσας ἀνατροπὴν θολεράν
and his church bears witness, adorned with images, until the wild and savage Leo gnashed his teeth and threw Christ’s flock into turmoil, attempting to give the people of God a turbid draught of subversion to drink.
他的教會也作見證,以聖像裝飾,直到那狂野凶殘的利奧咬牙切齒,攪亂了基督的群羊,企圖讓神的子民喝下那混濁的傾覆之水。
1:403
Δέχου τοίνυν τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν, ὅτι, εἰ καὶ λέγει γραφή·
Receive, then, the throng of scriptural and patristic testimonies; for though Scripture says:
那麼,接受那一大群出自聖經與列祖的證詞吧;因為聖經雖說:
1:404
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων, ἀλλ' οὖν οὐ τὸ μὴ προσκυνεῖν ἀψύχοις ἔργοις χειρῶν κωλύει, ἀλλὰ ταῖς δαιμόνων εἰκόσιν
“The idols of the nations are silver and gold, the works of human hands,” yet this does not forbid the veneration of inanimate things or of the works of hands as such, but the veneration of the images of demons.
「那些外邦的偶像是金的、銀的,是人手所造的。」然而這並不是禁止敬禮無生命之物或人手所造之物本身,而是禁止敬禮鬼魔的像。
1:405
Ὅτι μὲν οὖν ἀγγέλοις καὶ ἀνθρώποις καὶ βασιλεῦσι καὶ ἀσεβέσι προσεκύνησαν οἱ προφῆται καὶ ῥάβδῳ, εἴρηται·
That the prophets venerated angels and men and kings, and even the ungodly, and a staff, has already been said:
至於先知們曾向天使、人、君王,甚至向不敬虔之人,並向一根杖下拜,這已經說過了:
1:406
Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἡσαΐας δὲ ἐκ προσώπου τοῦ θεοῦ·
“And venerate the footstool of his feet.” And Isaiah, in the person of God:
「你們要向他的腳凳下拜。」以賽亞也代神發言:
1:407
οὐρανός μοι θρόνος, φησίν, δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Οὐρανὸς δὲ καὶ γῆ παντί που δῆλον, ὅτι κτίσματα
“Heaven is my throne,” he says, “and the earth is the footstool of my feet.” And it is plain to all that heaven and earth are created things.
他說:「天是我的座位,地是我的腳凳。」眾人都明白,天和地乃是受造之物。
1:408
Καὶ Μωσῆς δὲ καὶ Ἀαρὼν σὺν παντὶ τῷ λαῷ χειροποιήτοις προσεκύνησαν
And Moses too, and Aaron with all the people, venerated things made by hands.
摩西、亞倫並全體百姓,也都向那些人手所造之物行了敬禮。
1:409
Φησὶ γοῦν Παῦλος χρυσοῦς τέττιξ τῆς ἐκκλησίας ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ·
Thus Paul, the golden cicada of the Church, says in the Epistle to the Hebrews:
保羅,這教會金色的蟬,在希伯來書中說:
1:410
Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκηνῆς οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, καὶ πάλιν οὐ γὰρ εἰς χειροποίητα εἰσῆλθεν ἅγια Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς τὸν οὐρανόν. Ὥστε τὰ πρότερα ἅγια, τε σκηνὴ καὶ πάντα τὰ ἐν αὐτῇ, χειροποίητα ἦν·
“But Christ, having come as a high priest of the good things to come, through the greater and more perfect tabernacle, not made with hands—that is, not of this creation,” and again, “For Christ did not enter into holy places made with hands, copies of the true, but into heaven itself.” So that the former holy things, the tabernacle and all that was in it, were made with hands;
「但基督已經來到,作了將來美事的大祭司,經過那更大更全備的帳幕,不是人手所造,就是不屬乎這世界的;」又說:「因為基督並不是進了人手所造的聖所,那不過是真聖所的影像,乃是進了天堂本身。」可見從前的聖物,就是帳幕和其中的一切,都是人手所造的;
1:411
καὶ ὅτι προσεκυνεῖτο, οὐδεὶς ἀντερεῖ
and that it was venerated, no one will gainsay.
而它曾受敬禮,無人能否認。
1:412
Εἰ σταυρὸν καὶ λόγχην καὶ κάλαμον καὶ σπόγγον, δι' ὧν οἱ θεοκτόνοι Ἰουδαῖοι τὸν κύριόν μου ἐνύβρισαν καὶ ἀπέκτειναν, ὡς αἴτια σωτηρίας προσκυνῶ καὶ σέβω, τὰς ἐπὶ δόξῃ καὶ μνήμῃ τῶν τοῦ Χριστοῦ παθημάτων ἀγαθῷ σκοπῷ ὑπὸ τῶν πιστῶν κατασκευαζομένας εἰκόνας οὐ προσκυνήσω; Εἰ σταυροῦ εἰκόνα ἐξ οἱασοῦν ὕλης κατασκευασθεῖσαν προσκυνῶ, τοῦ σταυρωθέντος καὶ τὸν σταυρὸν σωτήριον δείξαντος τὴν εἰκόνα οὐ προσκυνήσω; Ὅτι δὲ οὐ τῇ ὕλῃ προσκυνῶ, δῆλον·
If the cross and the spear and the reed and the sponge, by which the God-slaying Jews insulted and slew my Lord, I venerate and reverence as causes of salvation, shall I not venerate the images made by the faithful with good intent for the glory and remembrance of the sufferings of Christ? If I venerate the image of the Cross made of whatever matter, shall I not venerate the image of him who was crucified and showed the Cross to be saving? But that I do not venerate the matter is plain;
那殺神的猶太人用來凌辱並殺害我主的十字架、長矛、葦稈和海綿,我尚且當作救恩的緣由來敬拜敬重,難道那些信徒出於良善心意、為基督受難的榮耀與記念所製作的聖像,我倒不敬拜嗎?我若敬拜用任何材質製成的十字架的像,難道那位被釘十字架、又顯明十字架為拯救之主的像,我倒不敬拜嗎?我所敬拜的並不是物質本身,這是顯而易見的;
1:413
καταλυθέντος γὰρ τοῦ ἐκτυπώματος τοῦ σταυροῦ, εἰ τύχοι, ἐκ ξύλου κατεσκευασμένου, πυρὶ τὸ ξύλον παραδίδωμι, ὁμοίως καὶ τῶν εἰκόνων
for when the figure of the cross—say, one made of wood—is destroyed, I commit the wood to the fire; and likewise with the images.
因為當十字架的形製——比方說一個木製的——被毀壞時,我便把那木頭交給火燒;對聖像也是一樣。
1:414
Ὅτι δὲ οὐ νέον τὸ τῶν εἰκόνων ἐφεύρημα καὶ τούτων προσκύνησις, ἀλλ' ἀρχαία τῆς ἐκκλησίας παράδοσις, δέχου τῶν γραφικῶν καὶ πατρικῶν χρήσεων τὸν ἑσμόν
And that the invention of images and their veneration is no novelty, but an ancient tradition of the Church, receive the throng of scriptural and patristic testimonies.
聖像的創製及其敬禮並不是什麼新事,而是教會古老的傳統,這你可從那一大群出自聖經與列祖的證詞中領會。
1:415
κύριος ἐν τῷ κατὰ Ματθαῖον ἱερῷ εὐαγγελίῳ τάδε φησὶ τοὺς ἑαυτοῦ μαθητὰς μακαρίζων καὶ σὺν αὐτοῖς πάντας τοὺς τῷ κανόνι αὐτῶν στοιχοῦντας καὶ τοῖς ἴχνεσιν αὐτῶν ἐπακολουθοῦντας·
The Lord, in the holy Gospel according to Matthew, says these things, blessing his own disciples, and with them all who walk by their rule and follow in their footsteps:
主在馬太所記的聖福音中,這樣稱讚他自己的門徒,並與他們一同稱讚一切照他們的準則而行、踏著他們腳蹤的人:
1:416
Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοί, ὅτι βλέπουσι, καὶ τὰ ὦτα ὑμῶν, ὅτι ἀκούουσιν
“But blessed are your eyes, for they see, and your ears, for they hear.
「但你們的眼睛是有福的,因為看見了;你們的耳朵也是有福的,因為聽見了。
1:417
Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν, βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἀκούετε, καὶ οὐκ ἤκουσαν. Ἐπιποθοῦμεν οὖν καὶ ἡμεῖς ἰδεῖν, ὡς ἰδεῖν δυνατόν·
For truly I say to you, that many prophets and righteous men desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it.” We too, then, long to see, in so far as it is possible to see;
我實在告訴你們,從前有許多先知和義人,要看你們所看的,卻沒有看見;要聽你們所聽的,卻沒有聽見。」所以我們也渴望去看,就我們所能看見的範圍而言;
1:418
βλέπομεν γὰρ ὡς ἐν ἐσόπτρῳ καὶ ἐν αἰνίγματι καὶ ἐν τῇ εἰκόνι καὶ μακαριζόμεθα
for we see as in a mirror, and in a riddle, and in the image—and we are blessed.
因為我們是彷彿對著鏡子觀看、在謎中、又在聖像中觀看——並因此蒙福。
1:419
Αὐτὸς θεὸς πρῶτος ἐποίησεν εἰκόνα καὶ ἔδειξεν εἰκόνας·
God himself first made an image and showed images;
神自己首先造了像,又顯出了像;
1:420
τὸν μὲν γὰρ ἄνθρωπον κατ' εἰκόνα θεοῦ ἐποίησε
for he made man according to the image of God.
因為他照著神的形像造了人。
1:421
Καὶ Ἀβραὰμ δὲ καὶ Μωσῆς καὶ Ἡσαΐας καὶ πάντες οἱ προφῆται εἰκόνας εἶδον θεοῦ καὶ οὐκ αὐτὴν τὴν οὐσίαν τοῦ θεοῦ
And Abraham and Moses and Isaiah, and all the prophets, saw images of God, and not the very essence of God.
亞伯拉罕、摩西、以賽亞並眾先知,都看見了神的像,而非神的本質本身。
1:422
βάτος εἰκὼν ἦν τῆς θεομήτορος, καὶ μέλλοντι τῷ Μωσῇ ταύτῃ προσιέναι εἶπεν θεός·
The bush was an image of the Mother of God, and as Moses was about to approach it, God said:
那荊棘是神之母的預像;摩西將要走近它的時候,神說:
1:423
Ὑπόλυσαι τὸ ὑπόδημα τῶν ποδῶν σου·
“Loose the sandal from your feet;
「把你腳上的鞋脫下來,
1:424
γὰρ γῆ, ἐν ἕστηκας, γῆ ἁγία ἐστίν
for the ground on which you stand is holy ground.”
因為你所站之地是聖地。」
1:425
Εἰ οὖν γῆ, ἐν εἰκὼν τῆς θεοτόκου ὤφθη τῷ Μωσῇ, γῆ ἁγία ἐστί, πόσῳ μᾶλλον αὐτὴ εἰκών; Οὐ μόνον γὰρ ἁγία, ἀλλά, τολμῶ λέγειν, καὶ ἁγίων ἁγία
If, then, the ground on which the image of the Theotokos appeared to Moses is holy ground, how much more the image itself? For it is not only holy, but, I dare to say, holy of holies.
那麼,誕神女(聖母)的預像向摩西顯現之地既是聖地,那像本身豈不更是聖的嗎?因為它不僅是聖的,我甚至敢說,乃是至聖的。
1:426
κύριος ἐρωτήσασι τοῖς Φαρισαίοις·
The Lord, when the Pharisees asked him:
主,當法利賽人問他:
1:427
Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι τὴν γυναῖκα; ἀπεκρίνατο·
“Why then did Moses command to give a certificate of divorce and to put away the wife?”—answered:
「這樣,摩西為什麼吩咐人給休書,把妻子休了呢?」——他回答說:
1:428
Ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. Κἀγὼ λέγω ὑμῖν, ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν τῶν υἱῶν Ἰσραὴλ εἰδὼς αὐτῶν τὸ πρὸς εἰδωλολατρείαν εὐόλισθον ἐπέτρεψεν αὐτοῖς μὴ ποιεῖν εἰκόνας
“Because of your hardness of heart Moses permitted you to put away your wives; but from the beginning it was not so.” And I too say to you: because of the hardness of heart of the sons of Israel, knowing their proneness to idolatry, Moses permitted them not to make images.
「摩西因為你們的心硬,才准許你們休妻;但起初並不是這樣。」我也對你們說:摩西因為以色列子民的心硬,又知道他們容易陷入拜偶像,才准許他們不製作聖像。
1:429
ἑστήκαμεν γὰρ βεβαίως ἐν τῇ πέτρᾳ τῆς πίστεως τὸ φῶς τῆς θεογνωσίας πλουτήσαντες
for we stand firmly on the rock of faith, having grown rich in the light of the knowledge of God.
因為我們穩固地站在信仰的磐石上,在認識神的光中富足了。
1:430
Ἀκούσατε, τί φησιν κύριος·
Hear what the Lord says:
你們要聽主所說的:
1:431
Μωροὶ καὶ τυφλοί, ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικήσαντι ἐν αὐτῷ, καὶ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ. Καὶ ὀμνύων ἐν τῇ εἰκόνι ὀμνύει ἐν τῇ εἰκόνι καὶ ἐν τῷ εἰκονιζομένῳ ὑπ' αὐτῆς
“Fools and blind! He who swears by the temple swears by it and by him who dwells in it; and he who swears by heaven swears by the throne of God and by him who sits upon it.” And he who swears by the image swears by the image and by the one represented in it.
「你們這無知瞎眼的人哪!凡指著殿起誓的,就是指著殿和那住在殿裡的起誓;凡指著天起誓的,就是指著神的寶座和那坐在寶座上的起誓。」照樣,凡指著聖像起誓的,就是指著聖像和那被它所描繪的那一位起誓。
1:432
Ὅτι μὲν οὖν σκηνὴ καὶ τὸ καταπέτασμα καὶ κιβωτὸς καὶ τράπεζα καὶ πάντα τὰ ἐν τῇ σκηνῇ εἰκόνες ἦσαν καὶ τύποι καὶ ἔργα χειρῶν ἀνθρώπων, ἅτινα προσεκυνεῖτο ὑπὸ παντὸς Ἰσραήλ, ἔτι δὲ καὶ τὰ χερουβὶμ τὰ γλυπτὰ θεοῦ προστάγματι κατεσκευασμένα, ἱκανῶς ἀποδέδεικται
That the tabernacle and the veil and the ark and the table, and all that was in the tabernacle, were images and types and works of human hands—which were venerated by all Israel—and likewise the carved cherubim made at God’s command, has been sufficiently demonstrated.
帳幕、幔子、約櫃、桌子,以及帳幕中的一切,都是像、是預表、是人手所造的,並都受了全以色列的敬禮;連那些奉神命所造的雕刻基路伯也是如此——這些已經充分證明了。
1:433
Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει. Ἄκουε καὶ τοῦ ἀποστόλου Παύλου μαρτυροῦντος, ὅτι χειροποίητα καὶ εἰκόνας προσεκύνει Ἰσραὴλ τοῦ θεοῦ τοῦτο προστάξαντος·
“See that you make everything according to the pattern shown to you on the mountain.” Hear also the Apostle Paul testifying that Israel venerated things made by hands and images, God himself having commanded this:
「你要謹慎,照著在山上指示你的樣式作一切。」也要聽使徒保羅作見證說,以色列曾向人手所造之物和聖像行敬禮,且是神親自吩咐的:
1:434
Εἰ μὲν γὰρ ἦν, φησίν, ἐπὶ γῆς, οὐδ' ἂν ἦν ἱερεὺς ὄντων ἱερέων τῶν προσφερόντων κατὰ τὸν νόμον τὰ δῶρα·
“For if he were on earth,” he says, “he would not even be a priest, since there are priests who offer the gifts according to the Law;
他說:「他若在地上,必不得作祭司,因為已經有照律法獻禮物的祭司了;
1:435
οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων, καθὼς κεχρημάτισται Μωσῆς μέλλων ἐπιτελεῖν τὴν σκηνήν
who serve a copy and shadow of the heavenly things, even as Moses was warned when he was about to complete the tabernacle.
他們供奉的事本是天上事的形狀和影像,正如摩西將要造帳幕的時候,蒙神警戒他。
1:436
Ὅρα γάρ, φησί, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει·
‘For see,’ he says, ‘that you make everything according to the pattern shown to you on the mountain.’
神說:『你要謹慎,照著在山上指示你的樣式作一切。』
1:437
νυνὶ δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ κρείττονός ἐστι διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται
But now Christ has obtained a more excellent ministry, by so much as he is the mediator of a better covenant, which has been enacted on better promises.
但如今基督已得了更美的職任,正如他作更美之約的中保;這約原是憑更美的應許立的。
1:438
Εἰ γὰρ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος·
For if that first covenant had been faultless, no place would have been sought for a second;
那前約若沒有瑕疵,就無處可尋求後約了;
1:439
μεμφόμενος γὰρ αὐτοῖς λέγει·
for, finding fault with them, he says:
因為神指責他們說:
1:440
Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν·
‘Behold, the days are coming, says the Lord, when I will complete a new covenant with the house of Israel and with the house of Judah—
『主說:日子將到,我要與以色列家和猶大家另立新約——
1:441
οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. καὶ μετ' ὀλίγα ἐν τῷ λέγειν καινὴν πεπαλαίωκε τὴν πρώτην·
not according to the covenant which I made with their fathers in the day when I took them by the hand to lead them out of the land of Egypt.’ And, a little later, in saying ‘new,’ he has made the first old;
不像我拉著他們祖宗的手、領他們出埃及地的時候,與他們所立的約。』隨後又說:他既說『新』約,就以前約為舊了;
1:442
τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ
and what is becoming old and aging is near to vanishing away.”
凡漸舊漸衰的,就快歸於無有了。」
1:443
Εἶχε μὲν οὖν πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν·
Now the first tabernacle had ordinances of worship and an earthly sanctuary;
原來那前帳幕有敬拜的條例,又有屬世的聖所;
1:444
σκηνὴ γὰρ κατεσκευάσθη πρώτη, ἐν τε λυχνία καὶ τράπεζα καὶ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια·
for the first tabernacle was prepared, in which were the lampstand and the table and the presentation of the loaves, which is called the Holy Place;
因為頭一層帳幕造成了,裡面有燈臺、桌子和陳設餅,這帳幕稱為聖所;
1:445
μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ λεγομένη Ἅγια ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ῥάβδος Ἀαρὼν βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης·
and behind the second veil was the tabernacle called the Holy of Holies, having a golden altar of incense and the ark of the covenant overlaid on all sides with gold, in which were a golden jar holding the manna, and Aaron’s rod that budded, and the tablets of the covenant;
第二層幔子後又有一層帳幕,稱為至聖所,有金香壇和四面包金的約櫃,櫃裡有盛嗎哪的金罐和亞倫發過芽的杖,並兩塊約版;
1:446
ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον. καὶ πάλιν οὐ γὰρ εἰς χειροποίητα ἅγια εἰσῆλθεν Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν. καὶ μεθ' ἕτερα σκιὰν γὰρ ἔχων νόμος τῶν μελλόντων ἀγαθῶν, οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων. Ὅρα, ὅτι καὶ νόμος καὶ πάντα τὰ κατ' αὐτὸν πᾶσά τε καθ' ἡμᾶς λατρεία χειροποίητά εἰσιν ἅγια δι' ὕλης προσάγοντα ἡμᾶς τῷ ἀύλῳ θεῷ, καὶ μὲν νόμος καὶ πάντα τὰ κατὰ τὸν νόμον σκιαγραφία τις ἦν τῆς μελλούσης εἰκόνος, τουτέστι τῆς καθ' ἡμᾶς λατρείας, δὲ καθ' ἡμᾶς λατρεία εἰκὼν τῶν μελλόντων ἀγαθῶν, αὐτὰ δὲ τὰ πράγματα ἄνω Ἱερουσαλὴμ ἄυλος καὶ ἀχειροποίητος, καθώς φησιν αὐτὸς θεῖος ἀπόστολος·
and above it the cherubim of glory overshadowing the mercy seat. And again: “For Christ did not enter into holy places made with hands, copies of the true, but into heaven itself.” And after other words: “For the Law, having a shadow of the good things to come, not the very image of the realities.” See, then, that the Law and all that pertains to it, and all our worship, are holy things made with hands, leading us through matter to the immaterial God; and the Law and all under the Law were a kind of shadow-sketch of the image to come, that is, of our worship, while our worship is an image of the good things to come, and the realities themselves are the Jerusalem above, immaterial and not made with hands, as the same divine Apostle says:
櫃上面有榮耀的基路伯遮掩著施恩座。又說:「因為基督並不是進了人手所造的聖所,那不過是真聖所的影像,乃是進了天堂本身。」再過幾句又說:「因為律法既是將來美事的影兒,不是本物的真像。」可見律法和一切屬律法的事,並我們一切的敬拜,都是人手所造的聖物,藉物質引我們到那無形質的神面前;律法和一切屬律法的事乃是那將來之像(就是我們的敬拜)的一種影描,而我們的敬拜又是那將來美事的像,至於本物本身,乃是那在上、無形質、非人手所造的耶路撒冷,正如這同一位神聖的使徒所說:
1:447
Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἥτις ἐστὶν ἄνω Ἱερουσαλήμ, ἧς τεχνίτης καὶ δημιουργὸς θεός. Πάντα γὰρ τά τε κατὰ τὸν νόμον καὶ τὰ κατὰ τὴν ἡμετέραν λατρείαν ἐκείνης χάριν ἐγένοντο
“For here we have no abiding city, but we seek the one to come,” which is the Jerusalem above, “whose builder and maker is God.” For all things, both under the Law and in our worship, came to be for the sake of that city.
「我們在這裡本沒有常存的城,乃是尋求那將來的城」,就是那在上的耶路撒冷,「她的設計者和建造者乃是神。」因為一切事,無論是屬律法的還是屬我們敬拜的,都是為了那城而設的。
1:448
Αὐτῷ δόξα εἰς τοὺς αἰῶνας
To him be glory unto the ages.
願榮耀歸與他,直到永永遠遠。
1:449
Ποῦ εὗρες ἐν τῇ παλαιᾷ ἐν τῷ εὐαγγελίῳ ὄνομα τριάδος ὁμοούσιον μίαν φύσιν θεότητος τρανῶς τρεῖς ὑποστάσεις αὐτολεξεὶ μίαν ὑπόστασιν τοῦ Χριστοῦ δύο φύσεις αὐτολεξεί; Ἀλλ' ὅμως, ἐπειδὴ ἐκ τῶν ἰσοδυναμουσῶν λέξεων τῶν ἐν τῇ γραφῇ κειμένων ὥρισαν ταῦτα οἱ ἅγιοι πατέρες, δεχόμεθα καὶ τοὺς μὴ δεχομένους ἀναθεματίζομεν
Where in the Old Covenant or in the Gospel did you find the name “Trinity,” or “consubstantial,” or “one nature of the Godhead” in so many words, or “three hypostases” verbatim, or “one hypostasis of Christ,” or “two natures” verbatim? Yet nonetheless, since from the equivalent expressions lying in Scripture the holy fathers defined these things, we accept them, and we anathematize those who do not accept them.
你在舊約或在福音書中,哪裡找到「三位一體」這名稱,或「同質」,或明明白白的「神性的一個本性」,或逐字的「三個位格」,或「基督的一個位格」,或逐字的「兩個本性」呢?然而,既然聖教父們是從聖經中那些意義相當的詞句來界定這些教義的,我們便接受它們,並咒詛那些不接受的人。
1:450
Ἐγὼ δὲ παριστῶ σοι ἐν τῇ παλαιᾷ, ὅτι προσέταξεν θεὸς ποιεῖν εἰκόνας, πρῶτον μὲν αὐτὴν τὴν σκηνὴν καὶ πάντα τὰ ὄντα ἐν αὐτῇ
But I show you in the Old Covenant that God commanded images to be made—first the tabernacle itself and all that was in it.
我倒要從舊約向你指明,神曾吩咐人製作像——首先就是帳幕本身和其中的一切。
1:451
Καὶ ἐν τοῖς εὐαγγελίοις αὐτὸς κύριος τοῖς πειραστικῶς ἐρωτήσασιν, εἰ ἔξεστι καίσαρι δοῦναι κῆνσον, εἶπεν·
And in the Gospels the Lord himself, to those who asked him by way of testing whether it was lawful to give tribute to Caesar, said:
在福音書中,主自己對那些試探他、問可不可以向凱撒納稅的人說:
1:452
Καὶ ὑπέδειξαν αὐτῷ δηνάριον
And they showed him a denarius.
他們就拿一個銀錢給他看。
1:453
Τίνος εἰκόνα ἔχει; Οἱ δὲ εἶπον·
“Whose image does it bear?” And they said:
「這是誰的像?」他們說:
1:454
Ἀπόδοτε τὰ καίσαρος καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Ἐπειδὴ εἰκόνα καίσαρος ἔχει, καίσαρός ἐστι, καὶ ἀπόδοτε καίσαρι
“Render to Caesar the things of Caesar, and to God the things of God.” Since it bears the image of Caesar, it is Caesar’s; so render it to Caesar.
「凱撒的物當歸給凱撒,神的物當歸給神。」既然它帶著凱撒的像,它就是屬凱撒的;所以要歸給凱撒。
1:455
Καὶ τὴν εἰκόνα Χριστοῦ, ἀπόδοτε Χριστῷ·
And the image of Christ—render to Christ;
至於基督的像——當歸給基督;
1:456
κύριος μακαρίζων τοὺς μαθητὰς εἶπε·
The Lord, blessing the disciples, said:
主稱讚門徒說:
1:457
Πολλοὶ βασιλεῖς καὶ προφῆται ἐπεθύμησαν ἰδεῖν, βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι, ἀκούετε, καὶ οὐκ ἤκουσαν
“Many kings and prophets desired to see what you see, and did not see it, and to hear what you hear, and did not hear it.
「從前有許多君王和先知,要看你們所看的,卻沒有看見;要聽你們所聽的,卻沒有聽見。
1:458
Ὑμῶν δὲ μακάριοί εἰσιν οἱ ὀφθαλμοί, ὅτι βλέπουσιν, καὶ τὰ ὦτα, ὅτι ἀκούουσιν. Εἶδον οὖν οἱ ἀπόστολοι σωματικῶς τὸν Χριστὸν καὶ τὰ πάθη καὶ τὰ θαύματα αὐτοῦ καὶ ἤκουσαν τῶν λόγων αὐτοῦ·
But blessed are your eyes, for they see, and your ears, for they hear.” The apostles, then, saw Christ bodily, and his sufferings and his miracles, and heard his words;
但你們的眼睛是有福的,因為看見了;你們的耳朵也是有福的,因為聽見了。」這樣,使徒們曾以肉身親眼看見基督,看見他的受苦和神蹟,又聽見他的話;
1:459
ἐπιθυμοῦμεν καὶ ἡμεῖς ἰδεῖν καὶ ἀκοῦσαι καὶ μακαρισθῆναι
we too desire to see and to hear and to be blessed.
我們也渴望去看、去聽,並得著祝福。
1:460
Εἶδον ἐκεῖνοι πρόσωπον πρὸς πρόσωπον, ἐπειδὴ παρῆν σωματικῶς·
They saw him face to face, since he was present bodily;
他們曾與他面對面,因為他親身在場;
1:461
ἡμεῖς δέ, ἐπειδὴ σωματικῶς οὐ πάρεστιν, ὥσπερ διὰ βίβλων ἀκούομεν τῶν λόγων αὐτοῦ καὶ ἁγιαζόμεθα τὴν ἀκοὴν καὶ δι' αὐτῆς τὴν ψυχὴν καὶ μακαριζόμεθα καὶ προσκυνοῦμεν τιμῶντες τὰς βίβλους, δι' ὧν ἀκούομεν τῶν λόγων αὐτοῦ, οὕτως καὶ διὰ γραφῆς εἰκόνων θεωροῦμεν τὸ ἐκτύπωμα τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ καὶ τῶν θαυμάτων καὶ τῶν παθημάτων αὐτοῦ καὶ ἁγιαζόμεθα καὶ πληροφορούμεθα καὶ χαίρομεν καὶ μακαριζόμεθα καὶ σέβομεν καὶ τιμῶμεν καὶ προσκυνοῦμεν τὸν χαρακτῆρα αὐτοῦ τὸν σωματικόν
but we, since he is not present bodily, just as we hear his words through books and sanctify our hearing, and through it our soul, and are blessed, and venerate the books by honouring them, through which we hear his words—so also through the painting of images we behold the imprint of his bodily form and of his miracles and his sufferings, and we are sanctified and fully assured and rejoice and are blessed, and we reverence and honour and venerate his bodily form.
至於我們,他既不親身在場,正如我們藉著書卷聽見他的話,使我們的聽覺、並藉此使我們的靈魂得以成聖,又得著祝福,並尊崇那些藉以聽見他話語的書卷而向它們致敬——同樣,我們也藉著聖像的描繪,得見他肉身形貌的印記、他的神蹟和受苦,因而成聖、得著確據、歡喜、蒙福,並敬重、尊崇且敬禮他那肉身的形貌。
1:462
Θεωροῦντες δὲ τὸν σωματικὸν χαρακτῆρα αὐτοῦ ἐννοοῦμεν ὡς δυνατὸν καὶ τὴν δόξαν τῆς θεότητος αὐτοῦ·
And beholding his bodily form, we conceive, so far as we can, also the glory of his divinity;
我們既觀看他肉身的形貌,便儘我們所能,也思想他神性的榮耀;
1:463
ἐπειδὴ γὰρ διπλοῖ ἐσμεν, ἐκ ψυχῆς καὶ σώματος κατεσκευασμένοι, καὶ οὐ γυμνὴ ἡμῶν ἐστιν ψυχή, ἀλλ' ὡς ὑπὸ παραπετάσματι καλύπτεται, ἀδύνατον ἡμᾶς ἐκτὸς τῶν σωματικῶν ἐλθεῖν ἐπὶ τὰ νοητά
for since we are twofold, composed of soul and body, and our soul is not naked but veiled as under a covering, it is impossible for us to come to spiritual things apart from bodily ones.
因為我們是雙重的,由靈魂與身體構成,我們的靈魂並非赤露,乃是如同被一層帷幕遮蓋,所以我們若離了有形之物,便不可能達到屬靈之事。
1:464
Ὥσπερ οὖν διὰ λόγων αἰσθητῶν ἀκούομεν ὠσὶ σωματικοῖς καὶ νοοῦμεν τὰ πνευματικά, οὕτω καὶ διὰ σωματικῆς θεωρίας ἐρχόμεθα ἐπὶ τὴν πνευματικὴν θεωρίαν
Just as, then, through sensible words we hear with bodily ears and understand spiritual things, so also through bodily contemplation we come to spiritual contemplation.
正如我們藉著可聞的言語、用肉身的耳朵聽見、進而領悟屬靈之事,同樣,我們也藉著有形的觀看,達到屬靈的觀看。
1:465
Διὰ τοῦτο σῶμα καὶ ψυχὴν ἀνέλαβεν Χριστός, ἐπειδὴ σῶμα καὶ ψυχὴν ἔχει ἄνθρωπος·
For this reason Christ assumed both body and soul, since man has body and soul;
為此緣故,基督取了身體與靈魂,因為人有身體與靈魂;
1:466
διὰ τοῦτο καὶ τὸ βάπτισμα διπλοῦν, ἐξ ὕδατος καὶ πνεύματος, καὶ κοινωνία καὶ προσευχὴ καὶ ψαλμῳδία, πάντα διπλᾶ, σωματικὰ καὶ πνευματικά, καὶ φῶτα καὶ θυμιάματα
for this reason too baptism is twofold, of water and Spirit; and the communion and the prayer and the psalmody—all are twofold, bodily and spiritual—and lights and incense.
為此緣故,洗禮也是雙重的,由水與聖靈而成;領聖餐、禱告、歌詠詩篇——這一切都是雙重的,既屬身體又屬靈——還有燈火和焚香也是如此。
1:467
Ἀλλὰ πάντα ἐάσας κατὰ μόνων τῶν εἰκόνων ὥρμησεν διάβολος·
But, letting all else alone, the devil set himself against the images;
魔鬼卻撇開其餘一切,單單衝著聖像而來;
1:468
καὶ τοσοῦτος αὐτῷ φθόνος ἐστὶ κατὰ τῶν εἰκόνων, ὡς καὶ ἐν τῷ Λειμωναρίῳ τοῦ ἁγίου Σωφρονίου τοῦ πατριάρχου Ἱεροσολύμων γέγραπται οὕτως·
and so great is his envy against the images that, as is written in the Spiritual Meadow of the holy Sophronius, patriarch of Jerusalem, in these words:
他對聖像的嫉恨何等之大,正如耶路撒冷宗主教聖索弗羅尼的《靈修草地》中所記,這樣寫道:
1:469
Ἔλεγεν ἀββᾶς Θεόδωρος Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν ἀγωνιστής·
Abba Theodore the Aeliote said that there was a certain ascetic recluse on the Mount of Olives;
亞流的阿爸西奧多說,在橄欖山上有一位隱居的苦修者;
1:470
πανὺ δὲ αὐτῷ ἐπολέμει δαίμων τῆς πορνείας
and the demon of fornication warred against him grievously.
淫亂的鬼魔猛烈地攻擊他。
1:471
Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο γέρων ἀποδύρεσθαι καὶ λέγειν τῷ δαίμονι·
One day, then, as it pressed upon him fiercely, the old man began to lament and to say to the demon:
有一天,那鬼魔猛烈逼迫他,老人就開始悲嘆,對那鬼魔說:
1:472
Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν ἀπ' ἐμοῦ, συνεγήρασάς μοι· Φαίνεται αὐτῷ δαίμων ὀφθαλμοφανῶς λέγων·
“How long will you not let me be? Depart from me at last; you have grown old together with me!” The demon appeared to him visibly, saying:
「你還要逼我到幾時呢?快離開我吧,你都跟我一同變老了!」那鬼魔便現形給他看,說:
1:473
Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ. Καὶ ὤμοσεν αὐτῷ γέρων, ὅτι μὰ τὸν κατοικοῦντα ἐν τοῖς ὑψίστοις, οὐκ εἴπω τινί, ἅπερ εἴπῃς μοι. Τότε λέγει αὐτῷ δαίμων·
“Swear to me that you will tell no one what I am about to tell you, and I will war against you no longer.” And the old man swore to him: “By him who dwells in the highest, I will not tell anyone what you say to me.” Then the demon said to him:
「你向我起誓,你絕不把我要告訴你的話對任何人說,我就不再攻擊你。」老人便向他起誓說:「我指著那住在至高之處的起誓,凡你對我說的,我必不告訴任何人。」那鬼魔就對他說:
1:474
Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμήσω. Εἶχε δὲ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν
“Do not venerate this image, and I will war against you no more.” Now the image bore the imprint of our Lady, the holy Mary the Theotokos, carrying our Lord Jesus Christ.
「不要敬拜這聖像,我就不再攻擊你。」原來那聖像所繪的,是我們的元后、聖瑪利亞誕神女(聖母),懷抱著我們的主耶穌基督。
1:475
Ἴδε, τίνα μιμοῦνται οἱ προσκυνεῖσθαι τὰς εἰκόνας κωλύοντες καὶ τίνος εἰσὶν ὄργανα·
See whom those who forbid the veneration of images imitate, and whose instruments they are;
你看,那些禁止敬禮聖像的人,是在效法誰,又是誰的工具;
1:476
δαίμων τῆς πορνείας ᾑρετίσατο μὴ προσκυνεῖσθαι τὴν εἰκόνα τῆς δεσποίνης ἤπερ εἰς τὴν τῆς πορνείας ἀκαθαρσίαν ἐμπεσεῖν τὸν γέροντα ὡς μείζονα τῆς πορνείας ἁμαρτίαν ταύτην ἐπιστάμενος. Ἀλλ' ἐπειδὴ περὶ εἰκόνος λόγος ἐστὶ καὶ προσκυνήσεως, φέρε πλατύτερον περὶ τούτων τὸν λόγον διευκρινήσωμεν καὶ εἴπωμεν·
the demon of fornication chose rather that the image of our Lady should not be venerated than that the old man should fall into the impurity of fornication, knowing this to be a greater sin than fornication. But since the subject is the image and veneration, let us treat of these things more fully and say:
淫亂的鬼魔寧可使我們元后的聖像不被敬禮,也不願老人陷入淫亂的污穢,因牠知道這(不敬聖像)比淫亂更是大罪。既然談到聖像與敬禮,就讓我們更詳盡地論述這些事,並說:
1:477
πρῶτον, τί ἐστιν εἰκών; δεύτερον, τίνος χάριν γέγονεν εἰκών; τρίτον, πόσαι διαφοραὶ εἰκόνων; τέταρτον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον; πέμπτον, τίς πρῶτος ἐποίησεν εἰκόνας; Εἶτα καὶ περὶ προσκυνήσεως·
first, what is an image? second, for what purpose did the image come to be? third, how many kinds of images are there? fourth, what is depicted and what is not depicted? fifth, who first made images? Then concerning veneration also:
第一,什麼是像?第二,像是為何而有的?第三,像有多少種類?第四,什麼是可描繪的,什麼是不可描繪的?第五,誰最先製作了像?然後也論到敬禮:
1:478
πρῶτον, τί ἐστι προσκύνησις; δεύτερον, πόσοι τρόποι προσκυνήσεως; τρίτον, πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ; τέταρτον, ὅτι πᾶσα προσκύνησις διὰ τὸν φύσει προσκυνητὸν θεόν ἐστι·
first, what is veneration? second, how many modes of veneration are there? third, how many objects of veneration do we find in Scripture? fourth, that all veneration is for the sake of God, who alone is by nature to be venerated;
第一,什麼是敬禮?第二,敬禮有多少方式?第三,我們在聖經中找到多少可敬禮的對象?第四,一切敬禮都是為著那本性上當受敬禮的神;
1:479
πέμπτον, ὅτι τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει
fifth, that the honour of the image passes over to the prototype.
第五,聖像所受的尊敬是歸於原型(原本)的。
1:480
Πρῶτον, τί ἐστιν εἰκών; Εἰκὼν μὲν οὖν ἐστιν ὁμοίωμα καὶ παράδειγμα καὶ ἐκτύπωμά τινος ἐν ἑαυτῷ δεικνύον τὸ εἰκονιζόμενον, πάντως δὲ οὐ κατὰ πάντα ἔοικεν εἰκὼν τῷ πρωτοτύπῳ τουτέστι τῷ εἰκονιζομένῳἄλλο γάρ ἐστιν εἰκὼν καὶ ἄλλο τὸ εἰκονιζόμενονκαὶ πάντως ὁρᾶται ἐν αὐτοῖς διαφορά, ἐπεὶ οὐκ ἄλλο τοῦτο καὶ ἄλλο ἐκεῖνο
First, what is an image? An image, then, is a likeness and pattern and imprint of something, showing in itself the thing depicted; yet the image is by no means like the prototype—that is, the thing depicted—in every respect, for the image is one thing and the thing depicted another, and a difference is necessarily seen between them, since this is not that.
第一,什麼是像?像乃是某物的相似、樣式與印記,在它自身中顯出所描繪之物;然而像絕不在一切方面都與原型(即所描繪之物)相同,因為像是一回事,所描繪之物是另一回事,二者之間必然顯出差異,因為這個不是那個。
1:481
εἰκὼν τοῦ ἀνθρώπου, εἰ καὶ τὸν χαρακτῆρα ἐκτυποῖ τοῦ σώματος, ἀλλὰ τὰς ψυχικὰς δυνάμεις οὐκ ἔχει·
The image of a man, even if it represents the form of the body, does not possess the powers of the soul;
人的像,雖能刻畫出身體的形貌,卻沒有靈魂的諸般能力;
1:482
οὔτε γὰρ ζῇ οὔτε λογίζεται οὔτε φθέγγεται οὔτε αἰσθάνεται οὔτε μέλος κινεῖ
for it neither lives nor reasons nor speaks nor feels nor moves a limb.
因為它不活,不思想,不說話,不感覺,也不動一個肢體。
1:483
Καὶ υἱὸς εἰκὼν φυσικὴ ὢν τοῦ πατρὸς ἔχει τι παρηλλαγμένον πρὸς αὐτόν·
And the Son, though he is the natural image of the Father, has something that differs from him;
至於那子,雖是父之本性的像,卻有一點與父相異之處;
1:484
υἱὸς γάρ ἐστι καὶ οὐ πατήρ
for he is Son and not Father.
因為他是子,而不是父。
1:485
Δεύτερον, τίνος χάριν ἐστὶν εἰκών; Πᾶσα εἰκὼν ἐκφαντορικὴ τοῦ κρυφίου ἐστὶ καὶ δεικτική
Second, for what purpose is the image? Every image is a disclosure and a pointing-out of what is hidden.
第二,像是為何而有的?每一幅像都是把隱藏之事彰顯並指明出來。
1:486
Ἐπειδὴ ἄνθρωπος οὔτε τοῦ ἀοράτου γυμνὴν ἔχει τὴν γνῶσιν σώματι καλυπτομένης τῆς ψυχῆς οὔτε τῶν μετ' αὐτὸν ἐσομένων οὔτε τῶν τόπῳ διεστηκότων καὶ ἀπεχόντων ὡς τόπῳ καὶ χρόνῳ περιγραφόμενος, πρὸς ὁδηγίαν γνώσεως καὶ φανέρωσιν καὶ δημοσίευσιν τῶν κεκρυμμένων ἐπενοήθη εἰκών, πάντως δὲ πρὸς ὠφέλειαν καὶ εὐεργεσίαν καὶ σωτηρίαν, ὅπως στηλιτευομένων καὶ θριαμβευομένων τῶν πραγμάτων διαγνῶμεν τὰ κεκρυμμένα καὶ τὰ μὲν καλὰ ποθήσωμεν καὶ ζηλώσωμεν, τὰ δὲ ἐναντία τουτέστι τὰ κακὰ ἀποστραφῶμεν καὶ μισήσωμεν
Since man has not bare knowledge of the invisible (his soul being covered by the body), nor of things to come after him, nor of things separated and distant in place (being himself circumscribed by place and time), the image was devised to guide knowledge, and to make manifest and publish what is hidden—wholly for benefit and beneficence and salvation, that, the deeds being set up as on a pillar and held up in triumph, we may discern what is hidden, and may desire and emulate the good things, while turning away from and hating the contrary, that is, the evil.
人既不能赤露地認識那不可見者(因他的靈魂被身體遮蓋),也不能認識在他之後將有的事,或那在地點上相隔遙遠之事(因他自己受地點與時間的限制),所以發明了像,以引導人的知識,並把隱藏之事彰顯、公開——這完全是為著益處、恩惠與拯救,好叫我們在這些事如立碑誇勝般展示出來時,能辨明那隱藏之事,並渴慕、效法善事,又轉離、憎惡那相反的事,就是惡事。
1:487
Τρίτον, πόσαι διαφοραὶ εἰκόνων; Διαφοραὶ δὲ εἰκόνων εἰσί
Third, how many kinds of images are there? There are several kinds of images.
第三,像有多少種類?像有好幾種。
1:488
Πρώτη μὲν οὖν εἰκών ἐστιν φυσική
The first, then, is the natural image.
第一種乃是本性的像。
1:489
Ἐν ἑκάστῳ δὲ πράγματι δεῖ πρῶτον εἶναι τὸ κατὰ φύσιν καὶ τότε τὸ κατὰ θέσιν καὶ μίμησιν, οἷον δεῖ πρῶτον εἶναι φύσει ἄνθρωπον καὶ τότε θέσει κατὰ μίμησιν
In every matter the natural must come first, and then that which is by position and imitation; for instance, there must first be a man by nature, and then one by position, according to imitation.
在每一件事上,必先有那按本性的,然後才有那按設定與摹仿的;例如,必先有一個按本性的人,然後才有一個按設定、照摹仿的(人像)。
1:490
Πρώτη οὖν φυσικὴ καὶ ἀπαράλλακτος εἰκὼν τοῦ ἀοράτου θεοῦ υἱὸς τοῦ πατρὸς ἐν ἑαυτῷ δεικνὺς τὸν πατέρα
The first, then, is the natural and unchangeable image of the invisible God: the Son of the Father, showing the Father in himself.
如此,第一種乃是那不可見之神的本性而不變的像,就是父的子,在他自身中顯出父來。
1:491
Θεὸν μὲν γὰρ οὐδεὶς ἑώρακε πώποτε, καὶ πάλιν οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν. Ὅτι δὲ εἰκών ἐστιν υἱὸς τοῦ πατρός, φησὶν ἀπόστολος·
“No one has ever seen God,” and again, “Not that anyone has seen the Father.” That the Son is the image of the Father, the Apostle says:
「從來沒有人看見神。」又說:「這不是說有人看見過父。」至於子是父的像,使徒說:
1:492
Ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου θεοῦ, καὶ πρὸς Ἑβραίους ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ, καὶ ὅτι ἐν ἑαυτῷ δεικνύει τὸν πατέρα ἐν τῷ κατὰ Ἰωάννην εὐαγγελίῳ τοῦ Φιλίππου εἰπόντος·
“He is the image of the invisible God,” and in Hebrews, “who is the radiance of his glory and the imprint of his hypostasis.” And that he shows the Father in himself, in the Gospel according to John, when Philip said:
「他是那不能看見之神的像。」在希伯來書中又說:「他是神榮耀所發的光輝,是神本體的真像。」至於他在自身中顯出父來,約翰所記的福音中,當腓力說:
1:493
Δεῖξον ἡμῖν τὸν πατέρα, καὶ ἀρκεῖ ἡμῖν, φησὶν κύριος·
“Show us the Father, and it is enough for us,” the Lord says:
「求主將父顯給我們看,我們就知足了。」主說:
1:494
Τοσοῦτον χρόνον ἔχω μεθ' ὑμῶν, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα. Ἔστι μὲν υἱὸς εἰκὼν τοῦ πατρὸς φυσική, ἀπαράλλακτος, κατὰ πάντα ὁμοία τῷ πατρὶ πλὴν τῆς ἀγεννησίας καὶ τῆς πατρότητος·
“Have I been so long with you, and you have not known me, Philip? He who has seen me has seen the Father.” The Son, then, is the natural image of the Father, unchangeable, in all things like the Father except in unbegottenness and fatherhood;
「腓力,我與你們同在這樣長久,你還不認識我嗎?人看見了我,就是看見了父。」這樣,子乃是父本性的像,是不變的,凡事都與父相同,惟獨在「非受生」與「為父」這兩點上不同;
1:495
μὲν γὰρ πατὴρ γεννήτωρ ἀγέννητος, δὲ υἱὸς γεννητὸς καὶ οὐ πατήρ
for the Father is the unbegotten begetter, while the Son is begotten and not Father.
因為父是非受生的生者,而子是受生的,並不是父。
1:496
Καὶ τὸ πνεῦμα δὲ τὸ ἅγιον εἰκὼν τοῦ υἱοῦ·
And the Holy Spirit also is the image of the Son;
聖靈也是子的像;
1:497
οὐδεὶς γὰρ δύναται εἰπεῖν κύριον Ἰησοῦν, εἰ μὴ ἐν πνεύματι ἁγίῳ. Διὰ πνεύματος οὖν ἁγίου γινώσκομεν τὸν Χριστὸν υἱὸν τοῦ θεοῦ καὶ θεὸν καὶ ἐν τῷ υἱῷ καθορῶμεν τὸν πατέρα·
for “no one can say ‘Lord Jesus’ except in the Holy Spirit.” Through the Holy Spirit, then, we know Christ to be the Son of God and God, and in the Son we behold the Father;
因為「若不是被聖靈感動的,也沒有能說『耶穌是主』的。」所以我們是藉著聖靈認識基督是神的子、是神,又在子裡觀看父;
1:498
φύσει γὰρ νοῦ μὲν λόγος ἄγγελος, λόγου δὲ μηνυτικὸν τὸ πνεῦμα
for by nature the word is the messenger of the mind, and the breath is the revealer of the word.
因為按本性,言語是心思的使者,而氣息(靈)是言語的彰顯者。
1:499
Ὁμοία δὲ καὶ ἀπαράλλακτός ἐστιν εἰκὼν τοῦ υἱοῦ τὸ πνεῦμα τὸ ἅγιον ἐν μόνῳ τῷ ἐκπορευτῷ τὸ διάφορον ἔχον·
The Holy Spirit is the like and unchangeable image of the Son, differing only in being proceeding;
聖靈是子的相似而不變的像,惟一的不同在於牠是「發出的」;
1:500
μὲν γὰρ υἱὸς γεννητός, ἀλλ' οὐκ ἐκπορευτός
for the Son is begotten, but not proceeding.
因為子是受生的,卻不是發出的。
1:501
Καὶ ἑκάστου δὲ πατρὸς υἱὸς φυσική ἐστιν εἰκών
And the son of every father is the natural image of his father.
每個父親的兒子,也都是他父親本性的像。
1:502
Καὶ οὗτος μὲν πρῶτος τρόπος τῆς εἰκόνος, φυσικός
And this is the first kind of image, the natural.
這就是第一種像,就是本性的像。
1:503
Δεύτερος τρόπος εἰκόνος ἐν τῷ θεῷ τῶν ὑπ' αὐτοῦ ἐσομένων ἔννοια, τουτέστιν προαιώνιος αὐτοῦ βούλησις ἀεὶ ὡσαύτως ἔχουσα·
The second kind of image is the conception in God of the things that are to come to be by him, that is, his pre-eternal will, which is ever the same;
第二種像,乃是神中對那些將由他而成之事物的構想,就是他那永遠如一、亙古不變的旨意;
1:504
ἄτρεπτον γὰρ τὸ θεῖον, καὶ βούλησις αὐτοῦ ἄναρχος, , καθὼς προαιωνίως ἐβουλήθη, ἐν τῷ προορισθέντι ὑπ' αὐτοῦ καιρῷ γίνεται τὰ ὁρισθέντα·
for the divine is unchangeable, and his will is without beginning, by which—just as he willed from before the ages—at the time foreordained by him the things determined come to be;
因為神性是不改變的,他的旨意也是無始的;按這旨意,正如他在萬世之前所定意的,在他預定的時候,那被定下的事就成就了;
1:505
εἰκόνες γὰρ καὶ παραδείγματα τῶν ὑπ' αὐτοῦ ἐσομένων περὶ ἑκάστου αὐτῶν ἔννοια, οἳ καὶ προορισμοὶ παρὰ τῷ ἁγίῳ Διονυσίῳ ὀνομάζονται
for the conception concerning each of them is the images and patterns of the things to come to be by him, which by the holy Dionysius are also called predeterminations.
因為對它們各自的構想,就是那些將由他而成之事物的像與樣式,這些在聖狄奧尼修那裡又被稱為「預定」。
1:506
Ἐν γὰρ τῇ βουλῇ αὐτοῦ ἐχαρακτηρίζετο καὶ εἰκονίζετο πρὶν γενέσεως αὐτῶν τὰ ὑπ' αὐτοῦ προωρισμένα καὶ ἀπαραβάτως ἐσόμενα
For in his counsel were characterized and imaged, before their coming into being, the things foreordained by him and surely to come to pass.
因為在他的籌算中,那些被他預定、必然要成就的事,在它們存在之先,就已被刻畫、被成像了。
1:507
Τρίτος τρόπος εἰκόνος κατὰ μίμησιν ὑπὸ θεοῦ γενόμενος, τουτέστιν ἄνθρωπος
The third kind of image is that which came to be by God according to imitation, that is, man.
第三種像,乃是那照摹仿由神所造的,就是人。
1:508
Πῶς γὰρ κτιστὸς τῆς αὐτῆς φύσεως ἔσται τῷ ἀκτίστῳ ἀλλὰ κατὰ μίμησιν; Ὥσπερ γὰρ νοῦς ( πατὴρ) καὶ λόγος ( υἱὸς) καὶ πνεῦμα τὸ ἅγιον εἷς θεός, οὕτω καὶ νοῦς καὶ λόγος καὶ πνεῦμα εἷς ἄνθρωπος, καὶ κατὰ τὸ αὐτεξούσιον καὶ τὸ ἀρχικόν·
For how shall the created be of the same nature as the uncreated, except by imitation? For just as mind (the Father) and word (the Son) and the Holy Spirit are one God, so mind and word and spirit are one man, also in respect of self-determination and rule;
因為受造者怎能與非受造者同有一個本性呢?豈不是惟藉摹仿嗎?正如心思(父)、言語(子)和聖靈是一位神,照樣,心思、言語和氣息(靈)也是一個人,並在自主與作主這方面也是如此;
1:509
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ εὐθέως ἐπήγαγε·
“Let us make man according to our image and likeness,” and at once he added:
「我們要照著我們的形像、按著我們的樣式造人」,神隨即又說:
1:510
Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάλιν καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάσης τῆς γῆς καὶ κατακυριεύσατε αὐτῆς. Τέταρτος τρόπος εἰκόνος τῆς γραφῆς σχήματα καὶ μορφὰς καὶ τύπους ἀναπλαττούσης τῶν ἀοράτων καὶ ἀσωμάτων σωματικῶς τυπουμένων πρὸς ἀμυδρὰν κατανόησιν θεοῦ τε καὶ ἀγγέλων διὰ τὸ μὴ δύνασθαι ἡμᾶς τὰ ἀσώματα ἄνευ σχημάτων ἀναλογούντων ἡμῖν θεωρεῖν, καθώς φησιν πολὺς τὰ θεῖα Διονύσιος Ἀρεοπαγίτης
“And let them rule over the fish of the sea and the birds of heaven,” and again, “and rule over the fish of the sea and the birds of heaven and all the earth, and subdue it.” The fourth kind of image is that of Scripture fashioning shapes and forms and types of invisible and incorporeal things, bodily represented for a dim apprehension of God and of the angels, since we cannot contemplate incorporeal things without shapes corresponding to us, as the great divine Dionysius the Areopagite says.
「使他們管理海裡的魚和天空的鳥」,又說:「也要管理海裡的魚、天空的鳥、全地,並要治理這地。」第四種像,乃是聖經為那不可見、無形體之事物所塑造的形狀、形像與預表,用有形的方式描繪出來,使我們對神和天使有一個朦朧的領悟,因為我們若沒有與我們相稱的形狀,就不能觀想無形之物,正如那精通屬神之事的偉大的狄奧尼修‧亞略巴古所說。
1:511
Ὅτι μὲν γὰρ εἰκότως προβέβληνται τῶν ἀτυπώτων οἱ τύποι καὶ τὰ σχήματα τῶν ἀσχηματίστων, οὐ μόνην αἰτίαν φαίη τις εἶναι τὴν καθ' ἡμᾶς ἀναλογίαν ἀδυνατοῦσαν ἀμέσως ἐπὶ τὰς νοητὰς ἀνατείνεσθαι θεωρίας καὶ δεομένην οἰκείων καὶ συμφυῶν ἀναγωγῶν
“That the types are fittingly set forth for the typeless and the shapes for the shapeless, one might say is caused not only by our analogical capacity, which is unable to rise immediately to intelligible contemplations and needs appropriate and kindred uplifting aids.”
「那為無預表者所設的預表、為無形狀者所設的形狀之所以合宜地呈現出來,可以說其緣由不僅在於我們這按比例領受的能力——它無法直接上升到屬靈的觀想,而需要合宜且相稱的提升媒介。」
1:512
Εἰ τοίνυν τῆς ἡμῶν προνοῶν ἀναλογίας θεῖος λόγος, πάντοθεν τὸ ἀνατατικὸν ἡμῖν ποριζόμενος, καὶ τοῖς ἁπλοῖς καὶ ἀμορφώτοις τύπους τινὰς περιτίθησι, πῶς μὴ εἰκονίσει τὰ σχήμασι μεμορφωμένα κατὰ τὴν οἰκείαν φύσιν καὶ ποθούμενα μέν, διὰ δὲ τὸ μὴ παρεῖναι ὁρᾶσθαι μὴ δυνάμενα; Φησὶ γοῦν θεορήμων Γρηγόριος, ὅτι πολλὰ κάμνων νοῦς ἐκβῆναι τὰ σωματικὰ πάντη ἀδυνατεῖ·
“If, then, the divine Word, providing for our analogical capacity and furnishing us on every side with what uplifts, clothes even the simple and formless things with certain types, how shall it not image things that are by their own nature formed with shapes and longed for, yet, because they are not present, cannot be seen?” The God-uttering Gregory says that the mind, however much it labours, is wholly unable to go beyond bodily things;
「那麼,神的道既顧念我們這按比例領受的能力,從各方面供應我們提升之物,連那些單純、無形者也以某些預表來披覆,那麼,那些按其本性帶有形狀、又為人所渴慕、卻因不在眼前而不得見之物,他豈不更要成像呢?」那滿口屬神之言的貴格利說,心思無論如何竭力,也全然無法完全超脫有形之物;
1:513
Ἀλλὰ καὶ τὰ ἀόρατα τοῦ θεοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται. Ὁρῶμεν δὲ καὶ ἐν τοῖς κτίσμασιν εἰκόνας μηνυούσας ἡμῖν ἀμυδρῶς τὰς θείας ἐμφάσεις, ὡς ὅτε λέγομεν τὴν ἁγίαν τριάδα τὴν ὑπεράρχιον εἰκονίζεσθαι δι' ἡλίου καὶ φωτὸς καὶ ἀκτῖνος πηγῆς ἀναβλυζούσης καὶ πηγαζομένου νάματος καὶ προχοῆς νοῦ καὶ λόγου καὶ πνεύματος τοῦ καθ' ἡμᾶς ῥόδου φυτοῦ καὶ ἄνθους καὶ εὐωδίας
“But the invisible things of God, since the creation of the world, are clearly seen, being understood through the things that are made.” And in created things too we see images that dimly intimate to us the divine reflections, as when we say that the supra-original Holy Trinity is imaged by the sun and light and ray, or by a welling fountain and the water it pours forth and the outflow, or by our own mind and word and spirit, or by a rose-plant and flower and fragrance.
「自從造天地以來,神那不可見之事,藉著所造之物就可以曉得、看得清楚。」我們在受造之物中也看見一些像,朦朧地向我們暗示屬神的映照,正如我們說那超越本源的聖三一被太陽、光與光線所表象,或被湧流的泉源、所湧出的水與流溢所表象,或被我們自己的心思、言語與氣息(靈)所表象,或被玫瑰樹、花朵與芬芳所表象。
1:514
Πέμπτος τρόπος εἰκόνος λέγεται προεικονίζων καὶ προδιαγράφων τὰ μέλλοντα ὡς βάτος καὶ ἐπὶ πόκον ὑετὸς τὴν παρθένον καὶ θεοτόκον καὶ ῥάβδος καὶ στάμνος καὶ ὡς ὄφις τοὺς τὸ δῆγμα διὰ σταυροῦ καταργήσαντας τοῦ ἀρχεκάκου ὄφεως τε θάλασσα, τὸ ὕδωρ καὶ νεφέλη τὸ τοῦ βαπτίσματος πνεῦμα
The fifth kind of image is that which prefigures and foreshadows things to come, as the bush and the dew upon the fleece prefigure the Virgin and Theotokos, and the rod and the jar; and as the serpent prefigures those who through the Cross abolished the bite of the original serpent, author of evil; and the sea, the water, and the cloud prefigure the Spirit of baptism.
第五種像,乃是那預先描繪、預表將來之事的,如荊棘、羊毛上的甘露預表那童貞女與誕神女(聖母),又如亞倫的杖和那金罐;又如那銅蛇預表那些藉十字架廢除了那肇惡的起初之蛇所咬之傷的人;那海、那水和那雲,則預表洗禮的聖靈。
1:515
Ἕκτος τρόπος εἰκόνος πρὸς μνήμην τῶν γεγονότων θαύματος ἀρετῆς πρὸς δόξαν καὶ τιμὴν καὶ στηλογραφίαν τῶν ἀριστευσάντων καὶ ἐν ἀρετῇ διαπρεψάντων κακίας πρὸς θρίαμβον καὶ αἰσχύνην τῶν κακίστων ἀνδρῶν, πρὸς τὴν εἰς ὕστε ρον τῶν θεωμένων ὠφέλειαν, ὡς ἂν τὰ μὲν κακὰ φύγωμεν, τὰς δὲ ἀρετὰς ζηλώσωμεν
The sixth kind of image is that for the remembrance of things that have happened—whether a miracle or a virtue—for the glory and honour and commemoration of those who fought valiantly and excelled in virtue, or of vice for the shaming and disgrace of the most wicked men, for the benefit of those who behold them afterward, that we may flee evils and emulate virtues.
第六種像,乃是為記念已發生之事的——無論是神蹟還是美德——為要榮耀、尊崇並紀念那些英勇爭戰、在美德上卓越的人,或記念惡行,使最邪惡之人蒙羞受辱,為叫後來觀看的人得益處,好叫我們逃避諸惡,效法諸德。
1:516
διά τε λόγου ταῖς βίβλοις ἐγγραφομένουεἰκονίζει γὰρ τὸ γράμμα τὸν λόγον, ὡς θεὸς τὸν νόμον ταῖς πλαξὶν ἐνεκόλαψε καὶ τοὺς τῶν θεοφιλῶν ἀνδρῶν βίους ἀναγράπτους γενέσθαι προσέταξεκαὶ διὰ θεωρίας αἰσθητῆς, ὡς τὴν στάμνον καὶ τὴν ῥάβδον ἐν τῇ κιβωτῷ τεθῆναι προσέταξεν εἰς μνημόσυνον αἰώνιον καὶ ὡς τὰ ὀνόματα τῶν φυλῶν ἐγκολαφθῆναι τοῖς λίθοις τῆς ἐπωμίδος ἐκέλευσεν, οὐ μὴν ἀλλὰ καὶ τοὺς δώδεκα λίθους ἀρθῆναι ἐκ τοῦ Ἰορδάνου εἰς τύπον τῶν ἱερέωνβαβαὶ τοῦ μυστηρίου, ὡς μέγιστον τοῖς πιστοῖς ἐν ἀληθείᾳτῶν αἰρόντων τὴν κιβωτὸν καὶ
This is done both by the word written in books—for the letter images the word, as God engraved the Law on the tablets and commanded that the lives of God-loving men be recorded—and by sensible contemplation, as he commanded the jar and the rod to be placed in the ark for an everlasting memorial, and the names of the tribes to be engraved on the stones of the ephod, and indeed the twelve stones to be taken up from the Jordan as a type of the priests (O the mystery! how great it is to the faithful in truth) who bore the ark, and
這既藉著寫在書卷中的話來成就——因為文字使話語成像,正如神把律法刻在版上,又吩咐人把愛神之人的生平記錄下來——也藉著可感的觀看來成就,正如他吩咐人把那金罐和那杖放在約櫃裡作永遠的記念,又吩咐人把各支派的名字刻在以弗得的寶石上,並且還吩咐人從約但河中取出十二塊石頭,作那些抬約櫃之祭司的預表(哦,這奧祕!對真誠的信徒而言是何等重大);
1:517
Οὕτω καὶ νῦν τὰς εἰκόνας τῶν γεγονότων ἐναρέτων ἀνδρῶν πρὸς ζῆλον καὶ μνήμην καὶ ζῆλον ἡμῶν πόθῳ ἀναγράφομεν
So now too we inscribe the images of virtuous men who have lived, for our emulation and remembrance and longing.
照樣,如今我們也描繪那些曾活過的有德之人的聖像,為叫我們效法、記念並懷慕。
1:518
τοίνυν πᾶσαν εἰκόνα ἄνελε καὶ ἀντινομοθέτει τῷ ταῦτα προστάξαντι γίνεσθαι ἑκάστην δέχου κατὰ τὸν ἑκάστῃ πρέποντα λόγον καὶ τρόπον
Either, then, do away with every image and oppose with a counter-law him who commanded these things to be done, or receive each according to the reason and manner befitting it.
那麼,你要麼取消每一種像,並以相反的律去抗拒那吩咐這些事成就的主,要麼就按各種像所合宜的道理與方式各自接納它們。
1:519
Τέταρτον κεφάλαιον, τί τὸ εἰκονιζόμενον καὶ τί τὸ μὴ εἰκονιζόμενον καὶ πῶς ἕκαστον εἰκονίζεται
Fourth chapter: what is depicted and what is not depicted, and how each is depicted.
第四章:什麼是可描繪的,什麼是不可描繪的,以及各自如何描繪。
1:520
Τὰ μὲν σώματα ὡς καὶ σχήματα καὶ περιγραφὴν σωματικὴν ἔχοντα καὶ χρῶμα εἰκότως εἰκονίζονται
Bodies, as having shape and bodily circumscription and colour, are fittingly depicted.
物體既有形狀、有形體的界限和顏色,便可合宜地被描繪。
1:521
Ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων, εἰ καὶ μὴ σωματικῶς καὶ παχέως, ἀλλὰ κατὰ τὴν ἑαυτῶν φύσιν καὶ σχηματίζονται καὶ περιγράφονταινοητοὶ γὰρ ὄντες ἐν νοητοῖς τόποις νοητῶς παρεῖναι καὶ ἐνεργεῖν πιστεύονται–, εἰκονίζονται μὲν οὖν σωματικῶς, ὡς εἰκόνισε Μωσῆς τὰ χερουβὶμ καὶ ὡς ὡράθησαν τοῖς ἀξίοις, ἀλλ' ἀσώματον καὶ νοητήν τινα θεωρίαν δηλούσης τῆς σωματικῆς εἰκόνος
An angel, a soul, and a demon, though not bodily and gross, yet according to their own nature are shaped and circumscribed—for, being intelligible, they are believed to be present and to act intelligibly in intelligible places—and so they are depicted bodily, as Moses depicted the cherubim and as they were seen by the worthy, the bodily image disclosing a certain incorporeal and intelligible contemplation.
天使、靈魂與鬼魔,雖不是有形、粗重的,但按其本性也是有形狀、有界限的——因為它們既是屬靈的,便被信為在屬靈的處所中以屬靈的方式臨在並運作——所以它們也以有形的方式被描繪,正如摩西描繪基路伯、又如它們向那些配得的人所顯現的一樣,這有形的像乃是要彰顯某種無形而屬靈的觀想。
1:522
δὲ θεία φύσις ἀπερίγραπτός ἐστι μόνη καὶ παντελῶς ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀκατάληπτος, εἰ καὶ θεία γραφὴ τύπους θεῷ περιτίθησι τὸ μὲν δοκεῖν σωματικούς, ὥστε σχήματα ὁρᾶσθαι, καὶ αὐτοὺς δὲ ἀσωμάτους·
But the divine nature alone is uncircumscribable, and altogether formless and shapeless and incomprehensible, even though the divine Scripture clothes God with types that seem bodily, so that shapes are seen, yet they too are incorporeal;
惟有神性是不可界限的,並且完全是無形、無狀、不可測度的,雖然神聖的經把似乎有形的預表加在神身上,使人看見形狀,但那些形狀其實也是無形的;
1:523
οὐ γὰρ σωματικοῖς ὀφθαλμοῖς, ἀλλὰ νοεροῖς ἑωρῶντο τοῖς προφήταις καὶ οἷς ἀπεκαλύπτοντο, οὐ γὰρ πᾶσιν ἑωρῶντο
for they were seen not with bodily eyes but with the eyes of the mind by the prophets and by those to whom they were revealed—for they were not seen by all.
因為它們不是用肉身的眼睛、而是用心靈的眼睛,被眾先知和那些蒙啟示的人所看見——並非人人都能看見。
1:524
Ἁπλῷ δὲ λόγῳ εἰπεῖν, δυνάμεθα ποιεῖν εἰκόνας πάντων τῶν σχημάτων, ὧν εἴδομεν·
To put it simply, we can make images of all the shapes we have seen;
簡單地說,凡我們所看見過的一切形狀,我們都能為它們造像;
1:525
νοοῦμεν δὲ ταῦτα, καθὼς ὡράθη
and we understand these things as they were seen.
我們也照它們被看見的樣子來領會它們。
1:526
Εἰ γὰρ καὶ ἀπὸ τῶν λόγων ἔσθ' ὅτε κατανοοῦμεν σχήματα, ἀλλ' ἐξ ὧν εἴδομεν, καὶ ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν
For even if at times we apprehend shapes from words, yet it is from the things we have seen that we come to the apprehension of these.
因為我們有時雖能從言語領會形狀,但仍是從我們所看見過的事物,才得以領會這些。
1:527
Οὕτω καὶ ἐφ' ἑκάστης αἰσθήσεως, ἐξ ὧν ὠσφράνθημεν ἐγευσάμεθα ἡψάμεθα, διὰ λόγων ἐπὶ τὴν τούτων ἐρχόμεθα κατανόησιν
So too with each of the senses: from what we have smelled or tasted or touched, we come through words to the apprehension of these.
對於每一種感官也是如此:從我們所嗅、所嘗或所摸過的,我們才能藉著言語達到對這些的領會。
1:528
Οἴδαμεν οὖν, ὅτι οὔτε θεοῦ οὔτε ἀγγέλου οὔτε ψυχῆς οὔτε δαίμονος δυνατὸν θεαθῆναι φύσιν, ἀλλ' ἐν μετασχηματισμῷ τινι θεωροῦνται ταῦτα τῆς θείας προνοίας τύπους καὶ σχήματα περιτιθείσης τοῖς ἀσωμάτοις καὶ ἀτυπώτοις καὶ μὴ ἔχουσι σχηματισμὸν σωματικῶς πρὸς τὸ χειραγωγηθῆναι ἡμᾶς καὶ πρὸς παχυμερῆ καὶ μερικὴν αὐτῶν γνῶσιν, ἵνα μὴ ἐν παντελεῖ ἀγνοίᾳ ὦμεν θεοῦ καὶ τῶν ἀσωμάτων κτισμάτων
We know, then, that it is impossible to behold the nature of God, or of an angel, or of a soul, or of a demon; but these are contemplated in a certain transfiguration, divine providence clothing with types and shapes the incorporeal and typeless things that have no bodily shape, in order to lead us by the hand to a partial and gross knowledge of them, lest we be in total ignorance of God and of the incorporeal creatures.
這樣,我們知道,神的本性、天使、靈魂或鬼魔的本性,都是不可能被看見的;但這些乃是在某種變化的形態中被觀想,是神的眷顧把預表與形狀加在那些無形、無預表、本無形體之物上,為要扶持引領我們,使我們對它們有一種粗略而局部的認識,免得我們對神和那些無形的受造之物全然無知。
1:529
μὲν γὰρ θεὸς φύσει καὶ παντελῶς ἀσώματος·
For God is by nature wholly incorporeal;
因為神按本性是完全無形體的;
1:530
ἄγγελος δὲ καὶ ψυχὴ καὶ δαίμων πρὸς μὲν θεὸν συγκρινόμενοι τὸν μόνον ἀσύγκριτον σώματά εἰσι, πρὸς δὲ τὰ ὑλικὰ σώματα ἀσώματοι
but an angel and a soul and a demon, compared with God who alone is incomparable, are bodies, yet compared with material bodies are incorporeal.
但天使、靈魂與鬼魔,與那獨一無可比擬的神相比,乃是有形體的,然而與物質的形體相比,又是無形體的。
1:531
Μὴ θέλων οὖν θεὸς παντελῶς ἀγνοεῖν ἡμᾶς τὰ ἀσώματα περιέθηκεν αὐτοῖς τύπους καὶ σχήματα καὶ εἰκόνας κατὰ τὴν ἀναλογίαν τῆς φύσεως ἡμῶν σχήματα σωματικὰ ἐν ἀύλῳ ὁράσει νοὸς ὁρώμενα, καὶ ταῦτα σχηματίζομεν καὶ εἰκονίζομεν, ἐπεί πως ἐσχηματίσθη καὶ εἰκονίσθη τὰ χερουβίμ
Since, then, God did not wish us to be wholly ignorant of incorporeal things, he clothed them with types and shapes and images according to the analogy of our nature—bodily shapes seen in the immaterial vision of the mind; and these we shape and image, even as the cherubim were shaped and imaged.
這樣,神既不願我們對無形之物全然無知,便照著我們本性的比例,把預表、形狀與像加在它們身上——就是那些在心靈無形質的異象中被看見的有形形狀;這些我們便加以塑形、成像,正如基路伯曾被塑形、成像一樣。
1:532
Ἀλλὰ καὶ θεοῦ σχήματα καὶ εἰκόνας γραφὴ ἔχει
But Scripture has shapes and images even of God.
然而聖經連神也有其形狀與像。
1:533
Τίς πρῶτος ἐποίησεν εἰκόνα; Αὐτὸς θεὸς πρῶτος ἐγέννησε τὸν μονογενῆ υἱὸν καὶ λόγον αὐτοῦ, εἰκόνα αὐτοῦ ζῶσαν, φυσικήν, ἀπαράλλακτον χαρακτῆρα τῆς αὐτοῦ ἀιδιότητος, ἐποίησέ τε τὸν ἄνθρωπον κατ' εἰκόνα αὑτοῦ καὶ καθ' ὁμοίωσιν
Who first made an image? God himself first begot the only-begotten Son and his Word, his living, natural, unchangeable image, the imprint of his eternity; and he made man according to his own image and likeness.
誰最先造了像?神自己首先生出那獨生的子,就是他的道,作他活的、本性的、不變的像,是他永恆性的真像;他又照著自己的形像、按著自己的樣式造了人。
1:534
Καὶ Ἀδὰμ εἶδε θεὸν καὶ ἤκουσε τῆς φωνῆς τῶν ποδῶν αὐτοῦ περιπατοῦντος τὸ δειλινὸν καὶ ἐκρύβη ἐν τῷ παραδείσῳ, καὶ Ἰακὼβ εἶδε καὶ ἐπάλαισε μετὰ τοῦ θεοῦδῆλον δέ, ὅτι ὡς ἄνθρωπος ἐφάνη αὐτῷ θεός–, καὶ Μωσῆς ὡς ὀπίσθια ἀνθρώπου εἶδε, καὶ Ἡσαΐας ὡς ἄνθρωπον εἶδε καθήμενον ἐπὶ θρόνου, καὶ Δανιὴλ ὁμοίωμα ἀνθρώπου εἶδε καὶ ὡς υἱὸν ἀνθρώπου ἐλθόντα ἐπὶ τὸν παλαιὸν τῶν ἡμερῶν
And Adam saw God and heard the sound of his feet as he walked in the evening, and hid himself in the garden; and Jacob saw and wrestled with God—plainly God appeared to him as a man; and Moses saw as it were the back parts of a man; and Isaiah saw as a man seated on a throne; and Daniel saw a likeness of a man, and one like a son of man coming to the Ancient of Days.
亞當看見了神,又聽見他天涼時在園中行走的腳步聲,就藏在園裡;雅各也看見了,並與神摔跤——顯然神是以人的樣子向他顯現的;摩西彷彿看見了一個人的背;以賽亞看見彷彿有一人坐在寶座上;但以理看見一個人的樣式,又見彷彿人子的,來到亙古常在者面前。
1:535
Καὶ οὐ φύσιν θεοῦ εἶδέ τις, ἀλλὰ τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος ἔσεσθαι·
And no one saw the nature of God, but the type and image of him who was to be;
並沒有人看見神的本性,所看見的乃是那將要來者的預表與像;
1:536
ἔμελλε γὰρ υἱὸς καὶ λόγος τοῦ θεοῦ ἀόρατος ἄνθρωπος γίνεσθαι ἐν ἀληθείᾳ, ἵν' ἑνωθῇ τῇ φύσει ἡμῶν καὶ ὁραθῇ ἐπὶ γῆς
for the Son and Word of God, who is invisible, was to become man in truth, that he might be united to our nature and be seen upon earth.
因為神的子,就是那不可見的道,將要真實地成為人,好使他與我們的本性聯合,並在地上被人看見。
1:537
Προσεκύνησαν οὖν πάντες οἱ ἰδόντες τὸν τύπον καὶ τὴν εἰκόνα τοῦ μέλλοντος, καθὼς Παῦλός φησιν ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ·
All those, then, who saw the type and image of him who was to be, venerated, as Paul the Apostle says in the Epistle to the Hebrews:
這樣,凡看見那將要來者之預表與像的人,都行了敬禮,正如使徒保羅在希伯來書中所說:
1:538
Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς εὐαγγελίας, ἀλλὰ πόρρωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Ἐγὼ οὖν οὐ μὴ ποιήσω εἰκόνα τοῦ δι' ἐμὲ ὀφθέντος σαρκὸς φύσει καὶ
“In faith all these died, not having received the promises, but having seen them from afar and greeted them.” Shall I, then, not make an image of him who for my sake was seen in the nature of flesh, and
「這些人都是存著信心死的,並沒有得著所應許的,卻從遠處望見,且歡喜迎接。」那麼,難道我倒不為那位為我緣故、以肉身本性被人看見的主造像,並
1:539
προσκυνήσω καὶ τιμήσω αὐτὸν διὰ τῆς εἰς τὴν εἰκόνα αὐτοῦ τιμῆς καὶ προσκυνήσεως; Εἶδεν Ἀβραὰμ οὐ φύσιν θεοῦ (θεὸν γὰρ οὐδεὶς ἑώρακε πώποτε), ἀλλ' εἰκόνα θεοῦ καὶ πεσὼν προσεκύνησεν
venerate and honour him through the honour and veneration of his image? Abraham saw not the nature of God (for no one has ever seen God), but an image of God, and falling down he venerated.
藉著對他聖像的尊崇與敬禮來敬拜尊崇他嗎?亞伯拉罕所看見的並不是神的本性(因為從來沒有人看見神),而是神的像,他就俯伏敬拜。
1:540
Εἶδεν Ἰησοῦς τοῦ Ναυῆ οὐ φύσιν ἀγγέλου, ἀλλ' εἰκόνα (φύσις γὰρ ἀγγέλου σωματικοῖς οὐχ ὁρᾶται ὀφθαλμοῖς) καὶ πεσὼν προσεκύνησεν, ὁμοίως καὶ Δανιήλ ( ἄγγελος δὲ οὐ θεός, ἀλλὰ κτίσμα καὶ δοῦλος θεοῦ καὶ παραστάτης), προσεκύνησε δὲ οὐχ ὡς θεῷ, ἀλλ' ὡς θεοῦ παραστάτῃ καὶ λειτουργῷ
Joshua the son of Nun saw not the nature of an angel, but an image (for the nature of an angel is not seen with bodily eyes), and falling down he venerated; likewise Daniel also—yet an angel is not God but a creature and servant and attendant of God—and he venerated, not as God, but as God’s attendant and minister.
嫩的兒子約書亞所看見的並不是天使的本性,而是一個像(因為天使的本性不能用肉眼看見),他就俯伏敬拜;但以理也是如此——然而天使並不是神,乃是神的受造物、僕人與侍立者——他敬拜,並非當作神,而是當作神的侍立者與執事。
1:541
Κἀγὼ μὴ ποιήσω εἰκόνα τῶν φίλων τοῦ Χριστοῦ καὶ μὴ προσκυνήσω οὐχ ὡς θεοῖς, ἀλλ' ὡς εἰκόσι φίλων θεοῦ; Οὔτε γὰρ Ἰησοῦς οὔτε Δανιὴλ ὡς θεοῖς προσεκύνησαν τοῖς ὀφθεῖσιν ἀγγέλοις, οὐδὲ ἐγὼ ὡς θεῷ προσκυνῶ τῇ εἰκόνι, ἀλλὰ διὰ τῆς εἰκόνος καὶ τῶν ἁγίων τῷ θεῷ προσάγω τὴν προσκύνησιν καὶ τὴν τιμήν, δι' ὃν καὶ τοὺς αὐτοῦ φίλους σέβω καὶ δι' αἰδοῦς ἄγω
And shall I not make an image of the friends of Christ, and venerate them—not as gods, but as images of the friends of God? For neither Joshua nor Daniel venerated the angels they saw as gods, nor do I venerate the image as God; but through the image and the saints I offer veneration and honour to God, for whose sake I also reverence his friends and treat them with respect.
那麼,難道我倒不為基督的朋友造像,並敬拜他們嗎——並非當作神,而是當作神之友的像?因為約書亞和但以理都不曾把所看見的天使當神來敬拜,我也不把聖像當神來敬拜;乃是藉著聖像和眾聖徒,把敬禮與尊崇獻給神,並為他的緣故,我也敬重他的朋友、懷著敬意對待他們。
1:542
Οὐχ ἡνώθη φύσει ἀγγέ λων θεός, ἡνώθη δὲ φύσει ἀνθρώπων
God was not united by nature with angels, but he was united by nature with men.
神並未在本性上與天使聯合,卻在本性上與人聯合了。
1:543
Οὐκ ἐγένετο θεὸς ἄγγελος, ἐγένετο δὲ θεὸς φύσει καὶ ἀληθείᾳ ἄνθρωπος
God did not become an angel, but God became man by nature and in truth.
神並沒有成為天使,神乃是按本性、真實地成為了人。
1:544
Οὐ γὰρ δή που ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Οὐκ ἐγένετο φύσις ἀγγέλων υἱὸς θεοῦ καθ' ὑπόστασιν, ἐγένετο δὲ φύσις ἀνθρώπου υἱὸς θεοῦ καθ' ὑπόστασιν
“For surely it is not angels that he takes hold of, but he takes hold of the seed of Abraham.” The Son of God did not become the nature of angels in hypostasis, but he became the nature of man in hypostasis.
「他並不救拔天使,乃是救拔亞伯拉罕的後裔。」神的子並沒有在位格上成為天使的本性,乃是在位格上成為了人的本性。
1:545
Οὐ μετέσχον ἄγγελοι οὐδὲ ἐγένοντο θείας κοινωνοὶ φύσεως, ἀλλ' ἐνεργείας καὶ χάριτος, ἄνθρωποι δὲ μετέχουσι καὶ κοινωνοὶ θείας φύσεως γίνονται, ὅσοι μεταλαμβάνουσι τὸ σῶμα τοῦ Χριστοῦ τὸ ἅγιον καὶ πίνουσι τὸ αἷμα αὐτοῦ τὸ τίμιον·
Angels did not partake of, nor become partakers of, the divine nature, but of its energy and grace; whereas men do partake and become partakers of the divine nature—all those who receive the holy body of Christ and drink his precious blood;
天使並未有分於、也未成為神性的同有者,只有分於神的能力與恩典;但人卻有分於、並成為神性的同有者——就是凡領受基督聖體、喝他寶血的人;
1:546
θεότητι γὰρ καθ' ὑπόστασιν ἥνωται καὶ δύο φύσεις ἐν τῷ μεταλαμβανομένῳ ὑφ' ἡμῶν σώματι τοῦ Χριστοῦ ἡνωμέναι καθ' ὑπόστασίν εἰσιν ἀδιασπάστως καὶ τῶν δύο φύσεων μετέχομεν, τοῦ σώματος σωματικῶς, τῆς θεότητος πνευματικῶς, μᾶλλον δὲ ἀμφοῖν κατ' ἄμφω, οὐ καθ' ὑπόστασιν ταυτιζόμενοι ( ὑφιστάμεθα γὰρ πρῶτον καὶ τότε ἑνούμεθα), ἀλλὰ κατὰ συνανάκρασιν τοῦ σώματος καὶ αἵματος
for it is united in hypostasis to the Godhead, and the two natures in the body of Christ partaken of by us are united in hypostasis inseparably; and we partake of both natures—of the body bodily, of the Godhead spiritually—or rather of both in both, not being identified in hypostasis (for we first subsist and then are united), but according to the commingling of his body and blood.
因為它(基督的身體)在位格上與神性聯合,我們所領受的基督身體中的兩個本性,是在位格上不可分割地聯合的;我們有分於這兩個本性——有分於身體是按肉身的方式,有分於神性是按屬靈的方式——其實是按二者的方式有分於二者,但我們並不在位格上與他合而為一(因為我們先有其位格存在,然後才聯合),乃是按著他身體與寶血的調和。
1:547
Καὶ πῶς οὐ μείζονες ἀγγέλων οἱ φυλάττοντες διὰ τῆς τηρήσεως τῶν ἐντολῶν εἰλικρινῆ τὴν ἕνωσιν;Ἡ μὲν φύσις ἡμῶν βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένη διὰ τὸν θάνατον καὶ τὴν τοῦ σώματος παχύτητα, ἀλλ' εὐδοκίᾳ καὶ συναφείᾳ θεοῦ γέγονεν ἀγγέλων μείζων·
And how are not those greater than the angels who, by keeping the commandments, preserve the union unalloyed? Our nature, though made a little lower than the angels because of death and the grossness of the body, has yet, by the good pleasure and conjunction of God, become greater than the angels;
那些藉遵守誡命而保守那純全聯合的人,怎能不比天使更大呢?我們的本性,雖因死亡和身體的粗重,比天使微小一點,卻因神的喜悅與結合,成了比天使更大的;
1:548
παρίστανται γὰρ αὐτῇ μετὰ φόβου καὶ τρόμου ἄγγελοι καθημένῃ ἐπὶ τοῦ θρόνου τῆς δόξης ἐν τῷ Χριστῷ καὶ παραστήσονται ἔντρομοι ἐν τῇ κρίσει·
for the angels stand by it with fear and trembling as it is seated on the throne of glory in Christ, and they will stand trembling at the judgment;
因為當我們的本性在基督裡坐在榮耀的寶座上時,天使乃是帶著敬畏戰兢侍立在旁,在審判時也將戰兢侍立;
1:549
οὐ συγκαθεύδοντες οὐδὲ κοινωνοὶ τῆς θείας δόξης ὑπὸ τῆς γραφῆς ἐρρήθησαν ( εἰσὶ γὰρ πάντες λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν) οὐδ' ὅτι συμβασιλεύσουσιν οὐδ' ὅτι συνδοξασθήσονται οὐδ' ὅτι ἐπὶ τῆς τραπέζης τοῦ πατρὸς καθίσουσιν, οἱ δὲ ἅγιοι υἱοὶ θεοῦ, υἱοὶ τῆς βασιλείας καὶ κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ
they are not said by Scripture to sit together with, nor to be sharers of, the divine glory (for they are all ministering spirits, sent forth to serve for the sake of those who shall inherit salvation), nor that they shall reign together, nor be glorified together, nor sit at the Father’s table; but the saints are sons of God, sons of the kingdom, heirs of God and joint-heirs with Christ.
聖經並沒有說它們(天使)與神同坐,或同享神的榮耀(因為它們都是服役的靈,奉差遣為那將要承受救恩的人效力),也沒有說它們將一同作王、一同得榮,或坐在父的席上;惟有眾聖徒乃是神的兒子、是國度的後嗣、是神的後嗣,並與基督同作後嗣。
1:550
Τιμῶ οὖν τοὺς ἁγίους καὶ συνδοξάζω τοὺς δούλους καὶ φίλους καὶ συγκληρονόμους Χριστοῦ, τοὺς δούλους ἐκ φύσεως καὶ φίλους ἐκ προαιρέσεως καὶ υἱοὺς καὶ κληρονόμους ἐκ θείας χάριτος, ὥς φησιν κύριος πρὸς τὸν πατέρα
I therefore honour the saints and glorify together the servants and friends and joint-heirs of Christ—servants by nature, friends by choice, and sons and heirs by divine grace—as the Lord says to the Father.
所以我尊崇眾聖徒,並一同榮耀那些作基督僕人、朋友、同作後嗣的人——他們按本性是僕人,按己意是朋友,按神的恩典是兒子與後嗣——正如主對父所說的。
1:551
Εἰπόντες τοίνυν περὶ εἰκόνος εἴπωμεν καὶ περὶ προσκυνήσεως, καὶ πρῶτον, τί ἐστι προσκύνησις
Having spoken, then, of the image, let us speak also of veneration; and first, what is veneration?
這樣,我們既論過了像,就讓我們也論到敬禮;首先,什麼是敬禮?
1:552
Περὶ προσκυνήσεως, τί ἐστι προσκύνησις; Προσκύνησις τοίνυν ἐστὶ σημεῖον ὑποπτώσεως, τουτέστιν ὑποβάσεως καὶ ταπεινώσεως
Concerning veneration—what is veneration? Veneration, then, is a sign of submission, that is, of subjection and humbling.
論到敬禮——什麼是敬禮?敬禮乃是俯伏的記號,就是順服與自卑的表示。
1:553
Τρόποι δὲ προσκυνήσεώς εἰσι πλεῖστοι
And there are very many modes of veneration.
敬禮的方式有許多種。
1:554
Πόσοι τρόποι προσκυνήσεως; Πρῶτος τρόπος προσκυνήσεως κατὰ λατρείαν, ἣν προσάγομεν μόνῳ τῷ φύσει προσκυνητῷ θεῷ, καὶ οὗτος κατὰ διαφόρους τρόπους
How many modes of veneration are there? The first mode of veneration is that of latria (worship), which we offer to God alone, who is by nature to be venerated; and this too is according to different modes.
敬禮有多少方式?第一種敬禮的方式乃是「拉特里亞」(即崇拜),是我們單單獻給那本性上當受敬禮之神的;這也分為不同的方式。
1:555
Πρῶτον μὲν κατὰ τὸν τῆς δουλείας·
First, according to that of servitude;
第一,按著奴僕的方式;
1:556
προσκυνοῦσι γὰρ αὐτῷ πάντα τὰ κτίσματα ὡς δοῦλοι δεσπότῃ, ὅτι τὰ σύμπαντα γάρ, φησί, δοῦλα σά, καὶ οἱ μὲν ἑκουσίως, οἱ δὲ ἀκουσίως
for all creatures venerate him as servants their master, since “all things,” he says, “are your servants”; and some willingly, others unwillingly.
因為一切受造之物都像僕人敬拜主人一樣敬拜他,因為經上說「萬有都是你的僕役」;其中有甘心的,也有不甘心的。
1:557
Οἱ μὲν γνώσει ἑκουσίως προσκυνοῦσιν ὡς οἱ εὐσεβεῖς, οἱ δὲ ἐπιγινώσκοντες καὶ μὴ θέλοντες ἀκουσίως προσκυνοῦσιν ὡς οἱ δαίμονες·
Some venerate willingly, with knowledge, as do the pious; others, recognizing him yet unwilling, venerate unwillingly, as do the demons;
有些人是出於認識、甘心敬拜的,如敬虔之人;有些則是雖認得他卻不情願,乃是不甘心地敬拜,如鬼魔;
1:558
ἄλλοι μὴ εἰδότες τὸν φύσει θεὸν προσκυνοῦσιν ἀκουσίως, ὃν ἀγνοοῦσιν
others, not knowing the God who is by nature, venerate unwillingly him whom they do not know.
還有些人,不認識那本性上的神,卻不甘心地敬拜那他們所不認識的。
1:559
Δεύτερος τρόπος κατὰ θαῦμα καὶ πόθον, καθ' ὃν προσκυνοῦμεν τῷ θεῷ διὰ τὴν φυσικὴν δόξαν αὐτοῦ·
The second mode is that of wonder and longing, by which we venerate God on account of his natural glory;
第二種方式乃是出於驚嘆與渴慕,藉此我們因神本性的榮耀而敬拜他;
1:560
δεδοξασμένος οὐκ ἔκ τινος ἔχων τὴν δόξαν, ἀλλ' αὐτὸς ὢν πάσης δόξης αἴτιος καὶ παντὸς ἀγαθοῦ φῶς ἀκατάληπτον, γλυκασμὸς ἀνείκαστος, κάλλος ἀμήχανον, ἀγαθότητος ἄβυσσος, σοφία ἀνεξιχνίαστος, ἀπειροδύναμος δύναμις, μόνος ἄξιος δι' ἑαυτὸν θαυμάζεσθαι προσκυνεῖσθαί τε καὶ δοξάζεσθαι καὶ ποθεῖσθαι
for he is glorified, having his glory not from anything else, but being himself the cause of all glory and of every good—light incomprehensible, sweetness beyond compare, beauty inconceivable, an abyss of goodness, wisdom unsearchable, power infinite in might, alone worthy for his own sake to be wondered at and venerated and glorified and longed for.
因為他是被榮耀的,他的榮耀不是從任何別物而來,乃是他自己作一切榮耀並一切善的源頭——他是不可測度的光、無可比擬的甘甜、不可思議的美、良善的深淵、不可測透的智慧、無限大能的能力,惟獨他配得為自己的緣故而受人驚嘆、敬拜、榮耀並渴慕。
1:561
Τρίτος τρόπος τῆς εὐχαριστίας ὑπὲρ τῶν γεγονότων εἰς ἡμᾶς ἀγαθῶν·
The third mode is that of thanksgiving for the good things that have come to us;
第三種方式乃是為那些臨到我們之美事的感恩;
1:562
πάντα γὰρ τὰ ὄντα χρεωστεῖ εὐχαριστεῖν τῷ θεῷ καὶ προσφέρειν ἀένναον προσκύνησιν, ὅτι τε ἐξ αὐτοῦ ἔχει τὸ εἶναι τὰ πάντα καὶ ἐν αὐτῷ συνίσταται καὶ πᾶσι μεταδίδωσιν ἀφθόνως τῶν ἑαυτοῦ δωρεῶν καὶ δίχα αἰτήσεως καὶ θέλει πάντας σωθῆναι καὶ μετέχειν τῆς ἑαυτοῦ ἀγαθότητος καὶ μακροθυμεῖ ἐφ' ἡμῖν ἁμαρτάνουσι καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἀδίκους καὶ βρέχει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ ὅτι υἱὸς τοῦ θεοῦ δι' ἡμᾶς καθ' ἡμᾶς γέγονε καὶ θείας κοινωνοὺς φύσεως ἐποίησεν ἡμᾶς, ὅτι ὅμοιοι αὐτῷ ἐσόμεθα, ὥς φησιν Ἰωάννης θεολόγος ἐν τῇ καθολικῇ ἐπιστολῇ
for all beings owe thanksgiving to God and the offering of ceaseless veneration, both because they have their being from him and subsist in him, and because he imparts to all his gifts without grudging and without their asking, and wills all to be saved and to partake of his goodness, and is long-suffering toward us when we sin, and makes his sun to rise upon the just and the unjust and sends rain upon the wicked and the good, and because the Son of God for our sake became as we are and made us partakers of the divine nature, that we shall be like him, as John the Theologian says in his catholic epistle.
因為一切存在之物都當向神感恩,並獻上不止息的敬禮,既因它們的存在出於他、又在他裡面得以維繫,也因他毫不吝惜、不待人求就把他的恩賜分給眾人,又願萬人得救、有分於他的良善,並在我們犯罪時向我們寬容忍耐,叫日頭照好人也照歹人,降雨給義人也給不義的人,又因神的子為我們的緣故成了與我們一樣,使我們得以有分於神的性情,叫我們將要像他,正如神學家約翰在他的公函中所說。
1:563
Τέταρτος τρόπος κατ' ἔνδειαν καὶ ἐλπίδα εὐεργεσιῶν, καθ' ἃς ἐπιγινώσκοντες, ὡς οὐ δυνάμεθα ἐκτὸς αὐτοῦ ποιεῖν οὐδὲν ἔχειν ἀγαθόν, προσκυνοῦμεν αἰτοῦντες παρ' αὐτοῦ ἕκαστος, οὗ αἰσθάνεται ἐνδεῶς ἔχειν καὶ ποθεῖ, ῥυσθῆναί τε κακῶν καὶ τυχεῖν ἀγαθῶν
The fourth mode is that of need and hope of benefits, by which, recognizing that we can do nothing nor have any good apart from him, we venerate, each asking of him what he feels himself to lack and what he longs for—to be delivered from evils and to obtain good things.
第四種方式乃是出於需要與盼望恩惠,藉此我們認識到,離了他我們什麼都不能作、也沒有任何善,便行敬禮,各人向他祈求自己所覺缺乏的、所渴慕的——得脫離諸惡,並得著諸般美善。
1:564
Πέμπτος τρόπος τῆς μετανοίας καὶ τῆς ἐξομολογήσεως·
The fifth mode is that of repentance and confession;
第五種方式乃是出於悔改與認罪;
1:565
ἁμαρτάνοντες γὰρ προσκυνοῦμεν καὶ προσπίπτομεν τῷ θεῷ δεόμενοι συγχωρηθῆναι τὰ πταίσματα ὡς δοῦλοι εὐγνώμονες
for when we have sinned we venerate and fall down before God, beseeching him to forgive our trespasses, as grateful servants.
因為我們犯了罪的時候,便敬拜俯伏在神面前,像感恩的僕人那樣懇求他赦免我們的過犯。
1:566
Καὶ οὗτος τρόπος τρισσός ἐστιν·
And this mode is threefold;
這種方式又分為三層;
1:567
γὰρ κατ' ἀγάπην λυπεῖταί τις ὡς μὴ ἀποτύχῃ τῶν τοῦ θεοῦ εὐεργεσιῶν δεδιὼς τὰς κολάσεις
for one is grieved either out of love, or lest he fail to obtain God’s benefits, or out of fear of punishments.
因為人之憂傷,或是出於愛,或是怕失去神的恩惠,或是懼怕刑罰。
1:568
Καὶ ἔστιν μὲν πρῶτος ἐξ εὐγνωμοσύνης καὶ πόθου αὐτοῦ τοῦ θεοῦ καὶ υἱϊκῆς διαθέσεως, δεύτερος μισθωτικῆς, δὲ τρίτος δουλικῆς
And the first is from gratitude and longing for God himself and a filial disposition; the second is mercenary; and the third is servile.
第一種出於感恩、對神自己的渴慕和兒子般的心懷;第二種是出於僱工的心;第三種是出於奴僕的心。
1:569
Πόσα τὰ προσκυνούμενα εὑρίσκομεν ἐν τῇ γραφῇ καὶ κατὰ πόσους τρόπους προσάγομεν προσκύνησιν κτίσμασι; Πρῶτον μέν, ἐφ' οἷς ἀναπέπαυται θεὸς μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος ὡς τῇ ἁγίᾳ θεοτόκῳ καὶ πᾶσι τοῖς ἁγίοις
How many objects of veneration do we find in Scripture, and according to how many modes do we offer veneration to created things? First, those in whom God, who alone is holy and rests in the holy ones, has come to rest—as in the holy Theotokos and all the saints.
我們在聖經中找到多少可敬禮的對象?又按多少方式向受造之物行敬禮呢?第一,乃是那些神所安息其中的——他是獨一的聖者、安息在聖徒中間的——如那聖潔的誕神女(聖母)和眾聖徒。
1:570
Οὗτοι δέ εἰσιν οἱ κατὰ τὸ δυνατὸν ὁμοιωθέντες θεῷ ἔκ τε τῆς ἑαυτῶν προαιρέσεως καὶ τῆς θεοῦ ἐνοικήσεως καὶ συνεργίας, οἵτινες καὶ θεοὶ λέγονται ἀληθῶς, οὐ φύσει, ἀλλὰ θέσει, ὡς πῦρ λέγεται πεπυρακτωμένος σίδηρος, οὐ φύσει, ἀλλὰ θέσει καὶ μεθέξει πυρός·
These are they who, so far as possible, have been made like to God both by their own choice and by God’s indwelling and cooperation, who are also truly called gods—not by nature, but by position, as red-hot iron is called fire, not by nature, but by position and participation in fire;
這些人乃是那些儘可能地,藉自己的選擇、並藉神的內住與同工,被造成與神相似的;他們也真被稱為神——不是按本性,而是按設定,正如燒紅的鐵被稱為火,不是按本性,而是按設定並有分於火;
1:571
Ἅγιοι ἔσεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Τοῦτο πρῶτον, προαίρεσις
“You shall be holy, for I am holy.” This is first—the choice.
「你們要聖潔,因為我是聖潔的。」這是第一,就是選擇。
1:572
Εἶτα παντὶ τῷ προαιρουμένῳ τὸ ἀγαθὸν θεὸς συνεργεῖ εἰς τὸ ἀγαθόν, εἶτα ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ναοί ἐσμεν θεοῦ καὶ τὸ πνεῦμα τοῦ θεοῦ οἰκεῖ ἐν ἡμῖν, εἶτα ἔδωκεν αὐτοῖς ἐξουσίαν κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ὅσα ποιῶ, καὶ ὑμεῖς ποιήσετε καὶ μείζονα τούτων ποιήσετε, εἶτα ζῶ ἐγώ, λέγει κύριος, ἀλλ' τοὺς δοξάζοντάς με δοξάσω, καὶ εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν, καὶ θεὸς ἔστη ἐν συναγωγῇ θεῶν·
Then God cooperates unto good with everyone who chooses the good; then, “I will dwell in them and walk among them,” and “we are temples of God, and the Spirit of God dwells in us”; then, “he gave them authority over unclean spirits, to cast them out and to heal every disease and every sickness,” and “the works that I do, you also shall do, and greater than these shall you do”; then, “As I live, says the Lord, I will glorify those who glorify me,” and “if indeed we suffer together, that we may also be glorified together,” and “God stood in the assembly of gods,
然後,神向每一個選擇善的人施恩同工,叫他歸於善;然後說:「我要在他們中間居住、來往」,並「我們是神的殿,神的靈住在我們裡面」;然後說:「他給他們權柄,能制伏污鬼,把鬼趕出去,並醫治各樣的病症、各樣的軟弱」,又說:「我所作的事,你們也要作,並且要作比這更大的事」;然後說:「主說:我指著我的永生起誓,尊重我的,我必尊重他」,又說:「我們若一同受苦,也必一同得榮耀」,又說:「神站在有權能者的會中,
1:573
ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ. Ὥσπερ τοίνυν ἀληθῶς εἰσι θεοὶ οὐ φύσει, ἀλλ' ὡς τοῦ φύσει θεοῦ μέτοχοι, οὕτως εἰσὶ προσκυνητοί, οὐχὶ φύσει, ἀλλ' ὡς τὸν φύσει προσκυνητὸν ἐν ἑαυτοῖς ἔχοντες, ὥσπερ πεπυρακτωμένος σίδηρος οὐ φύσει ἐστὶν ἀπρόσιτος ἁφῇ καὶ καυστικός, ἀλλ' ὡς μετέχων τοῦ φύσει καυστικοῦ
and in the midst he judges gods.” As, then, they are truly gods, not by nature, but as partakers of the God who is by nature, so they are objects of veneration, not by nature, but as having within themselves him who is by nature to be venerated—just as red-hot iron is not by nature untouchable and burning, but as partaking of that which is by nature burning.
在諸神中行審判。」既然他們真是神,不是按本性,而是作那本性之神的同有者,照樣,他們也是可敬禮的對象,不是按本性,而是因他們在自身中懷有那本性上當受敬禮的那一位——正如燒紅的鐵並非按本性就觸不得、能燒人,而是因有分於那本性上能燒人的火。
1:574
Προσκυνοῦνται οὖν ὡς δεδοξασμένοι ὑπὸ θεοῦ, ὡς ὑπὸ θεοῦ γενόμενοι τοῖς ὑπεναντίοις φοβεροὶ καὶ εὐεργέται τοῖς πίστει προσιοῦσιν οὐχ ὡς φύσει θεοῖς καὶ εὐεργέταις, ἀλλ' ὡς θεράπουσι καὶ λειτουργοῖς θεοῦ καὶ τὴν ἐξ ἀγάπης πρὸς αὐτὸν εὐμοιρήσασι παρρησίαν
They are venerated, then, as glorified by God, as having been made by God terrible to adversaries and benefactors to those who draw near in faith—not as gods and benefactors by nature, but as attendants and ministers of God, who have obtained boldness toward him out of love.
這樣,他們被敬禮,乃是因被神所榮耀,因被神造成使仇敵懼怕、又使憑信親近之人得益處的——並非當作本性上的神和施恩者,而是當作神的侍從與執事,他們因著對神的愛而得了向神坦然無懼的膽量。
1:575
Προσκυνοῦμεν οὖν αὐτοῖς, ἐπειδὴ θεραπεύεται βασιλεὺς θεωρῶν προσκυνούμενον τὸν ἠγαπημένον αὐτῷ θεράποντα οὐχ ὡς βασιλέα, ἀλλ' ὡς λειτουργὸν ὑπήκοον καὶ εὐνοϊκὸν φίλον
We venerate them, then, since the king is gratified when he sees the servant beloved by him venerated—not as a king, but as an obedient minister and a well-disposed friend.
所以我們敬禮他們,因為君王看見他所愛的僕人受到敬禮,心裡就喜悅——人敬禮這僕人並非當作君王,而是當作順服的執事和忠心的朋友。
1:576
Καὶ λαμβάνουσι τὰς αἰτήσεις οἱ προσιόντες πίστει, εἴτε τοῦ θεράποντος αἰτοῦντος τοῦτο παρὰ τοῦ βασιλέως, εἴτε τοῦ βασιλέως ἀποδεχομένου τὴν τιμὴν καὶ τὴν πίστιν τοῦ ζητοῦντος παρὰ τοῦ θεράποντος
And those who draw near in faith receive their requests, whether the servant asks this of the king, or the king accepts the honour and faith of the one who seeks it from the servant.
凡憑信親近的人,都得著他們所求的,或是那僕人代向君王祈求,或是君王悅納那向僕人祈求之人的尊敬與信心。
1:577
Οὕτω διὰ τῶν ἀποστόλων οἱ προσιόντες ἐτύγχανον τῶν ἰάσεων
Thus, through the apostles, those who drew near obtained healings.
這樣,藉著眾使徒,凡親近的人都得了醫治。
1:578
Οὕτως σκιὰ καὶ τὰ σουδάρια καὶ τὰ σιμικίνθια τῶν ἀποστόλων ἐπήγαζον τὰ ἰάματα
Thus the shadow and the handkerchiefs and aprons of the apostles welled forth healings.
這樣,使徒的影子,以及他們的手巾和圍裙,都湧出了醫治。
1:579
Ὅσοι δὲ ἀνταρτικῶς καὶ ἀποστατικῶς θέλουσι προσκυνεῖσθαι ὡς θεοί, οὗτοί εἰσιν ἀπροσκύνητοι καὶ τοῦ αἰωνίου πυρὸς ἄξιοι
But those who, in rebellion and apostasy, wish to be venerated as gods—these are unworthy of veneration and deserving of eternal fire.
但那些懷著叛逆背道的心、想要被人當神敬拜的——這些是不配受敬禮的,乃是配受永火的。
1:580
Καὶ ὅσοι καταφρονητικῶς ὑπερηφάνῳ φρονήματι μὴ προσκυνοῦσι τοῖς θεοῦ θεράπουσιν, ὡς ἀλαζόνες καὶ ὑπερήφανοι, ὡς εἰς θεὸν ἀσεβοῦντες καταδικάζονται
And those who, out of contempt and a proud spirit, do not venerate the servants of God, as arrogant and proud men, are condemned as impious toward God.
那些出於輕蔑與驕傲的心,不肯敬禮神之僕人的人,乃是狂傲自大之輩,要被定罪,算為對神不敬虔。
1:581
Καὶ μαρτυροῦσιν οἱ παῖδες οἱ Ἐλισσαίου καταφρονητικῶς καταβοήσαντες καὶ βορὰ τοῖς ἄρκτοις γενόμενοι
And the children of Elisha bear witness, who scornfully jeered at him and became food for the bears.
以利沙那裡的童子們可作見證,他們譏誚輕蔑他,就成了熊的食物。
1:582
Δεύτερος τρόπος, καθ' ὃν προσκυνοῦμεν κτίσματα, δι' ὧν καὶ ἐν οἷς ἐνήργησεν θεὸς τὴν σωτηρίαν ἡμῶν εἴτε πρὸ τῆς τοῦ κυρίου παρουσίας, εἴτε μετὰ τὴν ἔνσαρκον αὐτοῦ οἰκονομίαν, ὡς τὸ Σιναῖον ὄρος καὶ τὴν Ναζαρέτ, τὴν φάτνην τὴν ἐν Βηθλεὲμ καὶ τὸ σπήλαιον, τὸν Γολγοθὰ τὸν ἅγιον, τοῦ σταυροῦ τὸ ξύλον, τοὺς ἥλους, τὸν σπόγγον, τὸν κάλαμον, τὴν λόγχην τὴν ἱερὰν καὶ σωτήριον, τὴν ἐσθῆτα, τὸν χιτῶνα, τὰς σινδόνας, τὰ σπάργανα, τὸν τάφον τὸν ἅγιον, τὴν πηγὴν τῆς ἡμῶν ἀναστάσεως, τὸν λίθον τοῦ μνήματος, τὴν Σιὼν τὸ ὄρος τὸ ἅγιον, τὸ τῶν ἐλαιῶν αὖθις ὄρος, τὴν προβατικὴν καὶ Γεθσημανῆς τὸ ὄλβιον τέμενος
The second mode, according to which we venerate created things, is that through which and in which God worked our salvation—whether before the Lord’s coming or after his incarnate economy—such as Mount Sinai and Nazareth, the manger in Bethlehem and the cave, holy Golgotha, the wood of the Cross, the nails, the sponge, the reed, the holy and saving spear, the robe, the tunic, the linen cloths, the swaddling clothes, the holy tomb, the fountain of our resurrection, the stone of the sepulchre, Mount Zion the holy mountain, again the Mount of Olives, the Sheep Pool, and the blessed precinct of Gethsemane.
第二種我們向受造之物行敬禮的方式,乃是那神藉以、並在其中成就我們救恩的事物——無論是在主降臨之前,還是在他道成肉身的經綸之後——如西奈山與拿撒勒,伯利恆的馬槽與山洞,聖各各他,十字架的木頭,釘子,海綿,葦稈,那神聖而拯救的長矛,那外袍、內衣、細麻布、襁褓,聖墓,我們復活的泉源,墳墓的石頭,錫安聖山,再有橄欖山,羊池,並客西馬尼那蒙福的聖地。
1:583
Ταῦτα καὶ τὰ τοιαῦτα σέβω καὶ προσκυνῶ καὶ πάντα ναὸν θεοῦ ἅγιον καὶ πᾶν, ἐφ' θεὸς ὀνομάζεται, οὐ διὰ τὴν αὐτῶν φύσιν, ἀλλὰ ὅτι θείας ἐνεργείας εἰσὶ δοχεῖα καὶ δι' αὐτῶν καὶ ἐν αὐτοῖς ηὐδόκησεν θεὸς τὴν σωτηρίαν ἡμῶν κατεργάσασθαι
These and such things I reverence and venerate, and every holy temple of God, and everything over which the name of God is called—not on account of their own nature, but because they are receptacles of divine energy, and through them and in them God was pleased to accomplish our salvation.
這些以及諸如此類的事物,我都敬重並敬禮,還有神的一切聖殿,以及一切被稱以神之名的——並非因它們本身的本性,而是因它們是神聖能力的器皿,神藉著它們、又在它們之中喜悅成就了我們的救恩。
1:584
Καὶ ἀγγέλους γὰρ καὶ ἀνθρώπους καὶ πᾶσαν ὕλην τῆς θείας ἐνεργείας μέτοχον καὶ διακονησαμένην τὴν σωτηρίαν μου σέβω καὶ προσκυνῶ διὰ τὴν θείαν ἐνέργειαν
For angels too and men and all matter that partakes of the divine energy and ministered to my salvation, I reverence and venerate on account of the divine energy.
因為連天使、人,並一切有分於神聖能力、又服事過我救恩的物質,我都因那神聖的能力而敬重並敬禮。
1:585
οὐ γὰρ θείας εἰσὶν ἐνεργείας μέτοχοι οὐδὲ σκοπῷ τῆς ἐμῆς σωτηρίας τὸν κύριον τῆς δόξης, τὸν θεόν μου, ἐσταύρωσαν, φθόνῳ δὲ μᾶλλον καὶ μίσει πρὸς τὸν θεὸν καὶ εὐεργέτην βαλλόμενοι
But I do not venerate the Jews; for they are not partakers of the divine energy, nor did they crucify the Lord of glory, my God, with the aim of my salvation, but rather, being smitten with envy and hatred toward God and the Benefactor.
但我不敬禮猶太人;因為他們並不是神聖能力的同有者,他們把那榮耀的主、我的神釘十字架,也不是為著我救恩的目的,反倒是被嫉妒和對神、對施恩者的仇恨所驅使。
1:586
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, φησὶν Δαυίδ, καὶ τόπον σκηνώματος δόξης σου, καὶ προσκυνήσατε εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ, καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ. Ὄρος ἅγιον ἔμψυχον θεοῦ ἁγία θεοτόκος, ὄρη θεοῦ λογικὰ οἱ ἀπόστολοι·
“Lord, I have loved the beauty of your house,” says David, “and the place of the dwelling of your glory,” and “venerate at the place where his feet stood,” and “venerate at his holy mountain.” The holy Theotokos is God’s living holy mountain; the apostles are God’s rational mountains;
大衛說:「主啊,我喜愛你殿宇的華美,和你榮耀居所之處」,又說:「當在他腳所站之地敬拜」,並「當在他的聖山敬拜」。那聖潔的誕神女(聖母)乃是神有生命的聖山;眾使徒乃是神屬靈的眾山;
1:587
τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοί, καὶ οἱ βουνοὶ ὡς ἀρνία προβάτων. Τρίτος τρόπος, καθ' ὃν προσκυνοῦμεν τὰ τῷ θεῷ ἀνακείμενα, τὰ ἱερά φημι εὐαγγέλια καὶ τὰς λοιπὰς βίβλους·
“the mountains skipped like rams, and the hills like lambs of the flock.” The third mode, according to which we venerate the things dedicated to God—I mean the holy Gospels and the rest of the books;
「大山踴躍如公羊,小山跳舞如羊群中的羊羔。」第三種方式,乃是我們敬禮那些奉獻給神之物——我是指那神聖的福音書和其餘的書卷;
1:588
ἐγράφησαν γὰρ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησαν. Δίσκοι τε καὶ ποτήρια, θυμιατοί, λυχνίαι καὶ τράπεζαι, δῆλον γάρ, ὡς πάντα ταῦτα σεβάσμια·
for they were written for our admonition, upon whom the ends of the ages have come. And the patens and chalices, censers, lampstands, and tables—for it is plain that all these are venerable;
因為這些都是為警戒我們這末世的人而寫的。還有那聖餐盤與聖爵、香爐、燈臺和桌子——因為顯然這一切都是當受尊崇的;
1:589
ὅρα γάρ, ὅτε Βαλτάσαρ ἐποίησεν ὑπηρετηθῆναι τὸν λαὸν τοῖς σκεύεσιν τοῖς ἱερατικοῖς, πῶς καθεῖλεν θεὸς τὴν βασιλείαν αὐτοῦ
for see, when Belshazzar caused the people to be served with the sacred vessels, how God overthrew his kingdom.
你看,當伯沙撒用那些聖殿的器皿來給眾人使用時,神是怎樣傾覆了他的國。
1:590
Τέταρτος τρόπος, καθ' ὃν προσκυνοῦνται αἱ εἰκόνες αἱ ὀφθεῖσαι τοῖς προφήταις ( ἐν εἰκονικῇ γὰρ ὁράσει εἶδον θεόν) καὶ αἱ τῶν ἐσομένων εἰκόνες, ὡς ῥάβδος Ἀαρὼν εἰκονίζουσα τὸ τῆς παρθένου μυστήριον καὶ στάμνος καὶ τράπεζα·
The fourth mode, according to which the images seen by the prophets are venerated (for in an iconic vision they saw God), and the images of things to come, as Aaron’s rod imaging the mystery of the Virgin, and the jar and the table;
第四種方式,乃是敬禮那些先知所看見的像(因為他們是在象徵性的異象中看見神的),以及那些將來之事的像,如亞倫的杖預表那童貞女的奧祕,又如那金罐和桌子;
1:591
καὶ Ἰακὼβ δὲ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου, τύπος δὲ ἦν τοῦ σωτῆρος
and Jacob too venerated upon the top of the rod, which was a type of the Saviour.
雅各也曾扶著杖頭敬拜,那杖乃是救主的預表。
1:592
Ἔτι δὲ τῶν γεγονότων εἰκόνες εἰς μνημόσυνον·
And further, the images of things that have happened, for remembrance;
再者,還有那些已發生之事的像,是為記念的;
1:593
αὐτὴ γὰρ σκηνὴ εἰκὼν ἦν παγκόσμιος (ὅρα γάρ, φησὶ τῷ Μωσῇ, τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει) καὶ τὰ χερουβὶμ τὰ χρυσᾶ, ἔργον χωνευτόν, καὶ τὰ χερουβὶμ ἐν τῷ καταπετάσματι ἔργον ὑφαντόν
for the tabernacle itself was a universal image (for, he says to Moses, the pattern shown to you on the mountain), and the cherubim of gold, a work of cast metal, and the cherubim on the veil, a woven work.
因為那帳幕本身乃是一幅關乎全宇宙的像(因為神對摩西說,是照在山上指示你的樣式作的),那金的基路伯是鑄造的工,幔子上的基路伯則是織成的工。
1:594
Οὕτω προσκυνοῦμεν τὸν τύπον τοῦ σταυροῦ τὸν τίμιον, τοῦ τε σωματικοῦ χαρακτῆρος τοῦ θεοῦ μου τὸ ὁμοίωμα καὶ τῆς αὐτὸν κατὰ σάρκα τεκούσης καὶ τῶν αὐτοῦ θεραπόντων
Thus we venerate the precious type of the Cross, and the likeness of the bodily form of my God, and of her who according to the flesh bore him, and of his servants.
這樣,我們敬禮十字架那寶貴的預表,並我神肉身形貌的像,以及那照肉身生他之母的像,和他眾僕人的像。
1:595
Πέμπτος τρόπος, καθ' ὃν προσκυνοῦμεν ἀλλήλοις ὡς μοῖραν θεοῦ ἔχουσι καὶ κατ' εἰκόνα θεοῦ γεγενημένοις ἀλλήλοις τε ταπεινούμενοι καὶ νόμον πληροῦντες ἀγάπης
The fifth mode, according to which we venerate one another, as having a portion of God and as having been made according to the image of God, humbling ourselves to one another and fulfilling the law of love.
第五種方式,乃是我們彼此敬禮,因為彼此都有神的一分、都是照神的形像所造的,因而彼此謙卑,成全那愛的律法。
1:596
Ἕκτος τρόπος τῶν ἐν ἀρχαῖς καὶ ἐξουσίαις ὄντων (ἀπόδοτε γάρ, φησί, πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν), ὡς Ἰακὼβ τῷ τε Ἠσαῦ ὡς προγενεστέρῳ ἀδελφῷ καὶ Φαραὼ ὑπὸ θεοῦ χειροτονηθέντι ἄρχοντι προσεκύνησεν
The sixth mode is that toward those in authority and power (“Render to all their dues,” he says, “honour to whom honour is due”), as Jacob venerated Esau as his elder brother and Pharaoh as a ruler appointed by God.
第六種方式,乃是向那些在位掌權的人(經上說:「凡人所當得的,就給他;當得尊敬的,就給他尊敬」),正如雅各向以掃下拜,當他是先生的兄長,又向法老下拜,當他是神所立的官長。
1:597
καθ' ὃν τοῖς δεσπόταις οἱ δοῦλοι καὶ τοῖς εὐεργέταις καί, ὧν ἂν δέοιντο, οἱ δεόμενοι ὡς Ἀβραὰμ τοῖς υἱοῖς Ἑμμώρ, ὅτε τὸ διπλοῦν ὠνήσατο σπήλαιον
according to which servants venerate their masters, and the benefited their benefactors, and those in need those from whom they would obtain what they need, as Abraham venerated the sons of Hamor when he bought the double cave.
照這方式,僕人敬禮主人,受惠者敬禮施惠者,有需要的人敬禮那能供應其需要的人,正如亞伯拉罕買那雙層洞穴時,向哈抹的子孫下拜。
1:598
Καὶ ἁπλῶς εἰπεῖν, φόβου καὶ πόθου καὶ τιμῆς ἐστιν προσκύνησις σύμβολον ὑποπτώσεώς τε καὶ ταπεινώσεως, ἀλλ' οὐδενὶ δεῖ προσκυνεῖν ὡς θεῷ εἰ μὴ μόνῳ τῷ φύσει θεῷ, πᾶσι δὲ ὀφειλὴν ἀπονέμειν διὰ τὸν κύριον
And to put it simply, veneration is a symbol of fear and longing and honour, of submission and humbling; but one must venerate no one as God except him alone who is by nature God, and yet render to all what is due, for the Lord’s sake.
簡言之,敬禮乃是敬畏、渴慕與尊崇的象徵,是俯伏與自卑的表示;但除了那獨一、本性上是神的那一位以外,不可把任何人當神來敬拜,然而要為主的緣故,把各人所當得的給各人。
1:599
Ὁρᾶτε, πόση ἰσχὺς καὶ ποία θεία ἐνέργεια τοῖς πίστει καὶ καθαρῷ συνειδότι προσιοῦσι ταῖς τῶν ἁγίων εἰκόσι δίδοται
See how great is the power and what divine energy is given to those who draw near to the images of the saints in faith and with a pure conscience.
你看,那些憑信、又以清潔良心親近聖徒聖像的人,得著何等大的能力,何等的神聖大能。
1:600
Διό, ἀδελφοί, στῶμεν ἐν τῇ πέτρᾳ τῆς πίστεως καὶ τῇ παραδόσει τῆς ἐκκλησίας μὴ μεταίροντες ὅρια, ἔθεντο οἱ ἅγιοι πατέρες ἡμῶν, μὴ διδόντες τόπον τοῖς βουλομένοις καινοτομεῖν καὶ καταλύειν τὴν οἰκοδομὴν τῆς ἁγίας τοῦ θεοῦ καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας·
Therefore, brethren, let us stand on the rock of faith and the tradition of the Church, not removing the boundaries which our holy fathers set, not giving place to those who wish to innovate and to destroy the building of the holy, catholic, and apostolic Church of God;
所以弟兄們,讓我們站在信仰的磐石和教會的傳統上,不挪移我們聖教父所立的界限,不給那些想要擅自更新、毀壞神那聖潔、大公、使徒教會之建築的人留地步;
1:601
εἰ γὰρ δοθῇ ἄδεια παντὶ βουλομένῳ, κατὰ μικρὸν ὅλον τὸ σῶμα τῆς ἐκκλησίας καταλυθήσεται
For if license be granted to everyone who wishes, little by little the whole body of the Church will be dissolved.
因為若是放任每個隨己意而行的人,教會的整個身體必漸漸被毀壞。
1:602
Μή, ἀδελφοί, μή, τέκνα φιλόχριστα τῆς ἐκκλησίας, μὴ καταισχύνητε τὴν μητέρα ὑμῶν, μὴ καθέλητε τὸν κόσμον αὐτῆς
No, brethren, no! Children of the Church who love Christ, do not put your mother to shame, do not tear down her adornment.
不可,弟兄們,不可!愛基督的教會兒女啊,不要羞辱你們的母親,不要拆毀她的裝飾。
1:603
Δέξασθε αὐτὴν δι' ἐμοῦ πρεσβεύουσαν
Receive her as she intercedes through me.
請接納藉著我為你們代求的她。
1:604
Μάθετε, τί φησι περὶ αὐτῆς θεός·
Learn what God says concerning her:
要明白神論到她所說的話:
1:605
Ὅλη εἶ καλή, πλησίον μου, καὶ οὐκ ἔστιν ἐν σοὶ μῶμος. Προσκυνήσωμεν καὶ λατρεύσωμεν μόνῳ τῷ κτίστῃ καὶ δημιουργῷ ὡς φύσει προσκυνητῷ θεῷ
“You are wholly fair, my beloved, and there is no blemish in you.” Let us worship and serve the Creator and Maker alone, as God who is by nature to be worshiped.
「我的佳偶,你全然美麗,毫無瑕疵。」讓我們單單敬拜並事奉那位創造者與造物主,因祂本性是當受敬拜的神。
1:606
Προσκυνήσωμεν καὶ τῇ ἁγίᾳ θεοτόκῳ οὐχ ὡς θεῷ, ἀλλ' ὡς μητρὶ θεοῦ κατὰ σάρκα
Let us also venerate the holy Mother of God, not as God, but as the Mother of God according to the flesh.
我們也要尊崇至聖的神之母,不是當作神,而是當作那按肉身為神之母的。
1:607
Ἔτι προσκυνήσωμεν καὶ τοῖς ἁγίοις ὡς ἐκλεκτοῖς φίλοις θεοῦ καὶ τὴν πρὸς αὐτὸν κεκτημένοις παρρησίαν
Further, let us venerate the saints also, as chosen friends of God who have gained boldness before Him.
此外,我們也要尊崇眾聖徒,視他們為神所揀選的朋友,在祂面前得了坦然無懼的。
1:608
Εἰ γὰρ βασιλεῦσι φθαρτοῖς πολλάκις καὶ ἀσεβέσι καὶ ἁμαρτωλοῖς καὶ τοῖς ὑπ' αὐτῶν χειροτονουμένοις ἄρχουσι καὶ τοῖς τούτων λαβράτοις προσκυνοῦσιν ἄνθρωποι κατὰ τὸ θεῖον τοῦ ἀποστόλου λόγιον·
For if men render veneration to corruptible kings—often even to impious and sinful ones—and to the rulers appointed by them, and to their standards, according to the divine saying of the Apostle:
因為人尚且向必朽壞的君王(往往甚至是不虔、有罪的君王),以及他們所委任的官長,並他們的軍旗致敬,正如使徒神聖的話所說:
1:609
Ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθε, καὶ ἀπόδοτε πᾶσι τὰς ὀφειλάς, τῷ τὴν τιμὴν τὴν τιμήν, τῷ τὸν φόβον τὸν φόβον, καὶ ἀπόδοτε τὰ καίσαρος καίσαρι, ὥς φησιν κύριος, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ, πόσῳ μᾶλλον ἐχρῆν προσκυνεῖν τῷ βασιλεῖ τῶν βασιλευόντων ὡς μόνῳ φύσει δεσπόζοντι καὶ τοῖς αὐτοῦ δούλοις καὶ φίλοις τοῖς βασιλεύσασι τῶν παθῶν καὶ κατασταθεῖσιν ἄρχουσι πάσης τῆς γῆς ( καταστήσεις γὰρ αὐτούς, φησὶν Δαυίδ, ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν), κατὰ δαιμόνων καὶ νόσων ἐξουσίαν λαβοῦσι καὶ συμβασιλεύσουσι Χριστῷ βασιλείαν ἄφθαρτον καὶ ἀκατάλυτον, ὧν σκιὰ μόνη ἀπήλαυνε νόσους καὶ δαίμονας; Μὴ οὖν σκιᾶς ἀσθενεστέραν καὶ ἀτιμωτέραν λογισώμεθα τὴν εἰκόνα·
“Be subject to principalities and powers, and render to all their dues: honor to whom honor, fear to whom fear,” and “Render to Caesar the things that are Caesar’s,” as the Lord says, “and to God the things that are God’s”—how much more ought we to worship the King of kings as the only Sovereign by nature, and His servants and friends who have reigned over the passions and been set up as rulers over all the earth (“you will appoint them,” says David, “rulers over all the earth”), who have received authority over demons and diseases, and shall reign together with Christ in an incorruptible and indissoluble kingdom—whose very shadow alone drove away diseases and demons? Let us not, then, reckon the image weaker and less honorable than a shadow;
「你們要順服執政的、掌權的,凡人所當得的,就給他:當得尊敬的,給他尊敬;當得懼怕的,給他懼怕」,又如主所說:「該撒的物當歸給該撒,神的物當歸給神」——那麼我們豈不更當敬拜萬王之王,因祂是惟一本性掌權的主,並敬拜祂那些勝過情慾、被立為遍地之長的僕人和朋友嗎(大衛說:「你要立他們在全地作首領」),他們得了制伏鬼魔和疾病的權柄,並要與基督一同作王,得不朽壞、不能廢去的國度,連他們的影兒都能趕逐疾病和鬼魔?那麼,讓我們不要把聖像看為比影兒更軟弱、更卑賤;
1:610
σκιογραφεῖ γὰρ ἀληθῶς τὸ πρωτότυπον
for it truly sketches in shadow the prototype.
因為它確實如影描繪出那原型。
1:611
Ἀδελφοί, χριστιανὸς πίστις ἐστίν·
Brethren, the Christian is faith;
弟兄們,基督徒乃是信;
1:612
οὖν πίστει προσερχόμενος κερδανεῖ πολλά, δὲ διακρινόμενος ἔοικε κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ, ὃς οὐ μὴ λήψεται οὐδέν·
therefore he who approaches in faith gains much, but he who doubts is like a wave of the sea, driven and tossed by the wind, who shall receive nothing;
所以憑信前來的必得益處許多,而那疑惑的,就像海中的波浪,被風吹動翻騰,這人必一無所得;
1:613
πάντες γὰρ οἱ ἅγιοι διὰ πίστεως εὐηρέστησαν τῷ θεῷ
for all the saints were well-pleasing to God through faith.
因為眾聖徒都是藉著信得了神的喜悅。
1:614
Δεξώμεθα οὖν τὴν παράδοσιν τῆς ἐκκλησίας ἐν εὐθύτητι καρδίας καὶ μὴ ἐν πολλοῖς λογισμοῖς·
Let us then receive the tradition of the Church with uprightness of heart, and not with many reasonings;
那麼,讓我們以正直的心領受教會的傳統,而不憑諸般的推理;
1:615
θεὸς γὰρ ἐποίησε τὸν ἄνθρωπον εὐθῆ, αὐτοὶ δὲ ἐζήτησαν λογισμοὺς πολλούς
for God made man upright, but they sought out many devices.
因為神造人原是正直的,但他們卻尋出許多巧計。
1:616
Μὴ καταδεξώμεθα νέαν πίστιν μαθεῖν ὡς κατεγνωσμένης τῆς τῶν ἁγίων πατέρων παραδόσεως·
Let us not consent to learn a new faith, as though the tradition of the holy Fathers stood condemned;
我們不要甘心去學一種新的信仰,彷彿眾聖教父的傳統已被定罪;
1:617
φησὶ γὰρ θεῖος ἀπόστολος·
for the divine Apostle says:
因為那位神聖的使徒說:
1:618
Εἴ τις ὑμᾶς εὐαγγελίζεται, παρ' παρελάβετε, ἀνάθεμα ἔστω. Προσκυνοῦμεν οὖν ταῖς εἰκόσιν οὐ τῇ ὕλῃ προσφέροντες τὴν προσκύνησιν, ἀλλὰ δι' αὐτῶν τοῖς ἐν αὐταῖς εἰκονιζομένοις
“If anyone preach to you a gospel other than that which you received, let him be anathema.” We therefore venerate the images, not offering the veneration to the matter, but through them to those represented in them.
「若有人傳福音給你們,與你們所領受的不同,他就應當被咒詛。」所以我們尊崇聖像,並非把敬意獻給那材料,而是藉著聖像獻給其中所描繪的對象。
1:619
γὰρ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, καθώς φησιν θεῖος Βασίλειος
For the honor of the image passes over to the prototype, as the divine Basil says.
因為聖像所受的尊崇歸於那原型,正如那位神聖的巴西流所說。
1:620
Ὑμᾶς δέ, ἱερώτατον τοῦ Χριστοῦ ποίμνιον, χριστώνυμος λαός, τὸ ἔθνος τὸ ἅγιον, τὸ σῶμα τῆς ἐκκλησίας, ἐμπλήσαι Χριστὸς τῆς χαρᾶς τῆς αὐτοῦ ἀναστάσεως καὶ καταξιώσαι ἑπομένους τοῖς ἴχνεσι τῶν ἁγίων τῶν ποιμένων τε καὶ διδασκάλων τῆς ἐκκλησίας, προαγομένους τυχεῖν τῆς δόξης αὐτοῦ ἐν ταῖς λαμπρότησι τῶν ἁγίων, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν τῇ αὐτοῦ χάριτι αἰωνίως αὐτὸν δοξάζοντας σὺν τῷ ἀνάρχῳ πατρί, δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων
And may Christ fill you—O most holy flock of Christ, people called by Christ’s name, holy nation, body of the Church—with the joy of His resurrection, and count you worthy, as you follow the footsteps of the holy shepherds and teachers of the Church, to be led forward to attain His glory in the splendor of the saints; which may we all attain by His grace, glorifying Him eternally together with the Father who is without beginning, to whom be glory unto the ages of ages.
願基督——至聖的基督羊群,稱基督之名的子民,聖潔的國度,教會的身體啊——使你們充滿祂復活的喜樂,並使你們配得跟隨教會聖潔的牧者和教師的腳蹤,蒙引領得著祂在眾聖徒榮光中的榮耀;願我們眾人都因祂的恩典得著這榮耀,永遠榮耀祂,並榮耀那無始的父,願榮耀歸與祂,直到世世代代。
1:621
Εἰπόντες περὶ τῆς διαφορᾶς τῶν εἰδώλων καὶ τῶν εἰκόνων καὶ διδάξαντες τὸν ὅρον τῶν εἰκόνων ὥρα δὴ ἐπενεγκεῖν καὶ τὰς χρήσεις, καθάπερ ὑπεσχόμεθα
Having spoken of the difference between idols and images, and having taught the definition of images, it is now time to bring forward the testimonies as well, just as we promised.
既已論到偶像與聖像之間的分別,並教導了聖像的定義,如今照我們所應許的,也該引出眾證言了。
1:622
ἐπισκόπου Ἀθηνῶν, ἐκ τῆς πρὸς Ἰωάννην τὸν ἀπόστολον καὶ θεολόγον ἐπιστολῆς·
Of the bishop of Athens, from his epistle to John the Apostle and Theologian:
雅典主教(聖丟尼修)致使徒兼神學家約翰書信摘錄:
1:623
Ἀληθῶς ἐμφανεῖς εἰκόνες εἰσὶ τὰ ὁρατὰ τῶν ἀοράτων
Truly the visible things are manifest images of the invisible.
那可見之物實在是不可見之物顯明的形像。
1:624
͂, Τοῦ ἁγίου Διονυσίου τοῦ Ἀρεοπαγίτου ἐκ τῆς πρὸς Τίτον ἐπιστολῆς·
Of Saint Dionysius the Areopagite, from his epistle to Titus:
聖丟尼修(亞略巴古的)致提多書信摘錄:
1:625
Χρὴ τοιγαροῦν καὶ ἡμᾶς ἀντὶ τῆς δημώδους περὶ αὐτῶν ὑπολήψεως εἴσω τῶν ἱερῶν συμβόλων ἱεροπρεπῶς διαλαβεῖν καὶ μηδὲ ἀτιμάζειν αὐτὰ τῶν θείων ὄντα χαρακτήρων ἔκγονα καὶ ἀποτυπώματα καὶ εἰκόνας ἐμφανεῖς τῶν ἀπορρήτων καὶ ὑπερφυῶν θεαμάτων
We too, then, must, instead of the common opinion concerning them, apprehend in a holy manner what lies within the sacred symbols, and not dishonor them, since they are offspring and impressions of the divine characters, and manifest images of the ineffable and supernatural visions.
那麼,我們也當棄絕對這些事物流俗的看法,以聖潔的方式領會那隱藏在神聖象徵之內的,並不可輕看它們,因它們乃是神聖印記的後裔與印痕,是那不可言喻、超乎本性之異象的顯明形像。
1:626
(Σχόλιον) Ἴδε, ὡς ἔφη μὴ ἀτιμάζειν τὰς τῶν τιμίων εἰκόνας
(Scholion) See how he said not to dishonor the images of honorable things.
(旁註)看,他怎樣說不可輕看那些尊貴之物的形像。
1:627
Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ θείων ὀνομάτων·
Of the same author, from On the Divine Names:
同一位作者,《論神聖之名》摘錄:
1:628
Ταύτης καὶ ἡμεῖς μεμυήμεθα·
In this we too have been initiated;
在這事上我們也已蒙啟蒙;
1:629
νῦν μὲν ἀναλόγως ἡμῖν διὰ τῶν ἱερῶν παραπετασμάτων τῆς τῶν λογίων καὶ ἱεραρχικῶν παραδόσεων φιλανθρωπίας αἰσθητοῖς τὰ νοητὰ καὶ τοῖς οὖσι τὰ ὑπερούσια περικαλυπτούσης καὶ μορφὰς καὶ τύπους τοῖς ἀμορφώτοις τε καὶ ἀτυπώτοις περιτιθείσης καὶ τὴν ὑπερφυᾶ καὶ ἀσχημάτιστον ἁπλότητα τῇ ποικιλίᾳ τῶν μεριστῶν συμβόλων πληθυούσης τε καὶ διαπλαττούσης
now indeed in a manner proportioned to us, through the sacred veils of that loving-kindness of the oracles and hierarchical traditions which enshrouds the intelligible in the sensible and the supersubstantial in things that are, and clothes with shapes and forms the formless and shapeless, and multiplies and fashions the supernatural and figureless simplicity by the variety of partial symbols.
如今乃是按著與我們相稱的方式,藉著聖言與聖統傳統那慈愛的神聖帷幕——這慈愛把屬靈之事包裹在可感之物中,把超本質之事包裹在存有之物中,又把形狀與形態加在那無形無狀者身上,並藉著各樣分立象徵的繁複,使那超本性、無形態的單純得以繁衍並成形。
1:630
( Σχόλιον) Εἰ φιλανθρωπίας ἐστὶ τὸ τοῖς ἀτυπώτοις καὶ ἀμορφώτοις καὶ τοῖς ἁπλοῖς καὶ ἀσχηματίστοις μορφὰς καὶ τύπους περιτιθέναι πρὸς τὴν ἡμετέραν ἀναλογίαν, πῶς τὰ μορφαῖς καὶ σχήμασιν ὁραθέντα μὴ ἀναλόγως ἡμῖν εἰκονίσομεν πρὸς μνήμην καὶ τὴν ἐκ τῆς μνήμης πρὸς ζῆλον κίνησιν; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐκκλησιαστικῆς ἱεραρχίας·
(Scholion) If it is of loving-kindness to clothe the figureless, formless, simple, and shapeless with shapes and forms in proportion to us, how shall we not, in proportion to us, depict in images those things that were seen in form and shape, for the sake of remembrance and the movement from remembrance to zeal? Of the same author, from On the Ecclesiastical Hierarchy:
(旁註)若是慈愛把形狀與形態加在那無形態、無形狀、單純、無形態者之上,以配合我們的程度,那麼,我們又怎能不照我們的程度,把那些曾以形態與形狀被看見之物描繪成像,以致記念,並從記念引發效法的熱忱呢?同一位作者,《論教會聖統》摘錄:
1:631
Ἀλλ' αἱ μὲν ὑπὲρ ἡμᾶς οὐσίαι καὶ τάξεις, ὧν ἤδη μνήμην ἱερὰν ἐποιησάμην, ἀσώματοί τέ εἰσι, καὶ νοητὴ καὶ ὑπερκόσμιός ἐστιν κατ' αὐτὰς ἱεραρχία
But the substances and orders above us, of which I have already made sacred mention, are bodiless, and the hierarchy that pertains to them is intelligible and supramundane.
但那些在我們之上的本質與品級——我已聖潔地提及過——乃是無形體的,而屬乎它們的聖統乃是屬靈、超乎世界的。
1:632
Τὴν καθ' ἡμᾶς δὲ ὁρῶμεν ἀναλόγως ἡμῖν αὐτοῖς τῇ τῶν αἰσθητῶν συμβόλων ποικιλίᾳ πληθυνομένην, ὑφ' ὧν ἱεραρχικῶς ἐπὶ τὴν ἑνοειδῆ θέωσιν ἐν συμμετρίᾳ τῇ καθ' ἡμᾶς ἀναγόμεθα θεόν τε καὶ θείαν ἀρετήν, αἱ μὲν ὡς νόες νοοῦσιν κατὰ τὸ αὐταῖς θεμιτόν, ἡμεῖς δὲ αἰσθηταῖς εἰκόσιν ἐπὶ τὰς θείας, ὡς δυνατόν, ἀναγόμεθα θεωρίας
But the hierarchy that is according to us we behold multiplied, in proportion to ourselves, by the variety of sensible symbols, by which we are hierarchically led up, in measure suited to us, to the uniform deification—to God and to divine virtue. The former, as minds, understand according to what is permitted them, while we are led up by sensible images, as far as possible, to the divine contemplations.
但那合乎我們的聖統,我們所見的,乃是照著與我們相稱的程度,藉著可感象徵的繁複而增多;藉著這些象徵,我們按合宜的分量,照聖統的次序被引領上升,達到那合一的成神——歸向神並屬神的德行。那些(屬天本質)乃如純智者,照所容許它們的而領悟;我們卻是藉可感的形像,盡其所能被引領上升,達到屬神的觀照。
1:633
(Σχόλιον) Εἰ τοίνυν ἀναλόγως ἡμῖν αὐτοῖς αἰσθηταῖς εἰκόσιν ἐπὶ τὴν θείαν καὶ ἄυλον ἀναγόμεθα θεωρίαν καὶ φιλανθρώπως θεία πρόνοια τοῖς ἀσχηματίστοις καὶ ἀτυπώτοις τύπους καὶ σχήματα τῆς ἡμῶν ἕνεκεν χειραγωγίας περιτίθησι, τί ἀπρεπὲς τὸν σχήματι καὶ μορφῇ ὑποκύψαντα καὶ φύσει ὁραθέντα ὡς ἄνθρωπον φιλανθρώπως δι' ἡμᾶς εἰκονίζειν ἀναλόγως ἡμῖν αὐτοῖς; Λόγος ἄνωθεν εἰς ἡμᾶς παραδεδομένος κάτεισιν, Αὔγαρον, τὸν Ἐδέσσης ἄνακτα, φήμῃ τῇ τοῦ κυρίου πρὸς θεῖον ἐκπυρσευθέντα ἔρωτα ἀπεσταλ κέναι πρέσβεις τὴν αὐτοῦ ἐπίσκεψιν ἐξαιτοῦντας
(Scholion) If then, in proportion to ourselves, we are led up by sensible images to the divine and immaterial contemplation, and if divine Providence in its loving-kindness clothes the shapeless and figureless with forms and shapes for the sake of guiding us, what is unseemly in depicting, out of loving-kindness for our sake, in proportion to ourselves, Him who submitted to shape and form and was seen by nature as a man? A word handed down to us from of old comes down to us: that Abgar, the ruler of Edessa, kindled by report to a divine love of the Lord, sent ambassadors requesting a visit from Him.
(旁註)那麼,若我們照自己的程度藉可感的形像被引領上升,達到屬神、非物質的觀照,又若屬神的眷顧出於慈愛,為引導我們的緣故,把形態與形狀加在那無形狀、無形態者之上,那麼,出於慈愛、為我們的緣故,照我們的程度,把那位甘願取了形狀與形態、按本性以人的樣式被看見者描繪成像,又有何不合宜呢?有一段自古傳給我們的話流傳下來:以得撒的君王亞迦爾因聽聞主的事蹟而被激起對主屬神的愛慕,便差遣使者求見祂。
1:634
Εἰ δὲ ἀρνηθείη τοῦτο δράσειν, τὸ τούτου κελεύει ὁμοίωμα ζωγράφῳ ἐκμάξασθαι·
And if He should refuse to do this, He commanded that His likeness be taken by a painter;
並且若主不肯前來,亞迦爾就吩咐畫師描摹主的容貌;
1:635
γνόντα τὸν πάντα εἰδότα καὶ πάντα δυνάμενον τὸ ῥάκος εἰληφέναι καὶ τῷ προσώπῳ προσενεγκάμενον ἐν τούτῳ τὸν οἰκεῖον ἐναπομάξασθαι χαρακτῆρα, καὶ μέχρι τοῦ νῦν σῴζεται
and the One who knows all things and is able to do all things, knowing this, took a cloth and pressed it to His face, and imprinted on it His own likeness—which is preserved even to this day.
那位知曉萬事、無所不能的主知道此事,便取了一塊布按在祂自己的臉上,將祂自己的容貌印在其上——這形像直到如今仍被保存。
1:636
Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς τὸν μακάριον Βαρλαὰμ τὸν μάρτυρα λόγου, οὗ ἀρχή·
Of Saint Basil, from the homily on the blessed martyr Barlaam, which begins:
聖巴西流,論福哉的殉道者巴爾拉穆的講道摘錄,其開頭為:
1:637
Πρότερον μὲν τῶν ἁγίων οἱ θάνατοι·
“Formerly the deaths of the saints…”
「昔日眾聖徒的死……」
1:638
Ἀνάστητέ μοι νῦν, λαμπροὶ τῶν ἀθλητικῶν κατορθωμάτων ζωγράφοι, τὴν τοῦ στρατηγοῦ κολοβωθεῖσαν εἰκόνα ταῖς ὑμετέραις μεγαλύνατε τέχναις·
Rise up now for me, O illustrious painters of the athletes’ noble deeds! Magnify by your arts the maimed image of the commander;
如今你們這些描繪鬥士英勇事蹟的傑出畫師啊,為我起來吧!用你們的技藝來放大那被殘害之統帥的形像;
1:639
Ἀμαυρότερον παρ' ἐμοῦ τὸν στεφανίτην γραφέντα τοῖς τῆς ὑμετέρας σοφίας περιλάμψατε χρώμασιν
with the colors of your wisdom make resplendent the crowned victor whom I have portrayed too dimly.
那位戴冠的得勝者,我描繪得太黯淡了,求你們用你們智慧的彩色使他煥發光輝。
1:640
Ἀπέλθω τῇ τῶν ἀριστευμάτων τοῦ μάρτυρος παρ' ὑμῶν νενικημένος γραφῇ·
Let me go away vanquished by your depiction of the martyr’s valiant feats;
願我甘心被你們所描繪的殉道者英勇事蹟所勝而退去;
1:641
χαίρω τὴν τοιαύτην τῆς ὑμετέρας ἰσχύος σήμερον ἡττώμενος νίκην·
I rejoice today to be overcome by such a victory of your strength;
我今日歡喜被你們本領這樣的勝利所勝;
1:642
ἴδω τῆς χειρὸς πρὸς τὸ πῦρ ἀκριβέστερον παρ' ὑμῶν γραφομένην τὴν πάλην·
let me see the hand’s struggle against the fire more exactly portrayed by you;
願我看見那隻手與火搏鬥的情景,被你們更精確地描繪出來;
1:643
ἴδω φαιδρότερον ἐπὶ τῆς ὑμετέρας τὸν παλαιστὴν γεγραμμένον εἰκόνος
let me see the wrestler portrayed more brilliantly on your image.
願我看見那角力者在你們的畫像上被描繪得更為輝煌。
1:644
Κλαυσάτωσαν δαίμονες καὶ νῦν ταῖς τοῦ μάρτυρος ἐν ὑμῖν ἀριστείαις πληττόμενοι
Let the demons weep, smitten even now by the martyr’s valiant deeds depicted among you.
願眾鬼魔哀哭,因牠們如今也被你們所描繪的殉道者英勇事蹟所擊打。
1:645
Φλεγομένη πάλιν αὐτοῖς χεὶρ καὶ νικῶσα δεικνύσθω
Let the hand be shown once more flaming and victorious.
願那隻手再次被顯為焚燒著卻得勝的。
1:646
Ἐγγραφέσθω τῷ πίνακι καὶ τῶν παλαισμάτων ἀγωνοθέτης Χριστός, δόξα εἰς τοὺς αἰῶνας
Let Christ also, the Judge of these contests, be inscribed on the panel, to whom be glory unto the ages.
願那位作這些較量之賞罰者的基督,也被刻畫在畫板上,願榮耀歸與祂,直到萬世。
1:647
Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τοὺς ἁγίους τεσσαράκοντα λόγου·
Of the same author, from the homily on the holy Forty Martyrs:
同一位作者,論四十位聖殉道者的講道摘錄:
1:648
Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ
Since the valiant deeds of wars also—
既然戰爭中的英勇事蹟也——
1:649
λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρείαν ἑκάτεροι·
both writers and painters often portray them, the one adorning by word, the others engraving on panels, and both have stirred up many to courage;
史家與畫師常常加以描繪,前者用言語加以裝飾,後者刻畫在畫板上,兩者都激發了許多人歸向勇敢;
1:650
γὰρ λόγος διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν <...>,͂,͂, Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον τριάκοντα κεφαλαίων περὶ τοῦ ἁγίου πνεύματος ἀπὸ κεφαλαίου ιζʹ·
for what the word presents through hearing, this the silent painting shows through imitation. Of the same author, from the thirty chapters to Amphilochius On the Holy Spirit, from chapter seventeen:
因為言語藉聽覺所呈現的,無聲的繪畫藉模仿顯明出來。同一位作者,致安非羅基論聖靈三十章,第十七章摘錄:
1:651
Ὅτι βασιλεὺς λέγεται καὶ τοῦ βασιλέως εἰκών, καὶ οὐ δύο βασιλεῖς·
Because both the king and the king’s image are called “king,” and yet there are not two kings;
因為君王與君王的形像都被稱為「君王」,然而並非有兩位君王;
1:652
οὔτε γὰρ τὸ κράτος σχίζεται οὔτε δόξα διαμερίζεται
for neither is the dominion divided nor the glory parted.
因為權柄並不分裂,榮耀也不分割。
1:653
Ὡς γὰρ κρατοῦσα ἡμῶν ἀρχὴ καὶ ἐξουσία μία, οὕτως καὶ παρ' ἡμῶν δοξολογία μία καὶ οὐ πολλαί, διότι τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον διαβαίνει
For just as the rule and authority that governs us is one, so also the glorification we render is one and not many, since the honor of the image passes over to the prototype.
因為正如管理我們的治理與權柄只有一個,照樣我們所獻的尊榮也是一個,而非許多,因為聖像所受的尊崇歸於那原型。
1:654
οὖν ἐστιν ἐνταῦθα μιμητικῶς εἰκών, τοῦτο ἐκεῖ φυσικῶς υἱός
What therefore the image is here by imitation, that the Son is there by nature.
所以聖像在此藉模仿所是的,子在那裡乃是按本性所是的。
1:655
Καὶ ὥσπερ ἐπὶ τῶν τεχνητῶν κατὰ τὴν μορφὴν ὁμοίωσις, οὕτω καὶ ἐπὶ τῆς θείας καὶ ἀσυνθέτου φύσεως ἐν τῇ κοινωνίᾳ τῆς θεότητός ἐστιν ἕνωσις
And just as in works of art the likeness is according to the form, so also in the divine and uncompounded nature the union is in the communion of the Godhead.
並且正如在工藝品中,那相似是按著形態而有的,照樣在那屬神、非複合的本性中,那合一乃在於神性的相通。
1:656
( Σχόλιον) Ὥσπερ οὖν μὴ τιμῶν τὸν υἱόν, καθώς φησιν κύριος, οὐ τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν, οὕτως καὶ μὴ τιμῶν τὴν εἰκόνα οὐδὲ τὸν εἰκονιζόμενον τιμᾷ
(Scholion) Just as, then, he who does not honor the Son, as the Lord says, does not honor the Father who sent Him, so also he who does not honor the image does not honor the one represented.
(旁註)那麼,正如主所說,不尊敬子的,就是不尊敬那差子來的父,照樣,不尊崇聖像的,也就是不尊崇那被描繪者。
1:657
Τιμᾶν τὴν εἰκόνα τοῦ Χριστοῦ ἀνάγκη, οὐχὶ δὲ καὶ τῶν ἁγίων
It is necessary to honor the image of Christ—but not, surely, that of the saints also?
必須尊崇基督的聖像——難道不也包括眾聖徒的聖像麼?
1:658
Ἄκουσον τοῦ κυρίου λέγοντος τοῖς μαθηταῖς·
Hear the Lord saying to the disciples:
聽主對門徒所說的:
1:659
δεχόμενος ὑμᾶς ἐμὲ δέχεται. Ὥστε μὴ τιμῶν τοὺς ἁγίους οὐδὲ αὐτὸν τιμᾷ τὸν κύριον
“He who receives you receives Me.” So that he who does not honor the saints does not honor the Lord Himself either.
「接待你們的,就是接待我。」所以不尊崇眾聖徒的,也就是不尊崇主自己。
1:660
͂, (Σχόλιον) Εἰ εἰκὼν τοῦ βασιλέως βασιλεύς, καὶ εἰκὼν τοῦ Χριστοῦ Χριστὸς καὶ εἰκὼν τοῦ ἁγίου ἅγιος, καὶ οὔτε τὸ κράτος σχίζεται οὔτε δόξα διαμερίζεται, ἀλλ' δόξα τῆς εἰκόνος τοῦ εἰκονιζομένου γίνεται
(Scholion) If the image of the king is king, then the image of Christ is Christ, and the image of the saint is saint, and neither is the dominion divided nor the glory parted, but the glory of the image becomes that of the one represented.
(旁註)若君王的形像就是君王,那麼基督的聖像就是基督,聖徒的聖像就是聖徒,並且權柄不分裂,榮耀不分割,乃是聖像的榮耀成了那被描繪者的榮耀。
1:661
Δεδοίκασι τοὺς ἁγίους οἱ δαίμονες καὶ τὴν σκιὰν αὐτῶν δραπετεύουσι·
The demons fear the saints and flee from their shadow;
眾鬼魔懼怕聖徒,且逃避他們的影兒;
1:662
σκιὰ δὲ καὶ εἰκών, καὶ ταύτην ποιῶ ὡς δαιμόνων ἐλάτειραν
and the image too is a shadow, and this I make as a driver-away of demons.
而聖像也是一種影兒,我製作它正是作為趕逐鬼魔之物。
1:663
Εἰ δὲ χρῆναι λέγοις νοερῶς μόνον θεῷ συνάπτεσθαι, ἄνελε πάντα τὰ σωματικά, τὰ φῶτα, τὸ εὐῶδες θυμίαμα, αὐτὴν τὴν διὰ φωνῆς προσευχήν, αὐτὰ τὰ ἐξ ὕλης τελούμενα θεῖα μυστήρια, τὸν ἄρτον, τὸν οἶνον, τὸ τῆς χρίσεως ἔλαιον, τοῦ σταυροῦ τὸ ἐκτύπωμα
But if you should say that one must be joined to God only intellectually, then do away with all bodily things—the lights, the fragrant incense, prayer itself uttered by voice, the divine mysteries themselves accomplished from matter, the bread, the wine, the oil of anointing, the figure of the cross.
但你若說人只當以心智與神聯合,那麼就把一切屬肉身之物都除去吧——那些燭光、馨香的香、那藉聲音發出的禱告本身、那些由物質完成的屬神奧祕(餅、酒、膏抹的油)、十字架的圖形。
1:664
σταυρός, σπόγγος καὶ κάλαμος, τὴν ζωηφόρον πλευρὰν νύξασα λόγχη
the cross, the sponge and the reed, the spear that pierced the life-bearing side.
那十字架,那海絨與葦子,那刺透賜生命之肋旁的槍。
1:665
τούτων ἁπάντων ἄνελε τὸ σέβας, ὅπερ ἀδύνατον, μὴ ἀπαναίνου μηδὲ τὴν τῶν εἰκόνων τιμήν
Either do away with reverence for all these things—which is impossible—or do not refuse the honor of images either.
你或是把對這一切之物的敬意都除去——這是不可能的——或是也不要拒絕對聖像的尊崇。
1:666
Χάρις δίδοται θεία ταῖς ὕλαις διὰ τῆς τῶν εἰκονιζομένων προσηγορίας
Divine grace is given to material things through the naming of those represented.
屬神的恩典藉著呼求那被描繪者之名,賜給了物質之物。
1:667
Ὥσπερ λιτὸν κογχύλη καθ' ἑαυτὴν καὶ μέταξα καὶ τὸ ἐξ ἀμφοῖν ἐξυφασμένον ἱμάτιον καὶ καθ' ἑαυτὸ οὐδεμίαν ἔχει τιμήν, ἂν δὲ βασιλεὺς τοῦτο περίθηται, ἐκ τῆς προσούσης τῷ ἠμφιεσμένῳ τιμῆς τῷ ἀμφιάσματι μεταδίδοται·
Just as the murex-shell by itself is humble, and the silk, and the garment woven from both, has of itself no honor, but if a king put it on, the garment shares in the honor that belongs to the wearer;
正如紫螺殼本身是卑微的,蠶絲也是,由二者織成的衣袍本身亦毫無尊榮,但若君王穿上它,這衣袍便從那穿衣者所有的尊榮中分得尊榮;
1:668
οὕτως αἱ ὕλαι αὐταὶ μὲν καθ' ἑαυτὰς ἀπροσκύνητοι, ἂν δὲ χάριτος εἴη πλήρης εἰκονιζόμενος, μέτοχοι χάριτος γίνονται κατ' ἀναλογίαν τῆς πίστεως
so the material things themselves are by themselves not to be venerated, but if the one represented be full of grace, they become partakers of grace in proportion to faith.
照樣,那些物質之物本身原不當被尊崇,但若那被描繪者滿有恩典,它們便照著信的程度,成為恩典的有分者。
1:669
Εἶδον οἱ ἀπόστολοι τὸν κύριον σωματικοῖς ὀφθαλμοῖς καὶ τοὺς ἀποστόλους ἕτεροι καὶ τοὺς μάρτυρας ἕτεροι
The Apostles saw the Lord with bodily eyes, and others saw the Apostles, and others the martyrs.
眾使徒曾用肉眼見過主,又有別人見過眾使徒,又有別人見過眾殉道者。
1:670
Ποθῶ κἀγὼ τούτους ὁρᾶν ψυχῇ τε καὶ σώματι καὶ ἔχειν ἀλεξίκακον φάρμακον, ἐπεὶ διπλοῦς ἔκτισμαι, καὶ ὁρῶν προσκυνῶ τὸ ὁρώμενον οὐχ ὡς θεόν, ἀλλ' ὡς τιμίων εἰκόνισμα τίμιον
I too long to see these in soul and body and to have a remedy against evil, since I am fashioned twofold; and seeing, I venerate what is seen, not as God, but as an honorable image of honorable persons.
我也渴望以魂與身見他們,並得著防備邪惡的良藥,因我是雙重受造的;我既看見,便尊崇所看見的,不是當作神,乃是當作尊貴之人的尊貴形像。
1:671
Σὺ τυχὸν ὑψηλός τε καὶ ἄυλος καὶ ὑπὲρ τὸ σῶμα γενόμενος καὶ οἷον ἄσαρκος καταπτύεις πᾶν τὸ ὁρώμενον, ἀλλ' ἐγώ, ἐπεὶ ἄνθρωπός εἰμι καὶ σῶμα περίκειμαι, ποθῶ καὶ σωματικῶς ὁμιλεῖν καὶ ὁρᾶν τὰ ἅγια
You perhaps, being lofty and immaterial and risen above the body and as it were fleshless, spit upon everything visible; but I, since I am a man and clothed with a body, long to commune with and behold the holy things bodily as well.
你或許是崇高、非物質、超乎身體、彷彿無肉身的,便藐視一切可見之物;但我,因我是人,且披戴著身體,便渴望也以肉身與聖物相交、觀看聖物。
1:672
Συγκατάβηθι τῷ ταπεινῷ μου φρονήματι, ὑψηλός, ἵνα σου τηρήσῃς τὸ ὑψηλόν
Condescend to my lowly mind, O lofty One, that You may preserve Your loftiness.
崇高者啊,求你俯就我卑微的心思,好叫你保守你自己的崇高。
1:673
Ἀποδέχεται Χριστὸς τὸν πρὸς αὐτόν μου πόθον καὶ τοὺς οἰκείους αὐτοῦ·
Christ accepts my longing toward Him and toward His own;
基督悅納我向著祂並向著祂自己人的渴慕;
1:674
χαίρει γὰρ δεσπότης ἐγκωμιαζομένου δούλου εὐγνώμονος, μέγας ἔφη Βασίλειος ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας
for a master rejoices when a grateful servant is praised, as the great Basil said in praising the Forty Martyrs.
因為當一個知恩的僕人受稱讚時,主人便歡喜,正如那偉大的巴西流在稱讚四十位殉道者時所說。
1:675
Ἄθρει δὲ οἷα καὶ εἰς Γόρδιον τὸν ἀοίδιμον τῷ λόγῳ γεραίρων φησίν
And observe what he says also in honoring the renowned Gordius with his discourse.
並要看他在以講論榮耀那聲名遠播的哥爾丟時所說的話。
1:676
Τοῦ ἁγίου Βασιλείου ἐκ τοῦ εἰς Γόρδιον τὸν μάρτυρα λόγου·
Of Saint Basil, from the homily on Gordius the martyr:
聖巴西流,論殉道者哥爾丟的講道摘錄:
1:677
Εὐφραίνονται λαοὶ εὐφροσύνην πνευματικὴν ἐπὶ μόνῃ τῇ ὑπομνήσει τῶν τοῖς δικαίοις κατωρθωμένων εἰς ζῆλον καὶ μίμησιν τῶν ἀγαθῶν, ἀφ' ὧν ἀκούουσιν, ἐναγόμενοι·
The peoples are gladdened with spiritual joy at the mere recollection of the righteous deeds accomplished by the righteous, being led to zeal for and imitation of the good things they hear of;
眾百姓單單因記念義人所成就的義行,便滿有屬靈的喜樂,被引發去熱心效法他們所聽見的善事;
1:678
γὰρ τῶν εὐπολιτεύτων ἀνδρῶν ἱστορία οἷόν τι φῶς τοῖς σῳζομένοις πρὸς τὴν τοῦ βίου ὁδὸν ἐμποιεῖ
for the history of men who lived well produces, as it were, a light for those being saved, toward the way of life.
因為善度此生之人的事蹟,彷彿為那些得救的人,為其人生道路發出亮光。
1:679
Ὥστε, ὅταν διηγώμεθα τοὺς βίους τῶν διαπρεψάντων ἐν εὐσεβείᾳ, δοξάζομεν πρῶτον τὸν δεσπότην
So that, when we recount the lives of those who excelled in godliness, we first glorify the Master
因此,當我們述說那些在敬虔上卓越之人的生平時,我們首先榮耀那位主
1:680
διὰ τῶν δούλων, ἐγκωμιάζομεν δὲ τοὺς δικαίους διὰ τῆς μαρτυρίας, ὧν ἴσμεν, εὐφραίνομεν δὲ τοὺς λαοὺς διὰ τῆς ἀκοῆς τῶν καλῶν
through His servants, and we praise the righteous through the testimony of those we know, and we gladden the peoples through the hearing of good things.
藉著祂的眾僕人;又藉著我們所知之人的見證稱讚義人;並藉著聽見善事使眾百姓歡喜。
1:681
( Σχόλιον) Ὅρα, ὡς θεοῦ μὲν δόξαν, τῶν δὲ ἁγίων ἐγκώμιον, τῶν δὲ λαῶν εὐφροσύνην καὶ σωτηρίαν μνήμη τῶν ἁγίων συνίστησι
(Scholion) See how the remembrance of the saints establishes glory for God, praise for the saints, and gladness and salvation for the peoples.
(旁註)看,記念眾聖徒怎樣成全了歸神的榮耀、對眾聖徒的稱讚,並使眾百姓得喜樂與救恩。
1:682
Τί οὖν ταύτην ἀφαιρεῖς; Ὅτι δὲ διὰ λόγου καὶ εἰκόνων μνήμη γίνεται, φησὶν αὐτὸς θεῖος Βασίλειος
Why then do you take this away? And that this remembrance comes about through word and through images, the same divine Basil says.
那麼你為何要奪去這事?至於這記念乃藉著言語與形像而成,那同一位神聖的巴西流如此說。
1:683
Ἐκ τοῦ αὐτοῦ λόγου τοῦ εἰς Γόρδιον τὸν μάρτυρα·
From the same homily on Gordius the martyr:
出自同一篇論殉道者哥爾丟的講道:
1:684
Ὥσπερ γὰρ τῷ πυρὶ αὐτομάτως ἕπεται τὸ φωτίζειν καὶ τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον
For just as illumination spontaneously follows fire, and fragrance the ointment, so also benefit necessarily attends good deeds.
因為正如照明自然隨著火而來,馨香隨著膏油而來,照樣,益處也必然伴隨善行而來。
1:685
Καίτοι οὐδὲ τοῦτο μικρόν, ἀκριβῶς τυχεῖν τῆς ἀληθείας τῶν τότε·
And yet this too is no small thing—to attain accurately the truth of those former times;
然而這也並非小事——就是準確地獲知那昔日之事的真相;
1:686
ἀμυδρὰ γάρ τις μνήμη εἰς ἡμᾶς διεδόθη τὰς ἐπὶ τῶν ἀγώνων ἀνδραγαθίας τοῦ ἀνδρὸς διασῴ ζουσα
for only a dim memory has been handed down to us, preserving the man’s valiant deeds in his contests.
因為傳給我們的不過是一段模糊的記憶,存留著那人在較量中的英勇事蹟。
1:687
Καί πως δοκεῖ τὸ καθ' ἡμᾶς τῷ τῶν ζωγράφων προσεοικέναι·
And somehow our situation seems to resemble that of painters;
並且我們的情形似乎與畫師的情形有幾分相像;
1:688
καὶ γὰρ ἐκεῖνοι, ἐπειδὰν ἐξ εἰκόνων μεταγράφωσι τὰς εἰκόνας, πλεῖστον ὡς εἰκὸς τῶν ἀρχετύπων ἀπολιμπάνονται, καὶ ἡμᾶς αὐτῆς τῆς θέας τῶν πραγμάτων ἀπολειφθέντας κίνδυνος οὐ μικρὸς τὴν ἀλήθειαν ἐλαττῶσαι
for they too, when they copy images from images, fall short, as is likely, far from the originals; and we too, being deprived of the very sight of the events, run no small risk of diminishing the truth.
因為他們臨摹形像出於形像時,正如所料的,與原本相去甚遠;而我們既被剝奪了親眼目睹這些事的機會,便有不小的危險會削減真相。
1:689
Καὶ ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου·
And at the end of the same homily:
並在同一篇講道的末了:
1:690
Ὡς γὰρ τὸν ἥλιον ἀεὶ καθορῶντες ἀεὶ θαυμάζομεν, οὕτω καὶ τοῦ ἀνδρὸς ἐκείνου ἀεὶ νεαρὰν τὴν μνήμην ἔχομεν
For just as, ever beholding the sun, we ever marvel, so also we ever keep the memory of that man fresh.
因為正如我們時常觀看太陽便時常驚嘆,照樣,我們也時常使那人的記念常新。
1:691
( Σχόλιον) Δῆλον, ὡς ἀεὶ καθορῶντες διά τε λόγου καὶ εἰκονίσματος
(Scholion) It is clear that we “ever behold” both through word and through image.
(旁註)顯然,我們是「時常觀看」,既藉著言語,也藉著形像。
1:692
Καὶ ἐν τῷ λόγῳ δὲ τῷ εἰς τοὺς ὑπερτίμους τεσσαράκοντα μάρτυρας ταῦτά φησιν·
And in the homily on the most honorable Forty Martyrs he says this:
並在論那至為尊貴的四十位殉道者的講道中,他如此說:
1:693
Μαρτύρων δὲ μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; Διότι πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν δεσπότην εὐνοίας
What satiety of the memory of the martyrs could there ever be for one who loves the martyrs? For the honor shown to good fellow-servants is a proof of goodwill toward the common Master.
對愛慕殉道者的人來說,記念殉道者豈能有滿足的時候?因為向善良的同作僕人者所表的尊敬,乃是向那共同之主存善意的明證。
1:694
Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρός, χωρὶς μαστίγων τῶν αὐτῶν ἐκείνοις ἐπαίνων ἠξιωμένος
Sincerely bless the one who has been martyred, that you may become a martyr in your resolve and may depart—apart from persecution, apart from fire, apart from scourgings—deemed worthy of the very same praises as those.
要真誠地稱頌那殉道的人,好叫你藉著心志成為殉道者,並且不經逼迫、不經火、不經鞭打,便被算配得與他們同樣的稱讚而離世。
1:695
(Σχόλιον) Πῶς οὖν με ἀπείργεις τῆς τῶν ἁγίων τιμῆς καὶ φθονεῖς μοι τῆς σωτηρίας; Ὅτι δὲ συνεζευγμένην οἶδε τῷ λόγῳ τὴν διὰ τῶν χρωμάτων μορφήν, ἄκουε αὐτοῦ μετ' ὀλίγα φάσκοντος·
(Scholion) Why then do you bar me from the honor of the saints and grudge me my salvation? And that he knew the form rendered through colors to be joined to the word, hear him saying a little later:
(旁註)那麼你為何攔阻我尊崇眾聖徒,並嫉妒我的救恩呢?至於他知道那藉彩色所成的形像是與言語相連的,可聽他稍後所說的:
1:696
Δεῦρο δὴ οὖν εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα, προδείξαντες πᾶσιν ὥσπερ ἐν γραφῇ τὰς τῶν ἀνδρῶν ἀριστείας
Come then, let us bring them into our midst through recollection, and make the benefit from them common to those present, displaying to all, as in a painting, the valiant deeds of these men.
那麼來吧,讓我們藉著追念把他們帶到我們中間,使從他們而來的益處為在場眾人所共享,把這些人的英勇事蹟如同畫像一般展示給眾人。
1:697
(Σχόλιον) Ὁρᾷς, ὡς ἓν εἰκόνος καὶ λόγου τὸ ἔργον; Ὡς ἐν γραφῇ γάρ, ἔφη, προδείξωμεν τῷ λόγῳ. Καὶ πάλιν ἐχόμενα τοῦ λόγου·
(Scholion) Do you see how the work of image and of word is one? “As in a painting,” he said, “let us display” by word. And again, continuing his discourse:
(旁註)你看見形像與言語的工作原是一個麼?他說:「如同畫像一般」,「讓我們用言語展示」。並且他繼續講論說:
1:698
Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν εἰς ἀνδρείαν ἑκάτεροι
Since both writers and painters often portray the valiant deeds of wars also, the one adorning by word, the others engraving on panels, and both have stirred up many to courage.
既然史家與畫師也常常描繪戰爭中的英勇事蹟,前者用言語加以裝飾,後者刻畫在畫板上,兩者都激發了許多人歸向勇敢。
1:699
γὰρ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσι
For what the word of history presents through hearing, this the silent painting shows through imitation.
因為歷史的言語藉聽覺所呈現的,無聲的繪畫藉模仿顯明出來。
1:700
( Σχόλιον) Τί τούτων τηλαυγέστερον πρὸς ἀπόδειξιν, ὅτι βίβλοι τοῖς ἀγραμμάτοις εἰσὶν αἱ εἰκόνες καὶ τῆς τῶν ἁγίων τιμῆς ἀσίγητοι κήρυκες ἐν ἀήχῳ φωνῇ τοὺς ὁρῶντας διδάσκουσαι καὶ τὴν ὅρασιν ἁγιάζουσαι; Οὐκ εὐπορῶ βίβλων, οὐ σχολὴν ἄγω πρὸς τὴν ἀνάγνωσιν, εἴσειμι εἰς τὸ κοινὸν τῶν ψυχῶν ἰατρεῖον, τὴν ἐκκλησίαν ὥσπερ ἀκάνθαις τοῖς λογισμοῖς συμπνιγόμενος·
(Scholion) What could be clearer than these words as a proof that images are books for the unlettered, and unsilenced heralds of the honor of the saints, teaching those who behold them with a soundless voice and sanctifying the sight? “I have no abundance of books, I have no leisure for reading; I enter the common infirmary of souls, the church, choked as it were with thorns by my reasonings;
(旁註)有甚麼比這些話更清楚地證明:聖像乃是不識字者的書卷,是眾聖徒尊榮永不緘默的傳令官,以無聲之音教導觀看者,並使眼目得以成聖呢?「我沒有許多書卷,也沒有閒暇讀書;我進入眾魂共同的醫院——教會,內心彷彿被諸般思慮如荊棘般纏勒;
1:701
ἕλκει με πρὸς θέαν τῆς γραφῆς τὸ ἄνθος καὶ ὡς λειμὼν τέρπει τὴν ὅρασιν καὶ λεληθότως ἐναφίησι τῇ ψυχῇ δόξαν θεοῦ
the beauty of the painting draws me to gaze upon it, and like a meadow it delights my sight and imperceptibly instills the glory of God into my soul.”
那繪畫的美麗吸引我去注視,它如草場使我的眼目歡愉,並不知不覺地把神的榮耀注入我的魂裡。」
1:702
Τεθέαμαι τὴν καρτερίαν τοῦ μάρτυρος, τῶν στεφάνων τὴν ἀνταπόδοσιν καὶ ὡς πυρὶ πρὸς ζῆλον ἐξάπτομαι τῇ προθυμίᾳ καὶ πίπτων προσκυνῶ τῷ θεῷ διὰ τοῦ μάρτυρος καὶ λαμβάνω τὴν σωτηρίαν
I have beheld the martyr’s endurance, the recompense of the crowns, and as by fire I am kindled to zeal by his eagerness, and falling down I venerate God through the martyr and receive salvation.
我已看見那殉道者的堅忍、那些冠冕的賞賜,便如被火點著,因他的熱切而生發熱心,俯伏下來藉著那殉道者敬拜神,並領受救恩。
1:703
Οὐκ ἀκήκοας τοῦ αὐτοῦ θεοφόρου πατρὸς λέγοντος ἐν τῷ εἰς τὴν ἀρχὴν τῶν ψαλμῶν λόγῳ, ὅτι γινῶσκον τὸ πνεῦμα τὸ ἅγιον, ὅτι δυσάγωγον πρὸς ἀρετὴν καὶ ῥᾴθυμον τὸ γένος τῶν ἀνθρώπων, τὸ μέλος ταῖς ψαλμῳδίαις ἐγκατέμιξε; Τί φής; Οὐ γράψω καὶ λόγῳ καὶ χρώμασι τὸ τῶν μαρτύρων μαρτύριον καὶ ὀφθαλμοῖς καὶ χείλεσι περιπτύξομαι τὸ θαυμαστὸν καὶ ἀγγέλοις καὶ πάσῃ τῇ κτίσει, ὀδυνηρὸν δὲ τῷ διαβόλῳ καὶ φοβερὸν δαίμοσιν, ὡς αὐτὸς φωστὴρ τῆς ἐκκλησίας ἔφησεν; Οἷα δέ φησι πρὸς τῷ τέλει τοῦ λόγου, ἐγκωμιάζων τοὺς τεσσαράκοντα μάρτυρας·
Have you not heard the same God-bearing Father saying, in the homily on the beginning of the Psalms, that the Holy Spirit, knowing the human race to be hard to lead toward virtue and slothful, mingled melody with the psalmody? What do you say? Shall I not portray, both by word and by colors, the martyrs’ martyrdom, and embrace with eyes and lips that which is wondrous to angels and all creation, but grievous to the devil and dreadful to the demons, as the very luminary of the Church declared? And what he says toward the end of the homily, in praising the Forty Martyrs:
你豈沒有聽見這位同一位負神的教父,在論詩篇開頭的講道中說,聖靈知道人類難以被引向德行且懶惰,便把曲調摻入詩歌中麼?你說甚麼呢?難道我不可既用言語、又用彩色描繪眾殉道者的殉道,並用眼目和嘴唇親近那為天使和一切受造之物所稱奇、卻為魔鬼所悲、為眾鬼魔所懼之事麼,正如那位教會的明燈所宣告的?以下是他在講道末了稱讚四十位殉道者時所說的:
1:704
χορὸς ἅγιος, σύστημα ἱερόν, συνασπισμὸς ἀρραγής,
O holy chorus! O sacred assembly! O unbreakable phalanx! O
哦聖潔的詩班!哦神聖的會集!哦堅不可破的方陣!哦
1:705
κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων, ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεων συνεργοί, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν ἐκκλησιῶν (ἐγὼ δέ φημι, νοητά τε καὶ αἰσθητά)
common guardians of the human race, good companions in our cares, fellow-workers in our supplications, most powerful intercessors, stars of the world, flowers of the churches (and I mean both intelligible and sensible)!
人類共同的守護者,我們憂慮中良善的同伴,我們祈求中的同工,最有能力的代求者,世界的星辰,眾教會的花朵(我所指的乃是屬靈的,也是可感的)!
1:706
Ὑμᾶς οὐχ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο
You the earth did not hide, but heaven received you.
地沒有把你們藏起,乃是天接納了你們。
1:707
Ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι, ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις
The gates of paradise were opened to you—a sight worthy of the host of angels, worthy of patriarchs, prophets, and the righteous.
樂園的門為你們敞開——這景象配得天使的軍隊觀看,配得列祖、眾先知和眾義人觀看。
1:708
(Σχόλιον) Πῶς οὐ μὴ ποθήσω ἰδεῖν, ἰδεῖν ποθοῦσιν ἄγγελοι; Συνῳδὰ δὲ τούτοις καὶ τούτου ἀδελφὸς καὶ ὁμογνώμων Γρηγόριος, τῆς Νυσαέων ἐπίσκοπος, φησίν
(Scholion) How shall I not long to see what angels long to see? And in harmony with these things, his brother and like-minded Gregory, the bishop of the Nyssenes, says:
(旁註)我怎能不渴望看見那連天使都渴望看見的呢?與這些話相合,他的弟兄、與他同心的貴格利,就是尼撒人的主教,如此說:
1:709
Τοῦ ἁγίου Γρηγορίου, ἐπισκόπου Νύσης, ἐκ τοῦ ἀναπληρωματικοῦ, τουτέστι τοῦ περὶ κατασκευῆς ἀνθρώπου, κεφαλαίου τετάρτου·
Of Saint Gregory, bishop of Nyssa, from the supplementary work, that is, On the Making of Man, chapter four:
聖貴格利,尼撒主教,補篇(即《論人之造成》)第四章摘錄:
1:710
Ὥσπερ κατὰ τὴν ἀνθρωπίνην συνήθειαν οἱ τὰς εἰκόνας τῶν κρατούντων κατασκευάζοντες τόν τε χαρακτῆρα τῆς μορφῆς ἀναμάσσονται καὶ τῇ περιβολῇ τῆς πορφυρίδος τὴν βασιλικὴν ἀξίαν συμπαραγράφουσι καὶ λέγεται κατὰ τὴν συνήθειαν καὶ εἰκὼν καὶ βασιλεύς, οὕτω καὶ ἀνθρωπίνη φύσις, ἐπειδὴ πρὸς ἀρχὴν τῶν ἄλλων κατεσκευάζετο, οἷόν τις ἔμψυχος εἰκὼν ἀνεστάθη κοινωνοῦσα τῷ ἀρχετύπῳ καὶ τῆς ἀξίας καὶ τοῦ ὀνόματος
Just as, according to human custom, those who make the images of rulers both mold the features of the form and inscribe along with them the royal dignity by the surrounding purple robe, and the image too is called “king” by custom—so also human nature, since it was made for rule over the rest, was set up as a kind of living image, sharing with the archetype both in dignity and in name.
正如按人的習俗,那些製作統治者形像的人,既塑造其形態的容貌,又藉所披的紫袍把君王的尊位一併刻畫上去,而那形像照習俗也被稱為「君王」——照樣,人的本性,因被造成統管其餘萬物的,便被立為一種活的形像,與那原型在尊位和名稱上都有分。
1:711
Τοῦ αὐτοῦ ἐκ τοῦ πέμπτου κεφαλαίου τῆς αὐτῆς πραγματείας·
Of the same author, from the fifth chapter of the same treatise:
同一位作者,同一論著第五章摘錄:
1:712
Τὸ δὲ θεῖον κάλλος οὐ σχήματί τινι καὶ μορφῆς εὐμοιρίᾳ διά τινος εὐχροίας ἐναγλαΐζεται, ἀλλ' ἐν ἀφράστῳ μακαριότητι κατ' ἀρετὴν θεωρεῖται
But the divine beauty is not made resplendent by any shape or by goodliness of form through some fairness of complexion, but is contemplated in ineffable blessedness according to virtue.
但屬神的美麗並非藉著任何形狀、或藉某種好膚色而有的形態之佳美而生光輝,乃是在不可言喻的福樂中,按著德行被觀照。
1:713
Ὥσπερ τοίνυν τὰς ἀνθρωπίνας μορφὰς διὰ χρωμάτων τινῶν ἐπὶ τοὺς πίνακας οἱ γραφεῖς μεταφέρουσι τὰς οἰκείας τε καὶ καταλλήλους βαφὰς ἐπαλείφοντες τῷ μιμήματι, ὡς ἂν δι' ἀκριβείας τὸ ἀρχέτυπον κάλλος μετενεχθείη πρὸς τὸ ὁμοίωμα <...> ( Σχόλιον) Ὅρα, ὡς τὸ μὲν θεῖον κάλλος οὐ σχήματί τινι διά τινος εὐχροίας ἐναγλαΐζεται καὶ διὰ τοῦτο οὐκ εἰκονίζεται, δὲ ἀνθρωπίνη μορφὴ διὰ χρωμάτων ἐπὶ τοὺς πίνακας μεταφέρεται
Just, therefore, as painters transfer human forms onto panels by means of certain colors, applying to the imitation the proper and suitable tints, so that the archetypal beauty might be transferred accurately to the likeness… (Scholion) See how the divine beauty is not made resplendent by any shape through some fairness of complexion, and for this reason is not depicted, whereas the human form is transferred onto panels by means of colors.
那麼,正如畫師藉著某些彩色把人的形態移到畫板上,將恰當合適的色調塗在那模仿物上,好使那原型的美麗能準確地移到那相似物上……(旁註)看,屬神的美麗怎樣並非藉任何形狀、靠某種好膚色而生光輝,因此不被描繪,而人的形態卻藉彩色被移到畫板上。
1:714
Εἰ τοίνυν υἱὸς τοῦ θεοῦ ἐν ἀνθρώπου μορφῇ γέγονε μορφὴν δούλου λαβὼν καὶ ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, πῶς οὐκ εἰκονισθήσεται; Καὶ εἰ κατὰ συνήθειαν λέγεται τοῦ βασιλέως εἰκὼν βασιλεὺς καὶ τῆς εἰκόνος τιμὴ ἐπὶ τὸ πρωτότυπον ἀναβαίνει, ὥς φησιν θεῖος Βασίλειος, πῶς εἰκὼν οὐ τιμηθήσεται καὶ προσκυνηθήσεται οὐχ ὡς θεός, ἀλλ' ὡς θεοῦ σεσαρκωμένου εἰκών; Τοῦ ἁγίου Γρηγορίου τοῦ Νύσης ἀπὸ λόγου ῥηθέντος ἐν Κωνσταντινουπόλει περὶ θεότητος υἱοῦ καὶ πνεύματος καὶ εἰς τὸν Ἀβραάμ, λόγου μδʹ, οὗ ἀρχή·
If then the Son of God came to be in the form of man, taking the form of a servant and being made in the likeness of men and found in fashion as a man, how shall He not be depicted? And if by custom the image of the king is called “king” and the honor of the image ascends to the prototype, as the divine Basil says, how shall the image not be honored and venerated—not as God, but as the image of God incarnate? Of Saint Gregory of Nyssa, from the discourse delivered at Constantinople on the Godhead of the Son and the Spirit, and concerning Abraham, discourse forty-four, which begins:
那麼,若神的兒子取了奴僕的形像,成為人的樣式,又有人的樣子,以人的形態被尋見,怎能不被描繪呢?又若君王的形像照習俗被稱為「君王」,且聖像所受的尊崇上升歸於那原型,正如那位神聖的巴西流所說,那麼這聖像怎能不被尊崇、被尊敬——不是當作神,乃是當作那道成肉身之神的形像呢?聖貴格利,尼撒的,在君士坦丁堡所講論子與聖靈之神性,並論亞伯拉罕的講道,第四十四篇,其開頭為:
1:715
Οἷόν τι πάσχουσι πρὸς τοὺς εὐανθεῖς τῶν λειμώνων οἱ τούτων φιλοθεάμονες, καὶ μετὰ βραχέα·
“What those who love to gaze upon them experience toward the flowery meadows…” And a little after:
「那些喜愛觀看百花盛開草場的人對草場所有的感受……」並在稍後:
1:716
Ἐντεῦθεν δεσμοῖς πρότερον διαλαμβάνει πατὴρ τὸν παῖδα
Thereupon the father first binds the boy with cords.
於是那父親先用繩索捆綁那男孩。
1:717
Εἶδον πολλάκις ἐπὶ γραφῆς εἰκόνα τοῦ πάθους καὶ οὐκ ἀδακρυτὶ τὴν θέαν παρῆλθον ἐναργῶς τῆς τέχνης ὑπ' ὄψιν ἀγούσης τὴν ἱστορίαν
I have often seen on a painting an image of the passion, and have not passed by the sight without tears, as art vividly brought the history before my eyes.
我曾屢次在一幅畫上看見那受難情景的圖像,每觀看時無不落淚,因那技藝把那段往事栩栩如生地呈在我眼前。
1:718
Πρόκειται Ἰσαὰκ παρ' αὐτῷ τῷ θυσιαστηρίῳ ὀκλάσας ἐπὶ τὸ γόνυ καὶ περιηγμένας ἔχων εἰς τοὐπίσω τὰς χεῖρας, δὲ ἐπιβεβηκὼς κατόπιν τῷ ποδὶ τῆς ἀγκύλης καὶ τῇ ἀριστερᾷ χειρὶ τὴν κόμην τοῦ παιδὸς πρὸς ἑαυτὸν ἀνακλάσας ἐπικύπτει τῷ προσώπῳ ἐλεεινῶς πρὸς αὐτὸν ἀναβλέποντι καὶ τὴν δεξιὰν καθωπλισμένος τῷ ξίφει πρὸς τὴν σφαγὴν κατευθύνει
Isaac is set forth beside the altar itself, kneeling upon his knee and having his hands drawn back behind him; and the other, stepping up behind with his foot at the bend of the knee, and having drawn back the boy’s hair toward himself with his left hand, bends over the face that looks up at him piteously, and with his right hand armed with the sword directs it toward the slaughter.
以撒被畫在祭壇旁,屈膝跪下,雙手被反綁在背後;那一位(亞伯拉罕)在後面跨步上前,腳抵著膝彎,用左手把男孩的頭髮向自己扯回,俯身對著那哀憐地仰望他的臉,右手持劍,向著那屠宰的方向揮去。
1:719
Καὶ ἅπτεται ἤδη τοῦ σώματος τοῦ ξίφους ἀκμή, καὶ τότε αὐτῷ γίνεται θεόθεν φωνὴ τὸ ἔργον κωλύουσα
And already the point of the sword touches the body, and then there comes to him a voice from God forbidding the deed.
那劍尖已挨著身體了,這時就有從神而來的聲音臨到他,攔阻這事。
1:720
Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς·
Of Saint John Chrysostom, from the interpretation of the Epistle to the Hebrews:
聖約翰金口,希伯來書註釋摘錄:
1:721
Καί πως εἰκὼν τοῦ δευτέρου τὸ πρῶτον, Μελχισεδὲκ τοῦ Χριστοῦ, ὥσπερ ἄν τις εἴποι σκιὰν τῆς γραφῆς τῆς ἐν χρώμασι τὸ πρὸ ταύτης σκίασμα τοῦ γραφέως·
And in a way the first is an image of the second—Melchizedek of Christ—as one might call the shadowing-out by the artist that precedes it a shadow of the painting done in colors;
並且第一者在某種意義上是第二者的形像——麥基洗德是基督的形像——正如人可以把畫師那先於彩色繪畫的素描,稱為那彩繪的影兒;
1:722
διὰ τοῦτο γὰρ νόμος καλεῖται σκιά, δὲ χάρις ἀλήθεια, πράγματα δὲ τὰ μέλλοντα
for this reason the Law is called a shadow, but grace is truth, and the realities are the things to come.
因這緣故,律法被稱為影兒,恩典卻是真實,而那些實體乃是將來的事。
1:723
Ὥστε μὲν νόμος καὶ Μελχισεδὲκ προσκίασμα τῆς ἐν χρώμασι γραφῆς, δὲ χάρις καὶ ἀλήθεια ἐν χρώμασι γραφή, τὰ δὲ πράγματα τοῦ μέλλοντος αἰῶνος, ὡς εἶναι τὴν παλαιὰν τύπου τύπον καὶ τὴν νέαν τῶν πραγμάτων τύπον
So that the Law and Melchizedek are the pre-shadowing of the painting in colors, and grace and truth are the painting in colors, and the realities are those of the age to come—so that the old is a type of a type, and the new is a type of the realities.
因此,律法和麥基洗德乃是那彩色繪畫的先影,恩典和真實乃是那彩色繪畫本身,而那些實體乃是將來世代的事——如此,舊約是表號的表號,新約是那些實體的表號。
1:724
Λεοντίου Νεαπόλεως τῆς Κύπρου ἐκ τοῦ κατὰ Ἰουδαίων λόγου περὶ τοῦ προσκυνεῖν τῷ σταυρῷ τοῦ Χριστοῦ καὶ ταῖς εἰκόσι τῶν ἁγίων καὶ ἀλλήλοις καὶ περὶ
Of Leontius of Neapolis in Cyprus, from his discourse Against the Jews, concerning the worship of the cross of Christ and of the images of the saints and of one another, and concerning…
塞浦路斯尼亞坡里的利安提,駁猶太人的講論,論敬拜基督的十字架、眾聖徒的聖像、以及彼此敬拜,並論……摘錄:
1:725
Ἐάν μοι ἐγκαλῇς πάλιν, Ἰουδαῖε, λέγων, ὅτι ὡς θεὸν προσκυνῶ τὸ ξύλον τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τὸν Χριστόν, ἀλλ' οὐ τὸ ξύλον δοξάζομεν
If you accuse me again, O Jew, saying that I worship the wood of the cross as God, why do you not accuse Jacob, who worshiped upon the top of the staff? But it is evident that he did not worship in honoring the wood, but worshiped Joseph through the wood, just as we too worship Christ through the cross, but do not glorify the wood.
猶太人哪,你若再控告我,說我把十字架的木頭當作神來敬拜,那麼你為何不控告雅各,他扶著杖頭敬拜?但顯然他並非尊崇木頭而敬拜,乃是藉著那杖向約瑟敬拜,正如我們也藉著十字架敬拜基督,卻不榮耀那木頭。
1:726
(Σχόλιον) Εἰ οὖν τὸν τοῦ σταυροῦ τύπον προσκυνοῦμεν εἰκόνα τοῦ σταυροῦ ποιοῦντες ἐξ οἱασοῦν ὕλης, πῶς τοῦ σταυρωθέντος εἰκόνι μὴ προσκυνήσομεν; Καὶ πάλιν τοῦ αὐτοῦ Λεοντίου·
(Scholion) If then we venerate the figure of the cross, making an image of the cross out of any matter whatsoever, how shall we not venerate the image of the One who was crucified? And again, of the same Leontius:
(旁註)那麼,若我們尊崇十字架的圖形,用無論何種材料製作十字架的形像,我們又怎能不尊崇那被釘十字架者的形像呢?同一位利安提又說:
1:727
Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν τάφον ἀσεβέσιν ἀνθρώποις προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ' οὐχ ὡς θεοῖς αὐτοῖς προσεκύνησεν·
Since Abraham also bowed down to the impious men who sold him the burial-place, and bent his knee to the ground, yet did not worship them as gods;
既然亞伯拉罕也向那些把墳地賣給他的不虔之人下拜,屈膝於地,卻不是把他們當作神來敬拜;
1:728
καὶ πάλιν Ἰακὼβ τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα, ἀλλ' οὐχ ὡς θεὸν αὐτὸν ηὐλόγησε·
and again, Jacob blessed Pharaoh, who was impious and an idolater, yet did not bless him as God;
又如雅各為法老祝福,法老雖是不虔的拜偶像者,他卻不是把他當作神來祝福;
1:729
καὶ πάλιν, τὸν Ἠσαῦ πεσὼν προσεκύνησεν, ἀλλ' οὐχ ὡς θεὸν προσεκύνησεν
and again, he fell down and worshiped Esau, yet did not worship him as God.
又如他俯伏拜以掃,卻不是把他當作神來敬拜。
1:730
Πῶς ἐντέλλεται ὑμῖν θεὸς προσκυνεῖν καὶ τῇ γῇ καὶ τοῖς ὄρεσι; Λέγει γάρ·
How does God command you to worship both the earth and the mountains? For He says:
神怎樣吩咐你們向地和向群山敬拜呢?因為祂說:
1:731
Ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ
“Exalt the Lord our God, and worship at His holy mountain.”
「你們當尊崇耶和華我們的神,在祂的聖山下拜。」
1:732
Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστι, τουτέστι τῇ γῇ
“And worship at the footstool of His feet, for it is holy”—that is, the earth.
「又當在祂的腳凳前下拜,因為這是聖的」——就是指地。
1:733
οὐρανὸς γάρ μοι θρόνος, φησίν, δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου, λέγει κύριος
“For heaven is My throne,” He says, “and the earth is the footstool of My feet, says the Lord.”
祂說:「天是我的座位,地是我的腳凳,這是耶和華說的。」
1:734
Πῶς δὲ Μωσῆς προσεκύνησεν Ἰοθὸρ εἰδωλολάτρῃ ὄντι, καὶ Δανιὴλ Ναβουχοδονόσορ; Πῶς ἐμοὶ ἐγκαλεῖς, ὅτι τιμῶ καὶ προσκυνῶ τοὺς τὸν θεὸν τιμήσαντας καὶ προσκυνήσαντας; Οὐ συμφέρει, εἰπέ μοι, προσκυνεῖν τοῖς ἁγίοις καὶ μὴ ὡς σὺ λιθοβολεῖν; Οὐ συμφέρει προσκυνεῖν καὶ μὴ τούτους καταπρίζειν καὶ ἐν λάκκῳ βορβόρου τοὺς εὐεργέτας καταφέρειν; Εἰ τὸν θεὸν ἠγάπας, πάντως ἂν καὶ τοὺς αὐτοῦ δούλους τιμᾶν ἔμελλες
And how did Moses worship Jethro, who was an idolater, and Daniel Nebuchadnezzar? How do you accuse me, because I honor and venerate those who honored and worshiped God? Is it not better, tell me, to venerate the saints rather than, like you, to stone them? Is it not better to venerate them rather than to saw them asunder and cast the benefactors into a pit of mire? If you loved God, you would surely have honored His servants as well.
摩西又怎樣向作拜偶像者的葉忒羅下拜,但以理向尼布甲尼撒下拜?你既因我尊崇並尊敬那些尊崇、敬拜神的人而控告我,請告訴我:尊崇眾聖徒,豈不比你那樣用石頭打他們更好麼?尊崇他們,豈不比把他們鋸開、把這些施恩者扔進污泥坑裡更好麼?你若愛神,必定也會尊敬祂的眾僕人。
1:735
Καὶ εἰ ἀκάθαρτά εἰσι τῶν δικαίων τὰ ὀστᾶ, πῶς μετὰ τιμῆς πάσης μετεκομίσθησαν τὰ ὀστᾶ τοῦ Ἰακὼβ καὶ Ἰωσὴφ ἐξ Αἰγύπτου; Πῶς νεκρὸς ἄνθρωπος ἁψάμενος τῶν ὀστέων Ἐλισσαίου εὐθέως ἀνέστη; Εἰ δὲ δι' ὀστέων θαυματουργεῖ θεός, εὔδηλον, ὅτι δύναται καὶ δι' εἰκόνων καὶ λίθων καὶ ἑτέρων πολλῶν, καθὼς καὶ ἐπὶ Ἐλισσαιὲ ἐγένετο, ὃς ἔδωκε τὴν ἰδίαν ῥάβδον τῷ ἑαυτοῦ παιδὶ καὶ εἶπε δι' αὐτῆς πορευθέντα ἀναστῆσαι τὸν παῖδα τῆς Σωμανίτιδος
And if the bones of the righteous are unclean, how were the bones of Jacob and Joseph brought up from Egypt with all honor? How did a dead man, having touched the bones of Elisha, immediately rise? And if God works wonders through bones, it is plain that He can also do so through images and stones and many other things, just as happened in the case of Elisha, who gave his own staff to his servant and bade him go and raise up the child of the Shunammite by means of it.
又若義人的骸骨是不潔的,雅各和約瑟的骸骨怎會帶著一切尊榮從埃及運上來?一個死人怎會一挨著以利沙的骸骨就立刻復活?又若神能藉骸骨行神蹟,顯然祂也能藉聖像、石頭和許多別的東西行神蹟,正如在以利沙身上所發生的,他把自己的杖交給他的僕人,吩咐他拿著去,使那書念婦人的孩子復活。
1:736
Καὶ Μωσῆς ῥάβδῳ τὸν Φαραὼ ἐκόλασε καὶ θάλασσαν ἔσχισε καὶ ὕδωρ ἐγλύκανε καὶ πέτραν ἔρρηξε καὶ ὕδωρ ἐξήγαγε
And Moses with a staff chastised Pharaoh, divided the sea, sweetened the water, split the rock, and brought forth water.
摩西用一根杖懲罰法老、分開海水、使水變甜、擊裂磐石、湧出水來。
1:737
Ηὐλόγηται ξύλον, δι' οὗ γίνεται σωτηρία. Καὶ Ἐλισσαιὲ ξύλον ἐν Ἰορδάνῃ ἀπορρίψας σίδηρον ἀνήγαγε·
Blessed is the wood through which salvation comes. And Elisha, casting wood into the Jordan, brought up the iron;
那賜下救恩所藉的木頭是有福的。以利沙把木頭丟進約但河,使那斧頭浮上來;
1:738
καὶ ξύλον ζωῆς καὶ φυτὸν Σαβὲκ ἤγουν συγχωρήσεως
and there is the tree of life, and the Sabek plant, that is, of forgiveness.
又有生命樹,並那撒伯(稠密叢林)植物,就是表明赦免的。
1:739
Καὶ Μωσῆς ξύλῳ ὄφιν ὕψωσε καὶ λαὸν ἐζωοποίησε·
And Moses lifted up the serpent on wood and gave life to the people;
摩西用木頭把蛇高舉,使百姓得生;
1:740
ξύλῳ βλαστήσαντι ἐν τῇ σκηνῇ τὴν ἱερατείαν ἐκύρωσεν
by wood that budded in the tabernacle he confirmed the priesthood.
藉著那在帳幕中發了芽的木杖,他確立了祭司的職分。
1:741
Ἀλλ' ἴσως ἐρεῖς μοι, Ἰουδαῖος, ὅτι τὰ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἅπαντα θεὸς γενέσθαι προσέταξε τῷ Μωσῇ·
But perhaps you, the Jew, will say to me that all the things in the tabernacle of testimony God commanded Moses to make;
但猶太人哪,你或許會對我說,會幕中的一切都是神吩咐摩西製作的;
1:742
κἀγώ σοι λέγω, ὅτι πολλὰ καὶ ποικίλα πράγματα Σολομὼν ἐν τῷ ναῷ γλυπτὰ καὶ χωνευτὰ πεποίηκεν, ἅπερ οὐδὲ θεὸς αὐτῷ ποιῆσαι προσέταξεν οὐδὲ σκηνὴ τοῦ μαρτυρίου ταῦτα ἐκέκτητο οὔτε ναός, ὃν θεὸς τῷ Ἰεζεκιὴλ ὑπέδειξε, καὶ οὐ κατεγνώσθη ἐν τούτῳ Σολομών·
and I say to you that Solomon made many and various things in the temple, carved and cast, which God neither commanded him to make, nor did the tabernacle of testimony possess them, nor the temple which God showed to Ezekiel; and Solomon was not condemned in this;
我也對你說,所羅門在殿中製作了許多各樣雕刻和鑄造之物,這些既非神吩咐他製作,會幕中也沒有,連神指示以西結的那殿也沒有;所羅門卻不因此被定罪;
1:743
εἰς δόξαν γὰρ θεοῦ τὰς τοιαύτας μορφὰς κατεσκεύασεν, ὥσπερ δὴ καὶ ἡμεῖς
for he fashioned such forms for the glory of God—just as indeed we also do.
因為他製作這些形像乃是為神的榮耀——正如我們所行的一樣。
1:744
Εἶχες καὶ σὺ πολλὰς καὶ διαφόρους πρὸς ἀνάμνησιν θεοῦ εἰκόνας καὶ σήμαντρα, πρὶν τούτων διὰ τὴν σὴν ἀγνωμοσύνην ἐστερήθης, τουτέστι τὴν Μωσαϊκὴν ῥάβδον, τὰς θεοτύπους πλάκας, τὴν πυρένδροσον βάτον, τὴν ξηρένυδρον πέτραν, τὴν μαννοφόρον κιβωτόν, τὸ πυρένθεον θυσιαστήριον, τὸ θεώνυμον πέταλον, τὸ θεόδηλον Ἐφούδ, τὴν θεόσκιον σκηνήν·
You too had many and various images and tokens for the remembrance of God, before you were deprived of them through your own ingratitude—that is, the staff of Moses, the God-engraved tablets, the bush dewy yet aflame, the rock dry yet flowing, the manna-bearing ark, the fire-bearing altar, the God-named plate, the God-revealing ephod, the God-shadowed tabernacle;
你從前也有許多各樣的形像與標記,為著記念神,後來才因你自己的忘恩負義而被剝奪了——就是摩西的杖、神親手刻的法版、那帶火卻仍含露的荊棘、那枯乾卻仍湧水的磐石、那盛嗎哪的約櫃、那帶火的祭壇、那刻著神名的牌、那顯明神旨的以弗得、那蒙神蔭庇的帳幕;
1:745
εἰ δὲ καὶ σὺ ἅπαντα ταῦτα νυκτὸς καὶ ἡμέρας κατεσκιάζου λέγων·
and if you too were to gaze upon all these night and day, saying:
你若也晝夜瞻仰這一切,說:
1:746
Δόξα σοι, μόνος παντοκράτωρ θεός, διὰ πάντων τούτων ἐν Ἰσραὴλ θαυμάσια ποιήσας, εἰ δὲ διὰ πάντων τούτων τῶν νομικῶν, ὧν εἶχές ποτε, προσπίπτων τῷ θεῷ προσεκύνεις, ὁρᾷς, ὅτι διὰ τῶν εἰκόνων προσάγεται τῷ θεῷ προσκύνησις
“Glory to You, the only almighty God, who through all these things wrought wonders in Israel”—if through all these legal things which you once had, you fell down and worshiped God, you see that veneration is offered to God through images.
「榮耀歸與你,惟一全能的神,你藉這一切在以色列中行了奇事」——你若藉著你從前所有的這一切律法之物俯伏敬拜神,你就看出,敬拜乃是藉著形像獻給神的。
1:747
γὰρ ἀγαπῶν εἰλικρινῶς φίλον βασιλέα καὶ μάλιστα τὸν εὐεργέτην, κἂν υἱὸν αὐτοῦ θεάσηται, κἂν ῥάβδον, κἂν θρόνον, κἂν στέφανον, κἂν οἶκον, κἂν δοῦλον, κρατεῖ
For he who sincerely loves a friend or a king, and especially a benefactor, if he behold his son, or staff, or throne, or crown, or house, or servant, he takes hold of it
因為那真誠愛朋友或君王、尤其愛施恩者的人,若看見他的兒子、或杖、或寶座、或冠冕、或房屋、或僕人,便要握住它
1:748
καὶ ἀσπάζεται καὶ τιμᾷ διὰ τούτων τὸν εὐεργέτην, βασιλέα καὶ μάλιστα τὸν θεόν
and embraces and honors through these the benefactor, the king, and especially God.
並藉著這些親近、尊敬那施恩者、那君王,尤其是神。
1:749
Εἴθε γάρ, πάλιν λέγω, ἐποίησας καὶ σὺ εἰκόνας Μωσαϊκὰς καὶ προφητικὰς καὶ καθ' ἡμέραν ἐν αὐταῖς προσεκύνεις τῷ δεσπότῃ αὐτῶν θεῷ
For would, I say again, that you too had made images of Moses and the prophets and worshiped daily in them the Lord their God.
我再說,但願你也曾製作摩西和眾先知的形像,並天天藉著它們敬拜他們的主神。
1:750
Ὅταν τοίνυν ἴδῃς χριστιανῶν παῖδας προσκυνοῦντας τῷ σταυρῷ, γνῶθι, ὅτι τῷ σταυρωθέντι Χριστῷ τὴν προσκύνησιν προσάγουσι καὶ οὐ τῷ ξύλῳ
Whenever, then, you see the children of Christians worshiping the cross, know that they offer the worship to Christ who was crucified, and not to the wood.
那麼,每當你看見基督徒的兒女敬拜十字架時,要知道他們是把敬拜獻給那被釘十字架的基督,而非那木頭。
1:751
Ἐπεὶ εἰ τὴν φύσιν τοῦ ξύλου ἔσεβον, πάντως ἂν καὶ τὰ δένδρα καὶ τὰ ἄλση προσκυνεῖν εἶχον, ὥσπερ σὺ Ἰσραὴλ προσεκύνησας τούτοις ποτέ, λέγων τῷ δένδρῳ καὶ τῷ λίθῳ, ὅτι σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας
For if I revered the nature of the wood, I should surely have to worship the trees and groves also, just as you, O Israel, once worshiped these, saying to the tree and the stone, “You are my god, and you have begotten me.”
因為我若敬奉木頭的本質,那我必也得敬拜樹木和叢林,正如你,以色列啊,從前敬拜這些,對木頭和石頭說:「你是我的神,你生了我。」
1:752
Ἡμεῖς δὲ οὐχ οὕτως λέγομεν τῷ σταυρῷ οὐδὲ ταῖς μορφαῖς τῶν ἁγίων·
But we do not speak thus to the cross, nor to the forms of the saints;
但我們對十字架、對眾聖徒的形像,並不這樣說;
1:753
οὐ γὰρ θεοὶ ἡμῶν εἰσιν, ἀλλὰ βίβλοι ἀνεῳγμέναι πρὸς ἀνάμνησιν θεοῦ καὶ τιμὴν αὐτοῦ ἐν ταῖς ἐκκλησίαις προφανῶς κείμεναι καὶ προσκυνούμεναι
for they are not our gods, but open books, lying conspicuously in the churches for the remembrance of God and His honor, and venerated.
因為它們並非我們的神,乃是敞開的書卷,明顯地擺在眾教會中,為著記念神並尊崇祂,且被尊崇。
1:754
γὰρ τιμῶν τὸν μάρτυρα τὸν θεὸν τιμᾷ, μάρτυς ἐμαρτύρησεν·
For he who honors the martyr honors God, to whom the martyr bore witness;
因為尊崇殉道者的,就是尊崇神,那殉道者所為之作見證的神;
1:755
προσκυνῶν τῷ ἀποστόλῳ τοῦ Χριστοῦ τῷ ἀποστείλαντι αὐτὸν προσκυνεῖ·
he who venerates the Apostle of Christ venerates the One who sent him;
尊崇基督使徒的,就是尊崇那差他來的;
1:756
καὶ προσπίπτων τῇ μητρὶ τοῦ Χριστοῦ πρόδηλον, ὅτι τῷ υἱῷ αὐτῆς τὴν τιμὴν προσφέρει
and he who falls down before the Mother of Christ plainly offers the honor to her Son.
而俯伏在基督之母面前的,顯然是把尊榮獻給她的兒子。
1:757
Οὐδεὶς γὰρ θεός, εἰ μὴ εἷς ἐν τριάδι καὶ μονάδι γνωριζόμενός τε καὶ λατρευόμενος
For there is no God except the one who is known and served in Trinity and in Unity.
因為除了那位在三一與合一中被認識、被事奉的神以外,再沒有別神。
1:758
(Σχόλιον) Οὗτος πιστὸς ἐξηγητὴς τῶν τοῦ μακαρίου Ἐπιφανίου λόγων τοῖς ἑαυτοῦ λόγοις τὴν Κυπρίων κατακοσμήσας νῆσον οἱ ἀπὸ καρδίας λαλοῦντες
(Scholion) This man is a faithful expounder of the words of the blessed Epiphanius—he who adorned the island of the Cypriots with his own discourses—or rather, they who speak from the heart.
(旁註)這人忠實地闡釋了福哉的以皮法紐的話——就是那位用自己的講論裝飾了塞浦路斯島的人——或更該說,乃是那些發自內心說話的人。
1:759
Ἄκουε δὲ καὶ Σευηριανοῦ ἐπισκόπου Γαβάλων, οἷά φησιν
Hear also what Severian, bishop of Gabala, says.
也要聽迦巴拉主教塞維利安所說的話。
1:760
Σευηριανοῦ, ἐπισκόπου Γαβάλων, ἀπὸ λόγου τοῦ εἰς τὰ ἐγκαίνια τοῦ σταυροῦ·
Of Severian, bishop of Gabala, from the homily on the dedication of the cross:
迦巴拉主教塞維利安,論十字架奉獻的講道摘錄:
1:761
Πῶς εἰκὼν τοῦ ἐπικαταράτου ζωὴν ἤνεγκε τοῖς ἡμετέροις προγόνοις; Καὶ μετ' ὀλίγα·
How did the image of the accursed one bring life to our forefathers? And a little after:
那被咒詛之物的形像(銅蛇)怎樣把生命帶給我們的先祖?並在稍後:
1:762
Πῶς οὖν εἰκὼν τοῦ ἐπικαταράτου ἤνεγκε τῷ λαῷ ἐν συμφορᾷ χειμαζομένῳ σωτηρίαν; Ἆρα οὐκ ἦν ἀξιοπιστότερον εἰπεῖν·
How then did the image of the accursed one bring salvation to the people storm-tossed by calamity? Was it not more worthy of credence to say:
那麼,那被咒詛之物的形像,怎樣把救恩帶給那受災難所困的百姓?這樣說豈不更可信麼:
1:763
Ἐάν τις ὑμῶν δηχθῇ, βλέψει εἰς τὸν οὐρανὸν ἄνω πρὸς τὸν θεὸν καὶ σωθήσεται εἰς τὴν σκηνὴν τοῦ θεοῦ; Ἀλλὰ ταῦτα παριδὼν μόνον τοῦ σταυροῦ τὴν εἰκόνα ἔπηξεν
“If any of you be bitten, let him look up to heaven, to God, and he shall be saved,” or to the tabernacle of God? But Moses, overlooking these, set up only the image of the serpent.
「你們中間若有人被咬,就讓他舉目望天、望神,他便得救」,或望神的帳幕?但摩西卻撇開這些,單單立了那蛇的形像。
1:764
Διὰ τί οὖν ταῦτα ἐποίει Μωσῆς εἰπὼν τῷ λαῷ·
Why then did Moses do these things—he who said to the people:
那麼摩西為何行這些事呢——就是那位對百姓說:
1:765
Οὐ ποιήσεις σεαυτῷ γλυπτὸν οὐδὲ χωνευτὸν οὐδὲ πᾶν ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς; Ἀλλὰ τί ταῦτα πρὸς τὸν ἀγνώμονα φθέγγομαι; Εἰπέ, πιστότατε θεοῦ θεράπον·
“You shall not make for yourself any carved or cast thing, nor any likeness of anything that is in heaven above, or that is in the earth beneath, or that is in the waters under the earth”? But why do I utter these things to the ungrateful one? Tell me, O most faithful servant of God:
「你不可為自己雕刻或鑄造任何物件,也不可作天上、地下、地底水中任何物件的樣像」的那位摩西?但我向這忘恩之人說這些話有何用?神最忠心的僕人哪,請告訴我:
1:766
ἀπαγορεύεις, ποιεῖς; ἀνατρέπεις, κατασκευάζεις;Ὁ λέγων·
what you forbid, you do? What you overthrow, you set up? You who say:
你所禁止的,你竟去行?你所推翻的,你竟去立?你說:
1:767
Οὐ ποιήσεις γλυπτόν, τὸν χωνευθέντα βοῦν κατελάσας, σὺ ὄφιν χαλκουργεῖς; Καὶ τοῦτο οὐ λάθρᾳ, ἀλλὰ ἀναφανδὸν καὶ πᾶσι γνωστόν; Ἀλλ' ἐκεῖνα, φησίν, ἐνομοθέτησα, ἵνα ἐκκόψω τὰς ὕλας τῆς ἀσεβείας καὶ τὸν λαὸν ἀπαγάγω πάσης ἀποστασίας καὶ εἰδωλολατρείας·
“You shall not make a carved thing”—you who beat down the cast calf, do you forge a serpent of bronze? And this not in secret, but openly and known to all? “But those things,” he says, “I ordained in order to cut off the materials of impiety and lead the people away from all apostasy and idolatry;
「你不可作雕刻的物件」——你這把鑄造的牛犢搗碎的人,竟用銅鑄造一條蛇?而且這還不是暗中行的,乃是公開且眾所周知的?他說:「但那些事,我所以立為律例,乃是要剷除不虔的根由,使百姓遠離一切背道和拜偶像之事;
1:768
νυνὶ δὲ χωνεύω τὸν ὄφιν χρησίμως εἰς προτύπωσιν τῆς ἀληθείας
but now I cast the serpent profitably, as a foreshadowing of the truth.
但如今我鑄造這蛇是有益的,作為那真理的預表。
1:769
Καὶ καθάπερ σκηνὴν ἔπηξα καὶ τὰ ἐν αὐτῇ πάντα καὶ χερουβὶμ ὁμοίωμα τῶν ἀοράτων διεπέτασα εἰς τὰ ἅγια ὡς τύπον καὶ σκιὰν τῶν μελλόντων, οὕτω καὶ ὄφιν ἐστήλωσα εἰς σωτηρίαν τῷ λαῷ, ἵνα διὰ τῆς πείρας τούτων προγυμνασθῶσι τοῦ σημείου τοῦ σταυροῦ τὴν εἰκόνα καὶ τὸν ἐν αὐτῷ σωτῆρα καὶ λυτρωτήν
And just as I pitched a tabernacle and all that was in it, and spread out cherubim as a likeness of invisible things in the holy place, as a type and shadow of things to come, so also I set up a serpent for the salvation of the people, that through experience of these things they might be trained beforehand in the image of the sign of the cross, and in the Savior and Redeemer in it.”
並且正如我支搭了帳幕和其中的一切,又在聖所展開基路伯,作為不可見之物的樣像,作為將來之事的表號和影兒,照樣,我也立了一條蛇,為叫百姓得救,好使他們藉著對這些事的經歷,預先受訓,認識那十字架記號的形像,並其中的救主與救贖者。」
1:770
Καὶ ὅτι ἀψευδέστατος λόγος, ἀγαπητέ, ἄκουε τοῦ κυρίου τοῦτον βεβαιοῦντος καὶ λέγοντος·
And that this word is most truthful, beloved, hear the Lord confirming it and saying:
親愛的,這話最為真實,可聽主自己證實此事說:
1:771
Καὶ καθὼς Μωσῆς ὕψωσε τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως δεῖ ὑψωθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς πιστεύων ἐν αὐτῷ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. ( Σχόλιον) Σύνες, ὡς διὰ τὸ ἀπαγαγεῖν ἔφη τὸν λαὸν τῆς εἰδωλολατρείας εὐόλισθον καὶ ἕτοιμον ὄντα πρὸς τοῦτο μὴ ποιεῖν πᾶν ὁμοίωμα ἐνομοθέτησε, καὶ ὅτι εἰκὼν ἦν τοῦ πάθους τοῦ κυρίου ὑψωθεὶς ὄφις
“And just as Moses lifted up the serpent in the wilderness, so must the Son of Man be lifted up, that whoever believes in Him should not perish, but have eternal life.” (Scholion) Understand how it was for the sake of leading the people—slippery and prone to idolatry—away from it, that He ordained not to make any likeness, and that the serpent which was lifted up was an image of the Lord’s passion.
「摩西在曠野怎樣舉蛇,人子也必照樣被舉起來,叫一切信祂的不至滅亡,反得永生。」(旁註)要明白,神所以立例不可作任何樣像,乃是為要把那容易滑跌、慣於拜偶像的百姓引離偶像;又要明白,那被舉起的蛇乃是主受難的形像。
1:772
Ὅτι δὲ οὐ καινὸν ἐφεύρημα τὸ τῶν εἰκόνων, ἀλλὰ ἀρχαῖον καὶ τοῖς ἁγίοις καὶ ἐκκρίτοις πατράσιν ἐγνωσμένον τε καὶ εἰθισμένον, ἄκουε·
And that the matter of images is no novel invention, but ancient and known to and customary among the holy and chosen Fathers, hear:
至於聖像之事並非甚麼新奇的發明,乃是古老的,且為眾聖潔蒙揀選的教父所知、所慣行的,可聽:
1:773
Γέγραπται ἐν τῷ βίῳ Βασιλείου τοῦ μάκαρος τῷ δι' Ἑλλαδίου, τοῦ αὐτοῦ μαθητοῦ καὶ διαδόχου τῆς αὐτοῦ ἱεραρχίας, ὡς παρειστήκει ὅσιος τῇ τῆς δεσποίνης εἰκόνι, ἐν καὶ χαρακτὴρ ἐγέγραπτο Μερκουρίου τοῦ ἀοιδίμου μάρτυρος·
It is written in the Life of Basil the blessed, the one composed by Helladius, his own disciple and successor in his hierarchy, that the holy man stood before the image of the Lady, on which was also depicted the figure of Mercurius the renowned martyr;
在福哉的巴西流的傳記中(就是由他自己的門徒兼聖統繼承人赫拉狄所撰的)記載,那聖潔的人站在聖母的聖像前,那聖像上也畫著聲名遠播的殉道者麥古流的容貌;
1:774
παρειστήκει δὲ ἐξαιτῶν τὴν Ἰουλιανοῦ τοῦ ἀθεωτάτου καὶ ἀποστάτου τυράννου ἀναίρεσιν
and he stood there entreating for the slaying of Julian, the most godless and apostate tyrant.
他站在那裡懇求那最不敬虔、背道的暴君猶利安被除滅。
1:775
Ἐξ ἧς εἰκόνος ἐμυήθη ταύτης τὴν ἀποκάλυψιν·
From this image he was initiated into the revelation of it:
他從這聖像得了關乎此事的啟示:
1:776
βραχὺ ἀφανῆ τὸν μάρτυρα, μετ' οὐ πολὺ δὲ τὸ δόρυ ᾑμαγμένον κατέχοντα
the martyr for a short while disappeared, and not long after was seen holding a bloodied spear.
那殉道者短暫地消失不見,過不多時,便見他手持一桿染血的長矛。
1:777
Ἐν τῷ βίῳ Ἰωάννου τοῦ Χρυσοστόμου οὕτως αὐτολεξεὶ γέγραπται·
In the Life of John Chrysostom it is written thus, word for word:
在約翰金口的傳記中,逐字如此記載:
1:778
Ἠγάπα δὲ μακάριος Ἰωάννης τὰς ἐπιστολὰς τοῦ σοφωτάτου Παύλου ἄγαν
The blessed John loved the epistles of the most wise Paul exceedingly.
福哉的約翰極愛那最有智慧的保羅的書信。
1:779
Ἦν δὲ καὶ τὸ ἐκτύπωμα τοῦ αὐτοῦ ἀποστόλου Παύλου ἔχων ἐν εἰκόνι, ἔνθα ἀνεπαύετο διὰ τὴν τοῦ σώματος ἀσθένειαν βραχύ τι·
And he had also the likeness of the same Apostle Paul in an image, in the place where he would rest a little while on account of his bodily weakness;
他在自己因身體軟弱而稍作歇息之處,也有一幅這位使徒保羅的形像;
1:780
ἦν γὰρ πολυάγρυπνος ὑπὲρ φύσιν
for he was sleepless beyond nature.
因為他超乎本性地少眠。
1:781
Καὶ ἡνίκα διήρχετο τὰς ἐπιστολὰς αὐτοῦ, ἐνητένιζεν αὐτῇ καὶ ὡς ἐπὶ ζῶντος αὐτοῦ οὕτω προσεῖχεν αὐτῷ μακαρίζων αὐτόν, καὶ ὅλον αὑτοῦ τὸν λογισμὸν πρὸς αὐτὸν εἶχε φανταζόμενος καὶ διὰ τῆς θεωρίας αὐτῷ ὁμιλῶν
And whenever he went through his epistles, he would gaze upon it, and as if upon a living man, so he attended to him, blessing him, and held his whole mind toward him, picturing him to himself and conversing with him through contemplation.
每當他研讀他的書信時,便注視這形像,好像對著一個活人,便這樣留意他,稱頌他,並把自己全部的心思都放在他身上,在心中描摹他,藉著默觀與他交談。
1:782
Ὡς δὲ ἐπαύσατο Πρόκλος λαλῶν, ἀτενίσας τῇ εἰκόνι τοῦ ἀποστόλου καὶ θεασάμενος τὸν χαρακτῆρα αὐτοῦ ὅμοιον τοῦ ὀφθέντος αὐτῷ, βαλὼν μετάνοιαν τῷ Ἰωάννῃ, εἶπε δακτυλοδεικτῶν τὴν εἰκόνα·
And when Proclus had ceased speaking, gazing intently at the image of the Apostle and beholding his figure to be like the one who had appeared to him, he made a prostration to John and said, pointing with his finger at the image:
當普羅克魯停止說話時,他定睛凝視那使徒的形像,見其容貌與向他顯現的那一位相像,便向約翰俯伏下拜,用手指著那形像說:
1:783
Ὃν εἶδον λαλοῦντά σοι, ὅμοιός ἐστι τούτῳ·
“The one whom I saw speaking with you is like this one;
「我所看見與你說話的那位,與這一位相像;
1:784
ὡς δὲ ὑπολαμβάνω, ὅτι καὶ αὐτός ἐστιν
and as I suppose, it is even he himself.”
我猜想,甚至就是他本人。」
1:785
Ἐν τῷ τῆς ὁσίας Εὐπραξίας βίῳ τὸν δεσποτικὸν δεδεῖχθαι αὐτῇ χαρακτῆρα ἀναγέγραπται ὑπὸ τῆς προεστηκυίας τῆς ποίμνης
In the Life of the holy Eupraxia it is recorded that the Lord’s figure was shown to her by the abbess of the flock.
在聖優普拉克西亞的傳記中記載,主的容貌是由那羊群的女院長指示給她看的。
1:786
Ἐν τῷ τῆς ὁσίας Μαρίας βίῳ τῆς Αἰγυπτίας γέγραπται τῇ εἰκόνι τῆς δεσποίνης αὐτὴν εὔξασθαι καὶ ταύτην πρὸς ἐγγύην ἐξαιτήσασθαι καὶ οὕτω τυχεῖν τῆς εἰς τὸν ναὸν εἰσόδου
In the Life of holy Mary of Egypt it is written that she prayed to the image of the Lady and besought it as a surety, and so obtained entrance into the temple.
在聖埃及的馬利亞的傳記中記載,她向聖母的聖像禱告,求它作擔保,這樣便得進入聖殿。
1:787
Ἐκ τοῦ λόγου τοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως·
From the homily of Chrysostom “That the Lawgiver of the Old and the New is one,” and on the vestment of the priest:
金口的講道《新舊約的立法者乃是一位》並論祭司的衣袍摘錄:
1:788
Ἐγὼ καὶ τὴν κηρόχυτον ἠγάπησα γραφὴν εὐσεβείας πεπληρωμένην·
I too have loved the wax-poured painting, full of godliness;
我也愛那充滿敬虔、以蠟澆鑄的圖畫;
1:789
εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι ἐλαύνοντα βαρβάρων στίφη
for I beheld an angel in an image driving back the hordes of barbarians.
因我曾在一幅圖像中看見一位天使把蠻族的群眾驅退。
1:790
Εἶδον πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα·
I beheld the tribes of barbarians trampled, and David speaking truly:
我看見蠻族的眾支派被踐踏,並見大衛所說的是真的:
1:791
Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς παραβολῆς τοῦ σπόρου·
“Lord, in Your city You shall bring their image to nought.” Of the same author, from the interpretation of the parable of the sower:
「主啊,你在你的城中必使他們的形像歸於無有。」同一位作者,撒種比喻的註釋摘錄:
1:792
Ἔνδυμα βασιλικὸν ἐὰν ὑβρίσῃς, οὐ τὸν ἐνδεδυμένον ὑβρίζεις; Οὐκ οἶδας, ὅτι, ἐὰν εἰκόνα βασιλέως ὑβρίσῃς, εἰς τὸ πρωτότυπον τῆς ἀξίας φέρεις τὴν ὕβριν; Οὐκ οἶδας, ὅτι, ἐάν τις εἰκόνα τὴν ἀπὸ ξύλου καὶ ἀνδριάντος χαλκοῦ κατασύρῃ, οὐχ ὡς εἰς ἄψυχον ὕλην τολμήσας κρίνεται, ἀλλ' ὡς κατὰ βασιλέως κεχ[ρημένος τῇ ὕβρει;] Εἰκόνα δὲ ὅλως βασιλέως φέρουσα τὴν ἑαυτῆς ὕβριν εἰς βασιλέα ἀνάγει
If you insult a royal garment, do you not insult the one who wears it? Do you not know that, if you insult the image of a king, you bring the insult to bear upon the prototype of his dignity? Do you not know that, if anyone drags down an image made of wood or a statue of bronze, he is judged not as one who dared against lifeless matter, but as one who employed his insult against the king? An image of a king at all, bearing its own insult, refers it to the king.
你若侮辱君王的衣袍,豈不是侮辱那穿衣的人?你豈不知,你若侮辱君王的形像,便是把那侮辱加在他尊位的原型之上?你豈不知,若有人拆毀一個木頭做的形像或銅鑄的雕像,他受審判,並非當作膽敢冒犯無生命之物,乃是當作向君王施行侮辱?無論如何,君王的形像既承受加給它的侮辱,便把那侮辱歸到君王身上。
1:793
Τοῦ αὐτοῦ Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς Μελέτιον, ἐπίσκοπον Ἀντιοχείας καὶ μάρτυρα, λόγου καὶ εἰς τὴν σπουδὴν τῶν συνελθόντων, οὗ ἀρχή·
Of the same John Chrysostom, from the homily on Meletius, bishop of Antioch and martyr, and on the eagerness of those who had assembled, which begins:
同一位約翰金口,論安提阿主教兼殉道者梅勒丟、並論那些聚集之人的熱切的講道摘錄,其開頭為:
1:794
Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς ὀφθαλμούς, καὶ μετὰ βραχέα·
“Everywhere casting my eyes about this sacred flock…” And a little after:
「我向這神聖的羊群四處舉目觀看……」並在稍後:
1:795
Καὶ ἦν εὐσεβείας διδασκαλία τὸ γινόμενον·
And what was done was a teaching of godliness;
所行的事乃是一種敬虔的教導;
1:796
συνεχῶς γὰρ ἀναγκαζόμενοι τῆς προσηγορίας ἐκείνης μεμνῆσθαι καὶ τὸν ἅγιον ἐκεῖνον ἔχειν ἐπὶ ψυχῆς παντὸς ἀλόγου πάθους καὶ λογισμοῦ φυγαδευτήριον εἶχον τὸ ὄνομα, καὶ οὕτω πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ καὶ ἐν ἀμφόδῳ καὶ ἐν ἀγορᾷ καὶ ἐν ἀγροῖς τούτῳ πάντοθεν περιηχεῖσθαι τῷ ὀνόματι
for, being continually compelled to call that name to mind and to keep that holy man upon their soul, they had the name as a refuge from every irrational passion and thought; and this came to be so widespread that everywhere—in the streets, in the marketplace, in the fields—one was surrounded on all sides by the resounding of that name.
因為他們被不斷地激動去記念那名,並把那聖人常存在魂裡,便以那名作為逃避一切無理性之情慾和思念的避難所;這事竟如此普遍,以致無論在街市、在市場、在田間,人四面八方都被那名的回響所環繞。
1:797
Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε πόθον μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον
And it was not only toward the name that you conceived so great a longing, but also toward the very figure of his body.
並且你們所懷如此大的渴慕,不單是向著那名,也是向著他身體的容貌本身。
1:798
Ὅπερ οὖν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου
What therefore you did with his name, this also you did with his image.
所以你們怎樣對待他的名,照樣也怎樣對待他的形像。
1:799
Καὶ γὰρ ἐν δακτυλίων σφενδόναις καὶ ἐκπώμασι καὶ φιάλαις καὶ ἐν θαλάμων τοίχοις καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην ἐχάραξαν πολλοί, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾶν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν τὴν παραμυθίαν
For many engraved that holy image on the bezels of rings, and on cups, and on bowls, and on the walls of chambers, and everywhere, so that they might not only hear that holy name, but also behold everywhere the figure of his body, and have a twofold consolation for his departure.
因為許多人把那聖潔的形像刻在戒指的印面上、杯上、碗上、寢室的牆上,以及各處,好叫他們不單聽見那聖潔的名,也能在各處看見他身體的容貌,並對他的離去得著雙重的安慰。
1:800
Τοῦ αὐτοῦ εἰς τὴν προδοσίαν τοῦ Ἰούδα καὶ εἰς τὸ πάσχα καὶ εἰς παράδοσιν τῶν μυστηρίων καὶ περὶ τοῦ μὴ μνησικακεῖν·
Of the same author, on the betrayal of Judas, and on the Pascha, and on the delivering up of the mysteries, and on not bearing grudges:
同一位作者,論猶大的出賣、論逾越節、論奧祕的交付、並論不懷恨摘錄:
1:801
Καθάπερ γὰρ οἱ ζωγράφοι ἐν αὐτῷ τῷ πίνακι καὶ τὰς γραμμὰς περιέχουσι καὶ σκιογραφοῦσι καὶ τὴν ἀλήθειαν τῶν χρωμάτων ἐπιτιθέασιν, οὕτως καὶ Χριστὸς ἐποίησεν
For just as painters, on the panel itself, both trace the outlines and sketch the shadows and apply the truth of the colors, so also Christ did.
因為正如畫師在畫板上既勾勒輪廓、描出陰影,又塗上真實的彩色,照樣,基督也是如此行的。
1:802
Τοῦ ἁγίου Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων, ἐκ τῆς πρὸς πᾶσαν τὴν Ἰταλίαν ἐπιστολῆς·
Of Saint Ambrose, bishop of Milan, from his epistle to all Italy:
聖安波羅修,米蘭主教,致全意大利書信摘錄:
1:803
Τῇ νυκτὶ δὲ τῇ τρίτῃ ἐκ νηστείας μοι ἤδη καταπεπονημένου τοῦ σώματος οὐ καθεύδοντι, ἀλλ' ἐν ἐκστάσει ὄντι μετά τινος προσώπου μοι κατεφάνησαν, προσεῴκει τῷ μακαρίῳ Παύλῳ τῷ ἀποστόλῳ, αὐτῆς τῆς ἐν εἰκόσι γραφῆς τὸν αὐτοῦ χαρακτῆρα διδασκούσης σαφῶς
On the third night, when my body was already worn out from fasting, while I was not sleeping but in an ecstasy, there appeared to me, together with a certain person who resembled the blessed Apostle Paul, the very painting in images which clearly taught his figure.
在第三夜,我的身體已因禁食而疲憊,當時我並非睡著,乃是在出神的狀態中,有一個容貌酷似福哉使徒保羅的人向我顯現,連同那以圖像繪成、清楚教導他容貌的畫像。
1:804
Μαξίμου τοῦ φιλοσόφου καὶ ὁμολογητοῦ ἐκ τῶν περὶ
Of Maximus the philosopher and confessor, from the records
哲士兼信仰宣認者馬克西母,出自記錄
1:805
αὐτοῦ πεπραγμένων μεταξὺ αὐτοῦ τε καὶ Θεοδοσίου ἐπισκόπου·
of what was transacted between him and Theodosius the bishop:
關乎他與主教提阿多修之間所行之事的記錄摘錄:
1:806
Καὶ ἐπὶ τούτοις ἀνέστησαν πάντες μετὰ χαρᾶς καὶ δακρύων καὶ ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε, καὶ ἕκαστος αὐτῶν τὰ ἅγια εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς δεσποίνης ἡμῶν τῆς αὐτὸν τεκούσης παναγίας θεοτόκου ἠσπάσαντο τεθεικότες καὶ τὰς ἰδίας χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων
And upon these things all arose with joy and tears and made a prostration, and prayer was offered, and each of them kissed the holy Gospels and the precious cross and the image of our God and Savior Jesus Christ and of our Lady the all-holy Mother of God who bore Him, and set their own hands upon them in confirmation of what had been spoken.
於是眾人都歡喜流淚地起來俯伏下拜,獻上禱告,他們各人都親吻了那神聖的福音書、那寶貴的十字架、並我們的神和救主耶穌基督的聖像、以及生祂的我們的聖母——至聖的神之母——的聖像,又把自己的手按在其上,以證實所說的話。
1:807
Τοῦ ἁγιωτάτου καὶ μακαριωτάτου ἀρχιεπισκόπου Θεουπόλεως καὶ πατριάρχου Ἀναστασίου περὶ σαββάτου, καὶ πρὸς Συμεὼν ἐπίσκοπον Βόστρης·
Of the most holy and most blessed Anastasius, archbishop of Theoupolis and patriarch, concerning the Sabbath, and to Symeon, bishop of Bostra:
至聖至福的亞拿斯塔修,神城(安提阿)大主教兼宗主教,論安息日,並致波斯拉主教西面摘錄:
1:808
Ὥσπερ γὰρ ἀπόντος μὲν βασιλέως εἰκὼν αὐτοῦ ἀντ' αὐτοῦ προσκυνεῖται, παρόντος δὲ λοιπὸν αὐτοῦ περιττὸν καταλιπόντα τὸν πρωτότυπον προσκυνεῖν τὴν εἰκόνα·
For just as, when the king is absent, his image is venerated in his stead, but when he is present it is superfluous to leave the prototype and venerate the image;
因為正如君王不在時,他的形像就代他受尊崇,但君王在場時,撇下原型而去尊崇形像便是多餘的;
1:809
οὐ μήν, ἐπεὶ μὴ προσκυνεῖται διὰ τὸ παρεῖναι τὸν δι' ὃν προσκυνεῖται, ἀτιμάζεσθαι αὐτὴν ἔδει
yet not because it is not venerated, on account of the presence of the one for whose sake it is venerated, ought it therefore to be dishonored.
然而,雖因那為之受尊崇者的同在,它暫不受尊崇,卻不該因此就被輕看。
1:810
Ὥσπερ γὰρ παροινῶν εἰκόνι βασιλέως τιμωρίαν ὑφίσταται ὡς αὐτόχρημα βασιλέα ἀτιμάσας, καίτοι τῆς εἰκόνος οὐδὲν ἕτερον οὔσης ξύλον καὶ χρώματα κηρῷ μεμιγμένα καὶ κεκραμένα, τὸν αὐτὸν τρόπον τὸν τύπον τοῦδέ τινος ἀτιμάζων εἰς αὐτὸ ἐκεῖνο, οὗ τύπος ἐστίν, ἀναφέρει τὴν ὕβριν
For just as he who behaves insolently toward the image of a king undergoes punishment as having dishonored the king himself, although the image is nothing other than wood and colors mixed and blended with wax, in the same way he who dishonors the figure of some particular person refers the insult to that very one whose figure it is.
因為正如那對君王形像放肆無禮的人要受刑罰,如同他羞辱了君王本身——雖然那形像不過是木頭和摻和於蠟中的彩色——照樣,那羞辱某人容貌的,便是把那侮辱歸到那容貌所屬的本人身上。
1:811
͂, Ἐκ τοῦ Λειμωναρίου τοῦ ἁγίου πατρὸς ἡμῶν Σωφρονίου, ἀρχιεπισκόπου Ἱεροσολύμων·
From the Spiritual Meadow of our holy father Sophronius, archbishop of Jerusalem:
出自我們聖潔的父、耶路撒冷大主教索弗洛尼的《屬靈草地》:
1:812
Ἔλεγεν ἀββᾶς Θεόδωρος Αἰλιώτης, ὅτι ἦν τις ἔγκλειστος εἰς τὸ ὄρος τῶν ἐλαιῶν, ἀγωνιστὴς πάνυ·
Abba Theodore the Aeliote said that there was a certain recluse on the Mount of Olives, a great ascetic;
埃利亞人阿爸提阿多羅說,橄欖山上有一位隱士,是一位極大的苦修者;
1:813
ἐπολέμει δὲ αὐτῷ δαίμων τῆς πορνείας
and the demon of fornication warred against him.
那淫亂的鬼魔與他爭戰。
1:814
Ἐν μιᾷ οὖν, ὡς ἐπέκειτο αὐτῷ σφοδρῶς, ἤρξατο γέρων ἀποδύρεσθαι καὶ λέγειν τῷ δαίμονι·
One day, then, as it pressed hard upon him, the old man began to lament and to say to the demon:
一日,當那鬼魔猛烈逼迫他時,那老人便開始哀歎,對那鬼魔說:
1:815
Ἕως πότε οὐκ ἐνδίδως μοι; Ἀπόστα λοιπὸν ἀπ' ἐμοῦ·
“How long will you not let me be? Depart from me at last;
「你還要纏擾我到幾時呢?如今且離開我吧;
1:816
συνεγήρασάς μοι. Φαίνεται αὐτῷ δαίμων ὀφθαλμοφανῶς λέγων·
you have grown old together with me.” The demon appeared to him visibly, saying:
你已與我一同變老了。」那鬼魔便現身向他顯明,說:
1:817
Ὄμοσόν μοι, ὅτι οὐδενὶ λέγεις, μέλλω λέγειν σοι, καὶ οὐκέτι σοι πολεμῶ. Καὶ ὤμοσεν αὐτῷ γέρων, ὅτι μὰ τὸν ἐνοικοῦντα ἐν τοῖς ὑψίστοις·
“Swear to me that you will tell no one what I am about to tell you, and I will war against you no longer.” And the old man swore to him: “By Him who dwells in the highest,
「你向我起誓,必不把我要告訴你的話告訴任何人,我就不再與你爭戰。」那老人便向他起誓說:「指著那住在至高之處者,
1:818
Οὐκ εἴπω τινί, ὅπερ λέγεις μοι. Τότε λέγει αὐτῷ δαίμων·
I will tell no one what you tell me.” Then the demon said to him:
你所告訴我的,我必不告訴任何人。」那時鬼魔對他說:
1:819
Μὴ προσκυνήσῃς ταύτῃ τῇ εἰκόνι, καὶ οὐκέτι σοι πολεμῶ. Εἶχε δὲ εἰκὼν ἐκτύπωμα τὴν δέσποιναν ἡμῶν τὴν ἁγίαν Μαρίαν τὴν θεοτόκον βαστάζουσαν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν
“Do not venerate this image, and I will war against you no longer.” Now the image bore the figure of our Lady the holy Mary the Mother of God carrying our Lord Jesus Christ.
「你不要尊崇這聖像,我就不再與你爭戰。」那聖像上有我們的聖母聖馬利亞神之母懷抱我們主耶穌基督的容貌。
1:820
Λέγει ἔγκλειστος τῷ δαίμονι·
The recluse said to the demon:
那隱士對鬼魔說:
1:821
Ἄφες, σκέψομαι. Τῇ οὖν ἐπαύριον δηλοῖ τῷ ἀββᾷ Θεοδώρῳ τῷ Αἰλιώτῃ οἰκοῦντι τότε ἐν τῇ λαύρᾳ Φαράν, καὶ ἦλθε καὶ διηγεῖται ἅπαντα
“Let me be; I will consider it.” So on the next day he made it known to Abba Theodore the Aeliote, who then dwelt in the Lavra of Pharan; and he came and recounted everything.
「容我想想。」於是次日他把這事告知當時住在法蘭修道院的埃利亞人阿爸提阿多羅;他便前來,把一切都述說了。
1:822
δὲ γέρων λέγει τῷ ἐγκλείστῳ·
And the old man said to the recluse:
那老人對隱士說:
1:823
Ὄντως, ἀββᾶ, ἐνεπαίχθης, ὅτι ὤμοσας τῷ δαίμονι, πλὴν καλῶς ἐποίησας ἐξειπών
“Truly, abba, you have been mocked, in that you swore to the demon; nevertheless you did well in declaring it.
「阿爸,你實在是被戲弄了,因你向鬼魔起了誓;然而你把這事說出來是做得對的。
1:824
Συμφέρει δέ σοι μὴ ἐᾶσαι εἰς τὴν πόλιν ταύτην πορνεῖον, εἰς μὴ εἰσέρχῃ, ἵνα ἀρνήσῃ τὸ προσκυνεῖν τὸν κύριον καὶ θεὸν ἡμῶν Ἰησοῦν Χριστὸν μετὰ τῆς ἰδίας αὐτοῦ μητρός. Στηρίξας οὖν αὐτὸν καὶ ἐνδυναμώσας πλείοσι λόγοις ἀπῆλθεν εἰς τὸν ἴδιον αὐτοῦ τόπον
It is more profitable for you to leave no brothel in this city into which you do not enter, than to refuse to venerate our Lord and God Jesus Christ together with His own Mother.” So, having strengthened and encouraged him with many words, he departed to his own place.
與其拒絕尊崇我們的主神耶穌基督連同祂自己的母親,倒不如這城中沒有一家妓院是你不進去的,這對你更為有益。」於是他用許多話堅固勉勵他,便回自己的地方去了。
1:825
Φαίνεται οὖν πάλιν δαίμων τῷ ἐγκλείστῳ καὶ λέγει αὐτῷ·
The demon then appeared again to the recluse and said to him:
那鬼魔便又向隱士顯現,對他說:
1:826
Τί ἔνι, κακόγηρε; Οὐκ ὤμοσάς μοι, ὅτι οὐδενὶ λέγεις; Καὶ πῶς πάντα ἐξεῖπες τῷ ἐλθόντι πρός σε; Λέγω σοι, κακόγηρε, ὡς ἐπίορκος ἔχεις κριθῆναι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως. Ἀπεκρίθη αὐτῷ ἔγκλειστος λέγων·
“What is this, you wicked old man? Did you not swear to me that you would tell no one? And how is it that you declared everything to the one who came to you? I tell you, wicked old man, you shall be judged as a perjurer on the day of judgment.” The recluse answered him, saying:
「這算甚麼,你這惡老頭?你豈不向我起誓必不告訴任何人麼?你怎麼把一切都告訴了那來見你的人?惡老頭,我告訴你,到審判的日子,你必如背誓者一樣受審判。」那隱士回答他說:
1:827
Πλὴν τὸν ἐμὸν δεσπότην καὶ ποιητὴν ἐπιώρκησα·
“As for my having broken my oath—I broke faith against my own Master and Maker;
「至於我背了誓——我乃是對我自己的主和造物者背了信;
1:828
σοῦ δὲ οὐκ ἀκούω. ( Σχόλιον) Ὁρᾷς, ὅτι τὴν τῆς εἰκόνος προσκύνησιν τοῦ εἰκονιζομένου εἶπε, καὶ πόσον κακὸν τὸ ταύτῃ μὴ προσκυνεῖν, καὶ πῶς αὐτὸ τῆς πορνείας προετίμησεν δαίμων; Πολλῶν τοίνυν ἀνέκαθεν ἱερέων τε καὶ βασιλέων χριστιανοῖς θεόθεν δεδωρημένων σοφίᾳ τε καὶ θεοσεβείᾳ καὶ λόγῳ καὶ βίῳ διαπρεψάντων καὶ συνόδων πλείστων γεγενημένων ἁγίων καὶ θεοπνεύστων πατέρων, τί μηδεὶς ταῦτα δρᾶν ἐπεχείρησεν; Οὐκ ἀνεξόμεθα νέαν πίστιν διδάσκεσθαι
but you I do not heed.” (Scholion) Do you see that he called the veneration of the image the veneration of the one represented, and how great an evil it is not to venerate it, and how the demon preferred this even to fornication? Since, then, from of old many priests and kings have been granted by God to the Christians, men distinguished in wisdom and piety and word and life, and very many synods have been held of holy and God-inspired Fathers, why has no one attempted to do these things? We will not tolerate being taught a new faith.
但你,我卻不聽從。」(旁註)你看見他怎樣把對聖像的尊崇稱為對那被描繪者的尊崇,又看見不尊崇它是何等大的惡,以及那鬼魔怎樣連對淫亂都不如對這事看重麼?既然自古以來,神已賜給基督徒許多在智慧、敬虔、言語和生活上都卓越的祭司和君王,又有許多由聖潔、受神默示之教父所組成的會議召開過,為何無人曾試圖行這些事(指反對聖像)呢?我們絕不容讓被教導一種新的信仰。
1:829
Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, προφητικῶς ἔφη τὸ πνεῦμα τὸ ἅγιον, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ. Οὐκ ἀνεξόμεθα ἄλλοτε ἄλλα φρονεῖν καὶ καιροῖς μεταβάλλεσθαι καὶ τὴν πίστιν τοῖς ἔξωθεν γέλωτα καὶ ἄθυρμα γίνεσθαι
“For out of Zion shall go forth the Law,” the Holy Spirit said prophetically, “and the word of the Lord out of Jerusalem.” We will not tolerate thinking now one thing, now another, and changing with the times, and making our faith a laughingstock and plaything to those outside.
聖靈藉先知說:「因為訓誨必出於錫安,耶和華的言語必出於耶路撒冷。」我們絕不容讓時而這樣想、時而那樣想,隨時勢改變,使我們的信仰成為外人的笑柄和玩物。
1:830
Οὐκ ἀνεξόμεθα βασιλικῷ ὑποκύπτειν θεσπίσματι τὴν ἐκ πατέρων πειρωμένῳ ἀνατρέπειν συνήθειαν·
We will not tolerate submitting to a royal decree that attempts to overthrow the custom handed down from the Fathers;
我們絕不容讓屈服於那企圖推翻從眾教父傳下之習俗的王室諭令;
1:831
οὐ γὰρ εὐσεβῶν βασιλέων ἀνατρέπειν ἐκκλησιαστικοὺς θεσμούς
for it does not belong to godly kings to overthrow ecclesiastical ordinances.
因為推翻教會的規條並非敬虔君王所當行的。
1:832
λῃστρικὰ γὰρ τὰ βίᾳ καὶ οὐ πειθοῖ γινόμενα
For things done by force and not by persuasion are the deeds of robbers.
因為憑強暴而非憑勸服所行的事,乃是強盜的行徑。
1:833
Καὶ μάρτυς ἐν Ἐφέσῳ τὸ δεύτερον γεγενημένη σύνοδος, μέχρι δεῦρο λῃστρικὴν δεδεγμένη τὴν ἐπωνυμίαν, βασιλικῇ χειρὶ ἐκβιασθεῖσα, ὅτε Φλαβιανὸς μακάριος ἀπεκτέννυτο
And a witness is the synod that was held the second time at Ephesus, which to this day has received the appellation “robber-synod,” having been forced through by a royal hand, when the blessed Flavian was put to death.
那在以弗所召開的第二次會議便是明證,它直到如今仍被稱為「強盜會議」,乃是被王室之手強行通過的,當時福哉的弗拉維安遭了殺害。
1:834
Συνόδων ταῦτα, οὐ βασιλέων, ὡς κύριος ἔφησεν·
These things belong to synods, not to kings, as the Lord said:
這些事屬乎眾會議,而非屬乎君王,正如主所說:
1:835
Ὅπου συναχθῶσι δύο τρεῖς ἐπὶ τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Οὐ βασιλεῦσι τοῦ δεσμεῖν καὶ λύειν τὴν ἐξουσίαν δέδωκεν Χριστός, ἀλλ' ἀποστόλοις καὶ τοῖς τούτων διαδόχοις καὶ ποιμέσι καὶ διδασκάλοις
“Where two or three are gathered together in My name, there am I in the midst of them.” Christ gave the authority to bind and to loose not to kings, but to apostles and their successors and to shepherds and teachers.
「無論在哪裡,有兩三個人奉我的名聚集,那裡就有我在他們中間。」基督把捆綁和釋放的權柄賜下,不是賜給君王,乃是賜給眾使徒和他們的繼承人,並眾牧者和教師。
1:836
Κἂν ἄγγελος, φησὶ Παῦλος ἀπόστολος, εὐαγγελίσηται ὑμᾶς παρ' παρελάβετε· καὶ τὸ ἑξῆς σιωπήσομεν φειδοῖ τὴν ἐπιστροφὴν ἐκδεχόμενοι
“Even if an angel,” says Paul the Apostle, “preach a gospel to you other than that which you received…”—and what follows we will pass over in silence, awaiting their conversion in forbearance.
使徒保羅說:「就算有天使傳福音給你們,與你們所領受的不同……」——以下的話我們暫且緘默不言,存著寬容等候他們回轉。
1:837
Ἂν δὲ ἴδωμεν τὴν διαστροφὴν ἀνεπίστροφον, τότε ἐπάξομεν καὶ τὸ λειπόμενον·
But if we see the perversion unrepented of, then we will also add what remains:
但我們若看見那悖謬之事仍不悔改,那時我們也要加上其餘的話:
1:838
Εἴ τις εἰσέλθοι εἰς οἶκον, ἐν ζωγράφος τοῖς τοίχοις ἱστορίαν Μωσέως καὶ Φαραὼ ἔγραψε χρώμασιν, εἶτα ἐρωτήσει τυχὸν περὶ τῶν ὡς ἐπὶ ξηρὰν διοδευσάντων τὴν θάλασσαν·
If anyone enter a house in which a painter has portrayed on the walls in colors the history of Moses and Pharaoh, and then perhaps ask concerning those who crossed the sea as upon dry land:
若有人進入一座房屋,其中有畫師在牆上用彩色描繪了摩西和法老的事蹟,他或許要問及那些如行乾地般過海的人:
1:839
Τίνες οὗτοί εἰσιν; Τί ἐρεῖς ἐρωτώμενος; Οὐχί·
“Who are these?” what will you say when asked? Will you not say:
「這些是誰?」你被問時要怎麼說?你豈不要說:
1:840
Οἱ υἱοὶ Ἰσραήλ; Τίς ῥάβδῳ παίων τὴν θάλασσαν; Οὐχί·
“The sons of Israel”? “Who is the one striking the sea with a staff?” Will you not say:
「以色列的眾子」麼?「那用杖擊打海的是誰?」你豈不要說:
1:841
Μωσῆς; Οὕτω καί, εἴ τις τὸν Χριστὸν εἰκονίσει σταυρούμενον, καὶ ἐρωτηθῇ·
“Moses”? So too, if anyone depict Christ being crucified, and be asked:
「摩西」麼?照樣,若有人描繪基督被釘十字架,並被問道:
1:842
Τίς οὗτός ἐστιν; Χριστὸς θεός, δι' ἡμᾶς σαρκωθείς, ἐρεῖ
“Who is this?” he will say, “Christ God, who was made flesh for our sake.”
「這是誰?」他便要說:「是基督神,那為我們的緣故成了肉身的。」
1:843
Ναί, δέσποτα, προσ κυνῶ πάντα τὰ σὰ καὶ πόθῳ ἐκκαεῖ περιπτύσσομαι, τὴν θεότητα, τὴν δύναμιν, τὴν ἀγαθότητα, τὸν περὶ ἐμὲ ἔλεον, τὴν συγκατάβασιν, τὴν σάρκωσιν, τὴν σάρκα
Yes, Master, I venerate all that is Yours and embrace it with burning longing—Your Godhead, Your power, Your goodness, Your mercy toward me, Your condescension, Your incarnation, Your flesh.
是的,主啊,我尊崇一切屬你的,並以火熱的渴慕擁抱它——你的神性、你的大能、你的良善、你向我所施的憐憫、你的俯就、你的道成肉身、你的肉身。
1:844
Καὶ ὥσπερ ἅψασθαι σιδήρου πεπυρακτωμένου δέδοικα οὐ διὰ τὴν τοῦ σιδήρου φύσιν, ἀλλὰ διὰ τὸ ἡνωμένον αὐτῷ πῦρ, οὕτω τὴν σάρκα τὴν σὴν προσκυνῶ οὐ διὰ τὴν τῆς σαρκὸς φύσιν, ἀλλὰ διὰ τὴν καθ' ὑπόστασιν ἡνωμένην αὐτῇ θεότητα
And just as I fear to touch red-hot iron—not because of the nature of the iron, but because of the fire united to it—so I venerate Your flesh, not because of the nature of the flesh, but because of the Godhead united to it hypostatically.
並且正如我懼怕觸摸燒紅的鐵——不是因鐵的本質,乃是因與它聯合的火——照樣,我尊崇你的肉身,不是因肉身的本質,乃是因那按位格與它聯合的神性。
1:845
Τίς εἶδε θάνατον προσκυνούμενον, τίς πάθη σεπτά; Ἀλλ' ὄντως προσκυνοῦμεν τὸν τοῦ θεοῦ μου σωματικὸν θάνατον καὶ τὰ σωτήρια πάθη, προσκυνοῦμέν σου τὴν εἰκόνα·
Who ever saw death venerated, or sufferings held sacred? Yet truly we venerate the bodily death of my God and His saving sufferings; we venerate Your image;
誰曾見過死亡被尊崇,或苦難被視為神聖?然而我們確實尊崇我神肉身的死和祂拯救的苦難;我們尊崇你的聖像;
1:846
πάντα τὰ σὰ προσκυνοῦμεν, τοὺς θεράποντας, τοὺς φίλους καὶ πρὸ τούτων τὴν μητέρα τὴν θεοτόκον
all that is Yours we venerate—the servants, the friends, and before these the Mother, the Mother of God.
一切屬你的,我們都尊崇——那些僕人、那些朋友,並在這些之先,那位母親,神之母。
1:847
Διὸ δυσωπῶ τὸν τοῦ θεοῦ λαόν, τὸ ἔθνος τὸ ἅγιον, τῶν ἐκκλησιαστικῶν ἀνθέξεσθαι παραδόσεων·
Therefore I entreat the people of God, the holy nation, to hold fast to the ecclesiastical traditions;
因此我懇求神的子民、那聖潔的國度,要持守眾教會的傳統;
1:848
γὰρ κατὰ μικρὸν τῶν παραδεδομένων ἀφαίρεσις ὡς ἐξ οἰκοδομῆς λίθων θᾶττον ἅπασαν τὴν οἰκοδομὴν καταρρήγνυσιν
for the gradual removal of the things handed down, as of stones from a building, quickly brings down the whole edifice.
因為漸漸除去那些傳下之物,正如從建築中抽走石頭,必速速使整座建築傾倒。
1:849
Εἴη δὲ ἡμᾶς ἑδραίους, ἀκαμπεῖς, ἀκλονήτους διαμένειν, ἐπὶ πέτραν ὀχυρὰν ἐστηριγμένους, ἥτις ἐστὶν Χριστός, πρέπει δόξα, τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ πνεύματι νῦν τε καὶ ἀεὶ καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων
And may we remain steadfast, unbending, unshaken, established upon the firm rock, which is Christ, to whom belong glory, honor, and veneration, together with the Father and the Spirit, now and ever and unto the unending ages of ages.
願我們存留得堅定、不屈、不動搖,立在那穩固的磐石上,這磐石就是基督,願榮耀、尊貴和敬拜歸與祂,並歸與父和聖靈,從今直到永永遠遠,世世無盡。
1:850
Ἐκ τῆς Φιλοθέου ἱστορίας Θεοδωρήτου, ἐπισκόπου Κύρου, εἰς τὸν βίον τοῦ ἁγίου Συμεῶνος τοῦ Κιονίτου·
From the Religious History (Philotheos) of Theodoret, bishop of Cyrus, in the Life of Saint Symeon the Stylite:
出自居魯主教提阿多勒的《虔信史》(《愛神者》),論柱頂聖人西面的傳記:
1:851
Περὶ γὰρ Ἰταλίας περιττόν ἐστι καὶ λέγειν
For concerning Italy it is even superfluous to speak.
至於意大利,甚至無須贅言。
1:852
Φασὶ γὰρ οὕτως ἐν Ῥώμῃ τῇ μεγίστῃ πολυθρύλλητον γενέσθαι τὸν ἄνδρα, ὡς ἐν ἅπασι τοῖς τῶν ἐργαστηρίων προπυλαίοις εἰκόνας αὐτῷ βραχείας ἀναστῆσαι, φυλακήν τινα σφίσιν αὐτοῖς καὶ ἀσφάλειαν ἐντεῦθεν πορίζοντας
For they say that the man became so renowned in great Rome that they set up small images of him at the entrances of all the workshops, thereby procuring for themselves a kind of protection and safety.
因為據說那人在大羅馬城變得如此聲名遠播,以致人在所有作坊的門廊上都為他立了小像,藉此為自己謀得某種保護與平安。
1:853
Τοῦ ἁγίου Βασιλείου ἐκ τῆς εἰς τὸν Ἡσαΐαν ἑρμηνείας·
Of Saint Basil, from the interpretation of Isaiah:
聖巴西流,以賽亞書註釋摘錄:
1:854
Ἐπειδὴ εἶδε τὸν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, μὴ δυνάμενος εἰς θεὸν τραπῆναι, εἰς τὴν εἰκόνα τοῦ θεοῦ τὴν ἑαυτοῦ πονηρίαν ἐκένωσεν·
Since he (the devil) saw man to be according to the image and likeness of God, being unable to turn against God, he poured out his own wickedness against the image of God;
因那(魔鬼)見人是照神的形像和樣式造的,牠既無法攻擊神,便把牠自己的惡毒傾洩在神的形像之上;
1:855
ὥσπερ εἴ τις ἄνθρωπος ὀργιζόμενος τὴν εἰκόνα λιθάζοι, ἐπειδὴ τὸν βασιλέα οὐ δύναται, τὸ ξύλον τύπτων τὸ τὴν μίμησιν ἔχον
just as if a man in anger should stone the image, since he cannot the king, striking the wood that bears the likeness.
正如一個發怒的人,因不能傷及君王,便用石頭打那形像,擊打那承載著相似容貌的木頭。
1:856
(Σχόλιον) Οὕτω καὶ πᾶς τιμῶν τὴν εἰκόνα τὸ ἀρχέτυπον δηλονότι τιμᾷ
(Scholion) So too everyone who honors the image plainly honors the archetype.
(旁註)照樣,凡尊崇形像的,顯然就是尊崇那原型。
1:857
Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας·
Of the same author, from the same interpretation:
同一位作者,同一註釋摘錄:
1:858
Ὥσπερ γὰρ βασιλικὴν εἰκόνα καθυβρίσας ὡς εἰς αὐτὸν ἐξαμαρτήσας τὸν βασιλέα κρίνεται, οὕτω δηλονότι ὑπόδικός ἐστι τῇ ἁμαρτίᾳ τὸν κατ' εἰκόνα γεγενημένον καθυβρίζων
For just as he who insults a royal image is judged as having sinned against the king himself, so plainly he who insults the one made according to the image is liable to sin.
因為正如那侮辱君王形像的,要被審判為得罪了君王本身,照樣,那侮辱按神形像受造之人的,顯然要擔負罪責。
1:859
Τοῦ ἁγίου Ἀθανασίου ἐκ τῶν γραφέντων ἑκατὸν κεφαλαίων πρὸς Ἀντίοχον τὸν ἄρχοντα κατὰ πεῦσιν καὶ ἀπόκρισιν κεφάλαιον ληʹ·
Of Saint Athanasius, from the hundred chapters written to Antiochus the magistrate, by question and answer, chapter thirty-eight:
聖亞他那修,致官長安提阿庫,以問答方式所寫的一百章中,第三十八章摘錄:
1:860
Οὐχ ὡς θεοὺς τὰς εἰκόνας προσκυνοῦμεν οἱ πιστοί, μὴ γένοιτο, ὥσπερ οἱ Ἕλληνες, ἀλλὰ τὴν σχέσιν μόνον καὶ τὸν πόθον τῆς ἡμῶν ἀγάπης πρὸς τὸν χαρακτῆρα τοῦ προσώπου τῆς εἰκόνος ἐμφανίζοντες
We the faithful do not venerate the images as gods—far be it!—as the pagans do, but only displaying the disposition and the longing of our love toward the figure of the face in the image.
我們信徒並不像外邦人那樣把聖像當作神來尊崇——斷乎不可——乃是單單向著聖像中那臉的容貌,表明我們愛的傾向與渴慕。
1:861
Ὅθεν πολλάκις τοῦ χαρακτῆρος λεανθέντος ὡς ξύλον λοιπὸν ἀργὸν τήν ποτε εἰκόνα κατακαίομεν
Hence often, when the figure has been worn away, we then burn what was once an image, like useless wood.
因此,當那容貌磨損了的時候,我們往往就把那曾是聖像之物當作無用的木頭燒掉。
1:862
Ὥσπερ οὖν Ἰακὼβ μέλλων τελευτᾶν ἐπὶ τὸ
Just, therefore, as Jacob, when about to die, worshiped upon
那麼,正如雅各臨終時,扶著
1:863
ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσὴφ προσεκύνησεν, οὐ τὴν ῥάβδον τιμῶν, ἀλλὰ τὸν ταύτην κατέχοντα, οὕτως οἱ πιστοὶ οὐ δι' ἕτερόν τινα τρόπον τὰς εἰκόνας ἀσπαζόμεθα, ὥσπερ καὶ τὰ τέκνα ἡμῶν καὶ πατέρας πολλάκις καταφιλοῦντες, ἀλλ' ἵνα τὸν πόθον τῆς ἡμετέρας ψυχῆς ἐμφανίσωμεν·
the top of Joseph’s staff—not honoring the staff, but the one who held it—so we the faithful kiss the images for no other reason than as, when we often kiss our children and parents, in order to display the longing of our soul;
約瑟杖的頭敬拜——不是尊崇那杖,乃是尊崇那持杖的人——照樣,我們信徒親吻聖像,無非是如同我們常親吻自己的兒女和父母一樣,為要表明我們魂裡的渴慕;
1:864
ὥσπερ γὰρ καὶ Ἰουδαῖος τὰς τοῦ νόμου ποτὲ πλάκας καὶ τὰ δύο χερουβὶμ τὰ χρυσᾶ καὶ γλυπτὰ προσεκύνει οὐ τιμῶν τὴν τοῦ λίθου καὶ χρυσίου φύσιν, ἀλλὰ τὸν ταῦτα ἐπιτρέψαντα κύριον
for just as the Jew also once worshiped the tablets of the Law and the two cherubim, of gold and carved, not honoring the nature of the stone and the gold, but the Lord who had ordained these things.
因為正如猶太人從前也敬拜律法的法版和那兩個金的、雕刻的基路伯,不是尊崇石頭和金子的本質,乃是尊崇那吩咐造這些之物的主。
1:865
Τοῦ Χρυσοστόμου εἰς τὸν τρίτον ψαλμὸν εἰς Δαυὶδ καὶ Ἀβεσσαλώμ·
Of Chrysostom, on the third psalm, concerning David and Absalom:
金口,論第三篇詩篇,關乎大衛和押沙龍摘錄:
1:866
Ἐπινικίους μὲν ἀνδριάντας οἱ βασιλεῖς τοῖς στρατηγοῖς νικήσασιν ἀνατιθέασι, νικηφόρους δέ τινας στήλας ἐπεγείρουσιν ἄρχοντες ἡνιόχοις καὶ ἀθληταῖς καὶ τῷ ἐπιγράμματι ὡς στέμματι κήρυκα τῆς νίκης τὴν ὕλην ἐργάζονται
Kings set up triumphal statues to generals who have conquered, and rulers raise up certain victory-monuments to charioteers and athletes, and by the inscription, as by a crown, they make the material a herald of the victory.
君王為得勝的將軍立凱旋的雕像,掌權者為車夫和競技者豎立得勝的石碑,並藉著碑文,如同冠冕一般,使那材料成為勝利的傳令官。
1:867
Ἄλλοι πάλιν ἐν βίβλοις καὶ γράμμασι τοὺς ἐπαίνους τοῖς νικηταῖς γράφουσι τὴν αὐτῶν ἐν τῷ ἐπαίνῳ δύναμιν ἰσχυροτέραν τῶν ἐπαινουμένων δεῖξαι θέλοντες
Others again write the praises of the victors in books and writings, wishing to show the power of their praise to be stronger than those being praised.
又有別人在書卷和文字中寫下對得勝者的稱讚,要顯明他們在稱讚中的能力勝過那些被稱讚的人。
1:868
Καὶ λογογράφοι καὶ ζωγράφοι καὶ λιθογλύπται καὶ δῆμοι καὶ ἄρχοντες καὶ πόλεις καὶ χῶραι τοὺς νικητὰς θαυμάζουσιν
And writers and painters and stone-carvers and peoples and rulers and cities and lands all marvel at the victors.
史家、畫師、石匠、眾百姓、掌權者、城邑、地方,都驚嘆那些得勝者。
1:869
Οὐδεὶς δὲ φεύγοντος καὶ μὴ πολεμήσαντος εἰκόνας ἔγραψεν
But no one has ever painted images of one who fled and did not fight.
但從來沒有人為一個逃跑、不曾爭戰的人畫像。
1:870
Τοῦ ἁγίου Κυρίλλου Ἀλεξανδρείας ἐκ τοῦ προσφωνητικοῦ πρὸς τὸν βασιλέα Θεοδόσιον·
Of Saint Cyril of Alexandria, from the address to the emperor Theodosius:
聖區利羅,亞歷山大的,致提阿多修皇帝的進言摘錄:
1:871
Αἱ δὲ εἰκόνες ὥσπερ τὰ ἀρχέτυπα·
The images are as it were the archetypes;
那些形像彷彿就是那些原型;
1:872
δεῖ γὰρ οὕτως αὐτὰς καὶ οὐχ ἑτέρως ἔχειν
for they must be thus and not otherwise.
因為它們必須是這樣,而非別樣。
1:873
Τοῦ αὐτοῦ ἐκ τῶν Θησαυρῶν·
Of the same author, from the Thesauri (Treasures):
同一位作者,《寶庫》摘錄:
1:874
Αἱ γὰρ εἰκόνες ἀεὶ πρὸς τὰ ἀρχέτυπα τὴν ἐμφέρειαν ἔχουσιν
For the images always bear a resemblance to the archetypes.
因為那些形像總是與那些原型有相似之處。
1:875
Τοῦ αὐτοῦ ἐκ τοῦ πονήματος τοῦ Ὅτι διὰ πάσης τῆς Μωσέως γραφῆς τὸ τοῦ Χριστοῦ μυστήριον ἐνσημαίνεται, περὶ τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδέκ, ἕκτον κεφάλαιον·
Of the same author, from the work “That throughout the whole writing of Moses the mystery of Christ is signified,” concerning Abraham and Melchizedek, chapter six:
同一位作者,論著《摩西全部著作中皆表明基督的奧祕》,關乎亞伯拉罕和麥基洗德,第六章摘錄:
1:876
Δέον μοι τὰς εἰκόνας γράφεσθαι πρὸς τὰ ἀρχέτυπα
It behooves me to paint the images after the archetypes.
我理當照著那些原型繪製那些形像。
1:877
Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου βʹ·
Of Saint Gregory of Nazianzus, from the second oration on the Son:
聖貴格利,拿先斯的,論子的第二篇講論摘錄:
1:878
Αὕτη γὰρ εἰκόνος φύσις, μίμημα εἶναι τοῦ ἀρχετύπου καὶ οὗ λέγεται
For this is the nature of an image—to be an imitation of the archetype and of that whose image it is said to be.
因為這就是形像的本性——乃是那原型、那被稱為其形像之物的模仿。
1:879
Τοῦ Χρυσοστόμου ἐκ τοῦ πρὸς Κολασσαεῖς λόγου γʹ·
Of Chrysostom, from the third oration to the Colossians:
金口,論歌羅西書的第三篇講論摘錄:
1:880
τοῦ ἀοράτου εἰκὼν καὶ αὕτη ἀόρατος, ἐπεὶ οὐδ' ἂν εἰκὼν εἴη·
The image of the invisible is itself also invisible, since otherwise it would not be an image;
那不可見者的形像(指子)自己也是不可見的,否則它就不能是形像;
1:881
τὴν γὰρ εἰκόνα, καθώς ἐστιν εἰκών, καὶ παρ' ἡμῖν ἀπαράλλακτον δεῖ εἶναι, οἷον τὸν χαρακτῆρα καὶ τῆς ὁμοιώσεως
for the image, inasmuch as it is an image, must even among us be unvarying, namely in the figure and the likeness.
因為形像,既是形像,甚至在我們中間也必須是毫無差異的,就是在容貌和相似上。
1:882
Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἑβραίους ἑρμηνείας ἐπιστολῆς, κεφάλαιον ιζʹ·
Of the same author, from the interpretation of the Epistle to the Hebrews, chapter seventeen:
同一位作者,希伯來書註釋,第十七章摘錄:
1:883
Ὥσπερ ἐπὶ τῶν εἰκόνων τύπον ἔχει τοῦ ἀνθρώπου εἰκών, οὐχὶ τὴν ἰσχύν·
Just as in the case of images the image bears the figure of the man, but not the power;
正如就形像而論,形像承載著那人的容貌,卻不承載其能力;
1:884
ὥστε τὸ ἀληθὲς καὶ τύπος κοινωνοῦσιν ἀλλήλοις·
so that the reality and the figure have communion with one another.
以致那實體與那容貌彼此相通。
1:885
Εὐσεβίου τοῦ Παμφίλου ἐκ τῆς πέμπτης βίβλου τῶν ἐν εὐαγγελίοις ἀποδείξεων εἰς τὸ Ὤφθη θεὸς τῷ Ἀβραὰμ παρὰ τῇ δρυῒ τῇ Μαμβρῆ·
Of Eusebius Pamphili, from the fifth book of the Demonstrations in the Gospels, on the text “God appeared to Abraham by the oak of Mamre”:
潘斐路的優西比烏,《福音的明證》第五卷,論「神在幔利的橡樹那裡向亞伯拉罕顯現」一節摘錄:
1:886
Ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς παλαιοῖς πλησιοχώροις ὡς ἂν θεῖος τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται καὶ θεωρεῖται εἰς δεῦρο διαμένουσα τερέβινθος οἵ τε τῷ Ἀβραὰμ ἐπιξενωθέντες ἐπὶ γραφῆς ἀνακείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ κρείττων ὑπερέχων τῇ τιμῇ
Whence even now among the ancient neighboring inhabitants, as a divine place, in honor of those who appeared there to Abraham, it is held in religious veneration; and to this day there remains the terebinth-tree, and those who were entertained as guests by Abraham are depicted in a painting reclining, two on either side, and in the middle the superior one excelling them in honor.
因此直到如今,鄰近的古老居民仍把此地當作神聖之處,為紀念那些在此向亞伯拉罕顯現的,存著宗教的敬意;那棵篤耨香樹直到如今猶存,而那些作亞伯拉罕賓客的,被畫在一幅圖畫上斜倚著,兩位分坐兩旁,中間那位較尊者在尊榮上超過他們。
1:887
Εἴη δ' ἂν δεδηλωμένος ἡμῖν κύριος αὐτός, ἡμέτερος σωτήρ, ὃν καὶ οἱ ἀγνοοῦντες σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι
And this would be the Lord Himself, made known to us, our Savior, whom even those who do not know Him revere, putting their faith in the divine oracles.
這位想必就是那向我們顯明的主自己,我們的救主,連那些不認識祂的人也敬畏祂,因他們信服那些屬神的話。
1:888
Οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπινον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραάμ, ὅστις ἦν, ἑαυτὸν ἐξέφηνε καὶ τὴν τοῦ πατρὸς αὐτῷ παρεδίδου γνῶσιν
This very One, then, sowing the seeds of godliness among men out of that time, putting on human form and shape, revealed Himself to the God-loving forefather Abraham, as to who He was, and delivered to him the knowledge of the Father.
那麼,正是這位,從那時起便在人間撒下敬虔的種子,取了人的形態與樣式,向那愛神的先祖亞伯拉罕顯明祂自己是誰,並把對父的認識傳給他。
1:889
Ἐκ τῆς χρονογραφίας Ἰωάννου Ἀντιοχείας τοῦ καὶ Μαλάλα περὶ τῆς αἱμορροούσης καί, ἧς ἐποίησε τῷ σωτῆρι Χριστῷ, στήλης·
From the chronography of John of Antioch, also called Malalas, concerning the woman with the issue of blood and the statue she made for the Savior Christ:
出自安提阿的約翰(又名馬拉拉)的編年史,關乎那患血漏的婦人,並她為救主基督所立之像:
1:890
Ἀπὸ τότε καὶ βαπτιστὴς Ἰωάννης δῆλος ἐγένετο τοῖς ἀνθρώποις·
From that time also John the Baptist became manifest to men;
從那時起,施洗約翰也向眾人顯明出來;
1:891
καὶ ἀπέτεμεν αὐτὸν Ἡρῴδης τοπάρχης εἰς τὸ βασίλειον τῆς Τραχωνίτιδος χώρας, ἐν Σεβαστῇ τῇ πόλει, πρὸ ὀκτὼ Καλανδῶν Ἰουνίων ἐν ὑπατείᾳ Φλάκκωνος καὶ Ῥουφίνου
and Herod the tetrarch beheaded him in the palace of the region of Trachonitis, in the city of Sebaste, on the eighth day before the Kalends of June, in the consulship of Flaccus and Rufinus.
特拉可尼地區的分封王希律在塞巴斯特城的王宮中把他斬首,時在六月朔日前第八日,正當弗拉庫和魯非努執政之年。
1:892
Διὰ τοῦτο λυπούμενος Ἡρῴδης βασιλεὺς Φιλίππου ἀνῆλθεν ἀπὸ τῆς Ἰουδαίας
On account of this, Herod the king, the son of Philip, being grieved, went up from Judea.
因這緣故,那作王的希律,腓力的兒子,心中憂愁,便從猶太上去。
1:893
Καὶ προσῆλθεν αὐτῷ γυνή τις εὔπορος, οἰκοῦσα τὴν αὐτὴν Πανεάδα πόλιν, ὀνόματι Βερνίκη, βουλομένη ὡς ἰαθεῖσα ὑπὸ τοῦ Ἰησοῦ στήλην αὐτῷ ἀναστῆσαι
And there came to him a certain wealthy woman, dwelling in the same city of Paneas, named Bernice, who, having been healed by Jesus, desired to set up a statue to Him.
有一個富足的婦人,住在同一座帕尼亞城,名叫伯尼基,前來見他;她曾蒙耶穌醫治,便想為祂立一座像。
1:894
Καὶ μὴ τολμῶσα δίχα βασιλικῆς κελεύσεως τοῦτο ποιῆσαι δέησιν δέδωκε τῷ βασιλεῖ Ἡρῴδῃ αἰτοῦσα στήλην χρυσῆν τῷ σωτῆρι Χριστῷ ἐν τῇ αὐτῆς πόλει στῆσαι
And not daring to do this without royal permission, she submitted a petition to King Herod, requesting to set up a golden statue to the Savior Christ in her city.
她不敢未經王的准許就行此事,便向希律王呈上一份請願書,求准在她城中為救主基督立一座金像。
1:895
Σεβαστῷ Ἡρῴδῃ, τοπάρχῃ καὶ θεσμοθέτῃ Ἰουδαίων τε καὶ Ἑλλήνων, βασιλεῖ Τραχωνίτιδος, δέησις καὶ
“To the august Herod, tetrarch and lawgiver of both Jews and Greeks, king of Trachonitis: a petition and
「上呈尊貴的希律,猶太人和希臘人的分封王兼立法者,特拉可尼之王:謹陳請願與
1:896
ἱκεσία παρὰ Βερνίκης ἀξιωματικῆς πόλεως Πανεάδος
supplication from Bernice, a woman of rank of the city of Paneas.
懇求,乃帕尼亞城有身分的婦人伯尼基所上。
1:897
Δικαιοσύνη καὶ φιλανθρωπία καὶ τὰ λοιπὰ τῶν ἀρετῶν περιστέφουσι τὴν ὑμετέραν κορυφήν
Righteousness and loving-kindness and the rest of the virtues crown your head.
公義、慈愛並其餘諸般美德環繞你的頭頂為冠。
1:898
Ὅθεν κἀγὼ τοῦτο εἰδυῖα <ἧκον> σὺν ἀγαθαῖς ταῖς ἐλπίσι πάντων τῶν τευξομένων·
Wherefore I too, knowing this, have come with good hopes, like all who shall obtain their requests;
因此我既知道這事,便如一切將得所求的人一樣,懷著美好的盼望前來;
1:899
ἥτις τοῦ παρόντος προοιμίου κρηπίς·
and this is the foundation of the present preamble;
這就是現今這篇引言的根基;
1:900
προϊὼν γάρ σε λόγος διδάξει
for as it proceeds, the discourse will instruct you.”
因為這篇陳辭往下進行時,必教導你。」
1:901
Ἐκ παίδων ληφθεῖσα πάθη αἱμορροίας ὀχετῶν εἰς ἰατροὺς ἀναλώσασά μου τὸν βίον καὶ πλοῦτον ἴασιν οὐχ εὗρον
From childhood I was afflicted with suffering, with flowing streams of hemorrhage, and I spent my livelihood and wealth on physicians, yet found no cure.
我自幼便患病,血漏如流不止,為了求醫耗盡了我的家業與財富,卻找不到醫治。
1:902
Ἀκηκουῖα δὲ τοῦ θαυμαζομένου Χριστοῦ τὰ ἰάματα, ὡς νεκροὺς ἐξανίστησι, πάλιν εἰς φῶς ἕλκων καὶ δαίμονας ἐκ βροτῶν ἀπελαύνων καὶ πάντας τοὺς ἐν νόσῳ μαραινομένους λόγῳ θεραπεύων, κἀγὼ πρὸς αὐτὸν ὡς πρὸς θεὸν ἔδραμον
But having heard of the healings of the wondrous Christ—how He raises the dead and draws them back into the light, drives demons out of mortals, and by a word heals all who waste away in sickness—I too ran to Him as to God.
但我聽見那令人驚奇的基督所行的醫治--祂如何使死人復活、重新引他們進入光明,從世人身上趕出鬼魔,又用一句話醫治一切因病衰殘的人--我便如同奔向神一般奔向祂。
1:903
Καὶ προσεσχηκυῖα τῷ περιέχοντι αὐτὸν πλήθει, δειλιάσασα, μὴ τὸν ἐκ τοῦ πάθους μολυσμὸν ἀποστρεφόμενος ὀργισθῇ κατ' ἐμοῦ καὶ πλείων μοι ἐπέλθῃ πληγὴ τῆς νόσου, καθ' ἑαυτὴν ἐλογισάμην, ὅτι, ἐὰν δυνηθείην ἅψασθαι τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, σωθήσομαι
And drawing near to the crowd that surrounded Him, I was afraid that He might be repelled by the defilement of my affliction and grow angry with me, and that the blow of my disease might come upon me even more; so I reasoned within myself that if I could but touch the hem of His garment, I would be made well.
我走近圍繞著祂的人群,卻心生懼怕,恐怕祂厭惡我因病而來的污穢,向我發怒,使我疾病的擊打更加沉重;於是我心裡盤算:我若能摸到祂衣裳的繸子,就必得醫治。
1:904
Οὗ καὶ ἁψαμένη καὶ σταθείσης μου τῆς πηγῆς τοῦ αἵματος γέγονα παραχρῆμα ὑγιής
And when I had touched it, and the fountain of my blood was stopped, I immediately became well.
我一摸著,血漏的源頭就止住了,我立刻得了痊愈。
1:905
Αὐτὸς δὲ μᾶλλον ὡς προγνοὺς τῆς ἐμῆς καρδίας τὰ βουλεύματα ἀνέκραξε·
But He, as one who knew beforehand the counsels of my heart, cried out:
但祂,彷彿早已洞悉我心中的籌算,便高聲說道:
1:906
Τίς μου ἥψατο; Δύναμις ἀπ' ἐμοῦ ἐξῆλθεν. Ἐγὼ οὖν ὠχριάσασα καὶ στένουσα, τὴν νόσον θρασυτέραν ἀποστρέφειν ἐπ' ἐμὲ λογιζομένη, προσπεσοῦσα αὐτῷ τὴν γῆν ἐπλήρωσα δακρύων, τὴν τόλμαν ἐξειποῦσα
“Who touched Me? Power has gone out from Me.” Then I, growing pale and trembling, thinking that the disease would return upon me yet more fiercely, fell down before Him, filled the ground with my tears, and confessed my boldness.
「誰摸了我?有能力從我身上出去了。」於是我臉色發白、戰兢不已,以為疾病會更兇猛地重臨我身,便俯伏在祂面前,淚水灑滿了地面,承認了我的冒昧。
1:907
Αὐτὸς δὲ ὡς ἀγαθὸς σπλαγχνισθεὶς ἐπ' ἐμοὶ ἐπεσφράγιζέ μου τὴν ἴασιν εἰρηκώς·
But He, being good, was moved with compassion for me and set His seal upon my healing, saying:
但祂滿有良善,憐憫了我,並印證了我的醫治,說道:
1:908
Θάρσει, θύγατερ, πίστις σου σέσωκέ σε·
“Take courage, daughter; your faith has made you well;
「女兒,放心吧!你的信救了你;
1:909
πορεύου εἰς εἰρήνην. Οὕτω καὶ ὑμεῖς, σεβαστοί, τὴν δέησιν τῇ δεομένῃ ἀξίαν παράσχετε. δὲ βασιλεὺς Ἡρῴδης ἀκηκοὼς ταῦτα διὰ τῆς δεήσεως ἐξεπλάγη τὸ θαῦμα καὶ φοβηθεὶς τὸ μυστήριον τῆς ἰάσεως εἶπεν·
go in peace.” So you too, most honorable ones, grant a worthy answer to her who entreats. And King Herod, having heard these things through her petition, was amazed at the miracle, and fearing the mystery of the healing, said:
平平安安地去吧。」所以,諸位尊貴的人哪,你們也當向這懇求的婦人施予相稱的應允。希律王藉著她的陳情聽見這些事,便驚奇於這神蹟,又因這醫治的奧祕而生敬畏,說道:
1:910
εἰς σὲ γενομένη ἴασις, γύναι, μείζονος στήλης ἐστὶν ἀξία
“The healing that has come upon you, O woman, is worthy of a greater monument.
「婦人哪,臨到你身上的這醫治,配得更大的紀念碑。
1:911
Πορευθεῖσα τοίνυν, οἵαν βούλει, ἀνάστησον αὐτῷ στήλην δοξάζουσα τὸν ἰασάμενον. Καὶ εὐθέως αὐτὴ Βερνίκη πρῴην αἱμορροοῦσα ἐν μέσῳ τῆς ἰδίας αὐτῆς πόλεως Πανεάδος ἀνέστησε τῷ κυρίῳ καὶ θεῷ στήλην χαλκῆν ἐκ χαλκοῦ θερμηλάτου μίξασα χρυσὸν καὶ ἄργυρον
Go therefore and set up for Him whatever monument you wish, glorifying the One who healed you.” And straightway Bernice herself, who had formerly suffered the issue of blood, set up in the midst of her own city of Paneas a bronze monument to the Lord and God, made of hammer-wrought bronze mingled with gold and silver.
所以你去吧,隨你的心意為祂立一座紀念碑,榮耀那醫治你的主。」於是那從前患血漏的婦人貝爾尼克(Bernice),立刻在她本城帕尼亞斯(Paneas)的城中,為主、為神立了一座銅像,是用鍛打的青銅摻和金銀製成的。
1:912
Ἥτις στήλη μένει ἐν Πανεάδι τῇ πόλει ἕως νῦν, οὐ πρὸ πολλοῦ χρόνου μετενεχθεῖσα, ἀφ' οὗ ἵστατο, ἐν μέσῳ τῆς πόλεως εἰς ἅγιον τόπον, εἰς οἶκον εὐκτήριον
Which monument remains in the city of Paneas to this day, having been moved—not long ago—from where it stood, to a holy place in the midst of the city, into a house of prayer.
這座紀念碑至今仍存留在帕尼亞斯城中,不久前才從它原來矗立之處遷往城中央的一處聖地,安置在一座禱告的殿宇裡。
1:913
Ὅπερ ὑπόμνημα εὑρέθη ἐν τῇ αὐτῇ πόλει Πανεάδι παρὰ Βάσσῳ τινί, γενομένῳ ἀπὸ Ἰουδαίων χριστιανῷ, ἐν ὑπῆρχεν βίος τῶν βασιλευσάντων πάντων τῆς Ἰουδαϊκῆς χώρας
This record was found in that same city of Paneas in the keeping of a certain Bassus, a Christian of Jewish origin, in which was contained the history of the lives of all who had reigned over the land of Judea.
這份記載是在同一座帕尼亞斯城中,在一位名叫巴蘇斯(Bassus)的人那裡找到的;他是由猶太人歸信的基督徒,記載中載有統治猶太地全境的歷代君王的生平事蹟。
1:914
Τῆς ἑβδόμης βίβλου τῆς ἐκκλησιαστικῆς ἱστορίας Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς αἱμορροούσης Πανεάδος·
From the seventh book of the Ecclesiastical History of Eusebius son of Pamphilus, concerning the woman of Paneas with the issue of blood:
錄自帕菲魯之子優西比烏(Eusebius)《教會史》第七卷,論帕尼亞斯那患血漏的婦人:
1:915
Ἐπειδὴ τῆσδε τῆς πόλεως ἐμνήσθημεν, οὐκ ἄξιον ἡγοῦμαι διήγησιν παρελθεῖν καὶ τοῖς μεθ' ἡμᾶς μνημονεύεσθαι ἀξίαν
Since we have made mention of this city, I do not think it right to pass over an account that is also worthy to be remembered by those who come after us.
既然我們提到了這座城,我認為不該略過一段記述--它也配得被我們的後人銘記。
1:916
Τὴν γὰρ αἱμορροοῦσαν, ἣν ἐκ τῶν ἱερῶν εὐαγγελίων παρὰ τοῦ σωτῆρος ἡμῶν τοῦ πάθους ἀπαλλαγὴν εὑρέσθαι μεμαθήκαμεν, ἐνθένδε ἐλέγετο ὁρμᾶσθαι τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι καὶ τῆς ὑπὸ τοῦ σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν
For the woman with the issue of blood—who, as we have learned from the sacred Gospels, found from our Savior release from her affliction—was said to have come from this place; and her house was pointed out in the city, and wonderful memorials of the benefaction the Savior had bestowed on her still remained.
那患血漏的婦人--正如我們從聖福音書所知,她從我們的救主得了疾病的釋放--據說就是從這地方而來;城中還指得出她的居所,而救主向她所施恩惠的奇妙紀念物也仍存留至今。
1:917
Ἑστάναι γὰρ ἐφ' ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον καὶ τεταμέναις ἐπὶ τοὔμπροσθεν ταῖς χερσὶν ἱκετευούσῃ ἐοικός, οὗ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα διπλοΐδα κοσμίως βεβλημένον καὶ τὴν χεῖρα αὐτῇ ἐκεῖ προτεῖνον, οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῆς στήλης ταύτης ξένον τι βοτάνης εἶδος φύειν, ὡς μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιόν, ἀλεξιφάρμακον πάντων τῶν νοσημάτων τυγχάνειν
For there stood upon a high stone, by the gates of her house, a bronze figure of a woman, bent upon her knee with her hands stretched out before her, like one entreating; and opposite it another figure of the same material, of a man standing upright, decently clad in a double cloak and stretching out his hand toward her; and at his feet, upon this same monument, there grew a strange kind of plant, rising as high as the hem of the bronze double cloak, which served as an antidote to all manner of diseases.
原來在她家門口的一塊高石上,立著一個婦人的銅像,屈膝跪著,雙手向前伸出,狀如懇求;對面又有另一座同樣材質的像,是一個男子直立的形象,端莊地披著雙層斗篷,向她伸出手;而在他腳邊、就在這座碑上,長著一種奇異的草,向上長到那銅斗篷的衣襬處,成了治療一切疾病的解藥。
1:918
Τοῦτον δὲ τὸν ἀνδριάντα εἰκόνα τοῦ κυρίου Ἰησοῦ φέρειν ἔλεγον, ἔμεινε δὲ καὶ εἰς ἡμᾶς, ὡς καὶ ὄψει παραλαβεῖν ἐπιδημήσαντα τῇ πόλει
And they said that this statue bore the likeness of the Lord Jesus; and it remained even to our own day, so that we saw it with our own eyes when we visited the city.
他們說這座像帶有主耶穌的容貌;它直到我們這時代仍存留著,以致我們親訪該城時,得以親眼看見。
1:919
Καὶ θαυμαστὸν οὐδὲν τοὺς πάλαι ἐξ ἐθνῶν εὐεργετηθέντας παρὰ τοῦ σωτῆρος ἡμῶν τοιαῦτα πεποιηκέναι, ὁπότε καὶ τῶν ἀποστόλων αὐτῶν τὰς εἰκόνας, Πέτρου καὶ Παύλου, καὶ αὐτοῦ τοῦ σωτῆρος διαχρωματιζομένας ἱστορήσαμεν, ὡς εἰκός, τῶν παλαιῶν ἀπαραφυλάκτως, οἷα ἐθνικῆς
And it is no wonder that those of old among the Gentiles, who had been benefited by our Savior, made such things, when we have also examined images of the apostles themselves, of Peter and Paul, and of the Savior Himself, preserved in painted colors; for it was natural that the ancients, without scruple, should honor in this way, as it was a custom among the Gentiles,
從前外邦人中那些蒙我們救主施恩的人作了這樣的事,並不足為奇;我們也曾考察過使徒彼得與保羅本人、以及救主自己的畫像,是以彩色保存下來的;古人毫不顧忌地這樣致敬,乃是理所當然,因為這在外邦人中本是一種習俗,
1:920
συνηθείας οὔσης παρ' αὐτοῖς, τοῦτον τιμᾶν εἰωθότων τὸν τρόπον
they being accustomed to honor in this manner those whom they esteemed.
他們素來慣於以這種方式來尊崇他們所敬重的人。
1:921
Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς Ἱστορίας ἐνάτου βιβλίου εἰς τὸν βασιλέα Κωνσταντῖνον·
From the same author, from the ninth book of the same History, concerning the Emperor Constantine:
錄自同一作者《教會史》第九卷,論君士坦丁皇帝:
1:922
Εὖ μάλα τῆς ἐκ θεοῦ συνῃσθημένος βοηθείας, αὐτίκα τοῦ σωτηρίου τρόπαιον πάθους ὑπὸ χεῖρα ἰδίας εἰκόνος ἀνατιθέναι προστάττει, καὶ δὴ τὸ σωτήριον σημεῖον ἐν τῇ δεξιᾷ κατέχοντα αὐτόν, μάλιστα ἑστώτων ἐπὶ Ῥώμης δεδημοσιευμένων τόπων στήσαντας αὐτὴν δὴ ταύτην παραγραφὴν ἐν τάξει ῥήμασιν αὐτοῖς τῇ Ῥωμαίων κελεῦσαι φωνῇ·
Having become very fully aware of the help that came from God, he straightway commanded that a trophy of the Saviour's Passion be set up under the hand of his own image; and indeed, with himself holding the saving sign in his right hand, he ordered them to set it up in the most frequented of the public places at Rome, and to inscribe this very legend in order, in these very words, in the Roman tongue:
他既已充分覺察到從神而來的幫助,便立刻下令在自己畫像的手中安置一座救主受難的勝利標記;並且,他既手執那拯救的記號於右手,便吩咐人把它立在羅馬最為人來往的公共場所,又命人按次序用拉丁文(羅馬人的語言),照原文逐字題上這段銘文:
1:923
Τούτῳ τῷ σωτηριώδει, τῷ ἀληθεῖ ἐλέγχῳ τῆς ἀνδρείας, τὴν πόλιν ὑμῶν ἀπὸ τοῦ τυράννου διασωθεῖσαν ἠλευθέρωσα, ἔτι μὴν καὶ τὴν σύγκλητον καὶ τὸν δῆμον Ῥωμαίων τῇ ἀρχαίᾳ ἐπιφανείᾳ καὶ λαμπρότητι ἐλευθερώσας ἀποκατέστησα. Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Σωκράτους, βιβλίου πρώτου, κεφαλαίου ιηʹ, περὶ τοῦ αὐτοῦ βασιλέως·
“By this saving sign, the true proof of valor, I have delivered and freed your city from the tyrant; and moreover I have liberated the Senate and People of Rome and restored them to their ancient renown and splendor.” From the Ecclesiastical History of Socrates, book one, chapter eighteen, concerning the same emperor:
「藉這拯救的記號--勇毅的真實憑據--我已從暴君手中拯救並解放了你們的城;不僅如此,我也釋放了羅馬的元老院與人民,使他們恢復古昔的榮耀與輝煌。」錄自蘇格拉底(Socrates)《教會史》第一卷第十八章,論同一位皇帝:
1:924
Μετὰ ταῦτα δὲ βασιλεὺς Κωνσταντῖνος ἐπιμελέστερος ὢν τὰ περὶ χριστιανισμοῦ ἀπεστράφη τὰς Ἑλληνικὰς θρησκείας, καὶ παύει μὲν τὰ μονομάχια, εἰκόνας δὲ τὰς ἰδίας ἐν τοῖς ναοῖς ἀπέθετο
After this the Emperor Constantine, becoming yet more zealous concerning Christianity, turned away from the Hellenic religions; he put an end to the gladiatorial combats, and set up his own images in the temples.
此後,君士坦丁皇帝對基督教愈發殷勤熱心,便離棄了希臘人的宗教;他廢除了角鬥士的搏鬥,又在殿宇中安置自己的畫像。
1:925
Στεφάνου Βοστρηνοῦ κατὰ Ἰουδαίων κεφ
Of Stephen of Bostra, against the Jews, chapter:
錄自波斯特拉的司提反(Stephen of Bostra)《駁猶太人》,章:
1:926
Ἡμεῖς δὲ τὰς εἰκόνας τῶν ἁγίων εἰς μνήμην τῶν ἁγίων ἐποιήσαμεν, οἷον Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωσέως καὶ Ἡλία καὶ Ζαχαρίοκαὶ τῶν λοιπῶν προφητῶν καὶ ἁγίων μαρτύρων τῶν δι' αὐτὸν ἀναιρεθέντων, ἵνα πᾶς ὁρῶν αὐτῶν τὰς εἰκόνας μνημονεύῃ αὐτῶν καὶ δοξάζῃ τὸν δοξάσαντα αὐτούς
But we made the images of the saints for a memorial of the saints—such as Abraham, Isaac, Jacob, Moses, Elijah, Zechariah, and the rest of the prophets and the holy martyrs who were slain for His sake—so that everyone who beholds their images may remember them and glorify Him who glorified them.
我們製作眾聖徒的像,乃是為紀念眾聖徒--如亞伯拉罕、以撒、雅各、摩西、以利亞、撒迦利亞,以及其餘的先知,和那些為祂的緣故被殺的聖潔殉道者--好叫凡看見他們像的人都記念他們,並榮耀那使他們得榮耀的主。
1:927
Περὶ δὲ εἰκόνων θαρροῦμεν, ὅτι πᾶν ἔργον γινόμενον ἐν ὀνόματι θεοῦ καλὸν καὶ ἅγιόν ἐστι
And concerning images we are confident, that every work done in the name of God is good and holy.
論到像,我們深信:凡奉神的名所作的工,都是美善而聖潔的。
1:928
Περὶ δὲ εἰδώλων καὶ ἀγαλμάτων, ἄπαγε·
But as for idols and pagan statues—away with them!
至於偶像和異教的雕像--去它的吧!
1:929
κακὰ γὰρ καὶ ἀλλόκοτα καὶ αὐτὰ καὶ οἱ ποιοῦντες αὐτά
for both they and those who make them are evil and monstrous.
因為這些東西和製造它們的人,都是邪惡而怪異的。
1:930
Ἕτερον γάρ ἐστιν εἰκὼν ἁγίου προφήτου, καὶ ἕτερον ἄγαλμα ζῷδον Κρόνου καὶ Ἀφροδίτης Ἡλίου τε καὶ Σελήνης
For an image of a holy prophet is one thing, and the statue or graven figure of Kronos and Aphrodite, of the Sun and the Moon, is quite another.
因為一位聖潔先知的像是一回事,而克羅諾斯(Kronos)與阿芙羅狄忒(Aphrodite)、日與月的雕像或鑄像,又完全是另一回事。
1:931
Ἐπεὶ δὲ καὶ ἄνθρωπος κατ' εἰκόνα θεοῦ γέγονε, προσκυνεῖται
And since man too was made according to the image of God, he is venerated.
並且,既然人也是照著神的形像被造的,他便當受敬重。
1:932
δὲ ὄφις, ἐπειδὴ εἰκών ἐστι διαβόλου, ἀκάθαρτός ἐστι καὶ ἀπόβλητος
But the serpent, since it is an image of the devil, is unclean and to be cast away.
至於那蛇,既是魔鬼的形像,便是污穢的,當被棄絕。
1:933
Εἰ δὲ τὰ χειροποίητα ἀποβάλλῃ, εἰπέ, Ἰουδαῖε·
But if you reject things made by hands, tell me, O Jew:
但你若棄絕人手所造之物,那麼告訴我,猶太人哪:
1:934
Τί ἐστιν ἐπὶ γῆς ἀχειροποίητον, προσκυνεῖται; Μὴ κιβωτὸς τοῦ θεοῦ ἀχειροποίητος ἦν; Τὸ θυσιαστήριον καὶ τὸ ἱλαστήριον καὶ τὰ χερουβὶμ καὶ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ τράπεζα καὶ σκηνὴ ἐσωτέρα καὶ πάντα, Ἅγια ἁγίων ἐκλήθησαν ὑπὸ τοῦ θεοῦ; Οὐκ ἦσαν τὰ χερουβὶμ χειροποίητα, εἰκόνες ἀγγέλων; Τί λέγεις; Εἰ εἴδωλα ἀποκαλεῖς αὐτά, τί λέγεις τῷ Μωσῇ προσκυνήσαντι καὶ τῷ Ἰσραήλ; Καὶ μὲν προσκύνησις τιμῆς ἐστι σύμβολον
What is there on earth not made by hands, that is venerated? Was the ark of God not made by hands? The altar, the mercy-seat, the cherubim, the golden jar holding the manna, the table, the inner tabernacle, and all the things which were called the Holy of Holies by God—were not the cherubim made by hands, images of angels? What do you say? If you call these idols, what do you say of Moses who worshiped before them, and of Israel? Now veneration is a token of honor.
地上有什麼不是人手所造、卻仍受敬拜的呢?難道神的約櫃不是人手所造的嗎?祭壇、施恩座、基路伯、那盛嗎哪的金罐、桌子、至內層的帳幕,以及一切被神稱為「至聖所」之物--那些基路伯不是人手所造、是天使的像嗎?你說什麼呢?你若把這些稱為偶像,那麼你怎麼說那向它們敬拜的摩西,並以色列呢?敬拜原是尊敬的表記。
1:935
Καθὼς καὶ ἡμεῖς οἱ ἁμαρτωλοὶ προσκυνοῦμεν τὸν μὲν θεὸν κατὰ τὴν θεϊκὴν λατρείαν καὶ ἀξίαν προσκύνησιν δοξάζομεν καὶ τρέμομεν ὡς ποιητὴν καὶ χορηγὸν ἡμῶν, τοὺς δὲ ἀγγέλους καὶ δούλους τοῦ θεοῦ κατὰ τιμὴν τοῦ θεοῦ ὡς ποιήματα τοῦ θεοῦ καὶ δούλους αὐτοῦ·
Just as we sinners also worship: we glorify God with divine adoration and worthy worship, and we tremble before Him as our Maker and Provider; but the angels and servants of God we honor with the honor due to God, as creatures of God and His servants;
正如我們這些罪人也是這樣敬拜:我們以對神的敬奉與相稱的敬拜榮耀神,在祂面前戰兢,因祂是我們的創造者與供養者;而對於眾天使和神的僕人,我們則照著對神的尊崇而尊敬他們,視他們為神的造物與祂的僕人;
1:936
εἰκὼν γάρ ἐστιν ὄνομα καὶ ὁμοίωσις τοῦ ἐν αὐτῇ γραφέντος
for an image is the name and likeness of him who is depicted in it.
因為像就是那被描繪於其中之人的名與肖像。
1:937
Διὸ καὶ γράμμασι καὶ χαράγμασιν ἀεὶ μνημονεύομεν τῶν τοῦ κυρίου παθημάτων καὶ τῶν ἁγίων προφητῶν τῶν ἐν νόμῳ καὶ εὐαγγελίοις γεγραμμένων
Wherefore by writings and by engravings we ever call to remembrance the sufferings of the Lord and of the holy prophets written of in the Law and the Gospels.
因此,我們藉著文字與雕刻,常常記念主的受難,並記念律法與福音書中所記載的眾聖先知。
1:938
Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τοῦ λόγου τοῦ κατὰ Ἰουλιανοῦ τοῦ παραβάτου·
Of Saint Gregory of Nazianzus, from the oration against Julian the Apostate:
錄自聖納西盎的貴格利(Gregory of Nazianzus)《駁背道者尤利安》一文:
1:939
Οὗ τὰ σύμβολα τῆς ἐπὶ τούτῳ πληγῆς αἱ εἰκόνες φέρουσιν ἔτι δημόσιαι προκείμεναι
Whose images, still set up in public, bear the tokens of the blow he suffered for this.
他的像仍公開立著,帶著他為此事所受擊打的記號。
1:940
Τοῦ Χρυσοστόμου ἐκ τῆς ἑρμηνείας τοῦ δικαίου Ἰώβ·
Of Chrysostom, from his commentary on the righteous Job:
錄自金口若望(Chrysostom)《義人約伯註釋》:
1:941
Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ. Καθάπερ ἐπὶ τῶν εἰκόνων, ἐπειδάν τινα γράφωμεν ἐν τῇ ἱστορικῇ γραφῇ, δεῖνα ἀνέθηκε γράφομεν, οὕτω καὶ ἐνταῦθα, τὴν εἰκόνα τῆς ψυχῆς αὐτοῦ γράψας, γράψας τὸ βιβλίον ὥσπερ ἐν χοινικίδι κάτωθεν ὑπογράφων λέγει·
“In all these things that befell him, he did not charge God with folly.” Just as with images, whenever we depict someone in a historical painting, we write, “So-and-so dedicated this,” so here too: the one who wrote the book, having painted the image of his soul, subscribes below, as it were in a small panel, saying:
「在臨到他的這一切事上,他並沒有把愚妄歸給神。」正如在圖像上,每逢我們在敘事畫中描繪某人,便題上「某某獻上此物」,這裡也是如此:那寫此書的人,既已繪出了約伯靈魂的像,便如在一小幅題板下方落款,說道:
1:942
Ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῷ οὐχ ἥμαρτεν Ἰώβ. Ἐκ τοῦ βίου τοῦ ἁγίου Κωνσταντίνου, βιβλίου δʹ·
“In all these things that befell him, Job did not sin.” From the Life of Saint Constantine, book four:
「在臨到他的這一切事上,約伯並沒有犯罪。」錄自《聖君士坦丁傳》第四卷:
1:943
Ὅσῃ δὲ αὐτοῦ ψυχὴ πίστεως ἐνθέου ἐστήρικτο δυνάμει, μάθοι ἄν τις καὶ ἐκ τοῦδε λογιζόμενος, ὡς ἐν τοῖς χρυσοῖς νομίσμασιν αὐτὸς τὴν αὐτοῦ εἰκόνα διεγράφετο, ὡς ἄνω βλέπειν δοκεῖν ἀνατεταμένην
And how greatly his soul was established in the power of divine faith, one may learn from this also, by considering how upon the gold coins he had his own image engraved as if looking upward, with eyes raised
他的靈魂何等被神聖信心的能力所堅立,人也可由此得知:他在金幣上把自己的像刻成彷彿仰望上天、目光向上舉起的樣式,
1:944
πρὸς θεὸν εὐχομένου τρόπον
in the manner of one praying to God.
如同向神禱告者的姿態。
1:945
Τούτου μὲν οὖν τὰ ἐκτυπώματα καθ' ὅλης τῆς Ῥωμαίων γῆς, ἐν αὐτοῖς δὲ τοῖς βασιλείοις κατά τινας πόλεις ἐν ταῖς εἰς τὸ μετέωρον τῶν προπύλων ἀνακειμέναις εἰκόσιν ἑστὼς ὄρθιος ἐγράφετο, ἄνω μὲν εἰς τὸν οὐρανὸν ἐμβλέπων, τὼ χεῖρε ἐκτεταμένω, εὐχομένου σχήματι
His images, then, were throughout the whole Roman land; and in the imperial palaces themselves, in various cities, he had himself depicted standing upright in the images set up high above the entrance gates, gazing up into heaven, with both hands stretched out in the attitude of one praying.
他的畫像遍布整個羅馬境內;在各城的皇宮裡,他也在那高懸於門廊上方的畫像中,把自己描繪成直立的形象,仰望上天,雙手伸開,作禱告的姿態。
1:946
Ὧδε μὲν οὖν αὐτὸς ἑαυτὸν ἐν ταῖς εἰκονογραφίαις εὐχόμενον ἱστορεῖ
Thus, then, he depicted himself in the painted images as one praying.
他便這樣在所繪的畫像中,把自己描繪成禱告者。
1:947
Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου βιβλίου·
Of the same author, from the third book:
錄自同一作者第三卷:
1:948
Ὧδε μὲν οὖν βασιλέως ἐτελειοῦτο μήτηρ, ἀξία τε τιμῆς πλείστης τῶν τε αὐτῆς ἕνεκα θεοφιλῶν πράξεων τοῦ τε ἐξ αὐτῆς φύντος ὑπερφυοῦς καὶ παραδόξου φυτοῦ, ὃν πρὸς τοῖς ἅπασι καὶ τῆς εἰς τὴν γεννησαμένην ὁσίας μακαρίζειν ἄξιον, οὕτω μὲν αὐτὴν θεοσεβῆ καταστήσαντα μὴ οὖσαν τὸ πρότερον, ὡς αὐτῷ δοκεῖν ἐκ πρώτης τῷ κοινῷ σωτῆρι μεμαθητεῦσθαι, οὕτω δὲ τῷ ἀξιώματι βασιλικῷ τετιμηκότα, ὡς ἐν ἅπασιν ἔθνεσι παρ' αὐτοῖς τοῖς στρατιωτικοῖς τάγμασιν αὐγούσταν βασιλίδα ἀναγορεύεσθαι, χρυσοῖς τε νομίσμασι καὶ τὴν αὐτῆς ἐκτυποῦσθαι εἰκόνα
Thus, then, the emperor's mother came to her end—worthy of the greatest honor both for her own God-loving deeds and for the extraordinary and marvelous offshoot born of her; for, beyond all else, he is to be counted blessed even for his piety toward her who bore him, having so made her God-fearing, who was not so before, that it seemed to him she had been a disciple of the common Savior from the first; and having so honored her with the imperial dignity that among all nations, even among the military legions themselves, she was proclaimed Augusta and empress, and her image too was stamped upon the gold coins.
皇帝的母親便這樣安息了--無論因她自己敬愛神的行為,還是因從她所生那非凡奇異的後裔,她都配得至高的尊榮;因為,除了一切之外,他甚至因對生養他之母的孝敬而當被稱為有福:他使她這先前並非敬畏神的人變得如此敬畏神,以致在他看來她從起初就已是這位普世救主的門徒;他又以皇室的尊位如此尊崇她,以致在萬民中、甚至在軍團之中,她被宣告為奧古斯塔(Augusta)與皇后,她的像也鑄印在金幣上。
1:949
Τοῦ αὐτοῦ τετάρτου λόγου κεφαλαίου ξθʹ·
Of the same author, from the fourth oration, chapter sixty-nine:
錄自同一作者第四篇第六十九章:
1:950
Οἱ δὲ τὴν βασιλίδα πόλιν οἰκοῦντες αὐτῇ τῇ συγκλήτῳ καὶ δήμῳ Ῥωμαίων, ὡς τὴν βασιλέως ἐπέγνωσαν τελευτήν, δεινῇ καὶ πάσης συμφορᾶς ἐπέκεινα τῇ ἀκοῇ δεδεμένοι πένθος ἄσχετον ἐποιοῦντο
And those who dwelt in the imperial city, together with the very Senate and People of Rome, when they learned of the emperor's death, bound by tidings dreadful and beyond every calamity, made unrestrained mourning.
住在帝都的人,連同羅馬的元老院與人民,一聽到皇帝駕崩的消息,便被這可怕、超乎一切災禍的噩耗所束縛,無節制地哀慟。
1:951
Λουτρὰ δὲ ἀπεκλείοντο καὶ ἀγοραὶ πάνδημοί τε θέαι καὶ πάντα, ὅσα ἐπὶ ῥᾳστώνῃ βίου τοῖς εὐθυμουμένοις πράττειν ἔθος ἦν
The baths were closed, and the markets, the public spectacles, and all that men are wont to do for the ease and enjoyment of life when in good cheer.
浴場關閉了,市集、公開的娛樂表演,以及人們在歡欣時為生活的安逸與享受所慣行的一切,也都停止了。
1:952
Κατηφεῖς δὲ οἱ πάλαι τρυφηλοὶ τὰς προόδους ἐποιοῦντο, ὁμοῦ τε οἱ πάντες τὸν μακάριον ἀνευφήμουν, τὸν θεοφιλῆ, τὸν ὡς ἀληθῶς τῆς βασιλείας ἐπάξιον
Those who once lived in luxury now went forth downcast, and all together extolled the blessed one, the God-beloved, the one truly worthy of the kingdom.
從前生活奢華的人,如今垂頭喪氣地出行;眾人齊聲頌揚那有福的、蒙神所愛的、真正配得王位的人。
1:953
Καὶ οὐ ταῦτα βοαῖς ἐφώνουν μόναις, εἰς ἔργα δὲ χωροῦντες εἰκόνων ἀναθήμασιν, οἱάπερ ζῶντα καὶ τεθνηκότα αὐτὸν ἐτίμων, οὐρανοῦ μὲν σχῆμα διατυπώσαντες ἐν χρωμάτων γραφῇ, ὑπὲρ ἀψίδα δὲ οὐρανῶν ἐν αἰθερίῳ διατριβῇ διαναπαυόμενον αὐτὸν τῇ γραφῇ παραδιδόντες
And they did not voice these things in cries alone, but proceeding to deeds, they honored him with dedications of images, even as one living and dead; for in painted colors they portrayed the form of heaven, and they handed him down in the painting as resting in an ethereal abode above the vault of the heavens.
他們不僅以呼喊表達這些,更付諸行動,以奉獻畫像來尊崇他,待他如同既活著又已逝去;因為他們以彩色描繪出天的形貌,又在畫中把他描畫成安息在諸天穹蒼之上的太空居所。
1:954
Τούτῳ γοῦν ἐμφερῶς τρισμακάριος πολυπλάσιος διὰ τῆς τῶν παίδων διαδοχῆς ἀνθ' ἑνὸς ἐγίνετο, ὡς εἰκόνων ἀναστάσει παρὰ πᾶσιν ἔθνεσιν ἅμα τοῖς αὐτοῦ τιμᾶσθαι παισίν
In likeness to Him, then, the thrice-blessed one became manifold, instead of one, through the succession of his sons, so that he was honored, by the setting up of images, among all nations together with his sons.
於是那三重蒙福的人,藉著眾子的繼承,由一人變為眾多,與他相似;以致藉著畫像的設立,他與他的眾子一同在萬民中受尊崇。
1:955
Θεοδωρήτου, ἐπισκόπου Κύρρου, καὶ Πολυχρονίου ἐκ τῆς εἰς τὸν Ἰεζεκιὴλ ἑρμηνείας·
Of Theodoret, bishop of Cyrrhus, and of Polychronius, from the commentary on Ezekiel:
錄自居魯城(Cyrrhus)主教狄奧多勒(Theodoret),並波呂克羅尼烏(Polychronius)《以西結書註釋》:
1:956
Καὶ ὥσπερ οἱ Ῥωμαῖοι τὰς βασιλικὰς εἰκόνας γράφοντες τούς τε δορυφόρους περιιστῶσι καὶ τὰ ἔθνη ὑποτεταγμένα ποιοῦσι, τὸν ὅμοιον τρόπον κἀνταῦθα·
And just as the Romans, when they paint the imperial images, set the bodyguards round about and represent the nations as subjugated, in the same manner here also:
正如羅馬人在繪皇帝畫像時,把護衛環列四周,並把萬邦描畫成已被征服的樣式,這裡也是同樣的方式:
1:957
ἐπειδὴ βασιλεὺς διὰ τῆς ὀπτασίας σχηματίζει τὸν θεὸν ὡς ἐπὶ θρόνου ὀχούμενον πάντων τῶν ἐπὶ γῆς δείκνυσι τὰς εἰκόνας τῷ τε σχήματι τὸ πρέπον ἀποδίδωσι κατὰ πάντων τῶν τοῦ θεοῦ διδάσκων τὴν δεσποτείαν
since the prophet, through the vision, depicts God as borne upon a throne, he shows forth the images of all things on earth, and renders to the figure what is fitting, teaching the lordship over all things that belongs to God.
既然先知藉異象把神描畫成乘坐寶座,他便顯出地上萬物的形像,並把相稱的尊榮歸給這形象,藉此教導神對萬有的主權。
1:958
Καὶ σύ, υἱὲ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καὶ θήσεις αὐτὴν πρὸ προσώπου σου καὶ διαγράψεις ἐν αὐτῇ ὅλην τὴν Ἱερουσαλὴμ καὶ δώσεις ἐν αὐτῇ περιοχὴν καὶ οἰκοδομήσεις ἐν αὐτῇ προμαχῶνας καὶ περιβαλεῖς ἐπὶ αὐτὴν χάρακα καὶ δώσεις ἐπ' αὐτῇ παρεμβολὰς καὶ τάξεις τὰς βελοστάσεις κύκλῳ. Ἑρμηνεία·
“And you, son of man, take for yourself a brick and set it before your face, and portray on it the whole of Jerusalem; and lay siege against it, and build siege-works against it, and cast up a mound against it, and set camps against it, and place battering-rams round about.” Interpretation:
「人子啊,你要拿一塊磚,擺在你面前,在上面刻畫整座耶路撒冷城;又要圍困它,造攻城的工事,築壘攻打它,安設軍營攻擊它,並四圍安置撞城錘。」解釋:
1:959
Εἴ σοι φοβερὸν νενόμισται τὸ ἐξ ἐναντίας τῷ πλήθει διαλέγεσθαι καὶ προλέγειν τῆς πόλεως τὴν πόρθησιν καὶ τοῦ ναοῦ τὴν κατασκαφὴν καὶ τὰ ἐκ τούτων συμβησόμενα δεινά, ἑτέρως τοῦτο μήνυσον ὡς κἀκείνους σωφρονίζειν καὶ σὲ δεικνύναι τὴν ἐπιείκειαν
If it has seemed fearful to you to speak openly against the multitude and to foretell the destruction of the city, the razing of the temple, and the dreadful things that will result from these, declare this in another way, so as both to bring those people to their senses and to display your own forbearance.
你若覺得當眾公開講論、預言這城的傾覆、聖殿的毀平,以及由此而生的種種可怕之事,是件可懼的事,那就以另一種方式宣告它,好叫那些人回轉醒悟,也顯出你自己的寬容。
1:960
Καὶ λαβών, φησί, πλίνθον διάγραψον τὴν πόλιν. Ἐπιγεγράφθω δὲ τῆς πόλεως προσηγορία, ὥστε γνωρίζεσθαι ταύτην οὖσαν τὴν Ἱερουσαλήμ
“And taking,” He says, “a brick, portray the city.” And let the name of the city be inscribed, so that it may be recognized as being Jerusalem.
祂說:「你要拿一塊磚,畫出這城。」並要題上這城的名字,好叫人認出它就是耶路撒冷。
1:961
Ποιήσας δὲ τὴν πόλιν περίστησον τῷ τῆς γραφῆς σχήματι χάρακα, ἵνα ἐστὶ στρατοπέδου πλῆθος
And having made the city, set round about the painted figure a palisade, so that there may be the multitude of an encampment.
你既畫出了這城,就要在這所畫的圖形四圍設置壘柵,使那裡有大軍營的眾多。
1:962
Αἱ δὲ δυνάμεις κατὰ τάξιν πολεμικὴν προσιέτωσαν·
And let the forces advance in battle array;
又要使軍隊按戰陣的次序進逼;
1:963
τοῦτο γὰρ λέγει παρεμβολὰς ἀντὶ τοῦ τάγματα στρατιωτικὰ παρεστῶτα, μὴ μόνον περιπεφραγμένα ὅπλοις, ἀλλὰ τὰ μηχανήματα ἐπιφερόμενα, οἷς καθαιρήσουσι τὰ τείχη ταῦτα·
for this is what “camps” means, that is, military companies standing ready, not only fenced about with arms, but also bringing forward the engines with which they will tear down these walls;
因為「軍營」一詞的意思就是:列陣待命的軍隊,不僅環以兵器為障,更推來攻城的器械,要用以拆毀這些城牆;
1:964
τὰ τείχη γὰρ ταῦτα μηνύει τὰς βελοστάσεις
for these walls signify the battering-stations.
因為這些城牆所指的,就是那些撞城的據點。
1:965
Θαυμασιώτατα δὲ μόνον τὴν περὶ τὴν πόλιν περίστασιν τοῦ πλήθους μηνύει, ἵνα πρὸ τῶν δεινῶν τῷ φόβῳ καταπλήξας ἀποστήσῃ αὐτῆς τὴν παρανομίαν
And most wondrously He signifies only the encirclement of the city by the multitude, so that, having struck them with fear before the dreadful events, He might turn them away from their lawlessness.
祂極奇妙地只描繪那大軍對城的合圍,好在那些可怕之事臨到以先,先以懼怕震懾他們,使他們離棄自己的不法。
1:966
Ἐκ τοῦ μαρτυρίου τοῦ ἁγίου Εὐσταθίου τοῦ καὶ Πλακίδα·
From the martyrdom of Saint Eustathius, also called Placidas:
錄自又名普拉基達斯(Placidas)的聖游斯他丟(Eustathius)殉道記:
1:967
Ἐξελθόντος αὐτοῦ ἐν μιᾷ ἡμέρᾳ κατὰ τὸ σύνηθες ἐπὶ τὰ ὄρη θηρεῦσαι μετὰ τοῦ στρατοπέδου καὶ πάσης τῆς θεραπείας, ὤφθη αὐτῷ ἀγέλη ἐλάφων βοσκομένη
When he had gone out one day, as was his custom, to the mountains to hunt with his troop and all his retinue, a herd of deer feeding was seen by him.
有一天,他照常帶著他的部隊和全部隨從上山打獵,看見一群鹿正在吃草。
1:968
Καὶ διαστήσας κατὰ τὸ σύνηθες τὸν στρατὸν ἐποιεῖτο τὴν κατ' αὐτῶν δίωξιν
And having divided up his troop as was customary, he set about the pursuit of them.
他照常把部隊分散開來,便開始追逐牠們。
1:969
Παντὸς δὲ τοῦ στρατοῦ ἐπὶ τὴν σύλληψιν ἀσχολουμένου τῶν ἐλάφων ὑπερμεγεθέστατος πάσης τῆς ἀγέλης καὶ εὐειδέστατος ἀποσπασθεὶς τῆς ἀγέλης ὥρμησε κατὰ τοῦ δρυμοῦ ἐν τοῖς δασυτέροις τόποις τῆς ὕλης καὶ δυσβάτοις χωρίοις
And while the whole troop was occupied with the capture of the deer, the largest and most beautiful of the entire herd, having separated itself from the herd, rushed off into the thicket, into the densest places of the woodland and the difficult terrain.
當全隊都忙於捕捉群鹿時,那群中最碩大、最俊美的一隻,脫離了鹿群,奔入叢林,進到林中最茂密之處與難行的地段。
1:970
Ὃν θεασάμενος Πλακίδας καὶ ἐπιθυμήσας συλλαβέσθαι αὐτόν, καταλιπὼν πάντας μετ' ὀλίγων στρατιωτῶν κατεδίωκεν αὐτόν
Placidas, beholding it and desiring to capture it, left all the others behind and pursued it with a few soldiers.
普拉基達斯看見牠,渴望捕獲牠,便撇下其餘眾人,只帶幾個兵丁追趕牠。
1:971
Ἀτονησάντων δὲ τῶν συνόντων μόνος προσεκαρτέρει τῇ διώξει
But when his companions grew weary, he alone persevered in the pursuit.
但他的同伴漸漸力乏,唯獨他一人堅持追趕。
1:972
Κατὰ πρόνοιαν δὲ θεοῦ μήτε τοῦ ἵππου αὐτοῦ ἀτονήσαντος μήτε αὐτοῦ πρὸς τὴν δυσχέρειαν τοῦ τόπου ἀποκνήσαντος ἐπὶ πολὺ καταδιώκων μακρὰν εὑρέθη τοῦ στρατοπέδου αὐτοῦ
By the providence of God, neither did his horse grow weary nor did he himself shrink back from the difficulty of the terrain; and pursuing for a long while, he found himself far from his troop.
藉著神的眷佑,他的馬不疲乏,他自己也不因地勢的險惡而退縮;追趕了許久,他發覺自己已遠離了部隊。
1:973
δὲ ἔλαφος ἐκεῖνος καταλαβὼν ἀκρώρειαν πέτρας <ὑψηλοτάτης ἔστη ἐπάνω αὐτῆς·
And that deer, having reached the crest of a very high rock, stood upon it;
那鹿登上一塊極高巖石的頂端,便站在上面;
1:974
Φθάσας δὲ πλησίον στρατηλάτης,> μηδενὸς συνόντος αὐτῷ, ἔστη περισκοπῶν πάντοθεν καὶ ἐννοῶν, ποίῳ τρόπῳ λάβηται τοῦ ἐλάφου
and the commander, coming near, with no one accompanying him, stood looking about on every side and pondering by what means he might catch the deer.
那將領走近了,身邊無人相伴,便站住四面察看,思想用什麼方法捉住那鹿。
1:975
Ἀλλ' πάνσοφος καὶ οἰκτίρμων θεός, παντοίας ὁδοὺς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἐπινοήσας, ἀντιθηρεύει τοῦτον ἐν τῇ θήρᾳ, οὐχ ὡς Κορνήλιον διὰ Πέτρου, ἀλλ' ὡς Παῦλον διώκοντα διὰ τῆς ἰδίας ἐπιφανείας
But the all-wise and compassionate God, who devises all manner of ways for the salvation of men, hunts this man down in turn amid the hunt—not as He did Cornelius through Peter, but as He did Paul the persecutor, through His own appearing.
但那全智又滿有憐憫的神,祂為人的得救設計出各樣的途徑,便在這次狩獵中反過來獵取這人--不是像對待哥尼流那樣藉著彼得,乃是像對待那逼迫人的保羅那樣,藉著祂自己的顯現。
1:976
Ἐπὶ πολὺ δὲ ἑστῶτος τοῦ Πλακίδα καὶ ἀτενίζοντος μὲν εἰς τὸν ἔλαφον, θαυμάζοντος δὲ αὐτοῦ τὸ μέγεθος καὶ ἀμηχανοῦντος περὶ τὴν σύλληψιν δείκνυσι κύριος τεράστιόν τι τοιοῦτον οὐκ ἀπεικὸς οὐδὲ ὑπερβαῖνον τῆς αὐτοῦ δυνάμεως τὸ μέγεθος, ἀλλ' ὥσπερ ἐπὶ τοῦ Βαλαὰμ λόγον ἐνθεὶς τῇ ὄνῳ ἤλεγξεν αὐτοῦ τὴν διάνοιαν, οὕτως καὶ ἐνταῦθα δείκνυσι τούτῳ ἐπὶ μὲν τῶν κεράτων τοῦ ἐλάφου τὸν τύπον τοῦ ἁγίου σταυροῦ ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου λάμποντα, μέσον δὲ τῶν κεράτων τὴν εἰκόνα τοῦ θεοφόρου σώματος, οὗ διὰ τὴν ἡμετέραν σωτηρίαν ἀναλαβεῖν κατεδέξατο·
And while Placidas stood for a long time gazing intently at the deer, marveling at its size and at a loss as to its capture, the Lord shows him a portent of this kind—not unlikely, nor exceeding the greatness of His power, but just as in the case of Balaam He put speech into the donkey and rebuked his thinking, so here too He shows him, upon the antlers of the deer, the figure of the holy Cross shining brighter than the radiance of the sun, and in the midst of the antlers the image of the God-bearing body, which for our salvation He deigned to assume;
當普拉基達斯久久站著定睛望那鹿,驚奇於牠的碩大、又不知如何捕捉之際,主向他顯出這樣一個奇兆--並非不可信,也不超乎祂能力的浩大,乃是正如祂在巴蘭的事上把言語放在驢口中,責備他的心意,這裡也照樣向他顯出:在那鹿的雙角之上,有聖十字架的形象,比日頭的光輝更明亮地閃耀著;而在雙角之間,有那擔負神性之身體的像--就是祂為我們的得救而甘願取了的身體;
1:977
καὶ φωνὴν ἀνθρωπίνην ἐνθεὶς τῇ ἐλάφῳ προσκαλεῖται τὸν Πλακίδαν λέγων·
and putting a human voice into the deer, He called Placidas, saying:
又把人的聲音放在那鹿裡,呼喚普拉基達斯,說道:
1:978
Πλακίδα, τί με διώκεις; Ἰδοὺ ἕνεκέν σου παρῆν καὶ ἐν τῷ ζώῳ τούτῳ ὤφθην σοι
“O Placidas, why do you persecute Me? Behold, for your sake I have come, and in this animal I have appeared to you.
「普拉基達斯啊,你為什麼逼迫我?看哪,我是為你而來,並在這隻動物裡向你顯現。
1:979
Ἐγώ εἰμι Ἰησοῦς Χριστός, ὃν ἀγνοῶν σέβῃ·
I am Jesus the Christ, whom you worship in ignorance;
我就是耶穌基督,是你在不知不覺中所敬拜的;
1:980
αἱ γὰρ εὐποιίαι σου, ἃς σὺ ποιεῖς εἰς τοὺς δεομένους, παρέστησαν ἐνώπιόν μου, καὶ ἦλθον ἐμφανίσαι σοι ἐμαυτὸν διὰ τοῦ ἐλάφου τούτου καὶ ἀντιζωγρῆσαί σε καὶ συσχεῖν τοῖς δικτύοις τῆς φιλανθρωπίας μου
for your good deeds, which you do toward the needy, have come up before Me, and I have come to reveal Myself to you through this deer, and to take you captive in turn, and to enclose you in the nets of My love for mankind.
因為你向窮乏人所行的善事,已上達到我面前;我便藉這鹿前來向你顯明我自己,反過來把你擒住,將你網羅在我那愛人類的網中。
1:981
Οὐ γάρ ἐστι δίκαιον, τὸν ἐμοὶ προσφιλῆ διὰ τῶν ἀγαθῶν ἔργων δουλεύειν δαίμοσιν ἀκαθάρτοις καὶ εἰδώλοις νεκροῖς καὶ κωφοῖς
For it is not right that one dear to Me through his good works should serve unclean demons and dead, deaf idols.
因為一個藉善行為我所親愛的人,竟去事奉污穢的鬼魔和那死的、聾的偶像,這是不應當的。
1:982
Διὰ γὰρ τοῦτο ἦλθον ἐπὶ γῆς ἐν τῷ εἴδει τούτῳ, νῦν ὁρᾷς, σῶσαι θέλων τὸ τῶν ἀνθρώπων γένος. Τοῦ ἁγίου Λεοντίου Νεαπόλεως τῆς Κυπρίων νήσου πρὸς Ἰουδαίους, πέμπτου λόγου·
For this reason I have come to earth in this form, in which you now see Me, wishing to save the race of mankind.” Of Saint Leontius of Neapolis on the island of the Cyprians, against the Jews, from the fifth oration:
正是為此,我以你現今所見我的這形像來到地上,要拯救人類。」錄自居比路島尼亞坡里(Neapolis)的聖良提烏(Leontius)《駁猶太人》第五篇:
1:983
Φέρε δὴ λοιπόν, φέρε προθύμως καὶ τὴν τῆς ἐκτυπώσεως τῶν σεπτῶν εἰκόνων ἀπολογίαν ποιησώμεθα, ὅπως ἐμφραγῶσι στόματα ἀνόμων λαλούντων ἄδικα·
Come now, then; come, let us readily make our defense also for the depicting of the venerable images, that the mouths of the lawless who speak unjust things may be stopped;
那麼來吧,讓我們也甘心為描繪可敬之像作出辯護,好堵住那些講說不義之言、無法無天之人的口;
1:984
νομικὴ γὰρ αὕτη παράδοσις καὶ οὐχ ἡμετέρα
for this tradition is from the Law, and not our own.
因為這傳統是出於律法,並非我們自己所創。
1:985
Ἄκουσον γὰρ αὐτοῦ τοῦ θεοῦ λέγοντος πρὸς Μωσέα εἰκόνας δύο χερουβὶμ γλυπτῶν καὶ χωνευτῶν κατασκευάσαι σκιαζόντων τὸ ἱλαστήριον
For hear God Himself saying to Moses to make images of two cherubim, carved and cast, overshadowing the mercy-seat.
且聽神自己對摩西說,要造兩個基路伯的像,是雕刻的、又是錘鑄的,遮蓋施恩座。
1:986
Καὶ πάλιν τὸν ναὸν ἔδειξεν θεὸς τῷ Ἰεζεκιήλ, γλυπτὰ πρόσωπα, φησίν, εἶχε λεόντων καὶ φοινίκων καὶ ἀνθρώπων καὶ χερουβίμ, ἀπὸ τοῦ ἐδάφους αὐτοῦ ἕως τοῦ φατνώματος τῆς στέγης
And again God showed the temple to Ezekiel: it had carved faces, he says, of lions, palm trees, men, and cherubim, from its floor up to the paneling of the roof.
神又把聖殿指給以西結看:他說,它有雕刻的臉,是獅子、棕樹、人和基路伯的,從地面直到屋頂的鑲板。
1:987
θεὸς ἐντειλάμενος τῷ Ἰσραὴλ μὴ ποιῆσαι γλυπτὸν μήτε εἰκόνα μήτε ὁμοίωμα, ὅσα ἐστὶν ἐν τῷ οὐρανῷ καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς, αὐτὸς προστάσσει τῷ Μωσῇ ποιῆσαι γλυπτὰ ζῷα χερουβίμ, καὶ τῷ Ἰεζεκιὴλ πλήρη εἰκόνων καὶ ὀνομάτων γλυπτῶν λεόντων καὶ φοινίκων καὶ ἀνθρώπων δείκνυσι τὸν ναὸν θεός
God, who commanded Israel to make no graven thing, nor image, nor likeness of whatever is in heaven and whatever is on earth, Himself commands Moses to make carved living figures of cherubim, and shows Ezekiel the temple full of images and carved forms of lions, palm trees, and men.
那位吩咐以色列不可作任何雕刻之物、也不可作天上地下任何之物的像或肖像的神,自己卻吩咐摩西造基路伯雕刻的活物形像,又把那滿是圖像、滿是獅子棕樹與人之雕刻形像與名稱的聖殿,指給以西結看。
1:988
Καὶ Σολομὼν ἐκ νόμου λαβὼν τὸ τύπωμα πλήρη πεποίηκε τὸν ναὸν χαλκῶν γλυπτῶν, βοῶν καὶ φοινίκων καὶ ἀνθρώπων καὶ οὐ κατεγνώσθη ὑπὸ τοῦ
And Solomon, taking the pattern from the Law, made the temple full of bronze carvings—of oxen, palm trees, and men—and was not condemned by God.
所羅門也從律法取得樣式,使聖殿滿了銅的雕刻--有牛、棕樹和人--卻沒有被神定罪。
1:989
Εἰ τοίνυν ἐμοῦ καταγινώσκειν θέλεις περὶ εἰκόνων, προκατάγνωθι τοῦ θεοῦ τοῦ ταῦτα ποιεῖν κελεύσαντος ὡς ὑπόμνησιν αὐτοῦ εἶναι παρ' ἡμῖν
If, then, you wish to condemn me concerning images, first condemn God who commanded these things to be made as a remembrance of Himself among us.
那麼,你若要在像這事上定我的罪,就先定那位神的罪吧--是祂吩咐製作這些,作為祂在我們中間的紀念。
1:990
Τοῦ αὐτοῦ, ἐκ τοῦ πέμπτου λόγου·
Of the same author, from the fifth oration:
錄自同一作者第五篇:
1:991
Πάλιν ἡμᾶς διαπαίζουσι περὶ τοῦ τιμίου σταυροῦ καὶ τῆς τῶν θεοτυπώτων εἰκόνων σημειώσεώς τε καὶ προσκυνήσεως εἰδωλολάτρας ἡμᾶς καὶ ξυλοθέους ὀνομάζοντες οἱ πανάθεοι
Again they mock us concerning the precious Cross and the marking and veneration of the God-imprinted images, calling us idolaters and worshipers of wood, these utterly godless ones.
這些全然不敬神的人,又因那寶貴的十字架,並因我們對那些印有神聖形象之像的記號與敬拜,譏笑我們,稱我們為拜偶像者、拜木頭的人。
1:992
Εἰ δὲ ξυλόθεός εἰμι, ὡς λέγεις, ἄθεε, καὶ πολύθεος πάντως
But if I am a worshiper of wood, as you say, O godless one, then I must surely be a polytheist as well.
但不敬神的人哪,我若像你所說是拜木頭的,那麼我必也是個多神論者了。
1:993
Εἰ δὲ πολύθεος, ἐχρῆν με πάντως ὀμνύντα λέγειν·
And if a polytheist, then I should certainly swear and say:
我若是個多神論者,那我必當起誓說:
1:994
Μὰ τοὺς θεούς, καθάπερ καὶ σὺ ἕνα ὁρῶν μόσχον ἔλεγες·
“By the gods!”—just as you, when you beheld a single calf, said:
「指著眾神起誓!」--正如你看見一隻牛犢時,竟說:
1:995
Οὗτοι οἱ θεοί σου, Ἰσραήλ. Ἀλλ' οὐκ ἀξιωθείης τοῦτο παρὰ χριστιανῶν στομάτων ἀκοῦσαί ποτε, ἀλλ' εἴθισται ἀεὶ μοιχαλὶς καὶ ἄπιστος συναγωγὴ τὴν πανσώφρονα Χριστοῦ ἐκκλησίαν ὡς πόρνην διαγορεύειν
“These are your gods, O Israel.” But may you never be deemed worthy to hear this from Christian lips; rather, the adulterous and faithless synagogue has ever been wont to denounce the all-chaste Church of Christ as a harlot.
「以色列啊,這是你的神。」但願你永不配從基督徒口中聽見這話;反倒是那行淫又不信的會堂,素來慣於把那全然貞潔的基督的教會斥為娼妓。
1:996
Οὐδὲ γὰρ παρ' ἡμῶν ὡς θεοὶ προσκυνοῦνται οἱ τῶν ἁγίων χαρακτῆρες καὶ εἰκόνες καὶ τύποι
For the figures, images, and types of the saints are not worshiped by us as gods.
因為眾聖徒的形象、像和表記,並不被我們當作神來敬拜。
1:997
Εἰ γὰρ ὡς θεῷ προσεκυνοῦμεν τῷ ξύλῳ τῆς εἰκόνος, ἐμέλλομεν πάντως καὶ τοῖς λοιποῖς προσκυνεῖν ξύλοις καὶ οὐχ ὡς πολλάκις λεανθέντος τοῦ χαρακτῆρος τῷ πυρὶ τὴν εἰκόνα κατεκαίομεν
For if we worshiped the wood of the image as God, we would certainly worship all other pieces of wood as well, and we would not—as we often do when the figure has been worn smooth—burn the image in the fire.
因為我們若把畫像的木頭當作神來敬拜,就必也敬拜其餘一切的木頭了;而我們也不會--如我們常常所行的那樣--當形象磨損平滑時,把那像投入火中焚燒。
1:998
Καὶ πάλιν, ἕως μέν ἐστι συνδεδεμένα τὰ ξύλα τοῦ σταυροῦ, προσκυνῶ τὸν τύπον διὰ τὸν ἐν αὐτῷ σταυρωθέντα Χριστόν·
And again, as long as the timbers of the Cross are bound together, I venerate the figure because of Christ who was crucified upon it;
再者,當十字架的木料仍接合在一起時,我因那釘在其上的基督而敬拜這形象;
1:999
ἐπὰν δὲ διαιρεθῶσιν ἐξ ἀλλήλων, ῥίπτω αὐτὰ καὶ κατακαίω
but when they are separated from one another, I cast them away and burn them.
但當它們彼此分開時,我便把它們丟棄並焚燒。
1:1000
Καὶ ὥσπερ κέλευσιν βασιλέως δεξάμενος ἐσφραγισμένην καὶ ἀσπασάμενος τὴν σφραγίδα οὐ τὸν πηλὸν ἐτίμησεν, οὐ τὸν χάρτην τὸν μόλυβδον, ἀλλὰ τῷ βασιλεῖ ἀπένειμε τὸ σέβας καὶ τὴν προσκύνησιν, οὕτω καὶ χριστιανῶν παῖδες τῷ τύπῳ τοῦ σταυροῦ προσκυνοῦντες οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνοῦμεν, ἀλλὰ σφραγίδα καὶ δακτύλιον καὶ χαρακτῆρα Χριστοῦ αὐτοῦ βλέποντες δι' αὐτοῦ τὸν ἐν αὐτῷ σταυρωθέντα ἀσπαζόμεθα καὶ προσκυνοῦμεν
And just as one who has received a sealed command of the emperor and has kissed the seal does not thereby honor the clay, nor the paper, nor the lead, but renders his reverence and veneration to the emperor, so we children of the Christians, in venerating the figure of the Cross, do not venerate the nature of the wood, but, beholding the seal and signet and figure of Christ Himself, through it we embrace and venerate the One who was crucified upon it.
正如一個領受了皇帝蓋印詔命的人,親吻那印,並非因此尊崇那泥土、紙張或鉛,乃是把敬畏與敬拜歸給皇帝;我們這些基督徒的兒女,在敬拜十字架的形象時,也照樣不是敬拜那木頭的本質,乃是看見基督自己的印、戳記與形象,便藉著它擁抱並敬拜那釘在其上的主。
1:1001
Καὶ διὰ τοῦτο Χριστὸν καὶ τὰ Χριστοῦ πάθη ἐν ἐκκλησίαις καὶ οἴκοις καὶ ἀγοραῖς καὶ ἐν εἰκόσι καὶ ἐν σινδόνι καὶ ἐν ταμείοις καὶ ἐν ἱματίοις καὶ ἐν παντὶ τόπῳ ἐκτυπῶ καὶ διαγράφω, ἵνα διηνεκῶς ὁρῶν ταῦτα ἀναμιμνήσκωμαι καὶ μὴ ἐπιλάθωμαι, ὥσπερ σὺ ἐπελάθου κυρίου τοῦ θεοῦ σου ἀεί
And for this reason I depict and portray Christ and the sufferings of Christ in churches, in houses, in marketplaces, in images, on cloth, in chambers, on garments, and in every place, so that, continually beholding these things, I may be reminded and not forget—as you have ever forgotten the Lord your God.
正因如此,我便在教會、家宅、市集、像、布幔、內室、衣服,並各樣地方,描畫並繪出基督和基督的受難,好叫我常常看見這些,得以被提醒而不致忘記--不像你那樣總是忘記耶和華你的神。
1:1002
Καὶ ὥσπερ σὺ προσκυνῶν τὸ βιβλίον τοῦ νόμου οὐ τὴν φύσιν τῶν δερμάτων καὶ τοῦ μέλανος προσκυνεῖς, ἀλλὰ τοὺς λόγους τοῦ θεοῦ τοὺς ἐγκειμένους ἐν αὐτῷ, οὕτως κἀγὼ τῇ εἰκόνι τοῦ Χριστοῦ προσκυνῶ, οὐ τῇ φύσει τοῦ ξύλου καὶ τῶν χρωμάτωνμὴ γένοιτο–, ἀλλ' ἀψύχῳ χαρακτῆρι Χριστοῦ προσκυνῶν δι' αὐτοῦ αὐτὸν Χριστὸν δοκῶ κρατεῖν καὶ προσκυνεῖν
And just as you, when you venerate the book of the Law, do not venerate the nature of the skins and the ink, but the words of God contained in it, so I too venerate the image of Christ—not the nature of the wood and the colors, God forbid—but, venerating the lifeless figure of Christ, I think through it to lay hold of Christ Himself and to venerate Him.
正如你敬拜律法書時,並非敬拜那皮卷和墨的本質,乃是敬拜其中所載神的話語;我也照樣敬拜基督的像--不是敬拜那木頭和顏料的本質,斷乎不是--乃是在敬拜這無生命的基督形象時,藉著它,自覺乃是握住基督自己並敬拜祂。
1:1003
Καὶ ὥσπερ Ἰακὼβ δεξάμενος παρὰ τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τὸν χιτῶνα τὸν ποικίλον ᾑμαγμένον, ὅτε ἐπίπρασαν τὸν Ἰωσήφ, κατεφίλησε πάντως τὸν χιτῶνα μετὰ δακρύων καὶ τοῖς ὀφθαλμοῖς τοῖς ἰδίοις τοῦτον ἔθηκεν οὐ τὸ ἱμάτιον θρηνῶν, ἀλλὰ δι' αὐτοῦ τὸν Ἰωσὴφ νομίζων καταφιλεῖν καὶ ἐν χερσὶν αὐτὸν κατέχειν, οὕτω καὶ χριστιανῶν παῖδες εἰκόνα < Χριστοῦ> ἀποστόλου μάρτυρος κατασπαζόμενοι τῇ σαρκὶ τῇ ψυχῇ νομίζομεν αὐτὸν ἐκεῖνον τὸν Χριστὸν τὸν μάρτυρα αὐτοῦ ἀσπάζεσθαι
And just as Jacob, having received from Joseph's brothers the many-colored coat stained with blood, when they had sold Joseph, certainly kissed the coat with tears and held it to his own eyes—not bewailing the garment, but through it thinking that he kissed Joseph and held him in his arms—so we children of the Christians too, when we embrace an image of Christ, or of an apostle, or of a martyr, with body and soul we think that we are embracing that very Christ Himself, or His martyr.
正如雅各從約瑟的弟兄手中接過那染了血的彩衣--就是他們賣了約瑟之時--他必含淚親吻那件衣裳,把它貼在自己眼上--並非為那衣服哀哭,乃是藉著它,自覺是在親吻約瑟、把他抱在懷中--我們這些基督徒的兒女,在擁抱基督、或使徒、或殉道者的像時,也照樣用身體與靈魂,自覺是在擁抱那位基督自己,或祂的殉道者。
1:1004
Ὡς γοῦν πολλάκις εἶπον, σκοπὸς ἐξετάζεται ἐπὶ παντὸς ἀσπασμοῦ καὶ ἐπὶ πάσης προσκυνήσεως
As, then, I have often said, the intention is what is examined in every embrace and in every act of veneration.
所以,正如我屢次所說,在每一次親吻、每一次敬拜的舉動中,所要查究的乃是其用意。
1:1005
Εἰ δὲ ἐμοὶ ἐγκαλεῖς λέγων, ὅτι ὡς θεῷ προσκυνῶ τῷ ξύλῳ τοῦ σταυροῦ, διὰ τί οὐκ ἐγκαλεῖς τῷ Ἰακὼβ προσκυνήσαντι ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου τοῦ Ἰωσήφ; Ἀλλὰ πρόδηλον, ὅτι οὐ τὸ ξύλον τιμῶν προσεκύνησεν, ἀλλὰ διὰ τοῦ ξύλου τῷ Ἰωσὴφ προσεκύνησεν, ὥσπερ καὶ ἡμεῖς διὰ τοῦ σταυροῦ τῷ Χριστῷ
But if you accuse me, saying that I venerate the wood of the Cross as God, why do you not accuse Jacob who venerated upon the top of Joseph's staff? But it is plain that he did not venerate in honor of the wood, but through the wood venerated Joseph, just as we too, through the Cross, venerate Christ.
但你若控告我,說我把十字架的木頭當作神來敬拜,那你為何不控告那扶著約瑟杖頭敬拜的雅各呢?顯然他並非為尊崇那木頭而敬拜,乃是藉著那木頭向約瑟敬拜,正如我們也藉著十字架向基督敬拜一樣。
1:1006
Ἐπεὶ καὶ Ἀβραὰμ τοῖς πωλήσασιν αὐτῷ τὸν τάφον ἀνδράσιν ἀσεβέσι προσεκύνησε καὶ γόνυ ἔκαμψεν ἐπὶ τὴν γῆν, ἀλλ' οὐχ ὡς θεοὺς αὐτοὺς προσεκύνησε
Since Abraham too bowed down to the impious men who sold him the burial place, and bent his knee to the ground, but did not venerate them as gods.
亞伯拉罕也曾向那些賣墳地給他的不敬虔之人下拜,屈膝於地,卻並非把他們當作神來敬拜。
1:1007
Καὶ πάλιν Ἰακὼβ τὸν Φαραὼ ηὐλόγησεν ἀσεβῆ καὶ εἰδωλολάτρην ὄντα καὶ τὸν Ἠσαῦ ἑπτάκις, ἀλλ' οὐχ ὡς θεόν
And again Jacob blessed Pharaoh, who was impious and an idolater, and bowed to Esau seven times, but not as to a god.
雅各又為那不敬虔、拜偶像的法老祝福,並七次向以掃下拜,卻不是當作向神。
1:1008
Ἴδε, πόσους ἀσπασμοὺς καὶ πόσας προσκυνήσεις ἀπέδειξά σοι γραφικάς τε καὶ φυσικὰς μὴ ἐχούσας κατάγνωσιν
See how many embraces and how many acts of veneration—both scriptural and natural—I have demonstrated to you that incur no condemnation.
你看,我已向你舉證了何等多的親吻與敬拜--既有合乎聖經的,也有出於人之常情的--都不招致定罪。
1:1009
Ἐμὲ δέ, ἐπὰν ἴδῃς εἰκόνα Χριστοῦ τῆς πανάγνου αὐτοῦ μητρὸς ἁγίου προσκυνοῦντα, ἀγανακτεῖς εὐθέως καὶ βλασφημεῖς καὶ ἀποπηδᾷς καὶ εἰδωλολάτρην με ἀποκαλεῖς καὶ οὐκ αἰσχύνῃ καὶ
But me, whenever you see me venerating an image of Christ, or of His all-pure Mother, or of a saint, you straightway grow indignant and blaspheme and recoil and call me an idolater—and you are not ashamed, nor
但每逢你看見我敬拜基督、或祂全然純潔之母、或某位聖徒的像,你便立刻氣憤、褻瀆、退避,並稱我為拜偶像者--你竟不羞愧,也不
1:1010
φρίττεις καὶ ἐρυθριᾷς, ὁρῶν με καθ' ἑκάστην ἡμέραν ἐν πάσῃ τῇ οἰκουμένῃ ναοὺς εἰδώλων καταλύοντα καὶ ναοὺς μαρτύρων ἀνεγείροντα
shudder or blush, when you see me every day throughout the whole world tearing down the temples of idols and raising up shrines of the martyrs.
戰慄或臉紅,雖然你天天看見我在普天之下拆毀偶像的殿宇,建立殉道者的聖所。
1:1011
Εἰ τὰ εἴδωλα προσεκύνουν, διατί τοὺς μάρτυρας τιμῶ τοὺς καταλύσαντας τὰ εἴδωλα; Εἰ δὲ τὰ ξύλα, ὡς φῄς, δοξάζω, πῶς τιμῶ τοὺς ἁγίους τοὺς τὰ ξύλινα ξόανα τῶν δαιμόνων κατακαύσαντας; Εἰ δὲ καὶ τοὺς λίθους δοξάζω, πῶς δοξάζω τοὺς ἀποστόλους τοὺς τὰ λίθινα εἴδωλα κατακλάσαντας; Εἰ τὰς εἰκόνας τῶν ψευδωνύμων θεῶν σέβω, πῶς δοξάζω καὶ ἐπαινῶ καὶ ἑορτὰς ἐπιτελῶ τῶν τριῶν παίδων τῶν ἐν Βαβυλῶνι ἀθλησάντων καὶ τῇ εἰκόνι τῇ χρυσῇ μὴ προσκυνησάντων τῇ εἰδωλικῇ; Ἀλλ' ὄντως πολλὴ τῶν ἀνόμων πώρωσις, πολλὴ τύφλωσις
If I worshiped idols, why do I honor the martyrs who destroyed idols? And if, as you say, I glorify the pieces of wood, how is it that I honor the saints who burned up the wooden carved figures of the demons? And if I also glorify stones, how is it that I glorify the apostles who shattered the stone idols? If I revere the images of the falsely-named gods, how is it that I glorify and praise and celebrate the feasts of the Three Children who contended in Babylon and did not worship the golden idolatrous image? But truly great is the callousness of the lawless, great their blindness.
我若敬拜偶像,為何尊敬那些毀滅偶像的殉道者?我若照你所說榮耀那些木頭,為何尊敬那些焚燒鬼魔木刻雕像的聖徒?我若也榮耀那些石頭,為何榮耀那些打碎石偶的使徒?我若敬奉那些假名之神的像,為何榮耀、稱讚並守那三個少年人的節期--他們在巴比倫力爭,不向那金的偶像下拜?實在說來,無法無天之人的剛硬何等大,瞎眼何等深。
1:1012
Ἰουδαῖε, πολλὴ ἀναίδειά σου καὶ ἀσέβεια·
O Jew, great is your shamelessness and your impiety;
猶太人哪,你的厚顏與不敬虔何等大;
1:1013
ἀληθῶς ἀδικεῖται ὑπὸ σοῦ ἀλήθεια
truly, the truth is wronged by you.
真理實在被你冤屈了。
1:1014
Ἀνάστα, θεός, δίκασον τὴν δίκην σου· κρῖνον καὶ δίκασον ἡμῖν ἐξ ἔθνους οὐχ ὁσίου, ἀλλὰ ἀνοσίου καὶ ἀλλοτρίου καὶ παροξύνοντός σε διὰ παντός
“Arise, O God, plead Your cause; judge and plead our case against a nation that is not holy”—but unholy and alien, and one that provokes You continually.
「神啊,求你起來,為自己伸訴;求你審判,為我們伸訴,使我們脫離那不聖潔的國」--反倒是不聖潔的、外人的、不斷惹你發怒的國。
1:1015
Εἰ μὲν οὖν, ὡς πολλάκις εἶπον, τῷ ξύλῳ καὶ τῷ λίθῳ ὡς θεῷ προσεκύνουν, εἶπα ἂν κἀγὼ τῷ ξύλῳ καὶ λίθῳ·
If, then, as I have often said, I venerated the wood and the stone as God, I too would have said to the wood and the stone:
那麼,正如我屢次所說,我若把那木頭和石頭當作神來敬拜,我也必對那木頭和石頭說:
1:1016
Σύ με ἐγέννησας. Εἰ δὲ τὰς εἰκόνας τῶν ἁγίων προσκυνῶ, τοὺς ἁγίους μᾶλλον, καὶ προσκυνῶ τὰς τῶν ἁγίων μαρτύρων ἀθλήσεις καὶ τιμῶ, πῶς λέγεις εἴδωλα ταῦτα, ἀνόητε; Τὰ γὰρ εἴδωλα τῶν ψευδωνύμων, τῶν μοιχῶν καὶ φονευτῶν καὶ τεκνοθυτῶν καὶ μαλακῶν ὁμοιώματά εἰσι καὶ οὐ προφητῶν οὐδὲ ἀποστόλων
“You begot me.” But if I venerate the images of the saints—rather, the saints themselves—and venerate and honor the contests of the holy martyrs, how do you call these idols, O foolish one? For idols are the likenesses of the falsely-named gods, of adulterers and murderers and child-slayers and the effeminate, and not of prophets nor of apostles.
「是你生了我。」但我若敬拜眾聖徒的像--更確切地說,是敬拜眾聖徒本身--並敬拜尊崇聖潔殉道者的爭戰,你這愚昧人,怎能把這些稱為偶像呢?因為偶像乃是那些假名之神的肖像,是姦夫、兇手、殺子者和孌童者的肖像,並不是先知或使徒的。
1:1017
Καὶ ἵνα ἐκ μέρους παραστήσω σοι σύντομον καὶ πιστότατον ὑπόδειγμα περὶ χριστιανικῶν καὶ Ἑλληνικῶν ὁμοιωμάτων, ἄκουσον
And so that I may set before you, in part, a brief and most trustworthy example concerning Christian and Hellenic likenesses, listen.
我要略為向你舉一個簡短而最可信的例證,論基督教與希臘人的肖像,你且聽著。
1:1018
Εἶχον ἐν Βαβυλῶνι οἱ Χαλδαῖοι ὄργανα παντοῖα μουσικὰ πρὸς θεραπείαν εἰδώλων δαιμόνων, εἶχον δὲ καὶ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ Ἱερουσαλὴμ ὄργανα, ἐπὶ ταῖς ἰτέαις ἐκρέμασαν·
The Chaldeans in Babylon had musical instruments of every kind for the service of the demon-idols; and the sons of Israel from Jerusalem also had instruments, which they hung upon the willows;
巴比倫的迦勒底人有各樣的樂器,用來事奉那些鬼魔偶像;從耶路撒冷來的以色列子孫也有樂器,是他們掛在柳樹上的;
1:1019
καὶ ἀμφότερα ὄργανα καὶ νάβλαι καὶ κιθάραι καὶ αὐλοὶ ὑπῆρχον, ἀλλὰ τὰ μὲν εἰς δόξαν θεοῦ ἐγένοντο, τὰ δὲ εἰς θεραπείαν τῶν δαιμόνων ἀντίμιμα
and both were instruments—harps, lyres, and pipes—but the one set came to be for the glory of God, and the other as a counterfeit for the service of the demons.
兩者都是樂器--有豎琴、琴和簫--但一套是為神的榮耀而有的,另一套則是為事奉鬼魔的仿冒之物。
1:1020
Οὕτω λοιπὸν καὶ ἐπὶ τῶν εἰκόνων καὶ εἰδώλων Ἑλληνικῶν καὶ χριστιανικῶν νόει, ὅτι ἐκεῖνα μὲν εἰς δόξαν διαβόλου καὶ μνήμην κατεσκευάσθησαν, ταῦτα δὲ εἰς δόξαν Χριστοῦ καὶ ἀποστόλων καὶ μαρτύρων καὶ ἁγίων αὐτοῦ
So then understand it likewise concerning the images and idols, Hellenic and Christian: that those were fashioned for the glory and remembrance of the devil, but these for the glory of Christ and of the apostles and martyrs and His saints.
那麼,論到希臘與基督教的像和偶像,你也當照樣明白:前者是為魔鬼的榮耀與紀念而造的,後者卻是為基督、為使徒、殉道者和祂眾聖徒的榮耀而造的。
1:1021
Ὅταν τοίνυν ἴδῃς χριστιανὸν προσκυνοῦντα τῷ σταυρῷ, γνῶθι, ὅτι διὰ Χριστὸν τὸν σταυρωθέντα καὶ οὐ τὴν φύσιν τοῦ ξύλου προσκυνεῖ
Whenever, therefore, you see a Christian venerating the Cross, know that he venerates it for the sake of Christ who was crucified, and not the nature of the wood.
所以每逢你看見一個基督徒敬拜十字架,要知道他乃是為那被釘的基督而敬拜,並非敬拜那木頭的本質。
1:1022
Ἐπεὶ πάντα ἂν τὰ ξύλα προσεκυνοῦμεν τοῦ ἀγροῦ, καὶ ὥσπερ Ἰσραὴλ προσεκύνει τὰ ἄλση καὶ τὰ δένδρα λέγων·
Since otherwise we would venerate all the trees of the field, and just as Israel venerated the groves and the trees, saying:
不然,我們就要敬拜田野間一切的樹了,正如以色列敬拜叢林與樹木,說:
1:1023
Σύ μου εἶ θεός, καὶ σύ με ἐγέννησας. Ἡμεῖς δὲ οὐχ οὕτως, ἀλλὰ μνήμην καὶ γραφὴν ἔχομεν τῶν τοῦ κυρίου παθημάτων καὶ τῶν δι' αὐτὸν ἀθλησάντων ἐν ταῖς ἐκκλησίαις καὶ οἴκοις ἔχομεν πάντα δι' αὐτὸν ποιοῦντες, τὸν ἡμέτερον κύριον
“You are my god, and you begot me.” But we are not so; rather, we keep a remembrance and depiction of the sufferings of the Lord and of those who contended for His sake, in the churches and houses, doing all things for His sake, our Lord.
「你是我的神,是你生了我。」但我們並非如此;反倒在教會與家宅中,存留對主的受難、並對那些為祂緣故而爭戰之人的紀念與描繪,凡事都為我們的主祂的緣故而行。
1:1024
Καὶ αὖθις, εἰπέ, Ἰουδαῖε, ποία γραφὴ ἐπέτρεψε Μωσεῖ προσκυνῆσαι Ἰοθόρ, τῷ γαμβρῷ αὐτοῦ, εἰδωλολάτρῃ ὄντι, καὶ Ἰακὼβ τῷ Φαραὼ καὶ Ἀβραὰμ τοῖς υἱοῖς Ἐμμὼρ καὶ Δανιὴλ τῷ Ναβουχοδονόσορ ἀσεβεῖ ὄντι; Καὶ εἰ ἐκεῖνοι δίκαιοι καὶ προφῆται < ὄντες> διὰ κοσμικὴν καὶ πρόσκαιρον ζωὴν ταῦτα ἐποίουν, πῶς ἐμοὶ ἐγκαλεῖς προσκυνοῦντι ταῖς ἁγίαις τῶν ἁγίων μνήμαις γραφικαῖς καὶ ἱστορικαῖς καὶ τὰ πάθη καὶ τὰς ἀθλήσεις, ἐξ ὧν καθ' ἡμέραν εὐεργετοῦμαι καὶ αἰώνιον καὶ ἀΐδιον ζωὴν ἐκδέχομαι; Τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου δʹ τόμου·
And once more, tell me, O Jew, what scripture permitted Moses to bow down to Jethro his father-in-law, who was an idolater, and Jacob to Pharaoh, and Abraham to the sons of Hamor, and Daniel to Nebuchadnezzar who was impious? And if those men, being righteous and prophets, did these things for the sake of worldly and temporal life, how do you accuse me for venerating the holy memorials of the saints, pictorial and historical, and their sufferings and contests, by which I am daily benefited and from which I look for eternal and everlasting life? From the Ecclesiastical History of Theodore, the fourth volume:
再者,猶太人哪,告訴我:哪一處聖經准許摩西向他岳父、那拜偶像的葉忒羅下拜,准雅各向法老下拜,准亞伯拉罕向哈抹的眾子下拜,准但以理向那不敬虔的尼布甲尼撒下拜呢?那些人既是義人、又是先知,尚且為今世暫時的生命行了這些事,你怎能控告我敬拜那些圖繪與歷史性的、眾聖徒聖潔的紀念物,並他們的受難與爭戰呢--我天天從中得益,又從中盼望永遠不朽的生命?錄自狄奧多若(Theodore)《教會史》第四卷:
1:1025
Ὑπὸ δὲ ταύτην τὴν ὑπατείαν κατὰ τὸν μῆνα τὸν Δεκέμβριον, ἔχοντα αὐτὸν τριακάδα καὶ πέμπτην ἡμέραν, θαῦμα φοβερὸν καὶ ἐξαίσιον πᾶσάν τε ἀκοὴν ἀνθρώπων καταπλῆττον γεγένηται
Under this consulship, in the month of December, on its thirty-fifth day, a fearful and extraordinary marvel came to pass, astounding to every ear of men.
在這執政官任內,十二月間,於其第三十五日,發生了一件可怕而非凡的奇事,令人人聞之震驚。
1:1026
Ὀλύμπιος γάρ τις τοὔνομα Εὐθυμίου τοῦ τῆς Ἀρείου θρησκείας ἐξάρχοντος τὸν βαδιστὴν παραχορεύων ἐν τῷ λουτρῷ τοῦ παλατίου Ἑλενιανῶν γενόμενος κατὰ τὸν προμαλάττοντα καὶ θεασάμενός τινας τῶν λουομένων τὴν τοῦ ὁμοουσίου δόξαν σεμνύνοντας ἔφη αὐταῖς λέξεσιν οὕτως·
For there was a certain man named Olympius, who, leading the courier-team of Euthymius the leader of the Arian sect, came to be at the bath of the palace of the Helenianae, in the warm fore-chamber; and seeing some of those bathing exalting the doctrine of the consubstantial, he spoke to them in these very words:
原來有一個名叫奧林匹烏(Olympius)的人,他主管亞流派首領游提繆(Euthymius)的信差班子;他來到赫勒尼亞奈宮(Helenianae)的浴場,在那預熱的暖室裡,看見幾個沐浴的人正在高舉「同質」(consubstantial)的教義,便對他們說了這樣的話:
1:1027
Τί γάρ ἐστιν τριάς; Ποίῳ δὲ τοίχῳ οὐκ ἐπιγέγραπται; Καὶ κρατήσας τῶν ἑαυτοῦ ἀναγκαίων ἔφη·
“What then is the Trinity? On what wall is it not inscribed?” And grasping his own private parts, he said:
「三位一體算什麼?哪一面牆上沒題著它呢?」他又抓住自己的下體,說道:
1:1028
Ἴδε, κἀγὼ τριάδα ἔχω, ὥστε κινηθέντας τοὺς ἐκεῖ εὑρεθέντας μέλλειν αὐτὸν διαχειρίζεσθαι·
“Behold, I too have a trinity!”—so that those who were found there, being stirred up, were about to lay hands on him;
「看哪,我也有個三位一體!」--以致在場的人被激動,幾乎要對他動手;
1:1029
πρεσβυτέρου τῶν ἁγίων ἀποστόλων ἐν τῷ περιτειχίσματι, ἀνθρώπου θαυμαστοῦ καὶ τὸν θεὸν θεραπεύοντος, φήσαντος πρὸς αὐτούς, ὡς οὐκ ἂν διαλάθῃ τὸν τῆς παντεφόρου δίκης ὀφθαλμὸν ἀκριβεῖ λόγῳ γράφοντα
but a presbyter of the Holy Apostles, in the surrounding precinct, a wonderful man who served God, said to them that he would not escape the eye of all-seeing Justice, which records with exact reckoning.
但聖使徒堂的一位長老--就在那環繞的院落裡--他是一個服事神的奇異之人,對他們說:此人逃不過那洞察萬有之公義的眼目,它必以精確的算度將一切記錄下來。
1:1030
Αἰδοῖ δὲ τοῦ ἀνδρὸς τῆς ταραχῆς παυσαμένων ἐξανέστη Ὀλύμπιος καὶ τῇ ἐμβάσει τῶν θερμῶν ὡς ἔθος χρησάμενος ἔξεισιν ἐπὶ τὴν τῶν ψυχρῶν ὑδάτων δεξαμένην, ἥτις λαμβάνει τὰ ὕδατα ἐκ πηγῆς τικτομένης μέσον τοῦ σεπτοῦ θυσιαστηρίου τοῦ εὐαγοῦς οἴκου τοῦ πρωτομάρτυρος Στεφάνου, ὃν ἐν παλαιοῖς ἔκτισεν ἀξιώμασιν ἀρχοντικοῖς διαλάμψας Αὐρηλιανός·
And when, out of respect for the man, they had ceased from their disturbance, Olympius arose and, after using the immersion in the hot waters as was his custom, went out to the basin of cold waters, which receives its water from a spring rising in the middle of the venerable altar of the holy house of Stephen the protomartyr—which Aurelian, who shone with princely dignities, built in olden times;
他們既因敬重那人而止息了騷動,奧林匹烏便起身,照他的習慣浸入熱水之後,出來走向那盛冷水的池子;那池子的水來自一道泉源,是從初殉道者司提反聖殿可敬祭壇正中湧出的--那殿是古時以王公爵位顯赫的奧勒良(Aurelian)所建造的;
1:1031
ἐνθένδε ἡγοῦμαι θείας ἐποψίας τὸ ὕδωρ ἀξιοῦσθαι
whence I suppose that the water is granted divine oversight.
因此我認為那水蒙了神的看顧。
1:1032
Ἐν καταβὰς θᾶττον ἐπαναβαίνει κραυγάζων·
Into which he descended, but quickly came up again, crying out:
他下到水中,卻很快又上來,呼喊道:
1:1033
Ἐλεήσατέ με, ἐλεήσατε, καὶ κνήθων αὐτοῦ τὰς σάρκας τῶν ὀστῶν ἀπεμέριζε
“Have mercy on me, have mercy!”—and scratching his flesh, he tore it from the bones.
「可憐我,可憐我!」--他又抓撓自己的肉,把它從骨頭上撕下來。
1:1034
Πάντες δὲ περὶ αὐτὸν γενόμενοι καὶ κρατήσαντες, σινδόνι περιτυλίξαντες ἀνέκλιναν ψυχορραγοῦντα
And all gathering about him and taking hold of him, they wrapped him in a sheet and laid him down as he was gasping out his life.
眾人圍攏過來,扶住他,用一塊布裹住他,把他放下,他正喘著氣將要斷氣。
1:1035
Ἐπηρώτων δέ, τί ἂν εἴη τὸ συμβάν·
And they asked what might have happened;
他們便問究竟發生了什麼事;
1:1036
Ἄνδρα κατεῖδον λευχειμονοῦντα ἐπιβάντα μοι κατὰ τῆς νεροφόρου καὶ τρεῖς σίκλας θερμοῦ περιχέαντά μοι καὶ λέγοντά μοι·
“I saw a man clothed in white,” he said, “standing over me upon the water-channel, who poured three buckets of hot water over me and said to me:
他說:「我看見一個穿白衣的人,站在我身上、在那水道之上,向我澆了三桶熱水,對我說:
1:1037
Μὴ δυσφήμει. Λαβόντες δὲ αὐτὸν φορείῳ οἱ αὐτῷ διαφέροντες μετεκόμισαν ἐν ἑτέρῳ λουτρῷ προσκειμένῳ τῇ τῶν Ἀρειανῶν ἐκκλησίᾳ
‘Do not blaspheme.’” And taking him up on a litter, those who attended to him carried him over to another bath adjoining the church of the Arians.
『不要褻瀆。』」服事他的人便用擔架把他抬起,搬到緊鄰亞流派教會的另一座浴場去。
1:1038
Θελόντων δὲ αὐτῶν ἀποτυλίξαι τὴν σινδόνα ἀπ' αὐτοῦ συνεξέπαιρον πάσας τὰς σάρκας αὐτοῦ, καὶ οὕτως νεκρωθεὶς ἀπέδωκε τὸ πνεῦμα
And when they wished to unwrap the sheet from him, they pulled off with it all his flesh; and thus, being mortified, he gave up his spirit.
他們想把那塊布從他身上解開時,連他全身的肉都一同扯了下來;他便這樣壞死,斷了氣。
1:1039
Γνωστὸν δὲ ἐγένετο τοῦτο σχεδὸν καθ' ὅλης τῆς βασιλίδος
And this became known throughout almost the whole imperial city.
這事傳遍了幾乎整個帝都。
1:1040
Ἐφήμιζον δέ τινες περὶ τοῦ πεπονθότος, ὡς χρόνοις τισὶν ἀπὸ τῆς τὸ ὁμοούσιον δοξαζούσης θρησκείας εἰς τὴν Ἀρείου μετεβαπτίσατο λατρείαν
And some spread it abroad concerning the man who had suffered, that some years before he had been re-baptized from the religion that glorifies the consubstantial into the worship of Arius.
有人到處傳說那受報之人:說他多年前曾從那榮耀「同質」之信仰,改受洗歸入亞流的崇拜。
1:1041
Ἐπειδὴ δὲ τὸ συμβεβηκὸς καὶ ἀκοαῖς βασιλέων ἐπλησίασενἈναστάσιος δὲ ἦν–, ἐπέτρεψεν εἰκόνι χρωματισθὲν τὸ τεράστιον ὕπερθε τῆς νεροφόρου καταπαγῆναι
And when what had occurred came also to the ears of the emperors—Anastasius was reigning—he ordered the marvel to be depicted in an image and fastened up above the water-channel.
這所發生的事傳到了皇帝們的耳中--那時在位的是阿納斯塔修(Anastasius)--他便下令把這奇兆畫成一幅像,釘掛在那水道上方。
1:1042
Ἰωάννης δέ τις διάκονος καὶ ἔκδικος τοῦ προλεχθέντος εὐαγοῦς οἴκου Στεφάνου τοῦ τῶν μαρτύρων πρώτου, ἀνὴρ εἰ καί τις ἄλλος ζῆλον ὑπὲρ τοῦ ὁμοουσίου δόγματος ἑκάστοτε ἐνδεικνύμενος καὶ αὐτὸς εἰκόνι κατέγραψεν, ἀλλ' οὐχ ἁπλῶς·
And a certain John, a deacon and advocate of the aforesaid venerable house of Stephen the first of the martyrs, a man who, if anyone, showed forth zeal for the doctrine of the consubstantial on every occasion, also recorded it in an image—but not simply;
又有一位名叫約翰的人,是前述初殉道者司提反可敬聖殿的執事兼訟護人,他若論熱心,比誰都更時時為「同質」的教義顯出熱忱;他也把這事記在一幅像中--而且不是草草為之;
1:1043
τῶν γὰρ ἐκεῖσε λουομένων καὶ θεασαμένων τὰ ὀνόματα κατέγραψε, καὶ ἔνθα εἴη ἕκαστος οἰκῶν, ἔτι τε καὶ τῶν τοῖς ὕδασιν ὑπηρετούντων
for he recorded the names of those who were bathing there and beheld it, and where each one dwelt, and moreover of those who served at the waters as well.
因為他記下了當時在那裡沐浴並親眼看見之人的名字,並各人的住處,甚至還有那些在水池服役之人的名字。
1:1044
Μαρτυρεῖ δὲ εἰκὼν ἄχρι τοῦ παρόντος πεπηγυῖα ἐν τῷ ἐμβόλῳ τοῦ τετραστόου τοῦ πολλάκις εἰρημένου εὐκτηρίου
And the image bears witness up to the present, fixed in the portico of the four-columned hall of the oft-mentioned house of prayer.
這幅像直到如今仍作見證,釘在那屢次提及之禱告殿的四柱大廳門廊裡。
1:1045
Ἐπειδὴ δὲ τῷ θαύματι θαῦμα ἐπηκολούθησεν, οὐχ ὅσιον παριδεῖν τῆς αὐτῆς ὑποθέσεως τυγχάνον, ὅπερ, εἰ καὶ τὸν παρόντα καιρὸν ὑπερῆλθε, λέγειν οὐκ ὀκνήσω
And since a marvel followed upon the marvel, belonging to the same subject, it is not right to pass it over—which, even if it has gone beyond the present occasion, I will not hesitate to tell.
既然又有一件奇事接續著這奇事而來,屬於同一題材,便不該將它略過--即使它已超出了眼前所論的範圍,我也不憚於講說。
1:1046
Θεασάμενοι γὰρ οἱ τῆς Ἀρείου συμμορίας ἐπικρατοῦντα θρίαμβον ἐλιπάρησαν τὸν τοῦ παλατίου Ἑλενιανῶν τὴν φροντίδα πεπιστευμένον ὡς ἐξάρχοντα καὶ τῆς τοῦ λουτροῦ διοικήσεως καθελόντα, κατακρύψαι τὴν εἰκόνα
For the partisans of Arius, beholding the triumph prevailing, begged the man who had been entrusted with the charge of the palace of the Helenianae—as overseer also of the management of the bath—to take down and conceal the image.
原來亞流派的黨羽看見這勝利日益彰顯,便央求那受託管理赫勒尼亞奈宮的人--他也是浴場行政的監管者--把那像取下藏起來。
1:1047
Ὃς πρόφασιν εὐμήχανον εὑράμενος τὴν ἐκ τῶν ὑδάτων προσγινομένην νοτίδα ὡς σκυλθεῖσαν τὴν εἰκόνα ἀφελόμενος, φησίν, ἐπὶ διορθώσει κατέκρυψεν
Who, having found a clever pretext—the moisture coming from the waters—took down the image as though it had been damaged, and concealed it, he said, for the sake of repair.
那人找了一個巧妙的藉口--就是水氣所生的潮濕--便把那像取下,假稱它已受損,說是為了修復而把它藏了起來。
1:1048
Ἣν βασιλεύς, ἐγκυκλίους ἐπιδημίας τελῶν εἰς ἕκαστον τόπον βασιλικόν, παραγενόμενος κἀκεῖσε τὴν εἰκόνα ἐπεζήτει·
But the emperor, making his customary circuit-visits to each imperial site, came there too and sought out the image;
但皇帝按例巡視各處皇家場所時,也來到那裡,尋找那幅像;
1:1049
καὶ οὕτως αὖθις τῷ τοίχῳ κατεπάγη
and thus it was once more fixed to the wall.
那像便再次被釘回牆上。
1:1050
Παρὰ πόδας δὲ τὸν Εὐτυχιανόν ( τοῦτο γὰρ ἦν ὄνομα τῷ διαιταρίῳ) ὀργή τις θεοδίκαστος παραλαβοῦσα τὸν μὲν δεξιὸν ὀφθαλμὸν διαρρεῦσαι πεποίηκε, κακίστως δὲ καὶ τὰ λοιπὰ περισείουσα μέλη, προσπελάσαι παρεσκεύασε τῷ εὐαγεῖ εὐκτηρίῳ, ἔνθα πεπίστευται ἀναπαύεσθαι μέρος ἱερῶν λειψάνων τῶν θεσπίων Παντολέοντος καὶ Μαρίνου, ἐπικαλουμένου τοῦ τόπου Ὁμόνοια ἐκ τοῦ ἐκεῖ συνελθόντας τοὺς ἑκατὸν πεντήκοντα ἐπισκόπους ἐπὶ Θεοδοσίου τοῦ μεγάλου βασιλέως κοινήν τινα καὶ συμπεφωνημένην διδασκαλίαν τοῦ τε ὁμοουσίου τῆς θείας τριάδος ποιήσασθαι καὶ τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου τρανῶσαι τὴν ἐκ παρθένου πρόσληψιν, ταύτην τὴν ἐπωνυμίαν τεκτήνασθαι
But hard on his heels, a God-decreed wrath laid hold of Eutychianus (for this was the name of the steward), and made his right eye dissolve; and most grievously shaking his other limbs as well, it brought him to draw near to the venerable house of prayer where a portion of the holy relics of the divine Pantaleon and Marinus is believed to repose—the place being called Homonoia ('Concord') because the hundred and fifty bishops who there assembled under Theodosius the Great fashioned this title, having drawn up a certain common and agreed teaching both of the consubstantiality of the divine Trinity and having clearly proclaimed the assumption from the Virgin in the incarnation of the Lord.
但緊隨其後,一場神所定的忿怒臨到了游提齊安(Eutychianus,這便是那總管的名字),使他的右眼潰爛流出;又極兇猛地震顫他其餘的肢體,逼使他來到那可敬的禱告殿--就是相信有那神聖的潘塔列翁(Pantaleon)與馬利努(Marinus)部分聖髑安息之處--那地方名叫「和諧」(Homonoia),因為在大狄奧多西(Theodosius the Great)治下聚集於此的一百五十位主教擬定了這名稱,他們既制定了關於神聖三位一體同質的、共同而一致的教導,又清楚宣告了主道成肉身時從童女所取的人性。
1:1051
Ἡμέρας τε περίπου ἑπτὰ προσκαρτεροῦντος καὶ ὀνοῦντος οὐδέν, ἀλλὰ καὶ διαβρωθέντων αὐτῷ καὶ τῶν διδύμων, μεσούσης μιᾶς τῶν νυκτῶν λαχὼν ὑποδιάκονος τὴν παννύχιον ἔχειν ὁρᾷ κατ' ὄναρ βασιλέα τινὰ ἐπιστάντα καὶ τῇ χειρὶ
And when he had persevered there about seven days and profited nothing, but even his testicles had been eaten away, in the middle of one of the nights the subdeacon to whose lot it fell to keep the all-night vigil saw in a dream a certain king standing by, who, pointing with his hand
他在那裡守了約七天,毫無起色,連睪丸都已潰爛蝕盡;某夜半時分,那輪值守通宵祈禱的副執事在夢中看見一位君王站在旁邊,用手指著
1:1052
ὑποδεικνύντα τὸν ἀσθενῆ λέγειν·
at the sick man, said:
那病人,說道:
1:1053
Πῶς ὑπεδέξω τοῦτον; Τίς δὲ ἐνταῦθα ἀγαγών; Οὗτος μετὰ τῶν εἰς ἐμὲ δυσφημούντων συμφραξάμενος
“How did you receive this man? And who brought him here? This is the one who conspired together with those who blasphemed against Me.
「你怎麼收留了這人?是誰把他帶到這裡來的?這就是那與褻瀆我的人同謀的人。
1:1054
Οὗτος κατακρύψας τὴν εἰκόνα τοῦ θαύματος. Διαναστὰς δὲ κληρικὸς τὸ ὀφθὲν διηγήσατο, φήσας τῶν ἀδυνάτων τυγχάνειν ἰαθῆναι τοῦτον τῆς μάστιγος
This is the one who concealed the image of the marvel.” And the cleric, rising up, recounted what he had seen, saying that it was among the impossible things for this man to be healed of his scourge.
這就是那把奇兆之像藏起來的人。」那神職人員起來,述說了所見的,說此人要從這刑罰中得醫治,乃是不可能的事。
1:1055
Τῇ δὲ αὐτῇ νυκτὶ Εὐτυχιανὸς ὥσπερ εἰς ὕπνον ἐκ τῶν ὀδυνῶν ὑπαχθεὶς ὁρᾷ τινα νεανίαν εὐνοῦχον παραγαυδίῳ λαμπρῷ ἠμφιεσμένον λέγοντα αὐτῷ·
And on that same night Eutychianus, as though drawn into sleep from his pains, saw a certain young eunuch clothed in a splendid bordered robe, saying to him:
就在同一夜,游提齊安彷彿因疼痛而沉入睡眠,看見一位年輕的太監,身穿華美的鑲邊袍子,對他說:
1:1056
Τί ἔχεις; Ὡς δέ Ἀποθνήσκω, ἔφη, κατατηκόμενος καὶ θεραπείας μὴ τυγχάνων ἤκουε λέγοντος, ὡς οὐδείς σοι δύναται βοηθῆσαι·
“What ails you?” And when he said, “I am dying, wasting away and finding no healing,” he heard him say that no one was able to help him;
「你有什麼病?」他說:「我快死了,正在衰殘,找不到醫治。」便聽見那人說:沒有人能幫助他;
1:1057
γὰρ βασιλεὺς δεινῶς ὀργίζεται κατὰ σοῦ. Ἠντιβόλει οὗτος καί φησι·
“for the king is terribly angry against you.” This man entreated and said:
「因為那君王極其向你發怒。」這人便懇求說:
1:1058
Τίνα κινήσω τί ποιήσω;Ὁ δέ φησιν·
“Whom shall I appeal to, or what shall I do?” And he said:
「我該求告誰,或該怎麼辦呢?」那人說:
1:1059
Εἰ θέλεις ἀνεθῆναι, ἄπιθι συντόμως ἐν τῷ λουτρῷ Ἑλενιανῶν καὶ ἐγγύθεν τῆς εἰκόνος τοῦ καυθέντος Ἀρειανοῦ ἀναπαύθητι. Παραυτὰ δὲ διυπνίσας ἕνα τῶν ὑπηρετούντων ἐφώνει
“If you wish to be released, go quickly to the bath of the Helenianae and rest near the image of the burned Arian.” And immediately, waking up, he called one of those who attended him;
「你若想得釋放,就快快到赫勒尼亞奈的浴場去,在那被燒之亞流派人的像旁邊安歇。」他立刻醒來,喚了一個服事他的人;
1:1060
τριῶν γὰρ ἡμερῶν ἤδη παρελθουσῶν ἀφωνίᾳ συνείχετο
for three days had already passed during which he had been gripped by loss of speech.
因為已過了三天,他一直被失語所困。
1:1061
Καί φησι πρὸς αὐτούς, ἀπάγειν αὐτὸν κατὰ τὸ προσταχθὲν διεκελεύσατο
And he said to them, and gave orders, that they should carry him off according to what had been commanded.
他便對他們說話,並吩咐他們照那所命定的,把他抬去。
1:1062
Φθάσας δὲ τὸν τόπον καὶ πρὸς τὴν εἰκόνα τεθεὶς ἐξέπνει·
And reaching the place and being set before the image, he breathed his last;
他一到那地方,被安置在那像面前,就斷了氣;
1:1063
τὴν γὰρ ἀπὸ τοῦ σώματος διάστασιν τῆς ψυχῆς ἐλευθερίαν ἀνέσεως ὀφθεὶς ἀγορεύων ἠλήθευσεν
for the one who had appeared spoke truly when he proclaimed the separation of the soul from the body to be a liberation and a release.
因為那顯現的人宣告靈魂與身體的分離乃是一種釋放與安歇,這話實在不假。
1:1064
Τοῦ ἁγίου Ἀναστασίου τοῦ ἁγίου ὄρους Σινᾶ·
Of Saint Anastasius of the holy Mount Sinai:
錄自西奈聖山的聖亞納斯塔修(Anastasius of Sinai):
1:1065
Ἀπὸ τεσσάρων μιλίων Δαμασκοῦ χώριόν ἐστιν ἐπιλεγόμενον Καρσάτας·
Four miles from Damascus there is a hamlet called Karsatas;
距大馬士革四哩有一個村莊,名叫卡爾薩塔斯(Karsatas);
1:1066
ἐν χωρίῳ ναός ἐστι τοῦ ἁγίου Θεοδώρου
in which hamlet there is a church of Saint Theodore.
這村莊裡有一座聖狄奧多若(Theodore)堂。
1:1067
Ἐν τούτῳ τῷ ναῷ εἰσελθόντες Σαρακηνοὶ κατῴκησαν πάντα ῥύπον καὶ ἀκαθαρσίαν ἐκ γυναικῶν καὶ παίδων καὶ ἀλόγων ποιήσαντες
Into this church Saracens entered and settled, working all manner of filth and uncleanness with women, children, and beasts.
有撒拉森人(Saracens)進入這堂內住下,與婦女、孩童和牲畜行各樣的污穢與不潔。
1:1068
Ἐν μιᾷ οὖν τῶν ἡμερῶν καθεζομένων πλειόνων αὐτῶν καὶ συντυγχανόντων ἔρριψεν εἷς ἐξ αὐτῶν σαγίταν κατὰ τῆς εἰκόνος τοῦ ἁγίου Θεοδώρου καὶ ἔκρουσεν εἰς τὸν δεξιὸν ὦμον αὐτοῦ, καὶ εὐθέως ἐξῆλθεν αἷμα καὶ κατῆλθεν ἕως κάτω τῆς εἰκόνος, πάντων θεωρούντων τὸ γενόμενον σημεῖον καὶ τὴν σαγίταν πεπηγμένην εἰς τὸν ὦμον τοῦ ἁγίου καὶ τὸ αἷμα κατερχόμενον
Now on one of the days, when many of them were sitting and conversing, one of them shot an arrow at the image of Saint Theodore and struck it on its right shoulder, and immediately blood came forth and ran down to the bottom of the image, while all beheld the sign that had occurred, and the arrow fixed in the shoulder of the saint, and the blood running down.
有一天,他們許多人正坐著閒談,其中一人向聖狄奧多若的像射了一箭,正中其右肩,立刻就有血流出,順著像直流到底下;眾人都看見這所發生的神蹟,看見那箭釘在聖者的肩上,看見那血流下來。
1:1069
Καὶ μὴν σημεῖον τοιοῦτον παράδοξον γενόμενον θεασάμενοι οὐκ ἦλθον εἰς συναίσθησιν·
And yet, beholding such a marvelous sign that had occurred, they did not come to their senses;
然而,他們雖看見這樣奇異發生的神蹟,卻仍不醒悟過來;
1:1070
οὐ μετενόησεν τὴν σαγίταν ῥίψας, οὐκ ἐτάραξεν ἑαυτὸν εἷς ἐξ αὐτῶν, οὐκ ἀνεχώρησαν τοῦ ναοῦ, οὐκ ἐπαύσαντο ῥυποῦντες αὐτόν
the one who shot the arrow did not repent, not one of them was troubled in himself, they did not depart from the church, they did not cease defiling it.
那射箭的人沒有悔改,他們中間沒有一個人自覺不安,他們沒有離開那堂,也沒有止住污穢它。
1:1071
Καὶ μέντοιγε τὴν ἐσχάτην ἔδωκαν τιμωρίαν
And indeed they paid the uttermost penalty.
他們果然受了極重的刑罰。
1:1072
Εἰκοσιτεσσάρων γὰρ οἴκων ὑπαρχόντων ἐξ αὐτῶν τῶν κατοικούντων ἐν τῷ ναῷ ἐντὸς ὀλίγων ἡμερῶν ἅπαντες πικρῷ θανάτῳ ἐξηλείφθησαν, μηδενὸς τούτων τελευτήσαντος ἐν τῷ αὐτῷ χωρίῳ εἰ μὴ αὐτῶν τῶν κατοικούντων ἐν τῷ ναῷ ἐν ταῖς αὐταῖς ἡμέραις
For there being twenty-four households of those dwelling in the church, within a few days all of them were wiped out by a bitter death, none of these dying in that same hamlet except those very ones who dwelt in the church, in those same days.
原來住在那堂裡的人共有二十四戶,沒幾天,他們全都被苦毒的死所剪除;在同一村莊中,除了那些住在堂裡的人,在那些日子裡並無別人死去。
1:1073
Αὕτη οὖν εἰκὼν τοξευθεῖσα ἔτι περίεστιν ἔχουσα καὶ τὴν πληγὴν τῆς σαγίτας καὶ τὸν τύπον τοῦ αἵματος
This image, then, which was pierced by the arrow, still survives, bearing both the wound of the arrow and the mark of the blood.
那被箭射穿的像至今仍存留著,帶著那箭傷和血跡。
1:1074
Πολλοὶ δὲ ζῶσι τῶν θεασαμένων καὶ εὑρεθέντων τότε, ὅτε τὸ παράδοξον τοῦτο γέγονε
And many are still living of those who beheld it and were present at the time when this marvel occurred.
那些當這奇事發生之時看見並在場的人,許多至今仍然活著。
1:1075
Κἀγὼ δὲ ὡς θεασάμενος τὴν αὐτοῦ εἰκόνα, καὶ θεασάμενος, ἐθεασάμην, ἔγραψα
And I too, as one who beheld his image, and having beheld what I beheld, have written it down.
我自己也是親眼看見他的像的人,既看見了我所看見的,便把它寫了下來。
1:1076
Ἐκ τοῦ βίου τοῦ ἁγίου Συμεῶνος τοῦ θαυματουργοῦ ἐξήγησις Ἀρκαδίου, ἀρχιεπισκόπου Κύπρου, θαῦμα ἑκατοστὸν τριακοστὸν δεύτερον·
From the Life of Saint Symeon the Wonderworker, an account by Arcadius, archbishop of Cyprus, the one hundred and thirty-second miracle:
錄自《行異能者聖西面(Symeon the Wonderworker)傳》,居比路大主教阿爾卡狄烏(Arcadius)所述,第一百三十二件神蹟:
1:1077
Συνέβη δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἄνδρα τινὰ ἀγοραῖον τῆς πόλεως Ἀντιοχείας συνοχῇ δεινῇ κατέχεσθαι ὑπὸ δαίμονος πονηροῦ καὶ στενοχωρεῖσθαι ἐπὶ χρόνους, ὥστε καταπνίγεσθαι αὐτὸν ὑπ' αὐτοῦ, σφιγγομένων τῶν πνοϊκῶν αὐτοῦ
Now it came to pass in those days that a certain market-man of the city of Antioch was held in grievous constraint by an evil demon and was straitened for a long time, so that he was being choked by it, his breathing-passages being squeezed shut.
那時,安提阿城有一個做市場買賣的人,被一個惡鬼牢牢轄制,長久受困逼,以致幾乎被它窒息,氣道被掐閉。
1:1078
Οὗτος ἀνελθὼν πρὸς τὸν ἅγιον καὶ τυχὼν ἰάσεως ταῖς αὐτοῦ πρεσβείαις καὶ γενόμενος ὡς μηδὲν πεπονθὼς κακὸν καὶ ἐπανελθὼν εἰς τὸν ἴδιον οἶκον κατ' εὐχαριστίαν ἀνέστησεν αὐτῷ εἰκόνα ἐν δημοσίῳ καὶ ἐμφανεῖ τῆς πόλεως τόπῳ, ἐπάνω τῶν θυρῶν τοῦ ἐργαστηρίου αὐτοῦ
This man went up to the saint and, obtaining healing through his intercessions and becoming as one who had suffered no harm, returned to his own house; and in thanksgiving he set up for him an image in a public and conspicuous place of the city, above the doors of his workshop.
這人上到聖者那裡,藉著他的代求得了醫治,變得彷彿從未受過絲毫損傷一般,便回到自己家中;為表感恩,他在城中公開顯眼的地方、就是他作坊門上方,為聖者立了一幅像。
1:1079
Ἰδόντες δὲ αὐτήν τινες τῶν ἀπίστων οὕτως ἐντίμως μετὰ φώτων καὶ βήλων δοξαζομένην καὶ πλησθέντες ζήλου συνετάραξαν τοὺς ὁμοίους αὐτῶν ἀτάκτους ἀνθρώπους, ὥστε συνελθεῖν πλῆθος καὶ ἐνταράχως κράζειν·
And some of the unbelievers, seeing it thus honorably glorified with lamps and curtains, and being filled with envy, stirred up others like themselves, disorderly men, so that a crowd gathered and cried out tumultuously:
有些不信的人看見它如此尊貴地被燈火與帷幔所榮耀,便滿了嫉妒,煽動了與他們一樣的無賴之徒,以致聚集了一群人,喧嚷著喊道:
1:1080
Αἶρε τοῦ ζῆν τὸν τοῦτο πεποιηκότα, καὶ εἰκὼν καταβληθήτω. Συνέβη δὲ κατ' οἰκονομίαν θεοῦ
“Take from life the one who has done this, and let the image be cast down!” But it came to pass, by the dispensation of God,
「把那作這事的人從活人中除掉,把那像拆下來!」但藉著神的安排,事情卻是這樣:
1:1081
τὸν ἄνδρα μὴ εὑρεθῆναι τότε ἐν τῷ οἴκῳ αὐτοῦ·
that the man was not found at that time in his house;
那人那時並不在他家中;
1:1082
προεθυμοῦντο γὰρ διαχειρίσασθαι αὐτὸν ἄλλων ἄλλα κραζόντων
for they were eager to do away with him, with some crying one thing and some another.
因為他們急於把他除掉,眾人七嘴八舌地喊著不同的話。
1:1083
γὰρ κακία αὐτῶν πολλὴ καὶ μεγάλη ἦν ἐνώπιον τοῦ θεοῦ σφόδρα καὶ φθόνος ἄμετρος, ὑφ' οὗ καὶ ἐνεργούμενοι εἰς τοῦτο συνεληλύθεισαν καιρὸν νομίσαντες εὑρεῖν καταστασιάσαι καὶ καθυβρίσαι τὸν ἅγιον ὡς πολλάκις ἐλέγξαντα τὴν κακοπιστίαν καὶ πλάνην τῶν ἐν αὐτοῖς ἑλληνιζόντων
For their wickedness was great and exceedingly grievous before God, and their envy beyond measure, under whose impulse they had come together for this purpose, thinking they had found an opportunity to rise up in sedition and to insult the saint, as one who had often refuted the false belief and error of the Hellenizers among them.
因為他們的邪惡在神面前極大、極為可憎,他們的嫉妒也無可衡量,他們正是受其驅使而為此聚集,自以為找到了發動叛亂、侮辱聖者的時機--聖者曾屢次駁斥他們中間那些希臘化之人的錯謬信仰與迷誤。
1:1084
Ὡς οὖν οὐκ ἠδύναντο φέρειν τὴν τοσαύτην μανίαν, ἐπέτρεψαν ἑνὶ τῶν στρατιωτῶν ἀνελθεῖν ἐν ἀναβαθμοῖς καὶ ῥῖψαι τὴν εἰκόνα
Since, then, they could not bear so great a madness, they charged one of the soldiers to go up by the steps and cast down the image.
他們既按捺不住這樣大的瘋狂,便差一個兵丁循階而上,去把那像拆下來。
1:1085
Ἀνελθὼν δὲ ἐκεῖνος καὶ ἐκτείνας τὰς χεῖρας τοῦ ποιῆσαι τὸ προσταχθὲν εὐθέως ἀπερράγη ἄνωθεν κάτω καταπεσὼν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο θόρυβος μέγας εἰς τὸν ὄχλον
But when that man had gone up and stretched out his hands to do what was commanded, immediately he was hurled down from above, falling to the ground; and there was a great uproar among the crowd.
但那人一上去,伸手要照所吩咐的去作,立刻就從上面被摔下來,跌在地上;群眾中起了極大的喧嚷。
1:1086
Καὶ προσέθεντο ἐξαφθέντες ἄλλον ἀναγαγεῖν, καὶ ἐκτείνας κἀκεῖνος τὰς χεῖρας αὐτοῦ κατασῦραι αὐτὴν ὡσαύτως ἀπερράγη ἐπὶ τὴν γῆν
And being inflamed, they set about bringing up another; and when he too had stretched out his hands to pull it down, in like manner he was hurled to the ground.
他們愈發被激怒,便又叫上另一個人;那人也伸手要把它拉下來,照樣被摔到地上。
1:1087
Καὶ τούτου γενομένου φοβηθέντες πάντες ἤρξαντο τὴν σφραγῖδα τοῦ σταυροῦ περιάπτειν ἑαυτοῖς
And when this had happened, all being afraid began to put the seal of the Cross upon themselves.
這事發生後,眾人都害怕,便開始在自己身上劃十字架的記號。
1:1088
Ἐπὶ πλέον δὲ μεμηνότες οἱ ἄπιστοι ἐκεῖνοι προσέθεντο καὶ τρίτον ἀνενέγκαι ἐπὶ τούτῳ, καὶ ὡς ἐξέτεινε καὶ αὐτὸς τὰς χεῖρας τοῦ ῥῖψαι τὴν εἰκόνα, ὁμοίως καὶ αὐτὸς κατερράγη ἐπὶ τὴν γῆν
But those unbelievers, raging the more, set about bringing up a third for this purpose; and as he too stretched out his hands to cast down the image, in like manner he himself was hurled to the ground.
但那些不信的人愈發狂怒,便又為此叫上第三個人;那人也伸手要拆下那像,照樣被摔到地上。
1:1089
Τότε φόβος μέγας ἐπῆλθεν ἐπὶ πάντας τοὺς περιεστῶτας πιστούς, οἳ καὶ ἐκπληττόμενοι ἐπὶ τῇ πωρώσει καὶ τόλμῃ τῶν ἀπίστων καὶ ἀνοσίων ἐκείνων ἀνδρῶν προσκυνοῦντες μετὰ προσευχῆς τῇ εἰκόνι ἀνεχώρουν
Then great fear came upon all the faithful standing round, who, being astounded at the callousness and audacity of those unbelieving and unholy men, venerated the image with prayer and departed.
於是站在四圍的眾信徒都大大懼怕,他們既驚駭於那些不信、不虔之人的剛硬與膽大妄為,便以禱告敬拜那像,隨後離去。
1:1090
Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου ἐκ τοῦ λόγου τοῦ Ἐπιγνῶναι, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις·
Of Saint John Chrysostom, from the oration “To Recognize that You Pass Through the Midst of Snares”:
錄自聖金口若望(John Chrysostom)《當認清你正行過網羅之中》一文:
1:1091
Μὴ τοίνυν ἀλγῶμεν, ἀγαπητοί, μηδὲ καταπίπτωμεν ἐπὶ τῇ παρούσῃ θλίψει, ἀλλὰ θαυμάσωμεν τὸ εὐμήχανον τῆς τοῦ θεοῦ σοφίας·
Let us not, then, beloved, be grieved, nor cast down at the present affliction, but let us marvel at the resourcefulness of God's wisdom;
所以親愛的弟兄們,我們不要憂愁,也不要因眼前的患難而灰心,倒要驚奇於神智慧的奇妙手段;
1:1092
δι' ὧν γὰρ προσεδόκησεν διάβολος τὴν πόλιν ἡμῶν καταβᾶλαι, διὰ τούτων αὐτὴν θεὸς ἀνέστησε καὶ ἀνώρθωσεν
for by the very means through which the devil expected to bring down our city, by these very means God has raised it up and set it upright.
因為魔鬼指望藉以傾覆我們城的那些手段,神卻正是藉著這些手段使它興起、立穩。
1:1093
μὲν γὰρ διάβολος ἐνέπνευσέ τισι παρανόμοις ἀνθρώποις καὶ τοὺς τῶν βασιλέων ὕβρισαν ἀνδριάντας, ἵνα καὶ αὐτὸ τῆς πόλεως ἀφανίσῃ τὸ ἔδαφος
For the devil breathed into certain lawless men, and they insulted the statues of the emperors, that he might wipe out the very ground of the city.
原來魔鬼把意念吹入某些無法無天之人裡,他們便侮辱了皇帝的雕像,要叫魔鬼藉此把這城的根基都抹除。
1:1094
Ἐπειδὴ δὲ συνέβη τὰ τολμηθέντα καί τινες μιαροὶ καὶ παμμίαροι τοὺς νόμους καταπατήσαντες τοὺς ἀνδριάντας καθεῖλον καὶ τὸν περὶ τῶν ἐσχάτων πᾶσιν ἐπεκρέμασαν κίνδυνον καὶ νῦν ὑπὲρ τῆς ζωῆς αὐτῆς δεδοίκαμεν παροξύναντες βασιλέα, οὐκέτι λοιπὸν τῶν χρημάτων δάκνει ζημία, ἀλλ' ἕτερα ἀντ' ἐκείνων πάντων ἀκούω λεγόντων·
But since the rash deeds were committed, and certain defiled and utterly defiled men, trampling on the laws, threw down the statues and hung over all the danger of the worst extremities, and now we are in dread for life itself, having provoked the emperor, no longer does the loss of property gnaw at us, but I hear them saying other things instead of all those:
但既然魯莽的事已經作下,某些污穢、極污穢之人踐踏律法,推倒了雕像,使眾人都懸於最壞極刑的危險之下,如今我們既已激怒皇帝,連性命本身都為之懼怕,那麼財產的損失再也不咬齧我們了,反倒我聽見他們不說從前那一切話,乃說別的話:
1:1095
Λαβέτω τὴν οὐσίαν βασιλεύς, ἀποστησόμεθα τῶν ἀγορῶν καὶ τῶν οἰκιῶν ἀγαπητῶς·
“Let the emperor take our substance; we will gladly give up the marketplaces and the houses;
「讓皇帝拿去我們的財產吧;我們情願捨棄市集與房屋;
1:1096
μόνον τὸ σῶμά τις ἡμῖν γυμνὸν ὑπόσχηται διασῴζειν. Ὥσπερ οὖν ἐνταῦθα, πρὶν τὸν ὑπὸ τοῦ θανάτου φόβον ἡμῖν ἐπιστῆναι, ἔδακεν ζημία τῶν χρημάτων, ἐπειδὴ δὲ ἐτολμήθη τὰ παράνομα, ἐπεισελθὼν τὴν ὀδύνην τῆς ζημίας ἀπώθησεν <...> Τοῦ αὐτοῦ·
let someone only promise to keep our naked body safe for us.” Just as here, then, before the fear of death came upon us, the loss of property gnawed at us; but when the lawless deeds were dared, the pain of the loss, being driven out by it, departed... Of the same author:
只要有人應許為我們保全這赤裸的身軀就好。」正如在這裡,在死亡的懼怕臨到我們以先,財產的損失曾咬齧我們;但當那不法之事被冒然作下,損失之痛便被它驅逐而去……錄自同一作者:
1:1097
Οὐκ οἶδας, κἂν μὴ λῃστεύῃ τις, ἐν δὲ τῷ τῶν λῃστῶν σπηλαίῳ φανῇ, τὴν αὐτὴν ἐκείνοις δίδωσι δίκην; Καὶ τί λέγω τὰ τῶν λῃστῶν; Ἴστε δήπου πάντες καὶ μέμνησθε, ὅτι τοὺς ἀνδριάντας καθεῖλον παρ' ἡμῖν μιαροί τινες ἄνθρωποι καὶ γόητες, ἀλλ', ὅσοι παρόντες ἁπλῶς τοῖς γινομένοις ἐφάνησαν, εἰς δικαστήριον ἁρπασθέντες καὶ συνανασχεθέντες ἐκείνοις τὴν ἐσχάτην ἔδωκαν δίκην
Do you not know that, even if someone does not commit robbery, yet if he is seen in the robbers' den, he is given the same penalty as they? And why do I speak of the affair of the robbers? You all surely know and remember that certain defiled men and sorcerers among us threw down the statues; but as many as were simply present and appeared at what was being done, being seized and arraigned to court together with those men, paid the uttermost penalty.
你豈不知道,一個人即使沒有行搶,但若被人看見在強盜的窩裡,他也要受與他們同樣的刑罰嗎?我又何必說強盜的事呢?你們眾人必都知道、也記得,我們中間某些污穢之人和術士推倒了雕像;但凡只是在場、出現在那所行之事旁邊的人,都被拘捕,與那些人一同被押上公堂,受了極重的刑罰。
1:1098
Θεοδωρήτου, ἐπισκόπου Κύρρου, ἐκ τῆς Φιλοθέου ἱστορίας περὶ Μακεδονίου Ἀσιανίτου·
Of Theodoret, bishop of Cyrrhus, from the Religious History, concerning Macedonius the Asianite:
錄自居魯城主教狄奧多勒(Theodoret)《敬虔史》,論亞細亞人馬其頓尼烏(Macedonius):
1:1099
Ἄλλοτε δὲ τῆς πόλεως ἀπό τινος πονηροῦ δαίμονος βακχευθείσης, ὡς δῆθεν νόσον ἀποδιῶξαι τῇ μανίᾳ κατὰ τῶν βασιλικῶν ἐχρήσαντο στηλῶν ἀνοήτως <...> Ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας Θεοδώρου ἀναγνώστου Κωνσταντινουπόλεως περί τινος αἱρετικοῦ Παλλαδίου·
And at another time, when the city was thrown into frenzy by some evil demon, on the pretext, forsooth, of driving away a plague, they laid hands in their madness, senselessly, upon the imperial monuments... From the Ecclesiastical History of Theodore the Reader of Constantinople, concerning a certain heretic, Palladius:
又有一次,那城被某個惡鬼弄得瘋狂,他們竟假託要驅逐瘟疫,在瘋狂中愚昧地對皇家的雕像下手……錄自君士坦丁堡誦經者狄奧多若(Theodore the Reader)《教會史》,論一個異端帕拉狄烏(Palladius):
1:1100
δὲ τῆς Ἀντιοχείας ἐπίσκοπος Παλλάδιος πρὸς χάριν βασιλέως διαπραττόμενος τοὺς τοῖς ἐν Χαλκηδόνι ἁγίοις δόγμασιν ἑπομένους ἐμυσάττετο καὶ τὰς τῶν ἁγίων πατέρων εἰκόνας καθεῖλεν
And Palladius, bishop of Antioch, acting to gain favor with the emperor, loathed those who followed the holy doctrines of Chalcedon, and took down the images of the holy fathers.
安提阿主教帕拉狄烏為了討皇帝的歡心,憎惡那些遵從迦克墩(Chalcedon)聖潔教義的人,並把眾聖教父的像取了下來。
1:1101
Ἐκ τοῦ βίου τοῦ ἁγίου Κωνσταντίνου, τοῦ τρίτου βιβλίου, κεφαλαίου τετάρτου·
From the Life of Saint Constantine, the third book, chapter four:
錄自《聖君士坦丁傳》第三卷第四章:
1:1102
Τὰ μὲν οὖν αὐτῷ καταθύμια συνετελεῖτο, τὰ δὲ τῆς τοῦ φθόνου βασκανίας δεινῶς τὰς κατὰ τὴν Ἀλεξάνδρειαν ἐκκλησίας ἐκταράττοντα καὶ τὰ Θηβαίων τε καὶ Αἰγυπτίων σχίσματα ἐποίουν καὶ ἄλλα κακὰ οὐ σμικρά, αὐτῶν ἐκείνων
His own heart's desires, then, were being accomplished; but the workings of envious malice were grievously troubling the churches throughout Alexandria, and the schisms of the Thebans and Egyptians were causing them, along with other no small evils, those very men
他心中的願望便這樣得以成就;但嫉妒之惡毒的運作,卻嚴重攪擾著亞歷山大各地的教會,底比斯人與埃及人的分裂正製造著這些禍患,連同其他不小的惡事,那些人
1:1103
προσρηγνυμένων καθ' ἑκάστην πόλιν ἐπισκόπων ἐπισκόποις δήμων τε δήμοις ἐπανισταμένων καὶ μονονουχὶ συμπληγάδαις, κατακοπτόντων ἀλλήλους, ὥστε ἰδεῖν φρενῶν ἐκστάσει ἀνοσίως ἐγχειρεῖν καὶ τὰς βασιλέων ἀφρόνως ὑβρίζειν εἰκόνας
clashing in each city, bishops against bishops and peoples rising up against peoples, all but coming to blows, hacking one another to pieces, so that one could see men, in a derangement of mind, impiously attempting even to insult the images of the emperors in their folly.
在各城彼此衝撞,主教攻擊主教,民眾起來攻擊民眾,幾乎動起手來,彼此砍殺,以致人可看見有人神智錯亂,竟在愚妄中不敬虔地企圖連皇帝的畫像都加以侮辱。
1:1104
Τῆς ἐκκλησιαστικῆς ἱστορίας, περὶ τῶν τὰ Διοσκόρου φρονούντων·
From the Ecclesiastical History, concerning those who held the views of Dioscorus:
錄自《教會史》,論那些持守狄奧斯科若(Dioscorus)見解的人:
1:1105
Εἰς τοσοῦτον γὰρ ἐληλύθει τῆς τόλμης, ὥστε καὶ τὰ τῶν ἐκεῖ γεγονότων μακαρίων ποιμένων ὀνόματα τῶν ἱερῶν διπτύχων ἀνεῖλε καὶ τὰς αὐτῶν εἰκόνας καθεῖλε κατακαύσας τυραννικῶς
For he had come to such a pitch of audacity that he even removed the names of the blessed shepherds who had been there from the sacred diptychs, and took down their images and burned them tyrannically.
因為他放肆到這地步,竟把那曾在當地的有福牧者之名從聖潔的紀念名冊(diptychs)中除去,又把他們的像取下,暴虐地焚燒了。
1:1106
Τῆς αὐτῆς ἱστορίας, περὶ τοῦ διαδεξαμένου τὸν θρόνον Κωνσταντινουπόλεως μετὰ Μακεδόνιον αἱρετικοῦ·
From the same History, concerning the heretic who succeeded to the throne of Constantinople after Macedonius:
錄自同一《教會史》,論那在馬其頓尼烏之後繼承君士坦丁堡寶座的異端者:
1:1107
Οὗτος ἀνόσιος ἐν ταῖς συνάξεσιν ἀπερχόμενος τοὺς σεπτοὺς οἴκους ἀναθεωρεῖσθαι κελεύων, εἴ που μὴ γεγραμμένον ἐν εἰκόνι εὕρισκε Μακεδόνιον, ταύτην εἰ μὴ καθεῖλεν, οὐκ ἂν ἐλειτούργει
This unholy man, going to the assemblies, ordering the venerable houses to be inspected, if anywhere he found Macedonius not depicted in an image, unless he took that image down, he would not perform the liturgy.
這不虔的人去赴聖會時,吩咐人查驗各可敬的殿宇,凡哪裡找不到畫有馬其頓尼烏的像,他若不把那像取下,就不肯主持禮拜。
1:1108
Τῆς αὐτῆς ἱστορίας, περὶ Ἰουλιανοῦ καὶ Τιμοθέου { τοῦ καὶ Αἰλούρου}·
From the same History, concerning Julian and Timothy (also called Aelurus, 'the Cat'):
錄自同一《教會史》,論尤利安與提摩太(又名艾盧若〔Aelurus〕,即「貓」):
1:1109
Τοῦτον τὸν Ἰουλιανὸν γνωρίζουσί τινες τῶν ταῖς ταραχαῖς χαιρόντων Τιμοθέῳ τῷ ἐπισκόπῳ ὑπὸ τοῦ προλεχθέντος Μακεδονίου συγκροτη θέντα, καὶ δι' ἣν αἰτίαν συνεκροτεῖτο
This Julian, some of those who delight in disturbances know to have been set up against Timothy the bishop by the aforesaid Macedonius, and for what cause he was being set up.
那些喜愛紛擾的人中有些知道:這尤利安是前述馬其頓尼烏豎立起來與提摩太主教作對的,也知道他是為何被豎立起來的。
1:1110
Διὰ τῶν ὑπηρετουμένων αὐτῷ θᾶττον παρενέγκας παρόντων καὶ πολιτικῶν ἀρχόντων ἐν τῷ ἐπισκοπείῳ ἠνάγκαζε τὰ τῆς ἐν Χαλκηδόνι συνόδου ἀναθέματι ὑποβαλεῖν
Through those who served him, having quickly brought him forward, with civic magistrates also present in the episcopal residence, he tried to compel them to subject the acts of the Council of Chalcedon to anathema.
他藉著服事他的人迅速把他推到前頭,又有城中的官長一同在主教府內,企圖強逼他們把迦克墩會議的決議交付咒詛。
1:1111
Δεόμενος δὲ γέρων ταῖς εἰκόσι τῶν κατοιχομένων ἱερέων Φλαβιανοῦ καὶ Ἀνατολίου τῶν ἀρχιεπισκόπων ἐν Κωνσταντινουπόλει κεχρωματισμένων, δι' ὧν ἐν Χαλκηδόνι σύνοδος τὸ κῦρος ἐκτήσατο, ἐκραύγαζεν·
But the old man, entreating before the images of the departed priests Flavian and Anatolius, the archbishops who had been depicted in Constantinople, through whom the Council of Chalcedon had gained its authority, cried aloud:
但那老人在已故神品弗拉維安(Flavian)與安那托利烏(Anatolius)的像前懇求--就是那兩位曾在君士坦丁堡被畫像的大主教,迦克墩會議的權威正是藉他們而得確立的--便高聲喊道:
1:1112
Εἰ μὴ θέλετε ἀφήσειν τὰ τῆς λελεγμένης ἁγίας συνόδου ἀναθεματίσαι, τὰς τῶν ἐπισκόπων εἰκόνας καὶ τῶν ἱερῶν διπτύχων ἀπαλεῖψαι <...> Τοῦ Χρυσοστόμου ἐκ τοῦ εἰς τὸν ἅγιον Φλαβιανὸν Ἀντιοχείας·
“Unless you are willing to refrain from anathematizing the acts of the said holy Council, you must wipe out the images of the bishops and the sacred diptychs!”... Of Chrysostom, from the homily on Saint Flavian of Antioch:
「你們若不肯停止咒詛那所說聖會議的決議,就得抹去眾主教的像和聖潔的紀念名冊!」……錄自金口若望論安提阿聖弗拉維安的講道:
1:1113
Καὶ ὄχλος ἐδείχθη τοῦτο, ὅπερ ἐστίν·
And the crowd showed itself to be what it is;
那群眾顯出了自己的本相;
1:1114
ἀλόγῳ γὰρ χρησάμενοι ὁρμῇ στρατηγῷ ὥρμων κατὰ τῶν βασιλικῶν εἰκόνων καὶ στηλῶν καὶ καταβαλόντες ταύτας ἔσυρον διὰ τῆς ἀγορᾶς
for, using unreason as their general for impulse, they rushed against the imperial images and monuments, and casting them down, dragged them through the marketplace.
因為他們以無理的衝動為元帥,奔向皇帝的畫像與雕像,把它們推倒,拖過市集。
1:1115
γὰρ μανία τὰς φρένας ἐλύττησε καὶ τοὺς σώφρονας λογισμοὺς ἐτύφλωσεν θυμός
For madness made the wits rave, and wrath blinded their sober reasonings.
因為瘋狂使心智發狂,忿怒蒙蔽了他們清醒的思慮。
1:1116
Τοῦ αὐτοῦ λόγου ἐκ τοῦ πατριάρχου Φλαβιανοῦ πρὸς Θεοδόσιον τὸν μέγαν βασιλέα·
From the same oration, from the address of the patriarch Flavian to Theodosius the Great, the emperor:
錄自同一篇講道,是弗拉維安宗主教向大狄奧多西皇帝的進言:
1:1117
οὐ κρύπτομεν τὴν ἁμαρτίαν, ἧς καὶ κτίσις κατηγορεῖ
We do not hide the sin, of which creation itself is the accuser.
我們不隱藏這罪,連受造之物本身都控告它。
1:1118
Οὐκ ἀρνούμεθα τὴν μανίαν, ἣν κατὰ τῶν σῶν εἰκόνων ἐμάνημεν, μᾶλλον δὲ καθ' ἑαυτῶν, ἀλλὰ τὴν φιλανθρωπίαν ὡς κατάκριτοι περιμένομεν
We do not deny the madness with which we raged against your images—or rather, against ourselves—but we await your loving-kindness as those condemned.
我們不否認那向你的畫像所發的瘋狂--倒不如說是向我們自己所發的--但我們作為被定罪的人,等候你的慈愛。
1:1119
Καὶ πάλιν τοῦ αὐτοῦ ἐκ τοῦ ἁγίου Φλαβιανοῦ·
And again of the same author, from the homily on Saint Flavian:
再者,錄自同一作者論聖弗拉維安的講道:
1:1120
Μὴ διαφθείρῃς τοσαύτας εἰκόνας διὰ μίαν εἰκόνα χαλκῆν
“Do not destroy so many images for the sake of one bronze image.”
「不要為了一座青銅像而毀掉這麼多的像。」
1:1121
Μὴ συντρίψῃς τοσαῦτα πλαστουργήματα θεῖα δι' ἓν χαλκότυπον πλαστούργημα δυνάμενον χωνευθῆναι ῥᾳδίως
“Do not shatter so many divine works of formation for the sake of one bronze-wrought formation that can easily be re-cast.”
「不要為了一座可輕易重鑄的銅造之物,而打碎這麼多神聖所造之物(按指人)。」
1:1122
Τοῦ αὐτοῦ Χρυσοστόμου, ὅτι παλαιᾶς καὶ καινῆς εἷς νομοθέτης, καὶ εἰς τὸ ἔνδυμα τοῦ ἱερέως·
Of the same Chrysostom, from the homily “That the Lawgiver of the Old and the New is One,” and on the vestment of the priest:
錄自同一位金口若望《舊約與新約的立法者乃是同一位》的講道,並論祭司的禮服:
1:1123
Ἐγὼ καὶ τὴν κηρόχυτον γραφὴν ἠγάπησα εὐσεβείας πεπληρωμένην·
I too have loved the wax-poured painting, full of piety;
我也喜愛那以蠟澆鑄、滿了敬虔的圖畫;
1:1124
εἶδον γὰρ ἄγγελον ἐν εἰκόνι στίφη βαρβάρων διώκοντα καὶ πατούμενα βαρβάρων φῦλα καὶ τὸν Δαυὶδ ἀληθεύοντα·
for I saw an angel in an image driving off bands of barbarians, and the tribes of the barbarians trodden down, and David speaking truly:
因為我在一幅像中看見一位天使驅逐成群的蠻族,又看見蠻族的支派被踐踏,並看見大衛的話得了應驗:
1:1125
Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις. Τοῦ ἁγίου Βασιλείου εἰς τὸ ἐγκώμιον τῶν ἁγίων τεσσαράκοντα μαρτύρων·
“O Lord, in Your city You will bring their image to nothing.” Of Saint Basil, on the encomium of the holy Forty Martyrs:
「主啊,你在你的城中,必使他們的像歸於無有。」錄自聖巴西流(Basil)讚四十位聖殉道者的頌詞:
1:1126
Δεῦρο δὴ οὖν, εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως κοινὴν τὴν ἀπ' αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα προδείξαντες πᾶσιν, ὥσπερ ἐν γραφῇ, τὰς τῶν ἀνδρῶν ἀριστείας, ἐπεὶ καὶ πολέμων ἀνδραθήματα καὶ λογογράφοι καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ κοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπ' ἀνδρείαν ἐπήγειραν ἑκάτεροι
Come now, then; bringing them into our midst through this remembrance, let us make the benefit from them common to those present, displaying to all, as in a painting, the heroic deeds of these men; since even the valorous deeds of wars are signified both by writers of speeches and by painters—the one adorning them with words, the others engraving them on tablets—and both have roused many to bravery.
那麼來吧,藉這紀念把他們帶到我們中間,讓我們使從他們而來的益處成為在場眾人所共享的,如同在一幅畫中向眾人展示這些人英勇的事跡;因為連戰爭中的英勇行為,也由演說的撰寫者和畫家所表彰--前者以言辭加以裝飾,後者把它們刻在畫板上--兩者都激發了許多人去效法勇毅。
1:1127
γὰρ λόγος τῆς ἱστορίας δι' ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν
For what the word of history sets forth through hearing, this painting, though silent, shows through imitation.
因為歷史的言辭藉聽覺所陳述的,圖畫雖然無聲,卻藉摹仿顯示出來。
1:1128
Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ ἐκ τῶν ἐπῶν·
Of Saint Gregory of Nazianzus, from his poems:
錄自聖納西盎的貴格利(Gregory of Nazianzus)的詩篇:
1:1129
μὴ διδάσκειν διδάσκειν τῷ τρόπῳ, Μὴ τῇ μὲν ἕλκειν, τῇ δ' ἀπωθεῖσθαι χεροῖν, Ἧττον δεήσῃ τοῦ λέγειν πράττων, δεῖ
Either do not teach, or teach by your manner of life; do not draw with one hand and push away with the other. Doing what is needful, you will have less need to speak.
你或者不要教導,或者就以你的生活樣式來教導;不要一手吸引人,一手又推開人。你若行所當行的,便不那麼需要言語了。
1:1130
Γραφεὺς διδάσκει τὸ πλέον τοῖς ἐκτύποις
The painter teaches the more by his depictions.
畫家藉他所描繪的,教導得更多。
1:1131
Ἐάν, φησί, τῷ τρόπῳ οὐ διδάσκῃς, μὴ δίδασκε τῷ λόγῳ, ἵνα μή, οὓς ἕλκῃς τῷ λόγῳ, τούτους διὰ τὸ μὴ ἔχειν τρόπον χρηστὸν ἀποδιώκῃς·
If, he says, you do not teach by your manner of life, do not teach by word, lest those whom you draw by word, you should drive away through not having an upright manner of life;
他說:你若不以生活樣式教導,就不要以言語教導,免得你以言語所吸引的人,因你沒有正直的生活樣式而被你趕走;
1:1132
πράττων γάρ, ἅπερ χρή, αὕτη ἀρτία πρᾶξις καὶ λόγος
for in doing what one ought, this complete action is also a word
因為人若行所當行的,這完備的行為本身也是一種
1:1133
διδασκαλίας ἔσται, ὥσπερ ζωγράφος τοῖς τύποις κατὰ τὸ πλέον διδάσκει
of teaching, just as the painter teaches the more by his figures.
教導的言語,正如畫家藉他所繪的形象教導得更多。
1:1134
Οὐδὲ Πολέμων ἔμοιγε σιγηθήσεται
Nor shall Polemon be passed over by me in silence;
我也不會默然略過波勒蒙(Polemon);
1:1135
Καὶ γὰρ τὸ θαῦμα τῶν ἄγαν λαλουμένων
for indeed the wonder is among the things most talked of.
因為這奇事實在是人們最津津樂道的事之一。
1:1136
Ἦν μὲν τὸ πρόσθεν οὗτος οὐκ ἐν σώφροσι, Καὶ σφόδρα γ' αἰσχρὸς ἡδονῶν ὑπηρέτης
Formerly this man was not among the temperate, and was exceedingly base, a servant of pleasures.
這人從前並不在自制的人之列,極其卑劣,是宴樂的奴僕。
1:1137
Ἐπεὶ δ' ἔρωτι τοῦ καλοῦ κατεσχέθη, Σύμβουλον εὑρών, οὐκ ἔχω δ' εἰπεῖν τίνα, Εἴτ' οὖν σοφόν τιν', εἴθ' ἑαυτόν, ἀθρόως Τοσοῦτον ὤφθη τῶν παθῶν ἀνώτερος, Ὥσθ' ἕν τι θήσω τῶν ἐκείνου θαυμάτων
But when he was gripped by love of the noble, having found a counselor—I cannot say who, whether some wise man or his own self—all at once he was seen to be so far above the passions that I will set down one of his wonders.
但當他被對美善的愛所抓住,找著了一位謀士--我說不出是誰,是某位智者還是他自己--他忽然顯為如此超越情慾,以致我要記下他諸般奇事中的一件。
1:1138
Ἑταίραν εἰσκαλεῖ τις ἀκρατὴς νέος, Ἥδ' ὡς πυλῶνος ἦλθέ φασι πλησίον, Τῆς δ' ἦν ὑπερκύπτων Πολέμων ἐν εἰκόνι, Ταύτην ἰδοῦσα·
A certain incontinent youth invited a courtesan; and when she came near, they say, to the gateway, over which Polemon was leaning out in a picture, she, seeing this,
有一個放縱情慾的青年邀來一名妓女;他們說,當她走近門口時--門上有波勒蒙在一幅畫中俯身探出--她一看見這像,
1:1139
Ἀπῆλθεν εὐθὺς καὶ θέας ἡττημένη, Ὡς ζῶντ' ἐπαισχυνθεῖσα τὸν γεγραμμένον
departed at once, overcome by the sight, ashamed before the painted man as though he were alive.
便立刻離去了,被那景象所制伏,在那畫中之人面前感到羞愧,彷彿他是活著的一般。
1:1140
Τοῦ Χρυσοστόμου ἐκ τῆς πρὸς Τιμόθεον ἐπιστολῆς, κεφαλαίου ὀγδόου·
Of Chrysostom, from the epistle to Timothy, chapter eight:
錄自金口若望致提摩太書信第八章:
1:1141
Ἀλλὰ τύπος γενοῦ τῶν πιστῶν περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον τῶν καλῶν ἔργων τουτέστι τῷ ἀρχετύπῳ τοῦ βίου, αὐτὸς ἔσο ὥσπερ εἰκὼν προκείμενος
But be an example of the believers, in all things presenting yourself as a pattern of good works—that is, by the archetype of your life, be yourself set forth as an image.
你倒要作信徒的榜樣,在凡事上以自己作善行的模範--就是說,要以你生活的原型,使自己成為一幅擺出來的像。
1:1142
Ἐκ τοῦ προσφωνητικοῦ τῆς ἁγίας ἕκτης συνόδου·
From the address of the holy Sixth Council:
錄自聖第六次大公會議的進言:
1:1143
Πάλιν Νεστόριος καὶ πάλιν Κελεστῖνος καὶ Κύριλλος, μὲν γὰρ τὸν Χριστὸν διῄρει καὶ κατεδίχαζεν, οἱ δὲ τῷ δεσπότῃ συλλαμβανόμενοι τὸν κατατομέα κατέβαλλον
Again Nestorius, and again Celestine and Cyril; for the one divided and tore Christ asunder, while the others, taking up the cause of the Master, cast down the dismemberer.
聶斯多留(Nestorius)再度出現,塞勒斯丁(Celestine)與區利羅(Cyril)也再度出現;因為前者分裂、割裂了基督,而後者則為著主的緣故出力,打倒了那肢解基督的人。
1:1144
Ἔφεσος ταῦτα καὶ τῶν ἐκεῖσε πραχθέντων οἱ πίνακες δι' ἀγράφου φωνῆς σιγῶντες λαλοῦσι τὰ πράγματα
Ephesus bears witness to these things, and the panels of what was done there, by an unwritten voice, silently proclaim the matters.
以弗所為這些事作見證,當地所行之事的畫板,以無字的聲音,默然宣告著這些事。
1:1145
Τοῦ ἀρχαιοτάτου Κλήμεντος, πρεσβυτέρου Ἀλεξανδρείας, ἐκ τοῦ ἑβδόμου βιβλίου τῶν Στρωματέων·
Of the most ancient Clement, presbyter of Alexandria, from the seventh book of the Stromateis:
錄自最古的革利免(Clement),亞歷山大的長老,《雜記》(Stromateis)第七卷:
1:1146
Οὐκοῦν οὐ μόνον ἐπαινεῖ τὰ καλά, ἀλλὰ αὐτὸς βιάζεται τοῦ εἶναι καλός, ἐκ τοῦ ἀγαθοῦ καὶ πιστοῦ δούλου μεταβαίνων δι' ἀγάπης εἰς φίλον, διὰ τὸ τέλειον τῆς ἕξεως, ἐκ μαθήσεως ἀληθοῦς καὶ συνασκήσεως πολλῆς καθαρῶς ἐκτήσατο
Therefore he not only praises noble things, but himself strives to be noble, passing over from being a good and faithful servant, through love, into a friend, on account of the perfection of his disposition, which he purely acquired from true instruction and much joint discipline.
因此,他不僅稱讚美善之事,更自己竭力成為美善的人,藉著愛,從一個良善忠心的僕人,過渡成為朋友,這是因他習性的完全--那是他從真實的教導與許多共同的操練中純全地得來的。
1:1147
Ὡς ἂν οὖν ἐπ' ἄκρον γνώσεως ἥκῃ, βιαζόμενος τῷ ἤθει καὶ κεκοσμημένος, τῷ σχήματι κατεσταλμένος, πάντα ἐκεῖνα ἔχων, ὅσα πλεονεκτήματά ἐστι τοῦ κατὰ ἀλήθειαν γνωστικοῦ, εἰς τὰς εἰκόνας ἀφορῶν τὰς καλάς, πολλοὺς μὲν τοὺς κατωρθωκότας πρὸ αὐτοῦ πατριάρχας, παμπόλλους δὲ προφήτας, ἀπείρους δὲ ὅσους ἡμῖν ἀριθμῷ λογιζόμενος ἀγγέλους καὶ τὸν ἐπὶ πᾶσι κύριον τὸν διδάξαντα καὶ παραστήσαντα δυνατὸν εἶναι τῶν κορυφαίων ἐκείνων κτήσασθαι βίον
So that he may attain to the summit of knowledge, striving in character and adorned, restrained in deportment, possessing all those advantages that belong to the one who is truly a knower, looking to the noble images—reckoning the many patriarchs who attained righteousness before him, the very many prophets, the angels beyond all our numbering, and the Lord over all, who taught and showed it to be possible to acquire the life of those chief ones.
好叫他得以達到知識的巔峰,在品格上竭力、又有裝飾,在舉止上有節制,擁有那真正有知識者所具的一切美德,定睛仰望那些美善的榜樣--思想那在他之前得著公義的眾多列祖、極多的先知、超乎我們所能數算的眾天使,並那在萬有之上的主,是祂教導並顯明:得著那些卓越者的生命乃是可能的。
1:1148
Τοῦ ἁγίου Θεοδώρου, ἐπισκόπου Πενταπόλεως·
Of Saint Theodore, bishop of Pentapolis:
錄自五城(Pentapolis)主教聖狄奧多若(Theodore):
1:1149
Πάλιν τις ἀνὴρ τῶν πρώτων τῆς χώρας ἐκείνης, Δίων τοὔνομα, ὃς πολλοῖς ἀναθήμασι κατεκόσμησε τὸν ναὸν τοῦ ἁγίου μάρτυρος καὶ τὸ θυσιαστήριον αὐτοῦ ἀργυρένδυτον ἐποίησε
Again, a certain man among the foremost of that region, named Dion, who adorned the church of the holy martyr with many offerings and covered its altar with silver,
又有一個那地方的顯要人物,名叫狄翁(Dion),他以許多奉獻裝飾了聖殉道者的堂,又用銀子包裹了它的祭壇,
1:1150
Καί τις τῶν οἰκετῶν αὐτοῦ κλέψας ἐξ αὐτοῦ χρήματα πολλὰ ἀπέδρα
and a certain one of his household servants, having stolen much money from him, ran away.
他有一個家僕,從他那裡偷了許多錢財便逃跑了。
1:1151
δὲ Δίων οὐ κατεδίωξεν ὀπίσω αὐτοῦ, ἀλλ' εἰς τὴν τοῦ μάρτυρος εἰκόνα ἀπελθὼν κηρῷ τὸν τύπον τῆς εἰκόνος αὐτοῦ ἀνέμαξε καὶ τῇ πίστει τοῦ ἁγίου μάρτυρος ἐν τῷ πυλεῶνι ἐκ τοῦ οἴκου αὐτοῦ ἐνέπηξε
But Dion did not pursue after him; rather, going to the image of the martyr, he took an impression of the figure of his image in wax, and by faith in the holy martyr he fixed it in the gateway of his house.
但狄翁沒有去追趕他;反倒去到那殉道者的像前,用蠟取了那像形象的印模,憑著對聖殉道者的信心,把它釘在他家的門口。
1:1152
Καὶ θεὶς παῖς ἑαυτὸν ἐπέστρεψεν ὡς ὑπό τινος ἐλαυνόμενος καὶ ἦλθε πρὸς τὸν ἴδιον δεσπότην μηδέν, ἐξ ὧν ἐσύλωσε, σπανίσας
And the servant, setting it there, turned himself back as though driven by someone, and came to his own master, lacking nothing of what he had plundered.
那僕人便如同被人驅趕一般,自行轉回,來到他主人那裡,所擄掠的分毫不缺。
1:1153
Τοῦτο οὖν πάντες μαθόντες ἕως τῆς σήμερον ἡμέρας τοῖς ἀποδιδράσκουσιν ἐπιτελοῦσιν οἱ τῆς χώρας ἐκείνης
Having learned this, then, all the people of that region carry it out, up to the present day, against those who run away.
那地方的眾人既知道了這事,直到今日,凡遇有逃跑的,便照樣行。
1:1154
Τοῦ ἁγίου Ἀθανασίου Ἀλεξανδρείας κατὰ Ἀρειανῶνβιβλίου τρίτου·
Of Saint Athanasius of Alexandria, from the third book against the Arians:
錄自亞歷山大的聖亞他那修(Athanasius)《駁亞流派》第三卷:
1:1155
Τῆς δὲ οὐσίας τοῦ πατρὸς ἴδιον ὢν γέννημα υἱὸς εἰκότως καὶ τὰ τοῦ πατρὸς λέγει ἑαυτοῦ εἶναι·
Being the proper offspring of the Father's essence, the Son fittingly says that the things of the Father are His own;
子既是父本質固有的子,便理所當然地說,父所有的就是祂自己的;
1:1156
ὅθεν πρεπόντως καὶ ἀκολούθως τῷ λέγειν ἐγὼ καὶ πατὴρ ἕν ἐσμεν, ἐπήγαγεν·
whence, suitably and consistently with His saying “I and the Father are one,” He added:
因此,祂說「我與父原為一」,又緊接著恰當而一貫地補充說:
1:1157
Ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ πατὴρ ἐν ἐμοί. Τούτῳ δὲ πάλιν προσείρηκεν, ὅτι ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα
“that you may know that I am in the Father, and the Father in Me.” And to this again He has said, that “he who has seen Me has seen the Father.”
「叫你們知道我在父裡面,父在我裡面。」對此祂又說過:「人看見了我,就是看見了父。」
1:1158
Καὶ ἔστιν εἷς καὶ οὗτος νοῦς ἐν τοῖς τρισὶ ῥητοῖς
And there is one and the same sense in these three sayings.
這三句話有著一個相同的意思。
1:1159
γὰρ οὕτως ἐγνωκώς, ὅτι ἕν εἰσιν υἱὸς καὶ πατήρ, οἶδεν, ὅτι αὐτὸς ἐν τῷ πατρί ἐστιν καὶ πατὴρ ἐν τῷ υἱῷ·
For he who has thus known that the Son and the Father are one, knows that He is in the Father and the Father in the Son;
因為凡這樣認識子與父原為一的人,就知道子在父裡面,父在子裡面;
1:1160
γὰρ τοῦ υἱοῦ θεότης τοῦ πατρός ἐστι καὶ αὐτὴ ἐν τῷ υἱῷ ἐστι
for the Godhead of the Son is the Father's, and this same Godhead is in the Son.
因為子的神性就是父的神性,這同一神性也在子裡面。
1:1161
Καὶ τοῦτο δὲ καταλαβὼν ἐπίσταται, ὅτι ἑωρακὼς τὸν υἱὸν ἑώρακε τὸν πατέρα·
And he who has grasped this understands that he who has seen the Son has seen the Father;
凡領會了這事的人,便明白:看見子的,就是看見了父;
1:1162
ἐν γὰρ τῷ υἱῷ τοῦ πατρὸς θεότης θεωρεῖται
for in the Son the Godhead of the Father is beheld.
因為在子裡面可看見父的神性。
1:1163
Τοῦτο δὲ καὶ ἀπὸ τοῦ παραδείγματος τῆς εἰκόνος τοῦ βασιλέως προσεχέστερόν τις κατανοῆσαι δύναται·
And this one may understand even more closely from the example of the image of the emperor;
人從皇帝畫像的例子,可以更貼切地明白這事;
1:1164
ἐν γὰρ τῇ εἰκόνι τοῦ βασιλέως τὸ εἶδος καὶ μορφή ἐστι, καὶ ἐν τῷ βασιλεῖ δὲ τὸ ἐν τῇ εἰκόνι εἶδός ἐστιν
for in the image of the emperor are the form and the appearance, and in the emperor is the appearance that is in the image.
因為皇帝的像裡有他的形貌與容顏,而皇帝身上也有那存於像中的容顏。
1:1165
ἐστιν ἐν τῇ εἰκόνι τοῦ βασιλέως ὁμοιότης, ὡς τὸν ὁρῶντα τὴν εἰκόνα ὁρᾶν τὸν βασιλέα ἐν αὐτῇ καὶ τὸν πάλιν ὁρῶντα τὸν βασιλέα ἐπιγινώσκειν, ὅτι οὗτός ἐστιν ἐν τῇ εἰκόνι
There is in the image of the emperor the likeness, so that he who beholds the image beholds the emperor in it, and again he who beholds the emperor recognizes that this is the one who is in the image.
皇帝的像裡有那相像,以致看像的人在像中看見皇帝,而看見皇帝的人也認出:這就是那在像中的人。
1:1166
Ἐκ δὲ τοῦ μὴ διαλλάτειν τὴν ὁμοιότητα τῷ θέλοντι μετὰ τὴν εἰκόνα τὸν βασιλέα θεωρῆσαι, εἴποι ἂν τούτῳ εἰκών·
And on account of the likeness not differing, the image might say to him who, after the image, wishes to behold the emperor:
並且因這相像毫無分別,那像便可對那看過像後想要再見皇帝的人說:
1:1167
Ἐγὼ καὶ βασιλεὺς ἕν τί ἐσμεν·
“I and the emperor are one;
「我與皇帝原為一;
1:1168
ἐγὼ γὰρ ἐν ἐκείνῳ εἰμὶ κἀκεῖνος ἐν ἐμοί, καὶ ὁρᾷς ἐν ἐμοί, τοῦτο ἐν ἐκείνῳ βλέπεις, καὶ ἑώρακας ἐν ἐκείνῳ, βλέπεις τοῦτο ἐν ἐμοί·
for I am in him and he in me, and what you see in me, this you behold in him, and what you have seen in him, this you behold in me;
因為我在他裡面,他在我裡面,你在我身上所見的,你便在他身上看見,你在他身上所見過的,你便在我身上看見;
1:1169
γὰρ προσκυνῶν τὴν εἰκόνα, ἐν αὐτῇ προσκυνεῖ τὸν βασιλέα
for he who venerates the image venerates the emperor in it.
因為敬拜這像的,就是在像中敬拜皇帝。」
1:1170
γὰρ ἐκείνου μορφὴ καὶ τὸ εἶδος αὐτοῦ ἐστιν εἰκών. Τοῦ αὐτοῦ πρὸς Ἀντίοχον ἄρχοντα·
For the image is his form and his appearance. Of the same author, to Antiochus the ruler:
因為那像就是他的形貌與容顏。錄自同一作者,致長官安提阿庫(Antiochus):
1:1171
Τί φασι πρὸς ταῦτα οἱ ἀποστρεφόμενοι καὶ ἐπιτρέποντες μὴ προσκυνεῖν τοὺς χαρακτῆρας τῶν ἁγίων, οἵτινες δι' ὑπόμνησιν παρ' ἡμῶν ἐκτυποῦνται; Ἀμβροσίου, ἐπισκόπου Μεδιολάνων, πρὸς Γρατιανὸν τὸν βασιλέα περὶ τῆς ἐνσάρκου οἰκονομίας τοῦ θεοῦ λόγου·
What do those say to these things who turn away and enjoin that the figures of the saints, which are depicted by us for remembrance, should not be venerated? Of Ambrose, bishop of Milan, to the emperor Gratian, concerning the fleshly economy of God the Word:
那些轉臉不顧、又吩咐人不可敬拜我們為紀念所描繪之眾聖徒形象的人,對這些事有何話說呢?錄自米蘭主教安波羅修(Ambrose),致皇帝格拉提安(Gratian),論神之道成肉身的經綸:
1:1172
Θεὸς πρὸ τῆς σαρκὸς καὶ θεὸς ἐν σαρκί
God before the flesh, and God in the flesh.
祂在取肉身以先是神,在肉身之中也是神。
1:1173
Ἀλλὰ φόβος, φησί, μὴ δύο ἡγεμονικὰ σοφίαν διττὴν ἀπονέμοντες Χριστῷ μερίζειν δόξωμεν Χριστόν
But there is a fear, he says, lest by assigning two governing principles, or a twofold wisdom, to Christ, we should seem to divide Christ.
但他說,有人懼怕:恐怕我們把兩個主導原則、或雙重的智慧歸給基督,就顯得分裂了基督。
1:1174
Ἆρα οὖν μή, ὁπότε καὶ τὴν θεότητα αὐτοῦ καὶ τὴν σάρκα προσκυνοῦμεν, μερίζομεν τὸν Χριστὸν , ὅτε ἐν τῷ αὐτῷ καὶ τὴν τοῦ θεοῦ εἰκόνα καὶ τὸν σταυρὸν προσκυνοῦμεν, διαιροῦμεν αὐτόν; Μὴ γένοιτο
Do we then, when we venerate both His Godhead and His flesh, divide Christ; or, when in the same one we venerate both the image of God and the Cross, do we sever Him? God forbid.
那麼,我們敬拜祂的神性與祂的肉身時,是分裂了基督嗎?或者,當我們在同一位裡同時敬拜神的像與十字架時,是割裂了祂嗎?斷乎不是。
1:1175
Κυρίλλου, πατριάρχου Ἱεροσολύμων, τῆς δωδεκάτης κατηχήσεως·
Of Cyril, patriarch of Jerusalem, from the twelfth catechetical lecture:
錄自耶路撒冷宗主教區利羅(Cyril)《要理講授》第十二講:
1:1176
Εἰ τοίνυν ζητεῖς τῆς Χριστοῦ παρουσίας τὸ αἴτιον, ἀνάδραμε ἐπὶ τὸ πρῶτον τῶν γραφῶν βιβλίον
If, then, you seek the cause of Christ's coming, run back to the first book of the Scriptures.
那麼,你若尋求基督降臨的緣由,就回到聖經的第一卷書去。
1:1177
Ἐν ἓξ ἡμέραις ἐποίησεν θεὸς τὸν κόσμον, ἀλλ' κόσμος διὰ τὸν ἄνθρωπον·
In six days God made the world, but the world for the sake of man;
神在六日之內造了世界,但這世界是為人的緣故而造的;
1:1178
ἥλιος μὲν γὰρ λαμπρότατος, αὐγαῖς ἀποστίλβων, ἀλλὰ διὰ τὸν ἄνθρωπον, φαμέν, ἐγένετο
for the sun, though most brilliant, gleaming with its rays, yet came into being, we say, for the sake of man.
因為日頭雖極其燦爛,以光輝閃耀,我們卻說它是為人的緣故而被造的。
1:1179
Καὶ πάντα τὰ ζῶα διὰ τὸ δουλεύειν ἡμῖν κατέστη, βοτάναι καὶ δένδρα διὰ τὴν ἡμετέραν ἀπόλαυσιν ἐκτίσθη
And all the living creatures were established to serve us; herbs and trees were created for our enjoyment.
一切活物都被造來服事我們;草木也是為我們的享用而被造的。
1:1180
Πάντα καλὰ τὰ δημιουργήματα, ἀλλ' οὐδὲν τούτων εἰκὼν τοῦ θεοῦ, μόνος δὲ ἄνθρωπος
All the works of creation are good, but none of these is the image of God—only man.
受造的萬物都是美好的,但這一切沒有一樣是神的形像--唯獨人才是。
1:1181
Ἥλιος προστάγματι μόνῳ, ἄνθρωπος δὲ χερσὶ θείαις ἐπλάσθη·
The sun was made by command alone, but man was formed by divine hands;
日頭只憑一句命令便被造成,人卻是被神的手所塑造的;
1:1182
ποιήσωμεν γὰρ ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Εἰκὼν ξυλίνη ἐπιγείου βασιλέως τιμᾶται, πόσῳ γε μᾶλλον εἰκὼν λογικὴ θεοῦ; Τοῦ ἁγίου Βασιλείου πρὸς τὸν ἅγιον Φλαβιανὸν περὶ τῆς Σαμαρείτιδος·
for “let us make man according to our image and likeness.” A wooden image of an earthly king is honored; how much more, then, the rational image of God? Of Saint Basil, to Saint Flavian, concerning the Samaritan woman:
因為說:「我們要照著我們的形像、按著我們的樣式造人。」一個地上君王的木像尚且受尊敬;那麼神那有理性的像,豈不更當受尊敬麼?錄自聖巴西流致聖弗拉維安,論撒瑪利亞婦人:
1:1183
Ἐν τόπῳ εἶναι τὴν προσκύνησιν ἐκ τῆς ἐγχωρίου συνηθείας ἠπατημένην κύριος ἡμῶν μεταδιδάσκων·
Our Lord, teaching afresh her who had been deceived by local custom into thinking that worship is bound to a place:
我們的主重新教導那因當地習俗受了迷惑、以為敬拜是繫於某一地方的婦人:
1:1184
Ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν, φησίν, ἑαυτὸν λέγων δηλαδὴ τὴν ἀλήθειαν
“It is necessary to worship in spirit and in truth,” He says, clearly calling Himself the truth.
祂說:「必須用靈、用真理敬拜」,顯然是稱祂自己為真理。
1:1185
Ὥσπερ ἐν τῷ υἱῷ προσκυνεῖν λέγομεν τὸν πατέρα, ὡς ἐν εἰκόνι θεοῦ πατρός, οὕτω καὶ ἐν τῷ πνεύματι ὡς ἐν ἑαυτῷ δεικνύντι τὴν τοῦ κυρίου θεότητα
Just as we say that in the Son we worship the Father, as in an image of God the Father, so also in the Spirit, as in the One who shows forth in Himself the Godhead of the Lord.
正如我們說在子裡敬拜父,如同在神之父的像裡敬拜;我們也照樣在那靈裡敬拜,如同在那於自身彰顯主之神性的一位裡敬拜。
1:1186
Τοῦ ἁγίου Γρηγορίου Ναζιανζοῦ εἰς τὸ βάπτισμα·
Of Saint Gregory of Nazianzus, on baptism:
錄自聖納西盎的貴格利論洗禮:
1:1187
Ἐάν σοι προσβάλῃ μετὰ τὸ βάπτισμα τοῦ φωτὸς διωκτήςπροσβαλεῖ δέ·
If, after baptism, the persecutor of the light assails you—and he will assail,
你受洗之後,那逼迫光的若來攻擊你--他必來攻擊,
1:1188
καὶ γὰρ τῷ λόγῳ καὶ θεῷ μου προσέβαλε, τῷ κρυπτῷ φωτὶ διὰ τὸ φαινόμενον–, ἔχεις, νικήσεις·
for he assailed even the Word and my God by means of the hidden light through the visible—you have that by which you will conquer.
因為他連那道、我的神,也曾藉著那可見之物來攻擊那隱藏的光--你卻有那能使你得勝的。
1:1189
Προβαλοῦ τὸ πνεῦμα, προβαλοῦ τὸ ὕδωρ
Put forward the Spirit, put forward the water.
你要把那靈舉出來,把那水舉出來。
1:1190
Εἰπὲ τῇ σφραγῖδι θαρρήσας·
Say to the seal with confidence:
你要滿有把握地對那印說:
1:1191
τῆς ἄνω δόξης οὔπω δι' ἔπαρσιν ὥσπερ σὺ καταβέβλημαι
“From the glory above I have not yet been cast down through pride, as you were;
「我還沒有像你那樣,因驕傲而從上面的榮耀中被摔下來;
1:1192
Χριστὸν ἐνδέδυμαι, Χριστὸν μεταπεποίημαι τῷ βαπτίσματι
I have put on Christ, I have been transformed into Christ by baptism.
我已經披戴了基督,藉著洗禮被變化成了基督的樣式。
1:1193
Σύ με προσκύνησον. Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου εἰς τοὺς Μακκαβαίους·
You must worship me.” Of Saint John Chrysostom, on the Maccabees:
你倒當敬拜我。」錄自聖金口若望論馬加比眾烈士:
1:1194
Τὰ τῶν βασιλικῶν ἐκτυπώματα χαρακτήρων οὐ μόνον ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ ταῖς τιμιωτέραις ὕλαις εὕροι τις ἂν διαλάμποντα, ἀλλ' ἤδη καὶ ἐν χαλκῷ τὴν αὐτὴν ἔστιν ἰδεῖν χαραττομένην μορφήν
The imprints of the imperial figures one may find shining forth not only in gold and silver and the more precious materials, but already one may also see the same form engraved in bronze.
皇帝形象的印記,人不僅可在金、銀和較貴重的材質上看見它閃耀,甚至如今也可在青銅上看見同一形象被鐫刻出來。
1:1195
Καὶ διαφορὰ τῶν ὑλῶν οὐ λυμαίνεται τῷ ἀξιώματι τοῦ χαρακτῆρος οὐδὲ ἀμβλύνει τὴν ἀπὸ τῶν κρειττόνων τιμὴν τῆς ἐλάττονος μετοχή, ἀλλὰ πάσας ὁμοίως βασιλικὸς τύπος σεμνύνει καὶ οὐδὲν ἀπὸ τῆς ὕλης αὐτὸς ἐλαττούμενος τιμιωτέραν τὴν δεχομένην ἐργάζεται
And the difference of the materials does not impair the dignity of the figure, nor does the participation of the lesser material blunt the honor derived from the better ones; rather, the imperial type ennobles them all alike, and itself, in no way diminished by the material, makes the receiving material more honorable.
材質的差異並不損及那形象的尊貴,較次材質的攙入也不削弱那源於較佳材質的尊榮;反倒是那皇帝的形象使它們一概都得尊貴,而它自己絲毫不因材質而減損,反使那承受它的材質變得更尊貴。
1:1196
Τοῦ αὐτοῦ κατὰ Ἰουλιανοῦ τοῦ ἀθέου ἐκ τοῦ πρώτου λόγου·
Of the same author, against Julian the godless, from the first oration:
錄自同一作者《駁不敬神的尤利安》第一篇:
1:1197
Τί δὲ νέος Ναβουχοδονόσορ; Οὐδὲν γὰρ οὗτος εἰς ἡμᾶς τοῦ πάλαι φιλανθρωπότερον ἐπεδείξατο, οὗ οἱ ἄνθρακες ἡμᾶς ἔτι διαθλίβουσιν, εἰ καὶ τὴν φλόγα διαπεφεύγαμεν
And what of the new Nebuchadnezzar? For this one showed nothing more humane toward us than the one of old, whose coals still grievously oppress us, even if we have escaped the flame.
至於那新的尼布甲尼撒呢?因為這人向我們所顯的,並不比那古時的更有人情;那古人的炭火至今仍重重地壓著我們,縱然我們已逃脫了火焰。
1:1198
Οὐχὶ καὶ τὰ ἀναθήματα τῶν ἁγίων ἐπ' ἐκκλησίαις κείμενα εἰς προσκύνησιν τῶν πιστῶν δηλοῦσι τὴν λώβην τοῦ σώματος; Τοῦ αὐτοῦ εἰς τὸν
Do not the votive offerings of the saints, lying in the churches for the veneration of the faithful, make manifest the maiming of the body? Of the same author, on the...:
眾聖徒的還願奉獻物,安放在教會中供信徒敬拜,豈不彰顯出身體所受的殘傷麼?錄自同一作者,論……:
1:1199
Ὥσπερ γάρ, ὅταν βασιλικοὶ χαρακτῆρες καὶ εἰκόνες εἰς πόλιν καταπέμπωνται καὶ εἰσφέρωνται, ὑπαντῶσιν ἄρχοντες καὶ δῆμοι μετ' εὐφημίας καὶ φόβου, οὐ σανίδα τιμῶντες, οὐ τὴν κηρόχυτον γραφήν, ἀλλὰ τὸν χαρακτῆρα τοῦ βασιλέως, οὕτως καὶ κτίσις
For just as, when imperial figures and images are sent down to a city and brought in, magistrates and peoples go out to meet them with acclamation and fear, honoring not the wooden board, nor the wax-poured painting, but the figure of the emperor, so also does creation.
正如皇帝的形象與畫像被送至一城並迎入時,官長與民眾都帶著歡呼與敬畏出去迎接,所尊崇的並非那木板,也非那以蠟澆鑄的圖畫,乃是皇帝的形象;受造之物也是如此。
1:1200
Σευηριανοῦ Γαβάλων εἰς τὸν σταυρόν, λόγου τετάρτου·
Of Severian of Gabala, on the Cross, the fourth oration:
錄自迦巴拉的塞維里安(Severian of Gabala)論十字架第四篇:
1:1201
Ἐπάταξε Μωσῆς τὴν πέτραν καὶ ἅπαξ καὶ δίς. Διὰ τί δὲ ἅπαξ καὶ δίς; Εἰ δυνάμει θεοῦ ὑπακούει, τίς χρεία δευτέρας πληγῆς; Εἰ δὲ ἐκτὸς δυνάμεως θεοῦ τύπτει, οὐ δευτέρα, οὐ δεκάτη οὐδὲ ἑκατοστὴ πληγὴ δυνήσεται ἐπιθεῖναι τῇ ἀγόνῳ φύσει γόνιμον φύσιν
Moses struck the rock both once and twice. But why once and twice? If it obeys the power of God, what need was there of a second blow? But if it is struck apart from the power of God, then neither a second, nor a tenth, nor a hundredth blow could impose a fruitful nature upon a barren one.
摩西擊打磐石,擊了一次又一次。為何要擊一次又一次呢?倘若磐石順從神的大能,何需第二擊?倘若它的被擊與神的大能無關,那麼縱使第二擊、第十擊、乃至第一百擊,也無法將生育之能加在那不生育的本性之上。
1:1202
Εἰ μὲν οὖν θεοῦ τὸ ἔργον ἁπλῶς καὶ ἄνευ μυστηρίου σταυροῦ, ἤρκει τὸ ἅπαξ, ἤρκει καὶ νεῦμα μόνον, ἤρκει καὶ λόγος
If, then, it were simply the work of God, without the mystery of the cross, one blow would have sufficed; a mere nod would have sufficed; a word alone would have sufficed.
倘若這純然是神的作為,而與十字架的奧祕無關,那麼擊一次便足夠了,單憑一個示意便足夠了,單憑一句話也便足夠了。
1:1203
Ἀλλ' ἵνα τὴν εἰκόνα τοῦ σταυροῦ προτυπώσῃ, τοῦτο γίνεται
But this came to pass in order that he might prefigure the image of the cross.
然而這事之所以如此成就,乃是為要預表十字架的形像。
1:1204
Ἐπάταξε, φησί, Μωσῆς καὶ ἅπαξ καὶ δίς, οὐ κατὰ τὸ αὐτὸ σχῆμα, ἀλλὰ σταυροτύπως γράφων, ἵνα καὶ ἄψυχος φύσις αἰδεσθῇ τοῦ σταυροῦ τὸ σύμβολον
Moses struck, it says, both once and twice, not in the same fashion, but tracing it in the form of a cross, so that even inanimate nature might revere the symbol of the cross.
經上說,摩西擊打了一次又一次,並非以同樣的姿勢,而是以十字的形狀劃出,好叫連無生命的本性也敬畏十字架的記號。
1:1205
Εἰ γὰρ βασιλέως ἀπόντος εἰκὼν ἀναπληροῖ χώραν βασιλέως καὶ προσκυνοῦσιν ἄρχοντες καὶ ἱερομηνίαι ἐπιτελοῦνται καὶ ἄρχοντες ὑπαντῶσι καὶ δῆμοι προσκυνοῦσιν οὐ πρὸς τὴν σανίδα βλέποντες, ἀλλὰ πρὸς τὸν χαρακτῆρα τοῦ βασιλέως οὐκ ἐν τῇ φύσει θεωρουμένου, ἀλλ' ἐν γραφῇ παραδεικνυμένου, πολλῷ μᾶλλον ἀθανάτου βασιλέως εἰκὼν δύναται οὐ πέτραν ῥῆξαι μόνον, ἀλλὰ καὶ τὸν οὐρανὸν καὶ πᾶσαν τὴν οἰκουμένην
For if, when the emperor is absent, his image fills the place of the emperor, and rulers do reverence to it, and sacred festivals are celebrated, and magistrates come out to meet it, and the people do reverence—not looking to the wooden panel, but to the likeness of the emperor, who is contemplated not in his own nature but displayed in a painting—how much more can the image of the immortal King split not only a rock, but also heaven and the whole inhabited world.
若君王不在時,他的像便代替了君王的位置,眾官長向其敬拜,舉行聖節,眾首領出來迎接,百姓也敬拜——他們所注目的並非那木板,而是君王的容貌,這容貌非從其本性中得見,乃藉畫像顯明出來——那麼,不朽之君王的像豈不更能不僅裂開磐石,更能裂開諸天與全地嗎?
1:1206
Ἐκ τῆς Χρονογραφίας Ἰσιδώρου διακόνου·
From the Chronography of Isidore the deacon:
摘自執事以撒多祿(Isidore)的《編年史》:
1:1207
Ἥμαρτε Θεόφιλος λοιδορήσας Ἰωάννην τὸν Χρυσόστομον πρὸς Εὐδοξίαν τὴν βασίλισσαν, ὅτι τὰ τῆς Ὠριγένους αἱρέσεως φρονεῖ·
Theophilus sinned in slandering John Chrysostom before the empress Eudoxia, alleging that he held the views of the heresy of Origen;
提阿非羅(Theophilus)犯了罪,他在皇后優多西亞(Eudoxia)面前誹謗約翰‧屈梭多模(金口約翰),誣指他持守俄利根(Origen)異端的主張;
1:1208
ἐχθραινομένη αὐγούστα πρὸς Ἰωάννην τὸν εἰρημένον προφάσει τοῦ ἀμπελῶνος τῆς χήρας, καὶ διὰ τὴν ἁμαρτίαν ταύτην οὐκ ἐδυνήθη Θεόφιλος παραδοῦναι τὴν ψυχήν, ἄχρις οὗ ἦλθεν εἰκὼν τοῦ Χρυσοστόμου·
for the empress was hostile toward the aforesaid John on the pretext of the widow's vineyard; and on account of this sin Theophilus was unable to give up his soul, until the image of Chrysostom was brought;
因那位皇后藉著寡婦葡萄園一事而與前述的約翰為敵;由於這罪,提阿非羅無法斷氣,直到金口約翰的像被取來;
1:1209
καὶ προσκυνήσας αὐτὴν παρέδωκε τὸ πνεῦμα
and having done reverence to it, he gave up his spirit.
他向那像敬拜之後,便交出了靈魂(斷了氣)。
1:1210
Ἱερωνύμου, πρεσβυτέρου Ἱεροσολύμων·
Of Jerome, presbyter of Jerusalem:
摘自耶路撒冷的長老耶柔米(Jerome):
1:1211
Τῆς γραφῆς ὑμῶν μηδαμοῦ ἐπιτρεπούσης ὑμῖν προσκυνεῖν τὸν σταυρόν, τίνος χάριν λοιπὸν αὐτὸν προσκυνεῖτε; Εἴπατε ἡμῖν τοῖς Ἰουδαίοις καὶ Ἕλλησι καὶ πᾶσι τοῖς ἐπερωτῶσιν ὑμᾶς ἔθνεσι
Since your Scripture nowhere permits you to worship the cross, for what reason, after all, do you worship it? Tell us, the Jews and the Greeks and all the nations who question you.
既然你們的經書全然未許你們敬拜十字架,那麼你們究竟為何要敬拜它呢?請告訴我們這些猶太人、希臘人,以及一切質問你們的外邦人。
1:1212
Διὰ τοῦτο, ἀνόητοι καὶ ἀναιδεῖς τῇ καρδίᾳ, τάχα συνεχώρησεν θεὸς παντὶ ἔθνει σεβομένῳ τὸν θεὸν πάντως προσκυνεῖν τι ἐπὶ τῆς γῆς ἔργον ἀνθρώπου ὑπάρχον, ἵνα μηκέτι δύνωνται ἐγκαλεῖν τοῖς χριστιανοῖς περὶ τοῦ σταυροῦ καὶ τῆς τῶν εἰκόνων προσκυνήσεως
On account of this, O you who are foolish and shameless in heart, God perhaps permitted every nation that worships God to worship in any case something upon the earth that is the work of human hands, so that they might no longer be able to bring accusation against the Christians concerning the cross and the veneration of the images.
正因如此,你們這些愚昧、心中無恥的人哪,神或許容許每一個敬畏神的民族,無論如何都會敬拜地上某件出於人手所造之物,好叫他們不再能就十字架與聖像的敬拜來控告基督徒。
1:1213
Ὥσπερ οὖν Ἰουδαῖος προσεκύνει τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὰ δύο χερουβὶμ τὰ χωνευτὰ καὶ χρυσᾶ καὶ τὰς δύο πλάκας, ἃς ἐλάξευσε Μωσῆς, μηδαμοῦ ἐπιτραπεὶς ὑπὸ τοῦ θεοῦ ταῦτα προσκυνεῖν ἀσπάζεσθαι, οὕτως καὶ οἱ χριστιανοὶ οὐχ ὡς θεὸν τὸν σταυρὸν ἀσπαζόμεθα, ἀλλὰ δεικνύντες τὴν τῆς ψυχῆς ἡμῶν γνησίαν πρὸς τὸν σταυρωθέντα διάθεσιν
Just as, then, the Jew did reverence to the ark of the covenant and the two cherubim of cast and golden work and the two tablets which Moses hewed—though nowhere permitted by God to worship or kiss these—so also we Christians do not kiss the cross as God, but rather show the genuine disposition of our soul toward him who was crucified.
正如猶太人向約櫃、向那兩個鑄成的金基路伯、向摩西所鑿的兩塊法版敬拜——儘管神從未許他們敬拜或親吻這些——照樣,我們基督徒也不是把十字架當作神來親吻,乃是藉此表明我們靈魂對那被釘十字架者真誠的情感。
1:1214
Τοῦ μεγάλου Συμεὼν τοῦ θαυμαστοῦ ὄρους περὶ εἰκόνων·
Of the great Symeon of the Wondrous Mountain, concerning images:
摘自奇妙山的大西面(Symeon Stylites the Younger),論聖像:
1:1215
Ἴσως δέ τις τῶν ἀπίστων φιλόνεικος ὢν ἀμφισβητήσει λέγων, ὅτι καὶ ἡμεῖς ἐν ταῖς ἐκκλησίαις εἰκόνας προσκυνοῦντες ὡς ἀψύχοις προσευχόμενοι εἰδώλοις λογισθησόμεθα
Perhaps some unbeliever, being contentious, will dispute, saying that we too, in worshipping images in the churches, shall be reckoned as praying to lifeless idols.
或許有某個好辯的不信者會起爭論,說:我們在教會中敬拜聖像,豈不也要被算為向無生命的偶像禱告嗎?
1:1216
Μὴ οὖν γένοιτο ἡμᾶς τοῦτο ποιεῖν·
May it never be that we should do this!
斷不可有我們這樣行的事!
1:1217
τὰ γὰρ τῶν χριστιανῶν πίστις ἐστὶ καὶ ἀψευδὴς ἡμῶν θεὸς ἐνεργεῖ τὰς δυνάμεις
For the things of the Christians are faith, and our God who does not lie works the mighty deeds.
因為基督徒所擁有的乃是信仰,而我們那不說謊的神運行著大能的作為。
1:1218
Οὐ γὰρ τοῖς χροϊδίοις, ἀλλὰ ἐν ὑπομνήσει τοῦ ἀντιτύπου γράμματος ὁρῶντες τὸν ἀόρατον διὰ τῆς ὁρωμένης γραφῆς ὡς παρόντα δοξάζομεν, οὐχ ὡς μὴ ὄντι θεῷ πιστεύοντες, ἀλλ' ὡς ὄντι ἀληθῶς, οὔτε τοῖς ἁγίοις ὡς μὴ οὖσιν, ἀλλ' ὡς οὖσι καὶ ζῶσι παρὰ τῷ θεῷ, καὶ τῶν πνευμάτων αὐτῶν ἁγίων ὄντων καὶ δυνάμει θεοῦ βοηθούντων τοῖς ἀξίοις ὡς δεομένοις αὐτῶν
For it is not to the material colours, but in remembrance of the antitype represented in the writing, that, beholding the invisible One through the visible painting as though present, we glorify him—not believing in him as though God did not exist, but as truly existing; nor regarding the saints as though they did not exist, but as existing and living with God, and their spirits being holy and, by the power of God, aiding those who are worthy as having need of them.
因我們所注目的並非那些顏料色彩,乃是藉所描繪之物想念其所表徵者;我們藉著可見的畫像,把那不可見者看作如同在場,便榮耀祂——並非信祂彷彿並不存在的神,乃是信祂為真實存在的神;也並非把眾聖徒看作彷彿不存在,乃是看作存在、與神同活的,他們的靈是聖潔的,且憑神的大能幫助那些配得、需要他們的人。
1:1219
Ἀναστασίου, ἀρχιεπισκόπου Ἀντιοχείας, πρὸς Συμεών, ἐπίσκοπον Βόστρων, περὶ τοῦ σαββάτου·
Of Anastasius, archbishop of Antioch, to Symeon, bishop of Bostra, concerning the Sabbath:
摘自安提阿大主教亞拿斯塔修(Anastasius),致波斯拉(Bostra)主教西面,論安息日:
1:1220
Ὥσπερ γὰρ ἀπόντος μὲν βασιλέως εἰκὼν αὐτοῦ προσκυνεῖται, παρόντος δὲ λοιπὸν περιττὸν καταλιπόντα τὸν πρωτότυπον προσκυνεῖν τῇ εἰκόνι·
For just as, when the emperor is absent, his image is venerated, but when he is present it is henceforth superfluous to leave the prototype and venerate the image;
因為正如君王不在時,他的像受人敬拜,而君王臨在時,撇下原型去敬拜那像就成了多餘的;
1:1221
οὐ μήν, ἐπεὶ οὐ προσκυνεῖται διὰ τὸ παρεῖναι τόν, δι'
yet not because it is not venerated, owing to the presence of him for whose sake
然而,那像之所以不再受敬拜,乃因那位它為其緣故而受敬拜者已親自臨在,
1:1222
ὃν προσκυνεῖται, ἀτιμάζεσθαι αὐτὴν δεῖ
it is venerated, ought it on that account to be dishonoured.
卻不應因此就使那像受到輕慢。
1:1223
Τοιοῦτόν τι νομίζω συμβῆναι περὶ τὴν τοῦ νόμου σκιὰν ἤτοι τὸ γράμμα·
Something of this sort I consider to have come to pass concerning the shadow of the Law, that is, the letter;
我認為,關乎律法的影子,也就是字句,曾有類似的情形發生;
1:1224
σκιὰν γὰρ αὐτὸν καλεῖ ἀπόστολος
for the Apostle calls it a shadow.
因為使徒稱它為影子。
1:1225
Ἐφ' ὅσον γὰρ ἐταμιεύετο τὸν καιρὸν τῆς ἀληθείας χάρις, τοὺς τύπους προεῖπον οἱ ἅγιοι θεωροῦντες ὡς ἐν ἐσόπτρῳ τὴν ἀλήθειαν
For as long as grace was holding in reserve the season of the truth, the saints foretold the types, beholding the truth as in a mirror.
因為當恩典還在為真理之時期作儲備時,眾聖徒便預言了那些預表,他們彷彿從鏡中觀看真理。
1:1226
Ἐλθούσης δὲ τῆς ἀληθείας ζῆν μὲν κατὰ τοὺς τύπους οὐκ ἐνόμιζον εἶναι καλὸν καὶ τούτοις ἀκολουθεῖν ἔτι
But when the truth had come, they no longer thought it good to live according to the types and to continue following them.
但當真理已經來到,他們便不再認為照著那些預表而活、繼續跟從它們是好的了。
1:1227
Παρόντων γὰρ τῶν πραγμάτων παρέλκει λοιπὸν τύπος τοῦ πράγματος
For when the realities are present, the type of the reality is henceforth out of place.
因為當實體既已臨在,那實體的預表此後便成了多餘的。
1:1228
Πλὴν καὶ οὕτως οὐκ ἠτίμαζον οὐδὲ παρεῖλκον, ἀλλ' ἐτίμων τὸν τύπον καὶ τοὺς ἀτιμάζειν ἐπιχειροῦντας ἀσεβεῖς ἔκρινον καὶ θανάτου διὰ κολάσεως πικρᾶς ἀξίους
Nevertheless, even so, they did not dishonour it nor cast it aside, but honoured the type, and judged those who attempted to dishonour it to be impious and worthy of death by bitter punishment.
縱然如此,他們仍未輕慢那預表,也未將它丟棄,反倒尊敬它,並斷定那些企圖輕慢它的人為不虔,當受嚴酷刑罰至死。
1:1229
Ὥσπερ ἂν εἴ τις εἰκόνα βασιλέως διὰ τὸ καθῆκον τῆς περὶ τὸν βασιλέα προσκυνεῖ τιμῆς οὐδὲν οὖσαν κηρὸν καὶ χρώματα
Just as if someone, on account of the fitting honour due to the emperor, venerates the image of the emperor, though it is nothing but wax and colours.
這正如有人因尊崇君王所當有的合宜敬意,而敬拜君王的像,儘管那像不過是蠟與顏料而已。
1:1230
Τῆς ἁγίας καὶ οἰκουμένης πέμπτης συνόδου ἀναθεματισμὸς ιβʹ·
Anathema 12 of the holy and ecumenical Fifth Council:
神聖大公第五次會議(君士坦丁堡第二次會議)第十二條絕罰(咒詛):
1:1231
Εἴ τις ἀντιποιεῖται Θεοδώρου τοῦ ἀσεβοῦς τοῦ Μοψουεστίας τοῦ εἰπόντος ἄλλον εἶναι τὸν θεὸν λόγον καὶ ἄλλον τὸν Χριστὸν ὑπὸ παθῶν ψυχικῶν καὶ τῶν τῆς σαρκὸς ἐπιθυμιῶν ἐνοχλούμενον καὶ τῶν χειρόνων κατὰ μικρὸν χωριζόμενον καὶ οὕτως ἐκ προκοπῆς ἔργων βελτιωθέντα καὶ ἐκ πολιτείας ἄμωμον καταστάντα, ὡς ψιλὸν ἄνθρωπον βαπτι σθῆναι εἰς ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ διὰ τοῦ βαπτίσματος τὴν χάριν τοῦ ἁγίου πνεύματος λαβόντα καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ κατὰ ἰσότητα βασιλικῆς εἰκόνος εἰς πρόσωπον τοῦ θεοῦ λόγου προσκυνεῖσθαι, ἀνάθεμα ἔστω
If anyone defends the impious Theodore of Mopsuestia, who said that the God the Word is one and the Christ another—the latter being troubled by passions of the soul and the desires of the flesh, gradually separating himself from the baser things, and thus, having been improved by the progress of his works and become blameless in his manner of life, was baptized as a mere man into the name of Father and Son and Holy Spirit, and through baptism received the grace of the Holy Spirit and was deemed worthy of adoption as a son, and, by equality with an imperial image, is venerated in the person of God the Word—let him be anathema.
若有人維護摩普綏提亞(Mopsuestia)那不虔的西奧多(Theodore),他說神之道(聖言)是一位、基督是另一位,說基督受魂的諸般情慾與肉體私慾的困擾,漸漸從那較卑下之事中脫離,如此藉行為的長進得了改善,在品行上成為無瑕,又如同一個單純的人被浸入父、子、聖靈的名裡,藉著洗禮領受了聖靈的恩典,蒙稱為兒子的名分,並按著與君王之像同等的方式,在神之道的位格上受敬拜——這人當受絕罰。
1:1232
Θεοδώρου ἱστοριογράφου Κωνσταντινουπόλεως ἐκ τῆς ἐκκλησιαστικῆς ἱστορίας περὶ Γενναδίου, ἀρχιεπισκόπου Κωνσταντινουπόλεως·
Of Theodore, historiographer of Constantinople, from the Ecclesiastical History, concerning Gennadius, archbishop of Constantinople:
摘自君士坦丁堡史家西奧多(Theodore the Reader)的《教會史》,論君士坦丁堡大主教根拿丟(Gennadius):
1:1233
Ἕτερα δὲ αὐτοῦ παραθήσομαι καταπλήξεως μεστά
I shall set forth other things of his that are full of astonishment.
我將陳述他另一件令人驚駭的事。
1:1234
Ζωγράφος τις τὴν εἰκόνα τοῦ δεσπότου Χριστοῦ γράφων τὼ χεῖρε ἀπέψυκτο
A certain painter, while painting the image of the Lord Christ, had his hand wither.
有一個畫師,在描繪主基督的像時,他的手枯乾了。
1:1235
Καὶ ἐλέγετο, ὡς ὑπὸ Ἕλληνός τινος τὸ ἔργον ἐπιταγὲν τῆς εἰκόνος ἐν τῷ προσχήματι τοῦ ὀνόματος τοῦ σωτῆρος γεγράφηκεν ἐξ ἑκατέρου τὰς τρίχας ἐπὶ κεφαλῆς διεστώσας, ὡς μὴ τὰς ὄψεις καλύπτεσθαιτοιούτῳ γὰρ σχήματι Ἑλλήνων παῖδες τὸν Δία γράφουσιπρὸς τὸ τοὺς ὁρῶντας νομίζειν τῷ σωτῆρι τὴν προσκύνησιν ἀπονέμεσθαι
And it was said that, the work of the image having been commissioned by a certain pagan, he had painted it—under the guise of the Saviour's name—with the hair parted on either side upon the head, so that the face would not be covered (for it is in such a fashion that the children of the Greeks paint Zeus), in order that those who saw it might suppose that the veneration was being rendered to the Saviour.
據說那像的工作原是某個異教徒(希臘人)委託的,那畫師便假借救主之名,把頭髮畫成分向兩邊垂下,使臉不被遮蔽(希臘人正是以這種樣式描繪宙斯〔Zeus〕),為要叫觀看的人誤以為他們所獻上的敬拜是歸給救主的。
1:1236
Τοῦ ἀββᾶ Μαξίμου καὶ Θεοδοσίου ἐπισκόπου καὶ τῶν ἀρχόντων τῶν ἀποσταλέντων παρὰ τοῦ βασιλέως·
Of Abba Maximus and Theodosius the bishop and the magistrates who had been sent by the emperor:
摘自亞巴‧馬克西穆(懺信者馬克西母,Abba Maximus)、主教提阿多修(Theodosius),以及那些奉皇帝差遣而來的官長之事:
1:1237
Ἐπὰν δὲ ἔδοξε ταῦτα γενέσθαι, ἔκβασις γένοιτο τῶν δοξάντων, καὶ ὅπου κελεύετε, ἀκολουθῶ ὑμῖν. Καὶ ἐπὶ τούτοις ἀνέστησαν πάντες καὶ μετὰ δακρύων ἔβαλον μετάνοιαν, καὶ εὐχὴ γέγονε·
"But when it has been resolved that these things should come to pass, let there be an outcome of what has been resolved, and wherever you command, I will follow you." And at these words they all arose, and with tears made an act of penitence, and a prayer was offered;
「但既已議定這些事當成就,就讓所議定的事有個結果罷;無論你們吩咐往何處,我必跟從你們。」聽了這話,眾人都起來,流淚行了懺悔,並獻上禱告;
1:1238
καὶ ἕκαστος αὐτῶν τὰ ἅγια εὐαγγέλια καὶ τὸν τίμιον σταυρὸν καὶ τὴν εἰκόνα τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῆς τεκούσης αὐτὸν ἁγίας θεοτόκου ἠσπάσαντο τεθεικότες καὶ τὰς χεῖρας ἐπὶ βεβαιώσει τῶν λαληθέντων
and each of them kissed the holy Gospels and the precious cross and the image of our Saviour Jesus Christ and of the holy Mother of God who bore him, having also laid their hands upon them in confirmation of what had been spoken.
他們各人都親吻了神聖的福音書、寶貴的十字架,以及我們救主耶穌基督的像和那生祂的聖神之母(聖母)的像,並按手在其上,以確證所說的話。
1:1239
Τοῦ ἁγίου Σωφρονίου ἐκ τῶν θαυμάτων τῶν ἁγίων μαρτύρων Κύρου καὶ Ἰωάννου εἰς Θεόδωρον τὸν ὑποδιάκονον ποδαγριοῦντα·
Of Saint Sophronius, from the miracles of the holy martyrs Cyrus and John, concerning Theodore the subdeacon who suffered from gout:
摘自聖索福洛尼(Sophronius),記於聖殉道者居魯(Cyrus)與約翰行神蹟之事中,論患痛風的副執事西奧多(Theodore):
1:1240
Λέξωμεν δὲ λοιπὸν καὶ τὴν ῥῶσιν τοῦ σώματος δι' ὀλίγων τὸν λόγον ποιούμενοι
Let us now also speak of the restoration of his body, making our account in a few words.
如今讓我們也簡短地講述他身體得醫治復原的事。
1:1241
Μετ' ὀλίγας δὲ ταύτας τὰς ἡμέρας ἐκάθευδε καὶ πάλιν παρεστῶτας βλέπει τοὺς μάρτυρας καὶ συνοδεύειν αὐτοῖς ἐπιτάττοντας
After these few days, he was asleep and again saw the martyrs standing by and commanding him to journey together with them.
過了這幾天,他在睡夢中又看見那兩位殉道者站在身旁,吩咐他與他們同行。
1:1242
δὲ σφίσι προθυμότερον εἵπετο·
And he followed them all the more eagerly;
他便更加殷切地跟隨他們;
1:1243
ᾔδει γὰρ οὐκ ἀκερδὲς τὸ τοῖς ἁγίοις συνέπεσθαι
for he knew that to accompany the saints was not without profit.
因他知道,與眾聖徒同行絕非無益之事。
1:1244
Ἐλθόντες οὖν εἰς ναὸν τέλειον, τῷ μὲν εἴδει φοβερὸν καὶ ὑπέρλαμπρον, τῷ δὲ ὕψει τῶν οὐρανῶν αὐτῶν ἐφαπτόμενον, καὶ εἴσω τούτου γενόμενοι μεγίστην εἰκόνα καὶ θαυμασίαν ἐβλέπομεν, μέσον δὲ τὸν δεσπότην Χριστὸν γεγραμμένον χρώμασιν ἔχουσαν, τὴν δέσποιναν θεοτόκον εὐώνυμον, καὶ δεξιὸν Ἰωάννην τὸν βαπτιστὴν τὸν ἐκ κοιλίας σκιρτήμασιν αὐτὸν προμηνύσαντα, ἐπεὶ καὶ λαλῶν ἔνδον ὢν οὐκ ἠκούετο, καί τινας τοῦ τῶν ἀποστόλων καὶ προφητῶν ἐνδόξου χοροῦ καὶ τῆς μαρτυρικῆς ὁμηγύρεως·
Having come, then, to a perfect temple—fearsome and exceedingly resplendent in appearance, and in its height touching the very heavens—and having entered within it, we beheld a very great and wondrous image, having in the midst the Lord Christ depicted in colours, with the Lady Mother of God on the left and on the right John the Baptist, who, while yet in the womb, had foretold him by his leaping (since, though speaking within, he could not be heard), and certain ones of the glorious choir of apostles and prophets and of the company of martyrs;
於是我們來到一座完美的殿宇——其外貌可畏而極其輝煌,其高聳直觸諸天——進到裡面,我們看見一幅極其偉大、奇妙的聖像,其正中以色彩描繪著主基督,左邊是聖母(神之母),右邊是施洗約翰,他尚在母腹中便以跳動預先指明了基督(因他雖在腹內說話,卻無人能聽見),又有使徒與先知那榮耀詩班中的幾位,以及殉道者的群體;
1:1245
μεθ' ὧν ἐτύγχανε Κῦρος καὶ Ἰωάννης οἱ μάρτυρες, οἳ πρὸ τῆς εἰκόνος ἱστάμενοι τῷ δεσπότῃ προσέπιπτον γόνατα κάμπτοντες καὶ τὰς κεφαλὰς εἰς ἔδαφος τύπτοντες καὶ περὶ τῆς τοῦ νέου θεραπείας πρεσβεύοντες
among whom happened to be Cyrus and John the martyrs, who, standing before the image, fell down before the Lord, bending their knees and striking their heads upon the floor, and interceding concerning the young man's healing.
其中也有殉道者居魯與約翰,他們站在那像前,俯伏在主面前,屈膝跪下,以頭叩地,為那年輕人的得醫治代求。
1:1246
Ταῦτα δὲ ἦν τὰ τῆς πρεσβείας
And these were the words of their intercession:
他們代求的話語如下:
1:1247
Δέσποτα φιλάνθρωπε, κελεύεις δῶμεν καὶ τούτῳ τὴν ἴασιν; Οἱ δὲ πολλάκις εἰς γῆν προσκυνήσαντες καὶ τοὺς τῆς ἱκεσίας λόγους ἐκπέμψαντες, ὡς δεσπότης Χριστὸς οὐκ ἐπένευσε, τοῦ πρεσβεύειν παυσάμενοι, κατηφεῖς καὶ ὀλίγωροι πρὸς ἐμέ, φησί, παραγίνονται οὐ μακρὰν πολὺ τῆς εἰκόνος ἱστάμενον
"O Lord who lovest mankind, dost thou bid us grant healing to this one also?" But after they had often done reverence to the ground and sent up the words of their supplication, when the Lord Christ gave no assent, they ceased interceding and came to me—he says—downcast and dispirited, as I stood not very far from the image.
「愛世人的主啊,祢吩咐我們也賜醫治給這人嗎?」但他們屢次俯地敬拜、發出懇求的話,主基督卻不應允,於是他們便停止代求,垂頭喪氣、灰心地來到我這裡——他說——那時我正站在離那像不遠之處。
1:1248
Ὁρᾷς, φασί, πῶς δεσπότης οὐ βούλεταί σοι δοῦναι τὴν ἴασιν; Ἀλλὰ μηδὲν ἀθυμήσῃς·
"Dost thou see," they said, "how the Lord is not willing to grant thee the healing? But be in no way disheartened;
他們說:「你看見了嗎?主不願賜你醫治?但你切莫灰心;
1:1249
πάντως γὰρ καὶ πρὸς σὲ ὡς πρὸς πάντας χρηστεύεται. Καὶ διαναστάντες ὡσεὶ μικρὸν ἡμιώριον καὶ πάλιν ἀπελθόντες ἐδέοντο
for assuredly he is gracious toward thee as toward all." And rising up after about a little half-hour, and going off again, they made their entreaty.
因祂對你必定如對眾人一樣施恩。」約過了半個鐘頭,他們起身,又去懇求。
1:1250
Καὶ πάλιν ἄπρακτοι, φησίν, ἀνακάμπτουσι κατηφεῖς καὶ ὀλίγωροι, ὡς καὶ τὸ πρότερον τοῦ δεσπότου Χριστοῦ μὴ κελεύσαντος
"And again, without success," he says, "they return downcast and dispirited, as before, the Lord Christ not having given command."
他說:「他們又無功而返,如同先前一樣垂頭喪氣、灰心,因主基督未曾下令。」
1:1251
Καὶ ταῦτά μοι πάλιν ἐλθόντες εἰρήκασιν
"And these things, coming to me again, they told me."
「他們又來到我這裡,把這些事告訴了我。」
1:1252
Τὸ τρίτον δὲ πορευόμενοι·
Going a third time:
他們第三次前往,說:
1:1253
Θάρρει, λέγουσιν, νῦν γὰρ τὴν χάριν πάντως λαμβάνομεν·
"Take courage," they say, "for now we shall by all means receive the grace;
「你要放心,因為這次我們必定得著恩典;
1:1254
ἀλλὰ καὶ σύ, ὥσπερ ἡμᾶς ὁρᾷς ἱκετεύοντας, σὺν ἡμῖν ἐλθὼν τὸν δεσπότην ἱκέτευε. Καὶ πρὸς τὴν εἰκόνα τὸ τρίτον γενόμενοι τοῖς προλαβοῦσι τρόποις ἐχρῶντο καὶ ῥήμασι
but do thou also, even as thou seest us supplicating, come with us and entreat the Lord." And coming before the image a third time, they employed the same manners and words as before.
但你也當如你看見我們懇求的樣子,與我們一同前來,向主祈求。」於是他們第三次來到那像前,用先前同樣的方式與言語。
1:1255
Καὶ ὡς ὥραν πολλὴν ἐδεήθησαν καὶ κάτω κείμενοι τὸ κελεύεις, δέσποτα; μόνον ἀνέκραζον, τότε Χριστὸς σπλαγχνισθεὶς ὡς οἰκτίρμων < ἐπένευσε>·
And when they had entreated for a long while, and, lying prostrate, cried out only "Dost thou command, O Master?"—then Christ, being moved with compassion as one full of pity, gave his assent;
他們懇求了許久,俯伏在地,只一味呼喊:「主啊,祢吩咐嗎?」這時,基督滿懷憐憫,如同有慈心者那樣動了憐恤,便應允了;
1:1256
καὶ δότε αὐτῷ πρὸς τῆς εἰκόνος ἀπεφθέγξατο
and "Give it to him" was uttered from the image.
並且從那像中發出聲音說:「賜給他罷。」
1:1257
Καὶ χαμόθεν ἀναστάντες οἱ μάρτυρες πρῶτον μὲν ηὐχαρίστουν Χριστῷ τῷ θεῷ ἡμῶν ὡς τῆς δεήσεως αὐτῶν ἐπακούσαντι
And the martyrs, rising up from the ground, first gave thanks to Christ our God for having hearkened to their petition.
那兩位殉道者從地上起身,首先就為著基督我們的神垂聽了他們的祈求而獻上感謝。
1:1258
Τοῦ ἁγίου Ἀναστασίου τοῦ ἁγίου ὄρους Σινᾶ εἰς τὴν καινὴν κυριακὴν καὶ εἰς τὸν ἀπόστολον Θωμᾶν·
Of Saint Anastasius of the holy Mount Sinai, on the New Sunday (Antipascha) and on the Apostle Thomas:
摘自聖山西奈的聖亞拿斯塔修(Anastasius of Sinai),論新主日(復活節後第一主日)及論使徒多馬:
1:1259
Οἱ ἑωρακότες Χριστὸν ἐν σαρκὶ ὡς προφήτην αὐτὸν εἶχον·
Those who saw Christ in the flesh held him as a prophet;
那些在肉身中見過基督的人,把祂當作先知;
1:1260
οἱ μὴ ἑωρακότες ἡμεῖς εὐθέως ἐξ ἁπαλῶν ὀνύχων, παῖδες καὶ νεανίσκοι, θεὸν αὐτόν, ἐξουσιαστὴν καὶ παντοκράτορα καὶ τῶν αἰώνων ποιητὴν καὶ ἀπαύγασμα τοῦ πατρὸς ὁμολογοῦμενὡς γὰρ αὐτὸν ἐκεῖνον βλέποντες Χριστὸν λαλοῦντα, οὕτως τῶν αὐτοῦ εὐαγγελίων μετὰ πίστεως ἀκούομεν–, καὶ τὸν ἄχραντον μαργαρίτην τοῦ αὐτοῦ σώματος δεχόμενοι αὐτὸν ἐκεῖνον βαστάζειν τὸν Χριστὸν νομίζομεν, κἂν μόνον αὐτοῦ θεῖον χαρακτῆρα ἐξεικονισμένον ἴδωμεν, ὡς ἐξ οὐρανοῦ ἡμῖν ἀτενίζοντα νομίζομεν, προσκυνοῦμεν, προσπίπτομεν
but we who did not see him straightway from our tenderest infancy, as children and youths, confess him to be God, sovereign and almighty, maker of the ages, and the radiance of the Father—for, just as if we were beholding that very Christ speaking, so do we with faith hear his Gospels—and receiving the spotless pearl of his very body, we suppose that we are bearing that very Christ; and even if we see only his divine character portrayed, we suppose that he is gazing upon us as from heaven, and we worship, we fall down before it.
至於我們這些未曾見過祂的人,從幼年柔嫩之時起,無論孩童或少年,都承認祂是神、是主宰、是全能者、是諸世代的創造者、是父的光輝——因為正如同我們親眼看見那位基督說話一般,我們也照樣憑著信心聆聽祂的福音——並且當我們領受祂身體那無瑕的珍珠(聖體)時,我們便以為自己是在懷抱那位基督;縱使我們只看見祂神聖的容貌被描繪出來,我們也以為祂正從天上注視著我們,便向其敬拜、俯伏在前。
1:1261
Μεγάλη νῦν πίστις τοῦ Χριστοῦ
Great now is the faith of Christ.
如今基督的信仰是何等偉大。
1:1262
Ἐκ τοῦ βίου τοῦ ἀββᾶ Δανιὴλ περὶ Εὐλογίου τοῦ λατόμου·
From the Life of Abba Daniel, concerning Eulogius the stonecutter:
摘自亞巴‧丹尼爾(Abba Daniel)傳,論石匠尤羅吉(Eulogius):
1:1263
Τότε ὀλιγωρήσας ἀπῆλθε καὶ ῥίψας ἑαυτὸν ἔμπροσθεν τῆς εἰκόνος τῆς θεοτόκου μετὰ κλαυθμοῦ ἔλεγε·
Then, becoming disheartened, he went away, and casting himself down before the image of the Mother of God, he said with weeping:
於是他灰心喪氣,便離去,俯伏在神之母(聖母)的像前,哭泣著說:
1:1264
Κύριε, λῦσον τὴν ἐγγύην τοῦ ἀνθρώπου τούτου ἀπ' ἐμοῦ. Ἐκ τοῦ βίου Μαρίας τῆς Αἰγυπτίας·
"Lord, release from me the surety made for this man." From the Life of Mary of Egypt:
「主啊,求祢解除我為這人所作的擔保。」摘自埃及的馬利亞(Mary of Egypt)傳:
1:1265
Κλαίουσα τοίνυν ὁρῶ ἐπάνω τοῦ τόπου, ἐν ἱστάμην, τὴν εἰκόνα τῆς ἁγίας θεοτόκου ἑστῶσαν καί φημι πρὸς αὐτήν·
"Weeping, then, I behold above the place where I was standing the image of the holy Mother of God standing there, and I say to her:
「於是我哭著,看見在我所站之處的上方,立著聖神之母(聖母)的像,我便向她說:
1:1266
Παρθένε, θεοτόκε, δέσποινα, τὸν θεὸν λόγον κατὰ σάρκα γεννήσασα, οἶδα μέν, οἶδα, ὡς οὐκ ἔστιν εὐπρεπὲς οὐδὲ εὔλογον τὴν οὕτω ῥυπαράν, τὴν οὕτω πανάσωτον, τὴν εἰκόνα καθορᾶν σου τῆς ἀειπαρθένου, ἀλλὰ δίκαιόν ἐστιν ἐμὲ ὑπὸ τῆς σῆς καθαρότητος μισεῖσθαι τε καὶ βδελύττεσθαι
'O Virgin, Mother of God, Lady, who according to the flesh didst give birth to God the Word, I know, yea, I know, that it is neither seemly nor reasonable that I, so filthy, so utterly profligate, should gaze upon thy image, thou ever-Virgin; rather it is just that I should be hated and abominated by thy purity.
『童貞女、神之母、夫人哪,妳曾按肉身生了神之道(聖言);我知道,是的,我知道:我這如此污穢、如此放蕩無度之人,竟敢仰望妳這永遠童貞者的聖像,這既不合宜,也不合理;倒是理當被妳的潔淨所憎惡、所厭棄。
1:1267
Πλὴν ἐπείπερ διὰ τοῦτο γέγονεν ἐκ σοῦ τεχθεὶς θεὸς ἄνθρωπος, ὅπως καλέσῃ τοὺς ἁμαρτωλοὺς εἰς μετάνοιαν, βοήθησόν μοι τῇ μόνῃ μὴ ἐχούσῃ τινὰ βοήθειαν
Yet since for this very purpose God who was born of thee became man, that he might call sinners to repentance, help me who alone have no other help.
然而,既然那由妳所生的神成為人正是為此緣故——要呼召罪人悔改——求妳幫助我這孤苦無依、別無倚靠的人。
1:1268
Ἐπίταξον κἀμοὶ συγχωρηθῆναι τὴν εἴσοδον
Command that entrance be granted to me also.
求妳吩咐,也准我進去。
1:1269
Μὴ στερήσῃς με τὸ ξύλον ἰδεῖν, ἐν κατὰ σάρκα προσεπάγη θεὸς λόγος, ὃν ἐγέννησας, ὃς τὸ αἷμα τὸ ἴδιον ὑπὲρ ἐμοῦ ἔδωκεν ἀντίλυτρον
Do not deprive me of beholding the wood upon which, according to the flesh, God the Word, whom thou didst bear, was nailed, who gave his own blood as a ransom on my behalf.
求妳不要使我不得瞻仰那木頭(十字架);妳所生的神之道(聖言)曾按肉身被釘其上,祂為我捨了自己的血作為贖價。
1:1270
Ἐπίταξον, δέσποινα, κἀμοὶ τὴν θύραν ἀνοιχθῆναι τῆς θείας τοῦ σταυροῦ προσκυνήσεως
Command, O Lady, that to me also the door of the divine veneration of the cross be opened.
夫人哪,求妳吩咐,也為我開那敬拜聖十字架的門。
1:1271
Καί σε δίδωμι τῷ ἐκ σοῦ τεχθέντι θεῷ ἐγγυητὴν ἀξιόχρεων, ὡς οὐκέτι τὴν σάρκα ταύτην ἐξυβρίσω δι' αἰσχρᾶς οἱασδήποτε μίξεως
And I give thee as a worthy surety to the God born of thee, that I will no longer outrage this flesh of mine by any shameful intercourse whatsoever.
我也向那由妳所生的神,立妳作可靠的擔保,從今以後,我絕不再以任何可恥的淫亂玷辱我這肉身。
1:1272
Ἀλλ' ἡνίκα τὸ ξύλον τοῦ σταυροῦ τοῦ υἱοῦ σου θεάσωμαι, κόσμῳ καὶ τοῖς ἐν κόσμῳ πᾶσιν εὐθέως ἀποτάσσομαι καὶ αὐτίκα ἐξέρχομαι, ὅπου ἂν αὐτὴ ὡς ἐγγυητὴς ὑπόθῃ καὶ ὁδηγήσῃς με
But when I have looked upon the wood of the cross of thy Son, I will immediately renounce the world and all that is in the world, and I will straightway go forth wherever thou, as my surety, shalt direct and guide me.'
但當我瞻仰了妳兒子十字架的木頭,我必立刻棄絕這世界與世上的一切,並立時往妳這作我擔保者所引領、指示我去的任何地方去。』
1:1273
Ταῦτα εἰποῦσα καὶ ὥσπερ τινὰ πληροφορίαν λαβοῦσα τὸ τῆς πίστεως ἔμπυρον, τῇ εὐσπλαγχνίᾳ τῆς θεοτόκου θαρρήσασα κινῶ ἐμαυτὴν ἐξ ἐκείνου τοῦ τόπου, ἐν ἑστῶσα ἐποιούμην τὴν δέησιν, καὶ ἔρχομαι πάλιν καὶ τοῖς εἰσιοῦσιν ἐμαυτὴν ἐγκατέμιξα
Having said these things, and as it were having received a kind of assurance, the fire of faith, and taking courage in the compassion of the Mother of God, I moved myself from that place where I had been standing and making my supplication, and I come again and mingled myself with those who were entering.
說了這些話,又彷彿領受了某種確據——信心的火焰——並因神之母(聖母)的慈憐而壯了膽,我便從先前站立祈求之處挪步,再次過來,混入那些進去的人群中。
1:1274
Καὶ οὐκέτι ἦν ὠθῶν με καὶ ἀντωθούμενος καὶ οὐδεὶς κωλύων τοῦ πλησίον γενέσθαι με τῆς θύρας, δι' ἧς εἰς τὸν οἶκον εἰσῄεσαν
And there was no longer anyone pushing me or shoving me back, and no one hindering me from drawing near to the door through which they entered into the house.
這時,再也沒有人推搡我、把我擋回去,也沒有人攔阻我靠近那進入殿宇的門。
1:1275
Ἔλαβεν οὖν με φρίκη καὶ ἔκστασις καὶ ὅλη δι' ὅλου ἐκλονούμην καὶ ἔτρεμον
A shuddering, then, and an ecstasy seized me, and I was utterly shaken through and through, and I trembled.
於是有戰慄與出神(驚異)抓住了我,我全身上下劇烈震顫,戰兢不已。
1:1276
Ῥίψασα τοίνυν ἐμαυτὴν ἐπὶ τῆς γῆς καὶ τὸ ἅγιον ἐκεῖνο προσκυνήσασα ἔδαφος ἔτρεχον ἐξιοῦσα καὶ πρὸς τὴν ἐγγυησαμένην γενέσθαι σπουδάζουσα
Casting myself, therefore, upon the ground and doing reverence to that holy pavement, I ran out, hastening to come to her who had become my surety.
因此我俯伏於地,向那聖潔的地面敬拜,便往外跑去,急切地要來到那位作我擔保者面前。
1:1277
Γίνομαι τοίνυν ἐν ἐκείνῳ τῷ τόπῳ, ἐν τὸ τῆς ἐγγύης ἐπεγράφη χειρόγραφον καὶ γόνυ κλίνασα ἔμπροσθεν τῆς ἀειπαρθένου καὶ θεοτόκου τούτοις ἐχρησάμην τοῖς ῥή μασιν·
I come, therefore, to that place where the written deed of the surety had been inscribed, and bending my knee before the ever-Virgin and Mother of God, I made use of these words:
於是我來到那立下擔保字據之處,在永遠童貞的神之母(聖母)面前屈膝,說了這些話:
1:1278
Σὺ μέν, φιλάγαθε δέσποινα, τὸ σὸν ἐπ' ἐμοὶ ἐνεδείξω φιλάνθρωπον, σὺ τῆς ἀναξίας οὐκ ἐβδελύξω τὴν δέησιν
"Thou indeed, O Lady who lovest goodness, hast shown thy love for mankind toward me; thou didst not abominate the supplication of the unworthy one."
「愛善的夫人哪,妳實在向我顯出了妳對世人的慈愛;妳沒有厭棄這不配之人的懇求。」
1:1279
Εἶδον δόξαν, ἣν δικαίως οὐχ ὁρῶμεν οἱ ἄσωτοι
"I have seen a glory which we the profligate justly do not see."
「我看見了一種榮耀,是我們這些放蕩之人理當看不見的。」
1:1280
Δόξα τῷ θεῷ τῷ διὰ σοῦ δεχομένῳ τῶν ἁμαρτωλῶν τὴν μετάνοιαν. Καὶ τὰ ἑξῆς
"Glory to God, who through thee receives the repentance of sinners." And what follows.
「願榮耀歸與神,祂藉著妳接納罪人的悔改。」以及下文。
1:1281
Ἐκ τοῦ βίου τῆς ἁγίας Εὐπραξίας·
From the Life of Saint Euphrasia:
摘自聖優弗拉西亞(Euphrasia)傳:
1:1282
Λέγει διάκονος τῷ κορασίῳ·
The deaconess says to the little girl:
那女執事對小女孩說:
1:1283
Ὕπαγε, κυρία μου, εἰς τὸν οἶκόν σου, ὅτι οὐ δύνασαι ὧδε παραμεῖναι
"Go, my lady, to your home, for you cannot remain here."
「我的小姐,回妳家去罷,因妳不能留在此處。」
1:1284
Οὐδὲ γὰρ δύναταί τις ὧδε παραμεῖναι, ἐὰν μὴ συντάξηται τῷ Χριστῷ. Λέγει αὐτῇ τὸ κοράσιον·
"For no one can remain here unless she be enlisted with Christ." The little girl says to her:
「因為除非歸屬於基督,沒有人能留在這裡。」那小女孩對她說:
1:1285
Ποῦ ἐστιν Χριστός;Ἡ διάκονος ἐπέδειξεν αὐτῇ τὸν δεσποτικὸν χαρακτῆρα
"Where is Christ?" The deaconess pointed out to her the likeness of the Master (Christ).
「基督在哪裡?」那女執事便把主(基督)的容貌(聖像)指給她看。
1:1286
Καὶ στραφεῖσα λέγει τῇ διακόνῳ·
And turning, she says to the deaconess:
她便轉過身對女執事說:
1:1287
Ἀληθῶς κἀγὼ τῷ Χριστῷ συντάσσομαι καὶ οὐκέτι ἀπέρχομαι μετὰ τῆς κυρίας μου. Καὶ πάλιν ἀναστᾶσα Εὐπραξία καὶ λαβοῦσα τὴν θυγατέρα ἑαυτῆς παρέστησεν εἰς τὸν δεσποτικὸν χαρακτῆρα καὶ ἐκτείνασα τὰς χεῖρας αὐτῆς εἰς τὸν οὐρανὸν ἐβόησε μετὰ κλαυθμοῦ·
"Truly I too am enlisted with Christ, and I will no longer depart with my lady (mother)." And again Euphrasia, rising and taking her own daughter, set her before the likeness of the Master, and stretching out her hands toward heaven, cried out with weeping:
「我也實在歸屬於基督了,並且不再與我的母親一同離去。」優弗拉西亞便又起身,領了自己的女兒,把她帶到主的容貌(聖像)前,向天舉手,哭著呼喊:
1:1288
Κύριε Ἰησοῦ Χριστέ, σοὶ μελήσει περὶ τοῦ παιδίου, ὅτι σὲ ἐπόθησεν καὶ σοὶ παρέθετο ἑαυτήν. Τῆς ἁγίας συνόδου τῆς ἐπὶ Ἰουστινιανοῦ περὶ τῆς ἁγίας πέμπτης συνόδου·
"Lord Jesus Christ, may the care of this child be thy concern, for she has yearned for thee and has committed herself to thee." Of the holy synod under Justinian, concerning the holy Fifth Council:
「主耶穌基督啊,願這孩子由祢看顧,因她切慕了祢,並把自己交託與祢。」摘自查士丁尼(Justinian)治下的神聖會議,論神聖的第五次大公會議(即特魯洛/奎尼塞克斯特會議之教規):
1:1289
Ἔν τισι τῶν σεπτῶν εἰκόνων γραφαῖς ἀμνὸς δακτύλῳ τοῦ προδρόμου δεικνύμενος ἐγχαράττεται, ὃς εἰς τύπον παρελήφθη τῆς χάριτος, τὸν ἀληθινὸν ἡμῖν διὰ νόμου προϋποφαῖνον ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν
In certain paintings of the venerable images, a lamb is depicted being pointed at by the finger of the Forerunner (John the Baptist), which was received as a type of grace, prefiguring for us through the Law the true Lamb, Christ our God.
在某些可敬聖像的圖畫中,刻畫了一隻羊羔,被先鋒(施洗約翰)的手指指著,這羊羔被當作恩典的預表,藉律法為我們預先顯明那真羊羔,就是基督我們的神。
1:1290
Τοὺς οὖν παλαιοὺς τύπους καὶ τὰς σκιὰς ὡς τῆς ἀληθείας σύμβολά τε καὶ προχαράγματα τῇ ἐκκλησίᾳ παραδεδομένους κατασπαζόμενοι τὴν χάριν προτιμῶμεν καὶ τὴν ἀλήθειαν ὡς πλήρωμα νόμου ταύτην ὑποδεχόμενοι
Embracing, therefore, the ancient types and the shadows as symbols and foreshadowings of the truth handed down to the Church, we honour grace above them, receiving this as the fulfilment of the Law.
因此,我們既擁抱那些古時的預表與影子,視之為傳給教會之真理的記號與預先描繪,便把恩典看為高過它們,並領受恩典為律法的成全。
1:1291
Ὡς ἂν οὖν τὸ τέλειον κἂν ταῖς χρωματουργίαις ἐν ταῖς ἁπάντων ὄψεσιν ὑπογράφωμεν, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου ἀμνόν, Χριστὸν τὸν θεὸν ἡμῶν, κατὰ τὸν ἀνθρώπινον χαρακτῆρα καὶ ἐν ταῖς εἰκόσιν ἀπὸ τοῦ νῦν ἀντὶ τοῦ παλαιοῦ ἀμνοῦ ἀναστηλοῦσθαι ὁρίζομεν, διὰ τῆς ταπεινώσεως τὸ ὕψος τοῦ θεοῦ λόγου κατανοοῦντες καὶ πρὸς μνήμην τῆς ἐν σαρκὶ πολιτείας καὶ τοῦ πάθους αὐτοῦ χειραγωγούμενοι καὶ τῆς ἐντεῦθεν γενομένης τῷ κόσμῳ ἀπολυτρώσεως
In order, then, that the perfect might be portrayed even in the colour-works before the eyes of all, we decree that from now on, instead of the old lamb, the Lamb who takes away the sin of the world, Christ our God, be set up in the images according to his human character, perceiving through his humiliation the height of God the Word, and being led to the remembrance of his life in the flesh and of his Passion and of the redemption wrought thereby for the world.
因此,為要連在彩繪作品中也能在眾人眼前描繪出那完全者,我們頒令:從今以後,要以那除去世人罪孽的羊羔——基督我們的神——按祂的人性容貌豎立於聖像中,以取代昔日的羊羔;藉著祂的降卑,我們得以領悟神之道(聖言)的崇高,並被引導記念祂在肉身中的生活與祂的受難,以及由此為世界所成就的救贖。
1:1292
Τοῦ ἁγίου Μεθοδίου, ἐπισκόπου Πατάρων, περὶ ἀναστάσεως, λόγου δευτέρου·
Of Saint Methodius, bishop of Patara, on the Resurrection, second discourse:
摘自帕塔拉(Patara)主教聖墨多丟(Methodius),論復活,第二講:
1:1293
Αὐτίκα οὖν τῶν τῇδε βασιλέων αἱ εἰκόνες, κἂν μὴ ἀπὸ τῆς πολὺ τιμιωτέρας <ὕλης>, χρυσοῦ τε καὶ ἀργύρου, ὦσι κατεσκευασμέναι, τιμὴν ἔχουσι πρὸς ἁπάντων
Forthwith, then, the images of the emperors here below, even if they be not fashioned from the much more precious material, namely gold and silver, nevertheless have honour from all.
由此可見,地上君王的像,縱使並非以那貴重得多的材料——金與銀——所造,仍然受眾人尊崇。
1:1294
Οὐ γὰρ τὰς μὲν ἀπὸ τῆς πολὺ τιμιωτέρας ὕλης θεραπεύοντες ἐξολιγωροῦσιν οἱ ἄνθρωποι < τῶν ἄλλων>, ἀλλὰ πᾶσαν ἐπίσης τιμῶσιν, εἰ καὶ ἀπὸ γύψου χαλκοῦ ὑπάρχουσι, καὶ δυσφημήσας εἰς ὁποτέραν οὔτε ὡς εἰς πηλὸν ἀφίεται, οὔτε ὡς χρυσὸν ἐξευτελίσας κρίνεται, ἀλλ' ὡς εἰς αὐτὸν ἀσεβήσας τὸν βασιλέα καὶ κύριον
For men do not, while venerating those made of the much more precious material, despise the others, but honour all alike, even if they are of gypsum or bronze; and he who reviles either is not let off as having insulted clay, nor judged as having disparaged gold, but as having committed impiety against the emperor and lord himself.
因為人們在尊敬那些以貴重得多之材料所造之像的同時,並不輕看其餘的像,乃是一律同等尊崇,縱使它們是用石膏或青銅所造;凡辱罵其中任何一像的,既不被當作只是侮辱了泥土而獲赦,也不被視為只是貶低了金子而受審判,乃被視為對君王與主本身犯了不虔之罪。
1:1295
Τὰς μὲν ἀπὸ χρυσοῦ κατεσκευασμένας εἰκόνας τῶν αὐτοῦ ἀγγέλων, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἰς τιμὴν καὶ δόξαν αὐτοῦ ποιοῦμεν
And the images of his angels made from gold—the Principalities and the Powers—we make for his honour and glory.
至於那些以金所造、屬祂之眾天使的像——即執政者與掌權者(天使的等次)——我們造它們乃是為著祂的尊榮與榮耀。
1