← All books · Greek Fathers › Fifty Spiritual Homilies
Macarius
Fifty Spiritual Homilies 1 part 12/19 Greek original · 200 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:1736–1:1935 (3114 verses in all)
← prev part part 1/19 part 2/19 part 3/19 part 4/19 part 5/19 part 6/19 part 7/19 part 8/19 part 9/19 part 10/19 part 11/19 part 12/19 part 13/19 part 14/19 part 15/19 part 16/19 part 17/19 part 18/19 part 19/19 next part → 1:1736
ἀνθρώπῳ , ἐκκαθάραντα ἑαυτὸν καὶ δυναμωθέντα παρὰ τοῦ εἰπόντος τοῖς ἀποστόλοις·
...to man, who has cleansed himself and been strengthened by him who said to the apostles:
……賜給那潔淨了自己、又被那對使徒說話之主所剛強的人:
1:1737
ἰδοὺ δέδωκα ὑμῖν δύναμιν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ
Behold, I have given you power to tread on serpents and scorpions, and over all the power of the enemy.
『看哪,我已經給你們權柄,可以踐踏蛇和蠍子,又勝過仇敵一切的能力。』
1:1738
εἴπερ γὰρ ἴσχυεν ἡ τῆς ἀνθρωπότητος φύσις ἐκτὸς τῆς πανοπλίας τοῦ ἁγίου πνεύματος στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου , οὐκ ἂν εἴρητο ὑπὸ τοῦ ἀποστόλου·
For if the nature of humanity were strong enough, apart from the full armour of the Holy Spirit, to stand against the wiles of the devil, it would not have been said by the apostle:
因為人性若能不靠聖靈的全副軍裝就足以站立得住、抵擋魔鬼的詭計,使徒就不會說:
1:1739
ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει , καὶ πάλιν·
And the God of peace will crush Satan under your feet shortly; and again:
『賜平安的神快要將撒但踐踏在你們腳下。』又說:
1:1740
ὃν ὁ κύριος ἀνελεῖ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ
whom the Lord will slay with the breath of his mouth.
『主必用口中的氣滅絕他。』
1:1741
διὸ δὴ καὶ προσετάχθημεν δέεσθαι τοῦ κυρίου·
Wherefore indeed we were also commanded to pray to the Lord:
因此我們也奉命向主祈求:
1:1742
μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν , ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ
Lead us not into temptation, but deliver us from the evil one.
『不叫我們遇見試探,救我們脫離那惡者。』
1:1743
ἐὰν γὰρ μὴ διὰ τῆς κρείττονος βοηθείας ῥυσθέντες τῶν πεπυρωμένων βελῶν τοῦ πονηροῦ καταξιωθῶμεν τῆς υἱοθεσίας , εἰς μάτην πολιτευόμεθα , ὡς πόρρω τῆς δυνάμεως τοῦ θεοῦ τυγχάνοντες
For unless, delivered through the superior help from the fiery darts of the evil one, we are counted worthy of adoption as sons, we live our life in vain, being far from the power of God.
因為我們若不藉那更高的幫助脫離那惡者火燒的箭、蒙恩得著兒子的名分,便枉然度日,與神的能力相隔甚遠。
1:1744
ὁ τοίνυν βουλόμενος μέτοχος γενέσθαι τῆς θείας δόξης καὶ ὥσπερ ἐν κατόπτρῳ τὴν Χριστοῦ μορφὴν ὁρᾶν ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ , ὀφείλει ἀκορέστῳ στοργῇ καὶ ἀπλήστῳ διαθέσει ἐξ ὅλης καρδίας καὶ δυνάμεως νύκτωρ καὶ μεθ' ἡμέραν ζητεῖν τὴν ἐκ τοῦ θεοῦ ἀντίληψιν ἐν δυνάμει , ἧς ἀμήχανον μετασχεῖν , εἰ μή , ὡς προεῖπον , ἀπόσχοιτό τις πρότερον τῆς ἡδυπαθείας τοῦ κόσμου , τῶν ἐπιθυμιῶν τῆς ἐναντίας δυνάμεως , ἥτις φωτὸς ἀλλοτρία ἐστὶ καὶ ἐνέργεια πονηρίας , ἀγαθῆς ἐνεργείας ἀνοίκειός ἐστι καὶ πάντῃ ἀπεξενωμένη
He, then, who wishes to become a partaker of the divine glory and to behold the form of Christ as in a mirror in his own ruling faculty, ought with insatiable longing and unwearied disposition, with all his heart and strength, night and day, to seek the help that is from God in power; in which it is impossible to share, unless, as I said before, one first abstains from the soft pleasure of the world, from the desires of the opposing power, which is alien to the light and is a working of wickedness, foreign and altogether estranged from good working.
所以,凡願有分於神聖榮耀、在自己作主宰的心思中如同在鏡中觀看基督形像的人,當以不知足的渴慕、不倦的心志,全心全力,晝夜尋求那從神而來大能的扶助;這扶助是人無從有分的,除非如我先前所說,先戒絕世界軟弱的宴樂、戒絕那敵對權勢的私慾——那私慾與光無分、是邪惡的運行,與善的運行毫不相干、全然疏遠。
1:1745
Τοιγαροῦν εἰ βούλει μαθεῖν , τίνος ἕνεκεν κτισθέντες ἐν τιμῇ καὶ κατοικισθέντες ἐν παραδείσῳ τελευταῖον συμπαρεβλήθημεν τοῖς ἀνοήτοις κτήνεσι καὶ ὡμοιώθημεν αὐτοῖς , ἀποπεπτωκότες τῆς ἀχράντου δόξης , γίνωσκε ὅτι διὰ τῆς παρακοῆς δοῦλοι τῶν τῆς σαρκὸς παθῶν γενόμενοι ἀπεκλείσαμεν ἑαυτοὺς τῆς μακαρίας χώρας τῶν ζώντων , καὶ ἐν αἰχμαλωσίᾳ γενόμενοι ἔτι ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος καθεζόμεθα , καὶ διὰ τὸ ἔτι ἐν Αἰγύπτῳ ἡμᾶς κατέχεσθαι οὔπω ἐκληρονομήσαμεν τὴν γῆν τῆς ἐπαγγελίας τὴν ῥέουσαν γάλα καὶ μέλι
If therefore you wish to learn for what cause, having been created in honour and settled in paradise, we were at last compared to the senseless beasts and made like to them, having fallen from the undefiled glory, know that through disobedience we became slaves of the passions of the flesh and shut ourselves out of the blessed land of the living, and, being in captivity, we still sit by the rivers of Babylon, and because we are still held in Egypt we have not yet inherited the land of promise flowing with milk and honey.
所以你若想知道:我們既被造得尊貴、安置在樂園裡,為何末了竟與無知的牲畜相比、與牠們一樣,從那無玷污的榮耀中墮落,當知道我們因悖逆作了肉體情慾的奴隸,把自己關在活人之福地以外,又被擄掠,至今仍坐在巴比倫河邊;並因我們仍被困在埃及,至今未曾承受那流奶與蜜、應許之地。
1:1746
οὔπω συνεφυράθημεν τῇ ζύμῃ τῆς εἰλικρινείας , ἀλλ' ἔτι ἐσμὲν ἐν τῇ τῆς πονηρίας ζύμῃ
We have not yet been kneaded with the leaven of sincerity, but are still in the leaven of wickedness.
我們還未被那真誠的酵揉透,仍在那邪惡的酵中。
1:1747
οὔπω ἐρραντίσθη ἡμῶν ἡ καρδία τῷ αἵματι τοῦ θεοῦ , ἔτι γὰρ τὸ πέταυρον τοῦ ᾅδου καὶ τὸ ἄγκιστρον τῆς κακίας ἐμπέπηκται αὐτῇ
Our heart has not yet been sprinkled with the blood of God, for the snare of Hades and the hook of evil are still fixed in it.
我們的心還未被神的血所灑,因為陰間的羅網與惡的鉤子仍扎在其中。
1:1748
οὔπω ἀπειλήφαμεν τὴν ἀγαλλίασιν τοῦ σωτηρίου τοῦ Χριστοῦ , ἔτι γὰρ τὸ κέντρον τοῦ θανάτου ἐγκατερρίζωται ἡμῖν
We have not yet received the joy of the salvation of Christ, for the sting of death is still rooted in us.
我們還未得著基督救恩的喜樂,因為死亡的毒鉤仍紮根在我們裡面。
1:1749
οὔπω ἐνεδυσάμεθα τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν ὁσιότητι , ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης
We have not yet put on the new man created according to God in holiness, since we have not yet put off the old man that is corrupt according to the lusts of deceit.
我們還未穿上那照神在聖潔裡所造的新人,因為我們還未脫去那照誘惑私慾漸漸敗壞的舊人。
1:1750
οὔπω φορέσαντες τὴν εἰκόνα τοῦ ἐπουρανίου , σύμμορφοι τῆς δόξης αὐτοῦ γεγόναμεν
Not yet having borne the image of the heavenly, we have not become conformed to his glory.
我們既還未有屬天之人的形像,便還未模成他榮耀的樣式。
1:1751
οὔπω προσεκυνήσαμεν ἐν πνεύματι καὶ ἀληθείᾳ θεῷ διὰ τὸ βασιλεύειν τὴν ἁμαρτίαν ἐν τῷ θνητῷ ἡμῶν σώματι
We have not yet worshipped God in spirit and truth, because sin reigns in our mortal body.
我們還未在靈和真理中敬拜神,因為罪仍在我們必死的身上作王。
1:1752
οὔπω ἐθεασάμεθα τὴν δόξαν τοῦ ἀφθάρτου , ἔτι γὰρ ὑπὸ τῆς σκοτομήνης ἐνεργούμεθα
We have not yet beheld the glory of the incorruptible, for we are still wrought upon by the moonless darkness.
我們還未瞻仰那不朽者的榮耀,因為我們仍被那無月的幽暗所役。
1:1753
οὔπω ἐνεδυσάμεθα τὰ ὅπλα τοῦ φωτός , ἐπειδὴ οὔπω ἀπεδυσάμεθα τὰ τοῦ σκότους ὅπλα τε καὶ βέλη καὶ ἔργα
We have not yet put on the weapons of light, since we have not yet put off the weapons and darts and works of darkness.
我們還未穿上光明的兵器,因為我們還未脫去黑暗的兵器、箭與行為。
1:1754
οὔπω μετεμορφώθημεν τῇ ἀνακαινίσει τοῦ νοός , ἔτι γὰρ συσχηματιζόμεθα τῷ αἰῶνι τούτῳ ἐν τῇ τοῦ νοὸς ματαιότητι
We have not yet been transformed by the renewing of the mind, for we are still conformed to this age in the vanity of the mind.
我們還未藉著心思的更新而變化,因為我們仍在心思的虛妄中效法這個世代。
1:1755
οὔπω Χριστῷ συνεδοξάσθημεν διὰ τὸ μὴ συμπαθεῖν ἡμᾶς αὐτῷ
We have not yet been glorified together with Christ, because we do not suffer together with him.
我們還未與基督一同得榮耀,因為我們未與他一同受苦。
1:1756
οὔπω τὰ στίγματα αὐτοῦ ἐν τῷ σώματι ἡμῶν φέρομεν γενόμενοι ἐν τῷ μυστηρίῳ τοῦ σταυροῦ τοῦ Χριστοῦ·
We do not yet bear his marks in our body, having come to be in the mystery of the cross of Christ;
我們身上還未帶著他的印記,未進入基督十字架的奧祕中;
1:1757
ἔτι γὰρ ἐν τοῖς σαρκικοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις ἐσμέν
for we are still in the fleshly sufferings and lusts.
因為我們仍在肉體的苦情與私慾中。
1:1758
οὔπω κληρονόμοι θεοῦ καὶ συγκληρονόμοι Χριστοῦ γεγόναμεν·
We have not yet become heirs of God and joint-heirs with Christ;
我們還未作神的後嗣、與基督同作後嗣;
1:1759
ἔτι γὰρ πνεῦμα δουλείας ἡμῖν ἐνυπάρχει καὶ οὐχ υἱοθεσίας
for there is still in us a spirit of bondage and not of adoption.
因為在我們裡面仍有奴僕的心,而非兒子的心。
1:1760
οὔπω γεγόναμεν ναὸς θεοῦ καὶ οἰκητήριον πνεύματος ἁγίου·
We have not yet become a temple of God and a dwelling-place of the Holy Spirit;
我們還未成為神的殿、聖靈的居所;
1:1761
ἔτι γάρ ἐσμεν ναὸς εἰδώλων καὶ δοχεῖον πνευμάτων πονηρίας διὰ τὴν ἐπὶ τὰ πάθη ὁρμήν
for we are still a temple of idols and a receptacle of spirits of wickedness, because of our impulse toward the passions.
因為我們仍是偶像的廟、邪惡諸靈的器皿,因為我們向情慾奔馳。
1:1762
ὄντως γὰρ οὔπω τοῦ τρόπου τὸ ἀκέραιον καὶ τὴν τῆς διανοίας λαμπρότητα ἐκτησάμεθα
For truly we have not yet acquired integrity of disposition and brightness of understanding.
因為我們實在還未得著心性的純全與悟性的明亮。
1:1763
οὔπω κατηξιώθημεν τοῦ ἀδόλου καὶ λογικοῦ γάλακτος καὶ τῆς νοητῆς αὐξήσεως
We have not yet been counted worthy of the guileless and rational milk and of the spiritual growth.
我們還未配得那純淨屬靈的奶與屬靈的長大。
1:1764
οὔπω ἡμῖν ἡμέρα διηύγασεν οὔτε ἑωσφόρος ἐν ταῖς καρδίαις ἡμῶν ἀνέτειλεν
Day has not yet dawned upon us, nor has the morning star risen in our hearts.
白晝還未向我們發亮,晨星也未在我們心中升起。
1:1765
οὔπω συνεκράθημεν τῷ ἡλίῳ τῆς δικαιοσύνης οὔτε ταῖς αὐγαῖς αὐτοῦ συνηστράψαμεν
We have not yet been commingled with the Sun of righteousness, nor have we shone together with his beams.
我們還未與公義的日頭相和,也未與他的光輝一同照耀。
1:1766
οὔπω γεγόναμεν ἄδολος πορφύρα βασιλικὴ οὔτε ἀνόθευτος εἰκὼν θεϊκή
We have not yet become a guileless royal purple, nor an unadulterated divine image.
我們還未成為純淨的王者紫袍,也未成為純全屬神的形像。
1:1767
οὔπω ἐτρώθημεν τῷ θείῳ ἔρωτι οὔτε ἐπλήγημεν ὑπὸ τῆς πνευματικῆς ἀγάπης τοῦ νυμφίου
We have not yet been wounded with divine love, nor smitten by the spiritual love of the bridegroom.
我們還未被神聖的愛所傷,也未被新郎屬靈的愛所擊中。
1:1768
οὔπω τὴν ἄφραστον κοινωνίαν ἐγνωρίσαμεν οὔτε τὴν ἐν ἁγιασμῷ δύναμιν καὶ εἰρήνην ἐπέγνωμεν
We have not yet known the unspeakable communion, nor have we come to know the power and peace that is in sanctification.
我們還未認識那不可言喻的交通,也未認識那在成聖中的能力與平安。
1:1769
καὶ ἵνα συνελὼν πάντα εἴπω , οὔπω ἐσμὲν γένος ἐκλεκτόν , βασίλειον ἱεράτευμα , ἔθνος ἅγιον , λαὸς εἰς περιποίησιν , ἐπειδὴ ἔτι ἐσμὲν ὄφεις , γεννήματα ἐχιδνῶν
And, to say all in brief, we are not yet a chosen race, a royal priesthood, a holy nation, a people for God's possession, since we are still serpents, a brood of vipers.
總而言之,我們還不是被揀選的族類、有君尊的祭司、聖潔的國度、屬神的子民,因為我們仍是蛇類、毒蛇的種類。
1:1770
πῶς δὲ οὐκ ὄφεις οἱ μὴ ἐν τῇ ὑπακοῇ τοῦ θεοῦ εὑρισκόμενοι , ἀλλ' ἐν τῇ διὰ τοῦ ὄφεως γενομένῃ παρακοῇ; Ἐπὶ τούτοις τοίνυν πῶς μὲν ἀξίως ὀδύρωμαι τὴν συμφοράν , οὐχ εὑρίσκω
And how are they not serpents who are found not in obedience to God, but in the disobedience that came through the serpent? Over these things, then, how I may worthily lament the calamity, I do not find.
那些不在順從神的事上、反在那藉蛇而來之悖逆中的人,怎不是蛇呢?對於這些事,我怎能配得地哀悼這禍患,實在尋不出來。
1:1771
πῶς δὲ ἐκβοήσας δακρύσω πρὸς τὸν δυνάμενον ἐξελάσαι τὴν ἐν ἐμοὶ αὐλιζομένην πλάνην , ἀγνοῶ
And how, crying out, I may weep before him who is able to drive out the deception lodging within me, I know not.
我又怎能向那能驅逐住在我裡面之迷惑的主,呼喊哀哭,我也不曉得。
1:1772
πῶς δὲ ᾄσω τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; πῶς θρηνήσω τὴν Ἱερουσαλήμ; πῶς ἀποφύγω τὴν μοχθηρὰν δουλείαν τοῦ Φαραώ; πῶς καταλίπω τὴν αἰσχρὰν παροικίαν; πῶς ἀρνήσομαι τὴν πικρὰν τυραννίδα; πῶς ἐξέλθω ἐκ γῆς Αἰγύπτου; πῶς περάσω τὴν ἐρυθρὰν θάλασσαν; πῶς παρέλθω τὴν μεγάλην ἔρημον; πῶς μὴ ἀπόλωμαι δηχθεὶς ὑπὸ τῶν ὄφεων; πῶς νικήσω τοὺς ἀλλοφύλους; πῶς ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη; πῶς δέξομαι ἐν ταῖς ἐμαῖς πλαξὶ τὰ λόγια τοῦ θείου νόμου; πῶς ὄψομαι τὸν ἀληθινὸν στῦλον τοῦ φωτὸς καὶ τῆς ἐκ τοῦ ἁγίου πνεύματος νεφέλης; πῶς ἀπολαύσω τοῦ μάννα τῆς ἀϊδίου τρυφῆς; πῶς πίω τὸ ἐκ τῆς ζωοποιοῦ πέτρας ὕδωρ; πῶς παρέλθω τὸν Ἰορδάνην εἰσελθὼν εἰς τὴν ἀγαθὴν γῆν τῆς ἐπαγγελίας; πῶς ἴδω τὸν ἀρχιστράτηγον κυρίου , ὃν ἰδὼν Ἰησοῦς ὁ τοῦ Ναυῆ πεσὼν παραχρῆμα προσεκύνησεν; ἐὰν γὰρ μὴ διὰ τούτων πάντων γενόμενος ἐξολοθρεύσω τὰ ἐν ἐμοὶ ἔθνη , οὐ μὴ εἰσελθὼν καταπαύσω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ οὐδὲ μὴ μέτοχος γένωμαι τῆς βασιλέως δόξης
And how shall I sing the song of the Lord in a strange land? How shall I lament for Jerusalem? How shall I flee the grievous bondage of Pharaoh? How shall I leave the shameful sojourning? How shall I renounce the bitter tyranny? How shall I go out from the land of Egypt? How shall I cross the Red Sea? How shall I pass the great wilderness? How shall I not perish, bitten by the serpents? How shall I conquer the aliens? How shall I utterly destroy the nations within me? How shall I receive on my own tablets the oracles of the divine law? How shall I see the true pillar of light and of the cloud from the Holy Spirit? How shall I enjoy the manna of everlasting delight? How shall I drink the water from the life-giving rock? How shall I pass the Jordan and enter into the good land of promise? How shall I see the commander of the Lord's host, whom Joshua the son of Nun, when he saw him, fell down at once and worshipped? For unless, having passed through all these things, I utterly destroy the nations within me, I shall by no means enter and find rest in the sanctuary of God, nor become a partaker of the King's glory.
我怎能在異邦唱耶和華的歌呢?我怎能為耶路撒冷哀哭?我怎能逃脫法老沉重的奴役?我怎能離開那可恥的寄居?我怎能棄絕那苦毒的暴政?我怎能出埃及地?我怎能過紅海?我怎能走過那大曠野?我怎能不被蛇咬而滅亡?我怎能勝過外邦人?我怎能剿滅我裡面的列邦?我怎能在自己的版上承受那屬神律法的聖言?我怎能看見那真實的火柱與聖靈的雲柱?我怎能享用那永遠喜樂的嗎哪?我怎能喝那從活磐石流出的水?我怎能過約旦河、進入那應許的美地?我怎能看見耶和華軍隊的元帥——就是嫩的兒子約書亞一看見便立刻俯伏敬拜的那位?因為我若不經過這一切、剿滅我裡面的列邦,就斷不能進去安息在神的聖所,也不能有分於君王的榮耀。
1:1773
Τοιγαροῦν σπούδασον ἄμωμον τέκνον θεοῦ γενέσθαι καὶ εἰσελθεῖν εἰς ἐκείνην τὴν κατάπαυσιν , ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός
Therefore strive to become a blameless child of God and to enter into that rest, where Christ entered as a forerunner on our behalf.
所以你當竭力作神無瑕疵的兒女,進入那安息,就是基督作我們的先鋒已經進入的。
1:1774
σπούδασον ἀπογραφῆναι ἐν τῇ ἐν οὐρανοῖς ἐκκλησίᾳ μετὰ τῶν πρωτοτόκων , ὅπως εὑρεθῇς ἐν δεξιᾷ τῆς μεγαλωσύνης τοῦ ὑψίστου
Strive to be enrolled in the church in the heavens with the firstborn, that you may be found at the right hand of the majesty of the Most High.
你當竭力與眾長子一同名錄在天上的教會裡,好叫你得以站在至高者尊榮的右邊。
1:1775
σπούδασον εἰσελθεῖν εἰς τὴν ἁγίαν πόλιν , τὴν εἰρηνευομένην Ἱερουσαλὴμ καὶ ἀνωτάτην , ἔνθα καὶ ὁ παράδεισος
Strive to enter into the holy city, the peaceful and highest Jerusalem, where also is paradise.
你當竭力進入那聖城,就是那平安至高的耶路撒冷,那裡也有樂園。
1:1776
Τούτων γὰρ τῶν θαυμαστῶν καὶ μακαρίων παραδειγμάτων οὐχ ἑτέρως πως καταξιωθήσῃ , εἰ μὴ καταφέρεις δάκρυα ἡμέρας καὶ νυκτὸς κατὰ τὸν λέγοντα·
For of these wonderful and blessed examples you shall in no other way be counted worthy, unless you shed tears day and night, according to him who says:
因為這些奇妙蒙福的榜樣,你斷不能用別的方法配得,除非你晝夜流淚,正如那說話的人所說:
1:1777
λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου , ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω
I will wash my bed every night; with my tears I will water my couch.
『我每夜流淚,把床榻漂起,把褥子濕透。』
1:1778
οὐ γὰρ ἀγνοεῖς ὅτι οἱ σπείροντες ἐν δάκρυσιν ἐν ἀγαλλιάσει θεριοῦσι; διό φησιν ὁ προφήτης μετὰ παρρησίας·
For you are not ignorant that those who sow in tears shall reap in joy? Wherefore the prophet says with boldness:
你豈不知那流淚撒種的,必歡呼收割麼?因此先知放膽說:
1:1779
τῶν δακρύων μου μὴ παρασιωπήσῃς , καὶ πάλιν·
Be not silent at my tears; and again:
『不要靜默不理我的眼淚。』又說:
1:1780
ἔθου τὰ δάκρυά μου ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου καί·
You have put my tears [in your bottle], as also in your promise; and:
『你把我的眼淚裝在你的皮袋裡』,正如在你的應許中;又說:
1:1781
ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός , καὶ ἐν ἑτέρῳ ψαλμῷ·
My tears have been my bread day and night; and in another psalm:
『我晝夜以眼淚當飲食。』又在別的詩篇說:
1:1782
τὸ πόμα μου μετὰ κλαυθμοῦ ἐκίρνων
I mingled my drink with weeping.
『我所喝的與眼淚攙雜。』
1:1783
τὸ γὰρ ὄντως ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας προχεόμενον δάκρυον ἐν γνώσει ἀληθείας μετὰ καὶ πυρώσεως σπλάγχνων βρῶσίς ἐστι ψυχῆς χορηγουμένη ἐκ τοῦ ἐπουρανίου ἄρτου , οὗ προηγουμένως μετέσχε Μαρία καθεσθεῖσα πρὸς τοῖς ποσὶ τοῦ κυρίου καὶ δακρύουσα κατὰ τὴν μαρτυρίαν αὐτοῦ τοῦ σωτῆρος·
For the tear that is truly poured out from much affliction and anguish of heart in the knowledge of truth, together with a burning of the inward parts, is food of the soul, supplied from the heavenly bread, of which Mary preeminently partook, sitting at the feet of the Lord and weeping, according to the testimony of the Saviour himself:
因為那在認識真理中,從深重患難與心靈痛悔、又帶著肺腑火熱而真實湧流的眼淚,乃是魂的食物,是從那屬天的糧所供應的,馬利亞最先有分於此,她坐在主腳前哭泣,正如救主自己的見證:
1:1784
Μαρία τὴν ἀγαθὴν μερίδα ἐξελέξατο , ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς
Mary has chosen the good portion, which shall not be taken away from her.
『馬利亞已經選擇那上好的福分,是不能奪去的。』
1:1785
ὢ τῶν πολυτίμων ἐκείνων μαργαριτῶν ἐν τῇ ἐπιρροῇ τῶν μακαρίων δακρύων
O those precious pearls in the flow of the blessed tears!
哦,在那蒙福眼淚的湧流中,何等貴重的珍珠!
1:1786
ὢ τῆς εὐθείας ἐκείνης καὶ εὐπειθοῦς ἀκοῆς
O that upright and obedient hearing!
哦,何等正直順服的聽聞!
1:1787
ὢ τῆς ἀνδρείας καὶ σοφῆς διανοίας
O the manly and wise understanding!
哦,何等剛勇智慧的悟性!
1:1788
ὢ ὀξύτης πνεύματος κυρίου , ἔρωτος σφοδρῶς πρὸς τὸν ἄχραντον νυμφίον ἐπαγομένου
O sharpness of the Spirit of the Lord, of a love vehemently drawn toward the undefiled bridegroom!
哦,主之靈的何等敏銳,何等熱切被吸引歸向那無玷污新郎的愛!
1:1789
ὢ κέντρον πόθου ψυχῆς πρὸς τὸν θεὸν λόγον
O sting of the soul's longing toward God the Word!
哦,魂向神之道之渴慕的何等刺痛!
1:1790
ὢ σύντομος κοινωνία νύμφης πρὸς τὸν οὐράνιον νυμφίον
O speedy communion of the bride with the heavenly bridegroom!
哦,新婦與屬天新郎何等迅速的交通!
1:1791
Μίμησαι ταύτην ὡς τέκνον , μίμησαι πρὸς μηδὲν ἕτερον ἀφορῶσα , εἰ μὴ πρὸς μόνον τὸν εἰπόντα·
Imitate her as a child; imitate her, looking to nothing else, except only to him who said:
你當像兒女般效法她;效法她,不顧別的,惟獨仰望那說話的主:
1:1792
πῦρ ἦλθον βαλεῖν εἰς τὴν γῆν , καὶ ἤθελον εἰ ἤδη ἀνήφθη·
I came to cast fire upon the earth, and how I wish it were already kindled;
『我來要把火丟在地上,倘若已經著起來,這正是我所願意的。』
1:1793
ἔστι γὰρ πύρωσις τοῦ πνεύματος ἡ ἀναζωπυροῦσα τὰς καρδίας
for there is a burning of the Spirit that rekindles the hearts.
因為有一種聖靈的火熱,能重新點燃人心。
1:1794
ὁ γὰρ θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί , διδοὺς ἐκδίκησιν τοῖς μὴ εἰδόσιν αὐτὸν ἐν φλογὶ πυρὸς καὶ τοῖς μὴ ὑπακούουσι τῷ εὐαγγελίῳ αὐτοῦ
For our God is a consuming fire, rendering vengeance in a flame of fire to those who do not know him and to those who do not obey his gospel.
因為我們的神乃是烈火,要在火焰中向那不認識他的人、和那不聽從他福音的人施行報應。
1:1795
τοῦτο τὸ πῦρ ἐνήργησεν ἐν τοῖς ἀποστόλοις , ἡνίκα ἐλάλουν γλώσσαις πυρίναις
This fire wrought in the apostles, when they spoke with tongues of fire.
這火在使徒身上運行,那時他們用火舌說話。
1:1796
τοῦτο τὸ πῦρ διὰ τῆς φωνῆς Παῦλον περιλάμψαν , τὴν μὲν διάνοιαν αὐτοῦ ἐφώτισε , τὴν δὲ αἴσθησιν τῆς ὄψεως αὐτοῦ ἠμαύρωσεν·
This fire, shining around Paul through the voice, enlightened his understanding but dimmed the sense of his sight;
這火藉著聲音照耀環繞保羅,光照了他的悟性,卻使他眼睛的視覺昏暗;
1:1797
οὐ γὰρ χωρὶς σαρκὸς εἶδεν ἐκείνου τοῦ φωτὸς τὴν δύναμιν
for not without [hindrance to] the flesh did he see the power of that light.
因為他不能不傷及肉體就看見那光的能力。
1:1798
τοῦτο τὸ πῦρ ὤφθη Μωϋσῇ ἐν τῇ βάτῳ
This fire appeared to Moses in the bush.
這火在荊棘中向摩西顯現。
1:1799
τοῦτο τὸ πῦρ ἐν εἴδει ὀχήματος Ἠλίαν ἐκ τῆς γῆς ἥρπασε
This fire, in the form of a chariot, caught up Elijah from the earth.
這火化作火車的樣式,把以利亞從地上提去。
1:1800
δοκίμασόν με , κύριε , καὶ πείρασόν με , πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου
Prove me, O Lord, and try me; test my reins and my heart with fire.
『耶和華啊,求你察驗我,試煉我,熬煉我的肺腑心腸。』
1:1801
τοῦτο τὸ πῦρ τὴν καρδίαν Κλεόπα καὶ τῶν σὺν αὐτῷ ἐθέρμανε , λαλοῦντος τοῦ σωτῆρος μετὰ τὴν ἀνάστασιν , ὅθεν καὶ οἱ ἄγγελοι καὶ τὰ λειτουργικὰ πνεύματα τούτου τοῦ πυρὸς τῆς λαμπρότητος μετέχουσι κατὰ τὸ εἰρημένον·
This fire warmed the heart of Cleopas and of those with him, when the Savior spoke with them after the resurrection; whence also the angels and the ministering spirits partake of the radiance of this fire, according to what is said:
這火曾使革流巴和同他在一起之人的心火熱起來,那時救主在復活之後與他們說話;所以眾天使和服役的靈也分享這火的光輝,正如所說的:
1:1802
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον
He who makes His angels spirits, and His ministers a flame of fire.
祂以風為使者,以火焰為僕役。
1:1803
τοῦτο τὸ πῦρ τὴν ἐν τῷ ἔνδον ὀφθαλμῷ δοκὸν κατακαῖον καθαρὸν τὸν νοῦν ἀποκαθίστησιν , ἵνα ἀπολαβὼν τὸ κατὰ φύσιν διορατικὸν ὁρᾷ εἰς τὸ διηνεκὲς τὰ τοῦ θεοῦ θαυμάσια κατὰ τὸν λέγοντα·
This fire, burning up the beam that is in the inner eye, restores the mind pure, so that, recovering its natural power of discernment, it may behold continually the wondrous works of God, according to him who says:
這火焚燒那在內裡眼中的梁木,使心思復歸潔淨,叫它得回那本性中洞察的能力,得以不斷觀看神的奇妙作為,正如那說話之人所言:
1:1804
ἀποκάλυψον τοὺς ὀφθαλμούς μου , καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου
Open my eyes, that I may behold wondrous things out of Your law.
求你開我的眼睛,使我看出你律法中的奇妙。
1:1805
τοῦτο τοιγαροῦν τὸ πῦρ δαιμόνων ἐστὶ φυγαδευτήριον καὶ ἁμαρτίας ἀναιρετικόν , ἀναστάσεως δὲ δύναμις καὶ ἀθανασίας ἐνέργεια , ψυχῶν ἁγίων φωτισμὸς καὶ λογικῶν δυνάμεων σύστασις
This fire, therefore, is that which puts demons to flight and destroys sin; it is the power of the resurrection and the energy of immortality, the illumination of holy souls and the establishing of the rational powers.
所以這火乃是驅逐鬼魔、除滅罪惡的;它是復活的能力、不朽壞的運行、聖徒靈魂的光照,以及那些屬靈理性能力的堅立。
1:1806
τοῦτο τὸ πῦρ εὐξώμεθα καὶ εἰς ἡμᾶς φθάσαι , ἵνα πάντοτε ἐν φωτὶ περιπατοῦντες μηδέποτε κἂν πρὸς βραχὺ προσκόψωμεν πρὸς λίθον τοὺς πόδας ἡμῶν , ἀλλ' ὡς φωστῆρες ἐν κόσμῳ φαινόμενοι λόγον ζωῆς ἐπέχωμεν ἀϊδίου , ἵνα ἀπολαύοντες ἐν τοῖς ἀγαθοῖς τοῦ θεοῦ σὺν τῷ κυρίῳ ἀναπαυσώμεθα ἐν ζωῇ , δοξάζοντες πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα , ὧν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
Let us pray that this fire may reach us also, so that, always walking in the light, we may never even for a little while strike our feet against a stone, but, shining as lights in the world, may hold forth the word of eternal life; that, enjoying the good things of God together with the Lord, we may rest in life, glorifying the Father and the Son and the Holy Spirit, whose is the glory and the might unto the ages.
我們要禱告,使這火也臨到我們,叫我們常在光中行走,連片刻也不至於將腳碰在石頭上,倒要如同明光照耀在世上,將那永遠生命之道顯明出來;好叫我們與主一同享受神的美善,安息在生命裡,將榮耀歸與父、子、聖靈,願榮耀與權能歸與祂,直到永遠。
1:1807
Μὴ ἁπλῶς τῇ νοερᾷ τῆς ψυχῆς οὐσίᾳ προσχῇς , ἀγαπητέ , τίμιόν τι σκεῦός ἐστιν ἡ ἀθάνατος ψυχή
Do not regard lightly the intellectual substance of the soul, beloved; the immortal soul is a precious vessel.
親愛的,不要輕看靈魂那屬理智的本質;這不朽的靈魂乃是寶貴的器皿。
1:1808
ἴδε πόσος ὁ οὐρανὸς καὶ ἡ γῆ , καὶ οὐκ εὐδόκησεν ἐν αὐτοῖς ὁ θεός , εἰ μὴ μόνον εἰς σέ
See how vast are heaven and earth, yet God was not well pleased to dwell in them, but in you alone.
你看天地何等廣大,神卻不喜悅住在其中,惟獨喜悅住在你裡面。
1:1809
βλέπε σοῦ τὸ ἀξίωμα καὶ τὴν εὐγένειαν , ὅτι μὴ δι' ἀγγέλων , ἀλλὰ δι' ἑαυτοῦ ἦλθεν ὁ κύριος εἰς σὴν πρεσβείαν , ὥστε σὲ τὸν ἀπολωλότα ἀνακαλέσασθαι , τὸν τετραυματισμένον , καὶ ἀποδοῦναί σοι τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ
Behold your dignity and nobility: that not through angels, but by Himself, the Lord came as ambassador on your behalf, to call back you who were lost and wounded, and to restore to you the first fashioning of the pure Adam.
你看你的尊貴與高尚:主不藉著天使,乃是親自為你來作使者,要召回失喪受傷的你,並將那潔淨之亞當起初受造的樣式歸還給你。
1:1810
δεσπότης γὰρ ἦν ὁ ἄνθρωπος ἀπὸ τοῦ οὐρανοῦ καὶ τῶν κάτω , καὶ διακριτικὸς παθῶν καὶ δαιμόνων ἀλλότριος , καθαρὸς ἀπὸ ἁμαρτίας , εἰκὼν καὶ ὁμοίωμα θεοῦ , διὰ δὲ τῆς παραβάσεως ἀπολωλώς ἐστι καὶ τετραυματισμένος καὶ νενεκρωμένος·
For man was lord over heaven and over the things below, discerning of the passions and a stranger to demons, pure from sin, the image and likeness of God; but through the transgression he became lost and wounded and dead.
因為人原是天上和地上萬物的主宰,能分辨諸般情慾,與鬼魔毫無相干,脫離罪污,是神的形像和樣式;但因著違背命令,他就成了失喪、受傷、死亡的了。
1:1811
ἠμαύρωσε γὰρ τὸν νοῦν ὁ σατανᾶς
For Satan darkened the mind.
因為撒但使人的心思昏暗了。
1:1812
ἔν τινι οὕτως ἐστὶ καὶ ἔν τινι ζῇ καὶ διακρίνει καὶ ἔχει θέλημα
In one respect he is in this state, and in another he yet lives and discerns and has a will.
在一面,他是如此光景;在另一面,他仍然活著,仍能分辨,仍有意志。
1:1813
Ἐρώτησις : οὐχὶ τοῦ πνεύματος τοῦ ἁγίου ἐρχομένου καὶ ἡ φυσικὴ ἐπιθυμία συνεκριζοῦται μετὰ τῆς ἁμαρτίας; Ἀπόκρισις : προεῖπον ὅτι καὶ ἡ ἁμαρτία συνεκριζοῦται , καὶ ἀπολαμβάνει ὁ ἄνθρωπος τὴν πρώτην πλάσιν τοῦ καθαροῦ Ἀδάμ
Question: When the Holy Spirit comes, is not the natural desire also uprooted together with sin? Answer: I said before that sin too is uprooted together, and man recovers the first fashioning of the pure Adam.
問:聖靈來的時候,本性的慾望豈不也與罪一同被連根拔除嗎?答:我先前已說過,罪也一同被連根拔除,人就得回那潔淨之亞當起初受造的樣式。
1:1814
οὕτως μέντοι διὰ τῆς δυνάμεως τοῦ πνεύματος καὶ τῆς ἀναγεννήσεως τῆς πνευματικῆς ἔρχεται εἰς τὰ μέτρα τοῦ πρώτου Ἀδὰμ καὶ μείζων αὐτοῦ γίγνεται·
Thus indeed, through the power of the Spirit and the spiritual regeneration, he comes to the measure of the first Adam and becomes greater than he;
如此,藉著聖靈的能力和屬靈的重生,他就達到頭一個亞當的度量,並且超過了他;
1:1815
ἀποθεοῦται γὰρ ὁ ἄνθρωπος
for man is made a god.
因為人被神化了(與神性有分)。
1:1816
Ἐρώτησις : εἰ ὁ σατανᾶς μέτρῳ ἐπαφίεται ἢ ὡς θέλει πολεμεῖ; Ἀπόκρισις : αὐτοῦ ἡ ὁρμὴ οὐ μόνον εἰς τοὺς Χριστιανούς , ἀλλὰ καὶ εἰς τοὺς εἰδωλολάτρας καὶ εἰς ὅλον τὸν κόσμον
Question: Is Satan let loose by measure, or does he war as he wishes? Answer: His assault is not only against Christians, but also against idolaters and against the whole world.
問:撒但是按著限度被放出來,還是隨意爭戰呢?答:他的攻擊不單是對著基督徒,也對著拜偶像的人和全世界。
1:1817
εἰ οὖν παρεχωρεῖτο ὡς θέλει πολεμεῖν , πάντας ἂν ἠφάνισε
If, then, he were permitted to war as he wishes, he would utterly destroy all.
所以倘若准許他隨意爭戰,他就要將眾人盡都毀滅了。
1:1818
διὰ τί; ὅτι τὸ ἔργον αὐτοῦ καὶ τὸ θέλημα τοῦτό ἐστιν
Why? Because this is his work and his will.
為什麼呢?因為這正是他的工作和他的心意。
1:1819
ὥσπερ δὲ ὁ κεραμεὺς βάλλει τὰ σκεύη καὶ μέτρῳ ὑποκαίει τὴν κάμινον , οὐ πλέον ἵνα μὴ ὀπτηθέντα ὑπὲρ τὸ δέον ψοφήσῃ , οὐκ ἔλαττον ἵνα μὴ ἔνωμα ὄντα ἀπόληται·
But as the potter sets in his vessels and heats the furnace by measure—not too much, lest being over-baked they crack, nor too little, lest being unbaked they perish—
正如窯匠將器皿放入窯中,按著分寸燒爐:不可太過,免得燒過了頭而裂開;也不可太弱,免得未熟而報廢;
1:1820
ἄργυρος καὶ ἐξυδαροῦται καὶ ἀπόλλυται·
and silver too is watered down and ruined—
銀子也會被攙水稀釋而毀壞——
1:1821
καὶ εἰ ὁ ἀνθρώπινος νοῦς οἶδεν ἐπιμετρεῖν τὰ βάρη τῷ κτήνει καὶ τῷ καμήλῳ ἢ ἄλλῳ τινὶ τῶν ζῴων , ὡς δύναται κατὰ ἀναλογίαν τὰ βάρη βαστάσαι , πόσῳ μᾶλλον ὁ θεός , ὡς οἶδε τὰ σκεύη τῶν ἀνθρώπων , οὕτως ἐπαφίησι καὶ τὴν ἐναντίαν δύναμιν διαφόρως
and if the human mind knows how to apportion loads to the beast of burden and the camel or any other animal, according as it is able to bear the loads in proportion, how much more does God, knowing the vessels of men, in like manner let loose the adverse power in varying degrees.
人的心思尚且知道按著牲口、駱駝或別的牲畜所能按比例承擔的,給牠們分配重擔,何況神更是知道人各自的器皿,就照樣按不同的程度放出那敵對的權勢。
1:1822
ὥσπερ δὲ μία οὖσα ἡ γῆ , ἡ μέν ἐστι τραχώδης , ἡ δὲ λεπτόγεως , καὶ ἄλλη μὲν ἐπιτηδεύει εἰς φυτείαν ἀμπελῶνος , ἄλλη δὲ εἰς σπόρον σίτου καὶ κριθῶν , οὕτως εἰσὶ διάφοροι καὶ αὗται τῶν καρδιῶν καὶ τῶν προαιρέσεων τῶν ἀνθρώπων·
And as the earth, though one, is in one place rough and in another fine-soiled, and one part is suited for planting a vineyard and another for sowing wheat and barley, so also are the hearts and the wills of men different;
又如那地雖是一樣,這一處卻是粗硬的,那一處卻是細土的,一塊宜於栽種葡萄園,另一塊宜於撒種麥子和大麥,照樣,人的心和人的意志也是各不相同的;
1:1823
οὕτω καὶ τὰ χαρίσματα ἄνωθεν ἐπιδίδονται·
and so too the gifts of grace are bestowed from above:
屬天的恩賜也是如此從上頭賜下:
1:1824
ᾧ μὲν δίδοται διακονία λόγου , ᾧ δὲ διάκρισις , ἄλλῳ χαρίσματα ἰαμάτων
to one is given the ministry of the word, to another discernment, to another gifts of healings.
這人得了傳道的職事,那人得了分辨諸靈的恩賜,另一人得了醫病的恩賜。
1:1825
οἶδε γὰρ ὁ θεός , πῶς τις δύναται οἰκονομῆσαι , καὶ οὕτως ἐπιδίδωσι τὰ χαρίσματα διάφορα
For God knows how each one is able to administer, and thus He bestows the various gifts of grace.
因為神知道各人怎樣才能善加經營,就照樣賜下各樣不同的恩賜。
1:1826
ὁμοίως καὶ εἰς τοὺς πολέμους μέτρῳ τινί , ὡς δύναται ὑποδέξασθαι καὶ ὑπομεῖναι , οὕτως ἐπαφίεται αὐτοῖς ἡ ἐναντία δύναμις
Likewise also in the conflicts: by some measure, according as each is able to receive and endure, the adverse power is let loose against them.
在爭戰的事上也是這樣:照著各人所能接受、所能忍受的限度,那敵對的權勢才被放出來攻擊他們。
1:1827
Ἐρώτησις : εἰ δεξάμενός τις τὴν θείαν δύναμιν καὶ μερικῶς ἀλλοιωθεὶς μένει ἐν τῇ φύσει; Ἀπόκρισις : ἵνα τὸ θέλημα καὶ μετὰ τὴν χάριν δοκιμασθῇ , ποῦ ῥέπει καὶ συμφωνεῖ , μένει ἐν τῇ ταὐτότητι ἡ φύσις , ὁ σκληρὸς ἐν τῇ σκληρότητι καὶ ὁ κοῦφος ἐν τῇ κουφότητι
Question: If one who has received the divine power and been partly transformed still remains in his nature? Answer: In order that the will, even after grace, may be tested as to where it inclines and with what it agrees, the nature remains in its sameness—the hard man in his hardness and the light man in his levity.
問:人若領受了神的能力,並且部分被改變了,他是否仍存留在本性中?答:為要叫人的意志在得恩之後仍受試驗,看它偏向何處、與何相合,本性就存留在原狀中——剛硬的人仍在剛硬裡,輕浮的人仍在輕浮裡。
1:1828
συμβαίνει δὲ ὅτι ἰδιώτης ὤν τις ἀναγεννᾶται πνευματικῶς καὶ μεταβάλλεται εἰς σοφίαν καὶ γνωρίζεται αὐτῷ ἀπόκρυφα μυστήρια , καὶ ἰδιώτης ἐστὶ τῇ φύσει
And it happens that one who is unlearned is born again spiritually and is transformed into wisdom, and hidden mysteries are made known to him, though by nature he is unlearned.
有時也會這樣:一個未受教育的人在靈裡重生了,變成有智慧的,連那隱藏的奧祕也向他顯明了,然而他在本性上仍是個未受教育的人。
1:1829
ἄλλος ἀπὸ φύσεως σκληρὸς ὢν δίδωσιν ἑαυτοῦ τὸ θέλημα εἰς τὴν θεοσέβειαν καὶ δέχεται αὐτὸν ὁ θεός , μένει δὲ ἡ φύσις ἐν τῇ σκληρότητι καὶ εὐδοκεῖ εἰς αὐτὸν ὁ θεός
Another, being by nature hard, gives his will to the fear of God, and God receives him; yet his nature remains in its hardness, and God is well pleased with him.
另一個人,本性原是剛硬的,卻把自己的意志獻給敬虔,神就悅納了他;然而他的本性仍存在剛硬裡,神仍喜悅他。
1:1830
ἄλλος ἐστὶ χρηστῶν ἠθῶν , ἐπιεικής , ἀγαθός , δίδωσιν ἑαυτὸν τῷ θεῷ καὶ δέχεται μὲν αὐτὸν ὁ κύριος
Another is of good character, gentle, kind; he gives himself to God, and the Lord indeed receives him.
又有一人,性情良善、溫和、純厚;他把自己獻給神,主也確實悅納他。
1:1831
μὴ ἐμμένοντα δὲ τοῖς ἀγαθοῖς ἔργοις οὐκ εὐδοκεῖ , ἐπειδὴ ἡ φύσις ὅλη τοῦ Ἀδὰμ τρεπτή ἐστιν ἐπὶ τὸ καλὸν καὶ ἐπὶ τὸ κακόν , δεκτικὴ τοῦ κακοῦ , ἀλλ' εἰ θέλει οὐκ ἀποτελεστική
But if he does not abide in good works, God is not well pleased; for the whole nature of Adam is changeable toward good and toward evil, receptive of evil, yet—if it so wills—not bound to accomplish it.
但他若不持守善行,神就不喜悅了;因為亞當全人的本性是可變的,能向善也能向惡,能接受惡,然而若他願意,並非定要去行惡。
1:1832
ὥσπερ σωμάτιον γραφόμενόν ἐστι διαφόρως·
It is like a writing-tablet that is written upon in various ways;
這就如一塊書寫板,可以用各樣方式寫在上面;
1:1833
ἠθέλησας ἔγραψας , πάλιν ἀπήλειψας , δέχεται γὰρ τὸ σωμάτιον πᾶσαν γραφήν , οὕτως καὶ ὁ σκληρὸς ἔδωκεν αὐτοῦ τὸ θέλημα πρὸς τὸν θεόν , ἐτράπη εἰς τὸ ἀγαθόν , ἐδέχθη ὑπὸ τοῦ θεοῦ
you wished and you wrote, again you erased—for the tablet receives every writing—so also the hard man gave his will toward God, turned to the good, and was received by God.
你願意就寫上,又把它擦去——因為這板能接受各樣的字跡——剛硬的人也是這樣,把自己的意志獻給神,轉向了善,就蒙神悅納。
1:1834
ὁ γὰρ θεὸς ἵνα δείξῃ τὰ ἑαυτοῦ σπλάγχνα , πάντας δέχεται , πᾶσαν προαίρεσιν
For God, that He may show His own compassion, receives all, every disposition of will.
因為神,為要顯出祂的慈憐,就接納眾人,接納各樣的心志。
1:1835
οἱ ἀπόστολοι εἰς ἣν ἂν πόλιν εἰσήρχοντο , ἐποίουν τινὰ χρόνον καὶ ἐκ τῶν κακουμένων τινὰς ἰῶντο , τινὰς δὲ οὔ·
Whatever city the apostles entered, they would stay some time and heal some of the sick, but others not;
使徒們無論進了哪一座城,總要住些時候,醫好一些患病的人,卻不醫好另一些;
1:1836
ἤθελον δὲ αὐτοὶ οἱ ἀπόστολοι πάντας τοὺς νεκροὺς αὐτῶν ζωοποιεῖν καὶ τοὺς κακουμένους εἰς ὑγείαν φέρειν , καὶ ὁλοτελῶς οὐκ ἐγίνετο αὐτῶν τὸ θέλημα·
for the apostles themselves wished to raise all their dead to life and to bring all the sick to health, yet their will was not entirely accomplished;
因為使徒們自己原願意叫他們所有的死人都復活,叫一切患病的都得痊愈,然而他們的心願並未完全成就;
1:1837
οὐ γὰρ ἐπετρέπετο αὐτοῖς ὅσα ἤθελον ποιεῖν
for it was not permitted to them to do all that they wished.
因為他們所願意行的,並非都蒙准許。
1:1838
ὁμοίως καὶ ὁ Παῦλος ὅτε ἐκρατήθη ὑπὸ τοῦ ἐθνάρχου , εἰ ἤθελεν ἡ σὺν αὐτῷ χάρις , ἐποίει τὸν ἐθνάρχην ἀπολιθωθῆναι καὶ τὸ τεῖχος διαρραγῆναι , ἄνθρωπος ἔχων παράκλητον·
Likewise also Paul, when he was held fast by the ethnarch, had the grace that was with him wished it, could have turned the ethnarch to stone and burst the wall asunder, being a man having the Paraclete;
保羅也是如此,當他被那族長扣留的時候,那與他同在的恩典若願意,本可以叫那族長變成石頭,叫城牆裂開,因為他是有保惠師同在的人;
1:1839
ἀλλὰ διὰ σαργάνης χαλᾶται ὁ ἀπόστολος
yet the apostle is let down through a basket.
然而這使徒卻是用筐子從牆上縋下去的。
1:1840
καὶ ποῦ ἡ συνοῦσα θεία δύναμις; ταῦτα οἰκονομικῶς ἐγίνετο , εἴς τινα πράγματα ποιεῖν αὐτοὺς σημεῖα καὶ θαυμάσια καὶ εἴς τινα ἀσθενεῖν αὐτούς , ἵνα ἐν τούτοις διακριθῇ ἡ πίστις τῶν ἀπίστων καὶ τῶν πιστῶν , καὶ τὸ αὐτεξούσιον δοκιμασθῇ καὶ φανερωθῇ , εἴγε εἰς τὰ ἀσθενέστερα μέρη τινὲς οὐ σκανδαλίζονται
And where then was the divine power that was with him? These things came to pass by a dispensation: that in some matters they should work signs and wonders, and in some be powerless, so that thereby the faith of unbelievers and of believers might be tested, and free will might be proved and made manifest—provided that in the weaker matters some are not made to stumble.
那麼,那與他同在的神能在哪裡呢?這些事乃是按著神的安排成就的:叫他們在有些事上行神蹟奇事,在有些事上卻顯為軟弱,好叫不信之人和信徒的信心因此受試驗,叫人的自由意志得以顯明出來——只要有人不至於在那些較軟弱的事上跌倒。
1:1841
εἰ γὰρ πάντα ὅσα ἤθελον ἐποίουν οἱ ἀπόστολοι , ἀναγκαστικῇ δυνάμει ἐφύτευον τοὺς ἀνθρώπους εἰς τὴν θεοσέβειαν διὰ τὰ σημεῖα , καὶ οὐ τὸ αὐτεξούσιον καὶ οὐκέτι πίστις καὶ ἀπιστία·
For if the apostles had done all they wished, they would have planted men in godliness by a compelling power through the signs, and there would be no free will, and no longer faith and unbelief;
因為使徒們若都隨意而行,就要藉著神蹟用一種強迫的能力把人栽植在敬虔裡,這樣就沒有自由意志,也再沒有信與不信之分了;
1:1842
ὁ γὰρ Χριστιανισμὸς λίθος ἐστὶ προσκόμματος καὶ πέτρα σκανδάλου
for Christianity is a stone of stumbling and a rock of offense.
因為基督教信仰乃是絆腳的石頭、跌人的磐石。
1:1843
Πλὴν τὸ περὶ τοῦ Ἰὼβ γεγραμμένον οὐκ ἔστιν ἁπλῶς , πῶς ἐξῃτήσατο αὐτὸν ὁ σατανᾶς·
Moreover, what is written concerning Job is not without significance—how Satan asked for him;
再者,關於約伯所記的也不是平白無故的——撒但怎樣求要他;
1:1844
οὐ γὰρ ἠδύνατο ἄνευ ἐπιτροπῆς ἀφ' ἑαυτοῦ τι ποιῆσαι
for he could not of himself do anything without permission.
因為若不蒙准許,他自己甚麼也不能作。
1:1845
ἀλλὰ τί λέγει τῷ κυρίῳ ὁ διάβολος; δός μοι αὐτὸν εἰς χεῖρας , εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
But what does the devil say to the Lord? 'Give him into my hands, and surely he will bless You to Your face.'
魔鬼向主說甚麼呢?「把他交在我手裡,他必當面棄掉你(咒詛你)。」
1:1846
οὕτως καὶ νῦν ὁ αὐτὸς Ἰώβ ἐστι καὶ ὁ αὐτὸς θεὸς καὶ ὁ αὐτὸς διάβολος
So also now: the same Job, and the same God, and the same devil.
如今也是這樣:仍是同一個約伯,同一位神,同一個魔鬼。
1:1847
ἐν ὅσῳ οὖν τυγχάνει τις τῆς ἀντιλήψεως θεοῦ καὶ ἔστι πρόθυμος καὶ ζέων τῇ χάριτι , ἐξαιτεῖται αὐτὸν ὁ σατανᾶς καὶ λέγει τῷ κυρίῳ·
As long, then, as one enjoys God's help and is eager and fervent in grace, Satan asks for him and says to the Lord:
所以人只要還享受神的扶助,並且在恩典裡熱切火熱,撒但就求要他,對主說:
1:1848
ἐπειδὴ βοηθεῖς αὐτῷ καὶ ἀντιλαμβάνεις αὐτοῦ , δουλεύει σοι
'Because You help him and uphold him, he serves You.'
「因為你幫助他、扶持他,他才事奉你。」
1:1849
ἄφες αὐτὸν καὶ παράδος μοι , εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει
'Let him alone and hand him over to me, and surely he will bless You to Your face.'
「任憑他罷,把他交給我,他必當面棄掉你。」
1:1850
λοιπὸν ὡς ὅτι παρακαλεῖται ἡ ψυχή , ἡ χάρις ὑποστέλλει καὶ παραδίδοται ἡ ψυχὴ πειρασμοῖς
Then, as the soul is being consoled, grace withdraws, and the soul is given over to temptations:
於是,正當靈魂得安慰的時候,恩典就退去,這靈魂就被交付給試煉:
1:1851
ἀπόγνωσιν , διαλογισμοὺς πονηρούς , θλίβων τὴν ψυχήν , ἵνα χαυνώσῃ καὶ ἀλλοτριώσῃ ταύτην τῆς ἐλπίδος τοῦ θεοῦ
despair, evil reasonings, afflicting the soul, so as to enervate it and estrange it from the hope of God.
就是絕望、種種邪惡的思念,苦害這靈魂,要使它鬆懈,叫它與對神的指望隔絕。
1:1852
Ἡ δὲ φρονίμη ψυχὴ ἐν τοῖς κακοῖς οὖσα καὶ ἐν τῇ θλίψει , οὐκ ἀπελπίζει , ἀλλὰ κρατεῖ ὃ κρατεῖ , καὶ ὅσα ἂν ἐπενέγκῃ αὐτῇ διὰ μυρίων πειρασμῶν , ὑπομένουσα λέγει·
But the prudent soul, though in evils and in affliction, does not despair, but holds fast to what it holds; and whatever may be brought upon it through countless temptations, enduring it says:
但那精明的靈魂,雖在患難和苦難中,卻不灰心絕望,倒持守它所持守的;無論藉著無數的試煉加給它甚麼,它總是忍耐著說:
1:1853
ἐὰν καὶ ἀποθάνω , ἐγὼ αὐτὸν οὐκ ἀφίω
'Even if I die, I will not let Him go.'
「我就是死,也不撇下祂。」
1:1854
καὶ τότε ἐὰν ὑπομείνῃ εἰς τέλος ὁ ἄνθρωπος , ἄρχεται ὁ κύριος διαλέγεσθαι τῷ σατανᾷ·
And then, if the man endures to the end, the Lord begins to converse with Satan:
然後,這人若忍耐到底,主就開口對撒但說:
1:1855
ὁρᾷς , πόσα κακὰ καὶ θλίψεις ἐπήνεγκες αὐτῷ , καὶ οὐχ ὑπήκουσε σοί , ἀλλ' ἐμοὶ δουλεύει καὶ ἐμὲ φοβεῖται; τότε καταισχύνεται ὁ διάβολος καὶ οὐκέτι ἔχει τι εἰπεῖν
'You see how many evils and afflictions you brought upon him, and he did not obey you, but serves Me and fears Me?' Then the devil is put to shame and has nothing more to say.
「你看,你加了多少災禍和苦難在他身上,他卻不順從你,反倒事奉我、敬畏我。」這時魔鬼就抱愧蒙羞,再無話可說了。
1:1856
καὶ γὰρ ἐπὶ τοῦ Ἰώβ , εἰ ᾔδει ὅτι εἰς τοὺς πειρασμοὺς ἐμπεσὼν μέλλει ὑπομένειν καὶ μὴ ἡττᾶσθαι , οὐκ ἂν ἐξῃτήσατο αὐτόν , ἵνα μὴ καταισχυνθῇ
For indeed, in the case of Job, had he known that, falling into the temptations, the man would endure and not be overcome, he would not have asked for him, lest he be put to shame.
其實在約伯的事上也是如此:撒但若早知道這人落在試煉中必要忍耐而不被勝過,他就不會求要他,免得自取羞辱。
1:1857
οὕτως καὶ νῦν εἰς τοὺς ὑπομένοντας θλίψεις καὶ πειρασμοὺς καταισχύνεται ὁ σατανᾶς καὶ μετανοεῖ , ὅτι μηδὲν ἤνυσεν
So also now, in the case of those who endure afflictions and temptations, Satan is put to shame and repents that he accomplished nothing.
如今在那些忍受患難試煉之人的事上也是這樣:撒但抱愧蒙羞,懊悔他一無所成。
1:1858
ἄρχεται γὰρ ὁ κύριος λόγον αὐτῷ ποιεῖν·
For the Lord begins to make account with him:
因為主就向他算帳說:
1:1859
ἴδε παρεχώρησά σοι , ἴδε ἐπέτρεψά σοι πειράσαι αὐτόν
'See, I yielded to you; see, I permitted you to tempt him.'
「你看,我向你讓步了;你看,我准你試探他了。」
1:1860
μή τι ἠδυνήθης; μὴ ὑπήκουσέ σοι; Ἐρώτησις : εἰ ἄρα ὅλους τοὺς λογισμοὺς τοῦ ἀνθρώπου καὶ τὰ νοήματα οἶδεν ὁ σατανᾶς; Ἀπόκρισις : εἰ ἄνθρωπος ἀνθρώπῳ σύνεστι καὶ οἶδε τὰ αὐτοῦ , καὶ σὺ εἴκοσιν ἐτῶν ὑπάρχων οἶδας τὰ τοῦ πλησίον , ἆρα αὐτὸς ὁ σατανᾶς ἀπὸ γενετῆς συνών σοι οὐκ οἶδε τοὺς διαλογισμούς σου; ἑξακισχιλίων γὰρ ἤδη ἐστὶν ἐτῶν
'Were you able to do anything? Did he obey you?' Question: Does Satan, then, know all the reasonings of man and his thoughts? Answer: If man dwells with man and knows his affairs, and you, being twenty years old, know your neighbor's matters, does Satan himself, who has been with you from your birth, not know your reasonings? For he is already six thousand years old.
「你能作甚麼呢?他順從你了麼?」問:那麼撒但是否知道人一切的思想和念頭呢?答:人若與人同住,就知道他的事;你不過二十歲,尚且知道鄰舍的事,那麼撒但自你出生就與你同在,豈不知道你的思念麼?因為他已有六千歲了。
1:1861
καὶ οὐ λέγομεν αὐτὸν πρὸ τοῦ πειράσαι τὸν ἄνθρωπον εἰδέναι , τί μέλλει ποιεῖν
Yet we do not say that, before tempting the man, he knows what the man is going to do.
然而我們並不是說,他在試探人之先就知道那人將要怎樣行。
1:1862
πειράζει γὰρ ὁ πειράζων , οὐκ οἶδε δέ , εἰ ὑπακούει αὐτῷ ἢ μὴ ὑπακούει , ἕως ἂν τὸ θέλημα δοῦλον δῷ ἡ ψυχή
For the tempter tempts, but he does not know whether the man will obey him or not, until the soul gives over its will as a slave.
因為那試探者只管試探,卻不知道那人會不會順從他,直到那靈魂把自己的意志當作奴僕交出去。
1:1863
οὔτε πάλιν λέγομεν , ὅτι ὅλους τοὺς λογισμοὺς τῆς καρδίας καὶ τὰς ἐνθυμήσεις οἶδεν ὁ διάβολος
Nor again do we say that the devil knows all the reasonings of the heart and its imaginations.
我們也不是說,魔鬼知道人心中一切的思想和心思的意念。
1:1864
Ὥσπερ γὰρ ἐὰνᾖ δένδρον καὶ ἔχῃ κλάδους πολλοὺς καὶ πολλὰ μέλη·
For just as if there be a tree having many branches and many members,
因為這正如一棵樹,有許多枝子,有許多肢體,
1:1865
πρὸς λόγον δύο ἢ τρεῖς κλάδους τοῦ δένδρου δύναταί τις κατασχεῖν , οὕτω καὶ ἡ ψυχὴ πολλοὺς ἔχει κλάδους καὶ πολλὰ μέλη
and one can grasp, so to speak, two or three branches of the tree, so also the soul has many branches and many members.
人所能抓住的,可說不過是這樹上的兩三根枝子;靈魂也照樣有許多枝子,有許多肢體。
1:1866
λοιπόν εἰσί τινες κλάδοι λογισμῶν καὶ νοημάτων καὶ κατέχει αὐτοὺς ὁ σατανᾶς , καὶ εἰσὶν ἄλλοι λογισμοὶ καὶ νοήματα μὴ κατεχόμενοι ὑπὸ τοῦ σατανᾶ
So then, there are certain branches of reasonings and thoughts, and Satan holds these, and there are other reasonings and thoughts not held by Satan.
所以,思想和念頭中有些枝子是被撒但抓住的,另有些思想和念頭卻不在撒但的掌握之中。
1:1867
ἔν τινι γὰρ ἰσχυρότερόν ἐστι τὸ μέρος τῆς κακίας ἐν τῷ βρύειν τοὺς λογισμούς·
For in one man the portion of wickedness is stronger in welling up the reasonings;
因為在這人裡面,惡的一面在湧發思念上較為強盛;
1:1868
ἔν τινι πάλιν ὁ λογισμὸς τοῦ ἀνθρώπου ὑπερνικᾷ , λαμβάνων βοήθειαν καὶ λύτρωσιν παρὰ θεοῦ καὶ ἀντιλέγων τῇ κακίᾳ·
in another, again, the reasoning of the man prevails, receiving help and deliverance from God and gainsaying the wickedness;
在那人裡面,人的思念卻佔了上風,從神得著幫助與拯救,並抵擋那惡;
1:1869
ἔν τινι κεκράτηται καὶ ἔν τινι ἔχει θέλημα
in one respect he is held captive, and in another he has a will.
在一面他被轄制,在另一面他仍有意志。
1:1870
προσέρχεται γάρ , ἔστιν ὅτε τῷ θεῷ ζέων , καὶ οἶδεν ὁ σατανᾶς καὶ βλέπει , ὅτι κατ' αὐτοῦ ποιεῖ , καὶ οὐ δύναται ἐπισχεῖν τὸν ἄνθρωπον
For he draws near, there are times, fervent toward God, and Satan knows and sees that he acts against him, yet cannot restrain the man.
因為他有時火熱地親近神,撒但也知道、也看見他是與自己作對而行,卻不能攔阻這人。
1:1871
διὰ τί; ἐπειδὴ ἔχει θέλημα τοῦ βοῆσαι πρὸς τὸν θεόν , ἔχει φυσικοὺς καρποὺς τοῦ ἀγαπῆσαι θεόν , τοῦ πιστεῦσαι , τοῦ ἐπιζητῆσαι καὶ προσελθεῖν
Why? Because he has the will to cry out to God; he has natural fruits—to love God, to believe, to seek and to draw near.
為什麼呢?因為他有意志向神呼求;他有本性中的果子——就是愛神、相信、尋求並親近神。
1:1872
καὶ γὰρ ἐν τοῖς φαινομένοις ὁ γεωργὸς ἐργάζεται τὴν γῆν , πλὴν εἰ καὶ ἐργάσεται , χρῄζει ἄνωθεν ὑετῶν καὶ ὄμβρων·
For indeed, in visible things, the farmer works the earth; yet even if he works, he needs rains and showers from above;
其實,在看得見的事上,農夫耕種田地,然而他雖然耕種,仍需要從上頭來的雨水和甘霖;
1:1873
ἐὰν γὰρ μὴ βρέξῃ ἄνωθεν , οὐδὲν ὠφέλησεν ὁ γεωργὸς ἐργασάμενος τὴν γῆν
for if it does not rain from above, the farmer has profited nothing by working the earth.
因為從上頭若不降雨,農夫耕種田地就毫無益處。
1:1874
οὕτως καὶ εἰς τὸ πνευματικὸν εἰς δύο πρόσωπα νοεῖται τὰ πράγματα
So also in the spiritual realm, matters are understood as involving two persons.
在屬靈的事上也是這樣:凡事都當看作有兩位在其中(神與人)。
1:1875
χρὴ οὖν τὸν ἄνθρωπον ἀπὸ προαιρέσεως γεωργῆσαι τὴν γῆν τῆς καρδίας αὐτοῦ καὶ πονῆσαι
Man, then, must of his own choice till the ground of his heart and labor.
所以人必須出於自己的甘心,耕種他心地,並且勞苦。
1:1876
ζητεῖ γὰρ ὁ θεὸς τὸν πόνον καὶ κάματον καὶ τὴν ἐργασίαν τοῦ ἀνθρώπου
For God seeks the toil and the labor and the working of man.
因為神尋求人的勞苦、辛勤和工作。
1:1877
ἀλλ' ἐὰν μὴ ἄνωθεν ἐπιφανῇ οὐράνια νέφη καὶ ὑετοὶ χάριτος , οὐδὲν ὠφέλησεν ὁ γεωργὸς καμών
But unless heavenly clouds and showers of grace appear from above, the farmer who has labored has profited nothing.
但若沒有從上頭顯出屬天的雲彩和恩典的甘霖,農夫雖然勞苦也是枉然。
1:1878
Τοῦτο δέ ἐστι τὸ σημεῖον τοῦ Χριστιανισμοῦ , ὅσα ἂν κάμῃ καὶ ὅσας ἂν ποιήσῃ δικαιοσύνας , ὡς μηδὲν ποιήσας διακεῖσθαι καὶ νηστεύων λέγειν·
And this is the sign of Christianity: that however much one may labor and whatever righteous deeds one may do, one should regard himself as having done nothing, and while fasting should say:
基督教信仰的記號乃是這樣:無論人怎樣勞苦,行了多少義行,總要看自己為一無所成,並且在禁食的時候說:
1:1879
οὐκ ἐνήστευσα εὐχόμενος , οὐκ ηὐξάμην παραμένων τῇ εὐχῇ , οὐ παρέμεινα , καὶ ἀκμὴν ἀρχὴν ἔχω τοῦ ἀσκεῖν καὶ κάμνειν
'I have not fasted in prayer, I have not prayed by persevering in prayer, I have not persevered, and I am still but at the beginning of asceticism and labor.'
「我沒有在禱告中禁食,我沒有恆切禱告,我沒有堅持下去,我不過剛剛開始操練和勞苦而已。」
1:1880
κἂν δίκαιός ἐστι παρὰ θεῷ , ὀφείλει λέγειν·
Even if he be righteous before God, he ought to say:
他在神面前縱使是義的,也當說:
1:1881
ἐγὼ οὔκ εἰμι δίκαιος οὔτε κάμνω , ἀλλὰ καθ' ἡμέραν ἄρχομαι
'I am not righteous, nor do I labor, but each day I am beginning.'
「我不是義人,也沒有勞苦,不過天天才開始而已。」
1:1882
ὀφείλει δὲ ἔχειν καθ' ἡμέραν τὴν ἐλπίδα καὶ τὴν χαρὰν καὶ τὴν προσδοκίαν τῆς μελλούσης βασιλείας καὶ ἀπολυτρώσεως , καὶ λέγειν·
And he ought to have day by day the hope and the joy and the expectation of the coming kingdom and redemption, and to say:
他也當天天懷著盼望、喜樂,以及對那將來國度和救贖的指望,並且說:
1:1883
ἐὰν σήμερον οὐκ ἐλυτρώθην , αὔριον λυτροῦμαι
'If today I have not been redeemed, tomorrow I shall be redeemed.'
「今日我若未蒙救贖,明日必蒙救贖。」
1:1884
ὁμοίως καὶ ὁ οἰκοδομῶν οἶκον καὶ ὁ γεωργῶν πρῶτον ἐκ τῶν ἰδίων πολλὰ σκορπίζει διὰ τὴν ἐλπίδα τῆς μελλούσης προσόδου , οὕτω κἀνταῦθα ἐὰν μή τις ἔχῃ πρὸ ὀφθαλμῶν τὴν χαρὰν καὶ τὴν ἐλπίδα ὅτι μέλλω λυτρώσεως τυγχάνειν καὶ ζωῆς , οὐ δύναται ὑπομένειν τὰς θλίψεις οὔτε τὸ φορτίον καὶ τὴν στενὴν ὁδὸν ἀναδέξασθαι·
Likewise too, he who builds a house and he who farms first scatters much of his own resources for the hope of the coming income; so also here, unless one has before his eyes the joy and the hope that 'I shall obtain redemption and life,' he cannot endure the afflictions, nor take up the burden and the narrow way;
蓋房子的人和耕種的人也是這樣:為著將來收益的指望,先散去自己許多財物;照樣,在這裡也是如此,人若不把那「我將要得著救贖和生命」的喜樂和盼望常擺在眼前,就不能忍受患難,也不能擔起那重擔,走那窄路;
1:1885
ἡ γὰρ συνοῦσα ἐλπὶς καὶ χαρὰ ποιεῖ αὐτὸν κάμνειν καὶ ὑπομένειν τὰς θλίψεις
for the hope and joy that are present make him labor and endure the afflictions.
因為那同在的盼望和喜樂,使他能勞苦並忍受患難。
1:1886
Ὥσπερ δὲ οὐκ ἔστιν εὔκολον δαλὸν φυγεῖν ἀπὸ πυρός , οὕτως οὐδὲ ψυχὴν ἐκ τοῦ πυρὸς τοῦ θανάτου , εἰ μὴ διὰ πολλοῦ καμάτου
And just as it is not easy for a firebrand to escape from the fire, so neither for a soul to escape from the fire of death, except through much labor.
正如柴火不容易脫離火焰,照樣,靈魂也不容易脫離死亡的火,除非藉著許多的勞苦。
1:1887
ὡς ἐπὶ τὸ πλεῖστον δὲ ὁ σατανᾶς , ὡς ἐπὶ προφάσει ἀγαθῶν λογισμῶν ὅτι ἐκ τούτου δύνασαι εὐαρεστῆσαι τῷ θεῷ ὑποβάλλει τῇ ψυχῇ καὶ ὑποκλέπτει αὐτὴν εἰς λεπτὰ καὶ εὐλογοφανῆ νοήματα , καὶ οὐκ οἶδεν ὑποκλεπτομένη διακρῖναι καὶ οὕτως ἐμπίπτει εἰς παγίδα καὶ ἀπώλειαν τοῦ διαβόλου
And for the most part Satan, as if on the pretext of good reasonings—that by this you can please God—suggests to the soul and steals it away into subtle and plausible-seeming thoughts; and the soul, being stolen away, does not know how to discern, and so falls into the snare and ruin of the devil.
撒但多半是這樣,假借好思念的名義——說你藉此可以討神的喜悅——把這念頭暗暗放進靈魂裡,誘騙它陷入那些細微而貌似合理的意念中;那靈魂既被誘騙,又不曉得分辨,就這樣落入魔鬼的網羅和敗壞中。
1:1888
τὸ δὲ καιριώτατον ὅπλον τοῦ ἀθλητοῦ καὶ ἀγωνιστοῦ τοῦτό ἐστιν , ἵνα εἰσελθὼν εἰς τὴν καρδίαν ποιήσῃ πόλεμον πρὸς τὸν σατανᾶν καὶ μισήσῃ ἑαυτὸν καὶ ἀρνήσηται τὴν ψυχὴν αὐτοῦ , ὀργισθῇ τε καὶ ἐπιπλήξῃ , καὶ ταῖς συνούσαις ἐπιθυμίαις ἀντιτάξηται καὶ ἀντιπαλαίσῃ τοῖς λογισμοῖς καὶ μαχεσθῇ αὐτῷ
But the most timely weapon of the athlete and contestant is this: that entering into the heart he should make war against Satan, and hate himself and deny his own soul, and be angry with it and rebuke it, and set himself against the desires that are present and wrestle against the reasonings and do battle with him.
但那爭戰勇士和角力者最合時宜的兵器乃是這個:他要進到心裡,向撒但爭戰,恨惡自己,否認自己的魂,向它發怒、責備它,抵擋那些同在的私慾,與那些思念角力,並與它(撒但)爭戰。
1:1889
Εἰ δὲ εἰς τὸ φαινόμενον φυλάσσεις τὸ σῶμά σου ἀπὸ φθορᾶς καὶ πορνείας , ἔσωθεν δὲ μοιχεύεις τῷ θεῷ , ἐμοίχευσας καὶ ἐπόρνευσας ἐν τοῖς λογισμοῖς σου , καὶ οὐδὲν ὠφέλησας τὸ σῶμα ἔχων παρθένον
But if outwardly you keep your body from corruption and fornication, while inwardly you commit adultery against God, you have committed adultery and fornication in your reasonings, and you have profited nothing by keeping the body a virgin.
你若在外面保守身體脫離污穢和淫亂,裡面卻向神行了姦淫,你就在你的思念中犯了姦淫和淫亂,雖保守身體為童身也是枉然。
1:1890
ὥσπερ ἐὰνᾖ νεᾶνις καὶ νεανίσκος , καὶ δόλῳ κολακεύσας αὐτὴν φθείρῃ , λοιπὸν βδελυκτή ἐστι τῷ νυμφίῳ , ὅτι ἐμοιχεύθη , οὕτω καὶ ἡ ἀσώματος ψυχὴ τῷ ἐνδομυχοῦντι ὄφει κοινωνοῦσα , τῷ πονηρῷ πνεύματι , πορνεύει ἀπὸ θεοῦ , καὶ γέγραπται·
Just as if there be a maiden and a young man, and having beguiled her by deceit he corrupts her, she is thereafter abominable to the bridegroom because she has been defiled; so also the bodiless soul, having fellowship with the serpent that lurks within—that is, with the evil spirit—commits fornication away from God; and it is written:
正如有一個少女和一個少年,那少年用詭詐哄誘她,玷污了她,這少女此後在新郎面前就成了可憎的,因為她已被玷污了;照樣,那無形的靈魂,與那潛伏在內的蛇——就是那惡靈——有了交通,便離開神去行淫,正如所記的:
1:1891
πᾶς ὁ βλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι ἤδη ἐμοίχευσεν ἐν τῇ καρδίᾳ αὐτοῦ
'Everyone who looks on a woman to lust after her has already committed adultery with her in his heart.'
「凡看見婦女就動淫念的,這人心裡已經與她犯姦淫了。」
1:1892
ἔστι γὰρ πορνεία διὰ σώματος τελουμένη , καὶ ἔστι πορνεία ψυχῆς κοινωνούσης τῷ σατανᾷ·
For there is fornication accomplished through the body, and there is fornication of the soul that has fellowship with Satan;
因為有藉著身體所成就的淫亂,也有那與撒但有交通之靈魂的淫亂;
1:1893
ἡ αὐτὴ γὰρ ψυχὴ κοινωνική ἐστι καὶ ἀδελφὴ ἢ δαιμόνων ἢ θεοῦ καὶ ἀγγέλων
for the same soul is a partaker and sister either of demons or of God and the angels.
因為這同一個靈魂,或是與鬼魔,或是與神和眾天使,作有分者和姊妹。
1:1894
καὶ λοιπὸν μοιχεύουσα μετὰ τοῦ διαβόλου ἄχρηστός ἐστι τῷ ἐπουρανίῳ νυμφίῳ
And so, committing adultery with the devil, it is useless to the heavenly bridegroom.
這樣,它既與魔鬼行了姦淫,對那屬天的新郎就毫無用處了。
1:1895
Ἐρώτησις : εἰ ἡσυχάζει ποτὲ ὁ σατανᾶς , καὶ ἐλευθεροῦται ὁ ἄνθρωπος ἐκ τοῦ πολέμου ἤ , ἕως ὅτε ζῇ , ἔχει πόλεμον; Ἀπόκρισις : ὁ σατανᾶς οὐδέποτε ἡσυχάζει πολεμῶν·
Question: Does Satan ever rest, and is man set free from the warfare, or, as long as he lives, does he have warfare? Answer: Satan never rests from warring;
問:撒但是否有時止息,人就脫離了爭戰;還是人活著一天,就有爭戰一天呢?答:撒但爭戰,從來不止息;
1:1896
ἕως ἂν ζῇ τις εἰς τὸν αἰῶνα τοῦτον καὶ φορῇ τὴν σάρκα , πολεμεῖται
as long as anyone lives in this age and bears the flesh, he is warred against.
只要人活在這世代、還帶著肉體,他就受爭戰的攻擊。
1:1897
ἀλλ' ὅταν τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβεσθῇ , λοιπὸν ἐκεῖ τί βλάπτει τὸν ἄνθρωπον , εἰ καὶ ἔρχεται ὁ σατανᾶς; πρὸς λόγον , ἔστι τις φίλος βασιλέως καὶ ἔχει δίκην πρὸς ἀντίδικον·
But when the flaming darts of the evil one are quenched, what then harms the man, even if Satan comes? By way of illustration, there is one who is a friend of the king and has a lawsuit against an adversary;
但那惡者一切火燒的箭既被熄滅,這時就算撒但來了,又能傷害這人甚麼呢?打個比方,有一人是王的朋友,與對頭有訟事;
1:1898
ὅταν οὖν τὸν βασιλέα ἔχῃ ἐπιρρεπῆ καὶ φίλον αὐτοῦ , ὅστις βοηθεῖ αὐτῷ , οὐδὲν βλάπτεται
when, then, he has the king favorably disposed and as his friend, who helps him, he is harmed in nothing.
他既有王作他的朋友,向他有恩,又幫助他,他就絲毫不受傷害。
1:1899
ὅτε γάρ τις φθάσει ὅλας τὰς τάξεις παρελθεῖν καὶ τοὺς βαθμοὺς καὶ γενέσθαι φίλος βασιλέως , οὗτος λοιπὸν τί βλάπτεται ὑπό τινος; εἰς τὸ φαινόμενόν εἰσι πόλεις λαμβάνουσαι δῶρα καὶ ἀννόνας παρὰ τοῦ βασιλέως·
For when one has succeeded in passing through all the ranks and the degrees and has become a friend of the king, what harm does he thereafter suffer from anyone? In visible things there are cities that receive gifts and provisions from the king;
因為人一旦得以越過一切的等級和階位,成了王的朋友,此後還受誰的傷害呢?在看得見的事上,有些城邑領受王所賜的恩賞和糧餉;
1:1900
εἰ οὖν ὀλίγον τι λειτουργοῦσιν , οὐδὲν ζημιοῦνται , ὁπότε τοσαῦτα πορίζονται καὶ δέχονται παρὰ τοῦ βασιλέως
if, then, they perform some small service, they are in no way the losers, seeing that they obtain and receive so much from the king.
這樣,它們縱然盡一點微小的義務,也毫不吃虧,因為它們從王得著、領受的是何等多。
1:1901
οὕτως καὶ οἱ Χριστιανοί , εἰ καὶ πολεμοῦνται παρὰ τοῦ ἐχθροῦ , ἀλλ' αὐτοὶ κατέλυσαν εἰς τὴν θεότητα καὶ ἐνεδύσαντο τὴν ἐξ ὕψους δύναμιν καὶ ἀνάπαυσιν καὶ οὐδὲν φροντίζουσι τοῦ πολέμου
So also Christians: even if they are warred against by the enemy, yet they themselves have come to lodge in the Godhead, and have put on the power from on high and rest, and they take no thought of the warfare.
基督徒也是這樣:他們縱然受仇敵的攻擊,卻已經住進那神性裡,穿上了從高天來的能力和安息,並不為那爭戰掛慮。
1:1902
Ὥσπερ γὰρ ὁ κύριος ἐνεδύσατο σῶμα καταλιπὼν πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν , οὕτω καὶ οἱ Χριστιανοὶ ἐνδύονται τὸ πνεῦμα τὸ ἅγιον καὶ ἐν ἀναπαύσει εἰσίν
For just as the Lord put on a body, leaving aside all rule and authority, so also Christians put on the Holy Spirit and are in rest.
正如主穿上身體,撇下一切的執政和掌權,照樣,基督徒也穿上聖靈,得享安息。
1:1903
εἰ δὲ καὶ ἔρχεται πόλεμος , ἔξωθεν κρούει ὁ σατανᾶς , ἀλλ' αὐτοὶ ἔσωθεν ἠσφαλισμένοι εἰσὶ τῇ τοῦ κυρίου δυνάμει καὶ οὐ φροντίζουσι τοῦ σατανᾶ
And even if warfare comes, and Satan knocks from without, yet they themselves are made secure within by the power of the Lord and take no thought of Satan.
縱然爭戰臨到,撒但從外面叩門,他們裡面卻因主的能力得了穩固,並不為撒但掛慮。
1:1904
καθὼς ἐκεῖ εἰς τὴν ἔρημον ἐπείρασε τὸν κύριον ἡμέρας τεσσαράκοντα , τί αὐτὸν ἔβλαψεν , ὅτι ἔξωθεν προσῆλθε τῷ σώματι αὐτοῦ; ἔσωθεν γὰρ θεὸς ἦν , οὕτω καὶ οἱ Χριστιανοί , εἰ καὶ ἔξωθεν πειράζονται , ἀλλ' ἔσωθεν πεπληρωμένοι εἰσὶ τῆς θεότητος καὶ οὐδὲν ἀδικοῦνται
Just as there in the wilderness he tempted the Lord forty days, what did it harm Him that the tempter approached His body from without? For within He was God; so also Christians, even if they are tempted from without, yet within they are filled with the Godhead and suffer no injury.
正如那在曠野裡,魔鬼試探主四十天,他從外面臨到主的身體,又能傷害主甚麼呢?因為主裡面乃是神;照樣,基督徒縱然從外面受試探,裡面卻被神性充滿,毫不受損。
1:1905
εἰς ταῦτα δὲ τὰ μέτρα εἴ τις ἔφθασεν , εἰς τὴν τελείαν ἀγάπην τοῦ Χριστοῦ καὶ εἰς τὸ πλήρωμα τῆς θεότητος κατήντησεν
And whoever has attained to these measures has reached to the perfect love of Christ and to the fullness of the Godhead.
凡達到這度量的人,就是達到了基督那完全的愛,並達到了神性的豐滿。
1:1906
ὁ δὲ μὴ τοιοῦτος ἀκμὴν ἔσωθεν ἔχει πόλεμον·
But he who is not such still has warfare within;
至於還不到這地步的人,裡面仍有爭戰;
1:1907
ὥραν ἀναπαύεται εἰς τὴν εὐχὴν καὶ ἄλλῃ ὥρᾳ ἐν θλίψει καὶ πολέμῳ στήκει
one hour he is at rest in prayer, and at another hour he stands in affliction and warfare.
這一刻他在禱告中得安息,另一刻他卻站在患難和爭戰中。
1:1908
οὕτως γὰρ θέλει ὁ κύριος·
For thus the Lord wills:
因為主的旨意原是如此:
1:1909
γυμνάζει αὐτὸν εἰς τοὺς πολέμους , καὶ τὰ δύο πρόσωπα ἔσωθεν βρύει , καὶ τὸ φῶς καὶ τὸ σκότος , καὶ ἡ ἀνάπαυσις καὶ ἡ θλῖψις
He trains him in the conflicts, and the two persons well up within—both the light and the darkness, both the rest and the affliction.
祂在爭戰中操練他,叫那兩面都在裡面湧現——光與暗,安息與患難。
1:1910
εὔχονται ἐν ἀναπαύσει καὶ ἄλλῃ ὥρᾳ ἐν θορύβῳ εἰσίν
They pray in rest, and at another hour they are in turmoil.
他們有時在安息中禱告,另一刻卻在擾亂中。
1:1911
Οὐκ ἀκούεις τί λέγει ὁ Παῦλος; ἐὰν ἔχω πάντα τὰ χαρίσματα , ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυθήσωμαι , ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ , ἀγάπην δὲ μὴ ἔχω , οὐδέν εἰμι· ἐπειδὴ ταῦτα τὰ χαρίσματα προτρεπτικά εἰσι , καὶ οἱ ἐν τούτοις στήκοντες , εἰ καὶ ἐν φωτί , νήπιοί εἰσι
Do you not hear what Paul says? 'If I have all the gifts of grace, if I deliver up my body to be burned, if I speak with the tongues of angels, but have not love, I am nothing'; for these gifts are but a spur, and those who stand in them, even if in light, are babes.
你沒有聽見保羅所說的麼?「我若有各樣的恩賜,我若捨己身叫人焚燒,我若能說天使的方言,卻沒有愛,我就算不得甚麼。」因為這些恩賜不過是激勵之物,那些只停留在其中的人,縱然在光中,仍是嬰孩。
1:1912
πολλοὶ γὰρ τῶν ἀδελφῶν ἦλθον εἰς τοιαῦτα μέτρα καὶ ἔσχον χαρίσματα ἰαμάτων καὶ ἀποκάλυψιν καὶ προφητείαν , καὶ ἐπειδὴ οὐκ ἔφθασαν εἰς τὴν τελείαν ἀγάπην , ὅπου ὁ σύνδεσμος τῆς τελειότητος , ἐπῆλθεν αὐτοῖς πόλεμος καὶ ἀμελήσαντες ἔπεσον
For many of the brethren came to such measures and had gifts of healings and revelation and prophecy, and because they did not attain to perfect love, where is the bond of perfection, warfare came upon them and, having grown negligent, they fell.
因為弟兄中有許多人達到了這樣的度量,也有醫病、啟示和申言的恩賜,卻因沒有達到那完全的愛——就是那聯絡全德的——爭戰就臨到他們,他們一鬆懈,便跌倒了。
1:1913
εἰ δέ τις φθάσει εἰς τὴν τελείαν ἀγάπην , οὗτος λοιπὸν δέδεται καὶ ἔστιν ᾐχμαλωτισμένος εἰς τὴν χάριν
But if one attains to perfect love, he is thereafter bound and held captive to grace.
但人若達到那完全的愛,他此後就被恩典繫住,作了恩典的俘虜。
1:1914
εἰ δέ τις παρὰ μικρὸν ἐγγίσει τῷ μέτρῳ τῆς ἀγάπης , μὴ φθάσει δὲ εἰς αὐτὴν τὴν ἀγάπην δεθῆναι , ἀκμὴν ὁ τοιοῦτος ὑπὸ φόβον ἐστὶ καὶ πόλεμον καὶ πτῶσιν , καὶ εἰ μὴ ἀσφαλίσεται , ῥίπτει αὐτὸν ὁ σατανᾶς
But if one draws but a little near to the measure of love, yet does not attain to being bound to love itself, such a one is still under fear and warfare and falling; and unless he is on his guard, Satan casts him down.
但人若只稍微挨近那愛的度量,卻未達到被那愛自身繫住的地步,這人就仍在懼怕、爭戰和墜落之下;他若不謹守,撒但就把他摔下去。
1:1915
οὕτως γὰρ πολλοὶ ἐπλανήθησαν·
For thus many have been led astray;
因為許多人就是這樣被引入迷途的;
1:1916
χάριτος εἰς αὐτοὺς γενομένης ἐνόμισαν ὅτι κατέλαβον τὴν τελειότητα καὶ ἔλεγον·
grace having come to them, they supposed that they had attained perfection and said:
恩典臨到他們,他們就以為自己已經達到完全,便說:
1:1917
ἀλλ' ὁ κύριος οὔτε τέλος ἔχει οὔτε κατάληψιν , καὶ οἱ Χριστιανοὶ οὐ τολμῶσιν εἰπεῖν ὅτι κατελάβομεν , ἀλλὰ τεταπεινωμένοι εἰσὶ νυκτὸς καὶ ἡμέρας ζητοῦντες
but the Lord has neither end nor comprehension, and Christians do not presume to say 'We have attained,' but are humbled, seeking night and day.
其實主既無終極,也不能被人完全測度,基督徒也不敢說「我們已經得著了」,倒要謙卑下來,晝夜尋求。
1:1918
ἐν τοῖς φαινομένοις τὰ γράμματα ἀτέλεστά εἰσι , καὶ οὐδεὶς οἶδε τοῦτο εἰ μὴ σχολαστικὸς ὁ μετρίως μαθὼν γράμματα
In visible things, letters are without end, and no one knows this except the scholar who has learned letters moderately.
在看得見的事上,學問是無窮盡的,惟有那略略學過字學的學者才曉得這事。
1:1919
οὕτως καὶ ὧδε οὐδενί ἐστιν καταληπτὸς ὁ θεὸς καὶ μετρητός , εἰ μὴ τοῖς γευσαμένοις ἐξ αὐτοῦ ἐκείνου , οὗ ἐδέξαντο , καὶ γνωρίζουσι τὴν ἑαυτῶν ἀσθένειαν
So also here, to no one is God comprehensible and measurable, except to those who have tasted of that very One whom they received, and they recognize their own weakness.
在這裡也是如此,神對誰都是不可測度、不可量盡的,惟有那些嘗過他們所領受之主的人才能略知,並且認識自己的軟弱。
1:1920
εἰς χωρίον ἐάν τις ἀπέλθῃ ὀλίγα γράμματα εἰδώς , ὅπου εἰσὶν ἰδιῶται , δοξάζεται ὑπ' αὐτῶν ὡς σχολαστικός , ἐπειδὴ χωρικοί εἰσιν ὁλοτελῶς μὴ εἰδότες δοκιμάσαι
If one goes to a village knowing a little learning, where there are unlearned people, he is glorified by them as a scholar, because they are rustics, wholly unable to judge.
人若略懂一點學問,去到鄉間沒有受教育之人那裡,就被他們尊為學者,因為他們是鄉野之人,全然不能評斷。
1:1921
αὐτὸς δὲ οὗτος ὁ τὰ ὀλίγα εἰδὼς γράμματα , ἐὰν ἀπέλθῃ εἰς πόλιν , ὅπου εἰσὶ ῥήτορες καὶ σχολαστικοί , οὐ τολμᾷ παραφανῆναι αὐτοῖς οὔτε λαλῆσαι·
But this same man who knows little learning, if he goes to a city where there are orators and scholars, does not dare to show himself to them nor to speak;
但這同一個略懂學問的人,他若去到有演說家和學者的城裡,就不敢在他們面前露面,也不敢開口;
1:1922
ὡς χωρικὸς γὰρ κρίνεται ὑπὸ τῶν σχολαστικῶν
for he is judged as a rustic by the scholars.
因為他被那些學者看作鄉野之人。
1:1923
Ἐρώτησις : εἰ ὢν ἐν πολέμῳ ἄνθρωπος καὶ ἔχων τὰ δύο πρόσωπα ἐν τῇ ψυχῇ αὐτοῦ , τῆς ἁμαρτίας καὶ τῆς χάριτος , μεταστῇ ἐκ τοῦ κόσμου τούτου , ποῦ προχωρεῖ κατεχόμενος εἰς τὰ δύο μέρη; Ἀπόκρισις : ὅπου ἔχει τὸν σκοπὸν ὁ νοῦς καὶ ὅπου ἀγαπᾷ , ἐκεῖ προχωρεῖ
Question: If a man who is in warfare and has the two persons in his soul—of sin and of grace—departs from this world, where does he proceed, being held by the two parts? Answer: Wherever the mind has its aim and wherever it loves, there it proceeds.
問:人若身處爭戰,魂裡有那兩面——罪與恩——就在這光景中離開了這世界,他既被這兩面拉住,要往哪裡去呢?答:心思的目標在哪裡,所愛的在哪裡,他就往哪裡去。
1:1924
μόνον εἰ ἐπέρχεταί σοι θλῖψις καὶ πόλεμος , ἀντιλέγειν ὀφείλεις καὶ μισεῖν·
Only, if affliction and warfare come upon you, you ought to gainsay and to hate;
只是患難和爭戰若臨到你,你就當抵擋、當恨惡;
1:1925
τὸ γὰρ ἐλθεῖν τὸν πόλεμον οὐκ ἔστι σόν , τὸ δὲ μισῆσαι σόν ἐστι
for the coming of the warfare is not yours, but the hating is yours.
因為爭戰之來臨不在乎你,恨惡它卻在乎你。
1:1926
καὶ τότε βλέπων ὁ κύριος τὸν νοῦν σου , ὅτι ἀγωνίζῃ καὶ ἀγαπᾷς αὐτὸν ἐξ ὅλης ψυχῆς , διαχωρίζει τὸν θάνατον ἐκ τῆς ψυχῆς σου μιᾷ ὥρᾳ ( οὐκ ἔστι γὰρ αὐτῷ δυσχερές ) καὶ προσλαμβάνεταί σε εἰς τοὺς κόλπους αὐτοῦ καὶ εἰς τὸ φῶς·
And then the Lord, seeing your mind, that you strive and love Him with all your soul, separates death from your soul in one hour (for to Him it is not difficult), and takes you into His bosom and into the light;
那時主看見你的心思,看見你竭力爭戰、盡心愛祂,就在一刻之間把死從你魂裡分開(因為這在祂並非難事),把你接到祂懷中、接入光裡;
1:1927
ἁρπάζει γάρ σε ἐν ῥοπῇ ὥρας ἐκ τοῦ στόματος τοῦ σκότους , καὶ εὐθέως μετατιθεῖ σε εἰς τὴν βασιλείαν αὐτοῦ·
for He snatches you in the twinkling of an hour out of the mouth of darkness, and at once translates you into His kingdom;
因為祂在轉瞬之間把你從黑暗的口中奪出來,立時把你遷入祂的國裡;
1:1928
τῷ γὰρ θεῷ ἐν ῥοπῇ ὥρας πάντα εὐχερῆ ἐστι ποιῆσαι , μόνον ἵνα τὴν ἀγάπην ἔχῃς πρὸς αὐτόν
for to God, in the twinkling of an hour, all things are easy to do, only that you have love toward Him.
因為在神,凡事在轉瞬之間都易如反掌,只要你向祂有愛。
1:1929
χρῄζει γὰρ ὁ θεὸς τῆς ἐργασίας τοῦ ἀνθρώπου , ἐπειδὴ κοινωνική ἐστιν ἡ ψυχὴ τῆς θεότητος
For God has need of the working of man, since the soul is a partaker of the Godhead.
因為神需要人的工作,因為靈魂乃是與神性有分的。
1:1930
Καὶ καθὼς πολλάκις εἴπομεν τὴν παραβολὴν τοῦ γεωργοῦ , ὅτι καμὼν καὶ βαλὼν τὸν σπόρον ἐν τῇ γῇ ὀφείλει ἐκδέξασθαι καὶ τὸν ἄνωθεν ὑετόν·
And just as we have often told the parable of the farmer, that having labored and cast the seed into the ground, he must also await the rain from above;
正如我們屢次所講農夫的比喻:他既勞苦,又把種子撒在地裡,就必須等候從上頭來的雨;
1:1931
ἐὰν γὰρ μὴ ἐπιφανῇ νέφη καὶ ἄνεμοι πνεύσωσιν , οὐδὲν ὠφέλησεν ὁ κάματος τοῦ γεωργοῦ , ὁ γὰρ σπόρος γυμνὸς ὑπόκειται , τοῦτο ἀνάλαβε καὶ εἰς τὸ πνευματικόν
for unless clouds appear and winds blow, the labor of the farmer profits nothing, for the seed lies bare—take this also into the spiritual realm.
因為若沒有雲彩顯現、沒有風吹起,農夫的勞苦就毫無益處,因為種子赤露躺在那裡——你也要把這話領會到屬靈的事上。
1:1932
ἐὰν μόνον ἐν τῇ ἰδίᾳ ἐργασίᾳ ἀπομείνῃ ὁ ἄνθρωπος καὶ μὴ ἐπιδέξηταί τι ξένον τῆς φύσεως αὐτοῦ , οὐ δύναται καρποὺς ἀξίους τῷ κυρίῳ ἀποδοῦναι
If man remains only in his own working and does not receive something foreign to his nature, he cannot render fruits worthy to the Lord.
人若只停留在自己的工作裡,不領受那在他本性以外的東西,就不能向主結出配得的果子。
1:1933
τί δέ ἐστιν ἡ ἐργασία τοῦ ἀνθρώπου; τὸ ἀποτάξασθαι , τὸ ἐξελθεῖν ἐκ τοῦ κόσμου , τὸ ὑπομένειν ἐν τῇ εὐχῇ , τὸ ἀγρυπνεῖν , ἀγαπᾶν τὸν θεὸν καὶ τοὺς ἀδελφούς·
And what is the working of man? To renounce, to go out from the world, to persevere in prayer, to keep vigil, to love God and the brethren;
人的工作是甚麼呢?就是撇棄一切,出離世界,恆切禱告,儆醒守夜,愛神並愛弟兄;
1:1934
ἀλλ' ἐὰν ἀπομείνῃ ἐν τῇ ἰδίᾳ ἐργασίᾳ καὶ μὴ ἐλπίσῃ ἄλλο τι ἐπιδέξασθαι , καὶ μὴ πνεύσωσιν οἱ ἄνεμοι τοῦ ἁγίου πνεύματος τῇ ψυχῇ , καὶ ἐὰν μὴ ἐπιφανῇ οὐράνια νέφη καὶ κατέλθῃ ἐξ οὐρανοῦ ὑετὸς καὶ ἐπιβρέξῃ τῇ ψυχῇ , οὐ δύναται ὁ ἄνθρωπος καρποὺς ἀξίους ἀποδοῦναι τῷ κυρίῳ
but if he remains in his own working and does not hope to receive anything else, and the winds of the Holy Spirit do not blow upon the soul, and unless heavenly clouds appear and rain comes down from heaven and waters the soul, man cannot render fruits worthy to the Lord.
但他若只停留在自己的工作裡,不指望領受別的,聖靈的風也不吹在靈魂上,並且若沒有屬天的雲彩顯現、沒有雨從天降下澆灌靈魂,人就不能向主結出配得的果子。
1:1935
γέγραπται δέ , ὅτι ὁ γεωργὸς ὅταν ἴδῃ τὸ κλῆμα φέρον καρπόν , καθαρίζει αὐτό , ἵνα πλείονα ἐξενέγκῃ·
And it is written that the farmer, when he sees the branch bearing fruit, prunes it, that it may bear more;
經上記著說:農夫看見枝子結果子,就修剪它,使它多結果子;
← prev part part 1/19 part 2/19 part 3/19 part 4/19 part 5/19 part 6/19 part 7/19 part 8/19 part 9/19 part 10/19 part 11/19 part 12/19 part 13/19 part 14/19 part 15/19 part 16/19 part 17/19 part 18/19 part 19/19 next part →