📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Cure of the Greek Maladies

Theodoret

Cure of the Greek Maladies 1 part 1/16

Greek original · 153 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:1–1:153 (2972 verses in all)

next part →
1:1
Πολλάκις μοι τῶν τῆς Ἑλληνικῆς μυθολογίας ἐξηρτημένων ξυντετυχηκότες τινὲς τήν τε πίστιν ἐκωμῴδησαν τὴν ἡμετέραν, οὐδὲν ἄλλο λέγοντες ἡμᾶς τοῖς τὰ θεῖα παρ' ἡμῶν παιδευομέ νοις τὸ πιστεύειν παρεγγυᾶν, καὶ τῆς τῶν ἀποστόλων κατηγό ρουν ἀπαιδευσίας, βαρβάρους ἀποκαλοῦντες, τὸ γλαφυρὸν τῆς εὐεπείας οὐκ ἔχοντας·
Often, when I have fallen in with certain men addicted to the mythology of the Greeks, they have ridiculed our faith, saying that we do nothing more than enjoin upon those whom we instruct in divine matters simply to believe; and they accused the apostles of being unlearned, calling them barbarians who lacked the polish of fine speech.
我屢次遇見一些沉迷於希臘神話的人,他們譏笑我們的信仰,說我們對受教於我們、學習神聖之事的人,無非是吩咐他們「只要相信」;他們又指控眾使徒沒有學問,稱他們為野蠻人,缺乏優美言辭的文采。
1:2
καὶ τὸ γεραίρειν δὲ τοὺς μάρτυρας κατα γέλαστον ἔφασκον, καὶ λίαν ἀνόητον τὸ πειρᾶσθαι τοὺς ζῶντας παρὰ τῶν τεθνεώτων ὠφέλειαν πορίζεσθαι·
They also declared that honouring the martyrs was laughable, and that it was utterly senseless for the living to try to procure benefit from the dead.
他們又說,敬奉殉道者乃是可笑之事,活人竟想從死人得益處,實在愚不可及。
1:3
προσετίθεσαν δὲ καὶ. ἕτερα ἄττα παραπλήσια τούτοις, διδάξει τὸ ξύγγραμμα
And they added other things very like these, which this treatise will set forth.
他們還添上其他類似的指責,本書將一一陳明。
1:4
Ἐγὼ δὲ πρὸς μὲν ἐκείνους ἅπερ ἐχρῆν διεξῆλθον, τὰ κατηγορήματα διαλύων·
To those men I gave the answers that were fitting, refuting their accusations.
對那些人,我已作出了應有的回答,駁斥了他們的指控。
1:5
ἀνόσιον δὲ ᾠήθην καὶ δυσσεβὲς παριδεῖν τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους ὑπ' ἐκείνων ἀπατωμένους καὶ μὴ ξυγγράψαι. καὶ διελέγξαι τῶν κατηγορημάτων τὸ μάταιον
But I judged it impious and ungodly to overlook those of simple character who were being deceived by such men, and not to write down and expose the vanity of these charges.
然而我認為,若坐視那些心思單純、被這等人欺哄的人,而不著書揭露這些指控的虛妄,乃是不虔不敬之事。
1:6
Καὶ διεῖλον μὲν εἰς δυοκαίδεκα διαλέξεις τὴν πραγματείαν, τὸν ἀνειμένον δὲ χαρακτῆρα τοῖς λόγοις ἐντέθεικα·
I have divided the work into twelve discourses, and have given the discussions a relaxed, flowing style;
我把這部著作分為十二篇講論,並使行文採用較為舒緩流暢的文體;
1:7
τῇ διδασκαλίᾳ γὰρ εἶναι τοῦ τον ὑπείληφα πρόσφορον, ἄλλως τε καὶ ταῖς Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων χρώμενον μαρτυρίαις ἔδει καὶ τοὺς λόγους μὴ παντάπασιν ἀπᾴδοντας ξυναρμόσαι, ἀλλ' ἔχοντάς τινα πρὸς ἐκεί νας ἐμφέρειαν
for I judged this suited to instruction—especially since, making use of the testimonies of Plato and the other philosophers, it was necessary that my own words, not being wholly out of tune with theirs, should be fitted to them and bear some resemblance to them.
因為我認為這體裁適於教導——尤其因為既引用柏拉圖及其他哲學家的見證,我自己的話也必須與他們的不致全然不協,而要與之相配,並帶有幾分相似。
1:8
δὲ πρώτη διάλεξις τὴν ὑπὲρ τῆς πίστεως καὶ τῆς τῶν ἀποστόλων ἀπαιδευσίας ἀπολογίαν ποιεῖται, ἐκ τῶν Ἑλληνικῶν φιλοσόφων τὰς ἀποδείξεις προσφέρουσα
The first discourse offers a defence on behalf of faith and of the apostles' lack of formal learning, drawing its proofs from the Greek philosophers.
第一篇講論為信仰、以及為眾使徒缺乏學問作辯護,並從希臘哲學家本身取證。
1:9
δὲ δευτέρα τῶν παρ' Ἕλλησιν ὀνομαστοτάτων σοφῶν καὶ τῶν μετ' ἐκείνους φιλοσόφων ἐπικληθέντων τὰς περὶ τῆς τῶν ὅλων ἀρχῆς ἀπαριθμεῖται δόξας·
The second enumerates the opinions held about the first principle of all things by the most renowned sages among the Greeks and by those after them who were called philosophers;
第二篇列舉希臘人中最負盛名的智者、以及其後被稱為哲學家的人,關於萬物本原所持的種種見解;
1:10
καὶ Μωϋσοῦ τοῦ πάντων ἐκεί νων πρεσβυτάτου τὴν ἀληθῆ θεολογίαν ἐκ παραλλήλου τιθεῖσα, τὴν μὲν ἐκείνων διελέγχει ψευδολογίαν, τῆς δὲ τούτου διδασκα λίας ἀστράπτουσαν δείκνυσι τὴν ἀλήθειαν
and setting beside them the true theology of Moses, who was older than all of them, it refutes their false teaching and shows the dazzling truth of his doctrine.
並把比他們眾人都更古老的摩西所傳的真神學與之並列,駁斥他們的謬說,顯明摩西教訓中閃耀的真理。
1:11
δὲ τρίτη διδάσκει, τίνα μὲν περὶ τῶν δευτέρων παρ' Ἕλλησι καλουμένων θεῶν παρ' ἐκείνοις μεμυθολόγηται, τίνα δὲ περὶ τῶν ἀσωμάτων, κτιστῶν δὲ φύσεων ἡμᾶς θεία διδάσκει γραφή, ὥστε πάλιν τῇ παρεξετάσει καὶ τῶν παρ' ἡμῖν θρησκευο μένων δειχθῆναι τὸ ἀξιέπαινον καὶ τῶν μυσαρῶν ἐκείνων μύθων τὸ δυσειδὲς καὶ δυσῶδες διελεγχθῆναι
The third teaches what has been told in myth among the Greeks concerning those they call the secondary gods, and what divine Scripture teaches us concerning incorporeal but created natures—so that again, by this comparison, the praiseworthiness of what we revere may be displayed, and the foulness and stench of those abominable myths exposed.
第三篇講述希臘人對他們所謂「次等諸神」的神話傳說,以及神聖經卷所教導我們關於無形體卻是受造之性的事——如此再藉這對照,顯明我們所敬奉者之可讚,並揭露那些可憎神話的醜陋與惡臭。
1:12
δὲ τετάρτη περὶ τῆς ὕλης καὶ τοῦ κόσμου τὴν ὑπόθεσιν ἔχει καὶ δείκνυσι τὴν ἡμετέραν κοσμογένειαν πολλῷ τῆς Πλά τωνος καὶ τῶν ἄλλων πρεπωδεστέραν
The fourth takes as its subject matter and the cosmos, and shows that our account of the world's origin is far more seemly than that of Plato and the others.
第四篇以物質與宇宙為題,顯明我們論世界起源的說法,遠比柏拉圖及其他人的更為合宜。
1:13
Περὶ δὲ τῆς τοῦ ἀνθρώπου φύσεως πέμπτη δέδεκται τὸν ἀγῶνα, καὶ τὰς Ἑλληνικὰς δόξας καὶ τὰς Χριστιανικὰς ἐπιδεικ νῦσα καὶ ὅσον φωτὸς καὶ σκότους διδάσκουσα τὸ διάφορον
Concerning the nature of man, the fifth takes up the contest, displaying both the Greek and the Christian opinions and teaching how great is the difference between them—as of light and darkness.
關於人的本性,第五篇接續這場辯論,陳明希臘與基督教雙方的見解,並教導二者的差異如何之大——正如光與暗的分別。
1:14
Τὴν ἕκτην δὲ τάξιν περὶ τῆς προνοίας ἔλαχε λόγος
The sixth place fell to the discourse on providence,
第六篇論的是天命(神的眷顧),
1:15
καὶ φυσικοῖς δὲ λογισμοῖς ἐπιδείκνυσι ταύτην ἐν τῇ κτίσει θεωρουμένην καὶ ἐν ἑκάστῳ τῶν θεόθεν γινομένων προ φαινομένην
and by natural reasonings it demonstrates that this providence is to be observed in the creation and appears in each of the things brought about by God.
並以自然的推理證明,這天命可在受造萬物中得見,並顯現於凡出於神而成就的每一事物之中。
1:16
Ἐπειδὴ δὲ καὶ τῶν θυσιῶν ἔδει δεῖξαι τὸ περιττόν, ἑβδόμη διάλεξις τοῦτον περιέχει τὸν λόγον, φιλοσόφοις μὲν λόγοις τῶν θυσιῶν τῶν Ἑλληνικῶν κατηγοροῦσα, προφητικοῖς δὲ τὸ νηπιῶ δες τῆς Ἰουδαίων νομοθεσίας ἐπιδεικνῦσα
Since it was necessary also to show the superfluity of the sacrifices, the seventh discourse contains this argument, accusing the Greek sacrifices by philosophical arguments, and by prophetic ones exposing the childishness of the Jewish legislation.
既必須顯明祭祀的多餘,第七篇便涵蓋此論題,以哲學的論證指責希臘的祭祀,又以先知的話揭露猶太律法之幼稚。
1:17
φιλοσόφων καὶ ξυγγραφέων, καὶ μέντοι καὶ ποιητῶν μαρτυρίαις χρωμένη καὶ ἐπιδεικνῦσα, ὡς Ἕλληνες οὐ μόνον χοαῖς, ἀλλὰ καὶ θυσίαις τοὺς τεθνεῶτας ἐτίμων, τοὺς μὲν θεούς, τοὺς δὲ ἡμιθέους, τοὺς δὲ ἥρωας ὀνομάζοντες, καὶ τούτων τοὺς πλείστους ἀκολασίᾳ ξυνεζηκότας
Using the testimonies of philosophers and historians, and indeed of poets as well, it shows that the Greeks honoured the dead not only with libations but also with sacrifices, calling some of them gods, some demigods, and some heroes—most of whom had lived in licentiousness.
它引用哲學家、史家、乃至詩人的見證,顯明希臘人不僅以奠酒、更以祭物來尊崇死者,稱其中一些為神、一些為半神、一些為英雄——而這些人大多曾活在放縱之中。
1:18
Προύργου δὲ ᾠήθην καὶ τοῖς παρ' Ἕλλησιν ὀνομαστοτάτοις γεγενημένοις νομοθέταις τοὺς ἡμετέρους παρεξετάσαι, τοὺς ἁλιέας λέγω καὶ τὸν σκυτοτόμον καὶ τοὺς τελώνας, καὶ δεῖξαι πάλιν ἐκ ξυγκρίσεως τὸ διάφορον, καὶ ὡς ἐκεῖνοι μὲν οἱ νόμοι μετὰ τῶν τεθεικότων τῷ τῆς λήθης παρεδόθησαν ζόφῳ, οἱ δὲ τῶν ἁλιέων ἀνθοῦσιν οὐ μόνον παρ' Ἕλλησι καὶ Ῥωμαίοις, ἀλλὰ καὶ παρὰ Σκύθαις καὶ Σαυρομάταις καὶ Πέρσαις καὶ τοῖς ἄλλοις βαρ βάροις
I judged it useful also to compare our own lawgivers with those who had become most renowned among the Greeks—I mean the fishermen, the leather-worker, and the tax-collectors—and again to show by comparison the difference: that those laws perished, along with their framers, in the gloom of oblivion, whereas the laws of the fishermen flourish not only among Greeks and Romans, but also among Scythians, Sarmatians, Persians, and the other barbarians.
我也認為,把我們的立法者與希臘人中最負盛名者相比,乃是有益的——我指的是那些漁夫、那製皮匠(保羅)和那些稅吏——再藉對照顯出差異:那些律法連同制定者都已沒入遺忘的幽暗,而漁夫們所傳的律法卻不僅在希臘人和羅馬人中興盛,也在西古提人、撒馬提亞人、波斯人及其他蠻族中興旺。
1:19
Ταύτην δὲ τὴν παρεξέτασιν ἐνάτη περιέχει διάλεξις
This comparison the ninth discourse contains.
這對照乃包含在第九篇講論之中。
1:20
Ἀλλὰ γὰρ καὶ τῆς πρακτικῆς ἀρετῆς ἐπιδείκνυμι τὸ διάφορον, ἐπειδὴ μάλα καὶ τὴν Ἑλληνικὴν ξυμμορίαν ἐπὶ τοῖς πάλαι γεγενημένοις φιλοσόφοις βρενθυομένην ὁρῶ καὶ τὸν ἐκείνων βίον αἴρειν τοῖς λόγοις ἐπιχειροῦντας
But indeed I also display the difference in practical virtue, since I see the Greek faction giving itself great airs over the philosophers of old and undertaking to extol their lives in their speeches.
我更要陳明在實踐德行上的差異,因我見希臘的那一派人,因古代的哲學家而自命不凡,並在言辭中極力高舉那些人的生平。
1:21
Ἐπιδείξει τοίνυν δευ τέρα καὶ δεκάτη διάλεξις, ὡς ἐκείνων μὲν βίος οὐ μόνον φιλοσόφων, ἀλλὰ καὶ ἀνδραπόδων ἐπαινουμένων ἀνάξιος, δὲ τῶν ἀποστόλων καὶ τῶν ἐκείνοις ἑπομένων τῆς φύσεως τῆς ἀνθρωπίνης ὑπέρτερος καὶ τοῖς σωμάτων ἀπηλλαγμένοις καὶ τὸν οὐρανὸν περιπολοῦσι προσόμοιος
The twelfth discourse will therefore show that the life of those men was unworthy not only of philosophers but even of praiseworthy slaves, whereas the life of the apostles and of those who followed them was superior to human nature and like that of beings freed from bodies and ranging about heaven.
因此第十二篇講論要顯明:那些人的生平不僅不配稱哲學家,連可稱讚的奴僕也不如;而眾使徒及跟隨他們之人的生平,卻超越了人性,如同脫離身體、遨遊諸天之靈的生活。
1:22
Ὄνομα δὲ τῷ βιβλίῳ Ἑλληνικῶν θεραπευτικὴ παθημάτων Εὐαγγελικῆς ἀληθείας ἐξ Ἑλληνικῆς φιλο σοφίας ἐπίγνωσις
The name of the book is The Cure of the Greek Maladies, or The Recognition of Evangelical Truth from Greek Philosophy.
本書名為《醫治希臘病》,又名《從希臘哲學認識福音真理》。
1:23
Ἐγὼ μὲν οὖν τῆς τε τῶν νοσούντων ἕνεκα θεραπείας καὶ τῆς τῶν ὑγιαινόντων προμηθούμενος ὠφελείας τοῦτον ἀνεδεξάμην τὸν πόνον·
I, then, both for the sake of healing the sick and providing for the benefit of the healthy, have undertaken this labour;
因此,我既為醫治患病者,又為使健康者得益,便擔起了這勞苦;
1:24
τοὺς δὲ τοῖς ἀλλοτρίοις ἐντυγχάνοντας πόνοις παρα καλῶ, εἰ μὲν ἅπαντα εὖ ἔχει τὰ γεγραμμένα, τὸν τούτων ἀνυ μνῆσαι δοτῆρα καὶ τοῖς πεπονηκόσι προσευχὰς ἀντιδοῦναι·
and I exhort those who come upon the labours of others: if everything written is well, to praise the Giver of these things and to render prayers in return to those who have toiled;
我勸勉那些閱讀別人勞作的人:若所寫的盡都美善,就當讚美這一切的賜予者,並以禱告回報那勞苦著作的人;
1:25
εἰ δέ τινα ἐλλείπει, μὴ πάντων ὁμοῦ τούτων εἵνεκα καταγνῶναι, ἀλλ' ἐκ τῶν εὖ εἰρημένων τὸ κέρδος κομίσασθαι
but if some things are deficient, not to condemn the whole on account of these, but to gain the profit from what has been well said.
若有些地方有所欠缺,不要因此就全盤定罪,而要從那寫得好的部分得著益處。
1:26
Ἰατρικὴ θεραπεία ἔστι μέν που καὶ σώματος, ἔστι δ' ἄρα καὶ ψυχῆς·
Medical healing exists, I suppose, both for the body, and also indeed for the soul;
醫治之術,我想,既為身體,也為靈魂而設;
1:27
καὶ γὰρ δὴ καὶ ταύτῃ κἀκείνῳ συχνὰ προσγίνεται πάθη,. ἀλλὰ τῷ μὲν ἀκούσια, τῇ δέ, ὡς ἐπίπαν, αὐθαίρετα
for to each of these—to the one and to the other—many afflictions come; but to the body they come involuntarily, while to the soul, for the most part, they are self-chosen.
因為這二者——身體與靈魂——都會遭遇諸多疾患;只是臨到身體的多是不由自主,而臨到靈魂的,多半是自取的。
1:28
Τοῦτο οὖν εὖ εἰδώς, οἷα δὴ πάνσοφος Θεὸς καὶ ψυχῶν καὶ σωμάτων καὶ τῶν ὅλων δημιουργός, ἑκατέρᾳ φύσει προσένειμεν ἁρμόδια φάρ μακα, καὶ μέντοι καὶ ἰατροὺς ἐπέστησε, τοὺς μὲν ταύτην, τοὺς δὲ ἐκείνην ἐκπαιδεύσας τὴν ἐπιστήμην, καὶ στρατηγεῖν καὶ ἀρι. στεύειν κατὰ τῶν νοσημάτων ἐκέλευσεν
Knowing this well, God—being all-wise, the Creator of souls and bodies and of all things—assigned to each nature its fitting remedies, and moreover appointed physicians, training some in this science and some in that, and bade them generalship and to fight valiantly against the diseases.
神深知此事,祂既是全智的,是靈魂、身體與萬物的創造者,便為每一性分派了合宜的藥物,更設立了醫者,訓練一些人精通此一學問、一些人精通彼一學問,又吩咐他們統御群病、奮勇與疾病爭戰。
1:29
Ἀλλ' οἱ μὲν τὸ σῶμα οὐκ εὖ διακείμενοι καὶ τὴν νόσον δυσχεραίνουσι καὶ ὑγείας ἱμεί ρονται καὶ τοῖς ἰατροῖς εἴκουσιν, οὐ μόνον ἤπια προσφέρουσι φάρ μακα, ἀλλὰ κἂν τέμνωσι, κἂν καίωσι, κἂν λιμώττειν κελεύωσι, κἂν πικρῶν τινων καὶ ἀηδῶν μεστὰς προσφέρωσι κύλικας·
But those whose bodies are not in good condition, both chafing at the disease and longing for health, yield to the physicians, who apply not only gentle remedies but also—even if they cut, even if they cauterize, even if they bid them go hungry, even if they offer cups full of bitter and unpleasant things;
凡身體有病的人,既厭惡疾病、又渴慕健康,就順從醫者,醫者所用的不僅是溫和的藥物——即便動刀、即便燒灼、即便吩咐禁食、即便遞上滿盛苦澀難嚥之物的杯,
1:30
καὶ διὰ τοιαύτης ἀνιαρᾶς ἐπιμελείας τὴν ὑγείαν καρπούμενοι, μισθὸν τοῖς οὕτως ἀκουμένοις ὀρέγουσι, καὶ τὴν θεραπείαν δεχόμενοι τὴν τῶν φαρμάκων οὐ περιεργάζονται σκευασίαν·
and reaping health through such grievous care, they offer payment to those who heal them thus, and in receiving the treatment they do not pry into the preparation of the remedies;
他們既藉這痛苦的治療得回健康,便向如此醫好他們的人付酬,而在接受醫治時,並不去細究那藥物是如何調製的;
1:31
τὴν γάρ τοι. σωτηρίαν ποθοῦσιν, οὐ τὸν ταύτης τρόπον ἀνερευνῶσιν
for they long for salvation, they do not investigate its manner.
因為他們渴慕的是得救(康復),並不深究其方法。
1:32
Οἱ δὲ τῆς ἀπιστίας τὴν λώβην εἰσδεδεγμένοι οὐ μόνον ἀγνοοῦσι τὴν παγχάλεπον νόσον, ἀλλὰ καὶ τῆς ἄκρας εὐκληρίας ἀπολαύειν ὑπολαμβάνουσιν·
But those who have admitted the ruin of unbelief not only are ignorant of their grievous disease, but even suppose themselves to be enjoying the highest good fortune;
然而那些染上不信之毀壞的人,不但不知自己患了重病,反倒以為自己正享受著至高的福分;
1:33
φάρμακον τῷ πάθει προσενεγκεῖν ἐθελήσῃ, ἀποπηδῶ σιν αὐτίκα, καθάπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ καὶ τὴν σφίσι προσφερομένην ἀποσείονται θεραπείαν καὶ τὴν ἰατρείαν ὡς ἀρρω. στίαν ἀποδιδράσκουσιν
and whenever anyone wishes to apply a remedy to their malady, they at once leap away—just like those gripped by frenzy, who shake off the treatment offered them and flee from healing as from a sickness.
每逢有人想對他們的病施藥,他們便立刻跳開——正如那些被狂亂之症轄制的人,把人遞給他們的醫治甩開,把醫療當作疾病一般逃避。
1:34
Χρὴ μέντοι τοὺς ταύτην μετιόντας τὴν ἐπιστήμην καὶ χαλεπαίνοντας φέρειν καὶ λοιδορουμένων ἀνέ χεσθαι, κἂν πὺξ παίωσι, κἂν λακτίζωσι, τοιαῦτα γὰρ δὴ ἄττα πλημμελοῦσιν οἱ παραπαίοντες·
Those who pursue this science must, however, both endure them when they grow angry and put up with their abuse—even if they strike with the fist, even if they kick; for such are the offences committed by those who are out of their senses;
然而從事此門學問的人,必須在他們發怒時容忍他們,在他們辱罵時忍耐——即便他們揮拳、即便他們踢踹;因為神智失常的人所犯的,正是這類過失;
1:35
καὶ οὐ δυσχεραίνουσι τούτων γινομένων οἱ ἰατροί, ἀλλὰ καὶ δεσμὰ προσφέρουσι καὶ καταιονῶσι βίᾳ τὰς κεφαλὰς καὶ πᾶσαν μηχανὴν ἐπινοοῦσιν, ὥστε τὸ πάθος ἐξελάσαι καὶ τὴν προτέραν τῶν μορίων ἁρμονίαν ἀποδοῦναι τῷ. ὅλῳ
and the physicians are not vexed when these things happen, but even apply bonds and forcibly douse their heads and devise every contrivance, so as to drive out the malady and restore to the whole the former harmony of the parts.
醫者遇見這些事並不惱怒,反倒上綁繩、強行往他們頭上澆水、想盡一切辦法,要把病趕出去,使各部分恢復先前的協調,重歸整全。
1:36
Τοῦτο δὴ καὶ ἡμῖν ποιητέον, καὶ τῶν οὕτω διακειμένων ἐπιμελητέον εἰς δύναμιν
This, then, we too must do, and must care for those so disposed as far as we are able.
因此,我們也當如此行,盡我們所能去照顧這樣的人。
1:37
Εἰ γὰρ καὶ ὀλίγοι λίαν εἰσὶν οἱ τῷ πάθει δεδουλωμένοι καὶ ἐοίκασιν ὑποστάθμῃ τινὶ παχείᾳ τῶν τοῦ διυλιστῆρος οὐ διϊκνουμένῃ πόρων διὰ παχύτητα, ἀλλ' οὖν οὐκ ἀμελητέον αὐτῶν οὐδὲ παροπτέον φθειρομένους ὑπὸ τοῦ πάθους, ἀλλὰ πάντα πόρον ἐξευρητέον, ὥστε τὴν ἐπικειμένην αὐτοῖς ὁμί χλην ἀποσκεδάσαι καὶ τοῦ νοεροῦ φωτὸς ἐπιδεῖξαι τὴν αἴγλην
For even if those enslaved to the malady are very few, and resemble some thick sediment that does not pass through the pores of the strainer because of its thickness, yet they must not be neglected, nor must we overlook them as they perish under the malady; rather, every passage must be sought out, so as to scatter the mist that lies upon them and to display the radiance of the intellectual light.
縱使被此病轄制的人極少,如同某種濃稠的渣滓,因其黏厚而不能通過濾器的孔隙,卻也不可忽視他們,不可任他們在病中滅亡而置之不理;倒要尋遍一切途徑,把籠罩他們的迷霧驅散,顯出那屬理智之光的輝煌。
1:38
Οὐδεὶς γὰρ φιλόπονος γεωργὸς τὰς μὲν πολλὰς ἀκάνθας ἐκτέ. μνει, τὰς δὲ ὀλίγας ἐᾷ, ἀλλὰ κἂν δύο εὕρῃ, κἂν μίαν, πρόρρι ζον ἀνασπᾷ καὶ καθαρὸν ἀποφαίνει τὸ λήϊον
For no diligent farmer cuts out the many thorns yet leaves the few; rather, even if he finds two, even if one, he tears it up by the root and renders his cornfield clean.
因為勤勞的農夫絕不會剷除眾多荊棘,卻留下幾根;倒是即便只找到兩根、甚至一根,也要連根拔起,使他的禾田潔淨。
1:39
Πολλῷ δὴ οὖν μᾶλλον τοῦτο ποιητέον ἡμῖν·
Much more, then, must we do this;
那麼我們更當如此行;
1:40
οὐ γὰρ ἐκτέμνειν, ἀλλὰ μεταβάλ λειν τὰς ἀκάνθας τῆς ἡμετέρας γεωργίας παρακελεύεται. νόμος
for the law of our husbandry bids us not to cut out, but to transform the thorns.
因為我們耕作的律法所吩咐的,不是剷除荊棘,而是使它變化。
1:41
Φέρε τοίνυν καὶ ὡς ἀκάνθαις τὴν γεωργικὴν προσενέγκω μεν δίκελλαν καὶ τῇ μακέλλῃ τοῦ λόγου τὰς τῶν ἀκοῶν ἀνευρύ νωμεν αὔλακας, ἵνα μηδὲν τῶν ἐν μέσῳ κειμένων κωλυμάτων ἐπίσχῃ τῆς ἀρδείας τὸ ῥεῖθρον·
Come then, let us bring the husbandman's hoe to the thorns, and with the mattock of reasoning open up the furrows of their hearing, so that none of the obstacles lying in the way may check the stream of irrigation;
來吧,讓我們把農夫的鋤頭對著這些荊棘,以理性的鏟子掘開他們耳中的犁溝,好使橫亙路中的障礙無一能攔阻那灌溉的水流;
1:42
καὶ μὲν δὴ καὶ ὡς ἀρρωστοῦντας καταιονήσωμεν καὶ τὰ σωτήρια καὶ παιώνια προσενέγκωμεν φάρμακα
and indeed let us, as upon the sick, pour out the douche and apply the saving and healing remedies.
並且讓我們如同對待病人一般,澆灑、並施用那拯救而醫治的藥物。
1:43
Πρῶτον δέ γε τῶν ἄλλων τὸ τῆς οἰήσεως ἰατρεύσωμεν πά θος
First of all, let us heal the malady of conceit.
首先,讓我們醫治那自負的病。
1:44
Καὶ γὰρ δή τινες αὐτῶν, ποιητικῶν καὶ ῥητορικῶν λόγων μετεσχηκότες, τινὲς δὲ καὶ τῆς Πλάτωνος εὐεπείας ἀπογευσά μενοι, καταφρονοῦσι μὲν τῶν θείων λογίων, ὡς ἥκιστα κεκαλ λιεπημένῃ φράσει κεκομψευμένων, οὐκ ἀξιοῦσι δὲ παρ' ἀνδρῶν. ἁλιέων μαθεῖν τὴν τοῦ ὄντος ἀλήθειαν
For indeed some of them, having had a share in poetic and rhetorical learning, and some having tasted of Plato's eloquence, despise the divine oracles as composed in a style not at all finely embellished, and do not deign to learn the truth of Being from fishermen.
因為他們中有些人略通詩文與修辭,有些人嘗過柏拉圖的雄辯,便輕看神聖的話語,以為其文體毫不華美,不屑於從漁夫們學習那「真實存有」的真理。
1:45
Καὶ τέχνης μὲν ἑκάστης δρεπόμενοι τοὺς καρπούς, τὰς τῶν τεχνιτῶν οὐ περιεργάζονται γλώττας·
And while they pluck the fruits of every craft, they do not meddle with the tongues of the craftsmen;
他們既採摘各樣技藝的果實,卻不去計較工匠們所操的語言;
1:46
οὐδὲ γὰρ Ἀττικοὺς εἶναι τοὺς σκυτοτόμους ἀπαιτοῦσιν τοὺς χαλκέας τοὺς τέκτονας τοὺς ζωγράφους τοὺς ναυ πηγοὺς τοὺς κυβερνήτας, ἀλλὰ κἂν Σκύθαι ὦσι, κἂν Σαυρο μάται, κἂν Ἴβηρες, κἂν Αἰγύπτιοι, μεθ' ἡδονῆς ἀπολαύουσι τῶν τεχνῶν, μόνην ἀπαιτοῦντες τὴν τούτων ἀκρίβειαν, τὴν δὲ τῶν. ἐθνῶν διαφορὰν ἥκιστα δυσχεραίνουσιν
for they do not require their leather-workers or smiths or carpenters or painters or shipwrights or pilots to be Athenians, but even if they are Scythians, Sarmatians, Iberians, or Egyptians, they enjoy their crafts with pleasure, demanding only the accuracy of these, and not at all minding the difference of their nations.
因為他們並不要求皮匠、鐵匠、木匠、畫匠、造船匠或舵手必須是雅典人;即便他們是西古提人、撒馬提亞人、伊比利亞人或埃及人,他們仍樂於享用其手藝,只講求其精準,對他們民族的差異毫不介意。
1:47
Καὶ κιθαριστοῦ μὲν ἀκούοντες, τῶν κρουμάτων μόνον ἀπαιτοῦσι τὴν ἁρμονίαν, οὐ μὴν εἰ Ἕλλην ἐστὶν βάρβαρος ἐπιζητοῦσι μαθεῖν·
And when they listen to a lyre-player, they require only the harmony of his playing, and do not at all seek to learn whether he is Greek or barbarian;
他們聽彈琴者時,只講求其演奏的和諧,根本不去探問他是希臘人還是蠻族人;
1:48
μόνην δ' ἄρα τῆς ἀληθείας τὴν μάθησιν ἀπεριέργως λαβεῖν οὐκ ἐθέλου σιν, ἀλλ' ἀτιμίαν ὑπολαμβάνουσιν, εἰ βάρβαρος αὐτοὺς ταύτην τὴν γλῶτταν παιδεύοι·
yet the learning of the truth alone they are unwilling to receive without fuss, but reckon it a disgrace if a barbarian should teach them this tongue;
唯獨對真理的學習,他們卻不肯平心接受,反以為若由一個蠻族人來教他們這道,乃是羞辱;
1:49
καὶ τοῦτον ἔχουσι τὸν τύφον ἄνδρες οὐδ' εἰς ἄκρον τῆς Ἑλληνικῆς φιλοσοφίας ἐληλακότες, ἀλλ' ὀλίγων τινῶν, τὸ δὴ λεγόμενον, ἄκροις χείλεσι γεγευμένοι καὶ σμικρὰ ἄττα ἔνθεν κἀκεῖθεν ἠρανισμένοι
and this vanity is held by men who have not even reached the heights of Greek philosophy, but who, as the saying goes, have tasted of only a few things with the tips of their lips, and have gleaned a few scraps from here and there.
懷這虛榮的,竟是些連希臘哲學的高峰也未曾攀至的人,正如俗語所說,只用嘴唇尖嘗過寥寥幾口,東拼西湊地撿了一些零碎。
1:50
Οἱ δὲ τῶν Ἑλληνικῶν φιλοσόφων περιφανέστατοι, ὧν μνήμη παρὰ τοῖς ἐλλογίμοις μέχρι καὶ τήμερον πολυθρύλητος, Φερε κύδης Σύριος καὶ Πυθαγόρας Σάμιος καὶ Θαλῆς Μιλήσιος καὶ Σόλων Ἀθηναῖος, καὶ μέντοι καὶ Πλάτων ἐκεῖνος, Ἀρίστωνος μὲν υἱός, Σωκράτους δὲ φοιτητής, εὐστομίᾳ δὲ πάν τας ἀποκρύψας, οὐκ ὤκνησαν ἕνεκα τοῦ τἀληθὲς ἐξευρεῖν καὶ Αἴγυπτον περινοστῆσαι καὶ Θήβας τὰς Αἰγυπτίας καὶ Σικελίαν καὶ Ἰταλίαν, καὶ ταῦτα οὐ μιᾶς βασιλείας τάδε τὸ τηνικαῦτα ἰθυνούσης τὰ ἔθνη, ἀλλὰ διαφόρων μὲν πολιτειῶν ἐν ταῖς πόλε σιν οὐσῶν, διαφόρων δὲ νόμων·
But the most illustrious of the Greek philosophers, whose memory is on the lips of the learned and much spoken of even to this day—Pherecydes the Syrian, Pythagoras the Samian, Thales the Milesian, Solon the Athenian, and indeed that Plato, son of Ariston and disciple of Socrates, who surpassed them all in eloquence—did not shrink, for the sake of finding the truth, from journeying about Egypt and Egyptian Thebes and Sicily and Italy; and this, when not a single kingdom then governed those nations, but there were different forms of government in the cities and different laws;
然而希臘哲學家中最顯赫的,其名直到今日仍為學者所稱頌——敘利亞的斐瑞庫德斯、薩摩斯的畢達哥拉斯、米利都的泰利斯、雅典的梭倫,更有那位柏拉圖,是亞里斯通之子、蘇格拉底的門生、辯才超越眾人——他們為尋求真理,並不憚於遍歷埃及、埃及的底比斯、西西里與義大利;而當時並非由單一王國統管那些民族,各城邦政體不同、律法各異;
1:51
αἱ μὲν γὰρ δημοκρατίαν, αἱ δὲ. ὀλιγαρχίαν ἠσπάζοντο, καὶ οἱ μὲν ἐτυραννοῦντο, οἱ δὲ ἐννόμως ἐβασιλεύοντο
for some embraced democracy, some oligarchy, and some were under tyranny, while others were ruled lawfully by kings.
因為有的奉行民主,有的奉行寡頭,有的受暴君統治,有的則由君王依法治理。
1:52
Ἀλλ' ὅμως οὐδὲν αὐτοὺς τούτων ἐπέσχε τῶν κωλυ μάτων παρὰ βαρβάρους ἀνθρώπους δραμεῖν καὶ μαθεῖν παρ' αὐτῶν, ἅπερ αὐτοὺς ἄμεινον γινώσκειν ἑαυτῶν ὑπελάμβανον
Yet none of these obstacles held them back from hastening to barbarian peoples and learning from them what they supposed those men knew better than themselves;
然而這些障礙無一能攔阻他們奔赴蠻族之地,向他們學習那些他們以為對方比自己更懂得的事;
1:53
παρ' Ἑβραίων τὰ περὶ τοῦ ὄντος διδαχθῆναι Θεοῦ
namely, to be taught by the Hebrews the things concerning the existent God.
也就是要從希伯來人領受關於那「真實存有的神」的教導。
1:54
Καὶ ταῦτα διδάσκει μὲν Πλούταρχος Βοιώτιος, διδάσκει δὲ καὶ Πορφύριος κατὰ τῆς ἀληθείας λυττήσας, καὶ μέντοι καὶ Νουμήνιος . Πυθαγόρειος καὶ ἕτεροι πλεῖστοι
And these things Plutarch the Boeotian teaches, and Porphyry too teaches them—he who raged against the truth—and moreover Numenius the Pythagorean and very many others.
這些事,波俄提亞的普魯塔克教導過,那狂攻真理的波菲利也教導過,畢達哥拉斯學派的努美尼烏斯,以及其他許多人亦然。
1:55
Φασὶ δὲ τὸν Πυθαγόραν καὶ περιτομῆς ἀνασχέσθαι, τοῦτο παρ' Αἰγυπτίων μεμαθηκότα·
They say that Pythagoras also submitted to circumcision, having learned this from the Egyptians;
他們說,畢達哥拉斯也曾接受割禮,這是他從埃及人學來的;
1:56
Αἰγύπτιοι δὲ παρ' Ἑβραίων τόνδε τὸν νόμον παρέλαβον
and the Egyptians received this law from the Hebrews.
而埃及人這律法乃是從希伯來人領受的。
1:57
Ἁβραὰμγὰρ τοῦ πατριάρχου παρὰ τοῦ Θεοῦ τῶν ὅλων τῆς περιτομῆς δεξαμένου τὴν ἐντολήν, ἐφύλαξε μὲν ταύτην τὸ γένος·
For when Abraham the patriarch received from the God of all the commandment of circumcision, his race kept this;
因為先祖亞伯拉罕從萬有之神領受了割禮的命令,他的後裔便謹守此例;
1:58
ᾤκησε δ' ἐπὶ πλεῖστον τὴν Αἴγυπτον, ἐζήλωσαν δὲ τοὺς Ἑβραίους. Αἰγύπτιοι
and they dwelt in Egypt for a very long time, and the Egyptians emulated the Hebrews.
他們在埃及居住甚久,埃及人便效法了希伯來人。
1:59
Ὅτι δὲ οὐκ ἦν πάλαι νόμος Αἰγυπτίοις περιτέμνειν τὰ βρέφη, τοῦ Φαραὼ θυγάτηρ ἀξιόχρεως μάρτυς·
That circumcising infants was not an ancient law among the Egyptians, Pharaoh's daughter is a trustworthy witness;
至於割禮嬰孩並非埃及人古來的律法,法老的女兒便是可靠的見證;
1:60
τῇ γὰρ ὄχθῃ τοῦ ποταμοῦ προσερριμμένον εὑροῦσα τὸν Μωϋσῆν, εὐθύς τε τὴν περιτομὴν εἶδε καὶ τὸ γένος ἐπέγνω καὶ τῶν Ἑβραίων ἔκγονον τὸ βρέφος ὠνόμασεν
for when she found Moses cast upon the riverbank, she at once saw the circumcision, recognized his race, and named the infant an offspring of the Hebrews.
因為她在河岸發現被丟棄的摩西時,立刻看見了割禮的記號,認出他的族類,便稱這嬰孩為希伯來人的子孫。
1:61
Οἱ μὲν οὖν διὰ πάσης ἐληλυθότες παιδείας τοσοῦτον ἔρωτα εἶχον φιλομαθείας, ὡς καὶ πολέμων καὶ πελαγῶν μεγίστων κατα φρονῆσαι καὶ βαρβάροις ἀνδράσι φοιτῆσαι καὶ πανταχόθεν ξυλλέ ξαι ὅπερ ἀναγκαῖον ἐνόμισαν·
Those, then, who had passed through all education had so great a love of learning that they despised even great wars and seas, frequented barbarian men, and gathered from everywhere whatever they judged necessary;
那些受過全備教育的人,有如此強烈的求知之愛,以致連大戰與大海也置之度外,往來於蠻族之間,從各處收集他們認為必需的一切;
1:62
Σωκράτης δὲ Σωφρονίσκου, τῶν φιλοσόφων ἄριστος, οὐδὲ παρὰ γυναικῶν μαθεῖν τι χρήσιμον ὑπέλαβε φιλοσοφίας ἀνάξιον·
and Socrates, son of Sophroniscus, the best of the philosophers, did not think it beneath philosophy to learn something useful even from women.
蘇弗洛尼斯庫之子蘇格拉底,哲學家中最優秀者,甚至不以為向婦女學習有益之事是有辱哲學的。
1:63
Τούτων δέ γε οἱ πλεῖστοι μὲν οὐδὲ τὴν Μῆνιν ἴσασι τὴν Ἀχιλλέως, ἐξ ἧς ἄρχεσθαι τῶν ἐλλογίμων μαθημάτων εἴωθε τὰ μειράκια·
But most of these men do not even know the 'Wrath' of Achilles, with which the young are accustomed to begin their studies of the renowned subjects;
然而這些人大多連阿基里斯的「忿怒」也不知道——那正是少年人開始研習名著時慣常起首之處(指《伊利亞特》開篇);
1:64
οἱ δέ, ὀλίγα μὲν παρὰ ποιητῶν, ὀλίγα δὲ παρὰ ῥητόρων ἐρανισάμενοι, τῶν δέ γε φιλοσόφων οὐδὲ αὐτὰς τὰς προσηγορίας μεμαθηκότες, πλὴν δυοῖν τριῶν τῶν ἐπισήμων, βάρβαρον μὲν τὴν θείαν γραφὴν ὀνομάζουσι, μα θεῖν δὲ τἀληθὲς παρ' αὐτῆς αἰσχρὸν ὑπειλήφασιν
while others, having gleaned a little from the poets and a little from the orators, and not having learned even the very names of the philosophers—except for two or three of the notable ones—call the divine Scripture barbarous, and reckon it shameful to learn the truth from it.
另一些人從詩人略取一二、從演說家略取一二,卻連哲學家的名字也未曾學過——除了兩三位著名的之外——竟稱神聖經卷為蠻夷之作,並以為從中學習真理乃是羞恥。
1:65
Ἐξ ἀγνοίας. δὲ αὐτοῖς τὸ τῆς ἀλαζονείας ἐπιγίνεται πάθημα
And from their ignorance there arises in them the malady of arrogance.
他們這傲慢的病,正是從無知而生。
1:66
Εἰ γὰρ τὰς Ἑλληνικὰς ἀνεγνώκεσαν ἱστορίας, ἔγνωσαν ἂν δήπουθεν, ὡς καὶ τὰς περιφανεῖς ἐπιστήμας καὶ τῶν τεχνῶν τὰς πλείστας παρὰ βαρβάρων ἐπαιδεύθησαν Ἕλληνες
For if they had read the Greek histories, they would surely have known that the Greeks were taught the illustrious sciences and most of the crafts by the barbarians.
因為他們若讀過希臘的史書,必定會知道,希臘人那些卓著的學問與大部分技藝,都是從蠻族學來的。
1:67
Γεωμετρίαν μὲν γὰρ καὶ ἀστρονομίαν Αἰγυπτίους πρώτους εὑρηκέναι φασίν·
For they say the Egyptians were the first to discover geometry and astronomy;
因為他們說,幾何與天文是埃及人最先發現的;
1:68
ἀστρολογία δὲ καὶ γενεθλιαλογία Χαλδαίων εὕρημα λέγεται·
astrology and the casting of nativities are said to be a Chaldean invention;
占星術與推算命盤據說是迦勒底人的發明;
1:69
Ἄραβες δὲ καὶ Φρύγες οἰωνοσκοπικὴν ἐπενόησαν πρῶτοι·
the Arabs and Phrygians were the first to devise augury;
阿拉伯人與弗里基亞人最先發明了觀鳥占卜之術;
1:70
πιγξ Τυρρηνῶν ἐστιν ἔργον, καὶ αὐλοὶ Φρυγῶν, διδάσκουσι μὲν αἱ τραγῳδίαι, διδάσκουσι δὲ μετὰ τούτων αἱ ἱστορίαι
the rhombus is the work of the Tyrrhenians, and the pipes are the Phrygians'—as the tragedies teach, and the histories teach along with them.
陀螺(祭祀法器)是伊特魯里亞人的作品,笛子則是弗里基亞人的——這是悲劇所教導的,史書也與之一同教導。
1:71
Καὶ τὰ γράμματα δέ γε Φοίνικας εὑρηκέναι λογοποιοῦσιν οἱ Ἕλληνες, καὶ τὸν Κάδμον ταῦτα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι·
And the Greeks recount that the Phoenicians discovered letters, and that Cadmus first brought these into Greece;
希臘人又傳述說,字母是腓尼基人發明的,是卡德摩斯最先把它帶入希臘的;
1:72
ἰατρικῆς δὲ ἄρξαι τὸν Ἄπιν φασὶ τὸν Αἰγύπτιον, εἶτα τὸν Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην·
and they say that Apis the Egyptian began the art of medicine, and that Asclepius afterwards augmented the craft;
他們說,埃及人阿庇斯創始了醫術,後來亞斯克勒庇俄斯增益了這技藝;
1:73
σκάφος δὲ πρῶτον ἐν Λιβύῃ ναυπηγηθῆναι. λέγουσιν
and they say that the first boat was built in Libya.
他們又說,第一艘船是在利比亞造成的。
1:74
Ὅτι δὲ καὶ τὰ τῆς Ῥέας τῆς Κυβέλης τῆς Βριμοῦς. ( ὅπως ἂν ἐθέλητε, ὀνομάζετε·
And as for the rites of Rhea, or Cybele, or Brimo (or whatever you wish to name her—
至於瑞亞、或庫柏勒、或布里摩的祭儀(或你們愛怎麼稱呼就怎麼稱呼——
1:75
πολλὴ γὰρ εὐπορία παρ' ὑμῖν ὀνομάτων, οὐχ ὑποκειμένων πραγμάτων)–ἀλλ' ὅμως ὅτι καὶ ταύτης τὰς ἑορτὰς καὶ τὰ ἐν αὐταῖς τελούμενα ἀπὸ Φρυγίας εἰς τὴν Ἑλλάδα μετεκόμισαν Ἕλληνες, οἱ προκληθέντες ἤδη. μάρτυρες διαρρήδην διδάσκουσιν
for great is the abundance of names among you, though there are no realities underlying them)—nevertheless, that the Greeks transferred from Phrygia into Greece both these festivals and the rites performed in them, the witnesses already summoned plainly teach.
因為你們名目繁多,卻無實事與之相應)——縱然如此,希臘人把這些節期及其中所行的祭儀,從弗里基亞遷入希臘,前面所召的見證已明明教導了。
1:76
Εἰ δὲ καὶ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τῶν δαιμόνων τὰς τελετὰς καὶ τὰ πρῶτα στοιχεῖα παρὰ βαρβάρων ἐδιδάχθησαν Ἕλληνες καὶ ἐπὶ τοῖς διδασκάλοις ἁβρύνονται, τί δήποτε ὑμεῖς, οὐδὲ ξυνιέναι τὰ ὑπ' ἐκείνων ξυγγε γραμμένα δυνάμενοι, παραιτεῖσθε μαθεῖν τὴν ἀλήθειαν παρ'. ἀνδρῶν θεόσδοτον σοφίαν εἰσδεξαμένων; Εἰ δέ, ὅτι οὐκ ἐκ τῆς Ἑλλάδος ἐβλάστησαν, τὰς ἀκοὰς αὐτοῖς ὑπέχειν οὐ βούλεσθε, ὥρα ὑμῖν μήτε Θαλῆν ὀνομάζειν σοφὸν μήτε Πυθαγόραν φιλόσο φον μήτε Φερεκύδην τὸν ἐκείνου διδάσκαλον
But if the Greeks were taught the crafts and the sciences and the rites of the demons and the first elements by the barbarians, and pride themselves on their teachers, why on earth do you—who cannot even understand what those men wrote—refuse to learn the truth from men who received a God-given wisdom? But if it is because they did not spring from Greece that you are unwilling to lend them your ears, then it is time for you no longer to call Thales wise, nor Pythagoras a philosopher, nor Pherecydes, that man's teacher.
但若希臘人連技藝、學問、群魔的祭儀、甚至最初的元素都是從蠻族學來,並以自己的老師為榮,那麼你們這些連那些人所寫的也讀不懂的人,為何竟拒絕向領受了神所賜智慧的人學習真理呢?倘若只因他們不是出自希臘,你們就不肯側耳聽他們,那麼你們也該不再稱泰利斯為智者、不再稱畢達哥拉斯為哲學家、不再稱他的老師斐瑞庫德斯為哲人才是。
1:77
Ἀθηναῖος οὐδὲ Σπαρτιάτης οὐδέ γε Κορίνθιος·
[For Pythagoras was not] an Athenian, nor a Spartan, nor a Corinthian;
因為畢達哥拉斯既不是雅典人,也不是斯巴達人,更不是哥林多人;
1:78
τὸν δὲ Πυθαγόραν Ἀριστόξενος καὶ Ἀρίσταρχος καὶ Θεόπομπος Τυρρηνὸν εἶναί φασιν, δὲ Νεάνθης Τύριον ὀνομάζει·
Aristoxenus, Aristarchus, and Theopompus say that Pythagoras was a Tyrrhenian, while Neanthes calls him a Tyrian;
阿里斯托塞諾斯、阿里斯塔庫斯與提奧彭普斯都說畢達哥拉斯是伊特魯里亞人,而尼安特斯則稱他為推羅人;
1:79
τὸν δὲ Θαλῆν οἱ μὲν Μιλήσιον λέγουσι, Λέανδρος δὲ καὶ Ἡρόδοτος Φοίνικα προσηγόρευσαν·
and Thales some call a Milesian, but Leandros and Herodotus called him a Phoenician;
至於泰利斯,有人稱他為米利都人,但里安德羅斯與希羅多德都稱他為腓尼基人;
1:80
Ἀκραγαντῖνος δὲ Ἐμπεδοκλῆς, Σικελικὴ δὲ αὕτη πόλις
and Empedocles was of Acragas, and this is a Sicilian city.
恩培多克勒是阿克拉加斯人,而這是西西里的一座城。
1:81
Εἰ δὲ ἄρα τοῦτό φατε, ὡς ἔξω μὲν τῆς Ἑλλάδος καὶ ἔφυσαν οἵδε οἱ ἄνδρες καὶ ἐτράφησαν, τὴν δέ γε Ἑλληνικὴν ἠσκήθησαν γλῶτταν, πρῶτον μὲν ὁμολογεῖτε καὶ ἐν ἄλλοις ἔθνεσιν ἄνδρας γεγενῆσθαι σοφούς·
But if indeed you say this—that these men were born and reared outside Greece, yet were trained in the Greek tongue—then first you admit that wise men have arisen also among other nations;
但你們若這樣說——說這些人雖生長於希臘之外,卻習得了希臘的語言——那你們首先就承認,在別的民族中也出過智者;
1:82
καὶ γὰρ δὴ καὶ Ζάμολξιν τὸν Θρᾷκα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐπὶ σοφίᾳ θαυμάζετε, καὶ τῶν Βραχμά νων πολὺ παρ' ὑμῖν τὸ κλέος·
for indeed you marvel at Zamolxis the Thracian and Anacharsis the Scythian for their wisdom, and the fame of the Brahmans is great among you;
因為你們確實驚嘆色雷斯人扎莫爾克西斯與西古提人阿納卡爾西斯的智慧,婆羅門在你們中間也聲名顯赫;
1:83
Ἰνδοὶ δὲ οὗτοι, οὐχ Ἕλληνες
and these are Indians, not Greeks.
而這些人是印度人,不是希臘人。
1:84
Ἔπειτα δὲ καὶ ἑτέρωθεν ἐξελέγχεσθε οὐκ ὀρθῶς προτιθέντες τῆς ἀληθείας τὴν εὐέπειαν, τὸν γάρ τοι Σωφρονίσκου Σωκράτην ὁμολογεῖτε δήπου καὶ ὑμεῖς τῶν Ἑλληνικῶν φιλοσόφων ἄριστον γεγενῆσθαι·
Next, you are refuted from another quarter too, for setting eloquence above truth not rightly; for you yourselves, I suppose, admit that Socrates, son of Sophroniscus, was the best of the Greek philosophers;
其次,你們在另一方面也被駁倒了,因你們把雄辯置於真理之上,乃是不對的;因為連你們自己想必也承認,蘇弗洛尼斯庫之子蘇格拉底乃是希臘哲學家中最優秀的;
1:85
ἀλλ' οὗτος ἐκ λιθοκόπου μὲν ἔφυ πατρός, ἐπὶ πλεῖ. στον δὲ τὴν πατρῴαν μετελήλυθε τέχνην
yet this man was born of a stone-cutter father, and for a very long time followed his father's craft.
然而這人是石匠的兒子,並且長期以來都從事他父親的手藝。
1:86
Καὶ τοῦτο πολλοὶ μὲν εἰρήκασι καὶ ἄλλοι, καὶ Πορφύριος δὲ ἐν τῷ τρίτῳ τῆς Φιλο σόφου τοῦτο ἱστορίας ξυνέγραψεν·
And many others have said this, and Porphyry too recorded it in the third book of his Philosophical History;
許多別人都說過此事,波菲利也在他《哲學史》第三卷中記載了這事;
1:87
Λέγωμεν περὶ τοῦ Σωκράτους τὰ καὶ παρὰ τοῖς ἄλλοις μνήμης κατηξιω μένα, τὰ μὲν πρὸς ἔπαινον αὐτοῦ καὶ ψόγον πολλαχῶς ὑπὸ τῶν λογίων ἀνδρῶν μεμυθευμένα ἐπ' ὀλίγον φυλοκρινοῦντες, καταλι πόντες δὲ ἀνεξέταστον τὸ εἴτε αὐτὸς εἰργάσατο ξὺν τῷ πατρὶ τὴν λιθοκοπικὴν τέχνην, εἴτε πατὴρ αὐτοῦ μόνος
[he says:] Let us tell concerning Socrates the things deemed worthy of memory by others also, sifting briefly the things variously fabricated by learned men, both to his praise and to his blame, but leaving uninvestigated whether he himself practised the stone-cutting craft together with his father, or his father alone.
他說:讓我們把別人也認為值得記念的關於蘇格拉底的事述說出來,略加甄別那些學者們為褒為貶而多方編造的傳聞,至於他究竟是與父親一同操石匠之業、還是只有他父親操此業,則不去深究。
1:88
Οὐδὲν γὰρ ἐνέ κοπτεν αὐτῷ τοῦτο πρὸς σοφίαν πρὸς ὀλίγον χρόνον ἐργασθέν
For this, practised for a short time, in no way hindered him as regards wisdom.
因為這業既只操持了短時,對他求智一事絲毫無礙。
1:89
Εἰ δὲ δὴ ἑρμογλύφος ἦν, καὶ μᾶλλον·
And if indeed he was a sculptor of statues, all the more so;
倘若他真是雕刻神像的人,那就更是如此;
1:90
καθάριος γὰρ τέχνη καὶ. οὐ πρὸς ὀνείδους· Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας·
for the craft is clean and brings no reproach. And what follows holds the same sense;
因為這手藝是潔淨的,並不可恥。接下來的話也含同樣的意思;
1:91
εἰσάγει γάρ τινας λέγοντας λιθουργικῇ τέχνῃ τὸν Σωκράτην χρησάμενον
for he introduces certain men saying that Socrates plied the stone-working craft.
因為他引述某些人說,蘇格拉底曾從事石工之業。
1:92
Ἀλλ' ἴσως τὴν μὲν πρώτην ἡλικίαν λιθουργῶν διετέλεσεν, ὕστερον δέ, λόγων ποιητικῶν καὶ ῥητορικῶν ἐρασθείς,. παιδείας μετέλαχεν
But perhaps he spent his earliest years as a stone-worker, and later, falling in love with poetic and rhetorical discourses, partook of education.
但或許他早年是做石匠,後來愛上了詩文與修辭的學問,才受了教育。
1:93
Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν·
But neither can this be said;
然而連這也說不通;
1:94
πᾶν γὰρ τοὐναντίον εἶπεν Πορφύριος·
for Porphyry said the very opposite;
因為波菲利所說的恰恰相反;
1:95
Εἶναι δὲ αὐτὸν πρὸς οὐδὲν μὲν ἀφυῆ, ἀπαίδευτον δὲ περὶ πάντα, ὡς ἁπλῶς εἰπεῖν·
[he says] that he was without aptitude for nothing, yet uneducated about everything, to put it simply;
他說,蘇格拉底並非對任何事毫無天分,但簡言之,他對一切事都未受過教育;
1:96
σχεδὸν γὰρ οὐδὲ γράμματα πάνυ τι ἐπίστασθαι, ἀλλ' εἶναι γελοῖον, ὁπότε τι δέοι γράψαι ἀναγνῶναι, βατταρίζοντα. ὥσπερ τὰ παιδία. Καὶ Πλάτων δὲ αὐτὸν ἐν Ἀπολογίᾳ τοιάδε τέθεικε λέγοντα·
for he scarcely knew his letters at all, but was ridiculous whenever he had to write or read anything, stammering like little children. And Plato too has set down him in the Apology saying such things as these:
因為他幾乎連字母都認不大全,每逢要寫或讀什麼,就像小孩子一樣結巴,惹人發笑。柏拉圖在《申辯篇》中也記他說了這樣的話:
1:97
Καὶ δὴ καὶ νῦν ὑμῶν τοῦτο δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν σκοπὸν τῆς λέξεως ἐᾶνἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴηαὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν. νοῦν προσέχειν, εἰ δίκαια λέγω. Ἀλλ' ὅμως καὶ ἀμαθῆ γε γλῶτταν καὶ ἀπαίδευτον ἐσχηκώς, οὐ μόνον τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ Πλάτωνος τοῦ ἅπαντας Ἕλληνας εὐεπείᾳ νενικηκότος αἰδοῦς ἀξιώτερος ἦν
'And so now too I make this request of you, which is just, as it seems to me—to disregard the manner of my speech (for perhaps it may be worse, perhaps better), and to consider this very thing and apply your mind to it, whether I speak justly.' Yet though he had an unlearned and uneducated tongue, he was worthier of reverence not only than all the rest, but even than Plato, who surpassed all the Greeks in eloquence.
「如今我也向你們提出這合理的請求,依我看來是公正的——就是不要計較我說話的方式(也許更差,也許更好),而要單單察看這一點、用心思想:我所說的是否公正。」然而他雖言辭粗陋、未受教育,卻比眾人、甚至比那以雄辯勝過全希臘的柏拉圖更配受人敬重。
1:98
Καὶ τοῦτο οὐδ' ἂν αὐτὸς Ἀρίστωνος ἀρνη θείη
And this not even the son of Ariston himself would deny.
這一點連亞里斯通之子(柏拉圖)自己也不會否認。
1:99
Πῶς γάρ, γε πάντας ὅσους ὤδινε λόγους ἐκείνῳ προσα ναθείς τε καὶ προσαρμόσας καὶ τῆς ἐκείνου διανοίας ἐκγόνους εἶναι παρασκευάσας νομίζεσθαι; Ὅτι δὲ καὶ οὗτος, ἅπαντας. ἀνθρώπους καὶ οὐ τοὺς ἄλλους Ἕλληνας μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἀθηναίους εὐγλωττίᾳ καὶ ὀνομάτων κάλλει πάμπαν ἀποκρύψας, μὴ τῇ κομψείᾳ τῶν λόγων, ἀλλὰ τῇ τῶν ἐνθυμημάτων ἁρμονίᾳ προσέχειν παρεγγυᾷ, ἀκούσατε αὐτοῦ διαρρήδην ἐν τῷ Πολιτικῷ λέγοντος·
For how could he, seeing that he attributed and adapted to that man all the discourses he laboured to bring forth, and contrived that they be reckoned the offspring of that man's mind? And that this man too—who eclipsed not only all other men, not only the rest of the Greeks, but even the Athenians themselves in eloquence and beauty of words—enjoined attention not to the elegance of the words, but to the harmony of the thoughts, hear him saying plainly in the Statesman:
他怎能否認呢?既然他把自己費力產出的一切論述都歸於、配於那人,又設法使之被視為那人心智的產物?而這人——那以雄辯與辭藻之美不僅蓋過眾人、不僅蓋過其餘希臘人、連雅典人自己也蓋過的人——竟吩咐人不要注重言辭的雅致,而要注重思想的協調,請聽他在《政治家篇》中明明地說:
1:100
Κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι,. πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως. Ἀκούσατε δὲ καὶ ἐν τῷ πέμπτῳ τῆς Πολιτείας οἷά φησιν·
'And if you guard against being eager about words, you will appear richer in wisdom as you advance in age.' Hear too in the fifth book of the Republic what he says:
「你若謹守自己,不熱中於辭藻,到老年時就必顯得更富於智慧。」也請聽他在《理想國》第五卷中所說:
1:101
Τούτους οὖν ἅπαντας καὶ τοὺς ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν; Οὐδαμῶς, εἶπον, ἀλλ' ὁμοίους φιλοσόφοις
'Shall we then set down all these, and the others who are learners of suchlike things, and the philosophers of the petty crafts, [as philosophers]?' 'By no means,' I said, 'but as like philosophers.'
「那麼我們要把這一切人、以及學那類事物的人、和那些操弄小技藝的『哲學家』都算作哲學家嗎?」「斷乎不可,」我說,「只能算他們與哲學家相似罷了。」
1:102
Τοὺς δ' ἀληθινούς, ἔφη, τίνας λέγεις; Τοὺς τῆς ἀληθείας, ἦν δ' ἐγώ, φιλοθεάμονας
'And the true ones,' he said, 'whom do you mean?' 'Those,' said I, 'who love the contemplation of truth.'
「那麼真正的哲學家,」他說,「你指的是誰呢?」「就是那些,」我說,「酷愛默觀真理的人。」
1:103
ὑποθέσεις ἐχούσῃ, φιλοσοφία, οὐδ' ἐν μουσικῇ, στοχαστικῇ γε οὔσῃ, οὐδ' ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλ' αὐτοῦ τἀγαθοῦ δι' ἐπιστή. μης καὶ τῆς ἀληθείας. Ἀκούσατε, ἄνδρες, τοῦ φιλοσόφου τοὺς μὲν τῆς μουσικῆς καὶ τῆς γεωμετρίας καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπιστήμονας οὐ φιλοσόφους, ἀλλ' ὁμοίους φιλοσόφοις προσαγορεύσαντος, τοὺς δὲ τῆς ἀληθείας διδασκάλους ἀληθινοὺς. ὄντως ὀνομάσαντος φιλοσόφους·
[Wisdom lies not] in philosophy that has hypotheses, nor in music, which is conjectural, nor in astronomy, which is crammed with natural, flowing, and probable accounts, but in the Good itself, through knowledge and truth. Hear, O men, the philosopher: calling those skilled in music and geometry and the other suchlike things not philosophers but like philosophers, while naming the teachers of truth the truly real philosophers;
智慧不在那帶著假設前提的哲學裡,不在那只能臆測的音樂裡,也不在那充塞著自然、流變與概然之說的天文學裡,乃在乎那「至善」本身,藉著知識與真理而得。眾人哪,請聽這位哲學家:他把精通音樂、幾何及其他這類學問的人稱作「與哲學家相似」,而非哲學家,卻把真理的教師稱為真正名副其實的哲學家;
1:104
καὶ ἐν τῷ τρίτῳ δὲ τῶν Νόμων ταῦτά φησιν·
and in the third book of the Laws he says this:
他在《法律篇》第三卷中又這樣說:
1:105
Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπι τρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀγνοοῦσιν ὀνειδιστέον, κἂν πάνυ λογιστικοὶ ὦσι καὶ πάντα κομψὰ καὶ ὅσα πρὸς αὔξην τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα·
'Let this, then, be laid down as resolved and declared: that to those citizens who are ignorant of these things, no office whatever is to be entrusted, and as ignorant they are to be reproached, even if they be ever so skilled in reasoning and have laboured at every refinement and at everything that naturally tends to the soul's growth;
「那麼就讓這事定為共識並宣告出來:對於那些在這些事上無知的公民,絕不可委以任何職位,並要因其無知而責備他們,縱使他們極善推理,又在一切精巧之事、一切本性上有助於靈魂長進之事上都費盡功夫;
1:106
τοὺς δὲ τοὐναντίον ἔχοντας, τούτους ὡς σοφούς τε προσρητέον, κἄν, τὸ λεγόμενον, μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς ἐγχειριστέον ὡς ἔμφροσιν.. Πῶς ἄν τις ἀληθέστερόν τε καὶ σαφέστερον τὴν νῦν δὴ κατέ χουσαν ἀπαιδευσίαν ἐξελέγχοι καὶ οἴησιν; Τῶν γὰρ δὴ φιλοσόφων κολοφὼν οὐκ ἐν μαθήσει γραμμάτων, ἀλλ' ἐν ἀληθείας γνώσει τὴν σοφίαν ὁρίζεται·
but those who are in the opposite condition, these are to be called wise, even if, as the saying goes, they know neither letters nor swimming, and to them the offices are to be entrusted as to men of understanding.' How could anyone more truly and clearly refute the ignorance and conceit that now prevail? For the crowning point of the philosophers defines wisdom not in the learning of letters, but in the knowledge of truth;
至於那些情形相反的人,這些人才當稱為智者,縱使如俗語所說,他們既不識字、也不會游泳,並要把職位託付他們,視之為有見識的人。」還有誰能比這更真實、更清楚地駁倒如今盛行的無知與自負呢?因為哲學家中的頂尖人物,給智慧下的定義不在識字,而在認識真理;
1:107
καὶ τοὺς μὲν ταύτην ἐπισταμένους, κἂν μηδὲ τὰ πρῶτα στοιχεῖα γινώσκοιεν, ὀνομάζει σοφούς·
and those who know this truth, even if they do not know even the first elements, he names wise;
凡認識這真理的人,縱使連最初的元素也不曉得,他也稱之為智者;
1:108
τοὺς δὲ διὰ πάσης ἐληλυθότας παιδείας, ἀληθείας δὲ καὶ δικαιοσύνης τὴν ἐπιστήμην οὐκ ἔχοντας, ἀποκρίνει καὶ ἐξελαύνει καὶ ἄρχειν οὐκ. ἐπιτρέπει
but those who have passed through all education, yet do not possess the knowledge of truth and justice, he rejects and drives out and does not permit to rule.
至於那些受過全備教育、卻不具備真理與公義之知識的人,他便屏退、驅逐,不准他們執政。
1:109
Καὶ μέντοι κἀν τῷ Θεαιτήτῳ τοὺς μετεωρολέσχας διαβάλλων ὧδε λέγει·
And moreover in the Theaetetus, mocking the babblers about lofty matters, he speaks thus:
此外,他在《泰阿泰德篇》中嘲諷那些空談高遠之事的人,這樣說:
1:110
Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δ' ὄπισθεν αὐτοῦ καὶ παρὰ. πόδας λανθάνοι αὐτόν. Καὶ αὖθις ἐν τῷ αὐτῷ διαλόγῳ·
'Just as it is said of Thales, O Theodorus, that while doing astronomy and looking upward he fell into a well, and a clever and graceful Thracian serving-maid jeered at him, saying that he was eager to know the things in heaven, while what was behind him and at his very feet escaped his notice.' And again in the same dialogue:
「正如人所說,提奧多羅斯啊,泰利斯一面觀測天象、一面仰望上天,竟跌進井裡,一個機伶俏皮的色雷斯婢女便譏笑他,說他熱中於知道天上的事,腳下與背後的事卻渾然不覺。」在同一篇對話中他又說:
1:111
Ἄγροικον δέ τινα καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβαλλόμενον
'And such a man [the true philosopher], because of his lack of leisure for it, must inevitably become no less ignorant of such things than a herdsman who throws a wall round his fold in the mountains.'
「這樣的人(真正的哲學家),因無暇顧及這些俗務,對這類事的無知必不亞於那在山上以圍牆繞著羊圈的牧人。」
1:112
Γῆς δὲ ὅταν μυρία πλέθρα εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθη κέκτηται, πάντα σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέ. πειν. Πρὸς δὲ τούτοις ἐπιλέγει καὶ ταῦτα·
'And whenever he hears that someone owns ten thousand acres of land or more, as though possessing marvellous wealth, it all seems small to him, accustomed as he is to gazing upon the whole earth.' And besides these things he adds this also:
「每逢他聽說某人擁有萬畝田地、甚至更多,彷彿坐擁奇珍之富,在他看來這一切都微不足道,因為他慣於放眼整個大地。」除此以外,他還加上這話:
1:113
μὲν γὰρ τούτου γνῶσίς τε καὶ ἀρετὴ ἀληθινή, δὲ ἄγνοια καὶ κακία ἐναργής·
'For the knowledge and virtue of this man are true, while his ignorance and vice are plain;
「因為這人的知識與德行是真實的,而他的無知與惡卻顯而易見;
1:114
αἱ δὲ ἄλλαι δεινότητες δοκοῦσαι καὶ σοφίαι γίνεσθαι ἐν μὲν πολιτείαις καὶ δυναστείαις γινόμεναι φορτικαί, ἐν δὲ τέχναις. βάναυσοι. Οὕτως ἄρα ᾔδεσαν ἀκριβῶς καὶ οἱ πᾶσαν λόγων ἰδέαν μεμαθηκότες, ὁπόσον ἀλήθεια ῥημάτων τε καὶ ὀνομάτων τιμαλφεστέρα, καὶ ὡς οὐδὲν ταύτην λωβᾶται τῆς τοιαύτης κομψείας ἄγνοια
but the other cleverness and seeming wisdoms, when they arise in political affairs and in positions of power, are vulgar, and in the crafts, mechanical.' So accurately, then, did even those who had learned every form of discourse know how much more precious truth is than phrases and words, and how ignorance of such refinement in no way harms it.
至於那些別的機巧、那些貌似智慧之物,當它們出現在政事與權位中時,便是庸俗的,出現在手藝中時,便是匠氣的。」可見連那些學遍各樣言辭之術的人也清楚知道:真理比辭句言語寶貴得多,而對這類雅致一無所知,絲毫無損於真理。
1:115
Ἀνθ' ὅτου δὴ οὖν, φίλοι ἄνδρες, τῆς ἀποστολικῆς διδα σκαλίας τὴν μὲν διάνοιαν καταμαθεῖν οὐκ ἐθέλετε, τὸ δὲ βαρβα ρόφωνον ὀνειδίζετε μόνον, καὶ ταῦτα τῶν ὑμετέρων ἐπαΐοντες φιλοσόφων, ὡς Ἕλληνες μὲν τῆς ἀληθείας ἀπεπλανήθησαν,. βάρβαροι δὲ μᾶλλον ταύτην ἐξεῦρον; Καὶ γὰρ Πορφύριος ἐκεῖ νος, τὸν πρὸς ἡμᾶς ἐκθύμως ἀναδεξάμενος πόλεμον, ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας οὕτως ἔφη·
Why, then, O dear sirs, are you unwilling to learn the meaning of the apostolic teaching, but reproach only its barbarous speech—and that when you hear your own philosophers say that the Greeks strayed from the truth, while the barbarians rather discovered it? For that Porphyry too—who eagerly took up the war against us—in his work On the Philosophy Derived from Oracles spoke thus:
那麼,親愛的先生們,你們為何不肯去領會使徒教訓的意義,反而只譏誚它言辭粗鄙呢?況且你們還聽見你們自己的哲學家說,希臘人偏離了真理,倒是蠻族尋見了真理。因為連那位熱切向我們開戰的波菲利,也在他《從神諭得來的哲學》一書中這樣說:
1:116
Χαλκόδετος γὰρ πρὸς θεοὺς ὁδός, αἰπεινή τε καὶ τραχεῖα·
'For brazen-bound is the road to the gods, both steep and rough;
「通往諸神之路是銅鑄一般堅固,既陡峭又崎嶇;
1:117
ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἀπεπλανήθησαν·
many of its paths the barbarians discovered, but the Greeks went astray;
這路上的許多小徑是蠻族尋見的,希臘人卻迷失了路;
1:118
οἱ δὲ κρα τοῦντες ἤδη καὶ διέφθειραν·
and those who already held them even corrupted them.'
而那些已得著這些路的人,竟還把它敗壞了。」
1:119
Εἰ δὲ καὶ Αἰγυπτίους καὶ Χαλδαίους καὶ Φοίνικας τούτοις ξυνέζευξεν, ἰστέον ὡς καὶ Φοί νικες, πρόσχωροι τούτων ὄντες καὶ ἀγχιτέρμονες, παρὰ τούτων ἔμαθον, εἴπερ ἔμαθον, τὴν ἀλήθειαν·
And if he yoked also the Egyptians and Chaldeans and Phoenicians with these, one must know that the Phoenicians too, being neighbours and borderers of these, learned the truth from them—if indeed they learned it;
他若把埃及人、迦勒底人與腓尼基人也與這些並列,就當知道,腓尼基人因與這些人相鄰接壤,乃是從他們學得真理的——倘若他們真學到了的話;
1:120
χρόνον Ἑβραῖοι τὴν Αἴγυπτον·
[for the Hebrews dwelt in] Egypt for a time;
因為希伯來人曾在埃及寄居一段時日;
1:121
καὶ Χαλδαῖοι δὲ ὡσαύ τως ἐκ τούτων μεγίστην ὠφέλειαν ἐδρέψαντο, ἀνδραποδίσαντες γὰρ αὐτοὺς εἰς Βαβυλῶνα κατῴκισαν·
and the Chaldeans likewise reaped the greatest benefit from these, for having enslaved them they settled them in Babylon;
迦勒底人也照樣從這些人得了極大的益處,因他們擄掠了希伯來人,將他們安置在巴比倫;
1:122
εἶτα ἐκ τῶν αὐτόθι γεγε νημένων θαυμάτων περί τε τὴν κάμινον καὶ τοὺς λέοντας ἀξιο. χρέους εἶναι διδασκάλους ἀληθείας ὑπέλαβον
then, from the wonders that came to pass there concerning the furnace and the lions, they reckoned them worthy teachers of the truth.
後來,他們從那裡所發生的、關乎火窯與獅子的種種神蹟,便認定希伯來人配作真理的教師。
1:123
Λυδοὺς δὲ καταστρεψάμενος καὶ τούτους ὑποχειρίους λαβών, μετέδωκε δήπου τοῖς ὑπηκόοις ὧν παρ' ἐκείνου μεμάθηκεν
And having subdued the Lydians and taken these too under his hand, he surely imparted to his subjects the things he had learned from them.
他既制伏了呂底亞人,把他們也收歸轄下,便必把自己從希伯來人所學的傳給了自己的臣民。
1:124
Ὅτι μὲν οὖν Ἑβραίοις ἀλήθειαν καὶ Πύθιος ἐμαρτύρησε,. καὶ Πορφύριος ἀπεμνημόνευσε τοῦ χρησμοῦ, ἀπόχρη δηλῶσαι καὶ ταῦτα·
That the Pythian also bore witness to the Hebrews' truth, and that Porphyry recorded the oracle, it suffices to make plain even these things;
至於那皮提亞(德爾斐神諭)也為希伯來人的真理作了見證,且波菲利還記下了那神諭,連這些事也足以表明;
1:125
ὅτι δὲ τῶν παρ' Ἕλλησι φιλοσόφων πλείστην ἄγνοιαν οὗτος πάλιν κατηγορεῖ, ἀκούσατε οἷά φησιν ἐν οἷς Πρὸς Βοηθὸν. περὶ ψυχῆς ἔγραψεν·
and that this same man again charges the Greek philosophers with the greatest ignorance, hear what he says in the work he wrote To Boethus, On the Soul:
而這同一個人又指控希臘哲學家有極大的無知,請聽他在《致波厄圖斯論靈魂》一書中所說的:
1:126
λέγει δὲ πρὸς πολλοῖς ἑτέροις καὶ ταῦτα·
for he says, among many other things, this also:
因為他在許多別的話中還說了這話:
1:127
Τίς γὰρ λόγος τῶν ἐν φιλοσοφίᾳ οὐκ ἀμφισβητήσιμος; Καὶ πρὸς Ἀνεβὼ δὲ τὸν Αἰγύπτιον τοιαῦτα γέγραφεν·
'For what doctrine in philosophy is not disputable?' And to Anebo the Egyptian he wrote such things as these:
「哲學中有哪一條學說不是有爭議的呢?」他寫信給埃及人阿涅波時,也寫了這樣的話:
1:128
Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν καὶ δαιμόνων ἀγαθῶν τῶν τε τούτοις ξυγγενῶν φιλοσοφημάτων·
'I will begin my friendship with you from the gods and good demons and the philosophical doctrines akin to these;
「我要從諸神、善靈,以及與這些相關的哲學學說開始與你的友誼;
1:129
περὶ ὧν εἴρηται μὲν πλεῖστα καὶ παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δ' ἐκ στοχασμοῦ τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως. Καὶ αὖθις μετ' ὀλίγα·
concerning which very many things have indeed been said even among the Greek philosophers, yet for the most part they have been said from conjecture, having their first principles from belief.' And again, a little later:
關於這些,連希臘哲學家中也已說了許多,然而多半是出於臆測,其原理是建立在信念之上的。」過了一會兒他又說:
1:130
Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλή, ἅτε ἐξ ἀνθρωπίνων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου·
'For among us there is much wrangling of words, since the good is guessed at from human reasonings;
「因為在我們中間有許多言辭之爭,因那『善』是憑人的推理去猜度的;
1:131
οἷς δὲ μεμηχάνη ται πρὸς τὸ κρεῖττον ξυνουσία, ἀεὶ παρεῖται τὸ μέρος τοῦτο εἰς. ἐξέτασιν. Εἰ τοίνυν ἀμφισβητήσιμα μὲν τὰ τῶν φιλοσόφων δόγ ματαλογισμῶν γάρ ἐστιν ἀνθρωπίνων εὑρέματα–, ἔρις δὲ πολλὴ παρ' αὐτοῖς καὶ λογομαχία τις ἄσπονδος, ἄλλοις δέ τισι τὴν πρὸς Θεὸν ξυνουσίαν τε καὶ ὁμιλίαν Πορφύριος μεμαρτύ ρηκε, τοῦ δὴ χάριν, φιλότης, τῶν μὲν ἀνθρωπίνων καὶ ἀμφι βόλων ἐξήρτησθε λόγων, τῶν δὲ θεοφιλῶν ἀνδρῶν οὐ προσίεσθε. τὰ μαθήματα; Ὡς βαρβάρους μὲν γὰρ εἰ παραιτεῖσθε, ἐναντία ὑμῖν αὐτοῖς ἂν ποιοῖτε·
but those for whom union with the higher has been contrived always pass over this part as regards examination.' If, then, the doctrines of the philosophers are disputable—for they are inventions of human reasonings—and there is much strife among them and an implacable wrangling of words, while to certain others Porphyry has borne witness of union and converse with God, then for what reason, O friend, do you cling to human and doubtful arguments, but do not admit the teachings of God-loving men? For if you reject them as barbarians, you would be acting contrary to yourselves;
至於那些被安排與更高者聯合的人,在察驗一事上,總是把這一部分略過。」那麼,既然哲學家的學說都是有爭議的——因為都是人推理的發明——其中又有許多紛爭、有不可止息的言辭之戰,而波菲利卻為另一些人作了與神聯合、相交的見證,那麼,朋友啊,你們為何要緊抓著人為而可疑的論說,卻不肯接納那敬愛神之人的教導呢?因為你們若以他們是蠻族而拒絕他們,就是自相矛盾了;
1:132
πείθεσθε γὰρ καὶ Πυθαγόρᾳ, Τυρρηνῷ κατά τινας ὄντι, Τυρίῳ δὲ καθ' ἑτέρους, καὶ τῷ Σταγειρίτῃ δὲ κέχρησθε διδασκάλῳ καὶ τὸν Σινωπέα θαυμάζετε καὶ τοὺς ἄλλους, οἳ πατρίδας οὐχ Ἑλληνικάς, ἀλλὰ βαρβάρους ἐσχήκασιν·
for you trust even Pythagoras—who according to some was a Tyrrhenian, according to others a Tyrian—and you employ the Stagirite as your teacher, and you marvel at the man of Sinope and the others, who had homelands not Greek but barbarian;
因為你們連畢達哥拉斯也信服——他按一些人說是伊特魯里亞人,按另一些人說是推羅人——你們又以那斯塔基拉人(亞里斯多德)為師,並驚嘆那西諾普人(第歐根尼)及其他人,而這些人的故鄉並非希臘,乃是蠻邦;
1:133
ἀπε δείξαμεν δὲ καὶ τὸν Σόλωνα καὶ τὸν Πλάτωνα πλεῖστα παρὰ. βαρβάρων μεμαθηκότας·
[and so it does not befit you to reject the truth merely because it came from barbarians.]
因此,你們不該僅因真理出自蠻族就加以棄絕。
1:134
ἀκούομεν δὲ καὶ τοῦ Αἰγυπτίου ἱερέως πρὸς τὸν Σόλωνα λέγοντοςτοῦ Πλάτωνος δὲ καὶ ταῦτα ἐν τῷ Τιμαίῳ γεγραμμένα·
And we hear too the Egyptian priest saying to Solon—and these things also are written by Plato in the Timaeus:
我們也聽見那埃及祭司對梭倫所說的話——這些話柏拉圖也記在《蒂邁歐篇》中:
1:135
Σόλων, Σόλων, Ἕλληνες ὑμεῖςἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐδείς·
'O Solon, Solon, you Greeks are always children, and there is no Greek who is an old man;
「梭倫啊,梭倫,你們希臘人永遠是孩童,沒有一個希臘人是老者;
1:136
οὐ γὰρ ἔχετε μάθημα. χρόνῳ πολιόν. Εἰ δὲ νεώτερα τὰ Ἑλλήνων μαθήματα, πρεσ βύτατα δὲ καὶ παλαιότατα τὰ Ἑβραίων, ἔχει δὲ καὶ τὴν ἀλήθειαν ἐπανθοῦσαν τῷ χρόνῳ, προαιρετέα δηλονότι καὶ προκριτέα τῶν νέων καὶ ἀμφιβόλων, μᾶλλον δὲ ψευδῶν τε καὶ οὐ πιθανῶς. πεπλασμένων
for you possess no learning grey with time.' But if the learning of the Greeks is newer, while that of the Hebrews is the most ancient and oldest, and has the truth blossoming with age, then plainly it is to be preferred and chosen above the new and doubtful—or rather the false and unconvincingly fabricated.
因為你們沒有一門因歲月而斑白的學問。」既然希臘人的學問較新,而希伯來人的學問最為古老久遠,且其真理隨歲月愈發興盛,那麼顯然當揀選並高舉它,過於那新近而可疑的——或不如說虛假而拙劣編造的學問。
1:137
Ἀλλ' οὐδὲ τὸ ἀπαίδευτον τῆς γλώττης ἱκανὸν ὑμῖν εἰς παραίτησιν·
But neither is the unlearnedness of speech a sufficient excuse for you;
然而言辭的粗鄙也不足以作你們的藉口;
1:138
ἐδείξαμεν γὰρ τὸν Σωκράτην, τῶν φιλοσό φων τὸν κορυφαῖον, τῆς Ἑλληνικῆς παιδείας ἀμύητον, καὶ τὸν Πλάτωνα πάσης ἐπιστήμης καὶ εὐγλωττίας προκρίνοντα τὴν ἀλήθειαν
for we have shown that Socrates, the chief of the philosophers, was uninitiated in Greek learning, and that Plato preferred truth above all knowledge and eloquence.
因為我們已顯明:哲學家的魁首蘇格拉底未受希臘學問的薰陶,而柏拉圖則把真理置於一切學問與雄辯之上。
1:139
Εἰ δὲ τοῦ τῆς πίστεως κατηγορεῖτε προσρήματοςἤκουσα. γὰρ ὑμῶν καὶ τοῦτο λεγόντων, ὡς ἡμεῖς γε ἀπόδειξιν μὲν οὐδεμίαν τῶν ἡμετέρων δογμάτων προσφέρομεν, πιστεύειν δὲ μόνον τοῖς μαθητευομένοις παρεγγυῶμεν–, μάλιστα μὲν ἄντικρυς τὴν ἡμετέραν συκοφαντεῖτε διδασκαλίαν·
And if you accuse the very name of 'faith'—for I have heard you saying this too, that we offer no proof whatever of our doctrines, but only enjoin those we instruct merely to believe—above all you outright slander our teaching;
倘若你們連「信」這名稱也加以指責——因為我也聽見你們這樣說,說我們對自己的教義毫不提出證據,只吩咐受教的人「單單相信」——那你們首先就是公然誣衊我們的教導;
1:140
αὐτῶν γάρ τοι τῶν πραγμά των τὴν μαρτυρίαν ἡμεῖς τοῖς ἡμετέροις ξυναρμόττομεν λόγοις·
for it is the testimony of the facts themselves that we fit to our words;
因為我們所配於自己言語的,正是事實本身的見證;
1:141
πάλιν δ' αὖ ὑμεῖς τοῖς ὑμετέροις βέβλησθε, κατὰ τὴν παροιμίαν,. πτίλοις
whereas you, in turn, have been pelted with your own—as the proverb has it—with your own feathers.
至於你們,倒是被自己的東西所擊中,正如俗語所說,是被自己的羽毛射中。
1:142
Καὶ γὰρ Πυθαγόρας ἐκεῖνος πολυθρύλητος, Μνη σάρχου μὲν υἱός, Φερεκύδου δὲ φοιτητής, τῆς Ἰταλικῆς αἱρέ σεως ἡγησάμενος, νόμον ἐτεθείκει τοῖς φοιτηταῖς πενταετῆ χρόνον σιγὴν ἄγειν καὶ μόνον ὑπέχειν τῷ λόγῳ τὰς ἀκοάς, ἵνα ἀναμφισβητήτως καὶ ἀδηρίτως δέχωνται τὰ λεγόμενα, πιστεύ οντες οὕτως ἔχειν καὶ μὴ πολυπραγμονοῦντες ὡς ἐνδοιάζοντες
For indeed that much-talked-of Pythagoras, son of Mnesarchus and disciple of Pherecydes, who led the Italic school, had laid down a law for his disciples to keep silence for a period of five years and only lend their ears to the discourse, so that they might receive what was said without dispute and without contention, believing it to be so and not meddling as though in doubt.
因為那位人人傳頌的畢達哥拉斯,是姆涅薩庫之子、斐瑞庫德斯的門生、義大利學派的領袖,他曾為門徒立下規條:要靜默五年之久,只側耳聽講論,好叫他們毫不爭辯、毫不抗拒地領受所講的,相信事情確是如此,不像懷疑者那樣多方追問。
1:143
Εἰ δ' ἀποχρῆν εἰς πίστιν ἐνόμιζον καὶ οἱ λέγοντες καὶ οἱ ἀκούοντες τὸ Πυθαγόρου εἶναι δόγματα καὶ μαθήματα, τίς οὕτως ἄρα ἠλίθιος, μᾶλλον δὲ ἄγαν ἐμβρόντητος, ὡς τοῦ Θεοῦ τῶν ὅλων διδάσκοντος ἐνδοιάσαι καὶ μὴ πιστεῦσαι τοῖς λεγομένοις καὶ μηδὲ τοσοῦτον ἀπονεῖμαι σέβας τῷ τῶν ὅλων Θεῷ, ὅσον τῷ Πυθαγόρᾳ προσένεμον οἱ τῆς ἐκείνου διδασκαλίας. μετεσχηκότες; Πῶς δέ γε, φίλοι ἄνδρες, οὐ σχέτλιον, τὸν μὲν Πλάτωνα καὶ τοῖς ποιηταῖς ἀνενδοιάστως πιστεύειν παρεγγυᾶν, ἡμῖν δὲ χαλεπαίνειν ὑμᾶς, ὅτι δὴ τῷ Θεῷ διδάσκοντι παραινοῦμεν. πιστεύειν;Ἢ οὐ Πλάτωνος ἐκεῖνα τὰ ῥήματα·
But if both speakers and hearers reckoned it sufficient ground for belief that the doctrines and teachings were Pythagoras's, who then would be so foolish—or rather so utterly thunderstruck—as to doubt and not believe what is said when the God of all teaches, and not to render to the God of all even as much reverence as those who shared in Pythagoras's teaching rendered to Pythagoras? And how is it not monstrous, O dear sirs, that Plato should enjoin believing even the poets without doubt, while you are angry with us because we exhort men to believe God when He teaches? Or are these not Plato's very words:
但若無論講者聽者,都以「這些是畢達哥拉斯的教義教訓」為足以相信的理由,那麼還有誰會這樣愚蠢——不如說這樣徹底昏聵——以致在萬有之神施教時竟懷疑、不信祂所說的話,連對萬有之神所獻的敬畏,也不如那些受教於畢達哥拉斯的人對畢達哥拉斯所獻的呢?親愛的先生們,這豈不荒謬:柏拉圖吩咐人連詩人也要毫不懷疑地相信,你們卻因我們勸人在神施教時相信祂而向我們發怒?這不正是柏拉圖的原話嗎:
1:144
Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον καθ' ἡμᾶς·
'But concerning the other demons, to tell and to know their generation is too great a task for us;
「至於其餘的神靈,要述說並知道他們的起源,乃是超乎我們能力的事;
1:145
πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδό των
we must believe those who have spoken before, being—as they said—the offspring of gods, and clearly knowing somehow their own ancestors.
我們必須相信古時說過此事的人,他們既如自己所說是諸神的後裔,自然多少清楚知道自己的祖先。
1:146
Ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων. ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. Ταῦτα ἐν τῷ Τιμαίῳ περὶ τῶν ποιητῶν Πλάτων εἴρηκε καὶ προσέταξεν Ὁμήρῳ καὶ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις ποιηταῖς μυθολογοῦσι πιστεῦσαι καὶ οὐκ ᾐδέσθη φάναι, ὅτι ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι, καὶ ταῦτα κωμῳδῶν ἀλλαχοῦ τὰ παρ' ἐκείνων λεγόμενα, ὡς ἐν ἑτέρῳ δὴ χωρίῳ σαφῶς ἐπιδείξομεν
It is therefore impossible to disbelieve the children of gods, even though they speak without probable and necessary proofs; but since they profess to report things that are their own, we must, following the law, believe them.' These things Plato said in the Timaeus concerning the poets, and he charged men to believe Homer and Hesiod and the other poets who tell their myths, and was not ashamed to say that they speak without probable and necessary proofs—and that when he elsewhere ridicules the things said by them, as we shall plainly show in another place.
因此,即便諸神的兒女說話沒有概然的、必然的證據,我們也不可不信他們;只因他們聲稱所報的是自家之事,我們就當依從那律法相信他們。」這些話是柏拉圖在《蒂邁歐篇》中論到詩人時說的,他吩咐人相信荷馬、赫西俄德及其他編造神話的詩人,甚至不以為恥地說他們所言沒有概然必然的證據——而他在別處卻又譏嘲那些人所說的話,這我們將在另一處明明指出。
1:147
Εἰ δὲ τοῖς τοὺς λήρους ἐκείνους μυθολογοῦσι καὶ τοὺς αἰσχρο. τάτους διαπλάττουσι μύθους πιστεύειν Πλάτων παρακελεύεται καὶ μηδεμίαν αὐτοὺς ἀπόδειξιν ἀπαιτεῖν, πολλῷ μᾶλλον ὁσιώτε ρόν τε καὶ δικαιότερον τοῖς θεσπεσίοις ἀποστόλοις καὶ προφήταις πιστεῦσαι, αἰσχρὸν μὲν οὐδὲν οὐδὲ μυθῶδες οὐδὲ ἀπίθανον λέ γουσι, θεοπρεπῆ δὲ ἅπαντα καὶ παναγῆ διδάσκουσι καὶ σωτήρια
But if Plato bids men believe those who tell those drivelling tales and fashion the most shameful myths, and to demand of them no proof at all, then it is far more holy and just to believe the inspired apostles and prophets, who say nothing shameful, mythical, or implausible, but teach things wholly befitting God, all-holy and saving.
但若柏拉圖吩咐人相信那些講述胡言、編造最可恥神話的人,並不向他們索取任何證據,那麼相信那受感的眾使徒與先知,就遠為聖潔公正得多了——因為他們所說的毫無羞恥、虛妄或不可信之處,所教的全然合乎神、至為神聖而有拯救之能。
1:148
Ὅτι δέ γε καὶ οἱ ταῖς δόξαις τῶν φιλοσόφων ἀκολουθήσαντες, πίστει χρώμενοι ποδηγῷ, οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἠσπάσαντο, μάλα ἄν τις μάθοι ῥᾳδίως, τὰς τῶν δογμάτων δια. φορὰς ἐξετάσας
And that even those who followed the opinions of the philosophers, using faith as their guide—some embracing these men's views, some those—anyone may very easily learn by examining the differences of their doctrines.
至於那些跟從哲學家見解的人,他們也是以信為嚮導——有的擁護這些人的說法,有的擁護那些人的——這事任何人只要察考他們學說的歧異,便極易明白。
1:149
Οἱ μὲν γὰρ ἀθάνατον ἔφασαν τὴν ψυχήν, οἱ δὲ θνητήν, οἱ δὲ μικτήν τινα ὡρίσαντο καὶ τὸ μὲν αὐτῆς θνητόν, τὸ δὲ ἀθάνατον ἔφασαν·
For some said the soul was immortal, others mortal, and others defined it as a kind of mixture, saying that one part of it is mortal and another immortal;
因為有的說靈魂不朽,有的說靈魂必死,有的則斷言它是某種混合物,說它一部分必死、一部分不朽;
1:150
καὶ τὰ ὁρώμενα οἱ μὲν ἀγένητα, οἱ δὲ γε νητά, καὶ οἱ μὲν ἐκ γῆς, οἱ δὲ ἐξ ὕλης, οἱ δὲ ἐξ ἀτόμων ξυστῆ. ναι·
and as for visible things, some said they were ungenerated, others generated; and some that they were composed from earth, others from matter, others from atoms;
至於可見之物,有的說是無始的,有的說是有始的;有的說是由土構成,有的說由物質構成,有的說由原子構成;
1:151
καὶ οἱ μὲν ἔμψυχον εἶναι τὸ πᾶν, οἱ δὲ ἄψυχον
and some that the universe is ensouled, others that it is soulless.
又有的說宇宙是有靈的,有的說它是無靈的。
1:152
Ἀλλ' ὅμως καὶ διάφορα λέγοντες, ἔσχον καὶ οὗτοι κἀκεῖνοί τινας τοῖς παρὰ σφῶν λεγομένοις πιστεύοντας·
Yet even though they spoke differently, both these and those had some who believed what was said by them;
然而他們縱然眾說紛紜,這一派與那一派都各有人相信他們所說的;
1:153
οὐκ ἂν δὲ οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα εὖ ἔχειν ὑπέλαβον, εἰ μή τις αὐτοὺς πίστις ἔπεισε δέξα. σθαι τὰ λεγόμενα
and neither would the one party have supposed these things, nor the other those, to be sound, had not some faith persuaded them to accept what was said.
若不是有某種信念說服他們接納所說的,這一派絕不會以為這些是對的,那一派也不會以為那些是對的。
next part →
1