← All books · Greek Fathers › Church History
Theodoret
Church History 1
Greek original · 3246 verses · some words can be tapped for a gloss
1:1
Τάδε ἔνεστιν ἐν τῷ πρώτῳ τόμῳ τῆς Θεοδωρήτου ἐκκλησιαστικῆς ἱστορίας αʹ
The following is contained in the first volume of Theodoret's Ecclesiastical History, Book I:
以下為狄奧多勒《教會史》第一卷、第一書所載篇目:
1:2
Πόθεν ἤρξατο τῶν Ἀρειανῶν ἡ αἵρεσις
Whence the heresy of the Arians took its beginning
亞流派異端因何而起
1:3
Κατάλογος τῶν πρωτευόντων ἐπισκόπων
A list of the leading bishops
歷任主要主教名錄
1:4
Ἐπιστολὴ Ἀλεξάνδρου ἐπισκόπου Ἀλεξανδρείας πρὸς Ἀλέξανδρο ἐπίσκοπον Κωνσταντινουπόλεως
Letter of Alexander, bishop of Alexandria, to Alexander, bishop of Constantinople
亞歷山大城主教亞歷山大致君士坦丁堡主教亞歷山大書
1:5
Ἀρείου ἐπιστολὴ πρὸς Εὐσέβιον τὸν Νικομηδείας ἐπίσκοπον
Letter of Arius to Eusebius, bishop of Nicomedia
亞流致尼科米底亞主教優西比烏書
1:6
Εὐσεβίου ἐπισκόπου Νικομηδείας ἐπιστολὴ πρὸς Παυλῖνον ἐπί σκοπον Τύρου
Letter of Eusebius, bishop of Nicomedia, to Paulinus, bishop of Tyre
尼科米底亞主教優西比烏致推羅主教保利努書
1:7
Τὰ κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ
The events concerning the great council held at Nicaea
尼西亞大公會議始末
1:8
Ἔλεγχος τῶν Ἀρειανιζόντων ἐκ τῶν Εὐσταθίου τοῦ μεγάλου καὶ Ἀθανασίου συγγραμμάτων
A refutation of those who Arianize, drawn from the writings of the great Eustathius and of Athanasius
取自偉大的優斯塔修與亞他那修著作,對隨從亞流異端者之駁斥
1:9
Τὰ κατὰ Μελίτιον τὸν Αἰγύπτιον, ἐξ οὗ Μελιτιανοὶ σχισματικοὶ μέχρι τοῦ παρόντος διέμειναν, καὶ συνοδικὴ περὶ τούτου ἐπιστολή
The events concerning Meletius the Egyptian, from whom the Meletian schismatics have persisted to the present, and a synodal letter concerning this
論埃及人梅勒提烏事,米勒提派分裂者即由此而生、延續至今,並附相關大公會議書信一封
1:10
Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς τοὺς ἀπολειφθέντας ἐπισκόπους περὶ τῶν ἐν τῇ συνόδῳ τυπωθέντων
Letter of the emperor Constantine to the bishops who had been absent, concerning the decrees enacted at the council
君士坦丁皇帝致未出席大公會議諸主教書,論會議所定之決議
1:11
Περὶ τῶν σιτηρεσίων τῶν ταῖς ἐκκλησίαις χορηγηθέντων καὶ τῆς ἄλλης τοῦ βασιλέως ἀρετῆς
Concerning the provisions of grain granted to the churches, and the emperor's other acts of virtue
論頒賜各教會之糧餉,以及皇帝其他德政
1:12
Ἐπιστολὴ Εὐσεβίου τοῦ Καισαρείας ἐπισκόπου περὶ τῆς ἐκτε θείσης ἐν Νικαίᾳ πίστεως
Letter of Eusebius, bishop of Caesarea, concerning the faith set forth at Nicaea
凱撒利亞主教優西比烏論尼西亞所頒信經書
1:13
Ἔλεγχος τῶν νῦν βλασφημούντων Ἀρειανῶν ἐκ τῶν Εὐσεβίου τοῦ Καισαρείας ἐπισκόπου συγγραμμάτων
A refutation of the Arians who now blaspheme, drawn from the writings of Eusebius, bishop of Caesarea
取自凱撒利亞主教優西比烏著作,對今日褻瀆之亞流派之駁斥
1:14
Περὶ τῆς Ἀρείου τελευτῆς ἐκ τῆς Ἀθανασίου ἐπιστολῆς
Concerning the death of Arius, from the letter of Athanasius
論亞流之死,取自亞他那修書信
1:15
Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομίας
Letter of the emperor Constantine concerning the building of the churches
君士坦丁皇帝論建造教堂書
1:16
Ἄλλη ἐπιστολὴ τοῦ αὐτοῦ περὶ τῆς τῶν θείων γραφῶν κατα σκευῆς
Another letter of the same, concerning the preparation of the divine Scriptures
同帝另一書信,論繕製聖經事
1:17
Ἄλλη τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Μακάριον τὸν ἐπίσκοπον Ἱερο σολύμων περὶ τῆς οἰκοδομίας τοῦ θείου ναοῦ
Another letter of the same to Macarius, bishop of Jerusalem, concerning the building of the divine temple
同帝致耶路撒冷主教馬迦流另一書信,論建造聖殿事
1:18
Περὶ Ἑλένης τῆς τοῦ βασιλέως Κωνσταντίνου μητρὸς καὶ τῆς τοῦ τιμίου ξύλου τοῦ σταυροῦ εὑρέσεως καὶ τῆς περὶ τὴν οἰκο δομίαν τοῦ θείου ναοῦ σπουδῆς
Concerning Helena, mother of the emperor Constantine, and the finding of the precious wood of the cross, and her zeal for the building of the divine temple
論君士坦丁皇帝之母海倫娜、尋得十字架聖木一事,以及她對建造聖殿所懷之熱心
1:19
Περὶ τῆς παρανόμου Εὐσεβίου ἀπὸ Νικομηδείας ἐπὶ τὴν Κων σταντινούπολιν μεταθέσεως
Concerning the unlawful transfer of Eusebius from Nicomedia to Constantinople
論優西比烏由尼科米底亞非法遷任君士坦丁堡事
1:20
Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου κατὰ Εὐσεβίου καὶ Θεο γονίου γραφεῖσα Νικομηδεῦσι
Letter of the emperor Constantine against Eusebius and Theognis, written to the people of Nicomedia
君士坦丁皇帝致尼科米底亞民眾書,斥責優西比烏與提奧格尼
1:21
Περὶ τῆς ὑπὸ Εὐσεβίου καὶ τῶν σὺν αὐτῷ γεγενημένης κατὰ τοῦ ἁγίου Εὐσταθίου τοῦ τῆς Ἀντιοχείας ἐπισκόπου συσκευῆς
Concerning the conspiracy formed by Eusebius and those with him against the holy Eustathius, bishop of Antioch
論優西比烏及其同黨圖謀陷害安提阿主教聖優斯塔修事
1:22
Περὶ τῶν μετὰ τὴν ἔξοδον τοῦ ἁγίου Εὐσταθίου κατασταθέντων ἐν Ἀντιοχείᾳ ἐπισκόπων αἱρετικῶν
Concerning the heretical bishops appointed at Antioch after the departure of the holy Eustathius
論聖優斯塔修離職後,安提阿所立諸異端主教
1:23
Περὶ τῆς Ἰβήρων πρὸς τὴν εὐσέβειαν ποδηγίας
Concerning the guidance of the Iberians toward piety
論伊比利亞人歸向敬虔之引導
1:24
Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς Σαβώρην τὸν βα σιλέα Περσῶν
Letter of the emperor Constantine to Shapur, king of the Persians
君士坦丁皇帝致波斯王沙普爾書
1:25
Περὶ τῆς κατὰ τοῦ ἁγίου Ἀθανασίου τυρευθείσης ἐπιβουλῆς
Concerning the plot contrived against the holy Athanasius
論陷害聖亞他那修之陰謀
1:26
Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς Ἀλεξανδρέας
Letter of the emperor Constantine to the Alexandrians
君士坦丁皇帝致亞歷山大城民眾書
1:27
Ἄλλη κατὰ Ἀθανασίου ἐπιβουλή
Another plot against Athanasius
另一起陷害亞他那修之陰謀
1:28
Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου πρὸς τὴν σύνοδον
Letter of the emperor Constantine to the council
君士坦丁皇帝致大公會議書
1:29
Περὶ τῆς ἐν Τύρῳ γεγενημένης συνόδου καὶ τῆς ἐκεῖσε κατὰ τοῦ μακαρίου Ἀθανασίου διὰ τὴν Ἀρσενίου περιβόητον χεῖρα κατα σκευασθείσης ἐπιβουλῆς
Concerning the council held at Tyre, and the plot contrived there against the blessed Athanasius through the notorious affair of Arsenius's hand
論在推羅召開之會議,以及因阿爾塞尼烏之手那樁著名事件,於彼地陷害福者亞他那修之陰謀
1:30
Περὶ τῶν ἐγκαινίων τῶν ἐν Ἱεροσολύμοις γεγενημένων καὶ τῆς ἐξορίας τοῦ μεγάλου Ἀθανασίου
Concerning the dedication ceremonies held at Jerusalem, and the exile of the great Athanasius
論耶路撒冷所行之獻堂禮,以及偉大的亞他那修被放逐事
1:31
Περὶ τῆς τοῦ μακαρίου Κωνσταντίνου τοῦ βασιλέως διαθήκης
Concerning the testament of the blessed emperor Constantine
論福者君士坦丁皇帝之遺囑
1:32
Ἀπολογία ὑπὲρ τοῦ βασιλέως
A defense on behalf of the emperor
為皇帝所作之辯護
1:33
Περὶ τῆς τοῦ βασιλέως τελευτῆς
Concerning the death of the emperor
論皇帝之駕崩
1:34
λογογράφοι δέ, ἀντὶ μὲν σανίδων ταῖς βίβλοις ἀντὶ δὲ χρωμάτων τοῖς τῶν λόγων ἄνθεσι κε χρημένοι, διαρκεστέραν καὶ μονιμωτέραν τῶν πεπραγμένων ποιοῦσι τὴν μνήμην·
But writers of history, using books instead of panels and the flowers of words instead of colors, make the memory of deeds more enduring and more lasting;
至於史家,則以書卷代畫板,以文辭之花代顏色,使既往之事蹟留存得更為長久、更為恆定;
1:35
ὁ γὰρ χρόνος λωβᾶται τῶν ζωγράφων τὴν τέχνην
for time mars the art of painters
因為時間會損壞畫家的技藝
1:36
τούτου δὴ χάριν κἀγὼ τῆς ἐκκλησιαστικῆς ἱστορίας τὰ λειπόμενα συγγράψαι πειράσομαι·
For this reason, then, I too shall attempt to write down what remains of ecclesiastical history;
正因此故,我也要嘗試將教會史尚未記載之部分寫成書卷;
1:37
οὐ γὰρ ὅσιον ᾠήθην λαμπροτάτων ἔργων καὶ ὀνησιφόρων διηγημάτων τὸ κλέος παριδεῖν ὑπὸ τῆς λήθης συλώμε νον
for I did not think it holy to overlook the glory of most splendid deeds and profitable narratives being carried off by oblivion
因為我認為,任由至為輝煌之事蹟與有益之敘述,被遺忘所竊奪、置之不顧,是不敬虔的
1:38
διὰ γὰρ δὴ τοῦτο καὶ τῶν συνήθων τινὲς ἐπὶ τόνδε με τὸν πόνον πολλάκις παρώτρυναν·
Indeed, for this very reason some of my acquaintances have often urged me on to this labor;
也正因此故,我的一些相識之人屢次力勸我從事這番勞作;
1:39
ἐγὼ δὲ τῇ μὲν ἐμαυτοῦ δυνάμει τόδε τὸ ἔργον σταθμώμενος τὴν ἐγχείρησιν ὀρρωδῶ, θαρρῶν δὲ τῷ φιλο τίμῳ δοτῆρι τῶν ἀγαθῶν μείζοσιν ἢ κατ' ἐμαυτὸν ἐγχειρῶ
but I, weighing this task against my own ability, shrink from the undertaking; yet, trusting in the generous Giver of good things, I attempt matters greater than my own capacity
然而我以自身能力衡量此一工作,實在畏懼承擔這番嘗試;但我倚靠那慷慨賜下美善之神,仍著手進行超乎自己能力之事
1:40
Εὐσέβιος μὲν οὖν ὁ Παλαιστῖνος ἀπὸ τῶν ἱερῶν ἀποστόλων τῆς ἱστορίας ἀρξάμενος μέχρι τῆς Κωνσταντίνου θεοφιλοῦς βασιλείας τὰ ταῖς ἐκκλησίαις συμβεβηκότα συνέγραψεν·
Eusebius of Palestine, then, beginning his history from the holy apostles down to the God-beloved reign of Constantine, wrote down the events that had befallen the churches;
巴勒斯坦的優西比烏,其史書自聖使徒起始,直至蒙神眷愛的君士坦丁在位之時,記載了諸教會所遭遇之事;
1:41
ἐγὼ δὲ τῆς συγγραφῆς ἐκείνης τὸ τέλος ἀρχὴν τῆς ἱστορίας ποιήσομαι
and I shall make the end of that work the beginning of my own history
而我將以那部著作的終點,作為本史書的起點
1:42
Τῶν ἀνοσιουργῶν ἐκείνων καὶ δυσσεβῶν καταλυθέντων τυράν νων, Μαξεντίου φημὶ καὶ Μαξιμίνου καὶ Λικιννίου, κατηυνάσθη τῆς ἐκκλησίας ἡ ζάλη, ἣν οἱ ἀλάστορες ἐκεῖνοι καθάπερ τινὲς καταιγίδες ἐκίνησαν, καὶ γαλήνης λοιπὸν ἀπήλαυε σταθερᾶς, τῶν στρεβλῶν παυσαμένων ἀνέμων
When those unholy and impious tyrants were overthrown - I mean Maxentius and Maximinus and Licinius - the storm of the Church was calmed, which those accursed men had stirred up like so many tempests, and thereafter she enjoyed a steady calm, the perverse winds having ceased
那些行不義且不敬虔的暴君──我是指馬克森提烏、馬克西米努斯與李基紐──既已被推翻,教會的風暴便得以平息;那風暴原是那些惡靈如同暴風般所掀起的;此後教會便享有穩定的平靜,那扭曲的狂風終於止息
1:43
καὶ Κωνσταντῖνος δὲ ὁ πανεύφημος βασιλεύς, ὃς οὐκ ἀπ' ἀνθρώπων οὐδὲ δι' ἀνθρώπου ἀλλ' οὐρανόθεν κατὰ τὸν θεῖον ἀπόστολον τῆς κλήσεως ταύτης ἔτυχε, ταύτην αὐτῇ ἐπρυτάνευσε
And Constantine, the all-glorious emperor, who, not from men nor through man but from heaven, according to the divine apostle, obtained this calling, provided this calm for her
而那位備受讚頌的皇帝君士坦丁,正如那位神聖使徒所言,他所蒙受的這一呼召,非出於人,也不是藉著人,而是從天上而來;正是他為教會帶來了這番平靜
1:44
νόμους γὰρ ἔγραψε, θύειν μὲν εἰδώλοις ἀπείργων, δο μᾶσθαι δὲ τὰς ἐκκλησίας παρεγγυῶν·
for he enacted laws, forbidding sacrifice to idols, and enjoining that churches be built;
因為他頒布法令,禁止向偶像獻祭,並命令建造教會;
1:45
καὶ ἄρχοντας δὲ πίστει κοσμου μένους ἐφίστησι τοῖς ἔθνεσι, γεραίρειν κελεύων τοὺς ἱερέας καὶ τοῖς παροινεῖν εἰς τούτους ἐπιχειροῦσιν ὄλεθρον ἀπειλῶν
and he set over the nations rulers adorned with the faith, commanding that the priests be honored, and threatening destruction to those who ventured to insult them
又委派信仰端正的長官治理各地,命令他們敬重祭司,並對膽敢凌辱祭司者以毀滅相威嚇
1:46
τότε δὴ οἱ μὲν τὰς καταλυθείσας ἐκκλησίας ἀνήγειρον, οἱ δὲ ἑτέρας εὐρυτέρας ἀνῳ κοδόμουν καὶ λαμπροτέρας
Then indeed some raised up again the churches that had been destroyed, while others built other churches yet more spacious and splendid
當時,有人重建被毀壞的教會,也有人另建更寬廣、更輝煌的新堂
1:47
τούτων οὕτω δρωμένων, τὰ μὲν ἡμέτερα χορείας ἦν ἔμπλεα καὶ θυμηδίας, τὰ δὲ τῶν ἐναντίων κατηφείας καὶ ἀθυμίας μεστά
While these things were thus being done, our affairs were full of dancing and gladness, but the affairs of our adversaries were full of dejection and despondency
當這些事如此進行之際,我方的境況滿是歡舞與喜悅,反對者的境況則滿是沮喪與消沉
1:48
τὰ μὲν γὰρ τῶν εἰδώλων ἀπεκέκλειστο τεμένη, ἐν δὲ ταῖς ἐκκλησίαις ἑορταὶ καὶ πανηγύρεις ἐπετελοῦντο συχναί
for the precincts of the idols were shut up, while in the churches feasts and festal assemblies were frequently celebrated
因為偶像的神廟已被關閉,而教會之中則屢屢舉行節期與盛大慶典
1:49
Ἀλλ' ὁ παμπόνηρος καὶ βάσκανος δαίμων, ὁ τῶν ἀνθρώπων ἀλάστωρ, οὐκ ἤνεγκεν ἐξ οὐρίων φερομένην τὴν ἐκκλησίαν ὁρῶν, ἀλλὰ τὰς κακομηχάνους ἐκίνει βουλὰς καταδῦσαι φιλονεικῶν τὴν ὑπὸ τοῦ ποιητοῦ καὶ δεσπότου τῶν ὅλων κυβερνωμένην
But the all-wicked and envious demon, the destroyer of mankind, could not bear to see the Church borne along by favorable winds, but set in motion his evil-devising counsels, striving to sink the vessel that was piloted by the Maker and Lord of all
然而那極其邪惡、心懷嫉妒的鬼魔,那人類的毀滅者,見教會乘著順風前行,不能忍受,便發動種種奸謀,一心要使那由萬有的創造者與主宰所掌舵之船沉沒
1:50
ἑώρα δὲ τὴν Ἑλληνικὴν πλάνην δήλην γεγενημένην καὶ φωραθέντα τὰ ποικίλα τῶν δαιμόνων τεχνάσματα, καὶ τὴν μὲν κτίσιν παρὰ τῶν πλείστων οὐκ ἔτι προσκυνουμένην, τὸν δὲ ποιητὴν ἀντὶ ταύτης ὑμνούμενον
He saw that the Greek error had become manifest and the various devices of the demons exposed, and that creation was no longer worshiped by most people, but that the Maker was hymned in its stead
牠見希臘人的迷惑已然顯明,鬼魔種種詭計已被揭穿,多數人已不再敬拜受造之物,反倒歌頌那位創造者
1:51
οὗ δὴ χάριν οὐκ ἔτι προφανῶς τὸν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀνερρίπιζε πόλεμον, ἀλλ' ἄνδρας εὑρὼν τῆς μὲν Χριστιανικῆς προση γορίας ἠξιωμένους, φιλοτιμίᾳ δὲ καὶ κενῇ δόξῃ δεδουλωμένους, ὄργανα τούτους τῶν οἰκείων ἀπέφηνε τεχνασμάτων·
For this reason he no longer openly kindled war against God our Savior, but finding men who had been deemed worthy of the Christian name, yet were enslaved to ambition and vainglory, he made these men instruments of his own devices;
為此,牠不再公然掀起對抗我們的神與救主的戰爭,卻找到一些自稱基督徒之名、實則被虛榮與空洞的名譽所奴役之人,使他們成為自己詭計的工具;
1:52
καὶ διὰ τούτων πολλοὺς εἰς τὴν προτέραν ἐπανήγαγε πλάνην, οὐ τὴν κτίσιν πάλιν προσκυνεῖσθαι παρασκευάσας, ἀλλὰ τὸν ποιητὴν καὶ δημιουργὸν συν ταχθῆναι τῇ κτίσει κατασκευάσας
and through them he led many back into the former error, not by causing creation to be worshiped again, but by contriving that the Maker and Creator be ranked together with creation
並藉這些人,把許多人引回從前的迷惑之中;卻不是使人重新敬拜受造之物,而是設法使受造之物與那位創造者、締造者並列同等
1:53
ποῦ δὲ τὴν ἀρχὴν καὶ ὅπως ἔσπειρε τὰ ζιζάνια, ἐγὼ διηγήσομαι
Where he began, and how he sowed the tares, I shall now relate
牠究竟從何處開始、如何撒下這稗子,我這就要敘述
1:54
Ἀλεξάνδρεια πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος, οὐκ Αἰγυ πτίων μόνον ἀλλὰ καὶ Θηβαίων καὶ Λιβύων τῶν πρὸς Αἴγυπτον τὴν ἡγεμονίαν πεπιστευμένη
Alexandria is a very great and populous city, entrusted with governance not only over the Egyptians but also over the Thebans and the Libyans bordering Egypt
亞歷山大城是一座極其宏大、人口眾多的城市,不僅統轄埃及人,也蒙受託付治理鄰近埃及的底比斯人與利比亞人
1:55
ταύτης μετὰ Πέτρον ἐκεῖνον τὸν νικη φόρον ἀγωνιστήν, ὃς ἐπὶ τῶν δυσσεβῶν τυράννων τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, Ἀχιλλᾶς μὲν ὀλίγον χρόνον τὰ τῆς ἐκκλη σίας κατέσχε πηδάλια, μετὰ δὲ τοῦτον Ἀλέξανδρος ὁ γενναῖος τῶν εὐαγγελικῶν δογμάτων γενόμενος πρόμαχος
After that victorious contender Peter, who under the impious tyrants bound upon himself the crown of martyrdom, Achillas held the helm of this church for a short time, and after him Alexander, who became a noble champion of the doctrines of the gospel
繼那位得勝的鬥士彼得──他在那些不敬虔的暴君治下,戴上了殉道的冠冕──之後,阿基拉曾短暫執掌此教會之舵;此後,高貴的亞歷山大成為福音教義的先鋒
1:56
Κατὰ τοῦτον τὸν χρόνον Ἄρειος τῷ μὲν καταλόγῳ τῶν πρε σβυτέρων ἐντεταγμένος, τὴν δὲ τῶν θείων γραφῶν πεπιστευμένος ἐξήγησιν, ἰδὼν τὸν Ἀλέξανδρον τῆς ἀρχιερωσύνης ἐγχειρισθέντα τοὺς οἴακας, οὐκ ἤνεγκε τοῦ φθόνου τὴν προσβολήν, ἀλλ' ὑπὸ τούτου νυττόμενος ἀφορμὰς ἔριδος ἐπεζήτει καὶ μάχης
At this time Arius, enrolled among the presbyters and entrusted with the exposition of the divine Scriptures, seeing Alexander entrusted with the helm of the high priesthood, could not bear the assault of envy, but, goaded by it, sought occasions for strife and conflict
就在此時,亞流雖列名於長老之班,並蒙託付解經聖經之職,卻見亞歷山大接掌大祭司職的舵柄,心中不能忍受嫉妒之侵襲,反受其驅使,四處尋求爭端與衝突的藉口
1:57
καὶ τὴν μὲν ἀξιέ παινον τοῦ ἀνδρὸς πολιτείαν θεώμενος οὐδὲ συκοφαντίαν ὑφαίνειν ἠδύνατο, ἡσυχίαν δὲ ὅμως ἄγειν αὐτὸν ὁ φθόνος ἐκώλυε
and though beholding the man's praiseworthy manner of life, he was unable even to weave a false accusation, yet envy nonetheless prevented him from keeping quiet
他雖看見此人可稱可讚的德行,連捏造誣告都無從著手,然而嫉妒仍不容他安靜下來
1:58
ἀντίπαλος δι' αὐτοῦ κυκᾷ καὶ κινεῖ τῆς ἐκ κλησίας τὴν ζάλην·
Through him the Adversary stirred up and set in motion the storm of the Church;
敵對者便藉他攪動並掀起教會的風暴;
1:59
ταῖς γὰρ ἀποστολικαῖς Ἀλεξάνδρου διδασκαλίαις προφανῶς ἀντιτείνειν ἀνέπειθε
for he persuaded him to openly oppose the apostolic teachings of Alexander
因為牠說服他公然抵擋亞歷山大所持守之使徒教訓
1:60
καὶ ὁ μὲν τοῖς θείοις λογίοις ἑπόμενος ὁμότιμον ἔλεγε τοῦ πατρὸς τὸν υἱὸν καὶ τὴν αὐτὴν οὐσίαν ἔχειν τῷ γεγεννηκότι θεῷ·
And he (Alexander), following the divine oracles, said that the Son was of equal honor with the Father and possessed the same substance as the God who had begotten him;
亞歷山大遵循神聖箴言,稱聖子與聖父同等尊榮,且與生祂之神同具一質;
1:61
ὁ δὲ Ἄρειος ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος κτίσμα καὶ ποίημα προσηγόρευεν, καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν προσε τίθει καὶ τἄλλα ὅσα ἐκ τῶν ἐκείνου γραμμάτων σαφέστερον μα θησόμεθα
but Arius, contending directly against the truth, called him a creature and a thing made, and added the phrase 'there was once when he was not', and the other things which we shall learn more clearly from his own writings
亞流卻公然與真理相悖,稱聖子為受造之物、被造之工,並加上「曾有一時祂尚不存在」之語,以及其他種種主張──這些我們將從他自己的書信中更清楚得知
1:62
καὶ ταῦτα οὐ μόνον ἐν ἐκκλησίᾳ διετέλει λέγων, ἀλλὰ κἀν τοῖς ἔξω συλλόγοις καὶ συνεδρίοις, καὶ τὰς οἰκίας περινοστῶν ἐξηνδραπόδιζεν ὅσους ἴσχυεν
And he continued to say these things not only in church, but also in outside gatherings and assemblies, and going about the houses he enslaved as many as he was able
他不僅在教會中不斷這樣宣講,就連在外面的聚會與集會中也是如此,並且四處走訪人家,凡他能說服的,都被他擄為己黨
1:63
Ἀλέξανδρος δέ, ὁ τῶν ἀποστολικῶν δογμάτων συνήγορος, πρῶτον μὲν αὐτὸν παραινέσεσι μεταπείθειν ἐπειρᾶτο καὶ συμβουλαῖς·
Alexander, the advocate of the apostolic doctrines, at first tried to change his mind through exhortations and counsels;
使徒教義的辯護者亞歷山大,起初嘗試以勸勉與忠告使他回心轉意;
1:64
ἐπειδὴ δὲ κορυβαντιῶντα εἶδε καὶ ἀναφαν δὸν κηρύττοντα τὴν ἀσέβειαν, τῶν ἱερατικῶν ἐξήλασε καταλόγων
but when he saw him raving like a Corybant and openly proclaiming his impiety, he expelled him from the ranks of the priesthood
但當他見亞流如著魔般狂躁,且公然宣講不敬虔之說時,便將他逐出祭司之班
1:65
ἤκουσε γὰρ τοῦ θείου νόμου βοῶντος·
for he had heard the divine law crying out:
因為他曾聽見神聖律法呼喊道:
1:66
ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζῃ σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ
If your right eye causes you to stumble, pluck it out and cast it from you
『倘若你的右眼使你跌倒,就把它剜出來,丟棄。』
1:67
Κατὰ τοῦτον δὲ τὸν χρόνον τῆς μὲν Ῥωμαίων ἐκκλησίας Σίλ βεστρος κατεῖχε τὰς ἡνίας, Μιλτιάδην διαδεξάμενος ὃς μετὰ Μαρκελ λῖνον τὸν ἐν τῷ διωγμῷ διαπρέψαντα τὴν τῆς ἀρχιερωσύνης χειρο τονίαν ἐδέξατο·
At this time Sylvester held the reins of the church of the Romans, having succeeded Miltiades, who had received ordination to the high priesthood after Marcellinus, who had distinguished himself in the persecution;
此時,羅馬教會由西爾維斯特掌舵,他是米爾提亞德斯的繼任者;米爾提亞德斯則是在那位於逼迫中卓然顯著的馬爾切利努斯之後,受按立為大祭司的
1:68
ἐν Ἀντιοχείᾳ δὲ μετὰ Τύραννον, τῆς τῶν ἐκκλη σιῶν ἀρξαμένης εἰρήνης, Βιτάλιος τὴν ἡγεμονίαν παρέλαβεν, ὃς καὶ τὴν ἐν τῇ Παλαιᾷ καταλυθεῖσαν ὑπὸ τῶν τυράννων ᾠκο δόμησεν ἐκκλησίαν·
and in Antioch, after Tyrannus, when the peace of the churches had begun, Vitalis took up the leadership, and he rebuilt the church in the Old Quarter that had been destroyed by the tyrants;
在安提阿,繼提蘭努斯之後,各教會已開始享有和平,維塔利烏擔任領袖,他重建了那座在「舊城區」中曾被暴君所毀壞的教堂;
1:69
Φιλογόνιος δὲ μετὰ τοῦτον τὴν προεδρίαν λαβὼν τά τε λειπόμενα τῇ οἰκοδομίᾳ προστέθεικε καὶ τὸν ὑπὲρ τῆς εὐσεβείας ἐν τοῖς Λικιννίου καιροῖς ἐπεδείξατο ζῆλον
and after him Philogonius, taking up the presidency, both added what remained to the building and displayed his zeal for piety in the times of Licinius
其後繼任主教之職的斐洛戈尼烏,既完成了尚未竣工的建築,也在李基紐當政時,顯明了他為敬虔所懷的熱心
1:70
τὴν ἐν Ἱεροσολύμοις δὲ μετὰ Ἑρμωνᾶν Μακάριος ἐπιστεύθη, φερώνυμος ἀνὴρ καὶ παντοδαποῖς κοσμούμενος ἀγαθοῖς
and the church at Jerusalem, after Hermon, was entrusted to Macarius, a man whose name suited him well (that is, blessed), adorned with virtues of every kind
至於耶路撒冷教會,繼赫爾莫納斯之後,由馬迦流受託掌理;此人名副其實(意為「有福者」),並以種種美德為裝飾
1:71
τῆς δὲ Κωνσταντινου πόλεως κατὰ τοῦτον αὐτὸν τὸν καιρὸν Ἀλέξανδρος τῆς ἀρχιερατικῆς ἠξιοῦτο λειτουργίας, ἀποστολικοῖς χαρίσμασι λαμπρυνόμενος
At this same time, Alexander was deemed worthy of the high-priestly ministry of Constantinople, being resplendent with apostolic gifts.
就在此時,亞歷山大在君士坦丁堡被視為配得大祭司職分的服事,並以使徒的恩賜而光耀。
1:72
τότε τοίνυν ὁ τῆς Ἀλεξανδρέων Ἀλέξανδρος, ὁρῶν τὸν Ἄρειον τῷ τῆςφιλαρχίας κατεχόμενον οἴστρῳ καὶ τοὺς ὑπὸ τῆς βλασφημίας ἐζω γρημένους ἀγείροντα καὶ συλλόγους ἰδίους ποιούμενον, τοῖς τῶν ἐκ κλησιῶν ἡγεμόσι τὴν τούτου βλασφημίαν διὰ γραμμάτων ἐδήλωσεν
Then Alexander, bishop of the Alexandrians, seeing that Arius was possessed by the frenzy of ambition for power, gathering together those whom he had taken captive by his blasphemy and forming assemblies of his own, made known this man's blasphemy by letters to the leaders of the churches.
當時,亞歷山大城的亞歷山大主教,見到亞流被貪慕權位的狂熱所控制,聚集那些被他的褻瀆言論所擄獲的人,並自組聚會,便藉書信將此人的褻瀆告知各教會的領袖們。
1:73
Ἐγὼ δὲ τὴν πρὸς τὸν ὁμώνυμον αὐτῷ γραφεῖσαν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, σαφῶς ἅπαντα τὰ κατ' ἐκεῖνον διδάσκουσαν, ὡς ἂν μή τις ὑπολάβοι πλάττοντά με ταῦτα συγγράφειν·
I shall insert into this history the letter written to his namesake, which clearly sets forth all that concerns that man, so that no one may suppose that I am inventing these things in writing them;
我將把這封寫給與他同名者的書信收錄於本書中,該信清楚闡明了關於那人的一切事情,以免有人以為我是憑空捏造這些記述——
1:74
καὶ μετὰ τήνδε, τὴν αὐτοῦ γε Ἀρείου, καὶ μετ' ἐκείνην τὰς ἄλλας ὧν ἡ τῆς ἱστορίας δεῖται διήγησις, ἵνα μαρτυρῶσι τῇ ἀληθείᾳ τῆς συγγραφῆς καὶ σαφέστερον τὰ γεγενημένα διδάσκωσιν
and after this one, that of Arius himself, and after that the others which the narrative of the history requires, so that they may bear witness to the truth of this account and teach more clearly what took place.
在這封信之後,還有亞流本人的書信,其後又有本史所需的其他文獻,好叫這些文件為本書記述的真實性作見證,並更清楚地說明所發生的事情。
1:75
γράφει δὲ ὁ τῆς Ἀλεξαν δρέων Ἀλέξανδρος πρὸς τὸν ὁμώνυμον ταῦτα·
Now Alexander, bishop of the Alexandrians, writes the following to his namesake:
亞歷山大城的亞歷山大主教寫給那位同名者如下:
1:76
Τῷ τιμιωτάτῳ ἀδελφῷ καὶ ὁμοψύχῳ Ἀλεξάνδρῳ Ἀλέξανδρος ἐν κυρίῳ χαίρειν
To the most honored brother and like-minded Alexander, Alexander sends greetings in the Lord.
致最可敬的弟兄、同心的亞歷山大:亞歷山大在主裡問安。
1:77
Ἡ φίλαρχος τῶν μοχθηρῶν ἀνθρώπων καὶ φιλάργυρος πρόθεσις ταῖς δοκούσαις ἀεὶ μείζοσι παροικίαις πέφυκεν ἐπιβουλεύειν, διὰ ποι κίλων προφάσεων τῶν τοιούτων ἐπιτιθεμένων τῇ ἐκκλησιαστικῇ εὐσεβείᾳ
The power-loving and money-loving purpose of wicked men is ever wont to plot against those parishes that seem greater, such men attacking the piety of the Church under various pretexts.
邪惡之人那貪權愛財的心志,向來慣於圖謀那些看似較大的堂區下手,這類人常藉種種藉口攻擊教會的敬虔。
1:78
οἰστρηλατούμενοι γὰρ ὑπὸ τοῦ ἐνεργοῦντος ἐν αὐτοῖς δια βόλου, εἰς τὴν προκειμένην αὐτοῖς ἡδονὴν πάσης εὐλαβείας ἀπο σκιρτήσαντες, πατοῦσι τὸν τῆς κρίσεως τοῦ θεοῦ φόβον
For being goaded on by the devil working in them, and leaping away from all reverence toward the pleasure set before them, they trample underfoot the fear of God's judgment.
因為他們被那在其中運行的魔鬼所驅使,為追求擺在眼前的快感而背離一切虔敬,踐踏了對神審判的敬畏之心。
1:79
περὶ ὧν ἀναγκαῖον ἦν μοι τῷ πάσχοντι δηλῶσαι τῇ ὑμετέρᾳ εὐλαβείᾳ, ἵνα φυλάττησθε τοὺς τοιούτους μή τις αὐτῶν τολμήσῃ καὶ ταῖς ὑμετέ ραις παροικίαις ἐπιβῆναι, ἤτοι δι' ἑαυτῶν ( ἱκανοὶ γὰρ ὑποκρίνασθαι πρὸς ἀπάτην οἱ γόητες), ἢ διὰ γραμμάτων ψευδῶς κεκομψευμένων, δυναμένων ὑφαρπάσαι τὸν ἁπλῇ πίστει καὶ ἀκεραίῳ προσεσχηκότα
Concerning these matters it was necessary for me, who have suffered, to make this known to your reverence, so that you may be on your guard against such men, lest any of them dare to invade your parishes as well — either in person (for these deceivers are skilled at feigning deception), or through letters deceitfully embellished, which are able to snatch away one who has given heed with simple and unmixed faith.
關於這些事,我這受害者有必要向你的虔敬稟明,好叫你們謹防此等人,免得他們中有人膽敢也侵入你們的堂區——或是親自前來(因為這些騙子善於偽裝以行欺詐),或是藉著虛偽粉飾的書信,這種書信足以誘拐那些以單純無偽之信留心聽從的人。
1:80
Ἄρειος γοῦν καὶ Ἀχιλλᾶς, συνωμοσίαν ἔναγχος ποιησάμενοι, τὴν Κολλούθου φιλαρχίαν πολὺ χεῖρον ἢ ἐκεῖνος ἐζήλωσαν
Arius and Achillas, then, having recently formed a conspiracy, have emulated the ambition for power of Colluthus, far worse than he did.
亞流與亞基拉最近結成陰謀集團,效法哥羅圖的貪權野心,其惡劣程度更甚於哥羅圖本人。
1:81
ὁ μὲν γὰρ αὐτοῖς τούτοις ἐγκαλῶν τῆς ἑαυτοῦ μοχθηρᾶς προαιρέσεως εὗρε πρόφασιν·
For the one, by bringing charges against these very men, found in that a pretext for his own wicked policy;
因為那人藉指控這些人,為自己惡毒的策略找到了藉口;
1:82
οἱ δὲ τὴν ἐκείνου χριστεμπορίαν θεωροῦντες οὐκ ἔτι τῆς ἐκκλησίας ὑποχείριοι μένειν ἐκαρτέρησαν, ἀλλ' ἑαυτοῖς σπήλαια λῃστῶν οἰκοδομήσαντες ἀδιαλείπτους ἐν αὐτοῖς ποιοῦνται συνόδους, νύκτωρ τε καὶ μεθ' ἡμέραν ἐν ταῖς κατὰ Χριστοῦ καὶ ἡμῶν διαβολαῖς ἀσκού μενοι
while the others, beholding his trafficking in Christ, no longer had patience to remain subject to the Church, but building for themselves dens of robbers, hold unceasing assemblies in them, training themselves night and day in slanders against Christ and against us.
而另一些人見到那人買賣基督之事,便不再忍耐服從教會,反倒為自己建立賊窩,在其中不斷聚會,日夜操練,誹謗基督並誹謗我們。
1:83
χριστομάχον συνεκρότησαν ἐργαστήριον, τὴν θεότητα τοῦ σωτῆρος ἡμῶν ἀρνούμενοι καὶ τοῖς πᾶσιν ἴσον εἶναι κηρύττοντες, πᾶσάν τε αὐτοῦ τῆς σωτηρίου οἰκονομίας καὶ δι' ἡμᾶς ταπεινώσεως φωνὴν ἐκλεξάμενοι ἐξ αὐτῶν συναγείρειν πειρῶνται τῆς ἀσεβείας ἑαυτῶν τὸ κήρυγμα, τῆς ἀρχῆθεν θεότητος αὐτοῦ καὶ παρὰ τῷ πατρὶ δόξης ἀλέκτου τοὺς λόγους ἀποστρεφόμενοι
They have organized a Christ-fighting workshop, denying the deity of our Savior and proclaiming him to be equal to all, and, culling out every saying that speaks of his saving dispensation and of the humiliation he underwent for our sake, they endeavor from these to gather together the preaching of their own impiety, while turning away from the words that speak of his deity from the beginning and of his unutterable glory with the Father.
他們組成了一個與基督為敵的工場,否認我們救主的神性,宣稱祂與眾人無異;又刻意挑選一切論及祂救贖經綸與祂為我們降卑的經文,試圖從中湊集他們不敬虔的宣講內容,卻迴避那些論及祂自始即有的神性、以及祂在父那裡莫可言喻之榮耀的經文。
1:84
τὴν γοῦν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀσεβῆ περὶ Χριστοῦ δόξαν κρατύνοντες, τὸν παρ' αὐτοῖς ἔπαινον ὡς ἔνι μάλιστα θηρῶνται, πάντα μὲν ὅσα καθ' ἡμῶν παρ' αὐτοῖς γελᾶται πραγματευόμενοι, στάσεις δὲ ἡμῖν καθ' ἡμέραν καὶ διωγμοὺς ἐπεγείροντες·
Thus, by confirming the impious opinion of the Greeks and Jews concerning Christ, they hunt after praise from them as much as possible, contriving everything at which they mock us, and daily stirring up against us seditions and persecutions;
他們藉此鞏固希臘人與猶太人對基督的不敬虔看法,竭力獵取這些人的稱讚,處心積慮地做出一切被他們用來嘲笑我們的事情,並且每日在我們中間挑起紛爭與逼迫;
1:85
καὶ τοῦτο μὲν δι καστήρια συγκροτοῦντες δι' ἐντυχίας γυναικαρίων ἀτάκτων ἃ ἠπά τησαν, τοῦτο δὲ τὸν χριστιανισμὸν διασύροντες ἐκ τοῦ περιτροχάζειν πᾶσαν ἀγυιὰν ἀσέμνως τὰς παρ' αὐτοῖς νεωτέρας
on the one hand convening courts of law through the petitions of disorderly little women whom they have deceived, and on the other hand bringing Christianity into disrepute by having their young women run indecently through every street.
一方面藉著他們所欺哄的輕浮無知婦女的訴狀,招惹官府訴訟;另一方面又縱容他們那些年輕女子不知羞恥地在大街小巷四處奔走,敗壞基督教的名聲。
1:86
ἀλλὰ καὶ τὸν ἄρρηκτον τοῦ Χριστοῦ χιτῶνα, ὃν οἱ δήμιοι διελεῖν οὐκ ἐβουλεύ σαντο, αὐτοὶ σχίσαι ἐτόλμησαν
Nay, they have even dared to rend the seamless tunic of Christ, which even the executioners did not resolve to divide.
甚至基督那件連劊子手都不忍心撕裂分割的無縫外衣,他們竟膽敢加以撕裂。
1:87
ἡμεῖς μὲν οὖν ἃ καὶ τῷ βίῳ αὐτῶν καὶ τῇ ἀνοσίῳ ἐπιχειρήσει πρέπει διὰ τὸ λανθάνειν βραδέως ἐπιστή σαντες, παμψηφὶ τῆς προσκυνούσης Χριστοῦ τὴν θεότητα ἐκκλησίας ἐξηλάσαμεν
We, then, having only slowly come to perceive what befits both their manner of life and their unholy undertaking, since it lay hidden, have with unanimous vote expelled them from the Church that worships the deity of Christ.
至於我們,因這些事一向隱而不彰,我們遲遲才察覺出他們的生活方式與這不聖潔的行動實情究竟為何;如今我們已全體一致,將他們逐出那敬拜基督神性的教會。
1:88
Ἐπεχείρησαν δὲ περιδρομαῖς χρώμενοι καθ' ἡμῶν παρεκβαίνειν πρὸς τοὺς ὁμόφρονας συλλειτουργούς, σχήματι μὲν εἰρήνης καὶ ἑνώ σεως ἀξίωσιν ὑποκρινόμενοι, τὸ δ' ἀληθὲς συναρπάσαι τινὰς αὐτῶν εἰς τὴν ἰδίαν νόσον διὰ χρηστολογίας σπουδάζοντες καὶ στωμυλώ τερα γράμματα παρ' αὐτῶν αἰτοῦντες, ἵνα παραναγιγνώσκοντες αὐτὰ τοῖς ὑπ' αὐτῶν ἠπατημένοις ἀμετανοήτους ἐφ' οἷς ἐσφάλησαν κατα σκευάσωσιν, ἐπιτριβομένους εἰς ἀσέβειαν, ὡς ἂν συμψήφους αὐτοῖς καὶ ὁμόφρονας ἔχοντες ἐπισκόπους
They have attempted, by making the rounds against us, to make approaches to our fellow-ministers who share their opinion, under the pretense of a claim to peace and unity, but in truth striving through fair speech to seize some of them for their own sickness, and asking from them more eloquent letters, so that by reading these aloud to those whom they have deceived, they might render them impenitent in the errors into which they have fallen, grinding them down further into impiety, as though they had bishops who agreed with and shared their opinion.
他們設法四處奔走,圖謀對付我們,接近那些與他們同一鼻孔出氣的同工,表面上假裝要求和平與合一,實則企圖用花言巧語誘騙其中一些人陷入他們自己的病症,並向這些同工索取措辭更為動聽的書信,好在誦讀給那些被他們欺騙的人聽時,使他們在所犯的錯誤上執迷不悔,愈陷愈深於不敬虔之中,彷彿他們也有站在同一立場、意見相同的主教一般。
1:89
οὐχ ἅπερ γοῦν παρ' ἡμῖν πονη ρῶς ἐδίδαξάν τε καὶ διεπράξαντο ὁμολογοῦσιν αὐτοῖς, δι' ἃ καὶ ἐξώ σθησαν·
Now they do not confess to them the things which they wickedly taught and did among us, on account of which they were also expelled;
至於他們在我們這裡邪惡地所教導、所行的事——正是因此被逐出的緣由——他們並不向這些人坦承;
1:90
ἀλλ' ἢ σιωπῇ ταῦτα παραδιδόασιν, ἢ πεπλασμένοις λόγοις καὶ ἐγγράφοις ἐπισκιάζοντες ἀπατῶσιν
but they either pass these matters over in silence, or, obscuring them with fabricated words and documents, they practice deception.
反而或以沉默帶過此事,或以虛構的言辭與文件加以掩飾,藉此行騙。
1:91
πιθανωτέραις γοῦν καὶ βωμολόχοις ὁμιλίαις τὴν φθοροποιὸν ἑαυτῶν διδασκαλίαν ἐπικρύ πτοντες συναρπάζουσι τὸν εἰς ἀπάτην ἐγκείμενον, οὐκ ἀπεχόμενοι καὶ τοῦ παρὰ πᾶσι συκοφαντεῖν τὴν ἡμετέραν εὐσέβειαν·
Thus, concealing their corrupting doctrine with plausible and buffoonish talk, they ensnare whoever is inclined toward deception, and they do not refrain from slandering our piety before everyone;
他們用貌似有理卻近乎滑稽的言談,掩飾自己那足以敗壞人心的教義,藉此誘捕那些容易受騙的人,甚至不惜在眾人面前誹謗我們的敬虔;
1:92
ὅθεν καὶ συμβαίνει τινὰς τοῖς γράμμασιν αὐτῶν ὑπογράφοντας εἰς ἐκκλησίαν εἰσδέχεσθαι, μεγίστης ὡς οἶμαι διαβολῆς ἐπικειμένης τοῖς τοῦτο τολ μῶσι συλλειτουργοῖς τῷ μήτε τὸν ἀποστολικὸν κανόνα τοῦτο συγχω ρεῖν ἀλλὰ καὶ ὑπεκκαίειν τὴν ἐπ' αὐτοῖς διαβολικὴν κατὰ Χριστοῦ ἐνέργειαν
hence it also happens that some, by subscribing to their letters, are received into the church — an act which, I think, brings the gravest reproach upon those fellow-ministers who dare to do this, since the apostolic canon does not permit it, but rather kindles further the devil's activity against Christ that is at work in them.
因此發生了這樣的事:有些人只憑簽署他們的書信,就被接納入教會——依我看,這給那些膽敢如此行的同工帶來了極大的羞辱,因為使徒的法規並不容許此事,反而只會助長那在他們身上發動、與基督為敵的魔鬼作為。
1:93
πάντα γάρ, φασίν, ὁ θεὸς ἐξ οὐκ ὄντων ἐποίησε, συναναλαμβάνοντες τῇ τῶν ἁπάντων λογικῶν τε καὶ ἀλόγων κτίσει καὶ τὸν υἱὸν τοῦ θεοῦ
'For God,' they say, 'made all things out of what did not exist,' thereby classing the Son of God together with the creation of all rational and irrational beings.
他們說:「神從無中創造了萬有」,藉此將神的兒子與一切有理性和無理性受造之物的被造歸為一類。
1:94
οἷς ἀκολούθως καί φασιν αὐτὸν τρεπτῆς εἶναι φύσεως, ἀρετῆς τε καὶ κακίας ἐπιδεκτικόν, καὶ τῇ ἐξ οὐκ ὄντων ὑποθέσει καὶ τὰς θείας τοῦ εἶναι αὐτὸν ἀεὶ συναναιροῦντες γραφάς, αἳ τὸ ἄτρεπτον τοῦ λόγου καὶ τὴν θεότητα τῆς σοφίας τοῦ λόγου σημαίνουσιν, ἅ ἐστιν ὁ Χριστός
Consistently with this they also say that he is of a mutable nature, capable of virtue and of vice, and by their supposition of 'from what did not exist' they at the same time destroy the divine Scriptures which signify that he always is, and which indicate the immutability of the Word and the deity of the Wisdom of the Word, which is Christ.
與此一致地,他們又說祂本性是可變的,既能行善,亦能作惡;並且,藉著「出於無有」這一假設,他們同時也否定了那些指明祂永恆存在、指明道的不變性、以及道之智慧的神性(也就是基督)的神聖經文。
1:95
δυνάμεθα γοῦν καὶ ἡμεῖς, φασὶν οἱ ἀλάστορες, υἱοὶ γενέσθαι θεοῦ, ὥσπερ κἀκεῖνος
'For we too,' say these accursed men, 'are able to become sons of God, just as he did.'
這些該受咒詛的人竟說:「我們也能成為神的兒子,正如那位一樣。」
1:96
Ἐπιφερομένου δὲ αὐτοῖς τοῦ λέ γοντος ἑξῆς ῥητοῦ αὐτοὶ δέ με ἠθέτησαν, ὅπερ οὐ φυσικόν ἐστι τῷ σωτῆρι ὄντι φύσεως ἀτρέπτου, πάσης εὐλαβείας ἑαυτοὺς ἐρημώ σαντες, τοῦτό φασι προγνώσει καὶ προθεωρίᾳ περὶ αὐτοῦ εἰδότα τὸν θεὸν ὅτι οὐκ ἀθετήσει ἐξειλέχθαι αὐτὸν ἀπὸ πάντων
But when the saying that follows next is brought against them, 'yet they rejected me,' which does not properly apply to the Savior, who is of an immutable nature, they, having stripped themselves of all reverence, say that God, knowing this of him beforehand by foreknowledge and foresight — that he would not reject him — chose him out from all.
但當有人引用接續其後的那句經文「他們卻棄絕了我」來反駁他們時——這句話本不適用於本性不變的救主——他們竟全然拋棄一切虔敬,宣稱:神藉著預知與預見,早已知道祂不會棄絕(神),所以才從眾人中揀選了祂。
1:97
οὐ γὰρ φύσει καὶ κατ' ἐξαίρετον τῶν ἄλλων υἱῶν ἔχοντά τι (οὔτε γὰρ φύσει υἱός τίς ἐστι τοῦ θεοῦ, φασίν, οὔτε τινὰ ἔχων ἰδιότητα πρὸς αὐτόν), ἀλλὰ καὶ αὐτὸν τρεπτῆς τυγχάνοντα φύσεως, διὰ τρόπων ἐπιμέλειαν καὶ ἄσκησιν μὴ τρεπόμενον ἐπὶ τὸ χεῖρον, ἐξελέξατο·
For not because he possessed by nature something distinctive beyond the other sons (for, they say, no one is a son of God by nature, nor does anyone possess any peculiar relation to him), but because, though he too was of a mutable nature, by diligence of character and by discipline he did not turn to the worse — for this God chose him;
並非因為祂天生具有某種超越其他兒子的獨特之處(他們說,因為根本沒有人是天生神的兒子,也沒有人與神有任何特殊的關係),而是因為祂雖同樣具有可變的本性,卻藉由品行的操守與操練,未曾轉向惡途——神因此揀選了祂;
1:98
ὡς εἰ καὶ Παῦλος τοῦτο βιάσαιτο καὶ Πέτρος, μηδὲν διαφέρειν τούτων τὴν ἐκείνου υἱότητα·
so that, even if Paul or Peter should strive to attain this, that one's sonship would differ in nothing from theirs.
因此,即便保羅或彼得努力達到這境地,那位的兒子名分也與他們的兒子名分毫無分別。
1:99
καὶ ταῖς γραφαῖς ἐμπαροινοῦντες καὶ παρατιθέμενοι τὸ ἐν Ψαλμοῖς περὶ Χριστοῦ ῥητόν, τὸ οὕτως ἔχον·
And, doing outrage to the Scriptures, they cite the saying in the Psalms concerning Christ, which runs thus:
他們又肆意侮辱經文,引用詩篇中論及基督的那句話,其文如下:
1:100
ἠγάπησας δικαιο σύνην καὶ ἐμίσησας ἀδικίαν·
You have loved righteousness and hated iniquity;
你喜愛公義,恨惡罪惡;
1:101
διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου
therefore God, your God, has anointed you with the oil of gladness above your companions.
所以神,就是你的神,用喜樂的油膏抹你,勝過膏抹你的同伴。
1:102
Περὶ μὲν οὖν ὅτι ὁ υἱὸς τοῦ θεοῦ οὔτε ἐξ οὐκ ὄντων γεγένηται, οὔτε ἦν ποτε ὅτε οὐκ ἦν, αὐτάρκης παιδεῦσαι Ἰωάννης ὁ εὐαγ γελιστὴς γράφων οὕτως περὶ αὐτοῦ·
Now concerning the fact that the Son of God neither came into being out of what did not exist, nor was there ever a time when he was not, John the Evangelist is sufficient to instruct us, writing thus concerning him:
至於神的兒子既非出於無有而生成,也未曾有「祂不存在」的時候這一點,福音書作者約翰所寫關於祂的話已足以教導我們,其文如下:
1:103
ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός
the only-begotten Son, who is in the bosom of the Father.
獨生子,就是在父懷裡的那一位。
1:104
προνοούμενος γὰρ ὁ θεῖος δει κνύναι διδάσκαλος ἀλλήλων ἀχώριστα πράγματα δύο, τὸν πατέρα καὶ τὸν υἱόν, ὄντα αὐτὸν ἐν τοῖς κόλποις τοῦ πατρὸς ὠνόμασεν
For the divine teacher, taking care to show that the two, the Father and the Son, are inseparable from one another, named him as being in the bosom of the Father.
因為這位神聖的教師,有意要指明父與子二者彼此不可分離,故稱祂常在父的懷中。
1:105
ἀλλὰ γὰρ καὶ ὅτι τοῖς ἐξ οὐκ ὄντων γενομένοις ὁ λόγος τοῦ θεοῦ οὐ συναριθμεῖται, πάντα δι' αὐτοῦ γεγονέναι φησὶν ὁ αὐτὸς Ἰωάννης
Moreover, that the Word of God is not numbered together with the things that came into being out of what did not exist, this same John declares, saying that all things came into being through him.
此外,這位神的道並不與那些出於無有而生成之物同列,這一點同一位約翰也曾宣告:他說萬物都是藉著祂造的。
1:106
τὴν γὰρ ἰδιότροπον αὐτοῦ ὑπόστασιν ἐδήλωσεν εἰπών·
For he made clear his unique and distinctive existence, saying:
因為他藉此語表明了祂那獨特的位格:
1:107
ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος
In the beginning was the Word, and the Word was with God, and the Word was God.
太初有道,道與神同在,道就是神。
1:108
πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν
All things came into being through him, and without him not one thing came into being.
萬物是藉著祂造的;凡被造的,沒有一樣不是藉著祂造的。
1:109
εἰ γὰρ πάντα δι' αὐτοῦ ἐγένετο, πῶς ὁ τοῖς γενομένοις τὸ εἶναι χαρισάμενος αὐτός ποτε οὐκ ἦν; οὐ γάρ πως ὁ λόγος, τὸ ποιοῦν, τοῖς γενομένοις τῆς αὐτῆς εἶναι φύσεως διορίζεται·
For if all things came into being through him, how could he who granted being to the things that came to be himself ever not have been? For the Word, that which makes, is by no means defined as being of the same nature as the things that are made;
因為既然萬有都是藉著祂而造成的,那位將存在賜給受造之物的,又怎能自己曾經「不存在」呢?因為道——那施行創造者——絕不能被劃定為與受造之物具有同一本性;
1:110
εἴ γε αὐτὸς μὲν ἦν ἐν ἀρχῇ πάντα δὲ δι' αὐτοῦ ἐγένετο καὶ ἐξ οὐκ ὄντων ἐποίησεν
since he himself was in the beginning, while all things came into being through him, and he made them out of what did not exist.
因為祂自己是太初就存在的,而萬有是藉著祂而生成的,祂使萬有從無有中被造出來。
1:111
ἐναντίον γὰρ δοκεῖ τοῖς ἐξ οὐκ ὄντων γενομένοις τὸ ὂν καὶ ἀφεστηκὸς σφόδρα
For that which is seems to stand in opposition, and to be exceedingly removed from, the things that came into being out of what did not exist.
因為那「存在者」與那些「出於無有而生成之物」顯然是相對立的,且相距極為懸殊。
1:112
τὸ μὲν γὰρ μεταξὺ πατρὸς καὶ υἱοῦ οὐδὲν δείκνυσιν εἶναι διάστημα, οὐδ' ἄχρι τινὸς ἐννοίας τοῦτο φαντασι ῶσαι τῆς ψυχῆς δυναμένης·
For on the one hand, it is shown that there is no interval whatsoever between the Father and the Son, nor is the soul able even to imagine such a thing to any degree by any conception;
一方面,經文表明父與子之間並無任何間隔存在,甚至靈魂也無法藉任何概念對此有絲毫的想像;
1:113
τὸ δὲ ἐξ οὐκ ὄντων δημιουργεῖσθαι τὸν κόσμον νεωτέραν ἔχει τῆς ὑποστάσεως καὶ πρόσφατον τὴν γένεσιν, ὑπὸ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ πάντων εἰληφότων τὴν τοιαύτην οὐσίωσιν
while on the other hand the world's being created out of what did not exist has a more recent and newly-originated existence, all things having received such coming-into-being from the Father through the Son.
另一方面,世界從無有中被創造,其實體則有較晚近、新近的起源,因為萬有皆是藉子從父領受了如此的實體。
1:114
μακρὸν γοῦν θεωρήσας τοῦ θεοῦ λόγου τὸ ἦν καὶ ὑπεραῖ ρον τῆς τῶν γενητῶν διανοίας ὁ εὐλαβέστατος Ἰωάννης γένεσιν αὐτοῦ καὶ ποίησιν ἀπηξίωσεν εἰπεῖν, οὐδὲ ταῖς ὁμοστοίχοις συλλαβαῖς τὸ ποιοῦν τοῖς γιγνομένοις ὀνομάσαι τολμήσας, οὐχ ὅτι ἀγέννητος ἦν ( ἓν γὰρ ἀγέννητον ὁ πατήρ), ἀλλ' ὅτι τῆς ἐξεσμένης τῶν εὐαγ γελιστῶν, τάχα δὲ καὶ ἀγγέλων καταλήψεως ὑπερέκεινά ἐστιν ἡ τοῦ μονογενοῦς θεοῦ ἀνεκδιήγητος ὑπόστασις
Perceiving, then, that the 'was' of the Word of God stretches far beyond and transcends the comprehension of created beings, the most reverent John deemed it unworthy to speak of his generation and making, not even daring to name, by kindred syllables, the maker in the same terms as the things made — not because he was unbegotten (for the Father alone is unbegotten), but because the ineffable existence of the only-begotten God lies beyond even the refined comprehension of the evangelists, and perhaps even of the angels.
約翰這位極其虔敬的人,深知神的道那「存有」遠超乎並超越受造者所能領悟的範圍,因此他不屑用「生成」或「被造」這類詞語來描述祂,甚至不敢用與「被造之物」同音同韻的字眼來稱呼那「施造者」——這並非因為祂是「非受生」的(因為唯獨父是非受生的),而是因為這位獨生神那不可言喻的位格,遠遠超越了福音書作者、甚或天使們精微的理解能力之外。
1:115
εἰς εὐσεβεῖς οὐκ οἶμαι λογιζομένους τοὺς μέχρι τούτων ἐπερωτᾶν τι τολμῶντας, διὰ τὸ ἀνήκοον τοῦ χαλεπώτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ ἐξέταζε
I do not consider those who dare to inquire even into such matters as belonging among the pious, because of their disregard of the saying, 'Seek not what is too hard for you, nor examine what is too high for you.'
我不認為那些膽敢就此類事情妄加詢問查究的人,配稱為虔敬之人,因為他們無視經上所言:「比你難的,不要尋求;比你高的,不要查究。」
1:116
εἰ γὰρ ἑτέρων πολλῶν ἡ γνῶσις, καὶ τούτου ἀσυγκρί τως κολοβωτέρων, κέκρυπται τὴν ἀνθρωπίνην κατάληψιν (οἷά ἐστι παρὰ Παύλῳ·
For if the knowledge of many other things, incomparably lesser than this, is hidden from human comprehension (such as is found in Paul, who says:
因為若是連許多其他事——遠遠不及此事重大的事——之知識,尚且對人類的理解隱而不顯(正如保羅所言:
1:117
ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν, ἀλλὰ καὶ τὰ ἄστρα φησὶν ὁ θεὸς τῷ Ἀβραὰμ ἀριθμῆσαι μὴ δύνασθαι, καὶ ἔτι ἄμμον θαλασσῶν καὶ σταγό νας ὑετοῦ, φησί, τίς ἐξαριθμήσει ;), πῶς ἂν περιεργάσαιτό τις τὴν τοῦ θεοῦ λόγου ὑπόστασιν, ἐκτὸς εἰ μὴ μελαγχολικῇ διαθέσει ληφθεὶς τυγχάνοι; περὶ ἧς τὸ προφητικὸν πνεῦμά φησι·
'things which eye has not seen and ear has not heard, and which have not entered into the heart of man, which God has prepared for those who love him'; while God also tells Abraham that not even the stars can be numbered, and again, 'who,' it says, 'shall number the sand of the seas and the drops of rain?') — how then could anyone pry curiously into the existence of the Word of God, unless he happened to be seized by a melancholic disposition? Concerning this the prophetic spirit says:
即「眼睛未曾看見,耳朵未曾聽見,人心也未曾想到的事,是神為愛祂的人所預備的」;神又對亞伯拉罕說,連星辰的數目也無法數算,又說:「誰能數算海沙與雨滴呢?」)——那麼,除非是被憂鬱狂躁之心態所俘虜,誰還能妄自窺探神之道的位格呢?論到這一點,先知的靈說:
1:118
τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ; ἣν καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν, εὐεργετῶν τοὺς πάντων τῶν ἐν τῷ κόσμῳ κίονας, τὴν περὶ τούτου γνῶσιν αὐτῶν ἀποφορτίσασθαι ἐσπούδασεν, πᾶσι μὲν οὖν αὐτοῖς ἀφύσικον εἶναι λέγων εἰς κατάληψιν, μόνῳ δὲ τῷ πατρὶ ἀνακεῖσθαι τὴν τοῦ θειοτάτου τούτου μυστηρίου εἴδησιν·
'Who shall declare his generation?' And this very knowledge our Savior himself, in doing good to those who are the pillars of all in the world, was careful to unburden them of, saying that it is unnatural for all of them to attain comprehension of it, but that the knowledge of this most divine mystery belongs to the Father alone;
「誰能述說祂的世代呢?」就連我們的救主自己,為要造福那些堪稱世上眾柱石的人,也刻意使他們卸下追究這知識的重擔,宣告說:對他們所有人而言,理解這事都是違反本性的,唯獨父才擁有這至神聖奧秘的知識;
1:119
οὐδεὶς γὰρ ἔγνω τίς ἐστιν ὁ υἱός λέγων εἰ μὴ ὁ πατήρ·
saying, 'For no one knows who the Son is except the Father;'
祂說:「除了父,沒有人知道子是誰;」
1:120
καὶ τὸν πατέρα οὐδεὶς ἔγνω κεν εἰ μὴ ὁ υἱός
'and no one has known the Father except the Son.'
「除了子,也沒有人知道父。」
1:121
περὶ οὗ καὶ τὸν πατέρα οἶμαι λέγειν τὸ μυ στήριόν μου ἐμοί
concerning which, I think, the Father also says, 'My mystery is for me.'
關於這一點,我認為父也曾說:「我的奧秘屬於我。」
1:122
Ὅτι δὲ μανιῶδες τὸ ἐξ οὐκ ὄντων τὸν υἱὸν γεγονέναι φρονεῖν, χρονικὴν ἔχον τὴν πρόθεσιν αὐτόθεν δείκνυται τὸ ἐξ οὐκ ὄντων, κἂν ἀγνοῶσιν οἱ ἀνόητοι τὴν τῆς φωνῆς αὐτῶν μανίαν
That it is madness to hold the view that the Son came into being out of what did not exist is shown directly by the fact that the phrase 'out of what did not exist' has a temporal implication, even though these senseless men are ignorant of the madness of their own expression.
至於認為子是「出於無有」而生成,這種想法何等狂妄,這一點單從「出於無有」本身即含有時間性的意味便可看出,儘管這些愚昧之人渾然不知自己這句話中所含的狂妄。
1:123
ἢ γὰρ χρόνοις ἐμπολιτεύεσθαι δεῖ τὸ οὐκ ἦν, ἢ αἰῶνός τινι διαστήματι
For the phrase 'he was not' must belong either within the sphere of times, or within some interval of an age.
因為「祂不存在」這句話,勢必得歸屬於某個時間之內,或某個世代的區間之內。
1:124
εἰ τοίνυν ἀληθὲς τὸ πάντα δι' αὐτοῦ γεγονέναι, δῆλον ὅτι καὶ πᾶς αἰὼν καὶ χρόνος καὶ διαστήματα καὶ τὸ ποτέ, ἐν οἷς τὸ οὐκ ἦν εὑρίσκεται, δι' αὐτοῦ ἐγένετο
If, then, it is true that all things came into being through him, it is clear that every age also, and time, and intervals, and the 'once' in which 'he was not' is found, came into being through him.
既然萬有都是藉祂而造成,這是真確的,那麼顯然一切世代、時間、間隔,以及那「不存在」所置身的「某時」,也都是藉祂而造成的。
1:125
καὶ πῶς οὐκ ἀπίθανον τὸν καὶ χρό νους καὶ αἰῶνας καὶ καιρούς, ἐν οἷς τὸ οὐκ ἦν συμπέφυρται, ποιή σαντα, αὐτόν ποτε μὴ εἶναι λέγειν; ἀδιανόητον γὰρ καὶ πάσης ἀμα θίας ἀνάπλεων τὸν αἴτιον γενόμενόν τινος αὐτὸν μεταγενέστερον λέγειν τῆς ἐκείνου γενέσεως
And how is it not absurd to say that he who made the very times and ages and seasons in which 'he was not' is embedded, himself once did not exist? For it is inconceivable, and full of every kind of ignorance, to say that the cause of a thing's coming into being is himself later than the coming-into-being of that thing.
說那位造出時間、世代與時期——而「不存在」正是包裹於其中的——的祂,自己竟曾一度不存在,這豈不荒謬絕倫嗎?因為說某物成因本身反倒晚於該事物之產生,這是不可想像的、充滿了各樣無知的說法。
1:126
αὐτοὺς τῆς τὰ ὅλα δημιουργούσης τοῦ θεοῦ σοφίας ἐκεῖνο τὸ διάστημα ἐν ᾧ φασι μὴ γεγενῆσθαι τὸν υἱὸν ὑπὸ τοῦ πατρός, ψευδομένης κατ' αὐτοὺς καὶ τῆς πρωτότοκον αὐτὸν εἶναι πάσης κτίσεως ἀναγορευούσης γραφῆς
They are compelled to set that interval, in which they claim the Son had not yet been begotten by the Father, prior even to the Wisdom of God that creates all things — with the result that, on their view, the Scripture which proclaims him to be 'firstborn of all creation' is shown to be false.
照他們的說法,必須將那段——他們宣稱子尚未被父所生——的間隔,置於那創造萬有之神的智慧之先;如此一來,按他們的看法,那宣告祂為「一切受造之物的長子」的經文,便成了虛假之言。
1:127
σύμφωνα γοῦν τούτοις βοᾷ καὶ ὁ μεγαλοφωνότατος Παῦλος φάσκων περὶ αὐτοῦ·
In harmony with these things, the most eloquent Paul also cries out, saying concerning him:
與此相合,那極其雄辯的保羅也曾大聲宣告,論到祂說:
1:128
ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησεν, ἀλλὰ καὶ ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε ἀρχαί, εἴτε ἐξουσίαι, εἴτε κυριότητες, εἴτε θρόνοι·
'whom he appointed heir of all things, through whom also he made the ages'; and further, 'in him all things were created, things in the heavens and things on the earth, things visible and things invisible, whether principalities, or authorities, or dominions, or thrones;'
「神立祂為承受萬有的後嗣,又藉著祂造了諸世界」;並且「萬有都是在祂裡面創造的,無論是天上的、地上的,看得見的、看不見的,或是執政的、或是掌權的、或是主治的、或是有位的;」
1:129
πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται·
'all things were created through him and for him;'
「一切都是藉著祂、也是為著祂而造的;」
1:130
καὶ αὐτός ἐστι πρὸ πάντων
'and he is before all things.'
「祂在萬有之先。」
1:131
Ἀσεβεστάτης οὖν φανείσης τῆς ἐξ οὐκ ὄντων ὑποθέσεως, ἀνάγκη τὸν πατέρα ἀεὶ εἶναι πατέρα·
Since, then, the supposition of 'out of what did not exist' has proven to be most impious, it is necessary that the Father always be Father;
既然「出於無有」這假設已被證明是極其不敬虔的,那麼父就必然永遠是父;
1:132
ἔστι δὲ πατὴρ ἀεὶ παρόντος τοῦ υἱοῦ, δι' ὃν χρηματίζει πατήρ·
and he is Father with the Son always present, on account of whom he is called Father;
而父之所以是父,乃因子常在祂旁,正是因著子祂才被稱為父;
1:133
ἀεὶ δὲ παρόντος αὐτῷ τοῦ υἱοῦ, ἀεί ἐστιν ὁ πατὴρ τέλειος, ἀνελλιπὴς τυγχάνων ἐν τῷ καλῷ, οὐ χρονικῶς οὐδὲ ἐκ διαστήματος οὐδὲ ἐξ οὐκ ὄντων γεννήσας τὸν μονογενῆ υἱόν
and since the Son is always present with him, the Father is always perfect, lacking nothing in what is good, having begotten the only-begotten Son neither temporally, nor from an interval, nor out of what did not exist.
既然子常與父同在,父便常是完全的,在美善上毫無缺欠,並非在時間中、也非經過某個間隔、更非出於無有而生了獨生子。
1:134
τί δέ; οὐκ ἀνόσιον τὸ λέγειν μὴ εἶναί ποτε τὴν σοφίαν τοῦ θεοῦ, τὴν λέγουσαν·
What then? Is it not unholy to say that the Wisdom of God did not once exist — that Wisdom which says:
再者,說神的智慧曾一度不存在,這豈不是褻瀆嗎?那智慧曾如此說:
1:135
ἐγὼ ἤμην παρ' αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν, ἢ τὴν δύναμιν τοῦ θεοῦ ποτε μὴ ὑπάρχειν, ἢ τὸν λόγον αὐτοῦ ἠκρωτηριάσθαι ποτέ, ἢ τὰ ἄλλα ἐξ ὧν ὁ υἱὸς γνωρίζεται καὶ ὁ πατὴρ χαρακτηρίζεται; τὸ γὰρ ἀπαύγασμα τῆς δόξης μὴ εἶναι λέγειν συναναιρεῖ καὶ τὸ πρωτότυπον φῶς, οὗ ἐστιν ἀπαύγασμα
'I was beside him, fitting together; I was the one in whom he delighted'? Or that the Power of God once did not exist, or that his Word was ever mutilated, or any of the other things by which the Son is known and the Father is characterized? For to say that the radiance of glory did not exist likewise abolishes the original light of which it is the radiance.
「我在祂旁邊,是匠人;我天天為祂所喜悅」?又或說神的能力曾一度不存在,或說祂的道曾一度殘缺不全,又或說那些藉以認識子、藉以彰顯父之特性的其他一切曾一度不存在,這豈不都是褻瀆嗎?因為若說那榮耀的光輝曾不存在,也就同時廢去了那原初的光,因光輝正是源自那光。
1:136
εἰ δὲ καὶ ἡ εἰκὼν τοῦ θεοῦ οὐκ ἦν ἀεί, δῆλον ὅτι οὐδὲ οὗ ἐστιν εἰκὼν ἔστιν ἀεί
And if the image of God did not always exist, it is clear that neither does he whose image it is exist always either.
若神的形像並非永遠存在,那麼顯然那形像所屬的本體也非永遠存在。
1:137
ἀλλὰ καὶ τῷ μὴ εἶναι τὸν τῆς ὑποστάσεως τοῦ θεοῦ χαρακτῆρα, συναναιρεῖται κἀκεῖνος ὁ πάντως ὑπ' αὐτοῦ χαρακτηριζόμενος
Moreover, by the non-existence of the express image of God's substance, that one also who is altogether characterized by it is likewise abolished.
並且,若神本體的真像不存在,那位完全藉此真像而彰顯本性的那位,也就同樣被廢去了。
1:138
ἐξ ἧς ἔστιν ἰδεῖν τὴν υἱότητα τοῦ σωτῆρος ἡμῶν οὐδεμίαν ἔχουσαν κοινωνίαν πρὸς τὴν τῶν λοιπῶν υἱότητα
From this it is possible to see that the sonship of our Savior has no communion whatsoever with the sonship of others.
由此可見,我們救主的兒子名分,與其他人的兒子名分並無任何相通之處。
1:139
ὃν τρόπον γὰρ ἡ ἄρρητος αὐτοῦ ὑπόστασις ἀσυγκρίτῳ ὑπεροχῇ ἐδείχθη ὑπερκειμένη πάντων οἷς αὐτὸς τὸ εἶναι ἐχαρίσατο, οὕτως καὶ ἡ υἱότης αὐτοῦ, κατὰ φύσιν τυγχάνουσα τῆς πατρικῆς θεό τητος, ἀλέκτῳ ὑπεροχῇ διαφέρει τῶν δι' αὐτοῦ θέσει υἱοθετηθέντων
For just as his ineffable existence has been shown to be, by incomparable pre-eminence, exalted above all those to whom he himself granted being, so also his sonship, being by nature of the Father's deity, differs by an unspeakable pre-eminence from those who have been adopted as sons through him by position.
正如祂那不可言喻的位格,已顯明以無可比擬之尊崇超越一切祂所賜予存在的萬有,照樣,祂的兒子名分,既本乎父的神性而有,也就以莫可言喻的尊崇,遠遠超越了那些藉祂而按名分被收養為子的人。
1:140
ὁ μὲν γὰρ ἀτρέπτου φύσεως τυγχάνει, τέλειος ὢν καὶ διὰ πάντων ἀνενδεής·
For he is of an immutable nature, being perfect and lacking in nothing whatsoever;
因為祂本性不變,是完全的,在萬事上毫無缺欠;
1:141
οἱ δὲ τῇ εἰς ἑκάτερα τροπῇ ὑποκείμενοι τῆς παρὰ τούτου βοηθείας δέονται
But those who are subject to change in either direction have need of his help.
但那些傾向於或善或惡兩方變化的人,需要他的幫助。
1:142
τί γὰρ ἂν καὶ προκόψαι ἔχοι ἡ τοῦ θεοῦ σοφία, ἢ τί προσλαβεῖν ἡ αὐτοαλήθεια; ἢ ὁ θεὸς λόγος πῶς ἂν ἔχοι βελ τιωθῆναι ἢ ἡ ζωὴ ἢ τὸ ἀληθινὸν φῶς; εἰ δὲ τοῦτο, πόσῳ πλέον ἀφύσικον τυγχάνει μωρίας ποτὲ δεκτικὴν γενέσθαι τὴν σοφίαν ἢ τὴν τοῦ θεοῦ δύναμιν ἀσθενείᾳ προσπλακῆναι, ἢ ἀλογίᾳ τὸν λόγον ἀμαυρωθῆναι ἢ τῷ ἀληθινῷ φωτὶ ἐπιμιχθῆναι σκότος, τοῦ μὲν ἀποστόλου αὐτόθεν λέγοντος τίς κοινωνία φωτὶ πρὸς σκότος, ἢ τίς συμφώνησις Χριστῷ πρὸς Βελίαρ, τοῦ δὲ Σολομῶντος ὅτι ἀδύνατον ἂν εἴη κἂν μέχρι πρὸς ἐννοίας εὑρεθῆναι ὁδοὺς ὄφεως ἐπὶ πέτρας, ἥτις κατὰ Παῦλόν ἐστιν ὁ Χριστός; οἱ δὲ κτίσματα αὐτοῦ τυγχάνοντες, ἄνθρωποί τε καὶ ἄγγελοι, καὶ εὐλογίας εἰλήφασι προκόπτειν ἀρεταῖς ἀσκούμενοι καὶ νομίμοις ἐντολαῖς πρὸς τὸ μὴ ἁμαρτάνειν
For what advance could the Wisdom of God make, or what could the Truth itself gain by acquisition? Or how could God the Word, or Life, or the true Light be improved? But if this is so, how much more unnatural would it be for Wisdom ever to become receptive of folly, or for the Power of God to be entangled with weakness, or for the Word to be darkened by unreason, or for darkness to be mingled with the true Light — since the Apostle plainly says, "What fellowship has light with darkness, or what agreement has Christ with Belial?", and Solomon says that it would be impossible even in thought to discover "the ways of a serpent upon a rock", which according to Paul is Christ. But those who are his creatures, both men and angels, have received the blessing of being able to advance by exercising themselves in the virtues and by keeping the lawful commandments, so as not to sin.
神的智慧還能有何長進?真理本身還能增添什麼?神的道、生命、真光,又豈能有所改善?既然如此,那麼智慧竟一時能容受愚昧、神的大能與軟弱糾纏、道被無理智所矇蔽、或黑暗與真光相混,這又是何等地違反本性!因為使徒明言:「光與暗有何相通?基督與彼列有何相和?」所羅門也說,即使在意念之中,也不可能尋得「蛇在磐石上的道路」——而照保羅所言,那磐石就是基督。至於受造之物,無論是人或天使,則蒙了恩福,得以藉操練德行、遵守律法誡命而長進,不致犯罪。
1:143
διὸ δὴ ὁ κύριος ἡμῶν, φύσει τοῦ πατρὸς υἱὸς τυγχά νων, ὑπὸ πάντων προσκυνεῖται·
Therefore our Lord, being by nature Son of the Father, is worshipped by all;
因此,我們的主,本性上就是父的兒子,故受萬有敬拜;
1:144
οἱ δὲ ἀποθέμενοι τὸ πνεῦμα τῆς δουλείας, ἐξ ἀνδραγαθημάτων καὶ προκοπῆς τὸ τῆς υἱοθεσίας λαβόντες πνεῦμα, διὰ τοῦ φύσει υἱοῦ εὐεργετούμενοι γίγνονται αὐτοὶ θέσει υἱοί
while those who have put off the spirit of bondage, having received through valorous deeds and advancement the spirit of adoption, become themselves sons by adoption, being benefited through him who is Son by nature.
至於那些脫去奴僕之靈的人,則因德行與長進而領受了嗣子的靈,藉那本性之子的恩澤,自己也成為義子。
1:145
Τὴν μὲν οὖν γνησίαν αὐτοῦ καὶ ἰδιότροπον καὶ φυσικὴν καὶ κατ' ἐξαίρετον υἱότητα ὁ Παῦλος οὕτως ἀπεφήνατο, περὶ θεοῦ εἰπών·
Now Paul thus declared his genuine, distinctive, natural, and preeminent sonship, speaking concerning God:
至於他那真實、獨特、本性且卓越的兒子名分,保羅曾如此宣告,論及神說:
1:146
ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν (δηλον ότι τῶν μὴ φύσει υἱῶν) παρέδωκεν αὐτόν
"He who did not spare his own Son, but delivered him up for us" — that is, for us who are not sons by nature.
「他並不愛惜自己的兒子,為我們」——顯然是指我們這些非本性之子——「捨了他」。
1:147
πρὸς γὰρ ἀντι διαστολὴν τῶν οὐκ ἰδίων αὐτὸν ἴδιον υἱὸν ἔφησεν εἶναι
For in contrast to those who are not his own, he declared him to be his own Son.
因為正是要與那些非其己出者相對照,他才稱他為自己的兒子。
1:148
οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδό κησα
"This is my beloved Son, in whom I am well pleased."
「這是我的愛子,我所喜悅的。」
1:149
ἐν δὲ Ψαλμοῖς ὁ σωτήρ φησιν·
And in the Psalms the Savior says:
而在《詩篇》中,救主說:
1:150
γνησιότητα ἐμφανίζων σημαίνει μὴ εἶναι αὐτοῦ γνησίους υἱοὺς ἄλλους τινὰς παρ' αὐτόν
revealing his genuineness, signifying that there are no other genuine sons of his besides himself.
藉此彰顯其真實的子分,表明除他以外,並無其他真實屬於他的兒子。
1:151
τί δὲ καὶ τὸ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε ; οὐχὶ ἄντικρυς τῆς πατρικῆς μαιώ σεως φυσικὴν ἐνδείκνυται υἱότητα, οὐ τρόπων ἐπιμελείᾳ καὶ προ κοπῆς ἀσκήσει, ἀλλὰ φύσεως ἰδιώματι ταύτην λαχόντος; ὅθεν καὶ ἀμετάπτωτον ἔχει τὴν υἱότητα ὁ μονογενὴς υἱὸς τοῦ πατρός
And what of "From the womb, before the morning star, I begot you"? Does this not directly indicate a natural sonship arising from the Father's begetting — a sonship obtained not by diligence of conduct nor by exercise in advancement, but as the property of nature? Wherefore the only-begotten Son of the Father possesses a sonship that cannot fall away.
再者,「我在晨星之先,從腹中生了你」,這句話又作何解?這豈不正是直接表明,此子分乃出於父的生育,是本乎自然的兒子名分,並非因品行的用心與長進的操練而獲得,乃是本性所固有的?因此,父的獨生子所擁有的子分是不可變易失落的。
1:152
λογικῶν υἱοθεσίαν, οὐ κατὰ φύσιν αὐτοῖς ὑπάρχουσαν ἀλλὰ τρόπων ἐπιτηδειότητι καὶ δωρεᾷ θεοῦ, καὶ μεταπτωτὴν οἶδεν ὁ λόγος·
But Scripture knows the adoption of rational beings — not existing in them by nature, but by fitness of character and by the gift of God — to be also subject to change;
至於理性受造者的嗣子名分,經上得知那並非出於他們的本性,乃是憑品行的相稱與神的恩賜而有,且是可能變易失落的;
1:153
ἰδόντες γὰρ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώ πων ἔλαβον ἑαυτοῖς γυναῖκας καὶ τὰ ἑξῆς·
for "the sons of God, seeing the daughters of men, took wives for themselves", and so on;
因為「神的兒子們看見人的女子,就給自己娶為妻」等等;
1:154
καὶ υἱοὺς ἐγέν νησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν διὰ Ἡσαΐου εἰρηκέναι τὸν θεὸν ἐδιδάχθημεν
and we have been taught, through Isaiah, that God said: "I begot sons and exalted them, but they set me at naught."
我們也從以賽亞得知,神曾說:「我養育兒女,將他們養大,他們竟悖逆我。」
1:155
Πολλὰ λέγειν ἔχων, ἀγαπητοί, παρέρχομαι, φορτικὸν εἶναι νομίσας διὰ πλειόνων διδασκάλους ὁμόφρονας ὑπομιμνήσκειν
Though I have much to say, beloved, I pass it over, deeming it burdensome to remind teachers of like mind at greater length.
親愛的弟兄們,雖然我還有許多話可說,但我略過不談,因為認為向志同道合的教師們冗詞贅述乃是繁重之事。
1:156
αὐτοὶ γὰρ ὑμεῖς θεοδίδακτοί ἐστε, οὐκ ἀγνοοῦντες ὅτι ἡ ἔναγχος ἐπανα στᾶσα τῇ ἐκκλησιαστικῇ εὐσεβείᾳ διδασκαλία Ἐβίωνός ἐστι καὶ Ἀρ τεμᾶ, καὶ ζῆλος τοῦ κατὰ Ἀντιόχειαν Παύλου τοῦ Σαμοσατέως, συνόδῳ καὶ κρίσει τῶν ἁπανταχοῦ ἐπισκόπων ἀποκηρυχθέντος τῆς ἐκκλησίας·
For you yourselves are taught by God, and are not ignorant that the teaching which has lately risen up against the piety of the Church is that of Ebion and Artemas, and a rivalry of Paul of Samosata, bishop of Antioch, who was excommunicated from the Church by the synod and judgment of the bishops everywhere;
因為你們自己都蒙神教導,並非不知道,近來興起、反對教會敬虔之教訓的,正是伊便和阿爾提馬的教訓,也是仿效安提阿的撒摩撒他人保羅——此人已被普世主教的大公會議與判決逐出教會;
1:157
ὃν διαδεξάμενος Λουκιανὸς ἀποσυνάγωγος ἔμεινε τριῶν ἐπισκόπων πολυετεῖς χρόνους
whom Lucian succeeded, remaining excommunicated for the lengthy years of three bishops' terms.
繼承其位的路加諾則被逐出會堂,在三任主教任內的多年之久始終如此。
1:158
ὧν τῆς ἀσεβείας τὴν τρύγα ἐρρο φηκότες νῦν ἡμῖν οἱ ἐξ οὐκ ὄντων ἐπεφύησαν, τὰ ἐκείνων κεκρυμ μένα μοσχεύματα, Ἄρειός τε καὶ Ἀχιλλᾶς καὶ ἡ τῶν σὺν αὐτοῖς πονηρευομένων σύνοδος
Having drunk deep of the dregs of their impiety, there have now sprung up among us those who are "out of things that are not" — the hidden offshoots of that stock — namely Arius and Achillas, and the assembly of those who along with them do wickedness.
這些人喝盡了他們不敬之教的渣滓,如今在我們當中冒出了那些「出於不存在之物」的人——正是那批人隱藏的插枝——即阿里烏、阿基拉斯,以及與他們同夥作惡的一伙人。
1:159
καὶ οὐκ οἶδ' ὅπως ἐν Συρίᾳ χειροτονη θέντες ἐπίσκοποι τρεῖς, διὰ τὸ συναινεῖν αὐτοῖς, ἐπὶ τὸ χεῖρον ὑπεκκαίουσι, περὶ ὧν ἡ κρίσις ἀνακείσθω τῇ ὑμετέρᾳ δοκιμασίᾳ·
and I know not how it is that three bishops ordained in Syria, by giving their assent to them, stir things further toward the worse; concerning whom let the judgment be left to your own examination;
又有三位在敘利亞受按立的主教,我不知何故竟贊同他們,將事態更煽動向壞——關於這幾位,判斷之事就留待你們自行審察;
1:160
οἳ τὰς μὲν τοῦ σωτηρίου πάθους ταπεινώσεώς τε καὶ κενώσεως καὶ τῆς καλουμένης αὐτοῦ πτωχείας καὶ ὧν ἐπικτήτους ὁ σωτὴρ δι' ἡμᾶς ἀνεδέξατο φωνὰς διὰ μνήμης ἔχοντες, παρατίθενται ἐπὶ παρα γραφῇ τῆς ἀνωτάτω καὶ ἀρχῆθεν αὐτοῦ θεότητος, τῶν δὲ τῆς φυσικῆς αὐτοῦ δόξης τε καὶ εὐγενείας καὶ παρὰ τῷ πατρὶ μονῆς σημαντικῶν λόγων ἐπιλήσμονες γεγόνασιν·
who, keeping in memory only those sayings concerning the Savior's saving passion, humiliation, and self-emptying, and his so-called poverty, and the acquired expressions which the Savior assumed for our sake, cite them so as to deny his supreme and primordial Godhead, but have become forgetful of the words that signify his natural glory and nobility and his abiding with the Father;
這些人只記得那些論及救主拯救之受苦、謙卑、虛己,以及所謂「貧窮」,還有救主為我們緣故而取用的那些後得之言語,並援引這些話語,藉以否定他至高、且從起初就有的神性;卻對那些表明他本性之榮耀、尊貴,以及與父同住之言辭,全然遺忘;
1:161
οἷόν ἐστι τὸ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
such as, "I and the Father are one."
例如:「我與父原為一。」
1:162
ὅπερ φησὶν ὁ κύριος, οὐ πατέρα ἑαυτὸν ἀνα γορεύων οὐδὲ τὰς τῇ ὑποστάσει δύο φύσεις μίαν εἶναι σαφηνίζων, ἀλλ' ὅτι τὴν πατρικὴν ἐμφέρειαν ἀκριβῶς πέφυκε σώζειν ὁ υἱὸς τοῦ πατρός, τὴν κατὰ πάντα ὁμοιότητα αὐτοῦ ἐκ φύσεως ἀπομαξάμενος καὶ ἀπαράλλακτος εἰκὼν τοῦ πατρὸς τυγχάνων καὶ τοῦ πρωτοτύπου ἔκτυπος χαρακτήρ
This the Lord says, not proclaiming himself to be the Father, nor clarifying that the two natures distinct in hypostasis are one, but because the Son of the Father by nature precisely preserves the likeness of the Father, having impressed from nature a likeness to him in all things, being the unvarying image of the Father and the exact impress of the archetype.
主如此說,並非宣稱自己就是父,也不是要說明那位格上為二的兩個本性其實為一,而是因為父的兒子在本性上完全保存了父的形像,從本性中摹拓出與父在一切方面的相似,是父那不變的形像,也是那原型精確的印記。
1:163
ὅθεν καὶ τῷ τηνικαῦτα ποθοῦντι ἰδεῖν Φιλίππῳ ἀφθόνως ὁ κύριος ἐμφανίζει, πρὸς ὃν λέγοντα δεῖξον ἡμῖν τὸν πατέρα λέγει·
Wherefore also the Lord unstintingly reveals himself to Philip, who at that time desired to see him; to him, when he said, "Show us the Father", he says:
因此,主也毫不吝惜地向當時渴望得見的腓力顯明自己;腓力對他說:「求你將父顯給我們看」,主便說:
1:164
ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα, ὥσπερ δι' ἐσόπτρου ἀκηλιδώτου καὶ ἐμψύχου θείας εἰκόνος αὐτοῦ θεωρου μένου τοῦ πατρός
"He who has seen me has seen the Father" — the Father being beheld, as it were, through a spotless and living divine image of himself.
「人看見了我,就是看見了父」——就彷彿透過一面毫無瑕疵、有生命的神聖形像,父便被人看見一般。
1:165
ὧν ὅμοιον ἐν Ψαλμοῖς οἱ ἁγιώτατοί φασιν·
Something like this the most holy men also say in the Psalms:
與此相似的話,那些至聖之人也在《詩篇》中說道:
1:166
ἐν τῷ φωτί σου ὀψόμεθα φῶς
"In your light we shall see light."
「在你的光中,我們必得見光。」
1:167
διὸ δὴ καὶ ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα, καὶ εἰκότως·
Wherefore also he who honors the Son honors the Father, and rightly so;
因此,凡尊敬子的,也就尊敬父,這是理所當然的;
1:168
πᾶσα γὰρ ἀσεβὴς φωνὴ εἰς τὸν υἱὸν λέ γεσθαι τολμωμένη εἰς τὸν πατέρα τὴν ἀναφορὰν ἔχει
for every impious word dared against the Son has its reference back to the Father.
因為凡妄敢加諸子身上的不敬之言,其歸咎終究要回歸於父。
1:169
Καὶ τί λοιπὸν ἔτι θαυμαστὸν ὃ μέλλω γράφειν, ἀγαπητοί, εἰ τὰς κατ' ἐμοῦ ψευδεῖς διαβολὰς καὶ τοῦ εὐσεβεστάτου ἡμῶν λαοῦ ἐκθήσομαι; οἱ γὰρ κατὰ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ παραταξά μενοι οὐδὲ τὰς καθ' ἡμῶν ἀχαρίστους παροινίας παραιτοῦνται λέ γειν·
And what wonder is it any longer, beloved, if I am about to set forth what I shall write — the false slanders leveled against me and against our most devout people? For those who have arrayed themselves against the Godhead of the Son of God do not refrain even from uttering thankless insults against us;
再者,親愛的弟兄們,倘若我接下來要陳述那些對我以及對我們至虔誠百姓所作的虛假誣衊,這又有什麼可驚異的呢?因為那些起來反對神子神性的人,連對我們忘恩負義的辱罵也毫不避諱;
1:170
οἵ γε οὐδὲ τῶν ἀρχαίων τινὰς συγκρίνειν ἑαυτοῖς ἀξιοῦσιν οὐδὲ οἷς ἡμεῖς ἐκ παίδων ὡμιλήσαμεν διδασκάλοις ἐξισοῦσθαι ἀνέχον ται, ἀλλ' οὐδὲ τῶν νῦν πανταχοῦ συλλειτουργῶν τινα εἰς μέτρον σοφίας ἡγοῦνται, μόνοι σοφοὶ καὶ ἀκτήμονες καὶ δογμάτων εὑρεταὶ λέγοντες εἶναι, καὶ αὐτοῖς ἀποκεκαλύφθαι μόνοις ἅπερ οὐδενὶ τῶν ὑπὸ τὸν ἥλιον ἑτέρῳ πέφυκεν ἐλθεῖν εἰς ἔννοιαν
they who do not even deign to compare themselves with any of the ancients, nor endure to be reckoned equal to the teachers with whom we associated from childhood; nay, they do not even consider any of the fellow-ministers now serving everywhere to attain the measure of wisdom, calling themselves alone wise, and possessionless, and discoverers of doctrines, and saying that to them alone has been revealed what has never come to the understanding of any other under the sun.
他們甚至不屑將自己與任何古人相提並論,也不能忍受被視為與我們自幼所師事的教師們平等;不僅如此,他們對如今各地服事的同工聖職人員,也沒有一位被他們視為達到智慧的標準,卻自稱唯獨他們是智慧的、無所私有的、教義的發明者,且唯獨向他們啟示了那從未有日光之下任何他人所能想到的事。
1:171
ὢ ἀνοσίου τύφου καὶ ἀμέτρου μανίας καὶ μελαγχολικῆς ἡρμοσμένης δόξης κενῆς καὶ σατανικοῦ φρονήματος εἰς τὰς ἀνοσίους αὐτῶν ψυχὰς ἀποσκιρώσαντος
O unholy arrogance, and immoderate madness, and vain melancholic delusion of glory, and satanic disposition, that has hardened into their unholy souls!
噢,何等不敬的狂妄、無度的瘋狂、憂鬱錯亂而虛妄的自負,以及那已在他們不聖潔的靈魂中頑固僵化的撒但式心態!
1:172
οὐ κατῄδεσεν αὐτοὺς ἡ τῶν ἀρχαίων γραφῶν φιλόθεος σαφήνεια, οὐδὲ ἡ τῶν συλλειτουργῶν σύμφωνος περὶ Χριστοῦ εὐλάβεια τὴν κατ' αὐτοῦ θρασύτητα αὐτῶν ἠμαύρωσεν
Neither has the God-loving clarity of the ancient Scriptures shamed them, nor has the harmonious reverence of our fellow-ministers concerning Christ dimmed their audacity against him.
古代經卷那愛神的明晰之言,未能使他們感到羞愧;同工聖職人員在基督之事上一致的虔敬態度,也未能減弱他們對他的放肆狂妄。
1:173
ὧν οὐδὲ τὰ δαιμόνια τῆς ἀνοσιουργίας ἀνέξεται, φωνὴν βλάσφημον κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ εἰπεῖν φυλαττόμενα
an impiety which not even the demons would endure, taking care not to utter a blasphemous word against the Son of God.
他們這種不敬之惡行,連鬼魔都不能忍受——鬼魔尚且謹慎,不敢說出褻瀆神子的話語。
1:174
Ταῦτα μὲν οὖν ἡμῖν κατὰ τὴν παροῦσαν δύναμιν ἐπηπορήσθω πρὸς τοὺς ἀπαιδεύτῳ ὕλῃ κατὰ τοῦ Χριστοῦ κονισαμένους καὶ τὴν εἰς αὐτὸν εὐσέβειαν ἡμῶν συκοφαντεῖν προθεμένους
Let these things, then, according to our present ability, be set forth by us in reply to those who, with untutored matter, have raised a dust-cloud against Christ, and have set themselves to slander our piety toward him.
以上這些話,就是我們照現有的能力,用以答覆那些以未經教化之言辭向基督掀起塵霧、又決意要中傷我們對他之敬虔的人。
1:175
ἀπαίδευτοι, ἢ ἐξ οὐκ ὄντων αὐτὸν εἶναι φρονεῖν, ἢ πάντως ἀγέννητα λέγειν δύο·
untutored men, either thinking that he is out of things that are not, or altogether speaking of two unbegottens;
未受教化之人,或以為他是出於不存在之物,或竟主張有兩個無生之物;
1:176
ἀγνο οῦντες οἱ ἀνάσκητοι ὡς μακρὸν ἂν εἴη μεταξὺ πατρὸς ἀγεννήτου καὶ τῶν κτισθέντων ὑπ' αὐτοῦ ἐξ οὐκ ὄντων, λογικῶν τε καὶ ἀλόγων
these unpracticed men not knowing how great a distance there would be between the unbegotten Father and the things created by him out of things that are not, both rational and irrational —
這些未經操練的人,不知道在無生之父與那些由他從不存在之物所造的萬物——無論有理性或無理性者——之間,隔著何等遙遠的距離——
1:177
ὧν μεσιτεύουσα φύσις μονογενής, δι' ἧς τὰ ὅλα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ πατὴρ τοῦ θεοῦ λόγου, ἐξ αὐτοῦ τοῦ ὄντος πα τρὸς γεγέννηται·
between which the only-begotten nature mediates, through whom the Father made all things out of things that are not; and this nature of the Word of God has been begotten out of the Father who truly is;
而在兩者之間居中調停的,是那獨生的本性——父正是藉著他,使萬有從不存在之物中被造成——然而這神道的本性,卻是從那真實存在的父所生的;
1:178
ὡς καὶ αὐτός που διεμαρτύρατο λέγων ὁ κύριος·
as the Lord himself also testified somewhere, saying:
正如主自己在某處也曾作證說:
1:179
ὁ ἀγαπῶν τὸν πατέρα ἀγαπᾷ καὶ τὸν υἱὸν τὸν ἐξ αὐτοῦ γεγεννημένον
"He who loves the Father loves also the Son who was begotten of him."
「愛父的,也必愛那從父所生的子。」
1:180
Περὶ ὧν ἡμεῖς οὕτως πιστεύομεν, ὡς τῇ ἀποστολικῇ ἐκκλησίᾳ δοκεῖ·
Concerning these matters we believe thus, as seems good to the apostolic Church:
關於這些事,我們如此相信,正如使徒教會所認定的:
1:181
εἰς μόνον ἀγέννητον πατέρα, οὐδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον ἔχοντα, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα, οὔτε προκοπὴν οὔτε μείωσιν ἐπιδεχόμενον, νόμου καὶ προφητῶν καὶ εὐαγγελίων δοτῆρα, πατριαρχῶν καὶ ἀποστόλων καὶ ἁπάντων ἁγίων κύριον·
in one only unbegotten Father, who has no cause of his being, unchangeable and unalterable, ever in the same state and in the same manner, admitting neither advance nor diminution, the Giver of the Law and the Prophets and the Gospels, Lord of the patriarchs and apostles and all the saints;
我們信獨一無生之父,並無任何緣由使他存在,他不變且不易,永遠如一,始終如故,既不增進也不減損,是律法、先知與福音的賜予者,是列祖、使徒及一切聖徒之主;
1:182
καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ μονογενῆ, γεννηθέντα οὐκ ἐκ τοῦ μὴ ὄντος ἀλλ' ἐκ τοῦ ὄντος πατρός, οὐ κατὰ τὰς τῶν σωμάτων ὁμοιότητας ταῖς τομαῖς ἢ ταῖς ἐκ διαιρέσεων ἀπορροίαις, ὥσπερ Σαβελλίῳ καὶ Βαλεν τίνῳ δοκεῖ, ἀλλ' ἀρρήτως καὶ ἀνεκδιηγήτως, κατὰ τὸν εἰπόντα, ὡς ἀνωτέρω παρεθήκαμεν·
and in one Lord Jesus Christ, the only-begotten Son of God, begotten not out of that which is not but out of the Father who is, not after the manner of bodies, by cuttings or by effluxes from divisions, as Sabellius and Valentinus suppose, but ineffably and inexplicably, according to him who said, as we have cited above:
並信獨一主耶穌基督,神的獨生子,並非出於不存在之物而生,乃是出於那存在的父而生,並非如撒伯流與瓦倫提努所以為的那樣,按肉體般的類似方式,藉切割或分裂流溢而生,乃是以言語無法表達、無法言喻的方式而生,正如我們前面所引述那位所言:
1:183
τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται ; τῆς ὑποστάσεως αὐτοῦ πάσῃ τῇ γενητῇ φύσει ἀπεριεργάστου τυγχα νούσης, καθὼς καὶ αὐτὸς ὁ πατὴρ ἀπεριέργαστός ἐστι, διὰ τὸ μὴ χωρεῖν τὴν τῶν λογικῶν φύσιν τῆς πατρικῆς θεογονίας τὴν εἴδησιν
"Who shall declare his generation?" His hypostasis is incomprehensible to all created nature, just as the Father himself is incomprehensible, because the nature of rational beings cannot contain knowledge of the Father's divine generation.
「誰能述說他的世代?」他的位格對一切受造之本性而言都是無法測度的,正如父本身也是無法測度的一樣,因為理性受造者之本性無法容納對父之神聖生育的認識。
1:184
ἅπερ οὐ παρ' ἐμοῦ δεῖ μαθεῖν ἄνδρας τῷ τῆς ἀληθείας πνεύματι κινουμένους, ὑπηχούσης ἡμᾶς καὶ τῆς φθασάσης Χριστοῦ περὶ τούτου φωνῆς καὶ διδασκούσης·
These things men moved by the Spirit of truth need not learn from me, since the very word of Christ concerning this, already spoken, resounds in our ears and teaches:
這些事,凡被真理之靈所感動的人,本不需要向我學習,因為基督論及此事早已發出的話語,已在我們耳中迴響,並教導我們:
1:185
οὐδεὶς οἶδε τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός·
"No one knows who the Father is, except the Son";
「除了子以外,沒有人知道父是誰」;
1:186
καὶ οὐδεὶς οἶδε τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ
"and no one knows who the Son is, except the Father."
「除了父以外,也沒有人知道子是誰。」
1:187
ἄτρεπτον τοῦτον καὶ ἀναλλοίωτον ὡς τὸν πατέρα, ἀπροσδεῆ καὶ τέλειον υἱόν, ἐμφερῆ τῷ πατρὶ μεμαθήκαμεν, μόνῳ τῷ ἀγεννήτῳ λειπόμενον ἐκείνου
We have learned that he is unchangeable and unalterable, like the Father, a Son without need and perfect, resembling the Father, falling short of him only in this alone — that he is not unbegotten.
我們得知,這位子如同父一樣不變不易,是無所欠缺、完全的子,肖似於父,唯獨在「非受生」這一點上,才不及於父;
1:188
εἰκὼν γάρ ἐστιν ἀπηκριβωμένη καὶ ἀπαράλλα κτος τοῦ πατρός
for he is the precise and unvarying image of the Father.
因為他是父那精確而毫無差異的形像。
1:189
πάντων γὰρ εἶναι τὴν εἰκόνα πλήρη δι' ὧν ἡ μείζων ἐμφέρεια, δῆλον, ὡς αὐτὸς ἐπαίδευσεν ὁ κύριος ὁ πατήρ μου λέγων μείζων μού ἐστι
For it is clear that the image is full of all those things by which the greater likeness consists, as the Lord himself taught, saying, "My Father is greater than I."
因為顯然,這形像必須充滿一切構成更大相似性的元素,正如主自己所教導的,他說:「我父比我大。」
1:190
καὶ κατὰ τοῦτο καὶ τὸ ἀεὶ εἶναι τὸν υἱὸν ἐκ τοῦ πατρὸς πιστεύομεν·
And accordingly we also believe that the Son always exists from the Father;
並且,依此我們也相信子是永遠出於父的;
1:191
ἀπαύγασμα γάρ ἐστι τῆς δόξης καὶ χαρακτὴρ τῆς πατρικῆς ὑποστάσεως
for he is the radiance of glory and the express image of the Father's hypostasis.
因為他是那榮光的光輝,也是父那位格的印記。
1:192
ἀλλὰ μή τις τὸ ἀεὶ πρὸς ὑπόνοιαν ἀγεννήτου λαμβανέτω, ὡς οἴονται οἱ τὰ τῆς ψυχῆς αἰσθητήρια πεπωρωμένοι·
But let no one take the word "always" as implying "unbegotten", as those suppose whose spiritual senses have grown dull;
但切勿有人將這「永遠」一詞理解為暗示他是無生的,如那些心靈感官已遲鈍麻木之人所妄想的一般;
1:193
οὔτε γὰρ τὸ ἦν, οὔτε τὸ ἀεί, οὔτε τὸ πρὸ αἰώνων ταὐτόν ἐστι τῷ ἀγεννήτῳ
for neither "was", nor "always", nor "before the ages" is the same as "unbegotten".
因為無論是「曾是」,或是「永遠」,或是「在諸世代之先」,都與「無生」並非同一回事。
1:194
ἀλλ' οὐδ', ὁτιοῦν ἀνθρώ πων ἔννοια ὀνοματοποιῆσαι σπουδάσει, δηλοῖ τὸ ἀγέννητον ( ὡς καὶ ὑμᾶς οὕτως ἐκδέχεσθαι πιστεύω καὶ τεθάρρηκα τῇ περὶ πάντων ὑμῶν ὀρθῇ προθέσει), κατὰ μηδένα τρόπον τούτων τῶν ὀνομάτων τὸ ἀγέννητον δηλούντων
Nor indeed does whatever term human thought may endeavor to coin signify the unbegotten (as I believe you too so understand it, and I have confidence in the upright disposition of you all), since none of these terms signify the unbegotten in any way.
其實,無論人的意念如何努力去造詞,也無法表達「無生」之意(我相信你們也是如此領會的,且我對你們眾人正直的心志滿有信心),因為這些名詞無一能以任何方式表達出「無生」之意。
1:195
ἔοικε γὰρ οἱονεὶ χρόνων εἶναι παρέκτασις ταῦτα τὰ ὀνόματα, τὴν μέντοι κατ' ἀξίαν τοῦ μονογενοῦς θεότητα καὶ οἷον ἀρχαιότητα σημαίνειν μὴ δυναμένων, τῶν δὲ ἁγίων ἀνδρῶν ὡς δύναμις ἑκάστῳ ἐμφανίσαι τὸ μυστήριον βιαζομένων καὶ συγ γνώμην αἰτούντων παρὰ τῶν ἀκροατῶν δι' εὐλόγου ἀπολογίας διὰ τοῦ λέγειν·
For these words seem, as it were, to be but an extension of periods of time, unable to signify in a manner worthy of him the Godhead, and as it were the antiquity, of the Only-begotten; while the holy men, straining as each was able to make the mystery manifest, sought pardon from their hearers through a reasonable apology, by saying:
因為這些名詞彷彿只是時間段落的延展,並不能配得上獨生子的神性、以及所謂那種悠遠性而加以表明;然而那些聖潔之人,各按其力竭力想要將這奧秘彰顯出來,便透過合情合理的辯解,向聽眾求得諒解,如此說道:
1:196
εἰ δέ τι παρὰ τὸ ἀνθρώπινον διὰ χειλέων φθέγμα μεῖζόν τι προσδοκῶσιν οἱ ἄνδρες, τὰ ἐκ μέρους αὐτοῖς γνωσθέντα καταργεῖσθαι λέγοντες, δῆλον ὅτι πολὺ τοῦ ἐλπιζομένου λείπεται τὸ ἦν καὶ τὸ ἀεὶ καὶ τὸ πρὸ αἰώνων·
"But if the men expect something greater than what can be uttered through human lips, saying that what they have known in part shall be done away" — it is clear that "was" and "always" and "before the ages" fall far short of what is hoped for;
「倘若這些人所期盼的乃是超乎人類唇齒所能發出言語之上的更大之事,並說他們如今所局部知曉的終將被廢去」——那麼顯然「曾是」、「永遠」與「在諸世代之先」,都遠遠不及所盼望的那境界;
1:197
ὅπερ δ' ἂν ᾖ, οὐκ ἔστι ταὐτὸν τῷ ἀγεννήτῳ
but whatever it may be, it is not the same as "unbegotten".
然而,無論那境界為何,都終究與「無生」並非同一回事。
1:198
οὐκοῦν τῷ μὲν ἀγεννήτῳ πατρὶ οἰκεῖον ἀξίωμα φυλακτέον, μηδένα τοῦ εἶναι αὐτῷ τὸν αἴτιον λέγοντας·
Therefore the dignity proper to the unbegotten Father must be preserved, saying that no one is the cause of his being;
所以,我們必須為那無生之父保守其應有的尊嚴,宣稱沒有任何緣由使他存在;
1:199
τῷ δὲ υἱῷ τὴν ἁρμόζουσαν τιμὴν ἀπονεμητέον, τὴν ἄναρχον αὐτῷ παρὰ τοῦ πατρὸς γέννησιν ἀνατιθέντας·
and to the Son must be assigned the honor that is fitting, attributing to him the beginningless generation from the Father;
至於子,則當歸予他所應得的尊榮,將那從父而來、無始的誕生歸屬於他;
1:200
καὶ ὡς ἐφθάσαμεν αὐτῷ σέβας ἀπονέμοντες, μόνον εὐσεβῶς καὶ εὐφήμως τὸ ἦν καὶ τὸ ἀεὶ καὶ τὸ πρὸ αἰώνων λέγοντες ἐπ' αὐτοῦ, τὴν μέντοι θεότητα αὐτοῦ μὴ παραιτούμενοι, ἀλλὰ τῇ εἰκόνι καὶ τῷ χαρακτῆρι τοῦ πατρὸς ἀπηκριβωμένην ἐμφέρειαν κατὰ πάντα ἀνατιθέντες, τὸ δὲ ἀγέννητον τῷ πατρὶ μόνον ἰδίωμα παρεῖναι δοξάζοντες, ἅτε δὴ καὶ αὐτοῦ φάσκοντος τοῦ σωτῆρος·
and just as we have already offered him reverence, only piously and reverently saying of him "was" and "always" and "before the ages", yet not thereby renouncing his Godhead, but attributing to him in every respect an exact likeness to the image and impress of the Father, and glorifying the "unbegotten" as belonging to the Father alone as his sole property — inasmuch as the Savior himself also declared:
而正如我們先前已向他致以崇敬,只以虔誠敬重之言,論及他而說「曾是」、「永遠」及「在諸世代之先」——卻並非因此否認他的神性,反倒在各方面歸予他與父的形像、印記完全精確的相似之處,並將「無生」一詞尊為僅屬於父一人所獨有的性質——正如救主自己也曾宣稱:
1:201
ὁ πατήρ μου μείζων μού ἐστι
"My Father is greater than I."
「我父比我大。」
1:202
ἡμᾶς αἱ θεῖαι γραφαὶ διδάσκουσιν, ἓν πνεῦμα ἅγιον ὁμολογοῦμεν, τὸ καινίσαν τούς τε τῆς παλαιᾶς διαθήκης ἁγίους ἀνθρώπους καὶ τοὺς τῆς χρηματιζούσης καινῆς παιδευτὰς θείους·
so the divine Scriptures teach us. We confess one Holy Spirit, who renewed both the holy men of the Old Testament and the divine instructors of that which is called the New;
這是神聖的經卷教導我們的。我們承認獨一的聖靈,他更新了舊約中的聖潔之人,也更新了那稱為新約中的神聖教師們;
1:203
μίαν καὶ μόνην καθο λικὴν τὴν ἀποστολικὴν ἐκκλησίαν, ἀκαθαίρετον μὲν ἀεὶ κἂν πᾶς ὁ κόσμος αὐτῇ πολεμεῖν βουλεύηται, νικηφόρον δὲ πάσης τῆς τῶν ἑτεροδόξων ἀσεβεστάτης ἐπαναστάσεως, εὐθαρσεῖς ἡμᾶς κατασκευά ζοντος τοῦ οἰκοδεσπότου αὐτῆς διὰ τοῦ βοᾶν·
one and only catholic apostolic Church, ever indestructible even should the whole world resolve to war against her, and victorious over every most impious uprising of the heterodox, its Master rendering us of good courage by crying out:
並承認獨一無二的大公使徒教會,她永不可摧毀,縱使全世界都決意與她為敵,她也必戰勝異端一切最不敬之叛亂——因她的主人使我們得以壯膽,呼喊道:
1:204
θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον
"Be of good cheer, I have overcome the world."
「你們可以放心,我已經勝了世界。」
1:205
μετὰ τοῦτον ἐκ νεκρῶν ἀνάστασιν οἴδα μεν, ἧς ἀπαρχὴ γέγονεν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστός, σῶμα φορέσας ἀληθῶς καὶ οὐ δοκήσει ἐκ τῆς θεοτόκου Μαρίας, ἐπὶ συν τελείᾳ τῶν αἰώνων εἰς ἀθέτησιν ἁμαρτίας ἐπιδημήσας τῷ γένει τῶν ἀνθρώπων, σταυρωθεὶς καὶ ἀποθανών, ἀλλ' οὐ διὰ ταῦτα τῆς ἑαυτοῦ θεότητος ἥττων γεγενημένος, ἀναστὰς ἐκ νεκρῶν, ἀναληφθεὶς ἐν οὐρανοῖς, καθήμενος ἐν δεξιᾷ τῆς μεγαλωσύνης
After this we know the resurrection from the dead, of which our Lord Jesus Christ became the firstfruits, having truly borne a body — and not in mere appearance — from Mary the Theotokos, having sojourned among the human race at the consummation of the ages for the abolition of sin, crucified and having died, yet not thereby having become inferior to his own Godhead; having risen from the dead, having been taken up into the heavens, sitting at the right hand of the Majesty.
在此之後,我們認識死人的復活,我們的主耶穌基督已成為這復活的初熟果子;他真實地取了身體,並非幻影,乃是從那生神者馬利亞而生,在諸世代之終臨到人類,為要廢除罪,被釘十字架且死了——然而他並不因此而低於自己的神性——他從死裡復活,被接升天,坐在那至大者的右邊。
1:206
Ταῦτα ἐκ μέρους ἐνεχάραξα τῇ ἐπιστολῇ, τὸ καθ' ἕκαστον ἐπ' ἀκριβείας γράφειν φορτικόν, ὡς ἔφην, εἶναι νομίσας, διὰ τὸ μηδὲ τὴν ἱερὰν ὑμῶν ταῦτα λεληθέναι σπουδήν
These things I have set down in part in this letter, considering it burdensome, as I have said, to write out each point with precision, since these matters have not escaped your sacred diligence.
以上這些,我僅在此信中略述其中一部分;因為正如我先前所言,我認為若逐一詳盡書寫,未免過於繁重,況且這些事本不曾逃過你們神聖的殷勤留意。
1:207
ταῦτα διδάσκομεν, ταῦτα κηρύττομεν, ταῦτα τῆς ἐκκλησίας τὰ ἀποστολικὰ δόγματα, ὑπὲρ ὧν καὶ ἀποθνήσκομεν, τῶν ἐξόμνυσθαι αὐτὰ βιαζομένων ἧττον πεφρον τικότες, εἰ καὶ διὰ βασάνων ἀναγκάζουσι, τὴν ἐν αὐτοῖς ἐλπίδα μὴ ἀποστρεφόμενοι
These things we teach, these we proclaim, these are the apostolic doctrines of the Church, for which we also die, giving little heed to those who would compel us to abjure them, even should they force us through torments, not turning away from the hope that is in them.
以上這些是我們所教導的,是我們所宣講的,是教會使徒性的教義,我們也甘願為此而死;至於那些企圖強迫我們放棄這些教義的人,我們毫不在意,縱使他們以酷刑相逼,我們也絕不背棄那存於其中的盼望。
1:208
ὧν ἐναντίοι γενόμενοι οἱ ἀμφὶ τὸν Ἄρειον καὶ Ἀχιλλᾶν καὶ οἱ τῆς ἀληθείας σὺν αὐτοῖς πολέμιοι ἀπεώσθησαν τῆς ἐκκλησίας, ἀλλότριοι γενόμενοι τῆς εὐσεβοῦς ἡμῶν διδασκαλίας, κατὰ τὸν μακάριον Παῦλον λέγοντα·
Having set themselves in opposition to these, those around Arius and Achillas, and the enemies of the truth along with them, have been thrust out from the Church, having become alien to our pious teaching, according to the blessed Paul who says:
凡與此相反的人,即阿里烏、阿基拉斯一夥,以及與他們一同為真理之敵的人,都已被逐出教會,因為他們已與我們敬虔的教訓格格不入,正如那蒙福的保羅所言:
1:209
εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω κἂν ἄγγελος ἐξ οὐρανοῦ εἶναι προσποιῆται, ἀλλὰ καὶ εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσ έρχεται τοῖς ὑγιαίνουσι λόγοις τοῖς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῇ κατ' εὐσέβειαν διδασκαλίᾳ, τετύφωται, μηδὲν ἐπιστάμενος καὶ τὰ ἑξῆς
"If anyone preaches to you a gospel other than that which you received, let him be accursed", even should he pretend to be an angel from heaven; "but if anyone teaches otherwise, and does not consent to the sound words of our Lord Jesus Christ and to the teaching which accords with godliness, he is puffed up, knowing nothing", and so forth.
「若有人傳福音給你們,與你們所領受的不同,他就該受咒詛」,即使他假裝是從天上來的天使,也是如此;「但若有人傳異教,不順從我們主耶穌基督純正的話語,以及那按敬虔而立的教訓,他就是自高自大,一無所知」,等等。
1:210
Τούτους οὖν ἀναθεματισθέντας ἀπὸ τῆς ἀδελφότητος μηδεὶς ὑμῶν δεχέσθω μηδὲ ἀνεχέσθω τῶν λεγομένων ἢ γραφομένων ὑπ' αὐτῶν·
Therefore let none of you receive these men who have been anathematized by the brotherhood, nor tolerate what is said or written by them.
所以,這些已被弟兄會眾革除逐出之人,你們當中無人可以接納他們,也不可容忍他們所說或所寫的任何言論。
1:211
πάντα γὰρ οἱ γόητες ψεύδονται, ἀλήθειαν οὐ μὴ λαλήσουσιν
For imposters lie in all things; they will never speak the truth.
「因為術士(騙子)在一切事上說謊,他們絕不會說真話。」
1:212
περιέρχονται γὰρ τὰς πόλεις, οὐδὲν ἕτερον σπουδάζοντες ἢ τῷ τῆς φιλίας προσχήματι καὶ τῷ τῆς εἰρήνης ὀνόματι δι' ὑποκρίσεως καὶ κολακείας γράμματα διδόναι καὶ λαμβάνειν, πρὸς τὸ πλανᾶν διὰ τούτων τὰ ὑπ' αὐτῶν ἠπατημένα ὀλίγα γυναικάρια σεσωρευμένα ἁμαρτίαις καὶ τὰ ἑξῆς
For they go about the cities, intent on nothing else than, under the pretext of friendship and the name of peace, through hypocrisy and flattery, to give and receive letters, so as thereby to deceive the few silly women laden with sins whom they have beguiled — and so forth.
「因為他們四處遊走各城,一心只圖藉著友誼的假象和和平之名,用虛偽與諂媚互相饋贈書信,藉此欺哄那些被他們迷惑、擔負罪孽的可憐婦女——等等。」
1:213
Τούτους οὖν τοὺς τὰ τοσαῦτα κατὰ Χριστοῦ τολμήσαντας, τοὺς τὸν χριστιανισμὸν τοῦτο μὲν δημοσίᾳ διασύραντας, τοῦτο δὲ ἐπὶ δικαστηρίων ἐπιδεικτιᾶν φιλοτιμουμένους, τοὺς διωγμὸν ἡμῖν ἐν εἰρήνῃ τὸ ὅσον ἐπ' αὐτοῖς ἐπεγείραντας, τοὺς τὸ ἄρρητον μυστήριον τῆς Χριστοῦ γεννήσεως ἐκνευρίσαντας, τούτους ἀποστρεφόμενοι, ἀγαπητοὶ καὶ ὁμόψυχοι ἀδελφοί, σύμψηφοι γένεσθε κατὰ τῆς μανιώ δους αὐτῶν τόλμης, καθ' ὁμοιότητα τῶν ἀγανακτησάντων συλλει τουργῶν ἡμῶν καὶ ἐπιστειλάντων μοι κατ' αὐτῶν καὶ τῷ τόμῳ συνυπογραψάντων·
These men, then, who have dared such things against Christ — who have publicly held Christianity up to scorn, and who are ambitious to make a show of themselves in the courts, who have stirred up persecution against us in time of peace so far as lies in them, who have emasculated the ineffable mystery of the birth of Christ — turning away from these men, beloved and like-minded brothers, join in condemning their frenzied audacity, after the manner of our fellow-ministers who were indignant and wrote to me against them and subscribed together to the document.
「所以,這些人竟敢對基督做出如此大逆之事,公然使基督教蒙羞,並且熱衷於在法庭上招搖顯耀;這些人在太平之時盡其所能地向我們挑起逼迫,這些人閹割了基督降生那不可言喻的奧秘——親愛同心的弟兄們,你們當棄絕這些人,同心譴責他們瘋狂的膽妄,效法我們那些憤慨並就此事寫信給我、且在那卷文書上聯署的同工。」
1:214
ἃ καὶ διεπεμψάμην ὑμῖν διὰ τοῦ υἱοῦ μου Ἄπι τοῦ διακόνου, τοῦτο μὲν πάσης Αἰγύπτου καὶ Θηβαΐδος, τοῦτο δὲ Λιβύης τε καὶ Πενταπόλεως καὶ Συρίας καὶ ἔτι Λυκίας καὶ Παμ φυλίας, Ἀσίας, Καππαδοκίας καὶ τῶν ἄλλων περιχώρων·
These I have also sent to you by my son Apis the deacon — to all Egypt and the Thebaid, and also to Libya and Pentapolis and Syria, and further to Lycia and Pamphylia, Asia, Cappadocia, and the other neighboring regions.
「這些文件我也藉著我的兒子、執事阿丕,寄送給你們——即遍及全埃及和底比斯地區,以及利比亞、五城區、敘利亞,還有呂家、旁非利亞、亞西亞、加帕多家,以及其他鄰近地區。」
1:215
ὧν καθ' ὁμοιότητα καὶ παρ' ὑμῶν δέξασθαι πέποιθα
I trust that I shall receive a similar response from you also.
「我深信你們也會作出同樣的回應。」
1:216
πολλῶν γάρ μοι βοηθη μάτων πρὸς τοὺς βλαβέντας πεπορισμένων, καὶ τοῦτο εὕρηται λυσι φάρμακον τοῦ ὑπ' αὐτῶν ἀπατηθέντος λαοῦ, πειθομένων καὶ ταῖς τῶν συλλειτουργῶν ἡμῶν συγκαταθέσεσιν, εἰς μετάνοιαν διὰ τούτου ἔρχεσθαι σπουδαζόντων
For since many remedies have been provided by me for those who have been harmed, this too has been found to be a healing medicine for the people deceived by them, since they yield to the agreement of our fellow-ministers and are eager thereby to come to repentance.
「因為我已為那些受害者提供了許多補救之法,而這也被發現是治療被他們欺哄之百姓的良藥——他們既順從我們同工們一致的決議,便熱切藉此悔改歸正。」
1:217
ἀσπάσασθε ἀλλήλους σὺν τῇ παρ' ὑμῶν ἀδελφότητι
Greet one another, together with the brotherhood that is with you.
「你們要彼此問安,並代我向與你們同在的弟兄們問安。」
1:218
ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοί·
I pray that you fare well in the Lord, beloved.
「親愛的,願你們在主裡康健,謹此致意。」
1:219
ὀναίμην ὑμῶν τῆς φιλοχρίστου ψυχῆς
May I have joy of your Christ-loving souls.
「願我因你們愛慕基督的心靈而歡欣。」
1:220
ἄλλοις ὅσοι τῶν ἀποστολικῶν ἦσαν δογμάτων συνήγοροι
and to others, as many as were advocates of the apostolic doctrines.
「以及其他一切擁護使徒教義之人。」
1:221
ἀλλ' οὐδὲ ὁ Ἄρειος ἡσυχίαν ἄγειν ἠνέσχετο
But Arius too did not endure to keep quiet.
但阿里烏也不肯安靜下來。
1:222
Ἔγραψε δὲ καὶ αὐτὸς πρὸς ἐκείνους οὓς ὁμόφρονας ἔχειν ἡγεῖτο
He too wrote to those whom he considered to be of like mind with him.
他也寫信給那些他認為與自己志同道合的人。
1:223
ὅτι δὲ οὐδὲν ψευδὲς κατ' αὐτοῦ γέγραφεν ὁ θεῖος Ἀλέξανδρος, αὐτὸς Ἄρειος ἐν τοῖς πρὸς Εὐσέβιον τὸν Νικομηδείας μεμαρτύρηκε γράμμασιν
And that the divine Alexander wrote nothing false against him, Arius himself has testified in his letter to Eusebius of Nicomedia.
至於神聖的亞歷山大所寫關於他的話並無虛假,這一點阿里烏本人在他致尼哥米底亞的優西比烏的信中已親自作證。
1:224
ἐνθήσω δὲ καὶ ταύτην τῇ συγγραφῇ, ἵνα καὶ τοὺς κοινωνοὺς τῆς ἀσεβείας δήλους τοῖς ἀγνοοῦσι ποιήσω
I shall insert this letter also into my history, that I may make manifest to those who do not know them the partners of his impiety.
我也要將這封信收錄於本書之中,好讓不知情的人得知那些與他共謀不敬之人。
1:225
Κυρίῳ ποθεινοτάτῳ, ἀνθρώπῳ θεοῦ, πιστῷ, ὀρθοδόξῳ Εὐσεβίῳ Ἄρειος ὁ διωκόμενος ὑπὸ Ἀλεξάνδρου τοῦ πάπα ἀδίκως διὰ τὴν πάντα νικῶσαν ἀλήθειαν, ἧς καὶ σὺ ὑπερασπίζεις, ἐν κυρίῳ χαίρειν
To my most longed-for lord, man of God, faithful, orthodox Eusebius, Arius, unjustly persecuted by Alexander the Pope for the sake of that all-conquering truth which you also champion, greeting in the Lord.
「致我最思慕的主、神的人、忠信正統的優西比烏:阿里烏因那戰無不勝的真理——你也在為之辯護——而遭教宗亞歷山大不義的逼迫,謹在主裡問安。」
1:226
Τοῦ πατρός μου Ἀμμωνίου ἐρχομένου εἰς τὴν Νικομήδειαν, εὔλογον ὀφειλόμενον ἐφάνη προσαγορεῦσαί σε δι' αὐτοῦ ὁμοῦ τε καὶ ὑπομνῆσαι τὴν ἔμφυτόν σου ἀγάπην καὶ διάθεσιν, ἣν ἔχεις εἰς τοὺς ἀδελφοὺς διὰ τὸν θεὸν καὶ τὸν Χριστὸν αὐτοῦ, ὅτι μεγάλως ἡμᾶς ἐκπορθεῖ καὶ ἐκδιώκει καὶ πάντα κάλων κινεῖ καθ' ἡμῶν ὁ ἐπίσκο πος, ὥστε καὶ ἐκδιῶξαι ἡμᾶς ἐκ τῆς πόλεως ὡς ἀνθρώπους ἀθέους, ἐπειδὴ οὐ συμφωνοῦμεν αὐτῷ δημοσίᾳ λέγοντι·
Since my father Ammonius is coming to Nicomedia, it seemed fitting and owed to greet you through him, and at the same time to remind you of your innate love and disposition, which you hold toward the brothers for the sake of God and his Christ — because the bishop greatly ravages and persecutes us and moves every rope against us, so as even to drive us out of the city as godless men, since we do not agree with him when he publicly says:
「因我父安摩紐前往尼哥米底亞,我覺得理當藉他向你問安,同時也提醒你,你為神及其基督之故而對眾弟兄所懷的天生之愛與心志——因為那主教大肆摧殘、逼迫我們,用盡一切手段對付我們,甚至要把我們如同無神之人一般逐出城外,只因我們不贊同他公開所說的:」
1:227
συνυπάρχει ἀγεννήτως ὁ υἱὸς τῷ θεῷ, ἀειγενής ἐστιν, ἀγεννητογενής ἐστιν·
'The Son co-exists with God without having a beginning; he is ever-begotten; he is begotten in an unbegotten manner.'
「『子與神無始地同在;子乃永恆受生;子是無生而生者。』」
1:228
οὔτε ἐπινοίᾳ οὔτε ἀτόμῳ τινὶ προάγει ὁ θεὸς τοῦ υἱοῦ·
'Neither in conception nor by the smallest interval of time does God precede the Son.'
「『神並非在觀念上,也非在任何一刻之間,先於子。』」
1:229
ἐξ αὐτοῦ ἐστι τοῦ θεοῦ ὁ υἱός
'The Son is from God himself.'
「『子出於神自身。』」
1:230
καὶ ἐπειδὴ Εὐσέβιος ὁ ἀδελφός σου ὁ ἐν Καισαρείᾳ καὶ Θεόδοτος καὶ Παυλῖνος καὶ Ἀθανάσιος καὶ Γρηγόριος καὶ Ἀέτιος καὶ πάντες οἱ κατὰ τὴν Ἀνατολὴν λέγουσιν ὅτι προϋπάρχει ὁ θεὸς τοῦ υἱοῦ ἀνάρχως, ἀνάθεμα ἐγένοντο, δίχα μόνου Φιλογονίου καὶ Ἑλλανικοῦ καὶ Μακαρίου, ἀνθρώπων αἱρετικῶν ἀκατηχήτων, τὸν υἱὸν λεγόντων οἱ μὲν ἐρυγήν, οἱ δὲ προβολήν, οἱ δὲ συναγέννητον
And because your brother Eusebius who is at Caesarea, and Theodotus, and Paulinus, and Athanasius, and Gregory, and Aetius, and all those throughout the East, say that God pre-exists the Son without beginning, they have been anathematized — except only Philogonius and Hellanicus and Macarius, heretical, uncatechized men, who say of the Son, some that he is an 'eructation,' others a 'projection,' others 'co-unbegotten.'
「又因為你的兄弟——在該撒利亞的優西比烏——以及提阿多都、保理努、亞他那修、貴格利、阿愛提烏,並東方各地所有人,都主張神無始地先於子存在,他們就被定為當受咒詛——唯獨腓羅哥紐、赫拉尼庫、馬迦流三人不在此列,這三個異端、未受要理教導之人,論到子,有的說是『噴溢』,有的說是『流出』,有的說是『與(父)同為無生』。」
1:231
καὶ τούτων τῶν ἀσεβειῶν οὐδὲ ἀκοῦσαι δυνάμεθα, ἐὰν μυρίους θανάτους ἡμῖν ἐπαπειλῶσιν οἱ αἱρετικοί
And these impieties we cannot even bear to hear, even if the heretics threaten us with ten thousand deaths.
「這些不敬虔的言論,我們連聽都不能忍受,即使異端者以千萬種死亡威脅我們也罷。」
1:232
Ἡμεῖς δὲ τί λέγομεν καὶ φρονοῦμεν καὶ ἐδιδάξαμεν καὶ διδάσκομεν; ὅτι ὁ υἱὸς οὐκ ἔστιν ἀγέννητος οὐδὲ μέρος ἀγεννήτου κατ' οὐδένα τρόπον, οὔτε ἐξ ὑποκειμένου τινός, ἀλλ' ὅτι θελήματι καὶ βουλῇ ὑπέστη πρὸ χρόνων καὶ πρὸ αἰώνων πλήρης θεός, μονογενής, ἀναλλοίωτος·
But what do we say and think, and have taught and do teach? That the Son is not unbegotten, nor in any way a part of the Unbegotten, nor derived from any substrate, but that by will and counsel he subsisted before times and before ages, perfect God, only-begotten, unchangeable.
「那麼我們所說、所信、所教過並仍在教導的是什麼呢?就是:子並非無生者,也絕非以任何方式是無生者的一部分,也不是出於任何底層本體,而是憑著(父的)旨意與計畫,在諸世代與諸永世之先受造而存在,是全備的神、獨生子、不可改變者。」
1:233
καὶ πρὶν γεννηθῇ ἤτοι κτισθῇ ἢ ὁρισθῇ ἢ θεμελιωθῇ, οὐκ ἦν·
And before he was begotten, or created, or determined, or established, he was not.
「並且在他受生、或受造、或被定立、或被奠立之先,他是不存在的。」
1:234
ἀρχὴν ἔχει ὁ υἱός, ὁ δὲ θεὸς ἄναρχός ἐστιν
The Son has a beginning, but God is without beginning.
「子是有起始的,惟獨神是無始的。」
1:235
διὰ τοῦτο διωκό μεθα, καὶ ὅτι εἴπαμεν ὅτι ἐξ οὐκ ὄντων ἐστίν·
For this reason we are persecuted, and because we said that he is from things that are not.
「我們正因此而受逼迫,也因為我們說他是出於不存在者(無中受造)。」
1:236
οὕτως δὲ εἴπαμεν, καθότι οὐδὲ μέρος θεοῦ ἐστιν οὐδὲ ἐξ ὑποκειμένου τινός
And we said this because he is neither a part of God nor derived from any substrate.
「我們如此說,是因為他既不是神的一部分,也不是出於任何底層本體。」
1:237
ἐρρῶσθαί σε ἐν κυρίῳ εὔχομαι, μεμνημένον τῶν θλίψεων ἡμῶν, συλλουκιανιστὰ ἀληθῶς Εὐσέβιε. Τούτων τῶν ὑπὸ τούτου καταλεχθέντων Εὐσέβιος μὲν Καισα ρείας ἐπίσκοπος ἦν, Θεόδοτος δὲ Λαοδικείας, Τύρου δὲ Παυλῖνος, Ἀναζαρβοῦ δὲ Ἀθανάσιος καὶ Γρηγόριος Βηρυτοῦ, Ἀέτιος δὲ Λύδδων·
I pray that you fare well in the Lord, mindful of our afflictions, truly fellow-Lucianist Eusebius. Of those enumerated by him, Eusebius was bishop of Caesarea, Theodotus of Laodicea, Paulinus of Tyre, Athanasius of Anazarbus, Gregory of Berytus, and Aetius of Lydda.
「願你在主裡康健,並記念我們的患難,真正的路加尼同門優西比烏啊。」上文他所列舉的這些人中,優西比烏是該撒利亞的主教,提阿多都是老底嘉的主教,保理努是推羅的主教,亞他那修是亞納匝布的主教,貴格利是貝魯特的主教,阿愛提烏是呂大的主教。
1:238
τούτους μὲν οὖν συμ φώνους ἔχειν ὁ Ἄρειος ἐσεμνύνετο·
Arius, then, boasted of having these men in agreement with him.
阿里烏就以這些人與他意見一致而自誇。
1:239
ἀντιπάλους δὲ κέκληκε Φιλο γόνιον τῆς Ἀντιοχέων τὸν πρόεδρον καὶ Ἑλλανικὸν τὸν Τριπόλεως καὶ τὸν Ἱεροσολύμων Μακάριον, συκοφαντίας κατὰ τούτων συρράψας, ἐπειδήπερ ἀΐδιον καὶ προαιώνιον ἔφασαν τὸν υἱὸν καὶ τοῦ πατρὸς ὁμότιμόν τε καὶ ὁμοούσιον
But he called his opponents Philogonius, the president of the church of Antioch, and Hellanicus of Tripolis, and Macarius of Jerusalem, weaving slanders against them, because they declared the Son to be eternal and pre-existent before the ages, and of equal honor and consubstantial with the Father.
而他稱腓羅哥紐——安提阿教會的主席——以及的黎波里的赫拉尼庫、耶路撒冷的馬迦流為他的敵手,編造誣衊之詞加害他們,只因這幾位宣稱子是永恆的、先於諸世代而存在的,並且與父同尊、同質。
1:240
ταύτην δεξάμενος Εὐσέβιος τὴν ἐπιστολὴν ἤμεσε καὶ αὐτὸς τὴν οἰκείαν ἀσέβειαν
Having received this letter, Eusebius too vomited forth his own impiety.
優西比烏收到這封信後,自己也吐露出他本身的不敬虔。
1:241
γράφει δὲ οὕτω πρὸς Παυ λῖνον τὸν τῆς Τυρίων ἡγούμενον·
He writes thus to Paulinus, the leader of the church of the Tyrians:
他如此寫信給推羅教會的領袖保理努:
1:242
Τῷ δεσπότῃ μου Παυλίνῳ Εὐσέβιος ἐν κυρίῳ χαίρειν
To my lord Paulinus, Eusebius, greeting in the Lord.
「致我主保理努:優西比烏在主裡問安。」
1:243
Οὔτε ἡ τοῦ δεσπότου μου Εὐσεβίου σπουδή, ἡ ὑπὲρ τοῦ ἀληθοῦς λόγου, παρεσιωπήθη ἀλλ' ἔφθασεν ἕως καὶ ἡμῶν, οὔτε ἡ σοῦ ἐπὶ τούτῳ σιωπή, δέσποτα
Neither has the zeal of my lord Eusebius on behalf of the true word been passed over in silence, but has reached even to us; nor has your silence on this matter, my lord.
「我主優西比烏為真道所發的熱心,並未被隱沒不傳,反而已傳達到我們這裡;而閣下你就此事所保持的沉默,也是同樣為人所知,我主。」
1:244
καὶ ὡς ἦν ἀκόλουθον, ἐπὶ μὲν τῷ δεσπότῃ μου Εὐσεβίῳ ηὐφράνθημεν, ἐπὶ δὲ σοὶ λυπούμεθα, στοχαζόμενοι καὶ τὴν σιωπὴν ἀνδρὸς τοιούτου ἧτταν ἡμῶν εἶναι
And, as was fitting, we rejoiced over my lord Eusebius, but we grieve over you, reckoning that the silence of such a man is a defeat for us.
「理當如此,我們因我主優西比烏而歡喜,卻因閣下而憂傷,因為我們認為像你這樣一位人物的沉默,對我們而言乃是一種挫敗。」
1:245
διὸ παρακαλῶ εἰδότα σε ὡς ἀπρεπὲς ἀνδρὶ φρονίμῳ ἀλλοῖα φρονεῖν καὶ σιωπᾶν τἀληθῆ, ἀνασκαλεύσαντι τῷ πνεύματι τὸν λογισμὸν περὶ τὸ γράφειν περὶ τούτου ἄρχου, λυσιτελοῦντος καὶ σοὶ καὶ τοῖς ἀκούουσί σου, μάλισθ' ὅταν κατὰ ἀκολουθίαν τῆς γραφῆς καὶ τοῖς ἴχνεσι τῶν λόγων αὐτῆς καὶ τῶν βουλημάτων ἐθέλοις γράφειν
Wherefore I entreat you, knowing that it is unbecoming for a prudent man to think one thing and keep silent about the truth, to stir up your mind in spirit and begin to write concerning this matter — a thing profitable both for yourself and for those who hear you, especially when you are willing to write in accordance with Scripture and following the traces of its words and its intentions.
「因此我懇求你,既然你知道明智之人心懷一事卻對真理緘默不言是不恰當的,就當在心靈中激勵思緒,開始就此事著文,這對你自己及聽你之人都有益處,尤其是當你願意依循聖經、按著經文言辭與旨意的軌跡而書寫之時。」
1:246
οὐδὲ σωματικόν τι πεπονθὸς μεμαθήκαμεν ἢ πεπιστεύκαμεν, δέσποτα, ἀλλ' ἓν μὲν τὸ ἀγέννητον, ἓν δὲ τὸ ὑπ' αὐτοῦ ἀληθῶς καὶ οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ γεγονός, καθόλου τῆς φύσεως τῆς ἀγεννήτου μὴ μετέχον ἢ ὂν ἐκ τῆς οὐσίας αὐτοῦ, ἀλλὰ γεγονὸς ὁλοσχερῶς ἕτερον τῇ φύσει καὶ τῇ δυνάμει, πρὸς τελείαν ὁμοιότητα διαθέσεώς τε καὶ δυνάμεως τοῦ πεποιηκότος γενόμενον·
Nor have we learned or believed, my lord, that he has undergone any bodily experience, but that there is one who is Unbegotten, and one who has truly come into being by him and not from his essence, in no way partaking of the unbegotten nature, or being of his essence, but having come into being wholly other in nature and in power, brought into perfect likeness of disposition and power to him who made him.
「我主,我們所學所信的,並非說子經歷了任何肉體性的過程,而是:一位是無生者,另一位則真是藉由祂而生成、卻並非出於祂本體者,在本性上絲毫不分有無生者之性,也不是出於祂的本體,而是在本性與能力上全然成為另一個存在者,只是被造成與那造他者的心志、能力達到完美的相似而已。」
1:247
οὗ τὴν ἀρχὴν οὐ λόγῳ μόνον ἀδιήγητον, ἀλλὰ καὶ ἐννοίᾳ οὐκ ἀνθρώπων μόνον ἀλλὰ καὶ τῶν ὑπὲρ ἀνθρώ πους πάντων εἶναι ἀκατάληπτον πεπιστεύκαμεν
We believe that his origin is not only indescribable in word, but incomprehensible in thought — not only to men, but to all beings that are above men.
「我們相信他的起源不僅在言語上是無法陳述的,就是在思想上,也不僅是人類,甚至是一切在人之上的受造者,都無法理解。」
1:248
Καὶ ταῦτα οὐχὶ λογισμοὺς ἑαυτῶν ὑποθέμενοι, ἀλλ' ἀπὸ τῆς ἁγίας γραφῆς μεμαθηκότες λέγομεν·
And we say these things, not putting forward our own reasonings, but having learned them from Holy Scripture.
「我們如此說,並非提出自己的推論,而是從聖經中學得而說的。」
1:249
κτιστὸν εἶναι καὶ θεμελιωτὸν καὶ γεννητὸν τῇ οὐσίᾳ καὶ τῇ ἀναλλοιώτῳ καὶ ἀρρήτῳ φύσει καὶ τῇ ὁμοιότητι τῇ πρὸς τὸν πεποιηκότα μεμαθήκαμεν, ὡς αὐτὸς ὁ κύριός φησιν·
We have learned that he is created, and founded, and begotten in essence, in his unchangeable and ineffable nature, and in his likeness to him who made him — as the Lord himself says:
「我們學得知道,他在本體上是受造的、被奠立的、受生的,其性不可改變、不可言喻,並且與那造他者相似——正如主自己所說:」
1:250
ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με·
'The Lord created me as the beginning of his ways, and before the age he founded me;'
「『主在祂行事的起頭創造了我,在萬世之先奠立了我;』」
1:251
πρὸ δὲ πάντων βουνῶν γεννᾷ με
'and before all the hills he begets me.'
「『在諸山岡之先,他生了我。』」
1:252
εἰ δὲ ἐξ αὐτοῦ, τουτέστιν ἀπ' αὐτοῦ ἦν, ὡς ἂν μέρος αὐτοῦ ἢ ἐξ ἀπορροίας τῆς οὐσίας, οὐκ ἂν ἔτι κτιστὸν οὐδὲ θεμελιωτὸν εἶναι ἐλέγετο·
But if he were 'of him,' that is, from him, as though a part of him or by an emanation of his essence, he could no longer be said to be created or founded.
「但倘若他是『出於祂』,也就是說源自於祂,彷彿是祂的一部分,或是由本體的流溢而出,那麼他就不能再被稱為受造或被奠立了。」
1:253
οὐδὲ αὐτὸς ἀγνοεῖς, κύριε, ἀληθῶς
Nor are you yourself, my lord, truly ignorant of this.
「我主,這一點你自己實在也並非不知。」
1:254
τὸ γὰρ ἐκ τοῦ ἀγεννήτου ὑπάρχον κτιστὸν ἔτι ὑφ' ἑτέρου ἢ ὑπ' αὐτοῦ ἢ θεμελιω τὸν οὐκ ἂν εἴη, ἐξ ἀρχῆς ἀγέννητον ὑπάρχον
For that which exists from the Unbegotten could no longer be said to be created — either by another or by himself — or founded, since it exists as unbegotten from the beginning.
「因為凡是出於那無生者的存有,無論是被別的存有所造,或是被祂自己所造,都不能再稱為受造或被奠立,因為它從起初便是以無生的方式存在的。」
1:255
εἰ δὲ τὸ γεννητὸν αὐτὸν λέγεσθαι ὑπόφασίν τινα παρέχει, ὡς ἂν ἐκ τῆς οὐσίας τῆς πατρικῆς αὐτὸν γεγονότα καὶ ἔχειν ἐκ τούτου τὴν ταυτότητα τῆς φύσεως, γιγνώσκομεν ὡς οὐ περὶ αὐτοῦ μόνου τὸ γεννητὸν εἶναί φησιν ἡ γραφή, ἀλλὰ καὶ ἐπὶ τῶν ἀνομοίων αὐτῷ κατὰ πάντα τῇ φύσει
But if the fact of his being called 'begotten' furnishes any suggestion that he has come into being from the essence of the Father, and thereby possesses identity of nature, we know that Scripture speaks of 'begotten' not of him alone, but also of those who are in every way unlike him in nature.
「至於他被稱為『受生』一詞若給人某種暗示,彷彿他是出於父的本體而生成,因而在本質上與父同一,我們則知道:聖經所說的『受生』並非只用於他一人,也同樣用在那些在本性上與他完全不同的其他事物上。」
1:256
καὶ γὰρ καὶ ἐπ' ἀνθρώπων φησίν·
For indeed it says also of men:
「因為聖經論及世人時也這樣說:」
1:257
υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν, καὶ θεὸν τὸν γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐν ἑτέροις·
'I have begotten and reared sons, but they have rejected me,' and 'You have forsaken the God who begot you' — and in other places:
「『我養育兒女,將他們養大,他們竟悖逆我』,又說:『你竟忘記了生你的神』;此外還有一處說:」
1:258
τίς, φησί, ὁ τετοκὼς βώ λους δρόσου ; οὐ τὴν φύσιν ἐκ τῆς φύσεως διηγούμενος, ἀλλὰ τὴν ἐφ' ἑκάστῳ τῶν γενομένων ἐκ τοῦ βουλήματος αὐτοῦ γένεσιν
'Who,' it says, 'has begotten the drops of dew?' — not describing nature as coming from nature, but the coming-into-being of each created thing according to his will.
「經上說:『誰生了露水的滴珠呢?』這並非在描述本性出於本性,而是描述每一受造之物按照祂旨意而生成之事。」
1:259
οὐδὲν γάρ ἐστιν ἐκ τῆς οὐσίας αὐτοῦ, πάντα δὲ βουλήματι αὐτοῦ γενόμενα ἕκαστον, ὡς καὶ ἐγένετο, ἐστίν
For nothing is from his essence, but all things came into being each by his will, and each thing is as it came to be.
「因為沒有任何一物是出於祂的本體,萬物都是照祂的旨意各自生成,並且各按其被造成的樣式而存在。」
1:260
ὁ μὲν γὰρ θεός, τὰ δὲ πρὸς ὁμοιότητα αὐτοῦ λόγῳ ὅμοια ἐσόμενα, τὰ δὲ καθ' ἑκουσιασμὸν γενόμενα·
For he is God; but the other things are to become like him in a reasoned likeness, having come into being by his own free will;
「因為祂是神;而其他事物則將依道理而變得與祂相似,且都是照祂自願之心而生成的;」
1:261
τὰ δὲ πάντα δι' αὐτοῦ ὑπὸ τοῦ θεοῦ γενόμενα, πάντα δὲ ἐκ τοῦ θεοῦ
and all things came into being through him, by God, and all things are from God.
「萬物都是藉著他而被神所造成,並且萬物都是出於神。」
1:262
ἅπερ λαβὼν καὶ ἐξεργασάμενος κατὰ τὴν προσοῦσάν σοι θεόθεν χάριν, γράψαι τῷ δεσπότῃ μου Ἀλεξάνδρῳ σπούδασον·
Taking these things and working them out according to the grace granted to you from God, be eager to write to my lord Alexander.
「願你將這些道理領受並照著神所賜給你的恩典加以闡發,並致力寫信給我主亞歷山大。」
1:263
πεπίστευκα γὰρ ὡς εἰ γράψειας αὐτῷ, ἐντρέψειας αὐτόν
For I am convinced that, if you were to write to him, you would put him to shame.
「因為我深信,若你寫信給他,必能使他自覺羞愧。」
1:264
πρόσειπε πάντας τοὺς ἐν κυρίῳ
Greet all who are in the Lord.
「請代我向一切在主裡的人問安。」
1:265
ἐρρωμένον σε καὶ ὑπὲρ ἡμῶν εὐχόμενον ἡ θεία χάρις διαφυλάττοι, δέσποτα. Τοιαῦτα καὶ οὗτοι πρὸς ἀλλήλους ἐπέστελλον, εἰς τὸν κατὰ τῆς ἀληθείας καθοπλιζόμενοι πόλεμον
May divine grace keep you in health and praying for us, my lord. Such were the letters that these men also wrote to one another, arming themselves for the war against the truth.
「願神聖恩典保守你身體康健,並繼續為我們禱告,我主。」這些人便是如此彼此通信,為那場對抗真理的戰爭武裝自己。
1:266
Οὕτω δὲ τῆς βλασφημίας ἐν ταῖς κατὰ τὴν Αἴγυπτον καὶ τὴν Ἑῴαν ἐκκλησίαις διασπαρείσης, ἔριδες ἐν ἑκάστῃ πόλει καὶ κώμῃ καὶ μάχαι περὶ τῶν θείων δογμάτων ἐγίγνοντο
Thus, as the blasphemy was scattered abroad among the churches of Egypt and the East, strife and battles over the divine doctrines arose in every city and village.
這褻瀆之言就這樣散播於埃及及東方各教會之間,於是在每一座城鎮與鄉村,關於神聖教義的爭端與紛爭層出不窮。
1:267
ὁ δὲ λοιπὸς ὅμιλος θεατὴς ἦν τῶν γιγνομένων καὶ τῶν λεγομένων κριτής, καὶ οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἐπῄνουν·
And the rest of the multitude was a spectator of what was happening and a judge of what was said, and some praised the words of these, others the words of those.
其餘的民眾則成了這些事的旁觀者,以及所論言辭的評判者,有人稱許這一方的說法,有人稱許那一方的說法。
1:268
καὶ τραγῳδίας τὰ δρώμενα καὶ θρήνων ἄξια ἦν
And what was taking place was worthy of tragedy and of lamentation.
所發生的事,實堪比悲劇,令人哀慟不已。
1:269
οὐ γὰρ ἀλλόφυλοι καὶ πολέμιοι, καθάπερ πάλαι, τὰς ἐκκλησίας ἐπολιόρκουν, ἀλλ' ὁμόφυλοι καὶ ὁμορρόφιοι καὶ ὁμοτράπεζοι κατ' ἀλλήλων ἀντὶ δοράτων ἐκίνουν τὰς γλώσσας·
For it was not foreigners and enemies, as of old, who besieged the churches, but men of the same nation, dwelling under the same roof, and sharing the same table, who moved their tongues against one another in place of spears.
因為圍攻教會的並非如昔日那般是異族與仇敵,而是同族之人、同屋簷下之人、甚至同桌共食之人,彼此以舌頭代替長矛互相攻擊。
1:270
μᾶλ λον δέ, μέλη ἀλλήλων ὄντες καὶ εἰς ἓν τελοῦντες σῶμα, κατ' ἀλλήλων ὡπλίζοντο
Or rather, being members of one another and belonging to one body, they armed themselves against one another.
更確切地說,他們本是彼此的肢體,同屬一個身體,卻彼此武裝相攻。
1:271
Τὰ κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ
The Events Concerning the Great Council at Nicaea
關於尼西亞大公會議之事
1:272
Ταῦτα μαθὼν ὁ πάνσοφος βασιλεὺς πρῶτον μὲν αὐτὴν ἐπειράθη τὴν τῶν κακῶν ἐμφράξαι πηγὴν καί τινα τῶν ἐπ' ἀγχινοίᾳ περι βοήτων εἰς τὴν Ἀλεξάνδρειαν μετὰ γραμμάτων ἀπέστειλε, σβέσαι τὴν ἔριν πειρώμενος καὶ τὸ στασιάζον συναγαγεῖν εἰς ὁμόνοιαν προσ δοκῶν
Learning these things, the all-wise emperor first attempted to stop up the very source of the evils, and sent to Alexandria, with letters, a certain man renowned for his sagacity, attempting to quench the strife and hoping to bring the disputing parties together into concord.
這位睿智無比的皇帝得知此事後,首先設法堵塞這禍患的源頭,差遣一位以機敏睿智著稱的人物,攜帶書信前往亞歷山大城,企圖平息這場紛爭,並盼望能使那分裂爭鬥的各方歸於和睦。
1:273
ἐπειδὴ δὲ τῆς ἐλπίδος ἐψεύσθη, τὴν πολυθρύλητον ἐκείνην εἰς τὴν Νικαέων συνήγειρε σύνοδον, δημοσίοις ὄνοις καὶ ἡμιόνοις καὶ ὀρεῦσι καὶ ἵπποις χρήσασθαι τοὺς ἐπισκόπους καὶ τοὺς σὺν τού τοις ἀφικνουμένους παρεγγυήσας
But when he was disappointed of his hope, he convened that much-celebrated council at Nicaea, giving instructions that the bishops and those coming with them should make use of the public donkeys, mules, pack-mules, and horses.
然而,他的期望落空之後,便召集了那場聲名遠播的尼西亞大公會議,並下令主教們及隨行者一律可使用公家的驢、騾、馱騾及馬匹作為交通工具。
1:274
ἐπειδὴ δὲ ἠθροίσθησαν ὅσοι τῆς ὁδοιπορίας τὸν πόνον ἐνεγκεῖν ἠδυνήθησαν, ἀφίκετο καὶ αὐτὸς εἰς τὴν Νίκαιαν, ἰδεῖν τε τὴν τῶν ἀρχιερέων πληθὺν ἐφιέμενος καὶ τὴν ὁμόνοιαν αὐτοῖς πρυτανεῦσαι ποθῶν·
And when all who had been able to bear the labor of the journey had been gathered together, he himself also arrived at Nicaea, desiring to see the multitude of bishops and longing to preside over their concord.
當所有能夠承受長途跋涉之勞的人都聚集之後,皇帝本人也親臨尼西亞,一心渴望目睹眾主教濟濟一堂的盛況,並切望為他們主持促成和睦。
1:275
καὶ παραχρῆμα πάντα αὐτοῖς ἀφθόνως χορηγεῖσθαι προσέταξεν
And he immediately ordered that everything be supplied to them ungrudgingly.
他隨即下令,一切所需皆要毫不吝惜地供應他們。
1:276
ὁ δὲ τῆς Ῥώμης διὰ γῆρας ἀπελείφθη βαθύ·
But the bishop of Rome was left behind because of his deep old age;
而羅馬的主教因年事已高,未能親臨與會;
1:277
δύο μέντοι πρεσβυτέρους ἀπέστειλε, συνθέσθαι τοῖς πραττομένοις παρεγγυήσας
he did, however, send two presbyters, instructing them to assent to what was done.
不過他差遣了兩位長老前往,囑咐他們對會中所議決之事表示贊同。
1:278
Ἦσαν δὲ κατ' ἐκεῖνον τὸν χρόνον πολλοὶ μὲν ἀποστολικοῖς χαρί σμασι διαπρέποντες, πολλοὶ δὲ τὰ στίγματα τοῦ κυρίου Ἰησοῦ, κατὰ τὸν θεῖον ἀπόστολον, ἐν τῷ σώματι φέροντες
At that time there were many who were distinguished by apostolic gifts of grace, and many who, according to the divine apostle, bore in their body the marks of the Lord Jesus.
當時有許多人以使徒性的恩賜見稱,也有許多人,正如那位神聖使徒所說,身上帶著主耶穌的印記。
1:279
Ἰάκωβος μὲν γὰρ ὁ Ἀντιοχείας τῆς Μυγδονίας (Σύροι δὲ αὐτὴν καὶ Ἀσσύριοι Νίσιβιν ὀνομάζουσι) καὶ νεκροὺς ἀνέστησε καὶ τοῖς ζῶσι συνέταξε καὶ ἄλλα μυρία εἰργάσατο θαύματα·
For James, of Antioch in Mygdonia (which the Syrians and Assyrians call Nisibis), both raised the dead and legislated for the living, and worked countless other miracles;
例如:米格多尼亞的安提阿(敘利亞人及亞述人稱之為尼西比斯)的雅各,不僅使死人復活,也為活人立下規範,並行了無數其他神蹟;
1:280
ἃ περιττὸν ἡγοῦμαι τῇδε πάλιν ἐνθεῖναι τῇ συγγραφῇ, ἐν τῇ Φιλοθέῳ ταῦτα διηγησάμενος Ἱστορίᾳ
which I consider it superfluous to insert again here in this history, having already related them in the Religious History (Philotheus Historia).
這些事蹟,我認為不必在此書中重述,因為我已在《慕道者傳(愛神者史)》一書中詳述過了。
1:281
Παῦλος δὲ ὁ Νεοκαισαρείας ( φρούριον δὲ τοῦτο ταῖς τοῦ Εὐφράτου παρα κείμενον ὄχθαις) τῆς Λικιννίου παραπήλαυσε λύττης
Paul of Neocaesarea (this is a fortress situated on the banks of the Euphrates) had also had a taste of the madness of Licinius.
尼哥凱撒利亞的保羅(此城乃是位於幼發拉底河岸的一座要塞)也曾親身領受李錫尼瘋狂之害。
1:282
ἄμφω γὰρ ἦν τὼ χεῖρε πεπεδημένος, σιδήρου πεπυρακτωμένου προσβαλόντος αὐταῖς καὶ τὰ κινητικὰ τῶν ἄρθρων νεῦρα συστείλαντος καὶ νεκρώσαντος
For he had both hands crippled, since red-hot iron had been applied to them and had contracted and deadened the sinews that move the joints.
因為他雙手皆已殘廢,因燒紅的鐵曾加於其上,使關節得以活動的神經萎縮並壞死。
1:283
ἕτεροι δὲ ὀρωρυγμένους εἶχον τοὺς δεξιοὺς ὀφθαλμούς, ἄλλοι δὲ τὰς ἀγκύλας ἐκκεκομμένοι τὰς δεξιάς·
Others had had their right eyes gouged out, and others had had the sinews of the right ham cut through.
另有人被剜去右眼,還有人被割斷右腿膕部的肌腱。
1:284
εἷς τούτων ἦν Παφνούτιος ὁ Αἰγύπτιος·
One of these was Paphnutius the Egyptian.
其中一人便是埃及人帕弗努提烏斯。
1:285
καὶ ἁπαξαπλῶς ἦν ἰδεῖν δῆμον μαρτύρων κατὰ ταὐτὸν συνηθροισμένον
And in a word, one could see a whole people of martyrs gathered together in one place.
總而言之,人可以看見一整個殉道者的群體聚集於一處。
1:286
οὐκ ἦν δ' ὅμως ἄμοιρος τῶν ἐναντίων ὁ θεῖος οὗτος καὶ ἀοίδιμος ὅμιλος·
Yet this divine and celebrated assembly was not entirely without its opposite element.
然而,這神聖而備受稱頌的集會,卻並非完全沒有其反面的份子。
1:287
ἀλλ' ἦσάν τινες, εὐαρίθμητοι μέν, ὕπουλοι δὲ καὶ τὰ βράχη μιμούμενοι, καὶ τὴν πονηρίαν καλύπτοντες καὶ ταῖς Ἀρείου βλασφημίαις οὐ προφανῶς συνηγοροῦντες
But there were some, few in number, treacherous, and resembling hidden reefs, concealing their wickedness and not openly advocating the blasphemies of Arius.
但也有少數幾人,人數雖少,卻心懷詭詐,如同暗礁一般深藏不露,掩飾其邪惡,不公開為亞流的褻瀆言論辯護。
1:288
Συνεληλυθότων δὲ πάντων, οἶκον μέγιστον ἐν τοῖς βασιλείοις ηὐτρέπισεν βασιλεύς, βάθρα καὶ θρόνους ὅτι μάλιστα πλείστους ἐν τούτῳ τεθῆναι κελεύσας τῷ τῶν ἀρχιερέων ἀποχρώντως συλλόγῳ
When all had assembled, the emperor prepared a very great hall in the palace, ordering that as many benches and thrones as possible be placed in it, sufficient for the assembly of the bishops.
眾人到齊之後,皇帝在宮中預備了一座極大的廳堂,下令在其中安置盡可能多的座席與寶座,以充分容納眾主教的集會。
1:289
οὕτω τὸ πρέπον αὐτοῖς εὐτρεπίσας γέρας, εἰσελθεῖν τε ἐπέτρεψε καὶ περὶ τῶν προκειμένων βουλεύσασθαι
Having thus prepared for them the honor that was fitting, he permitted them to enter and to deliberate on the matters at hand.
他如此為他們預備了合宜的尊榮之後,便准許他們進入,並就所議之事進行商議。
1:290
εἰσελήλυθε δὲ καὶ αὐτὸς ἔσχα τος σὺν ὀλίγοις, ἀξιέπαινον μὲν ἔχων τὸ μέγεθος, ἀξιάγαστον δὲ τὴν ὥραν, θαυμασιωτέραν δὲ τὴν τοῖς μετώποις ἐπικαθημένην αἰδῶ
He himself entered last, with a few attendants, having a stature worthy of praise, a comeliness worthy of admiration, and — more wonderful still — a reverence seated upon his brow.
他自己則最後與少數隨從一同進入,其身量令人稱頌,其容貌令人讚嘆,而端坐於他額上的莊重謙遜之色,更是令人驚異。
1:291
θρόνου δὲ σμικροῦ τεθέντος ἐν μέσῳ κεκάθικεν, ἐπιτρέψαι τοῦτο τοὺς ἐπισκόπους αἰτήσας·
A small throne having been placed in the midst, he sat down, having asked the bishops' permission to do so.
一張小寶座被安置在中央,他便就座,並事先徵得眾主教的允許才如此行。
1:292
σὺν αὐτῷ δὲ καὶ ἅπας ὁ θεῖος ἐκεῖνος ἐκαθέσθη χορός
And with him that whole divine company also sat down.
與他一同,那整個神聖的行列也都就座。
1:293
παραυτίκα δὲ πρῶτος ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων ἐκκλησίας τὴν προεδρίαν λαχών ( Φιλογόνιος γὰρ, οὗ πρόσθεν ἐμνήσθην, εἰς τὸν ἀμείνω μεταβεβήκει βίον, τοῦτον δὲ ἄκοντα ποιμαίνειν ἀντ' ἐκείνου τὴν ἐκκλησίαν ἐκείνην ψήφῳ κοινῇ κατηνάγ κασαν ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ πᾶς ὁ λαὸς ὁ φιλόχριστος), οὗτος τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν βασιλέως ἐστεφάνωσε κεφαλὴν καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψατο
Immediately the great Eustathius, who held the presidency of the church of the Antiochenes (for Philogonius, whom I mentioned before, had passed to the better life, and this man, against his will, had been compelled by the common vote of bishops, priests, and all the Christ-loving people to shepherd that church in his place), was the first to crown the emperor's head with the flowers of his eulogies, and to repay his zeal for divine things with blessings.
隨即,偉大的優斯他修斯——安提阿教會的首席主教(我先前提過的斐羅哥紐斯已經離世,進入更美的生命,而優斯他修斯本人雖不情願,仍被眾主教、司鐸及全體愛基督的百姓以共同的表決強迫接任該教會的牧養)——他率先以讚美之花冠冕皇帝的頭,並以祝福回報皇帝對神聖之事的熱忱。
1:294
παυσαμένου δὲ τούτου, βασιλεὺς ὁ πανεύφημος τοὺς περὶ τῆς ὁμονοίας τε καὶ συμφωνίας προσενήνοχε λόγους, τῆς τε τῶν τυράννων ἐκείνων ἀναμιμνήσκων ὠμότητος καὶ τῆς ἐπ' αὐτοῦ θεόθεν παρασχεθείσης ἐντιμοτάτης εἰρήνης, καὶ ὡς δεινὸν εἴη καὶ ἄγαν δεινόν, τῶν πολε μίων καταλυθέντων καὶ μηδενὸς ἀντιτείνειν τολμῶντος, ἀλλήλους βάλλειν καὶ τοῖς δυσμενέσιν ἡδονὴν καὶ γέλωτα προξενεῖν, ἄλλως τε καὶ περὶ θείων διαλεγομένους πραγμάτων καὶ τοῦ παναγίου πνεύ ματος τὴν διδασκαλίαν ἀνάγραπτον ἔχοντας
When he had finished, the all-glorious emperor delivered a speech concerning concord and harmony, recalling the cruelty of those tyrants and the most honorable peace that had been bestowed by God during his own reign, and saying how terrible, indeed how utterly terrible, it would be — now that their enemies had been overthrown and no one dared to resist — for them to attack one another and afford pleasure and laughter to those ill-disposed toward them, especially since they were discoursing about divine matters and possessed the teaching of the all-holy Spirit set down in writing.
他講完之後,那位備受讚頌的皇帝便發表了一篇關於和睦與一致的演說,追述那些暴君的殘酷,以及神在他當政期間所賜下的極其尊貴的和平;並說,如今仇敵既已被消滅,無人再敢反抗,若他們彼此攻擊,使那些心懷惡意之人得以快樂嘲笑,那將是何等可怕、何等極其可怕的事——尤其是他們所談論的乃是關於神聖之事,且他們手中握有至聖聖靈的教訓,載於文字之中。
1:295
εὐαγγελικαὶ γάρ, φησί, βίβλοι καὶ ἀποστολικαὶ καὶ τῶν παλαιῶν προφητῶν τὰ θεσπίσματα σαφῶς ἡμᾶς ἃ χρὴ περὶ τοῦ θείου φρονεῖν ἐκπαιδεύουσι
"For," he said, "the books of the Gospels and the Apostles, and the oracles of the ancient prophets, clearly instruct us as to what we must think concerning the Divine."
他說:「因為福音書與使徒書卷,以及古代先知的神諭,都清楚地教導我們,應當如何看待神聖之事。」
1:296
τὴν πολε μοποιὸν οὖν ἀπελάσαντες ἔριν, ἐκ τῶν θεοπνεύστων λόγων λάβωμεν τῶν ζητουμένων τὴν λύσιν
"Let us, then, drive away war-making strife, and take from the God-inspired words the solution to the questions being sought."
「所以,讓我們驅逐那製造紛爭的爭競,從神所默示的話語中,尋得所探究問題的解答。」
1:297
Ταῦτα καὶ τὰ τούτοις παραπλήσια, οἷα δὴ παῖς φιλοπάτωρ, τοῖς ἱερεῦσιν ὡς πατράσι προσέφερε, τῶν ἀποστολικῶν δογμάτων τὴν συμφωνίαν πραγματευόμενος
These things, and things similar to these, he offered to the priests as fathers, like a son devoted to his father, laboring to bring about harmony in the apostolic doctrines.
這些話,以及與此相近的話,他如同一位孝愛父親的兒子一般,向眾司鐸——待之如父——陳述出來,致力於促成使徒教義上的一致。
1:298
τῆς δὲ συνόδου τὸ μὲν πλεῖστον τοῖς λεγομένοις ἐπείθετο καὶ τήν τε πρὸς ἀλλήλους ὁμόνοιαν τήν τε τῶν δογμάτων ὑγείαν ἠσπάζετο·
The greater part of the council was persuaded by what was said, and embraced both mutual concord and soundness of doctrine.
大公會議中的大多數人都被這番話說服,接受了彼此之間的和睦,以及教義上的健全。
1:299
ὀλίγοι δέ τινες, ὧν καὶ πρόσθεν ἐμνήσθην, καὶ πρὸς ἐκείνοις Μηνόφαντος ὁ Ἐφέσιος καὶ ὁ Σκυθοπολίτης Πατρό φιλος Θεογόνιός τε Νικαίας αὐτῆς ἐπίσκοπος ὢν καὶ ὁ Νερωνιάδος Νάρκισσος (Κιλικίας δὲ τῆς δευτέρας ἡ Νερωνιάς ἐστι πόλις ἣν νῦν Εἰρηνούπολιν ὀνομάζομεν), καὶ μετὰ τούτων Θεωνᾶς ὁ Μαρμαρικῆς καὶ ὁ Πτολεμαΐδος τῆς Αἰγυπτίας Σεκοῦνδος τοῖς ἀποστολικοῖς ἀντέ λεγον δόγμασιν, Ἀρείῳ συνηγοροῦντες
But a few, whom I mentioned before, and besides them Menophantus of Ephesus, Patrophilus of Scythopolis, Theogonius, bishop of Nicaea itself, and Narcissus of Neronias (Neronias is a city of Cilicia Secunda, which we now call Irenopolis), and with these Theonas of Marmarica and Secundus of Ptolemais in Egypt, spoke against the apostolic doctrines, advocating for Arius.
但有幾人——即我先前提及的那幾位——以及以弗所的梅諾梵托斯、斯基索波利的帕特羅斐羅斯、尼西亞城本身的主教特奧哥紐斯,以及尼羅尼亞的納爾基索斯(尼羅尼亞是西利西亞第二省的一座城市,我們現今稱之為艾勒諾波利斯),還有與他們一同的、馬爾馬里卡的特奧納斯和埃及托勒邁的塞孔杜斯,這些人都反對使徒的教義,為亞流辯護。
1:300
ὑπαγορεύσαντες δὲ καὶ πίστεως διδασκαλίαν ἐπέδοσαν τῷ κοινῷ·
But having dictated it, they also presented a statement of faith to the assembly.
而他們也口述了一份信仰教義,提交給全體會眾。
1:301
ἅπαντες, νόθον καὶ κίβδηλον ὀνομάσαντες
...all, calling it spurious and counterfeit...
……眾人皆稱之為虛偽而摻假之作……
1:302
θορύβου δὲ πλείστου κατ' αὐτῶν γενομένου καὶ πάντων προδοσίαν αὐτῶν τῆς εὐσεβείας κατηγορούντων, δείσαντες ἐξανέστησαν καὶ πρῶτοι τὸν Ἄρειον ἀπεκή ρυξαν, πλὴν Σεκούνδου καὶ Θεωνᾶ
When a very great uproar arose against them, and all accused them of betraying piety, they, being afraid, rose up and were the first to renounce Arius, except for Secundus and Theonas.
當一片極大的騷動針對他們而起,眾人皆指控他們背叛敬虔之道時,他們心生恐懼,便起身率先棄絕亞流,唯獨塞孔杜斯與特奧納斯除外。
1:303
οὕτω δὲ τοῦ δυσσεβοῦς ἐκποδὼν γενομένου, συμφώνως ἅπαντες τὴν μέχρι καὶ νῦν ἐν ταῖς ἐκκλησίαις πολιτευομένην πίστιν ὑπαγορεύσαντες καὶ ταῖς ὑπογραφαῖς βεβαιώ σαντες διέλυσαν τὸ συνέδριον
Thus, with the impious man out of the way, all with one accord dictated the faith that is still observed in the churches to this day, and having confirmed it with their signatures, they dissolved the assembly.
如此,那不敬虔之人既已被除去,眾人便一致口述了那至今仍在眾教會中通行的信仰,並以簽署加以確認,然後解散了這次會議。
1:304
Ὑπούλως μέντοι καὶ οὐκ εἰλικρινῶς οἱ προρρηθέντες τῇδε τῇ πίστει συνέθεντο
Those mentioned above, however, assented to this faith treacherously and not sincerely.
然而,前述那些人卻是心懷詭詐、並非真誠地贊同這信仰。
1:305
καὶ μαρτυρεῖ τά τε ὕστερον παρ' αὐτῶν τυρευθέντα κατὰ τῶν τῆς εὐσεβείας προμάχων καὶ τὰ παρ' αὐτῶν ἐκείνων περὶ αὐτῶν συγγραφέντα
This is attested both by what was later contrived by them against the champions of piety, and by what was written concerning them by those very champions.
這一點可由他們日後對敬虔之捍衛者所設下的陰謀,以及那些捍衛者本人就他們所寫下的文字為證。
1:306
Εὐστάθιος μὲν γὰρ ἐκεῖνος ὁ τῆς Ἀντιοχέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ταῦτα περὶ αὐτῶν ἔγραψε, τά τε γεγενημένα διδάσκων καὶ τὴν βλασφημίαν ἐλέγχων καὶ τὴν παροιμιακὴν ἑρμηνεύων ῥῆσιν·
For that Eustathius, bishop of the Antiochenes, whom I mentioned before, wrote the following concerning them, both explaining what had happened, refuting their blasphemy, and interpreting the saying from Proverbs:
那位安提阿主教優斯他修斯——我先前已提及——曾就此寫下如下文字,說明所發生之事,駁斥其褻瀆之言,並解釋《箴言》中的一句話:
1:307
κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ
"The Lord created me as the beginning of his ways, for his works."
「主創造我,作為祂道路的開端,為要成就祂的作為。」
1:308
Ἔλεγχος τῶν Ἀρειανιζόντων ἐκ τῶν Εὐσταθίου τοῦ μεγάλου καὶ Ἀθανασίου συγγραμμάτων
A Refutation of Those Who Arianize, from the Writings of the Great Eustathius and of Athanasius.
《駁斥亞流化者——選自大優斯他修斯及亞他那修的著作》
1:309
Βαδιοῦμαι δὲ ἐντεῦθεν ἤδη καὶ ἐπὶ τὰ πεπραγμένα
From this point I shall now proceed to what was done.
從此,我將進而論及所發生之事。
1:310
τί οὖν; ἐπειδὴ διὰ ταῦτα σύνοδος εἰς τὴν Νικαέων ἀφικνεῖται μεγίστη, διακοσίων μήτι γε καὶ ἑβδομήκοντα τὸν ἀριθμὸν ὁμόσε συναχθέντων ( τὸ γὰρ σαφὲς διὰ τὸν τῆς πολυανδρίας ὄχλον οὐχ οἷός τέ εἰμι γράφειν, ἐπειδὴ μὴ πάντη τοῦτο περισπουδάστως ἀνίχνευον), ὡς δὲ ἐζητεῖτο τῆς πίστεως ὁ τρόπος, ἐναργὴς μὲν ἔλεγχος τὸ γράμμα τῆς Εὐσεβίου προὐβάλλετο βλασφημίας
What then? Since on account of these things a very great council came together at Nicaea — some two hundred and seventy, or perhaps more, gathered in one place (for I am not able to state the exact number on account of the crowd of the great multitude, since I did not investigate this with entire diligence) — and when the manner of the faith was being sought, the letter of Eusebius' blasphemy was put forward as a clear proof.
那麼結果如何呢?由於這些緣故,一次極盛大的會議在尼西亞召開,聚集的人數約有二百七十人,或許更多(確切數目因人數眾多我無法詳述,因我並未十分仔細地查考此事);當人們探討信仰的方式時,優西比烏那封褻瀆的信函,便被拿出來作為明顯的證據。
1:311
ἐπὶ πάντων δὲ ἀναγνωσθέν, αὐτίκα συμφορὰν μὲν ἀστάθμητον τῆς ἐκτροπῆς ἕνεκα τοῖς αὐτη κόοις προὐξένει, αἰσχύνην δ' ἀνήκεστον τῷ γράψαντι παρεῖχεν
Having been read out before all, it immediately caused unmeasured distress to those who heard it, on account of its deviation, and brought incurable shame upon the one who had written it.
這信在眾人面前被朗讀出來,因其偏離正道,立刻使在場聽聞者感到無可估量的痛心,也使寫信之人蒙受無可挽回的羞辱。
1:312
ἐπειδὴ δὲ τὸ ἐργαστήριον τῶν ἀμφὶ τὸν Εὐσέβιον σαφῶς ἑάλω, τοῦ παρανόμου γράμματος διαρραγέντος ὑπ' ὄψει πάντων ὁμοῦ, τινὲς ἐκ συσκευῆς, τοὔνομα προβαλλόμενοι τῆς εἰρήνης, κατεσίγησαν μὲν ἅπαντας τοὺς ἄριστα λέγειν εἰωθότας
Since the workshop of Eusebius and his associates was thus clearly caught out, the unlawful letter having been torn to pieces before the eyes of all together, some, by collusion, putting forward the name of peace, silenced all those who were accustomed to speak most excellently.
既然優西比烏一夥人的伎倆已被清楚揭發,那封違法的信函在眾人眼前被撕碎,便有些人出於陰謀,假借「和平」之名,使一切慣於言辭最為卓越之人皆噤聲不語。
1:313
οἱ δ' Ἀρειομανῖται, δείσαντες μή πη ἄρα τοσαύτης ἐν ταὐτῷ συνόδου συγκεκροτημένης ἐξοστρακι σθεῖεν, ἀναθεματίζουσι μὲν προπηδήσαντες τὸ ἀπηγορευμένον δόγμα, συμφώνοις γράμμασιν ὑπογράψαντες αὐτοχειρί
But the Arian madmen, fearing lest, so great a council having been assembled together in one place, they might somehow be cast out, leapt forward and anathematized the forbidden doctrine, subscribing with their own hand to documents of concord.
而那些亞流狂徒,因懼怕在這麼盛大的一次會議聚集之下,自己恐遭放逐驅逐,便急忙搶先咒詛那被禁止的教義,並親手在一致同意的文件上簽字。
1:314
τῶν δὲ προεδριῶν διὰ πλείστης ὅσης περιδρομῆς κρατήσαντες, δέον αὐτοὺς ὑπόπτωσιν λαμβάνειν, τοτὲ μὲν λεληθότως, τοτὲ δὲ προφανῶς τὰς ἀποψηφι σθείσας πρεσβεύουσι δόξας, διαφόροις ἐπιβουλεύοντες τοῖς ἐλέγχοις
But having secured their sees through the greatest possible maneuvering, although it was fitting for them to submit humbly, at times secretly and at times openly they advocate the opinions that had been voted down, plotting against those who refute them by various means.
他們憑藉種種奔走鑽營而穩據其主教之位,理應謙卑順服,卻時而暗中、時而公然地擁護那已被表決否棄的見解,並以種種手段圖謀陷害駁斥他們之人。
1:315
βουλόμενοι δὲ δὴ παγιῶσαι τὰ ζιζανιώδη φυτουργήματα, δεδοίκασι τοὺς ἐπιγνώμονας, ἐκκλίνουσι τοὺς ἐφόρους καὶ ταύτῃ τοὺς τῆς εὐσεβείας κήρυκας ἐκπολεμοῦσιν
Wishing, indeed, to establish firmly their weed-like plantings, they fear those who can discern truly, they avoid overseers, and in this way they wage war against the heralds of piety.
他們一心要鞏固那如稗子般的種植,因而懼怕明辨之人,迴避監察者,並以此向敬虔的傳揚者發動爭戰。
1:316
οὐχ οὕτως δὲ πιστεύομεν ὡς ἀν θρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου
But we do not believe that godless men could ever prevail over the Divine.
然而我們並不相信,無神之人竟能勝過神聖之事。
1:317
κἂν γὰρ πάλιν ἰσχύσωσι, πάλιν ἡττηθήσονται, κατὰ τὸν σεμνόφωνον προφήτην Ἡσαΐαν. Ταῦτα μὲν οὖν ὁ μέγας Εὐστάθιος
For even if they again grow strong, they will again be defeated, according to the solemn-voiced prophet Isaiah. These things, then, the great Eustathius wrote.
因為即便他們再度得勢,也必再度落敗,正如那語調莊嚴的先知以賽亞所言。以上便是偉大的優斯他修斯所寫的話。
1:318
ὁ δὲ τούτου συναγωνιστὴς καὶ τῆς ἀληθείας πρόβολος Ἀθανάσιος, ὁ τῆς Ἀλεξάνδρου τοῦ πανευ φήμου προεδρίας διάδοχος, οἷς πρὸς τοὺς Ἄφρους ἐπιστέλλων γέγραφε καὶ ταῦτα προστέθεικε·
His fellow-combatant and bulwark of the truth, Athanasius, successor to the presidency of the all-glorious Alexander, in what he wrote in a letter to the Africans, also added the following:
而與他並肩作戰、作為真理堡壘的亞他那修——備受尊崇的亞歷山大之繼任者——在寫給阿非利加人的信中,也附加了以下這段話:
1:319
Τῶν γὰρ συνελθόντων ἐπισκόπων βουλομένων τὰς μὲν παρὰ τῶν Ἀρειανῶν ἐφευρεθείσας τῆς ἀσεβείας λέξεις ἀνελεῖν, τὸ ἐξ οὐκ ὄντων καὶ τὸ λέγειν κτίσμα καὶ ποίημα τὸν υἱὸν καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν καὶ ὅτι τρεπτῆς ἐστι φύσεως, τὰς δὲ τῶν γραφῶν ὁμο λογουμένας γράψαι, ὅτι τε ἐκ τοῦ θεοῦ ὁ υἱὸς φύσει μονογενής ἐστι, λόγος, δύναμις, σοφία μόνη τοῦ πατρός, θεὸς ἀληθινός, ὡς εἶπεν ὁ Ἰωάννης, καὶ ὡς ἔγραψεν ὁ Παῦλος ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς τοῦ πατρὸς ὑποστάσεως, οἱ περὶ Εὐσέβιον ὑπὸ τῆς ἰδίας κακοδοξίας ἑλκόμενοι διελάλουν ἀλλήλοις·
For when the assembled bishops wished to abolish the expressions of impiety devised by the Arians — "out of nothing," and calling the Son a creature and a made thing, and "there was once when he was not," and that he is of a mutable nature — and to write instead the expressions acknowledged by the Scriptures, namely that the Son is by nature the Only-begotten of God, Word, Power, and the sole Wisdom of the Father, true God, as John said, and, as Paul wrote, the radiance of glory and the exact image of the Father's hypostasis — those around Eusebius, dragged along by their own evil opinion, kept saying to one another:
因為當與會的主教們想要廢除亞流派所炮製出來的那些不敬虔的措辭——「出於無有」、稱聖子為「受造物」與「被造之物」、「曾有一時祂不存在」、以及「祂的本質是可變的」——並想寫下經文所公認的措辭,即聖子按本性乃是神獨生的兒子,是道,是父唯一的能力與智慧,是真神——如約翰所言,又如保羅所寫的「乃是祂榮耀的光輝,是祂本質的真像」——那時,圍繞在優西比烏身邊的人,被自己邪惡的見解所牽引,便彼此私下議論說:
1:320
καὶ γὰρ καὶ ἡμεῖς ἐκ τοῦ θεοῦ ἐσμεν·
"For we too are of God."
「因為我們也是出於神。」
1:321
εἷς γὰρ θεὸς ἐξ οὗ τὰ πάντα, καὶ τὰ ἀρχαῖα παρῆλθεν, ἰδού, γέγονε τὰ πάντα καινά
"For there is one God, from whom are all things"; and "the old things have passed away; behold, all things have become new."
「因為只有一位神,萬有都出於祂」,又「舊事已過,都變成新的了」。
1:322
Ἐλογίζοντο δὲ καὶ τὸ ἐν τῷ Ποιμένι γραφέν·
They also took into account what was written in the Shepherd:
他們也援引了《牧人書》中所寫的話:
1:323
πρῶτον πάντων πίστευσον ὅτι εἷς ἐστιν ὁ θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιή σας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι
"First of all, believe that God is one, who created and fashioned all things, and made them, out of that which was not, to exist."
「首先,你要相信神只有一位,祂創造並整備了萬有,使萬有從無有變為存在。」
1:324
θεοῦ εἶναι τὸν υἱόν, ἵνα τὰ μὲν κτίσματα, διὰ τὸ μὴ ἀφ' ἑαυτῶν χωρὶς αἰτίου εἶναι ἀλλ' ἀρχὴν ἔχειν τοῦ γίνεσθαι, λέγηται ἐκ τοῦ θεοῦ, ὁ δὲ υἱὸς μόνος ἴδιος ἐκ τῆς τοῦ πατρὸς οὐσίας
...that the Son is of God, so that, while created things — because they do not exist of themselves apart from a cause, but have a beginning of their coming-to-be — are said to be "from God," the Son alone properly is from the very essence of the Father.
……聖子乃是出於神;如此,受造之物雖也可稱為「出於神」,因為它們並非自己無因而存在,而是有其存在的起始,但唯獨聖子才真正出於父的本質本身。
1:325
τοῦτο γὰρ ἴδιον μονογενοῦς καὶ ἀληθινοῦ λόγου τοῦ πατρός
For this is proper to the Only-begotten and true Word of the Father.
因為這正是父獨生真道所特有的屬性。
1:326
καὶ περὶ μὲν τοῦ γεγράφθαι ἐκ τῆς οὐσίας ἡ πρόφασις αὕτη
And this, then, is the reason for its being written "from the essence."
以上便是「出於本質」這一措辭被寫下的緣由。
1:327
Πάλιν δὲ τῶν ἐπισκόπων ἐρωτώντων τοὺς δοκοῦντας ὀλίγους εἰ λέγοιεν τὸν υἱὸν οὐ κτίσμα, ἀλλὰ δύναμιν σοφίαν τε μόνην τοῦ πατρὸς καὶ εἰκόνα ἀΐδιόν τε καὶ ἀπαράλλακτον κατὰ πάντα τοῦ πατρὸς καὶ θεὸν ἀληθινόν, κατελήφθησαν οἱ περὶ Εὐσέβιον δια νεύοντες ἀλλήλοις ὅτι·
Again, when the bishops asked those few who seemed to dissent whether they would say that the Son is not a creature, but the sole Power and Wisdom of the Father, an eternal image, in every respect unalterable, of the Father, and true God, those around Eusebius were caught nodding to one another, saying:
主教們再度質問那少數看似異議的人:他們是否承認聖子並非受造物,而是父唯一的能力與智慧,是父永恆且在一切方面皆無變異的形像,並且是真神。此時,圍繞在優西比烏身邊的人,被人發現彼此以眼色互相示意說:
1:328
καὶ ταῦτα φθάνει καὶ εἰς ἡμᾶς·
"This also extends to us."
「這句話也適用於我們身上。」
1:329
καὶ γὰρ καὶ ἡμεῖς εἰκὼν καὶ δόξα θεοῦ λεγόμεθα, καὶ περὶ ἡμῶν εἴρηται ἀεὶ γὰρ ἡμεῖς οἱ ζῶντες ·
"For we too are called the image and glory of God, and it is said concerning us, 'For we who live always...'"
「因為我們也被稱為神的形像和榮耀,且論到我們也曾這樣說:『因為我們這活著的人常……』」
1:330
καὶ δυνάμεις πολλαί εἰσιν, καὶ ἐξῆλθε μὲν πᾶσα ἡ δύναμις τοῦ θεοῦ ἐκ γῆς Αἰγύπτου, ἡ δὲ κάμπη καὶ ἡ ἀκρὶς λέγεται δύναμις μεγάλη, καὶ κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ
"And there are many 'powers': 'all the power of God went out from the land of Egypt'; and the caterpillar and the locust are called 'a great power'; and 'the Lord of powers is with us; the God of Jacob is our helper.'"
「並且『能力』有許多:『神的全軍都從埃及地出來』;蝗蟲和螞蚱也被稱為『大軍』;又說『萬軍之主與我們同在,雅各的神是我們的幫助』。」
1:331
ἀλλὰ καὶ τὸ ἰδίους ἡμᾶς εἶναι τοῦ θεοῦ ἔχομεν οὐχ ἁπλῶς, ἀλλ' ὅτι καὶ ἀδελφοὺς ἡμᾶς ἐκάλεσεν
"But also, that we are God's own is not something we have simply; rather, he has even called us brothers."
「而我們之所以屬乎神,也並非泛泛而言,而是因祂甚至稱我們為弟兄。」
1:332
εἰ δὲ καὶ θεὸν ἀληθινὸν λέγουσι τὸν υἱόν, οὐ λυπεῖ ἡμᾶς·
"And if they also call the Son true God, this does not trouble us;"
「若他們也稱聖子為真神,這並不會使我們煩惱;」
1:333
γενόμενος γὰρ ἀληθινός ἐστιν
"for having come into being, he is true."
「因為祂既是被造而成,便是『真』的。」
1:334
Αὕτη τῶν Ἀρειανῶν ἡ διεφθαρμένη διάνοια
Such was the corrupted mind of the Arians.
這便是亞流派那已被敗壞的心思。
1:335
ἀλλὰ καὶ ἐν ταῦθα οἱ ἐπίσκοποι, θεωρήσαντες ἐκείνων τὸ δόλιον, συνήγαγον ἐκ τῶν γραφῶν τὸ ἀπαύγασμα τήν τε πηγὴν καὶ ποταμὸν καὶ χαρακτῆρα πρὸς τὴν ὑπόστασιν, καὶ τὸ ἐν τῷ φωτί σου ὀψόμεθα φῶς, καὶ τὸ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
But even here the bishops, perceiving their deceitfulness, gathered together from the Scriptures the terms "radiance," and "fountain and river," and "exact image" in relation to hypostasis, and "In your light we shall see light," and "I and the Father are one."
但即便在此,主教們看穿了他們的詭詐,便從經文中蒐集了「光輝」、「泉源與河流」,以及與位格相關的「本相的真像」,還有「在祢的光中,我們必得見光」,以及「我與父原為一」等經文語句。
1:336
καὶ λευκό τερον λοιπὸν καὶ συντόμως ἔγραψαν ὁμοούσιον τῷ πατρὶ τὸν υἱόν
And finally, more plainly and concisely, they wrote that the Son is consubstantial with the Father.
最後,他們更清楚簡潔地寫下:聖子與父同質(ὁμοούσιος)。
1:337
τὰ γὰρ προειρημένα πάντα ταύτην ἔχει τὴν σημασίαν
For all the aforesaid expressions have this same meaning.
因為前述一切措辭皆具有這同一含義。
1:338
Καὶ ὁ γογγυσμὸς δὲ αὐτῶν, ὅτι ἄγραφοί εἰσιν αἱ λέξεις, ἐλέγχεται παρ' αὐτῶν μάταιος·
And their murmuring, that these expressions are unscriptural, is shown by their own conduct to be vain.
而他們埋怨這些措辭並非出自聖經的怨言,也可從他們自己的行為證明是徒然的。
1:339
ἐξ ἀγράφων γὰρ ἀσεβήσαντες (ἄγραφα δὲ τὸ ἐξ οὐκ ὄντων καὶ τὸ ἦν ποτε ὅτε οὐκ ἦν), αἰτιῶνται διότι ἐξ ἀγράφων μετ' εὐσεβείας νοουμένων λέξεων κατεκρίθησαν
For having been impious by means of unscriptural terms (for "out of nothing" and "there was once when he was not" are unscriptural), they complain that they were condemned by unscriptural expressions understood with piety.
因為他們自己曾用不合聖經的話語行不敬虔之事(「出於無有」及「曾有一時祂不存在」正是不合聖經的措辭),如今卻埋怨自己是被那些以敬虔之意所理解、同樣不見於聖經文字的措辭所定罪。
1:340
αὐτοὶ μὲν γὰρ ὡς ἐκ κοπρίας εὑρόντες ἐλάλησαν ἀληθῶς ἀπὸ γῆς, οἱ δὲ ἐπί σκοποι, οὐχ ἑαυτοῖς εὑρόντες τὰς λέξεις ἀλλ' ἐκ τῶν πατέρων ἔχον τες τὴν μαρτυρίαν, οὕτως ἔγραψαν
For they themselves, having found their words as though out of dung, spoke truly "from the earth"; but the bishops, not having invented the expressions themselves, but having the testimony of the fathers, wrote thus.
因為他們自己所發明的措辭,仿彿是從糞土中拾得,實在是「出於地」;而主教們卻並非自己憑空發明措辭,而是承接了教父們的見證,才如此寫下。
1:341
ἐπίσκοποι γὰρ ἀρχαῖοι, πρὸ ἐτῶν ἐγγύς που ἑκατὸν τριάκοντα, τῆς τε μεγάλης Ῥώμης καὶ τῆς ἡμετέρας πόλεως, ᾐτιάσαντο τοὺς ποίημα λέγοντας τὸν υἱὸν καὶ μὴ ὁμοούσιον τῷ πατρί
For ancient bishops, some hundred and thirty years ago, of great Rome and of our own city, condemned those who called the Son a made thing and not consubstantial with the Father.
因為大約在一百三十年前,大羅馬城以及我們本城(亞歷山大)的古代主教們,便已譴責那些稱聖子為受造之物、且不與父同質的人。
1:342
καὶ τοῦτο ἐγίνωσκεν Εὐσέβιος ὁ γενόμενος ἐπίσκοπος τῆς Καισαρείας, πρότερον μὲν συντρέχων τῇ Ἀρειανῇ αἱρέσει, ὕστερον δὲ ὑπογράψας τῇ ἐν Νικαίᾳ συνόδῳ·
And this Eusebius, who became bishop of Caesarea, also knew — he who had earlier run along with the Arian heresy, but later subscribed at the council of Nicaea.
而這一點,那位曾任凱撒利亞主教的優西比烏也是知道的——他先前曾附和亞流異端,後來卻在尼西亞大公會議上簽署了信經。
1:343
ἔγραψε καὶ τοῖς ἰδίοις διαβεβαιούμενος ὅτι καὶ τῶν παλαιῶν τινας λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ τοῦ υἱοῦ θεότητος τῷ τοῦ ὁμοουσίου χρησαμένους ὀνό ματι. Οὗτοι μὲν οὖν κατακρύψαντες τὴν νόσον ( ἔδεισαν γὰρ τῶν ἐπι σκόπων τὸ πλῆθος) τοῖς ἐκτεθεῖσι συνέθεντο, τὴν προφητικὴν κατη γορίαν ἐπισπασάμενοι
He also wrote to his own people, affirming that "we know that some of the ancient learned and eminent bishops and writers used the term consubstantial concerning the divinity of the Father and the Son." These men, then, having concealed their sickness (for they feared the multitude of the bishops), assented to what had been set forth, thereby drawing upon themselves the prophetic accusation.
他曾寫信給自己教會的人,鄭重宣稱:「我們知道,古代某些博學而著名的主教和作家,在論及父與子的神性時,曾使用『同質』一詞。」這些人於是隱藏了自己的病症(因為他們懼怕主教的眾多人數),便贊同了所擬定的信經,因而使自己招來先知的指控。
1:344
βοᾷ γὰρ καὶ πρὸς αὐτοὺς ὁ τῶν ὅλων θεός·
For the God of all also cries out against them:
因為萬有之神也曾向他們呼喊說:
1:345
ὁ λαὸς οὗτος τοῖς χείλεσί με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ' ἐμοῦ
"This people honors me with their lips, but their heart is far from me."
「這百姓用嘴唇尊敬我,他們的心卻遠離我。」
1:346
Θεωνᾶς δὲ καὶ Σεκοῦνδος, τοῦτο δρᾶσαι μὴ βουληθέντες, παρὰ πάντων συμφώνως ἀπεκηρύχθησαν, ὡς τὴν Ἀρείου βλασφημίαν τῆς εὐαγγελικῆς προτετιμηκότες διδασκαλίας
But Theonas and Secundus, being unwilling to do this, were unanimously renounced by all, as having preferred the blasphemy of Arius to the teaching of the Gospel.
但特奧納斯與塞孔杜斯不願如此行,於是被眾人一致棄絕革除,因他們寧可選擇亞流的褻瀆言論,而不取福音的教訓。
1:347
Αὖθις δὲ συνελθόντες εἰς τὸ συνέδριον περὶ τῆς ἐκκλησιαστικῆς πολι τείας νόμους ἔγραψαν εἴκοσι
Having again assembled in council, they wrote twenty canons concerning ecclesiastical order.
眾人再度聚集於會議中,訂立了二十條有關教會體制的法規。
1:348
Ἐπειδὴ δὲ καὶ Μελίτιος τῆς ἐπισκοπικῆς χειροτονίας ἠξιωμένος οὐ πρὸ πολλοῦ τῆς Ἀρείου μανίας, εἶτα ἐπί τισι παρανομίαις διε λεγχθεὶς ὑπὸ τοῦ θειοτάτου Πέτρου τοῦ τῆς Ἀλεξανδρέων ἐπισκόπου, ὃς καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσατο, καθῃρέθη μέν, οὐκ ἔστερξε δὲ τὴν τῆς καθαιρέσεως ψῆφον τήν τε Θηβαΐδα καὶ τὴν πελάζουσαν Αἴγυπτον θορύβου καὶ ζάλης ἐνεπίμπλα, τυραννίδι κατὰ τῆς Ἀλεξάνδρου χρώμενος προεδρίας, ἔγραψαν πρὸς τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἃ περὶ τῆς τούτου νεωτεροποιΐας ἐνομοθέτησαν
And since Meletius also, who had been deemed worthy of episcopal ordination not long before the madness of Arius, and then, having been convicted of certain unlawful acts by the most divine Peter, bishop of the Alexandrians (who also bound upon himself the crown of martyrdom), had been deposed, but did not accept the vote of his deposition, and filled the Thebaid and the neighboring parts of Egypt with tumult and storm, exercising a tyranny against the presidency of Alexander — they wrote to the church of the Alexandrians what they had legislated concerning his revolutionary conduct.
又因為墨勒提烏斯——他在亞流的狂亂發作前不久曾被授予主教聖秩,其後因某些違法行為被那位極其神聖的亞歷山大主教彼得(他後來也戴上了殉道的冠冕)所定罪,因而被革職——他卻不肯接受被廢黜的判決,反而使得底比斯地區及鄰近的埃及地區充滿騷動與紛擾,對亞歷山大教座施行暴虐專橫的行為;於是他們(大公會議)便寫信給亞歷山大教會,說明他們就此人這番革新之舉所訂立的法規。
1:349
τῇ ἁγίᾳ καὶ μεγάλῃ, χάριτι τοῦ θεοῦ, Ἀλε ξανδρέων ἐκκλησίᾳ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ συναχθέντες καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι ἐν κυρίῳ χαίρειν
To the holy and great, by the grace of God, church of the Alexandrians, and to the beloved brethren throughout Egypt, Libya, and the Pentapolis: the bishops assembled at Nicaea, constituting the great and holy council, greeting in the Lord.
致蒙神恩典的、神聖而偉大的亞歷山大教會,以及埃及、利比亞和五城地區(彭塔波利斯)的親愛弟兄們:聚集於尼西亞、組成這偉大而神聖之大公會議的眾主教,在主裡問安。
1:350
τῆς τοῦ θεοῦ χάριτος καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων ἡ μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἁπάσης τῆς ἱερᾶς συνόδου ἀναγκαῖον ἐφάνη καὶ πρὸς ὑμᾶς ἀποσταλῆναι γράμματα, ἵν' εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη
Since, by the grace of God and of the most God-beloved emperor Constantine, who gathered us together from various provinces and cities, the great and holy council was convened at Nicaea, it seemed necessary to the entire sacred council that a letter also be sent to you, so that you might know both what matters were raised and examined, and what was resolved and confirmed.
既然靠著神的恩典,以及那位最為敬愛神明的皇帝君士坦丁——正是他將我們從各行省及各城市召聚而來——這偉大而神聖的大公會議乃在尼西亞召開,全體神聖會議因此認為有必要也致函予你們,好使你們知道哪些事項曾被提出並加以審查,哪些事項已被議決並確立。
1:351
πρῶτον μὲν ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν Ἀρείου ἐπὶ τοῦ θεοφιλεστάτου βασιλέως ἡμῶν Κωνσταντίνου, καὶ παμψηφὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν καὶ τὰ ῥήματα καὶ τὰ νοήματα αὐτοῦ τὰ βλάσφημα οἷς ἐχρῆτο βλασφημῶν τὸν υἱὸν τοῦ θεοῦ, λέγων ἐξ οὐκ ὄντων εἶναι καὶ πρὶν γεννηθῆναι μὴ εἶναι καὶ εἶναί ποτε ὅτε οὐκ ἦν, καὶ αὐτεξουσιότητι κακίας καὶ ἀρετῆς δεκτι κὸν τὸν υἱὸν τοῦ θεοῦ
First was examined the impiety of Arius before our most God-beloved emperor Constantine, and it was resolved by unanimous vote that his impious opinion be anathematized, together with his words and his blasphemous thoughts, which he used in blaspheming the Son of God — saying that he is out of things that are not, that before he was begotten he was not, that there was a time when he was not, and that the Son of God possesses a free will capable of either vice or virtue.
首先審查了亞流在我們至為愛神的皇帝君士坦丁面前所犯的不敬虔,全體一致決議將他不敬虔的意見予以絕罰,連同他褻瀆神子時所用的言辭與褻瀆思想——即他說神子出於不存在者、在受生之前並不存在、曾有一時他不存在,又說神子具有可自由選擇趨向邪惡或美德的意志。
1:352
ταῦτα πάντα ἀνεθεμάτισεν ἡ ἁγία σύνοδος, οὐδὲ ὅσον ἀκοῦσαι τῆς ἀσεβοῦς δόξης καὶ τῆς ἀπονοίας καὶ τῶν βλασφήμων ῥημάτων ἀνασχομένη
All these things the holy synod anathematized, not enduring even so much as to hear that impious opinion, that madness, and those blasphemous words.
這一切,聖大公會議皆予絕罰,甚至不能容忍聽聞那不敬虔的意見、那狂妄與那些褻瀆的言辭。
1:353
καὶ τὰ μὲν κατ' ἐκεῖνον οἵου τέλους τετύχηκεν ἢ ἀκηκόατε ἢ ἀκούσεσθε, ἵνα μὴ δόξωμεν ἐπεμ βαίνειν ἀνδρὶ δι' οἰκείαν ἁμαρτίαν ἄξια τὰ ἐπίχειρα κομισαμένῳ
As for what end befell him in his own case, you have either heard already or will hear, lest we should seem to be trampling upon a man who has received a fitting recompense for his own sin.
至於他個人所遭遇的結局,你們或已聽聞,或將要聽聞,免得我們顯得是在踐踏一個已因自己的罪而得到應得報應的人。
1:354
τοσοῦτον δὲ ἴσχυσεν αὐτοῦ ἡ ἀσέβεια ὡς καὶ παραπολαῦσαι Θεωνᾶν τὸν ἀπὸ Μαρμαρικῆς καὶ Σεκοῦνδον τὸν ἀπὸ Πτολεμαΐδος·
So great was the strength of his impiety that it also swept along with him Theonas of Marmarica and Secundus of Ptolemais;
他的不敬虔勢力如此強大,竟也連累了馬爾馬里卡的德奧納斯與托勒買的塞昆都斯;
1:355
τῶν γὰρ αὐτῶν κἀκεῖνοι τετυχήκασιν
for they too have met with the very same fate.
因為他們也遭遇了與他相同的下場。
1:356
Ἀλλ' ἐπειδὴ ἡ τοῦ θεοῦ χάρις τῆς μὲν κακοδοξίας ἐκείνης καὶ τῆς βλασφημίας καὶ τῶν προσώπων τῶν τολμησάντων διάστασιν καὶ διαίρεσιν ποιήσασθαι τοῦ εἰρηνευομένου ἄνωθεν λαοῦ ἠλευθέ ρωσε τὴν Αἴγυπτον, ἐλείπετο δὲ τὰ κατὰ τὴν προπέτειαν Μελιτίου καὶ τῶν ὑπ' αὐτοῦ χειροτονηθέντων, καὶ περὶ τούτου τὰ δόξαντα τῇ συνόδῳ ἐμφανίζομεν ὑμῖν, ἀγαπητοὶ ἀδελφοί
But since the grace of God has freed Egypt from that ill opinion and blasphemy, and from those persons who dared to cause division and separation among the people who had long lived in peace, while there still remained the matter of the rashness of Meletius and of those ordained by him, we make known to you, beloved brethren, what has seemed good to the synod concerning this.
但既然神的恩典已使埃及脫離那惡見與褻瀆,並脫離那些膽敢在向來和睦的百姓中製造分裂與分離的人;然而關於梅利提烏斯的輕率行為及其所按立之人一事,尚待處理,我們就此事將大公會議所議決之事告知你們,親愛的弟兄們。
1:357
ἔδοξε μὲν οὖν Μελίτιον, φιλανθρωπότερον κινηθείσης τῆς συνόδου ( κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν), μένειν ἐν τῇ πόλει ἑαυτοῦ καὶ μηδεμίαν ἐξουσίαν ἔχειν μήτε προχειρίζεσθαι μήτε χειρο θετεῖν μήτε ἐν χώρᾳ ἢ πόλει τινὶ φαίνεσθαι ταύτης τῆς προθέσεως ἕνεκεν, ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθαι·
It was decided, then — the synod having dealt with him more leniently, for by strict reckoning he deserved no pardon — that Meletius should remain in his own city, and have no authority to appoint clergy or to lay on hands, nor to appear in any district or city for this purpose, but should retain only the bare title of his rank;
於是議定——大公會議對他採取了較為寬厚的處置(因為按嚴格而論,他本不配得任何寬恕)——梅利提烏斯應留在自己的城中,並無任何權柄委任聖職或按手,亦不得為此目的出現於任何地區或城市,只保有其榮銜之虛名而已;
1:358
τοὺς δὲ ὑπ' αὐτοῦ κατασταθέντας, μυστικωτέρᾳ χειροτονίᾳ βεβαιωθέντας, κοινωνηθῆναι ἐπὶ τούτοις ἐφ' ᾧ τε ἔχειν μὲν αὐτοὺς καὶ λειτουργεῖν, δευτέρους δὲ εἶναι ἐξ ἅπαντος τῶν ἐν ἑκάστῃ παροικίᾳ καὶ ἐκκλησίᾳ ἐξεταζομένων ὑπὸ τὸν τιμιώτατον καὶ συλλειτουργὸν ἡμῶν Ἀλέξανδρον προκεχει ροτονημένων·
and that those appointed by him, having been confirmed by a more mystical ordination, should be received into communion on these terms: that they retain their rank and minister, but rank second in every case to those examined and previously ordained in each parish and church by our most honored fellow-minister Alexander;
而那些由他所委任、經由較為神秘之按立而得確認者,則應在以下條件下被接納入聖餐團契:即他們可保有其職位並執行事奉,但在每一堂區與教會中,無論如何都須居於我們至尊敬的同工亞歷山大所審核並先前所按立之人之下;
1:359
ὡς τούτοις μὲν μηδεμίαν ἐξουσίαν εἶναι τοὺς ἀρεσκο μένους αὐτοῖς προχειρίζεσθαι ἢ ὑποβάλλειν ὄνομα ἢ ὅλως ποιεῖν τι χωρὶς τῆς γνώμης τοῦ τῆς καθολικῆς καὶ ἀποστολικῆς ἐκκλησίας ἐπισκόπου τῶν ὑπὸ Ἀλέξανδρον·
so that these should have no authority to appoint or put forward a candidate of their own liking, or in general to do anything at all apart from the judgment of the bishop of the catholic and apostolic church who is under Alexander;
以致這些人無權按己意委任或提出人選,亦無權在未經隸屬亞歷山大之大公暨使徒教會主教之判斷下,擅自行任何事;
1:360
τοὺς δὲ χάριτι θεοῦ καὶ εὐχαῖς ὑμετέραις ἐν μηδενὶ σχίσματι εὑρεθέντας, ἀλλ' ἀκηλιδώτους ἐν τῇ καθολικῇ καὶ ἀποστολικῇ ἐκκλησίᾳ ὄντας, ἐξουσίαν ἔχειν καὶ προ χειρίζεσθαι καὶ ὄνομα ἐπιλέγεσθαι τῶν ἀξίων τοῦ κλήρου καὶ ὅλως πάντα ποιεῖν κατὰ νόμον καὶ θεσμὸν τὸν ἐκκλησιαστικόν
but that those who, by the grace of God and your prayers, have been found in no schism whatsoever, but stand blameless within the catholic and apostolic church, should have authority to appoint and to put forward the names of those worthy of the clergy, and in general to do everything according to the law and ordinance of the church.
至於那些藉神的恩典與你們的禱告,從未涉入任何分裂、在大公暨使徒教會中無可指責者,則有權委任並提出配得聖職者之名,並得依照教會的律法與規章行一切事。
1:361
εἰ δέ τινα συμβαίη ἀναπαύσασθαι τῶν ἐν τῇ ἐκκλησίᾳ, τηνικαῦτα συνα ναβαίνειν εἰς τὴν τιμὴν τοῦ τετελευτηκότος τοὺς ἄρτι προσλη φθέντας, μόνον εἰ ἄξιοι φαίνοιντο καὶ ὁ λαὸς αἱροῖτο, συνεπιψηφί ζοντος αὐτοῖς καὶ ἐπισφραγίζοντος τοῦ τῆς καθολικῆς Ἀλεξανδρείας ἐπισκόπου
But should it happen that any of those in the church fall asleep, then those who have recently been received should succeed to the honor of the deceased, provided only that they appear worthy and the people choose them, the bishop of the catholic church of Alexandria joining in the vote and setting his seal upon it.
但若教會中有人安息主懷,則新近被接納者可繼承亡者之榮位,惟須其顯為配得且經百姓選立,並由亞歷山大大公教會的主教一同表決並加以印證。
1:362
τοῦτο δὲ τοῖς μὲν ἄλλοις ἅπασι συνεχωρήθη·
This indeed was granted to all the rest;
這一點確實已賜予其餘眾人;
1:363
ἐπὶ δὲ τοῦ Μελιτίου προσώπου οὐκέτι ταῦτα ἔδοξε διὰ τὴν ἀνέκαθεν αὐτοῦ ἀταξίαν καὶ διὰ τὸ πρόχειρον καὶ προπετὲς τῆς γνώμης, ἵνα μηδεμία ἐξουσία αὐθεντίας αὐτῷ δοθῇ, ἀνθρώπῳ δυναμένῳ πάλιν τὰς αὐτὰς ἀταξίας ποιῆσαι
but in the case of Meletius' own person it was no longer thought fitting, on account of his longstanding disorderliness and the rashness and impetuosity of his temper, that any authority of independent action should be granted him, being a man capable of causing the very same disorders again.
但對梅利提烏斯本人,鑑於他一貫以來的無秩序及其性情的輕率魯莽,大會不再認為應賦予他任何自主行事的權柄,因他仍有可能再度造成同樣的混亂。
1:364
ταῦτά ἐστι τὰ ἐξαίρετα καὶ διαφέροντα Αἰγύπτῳ καὶ τῇ ἁγιωτάτῃ ἐκκλησίᾳ Ἀλεξανδρείας
These are the special matters peculiar to Egypt and to the most holy church of Alexandria.
以上便是關於埃及及亞歷山大至聖教會的特殊事項。
1:365
εἰ δέ τι ἄλλο ἐκανονίσθη ἢ ἐδογματίσθη, συμπαρόντος τοῦ κυρίου καὶ τιμιωτάτου [ καὶ] συλλει τουργοῦ καὶ ἀδελφοῦ ἡμῶν Ἀλεξάνδρου, αὐτὸς παρὼν ἀνοίσει, ἅτε δὴ καὶ κύριος καὶ κοινωνὸς τῶν γεγενημένων τυγχάνων
But if anything else has been enacted as a canon or decreed, our lord and most honored fellow-minister and brother Alexander, being himself present, will report it in person, since he is indeed both lord and partaker of what has taken place.
至於是否還有其他事項被制定為法規或已作決議,我們的主、至尊敬的同工暨弟兄亞歷山大既在座,將親自轉告,因他實為此事之主持者與參與者。
1:366
Πάσχα, ἐκ τοῦ δεῦρο μεθ' ὑμῶν ἄγειν
Easter — to be kept henceforth together with you.
逾越節(復活節)——自此以後與你們一同守之。
1:367
χαίροντες οὖν ἐπὶ τοῖς κατορθώμασι καὶ ἐπὶ τῇ κοινῇ εἰρήνῃ καὶ συμφωνίᾳ καὶ ἐπὶ τῷ πᾶσαν αἵρεσιν ἐκκοπῆναι, ἀποδέξασθε μετὰ μείζονος τιμῆς καὶ πλείονος ἀγάπης τὸν συλλειτουργὸν ἡμῶν, ἐπίσκοπον δὲ ὑμῶν Ἀλέ ξανδρον, τὸν εὐφράναντα ἡμᾶς τῇ παρουσίᾳ καὶ ἐν ταύτῃ τῇ ἡλικίᾳ τοσοῦτον πόνον ὑποστάντα ὑπὲρ τοῦ εἰρηνεῦσαι τὰ παρ' ὑμῖν
Rejoicing then in these achievements, and in the common peace and concord, and in the fact that every heresy has been cut off, receive with greater honor and fuller love our fellow-minister — and your own bishop — Alexander, who has gladdened us by his presence, and who at his age has undergone so great a labor for the sake of establishing peace among you.
因此,我們為這些成就、為共同的和平與和諧、為一切異端已被剷除而歡欣,你們當以更大的敬意與更深的愛心,接納我們的同工、亦即你們的主教亞歷山大,他以親臨使我們喜悅,並在這樣的年紀為使你們得享和平而承受了如此重大的勞苦。
1:368
εὔχεσθε δὲ καὶ ὑπὲρ ἡμῶν ἁπάντων, ἵνα τὰ καλῶς ἔχειν δόξαντα βέβαια μένοι διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, κατ' εὐδοκίαν γεγενημένα, ὥς γε πεπιστεύκαμεν, τοῦ θεοῦ καὶ πατρὸς ἐν πνεύματι ἁγίῳ·
Pray also for us all, that the things which have seemed good may remain steadfast through our Lord Jesus Christ, having come about, as we believe, according to the good pleasure of God the Father, in the Holy Spirit;
也請為我們眾人禱告,使這些已被議定為善的事得以藉我們的主耶穌基督堅立不移,因我們相信,這一切乃是照著聖父神的美意,在聖靈裡成就的;
1:369
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν
to whom be the glory unto the ages of ages, amen.
願榮耀歸於祂,直到永永遠遠,阿們。
1:370
ἡ τριὰς ὁμο ούσιος καὶ ἀΐδιος. Ὁ μὲν δὴ θεῖος ἐκεῖνος τῶν ἀρχιερέων ὅμιλος ταύτην τῇ νόσῳ Μελιτίου τὴν θεραπείαν προσήνεγκε
the Trinity, consubstantial and eternal. Such, then, was the remedy which that divine assembly of high priests applied to the malady of Meletius.
三位一體,同質而永恆。以上便是那神聖的大祭司會眾對梅利提烏斯之病症所施行的療治。
1:371
μεμένηκε δὲ ὅμως μέχρι καὶ τήμερον τῆς ἐκείνου παραπληξίας τὰ λείψανα·
Yet remnants of that man's derangement have persisted even to this very day;
然而那人狂亂的殘餘,直到今日猶存;
1:372
καὶ ἔστιν ἐν ἐκείνοις γε τοῖς χωρίοις μοναχῶν τινων συστήματα οὔτε τοῖς ὑγιαίνουσι πει θόμενα δόγμασι καὶ κατὰ τὴν πολιτείαν κενοῖς τισιν ἐπιτηδεύμασι κεχρημένα, τῇ Σαμαρειτῶν καὶ Ἰουδαίων φρενοβλαβείᾳ συμβαίνοντα
and there are, in those very regions, certain communities of monks who submit to none of the sound doctrines, and who follow, in their manner of life, certain vain practices agreeing with the derangement of mind of the Samaritans and the Jews.
且在那些地區,確有若干修道群體,既不遵從健全的教義,其生活方式又採用某些虛妄的作法,與撒馬利亞人及猶太人心智的錯亂相符。
1:373
Ἐπέστειλε δὲ καὶ βασιλεὺς ὁ μέγας, τοὺς ἀφικέσθαι μὴ δυνηθέν τας τῶν ἐπισκόπων τὰ πεπραγμένα διδάσκων·
And the great emperor also wrote, informing those bishops who had not been able to attend of what had been done;
偉大的皇帝也親自致函,將所議決之事告知那些未能與會的主教;
1:374
καὶ προὖργον νενόμικα καὶ ταύτην ἐνθεῖναι τῇ συγγραφῇ τὴν ἐπιστολήν, τῆς τοῦ γεγραφότος ψυχῆς τὸ θεοφιλὲς σαφῶς ἐκδιδάσκουσαν
and I have thought it worthwhile to insert this letter as well into my history, since it clearly demonstrates the God-loving disposition of the soul of him who wrote it.
我認為值得將此信亦收錄於本史書之中,因其清楚地彰顯了作者靈魂中愛神的性情。
1:375
Κωνσταντῖνος Σεβαστὸς ταῖς ἐκκλησίαις
Constantine Augustus, to the churches.
奧古斯都君士坦丁,致眾教會。
1:376
Πεῖραν λαβὼν ἐκ τῆς τῶν κοινῶν εὐπραξίας ὅση τῆς θείας δυνά μεως πέφυκε χάρις, τοῦτον πρὸ πάντων ἔκρινα εἶναί μοι προσήκειν σκοπόν, ὅπως παρὰ τοῖς μακαριωτάτοις τῆς καθολικῆς ἐκκλησίας πλήθεσι πίστις μία καὶ εἰλικρινὴς ἀγάπη ὁμογνώμων τε περὶ τὸν παγκρατῆ θεὸν εὐσέβεια τηρῆται
Having learned by experience, from the prosperity of public affairs, how great is the grace that naturally proceeds from the divine power, I judged that this, above all things, ought to be the aim proper to me: that among the most blessed multitudes of the catholic church one faith, sincere love, and a piety united in mind concerning almighty God should be maintained.
我從公共事務的昌盛中,親身體驗到那源自神聖大能的恩典是何等浩大,故此判定,對我而言首要的目標,莫過於使大公教會至福的群眾之中保有一致的信仰、真誠的愛,以及對全能神同心合意的敬虔。
1:377
ἀλλ' ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή, εἰς ταὐτὸν πάν των ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων ( καὶ αὐτὸς δὲ καθάπερ εἷς ἐξ ὑμῶν τυγχάνων συμπαρών, οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ' ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι
But since this could not otherwise attain a firm and steadfast order, unless — all the bishops, or at least the majority of them, coming together in one place — a discernment should be made concerning each of the matters pertaining to our most holy religion; for this reason, when a very great number had assembled together (and I myself too was present, as one of yourselves — for I would not deny, indeed it is the very thing in which I most rejoice, that I have become your fellow-servant) — everything up to this point has received the examination that was fitting, until the judgment pleasing to God, the overseer of all, was brought to light for the harmony of unity, so that nothing further remains for discord or dispute concerning the faith.
但既然此事若非藉眾主教、或至少大多數主教齊聚一處,就此至聖宗教的每一項事務加以審辨,便無法以其他方式獲得堅固而穩定的秩序;因此,當為數眾多之人聚集一處時(我本人也如你們中的一員在場——因為我不願否認這一點,反倒這正是我最引以為樂的事,即我已成為你們的同僕),一切事務迄今皆已得到應有的審查,直到那蒙鑒察萬有之神所喜悅的裁決,為著合一的和諧得以彰顯,以致再無任何餘地留給紛爭或對信仰的爭議。
1:378
Ἔνθα καὶ περὶ τῆς ἁγιωτάτης τοῦ Πάσχα ἡμέρας γενομένης ζητήσεως, ἔδοξε κοινῇ γνώμῃ καλῶς ἔχειν ἐπὶ μιᾶς ἡμέρας πάντας τοὺς ἁπανταχοῦ ἐπιτελεῖν
There, moreover, a question having arisen concerning the most holy day of Easter, it was decided by common consent to be good that all, everywhere, should celebrate it on one and the same day.
在此,關於逾越節(復活節)至聖之日亦興起爭議,大會共同議決:凡各處之人皆宜於同一日守此節期為佳。
1:379
Τί γὰρ ἡμῖν κάλλιον, τί δὲ σεμνότερον ὑπάρξαι δυνήσεται τοῦ τὴν ἑορτὴν ταύτην, παρ' ἧς τὴν τῆς ἀθα νασίας εἰλήφαμεν ἐλπίδα, μιᾷ τάξει καὶ φανερῷ λόγῳ παρὰ πᾶσιν ἀδιαπτώτως φυλάττεσθαι; καὶ πρῶτον μὲν ἀνάξιον ἔδοξεν εἶναι τὴν ἁγιωτάτην ἐκείνην ἑορτὴν τῇ τῶν Ἰουδαίων ἑπομένους συνηθείᾳ πληροῦν, οἳ τὰς ἑαυτῶν χεῖρας ἀθεμίτῳ πλημμελήματι χράναντες εἰκότως τὰς ψυχὰς οἱ μιαροὶ τυφλώττουσιν
For what could be more excellent for us, or more venerable, than that this feast — from which we have received the hope of immortality — should be observed by all, without fail, in one order and by a manifest reckoning? And first of all it seemed unworthy that this most holy feast should be kept by following the custom of the Jews, who, having defiled their own hands with a lawless crime, are, as is fitting, blinded in their polluted souls — wretches that they are.
對我們而言,還有什麼比這節期——我們從中領受了不朽的盼望——被眾人依同一秩序、以明確無誤的算法一致遵守,更為美好、更值得尊崇的呢?首先,大會認為此至聖節期若依循猶太人的習俗來守,實屬不當;那些人既以不法之罪玷污了自己的雙手,理所當然地,他們污穢的靈魂便盲目無知,實乃可憎之輩。
1:380
ἔξεστι γὰρ τοῦ ἐκείνων ἔθνους ἀποβληθέντος ἀληθεστέρᾳ τάξει
For it is possible, that nation being cast aside, [to keep the feast] by a more accurate order...
因為既已棄絕那民族,便可依照更為準確的秩序……
1:381
ἣν ἐκ πρώτης τοῦ πάθους ἡμέρας μέχρι τοῦ παρόντος ἐφυλάξαμεν, καὶ ἐπὶ τοὺς μέλλοντας αἰῶνας τὴν τῆς ἐπιτηρήσεως ταύτης συμπλήρωσιν ἐγγίνεσθαι
which we have observed from the first day of the passion until the present, and that the completion of this observance should continue on into the ages to come.
此觀察我們自受難的第一日直至如今皆已遵守,且此遵守之完滿當延續至未來的世世代代。
1:382
μηδὲν τοίνυν ἔστω ἡμῖν κοινὸν μετὰ τοῦ ἐχθίστου τῶν Ἰουδαίων ὄχλου
Let us therefore have nothing in common with that most hostile rabble of the Jews;
因此,讓我們與猶太人那最為可憎的群眾毫無共通之處;
1:383
εἰλήφαμεν γὰρ παρὰ τοῦ σωτῆρος ἑτέραν ὁδόν·
for we have received from the Savior another way;
因為我們已從救主領受了另一條道路;
1:384
πρόκειται δρόμος τῇ ἱερωτάτῃ ἡμῶν θρησκείᾳ καὶ νόμιμος καὶ πρέπων
there lies open before our most sacred religion a course that is both lawful and fitting.
在我們至聖的宗教面前,展現出一條既合法又合宜的道路。
1:385
τούτου συμ φώνως ἀντιλαμβανόμενοι, τῆς αἰσχρᾶς ἐκείνης ἑαυτοὺς συνειδήσεως ἀποσπάσωμεν, ἀδελφοὶ τιμιώτατοι
Agreeing together on this with one accord, let us withdraw ourselves, most honored brethren, from that shameful complicity of conscience.
在這一點上同心合意,願我們,至尊敬的弟兄們,從那可恥的良心共謀中抽身而出。
1:386
ἔστι γὰρ ὡς ἀληθῶς ἀτοπώτα τον ἐκείνους αὐχεῖν, ὡς ἄρα παρεκτὸς τῆς αὐτῶν διδασκαλίας ταῦτα φυλάττειν οὐκ εἴημεν ἱκανοί
For it is indeed most absurd for them to boast that, apart from their instruction, we would not be capable of observing these things.
因為他們竟誇口說,若無他們的教導,我們便無法遵守這些事,這實在是最為荒謬的。
1:387
τί δὲ φρονεῖν ὀρθὸν ἐκεῖνοι δυνήσον ται, οἳ μετὰ τὴν κυριοκτονίαν ἐκείνην ἐκστάντες τῶν φρενῶν ἄγον ται οὐ λογισμῷ τινι ἀλλ' ὁρμῇ ἀκατασχέτῳ, ὅπου ἂν αὐτοὺς ἡ ἔμ φυτος αὐτῶν ἀπάγῃ μανία; ἐκεῖθεν τοίνυν κἀν τούτῳ τῷ μέρει τὴν ἀλήθειαν οὐχ ὁρῶσιν, ὡς ἀεὶ κατὰ τὸ πλεῖστον αὐτοὺς πλανωμένους ἀντὶ τῆς προσηκούσης ἐπανορθώσεως ἐν τῷ αὐτῷ ἔτει δεύτερον τὸ Πάσχα ἐπιτελεῖν
And what right thinking could those men be capable of who, after that murder of the Lord, having lost their senses, are driven not by any reasoning but by an unrestrainable impulse, wherever their inborn madness drags them? Hence, then, in this matter too they fail to see the truth, so that, being for the most part continually led astray, instead of the proper correction they celebrate a second Passover within the same year.
那些人在弒主之後已喪失理智,不受任何理性引導,只憑不可遏止的衝動,任憑他們與生俱來的瘋狂將其帶往何處——這樣的人還能有什麼正確的思想可言呢?因此,在這一點上他們同樣看不見真理,以致他們大多時候始終被引入歧途,非但未得應有的糾正,反倒在同一年之內兩次舉行逾越節。
1:388
τούτοις ἑπόμεθα, οἳ δεινὴν πλάνην νοσεῖν ὡμολόγηνται; δεύτερον γὰρ τὸ Πάσχα ἐν ἑνὶ ἐνιαυτῷ οὐκ ἄν ποτε ποιεῖν ἀνεξόμεθα
Are we to follow these men, who are confessedly diseased with a dreadful error? For we could never allow ourselves to keep the Passover twice within one year.
難道我們要跟隨這些人——他們自己也承認染上了可怕的謬誤嗎?因為我們斷不能容忍一年之內兩度舉行逾越節。
1:389
ἀλλ' εἰ καὶ ταῦτα μὴ προὔκειτο, τὴν ὑμε τέραν ἀγχίνοιαν ἐχρῆν καὶ διὰ σπουδῆς καὶ δι' εὐχῆς ἔχειν πάντοτε ἐν μηδενὸς ὁμοιότητι τὸ καθαρὸν τῆς ὑμετέρας ψυχῆς κοινωνεῖν δοκεῖν ἀνθρώπων ἔθεσι παγκάκων
But even if this were not the case, it would still have been fitting for your sagacity to be earnest, both in zeal and in prayer, always taking care that the purity of your soul should not, by any resemblance whatsoever, seem to have communion with the customs of utterly wicked men.
但即便並非如此,你們的睿智仍當時常竭力並藉禱告留意,切勿使你們靈魂的純潔在任何相似之處上,顯得與那極其邪惡之人的習俗有任何交通。
1:390
Πρὸς τούτοις κἀκεῖνο πάρεστι συνορᾶν, ὡς ἐν τηλικούτῳ πράγ ματι καὶ τοιαύτης θρησκείας ἑορτῇ διαφωνίαν ὑπάρχειν ἐστὶν ἀθέ μιτον
Besides this, one may also observe that in a matter of such magnitude, and in the festival of so great a religion, discord ought not to exist;
除此之外,亦可看出,在如此重大的事上,並在這樣一個宗教的節期中,存有分歧實屬不當;
1:391
μίαν γὰρ ἡμῖν τὴν τῆς ἡμετέρας ἐλευθερίας ἡμέραν, τουτέστι τὴν τοῦ ἁγιωτάτου πάθους, ὁ ἡμέτερος παρέδωκε σωτήρ, μίαν εἶναι τὴν καθολικὴν αὐτοῦ ἐκκλησίαν βεβούληται·
for our Savior has bequeathed to us one day of our liberty, that is, the day of his most holy passion, and he has willed that his catholic church should be one;
因為我們的救主已將我們自由的一日——即祂至聖受難之日——賜予我們,且祂願祂的大公教會為一;
1:392
ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ' ὅμως ἐν ἑνὶ πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι, θάλπεται
and although its parts may indeed be divided among many and diverse places, nevertheless it is cherished by one Spirit, that is, by the divine will.
縱然其肢體分散於眾多不同之地,然而它卻被同一聖靈,亦即神聖的旨意所溫養。
1:393
λογισάσθω δὲ ἡ τῆς ὑμετέρας ὁσιότητος ἀγχίνοια, ὅπως ἐστὶ δεινόν τε καὶ ἀπρεπὲς κατὰ τὰς αὐτὰς ἡμέρας ἑτέρους μὲν ταῖς νηστείαις σχολά ζειν, ἑτέρους δὲ συμπόσια συντελεῖν, καὶ μετὰ τὰς τοῦ Πάσχα ἡμέρας ἄλλους μὲν ἐν ἑορταῖς καὶ ἀνέσεσιν ἐξετάζεσθαι, ἄλλους δὲ ταῖς ὡρισμέναις ἐκδεδόσθαι νηστείαις
Let the sagacity of your holiness consider how grievous and unseemly it is that on the very same days some should be occupied with fasting while others are holding banquets, and that after the days of Easter some should be found engaged in festivities and relaxation while others are given over to the appointed fasts.
願你們聖德的睿智思量:在同一時日,竟有人守齋,有人卻設宴,這是何等令人痛心與不合宜之事;而在逾越節過後,竟有人沉浸於節慶與鬆懈之中,另有人卻仍守著所定的齋期。
1:394
διὰ τοῦτο γοῦν τῆς προσηκούσης ἐπανορθώσεως τυχεῖν καὶ πρὸς μίαν διατύπωσιν ἄγεσθαι τοῦτο ἡ θεία πρόνοια βούλεται, ὡς ἔγωγε ἅπαντας ἡγοῦμαι συνορᾶν
For this reason, then, divine providence wills that this matter should receive the proper correction and be brought into one uniform arrangement — as I myself believe all perceive.
因此,神聖的護理願此事得到應有的糾正,並歸於一致的規範——我相信這是眾人皆能明瞭的。
1:395
Ὅθεν ἐπειδὴ τοῦτο οὕτως ἐπανορθοῦσθαι προσῆκεν, ὡς μηδὲν μετὰ τῶν πατροκτόνων τε καὶ κυριοκτόνων ἐκείνων εἶναι κοινόν, ἔστι τε τάξις εὐπρεπής, ἣν ἅπασαι αἱ τῶν δυτικῶν τε καὶ μεσημ βρινῶν καὶ ἀρκτῴων τῆς οἰκουμένης μερῶν παραφυλάττουσιν ἐκκλη σίαι καί τινες τῶν κατὰ τὴν Ἑῴαν τόπων, ὧν ἕνεκεν ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἅπαντες ἡγήσαντο, καὶ αὐτὸς δὲ τῇ ὑμετέρᾳ ἀγχινοίᾳ ἀρέσειν ὑπεσχόμην, ἵν' ὅπερ δἂν κατὰ τὴν Ῥωμαίων πόλιν Ἰταλίαν τε καὶ Ἀφρικὴν ἅπασαν
Wherefore, since it was fitting that this should be corrected in such a way that we should have nothing in common with those parricides and murderers of the Lord, and since there is a becoming order which all the churches of the western, southern, and northern parts of the world observe, together with some of those in the regions of the East — for which reasons all at the present time have judged this good — I too have promised that it will please your sagacity, so that whatever [is observed] throughout the city of the Romans, and all Italy and Africa...
因此,既然此事應當如此糾正,使我們與那些弒父弒主之人毫無共通之處;又因西方、南方、北方各地的眾教會,以及東方部分地區的教會皆遵守一種合宜的秩序(為此緣故,眾人目前皆認為此為美善之舉),我本人亦已應允,願此事能使你們的睿智感到喜悅,即無論在羅馬城,及意大利與非洲全境……
1:396
Αἴγυπτον, Σπανίας, Γαλλίας, Βρεττανίας, Λιβύας, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν μιᾷ καὶ συμφώνῳ φυλάττηται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λογισμὸς ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν
— Egypt, Spain, Gaul, Britain, Libya, all Greece, and the dioceses of Asiana, Pontica, and Cilicia — is observed by one and the same harmonious judgment, this too your understanding may gladly welcome, considering not only that the number of churches in the aforesaid places is the greater, but also that it is most holy for all in common to desire this very thing, which sound reasoning likewise seems to demand, namely that we should have no communion whatsoever with the perjury of the Jews.
……以及埃及、西班牙、高盧、不列顛、利比亞、全希臘,以及亞細亞、本都、基利家等教區,皆以同一而和諧的判斷來遵守此事,願你們的悟性也樂意接納此事;因為不僅是上述各地教會的數目較多,更因為眾人共同期望此事乃是最為聖潔之舉,這也正是精確的推理所要求的,即我們不應與猶太人的背信有任何交通。
1:397
ἵνα δὲ τὸ κεφαλαιω δέστατον συντόμως εἴπω, κοινῇ πάντων ἤρεσε κρίσει τὴν ἁγιωτάτην τοῦ Πάσχα ἑορτὴν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ συντελεῖσθαι·
And, to state the most important point briefly: it was resolved by the common judgment of all that the most holy feast of Easter should be kept on one and the same day;
簡言之,總其要旨:眾人一致議決,至聖的逾越節(復活節)當於同一日共同舉行;
1:398
οὐδὲ γὰρ πρέπει ἐν τοσαύτῃ ἁγιότητι εἶναί τινα διαφοράν, καὶ κάλλιον ἕπε σθαι τῇ γνώμῃ ταύτῃ ἐν ᾗ οὐδεμία ἔσται ἀλλοτρίας πλάνης καὶ ἁμαρτήματος ἐπιμιξία
for it is not fitting that in a matter of such great sanctity there should be any difference at all, and it is better to follow that judgment in which there will be no admixture of another's error and sin.
因為在如此崇高的聖潔之事上,不應存有任何差異;遵循那不摻雜他人謬誤與罪愆的判斷,方為上策。
1:399
Τούτων οὕτως στοιχούντων, ἀσμένως δέχεσθε τὴν οὐράνιον χάριν καὶ θείαν ὡς ἀληθῶς ἐντολήν·
These matters being thus set in order, gladly receive the heavenly grace and truly divine commandment;
既然這些事已如此安排妥當,便當欣然領受這天上的恩典與真正神聖的誡命;
1:400
πᾶν γὰρ ὅ τι δἂν ἐν τοῖς ἁγίοις τῶν ἐπισκόπων συνεδρίοις πράττηται, τοῦτο πρὸς τὴν θείαν βούλησιν ἔχει τὴν ἀναφοράν
for whatever is done in the holy councils of the bishops has reference to the divine will.
因為凡在主教們的聖會議中所行之事,皆與神聖的旨意相關聯。
1:401
διὸ πᾶσι τοῖς ἀγαπητοῖς ἡμῶν ἀδελ φοῖς ἐμφανίσαντες τὰ προγεγραμμένα, ἤδη καὶ τὸν προειρημένον λόγον καὶ τὴν παρατήρησιν τῆς ἁγιωτάτης ἡμέρας ὑποδέχεσθαί τε καὶ διατάττειν ὀφείλετε, ἵνα ἐπειδὰν πρὸς τὴν πάλαι μοι ποθουμένην τῆς ὑμετέρας διαθέσεως ὄψιν ἀφίκωμαι, ἐν μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ τὴν ἁγίαν μεθ' ὑμῶν ἑορτὴν ἐπιτελέσαι δυνηθῶ καὶ πάντων ἕνεκεν μεθ' ὑμῶν εὐδοκήσω, συνορῶν τὴν διαβολικὴν ὠμότητα ὑπὸ τῆς θείας δυνάμεως διὰ τῶν ἡμετέρων πράξεων ἀνῃρημένην, ἀκμαζούσης πανταχοῦ τῆς ἡμετέρας πίστεως καὶ εἰρήνης καὶ ὁμονοίας
Wherefore, having made these matters known to all our beloved brethren, you ought henceforth to accept and establish both the aforesaid reasoning and the observance of the most holy day, so that when I arrive — as I have long desired — in the presence of your affection, I may be able to celebrate the holy feast together with you on one and the same day, and may rejoice with you in every respect, beholding the devil's cruelty abolished by divine power through our efforts, while our faith and peace and concord flourish everywhere.
因此,既已將上述諸事告知我們所有蒙愛的弟兄,你們此後便應接受並確立上述之理由及至聖之日的遵守,使我在早已渴望之時來到你們親愛的面前時,得以與你們在同一日共同舉行聖節,並在各方面與你們一同歡欣,眼見那藉我們的作為、憑神聖大能所廢除的魔鬼殘暴,同時我們的信仰、和平與同心在各處興旺。
1:402
ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. Ταῦτα μὲν οὖν τοῖς ἀπολειφθεῖσιν ἐπέστειλε
God preserve you, beloved brethren. These things, then, he wrote to those who had been unable to attend.
願神保守你們,親愛的弟兄們。以上便是他寫給那些未能與會之人的信函內容。
1:403
τοὺς δὲ συνελη λυθότας (ὀκτωκαίδεκα δὲ ἦσαν καὶ τριακόσιοι) πολλοῖς μὲν ἐφιλο φρονήσατο καὶ λόγοις καὶ δώροις, πολλὰς δὲ στιβάδας εὐτρεπισθῆναι κελεύσας κατὰ ταὐτὸν εἱστίασεν ἅπαντας, τοὺς μὲν ἀξιωτέρους ὁμο τραπέζους λαβών, τοὺς δὲ ἄλλους διελὼν εἰς τὰς ἄλλας
But those who had assembled — they numbered three hundred and eighteen — he treated with kindness, both in words and in gifts, and having ordered many couches to be prepared, he feasted them all together at one time, taking the more worthy as companions at his own table, and dividing the rest among the other tables.
至於那些與會者(共三百一十八人),皇帝以許多言辭與禮物殷勤款待他們,並下令備妥眾多臥榻,將眾人同時設宴款待,自己與較為尊貴者同席,其餘則分坐於其他席位。
1:404
θεασάμενος δέ τινας τοὺς δεξιοὺς ὀφθαλμοὺς ἐκκεκομμένους καὶ μαθὼν ὡς τὸ περὶ τὴν εὐσέβειαν ἑδραῖον τοῦ πάθους ἐγένετο πρόξενον, τὰ χείλη τοῖς τραύμασι προσενήνοχεν, ἑλκύσειν ἐκεῖθεν τῷ φιλήματι τὴν εὐλογίαν πιστεύων
And when he saw that some had had their right eyes gouged out, and learned that their steadfastness in piety had been the cause of their suffering, he applied his lips to their wounds, believing that from these he would draw a blessing by his kiss.
皇帝看見有些人的右眼被剜去,得知這正是他們堅守敬虔所招致的苦難,便親吻他們的傷口,相信藉此親吻能從中領受祝福。
1:405
συμποσίου λαβόντος, ἕτερα πάλιν αὐτοῖς προσενήνοχε δῶρα
When the banquet was concluded, he presented them with yet other gifts.
宴席結束後,他又再度賜予他們別的禮物。
1:406
καὶ μέντοι καὶ γράμματα πρὸς τοὺς τῶν ἐθνῶν προστατεύοντας δέδωκεν ἄρχοντας, καθ' ἑκάστην πόλιν χορη γεῖσθαι παρεγγυῶν ταῖς ἀειπαρθένοις καὶ χήραις καὶ τοῖς ἀφιερω μένοις τῇ θείᾳ λειτουργίᾳ ἐτήσια σιτηρέσια, φιλοτιμίᾳ μᾶλλον ἢ χρείᾳ ταῦτα μετρήσας
Moreover, he also gave letters to the governors placed over the nations, charging that in every city an annual grain allowance be furnished to the perpetual virgins, the widows, and those consecrated to the divine ministry — measuring this out more from generosity than from actual need.
此外,皇帝亦致函予治理各族的官長,指示在每一城市中,應向終身守貞者、寡婦及獻身於神聖事奉之人供給每年的糧食津貼,這份供給乃出於慷慨,而非僅出於實際需要。
1:407
τούτων τὸ τριτημόριον μέχρι καὶ τήμερον χορη γεῖται, Ἰουλιανοῦ μὲν τοῦ δυσσεβοῦς πάντα καθάπαξ ἀφελομένου, τοῦ δὲ μετ' ἐκεῖνον τὰ νῦν χορηγούμενα παρασχεθῆναι προστεταχότος
A third part of these is furnished even to this day — Julian the impious having taken away the whole allowance all at once, while his successor ordered that what is now furnished should be provided.
直至今日,其中三分之一仍在供給——因不敬虔的猶利安曾一舉盡數廢除此項供給,而其繼任者則下令恢復如今所供給之份額。
1:408
ὁ γὰρ λιμὸς ὀλίγην ἐποίει τότε τὴν εἰσφοράν
For the famine at that time made the contribution small.
因為當時的饑荒使供給變得微薄。
1:409
εἰ δὲ τοῦ νῦν χορη γουμένου τριπλάσιον ἦν τὸ τηνικαῦτα παρασχεθέν, ῥᾴδιον τὴν τοῦ βασιλέως μεγαλοψυχίαν τῷ βουλομένῳ καταμαθεῖν
But if what was furnished at that time had been three times what is now provided, it would be easy for anyone who wishes to gauge the emperor's magnanimity.
但若當時所供給的乃是如今供給量的三倍,則任何有心之人皆不難由此推知皇帝的慷慨胸襟。
1:410
Οὐ μὴν δὲ οὐδὲ ἐκεῖνο δίκαιον ἡγοῦμαι παραδοῦναι σιγῇ·
Nor indeed do I think it right to pass over in silence that other matter as well;
我也認為不應對另一件事保持緘默;
1:411
φιλαπε χθήμονες γὰρ ἄνδρες ἐγράψαντο τῶν ἐπισκόπων τινὰς καὶ τῷ βασιλεῖ τὰς ἐγγράφους κατηγορίας ἐπέδοσαν
for certain quarrelsome men drew up accusations against some of the bishops, and presented the written charges to the emperor.
因有若干好爭訟之人,對某些主教提出控告,並將書面訴狀呈遞給皇帝。
1:412
ὁ δὲ πρὸ τῆς γεγε νημένης ὁμονοίας ταύτας δεξάμενος, εἶτα δεσμὸν ἐπιθεὶς καὶ τῷ δακτυλίῳ σημηνάμενος, φυλαχθῆναι προσέταξεν
But he, having received these before the reconciliation had taken place, then bound them together and sealed them with his own ring, and ordered them to be kept in safekeeping.
皇帝在和解達成之前接獲這些訴狀,便將其捆紮起來,以自己的戒指加以封印,並下令妥為保管。
1:413
ἔπειτα τὴν σύμ βασιν ἐργασάμενος, ταύτας κομίσας παρόντων αὐτῶν κατέκαυσεν, ὀμωμοκὼς ἦ μὴν μηδὲν τῶν ἐγγεγραμμένων ἀνεγνωκέναι
Afterward, having brought about the reconciliation, he had these documents brought out and, in their presence, burned them, having sworn that he had indeed read none of what was written in them.
事後,待和解達成,他命人將這些文件取出,在眾人面前焚燒,並發誓自己確實從未閱覽其中任何所書之內容。
1:414
οὐ γὰρ ἔφη χρῆναι τῶν ἱερέων τὰ πλημμελήματα δῆλα γίνεσθαι τοῖς πολ λοῖς, ἵνα μὴ σκανδάλου πρόφασιν ἐντεῦθεν λαμβάνοντες ἀδεῶς ἁμαρ τάνωσιν
For he said it was not fitting that the failings of priests should be made known to the multitude, lest, taking from this an occasion for scandal, they should sin without fear.
因他說,祭司的過失不宜公諸於眾,免得眾人因此得了絆倒的藉口,便無所畏懼地犯罪。
1:415
φασὶ δὲ αὐτὸν καὶ τόδε προσθεῖναι, ὡς εἰ αὐτόπτης ἐπι σκόπου γάμον ἀλλότριον διορύττοντος γένοιτο, συγκαλύψαι ἂν τῇ πορφυρίδι τὸ παρανόμως γινόμενον, ὡς ἂν μὴ βλάψῃ τοὺς θεω μένους τῶν δρωμένων ἡ ὄψις
They say he added this also — that if he himself should happen to be an eyewitness of a bishop violating another man's marriage, he would cover the unlawful deed with his own imperial purple, so that the sight of what was being done might not harm those who beheld it.
據說他還補充道:若他本人恰好親眼目睹某主教破壞他人婚姻,他必以自己的紫袍遮蓋這不法之事,使目睹此事者不致因所見而受害。
1:416
οὕτω παραινέσας καὶ τοσαύτης ἀξιώσας τοὺς ἱερέας τιμῆς, καταλαβεῖν ἕκαστον τὴν οἰκείαν παρηγ γύησε ποίμνην
Having thus exhorted them, and having deemed the priests worthy of such great honor, he bade each one return to take charge of his own flock.
皇帝如此勸勉,並認為祭司們配得如此崇高的尊榮之後,便吩咐眾人各自返回,照管自己的羊群。
1:417
Ἐγὼ δὲ τῆς τῶν Ἀρειανῶν ἕνεκα βδελυρίας, οἳ οὐ μόνον τῶν κοινῶν ἡμῖν καταφρονοῦσι πατέρων ἀλλὰ καὶ τοὺς σφετέρους ἀρ νοῦνται, τὴν Εὐσεβίου τοῦ Καισαρέως ἐπιστολὴν ἣν περὶ τῆς πίστεως ἔγραψεν ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ, τῆς τούτων λύττης ἔλεγχον ἔχουσαν ἐναργῆ
But I, on account of the abomination of the Arians — who not only despise the fathers common to us all but even disown their own — wish to insert into my history the letter of Eusebius of Caesarea, which he wrote concerning the faith, since it contains a clear refutation of their madness.
至於我,鑑於亞流派之可憎——他們不僅輕蔑我們眾人共同的教父,甚至連自己的教父也加以否認——我願將該撒利亞的優西比烏所寫論信仰的書信收錄於本史書中,因其中含有對這些人狂妄之清楚駁斥。
1:418
τοῦτον γὰρ γεραίροντες ὡς ὁμόφρονα, τοῖς ὑπὸ τούτου γραφεῖσιν ἄντικρυς ἀντιλέγουσιν
For, while honoring this man as one of like mind with themselves, they directly contradict the very things written by him.
因為他們雖尊崇此人為與己同道之人,卻直接與他所著之言相牴觸。
1:419
γέγραφε δὲ τὴν ἐπιστολὴν πρός τινας τὰ Ἀρείου φρονοῦντας, προδοσίαν, ὡς εἰκός, ἐγκαλοῦντας αὐτῷ
He wrote the letter to certain persons who held the opinions of Arius, who, as might be expected, accused him of betrayal.
他致函予某些持亞流見解之人,這些人一如所料,指控他背叛。
1:420
δηλοῖ δὲ ἄμεινον τὰ γεγραμμένα τὸν τοῦ γεγραφότος σκοπόν
But what he wrote shows better the intention of the one who wrote it.
然而,所寫的內容更能清楚顯明作者的用意。
1:421
Εὐσεβίου τοῦ Καισαρείας τῆς Παλαιστίνης ἐπισκόπου ἐπι στολὴ ἣν ἀπὸ τῆς Νικαίας ἀπέστειλεν ὅτε ἡ μεγάλη σύνο δος συνεκροτήθη
Letter of Eusebius, bishop of Caesarea in Palestine, which he sent from Nicaea when the great council was convened.
凱撒利亞(巴勒斯坦)主教優西比烏的書信,乃是他在大公會議於尼西亞召開之時,從尼西亞發出的。
1:422
Τὰ περὶ τῆς ἐκκλησιαστικῆς πίστεως πραγματευθέντα κατὰ τὴν μεγάλην σύνοδον τὴν ἐν Νικαίᾳ συγκροτηθεῖσαν εἰκὸς μὲν ὑμᾶς καὶ ἄλλοθεν μεμαθηκέναι, τῆς φήμης προτρέχειν εἰωθυίας τὸν περὶ τῶν πραττομένων ἀκριβῆ λόγον
You have probably already learned from other sources what was transacted concerning the faith of the Church at the great council convened at Nicaea, since rumor is wont to run ahead of the accurate account of what has taken place.
關於教會信仰之事,在尼西亞召開的大公會議中所議定者,想必你們已從別處聽聞,因為傳聞素來總是搶先於事情本末的確實報導而先行傳開。
1:423
ἀλλ' ἵνα μὴ ἐκ τοιαύτης ἀκοῆς τὰ τῆς ἀληθείας ἑτεροίως ὑμῖν ἀπαγγέλληται, ἀναγκαίως διεπεμψάμεθα ὑμῖν πρῶτον μὲν τὴν ὑφ' ἡμῶν προταθεῖσαν περὶ τῆς πίστεως γραφήν, ἔπειτα τὴν δευτέραν, ἣν ταῖς ἡμετέραις φωναῖς προσθήκας ἐπιβα λόντες ἐκδεδώκασι
But lest through such hearsay the truth should be reported to you in a distorted form, we have thought it necessary to send you, first, the statement concerning the faith which we ourselves put forward, and then the second one, which they published after adding certain additions to our own words.
但恐怕因這樣的傳聞,真相會以與事實不符的方式傳達給你們,故我們認為有必要將以下二者送呈給你們:首先是我們自己所提出的關於信仰的文告,其次是第二篇,就是他們在我們的原文之上加添若干語句之後所發布的。
1:424
τὸ μὲν οὖν παρ' ἡμῶν γράμμα, ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου ἡμῶν βασιλέως ἀναγνωσθὲν εὖ τε ἔχειν καὶ δο κίμως ἀποφανθέν, τοῦτον ἔχει τὸν τρόπον·
Now our own document, which was read in the presence of our most God-beloved emperor and pronounced to be sound and approved, runs as follows:
至於我們的文告,是在我們敬愛神的皇帝御前朗讀,並被宣告為正確而蒙認可的,其內容如下:
1:425
Ἡ ὑφ' ἡμῶν ἐκτεθεῖσα πίστις
The faith set forth by us
我們所陳述的信仰
1:426
καθὼς παρελάβομεν παρὰ τῶν πρὸ ἡμῶν ἐπισκόπων, καὶ ἐν τῇ πρώτῃ κατηχήσει καὶ ὅτε τὸ λου τρὸν ἐλαμβάνομεν, καὶ καθὼς ἀπὸ τῶν θείων γραφῶν μεμαθήκαμεν, καὶ ὡς ἐν αὐτῷ τῷ πρεσβυτερίῳ καὶ ἐν αὐτῇ τῇ ἐπισκοπῇ ἐπιστεύ ομέν τε καὶ ἐδιδάσκομεν, οὕτω καὶ νῦν πιστεύοντες τὴν ἡμετέραν πίστιν προσαναφέρομεν
As we received it from the bishops before us, both in our first catechesis and when we received the washing of baptism, and as we have learned from the divine Scriptures, and as we believed and taught both in the presbyterate itself and in the episcopate itself, so also now, holding the same belief, we set forth our faith:
正如我們從在我們以前的眾主教所承受的,正如我們在最初的要理問答之中、以及在我們受洗之時所領受的,又正如我們從神聖經典所學習的,又如我們在長老職分之中、以及在主教職分之中素來所信、所教導的,如今我們也照樣相信,謹將我們的信仰陳明如下:
1:427
Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, τὸν τῶν ἁπάν των ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν τοῦ θεοῦ λόγον, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, ζωὴν ἐκ ζωῆς, υἱὸν μονογενῆ, πρωτότοκον πάσης κτίσεως, πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, δι' οὗ καὶ ἐγένετο πάντα, τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθέντα καὶ ἐν ἀνθρώποις πολιτευσάμενον καὶ παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ καὶ ἀνελθόντα πρὸς τὸν πατέρα καὶ ἥξοντα πάλιν ἐν δόξῃ κρῖναι ζῶν τας καὶ νεκρούς
We believe in one God, the Father Almighty, maker of all things visible and invisible; and in one Lord Jesus Christ, the Word of God, God from God, Light from Light, Life from Life, the only-begotten Son, firstborn of all creation, begotten of the Father before all ages, through whom also all things came into being; who for our salvation was made flesh and lived among men, and suffered, and rose again on the third day, and ascended to the Father, and will come again in glory to judge the living and the dead.
我們信獨一神,全能的父,是一切有形無形之物的創造者;又信獨一主耶穌基督,神的道,出於神的神,出於光的光,出於生命的生命,獨生子,一切受造之物的長子,在萬世以前從父而生,萬物都是藉著祂而造的;祂為我們的救恩成了肉身,生活在人間,受難,第三日復活,升到父那裡,又要在榮耀中再來,審判活人死人。
1:428
πιστεύομεν καὶ εἰς ἓν πνεῦμα ἅγιον
We believe also in one Holy Spirit.
我們也信獨一聖靈。
1:429
θινῶς πατέρα, καὶ υἱόν, ἀληθινῶς υἱόν, καὶ πνεῦμα ἅγιον, ἀληθινῶς πνεῦμα ἅγιον, καθὰ καὶ ὁ κύριος ἡμῶν ἀποστέλλων εἰς τὸ κήρυγμα τοὺς ἑαυτοῦ μαθητὰς εἶπεν·
…truly Father, and Son, truly Son, and Holy Spirit, truly Holy Spirit — even as our Lord also said, when sending forth his own disciples to preach:
……真是父,也信子,真是子,也信聖靈,真是聖靈——正如我們的主差遣祂的門徒去傳道時所說的:
1:430
πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, περὶ ὧν καὶ διαβεβαιούμεθα οὕτως ἔχειν καὶ οὕτως φρονεῖν, καὶ πάλαι οὕτως ἐσχηκέναι καὶ μέχρι θανάτου ὑπὲρ ταύτης συνίστασθαι τῆς πίστεως, ἀναθεματίζοντες πᾶσαν ἄθεον αἵρεσιν·
"Go, make disciples of all nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit" — concerning which we solemnly affirm that this is so, and that we hold this belief, and that we have held it of old, and that we will stand for this faith even unto death, anathematizing every godless heresy;
『你們要去,使萬民作門徒,奉父、子、聖靈的名給他們施洗』——關於這一切,我們鄭重聲明,我們確實如此,也如此思想,並且素來如此持守,甚至願為此信仰堅持至死,並棄絕一切不敬虔的異端;
1:431
ταῦτα ἀπὸ καρδίας καὶ ψυχῆς πεφρονηκέναι ἐξ οὗπερ ἴσμεν ἑαυτούς, καὶ νῦν φρονεῖν τε καὶ λέγειν ἐξ ἀληθείας, ἐπὶ τοῦ θεοῦ τοῦ παντοκράτορος καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μαρτυρόμεθα, δεικνύναι ἔχοντες καὶ δι' ἀποδείξεως καὶ πείθειν ὑμᾶς ὅτι καὶ τοὺς παρεληλυθότας χρόνους οὕτως ἐπιστεύ ομέν τε καὶ ἐκηρύσσομεν
these things we have held from the heart and soul from as far back as we can remember ourselves, and we now think and speak them in truth; we call God Almighty and our Lord Jesus Christ to witness, being able to demonstrate by proof and to convince you that in past times also we believed and preached these very things.
這些道理,是我們自從記事以來便從心裡、從靈魂裡所持守的,如今也是真誠地如此思想、如此宣講;我們指著全能的神和我們的主耶穌基督作見證,並且我們能夠憑證據向你們證明並使你們確信,在過去的時候,我們也是如此相信、如此宣講的。
1:432
Ταύτης ὑφ' ἡμῶν ἐκτεθείσης τῆς πίστεως, οὐδεὶς παρῆν ἀντι λογίας τόπος, ἀλλ' αὐτός τε πρῶτος ὁ θεοφιλέστατος ἡμῶν βασι λεὺς ὀρθότατα περιέχειν αὐτὴν ἐμαρτύρησεν, οὕτω τε καὶ ἑαυτὸν φρονεῖν συνωμολόγησε καὶ ταύτῃ τοὺς πάντας συγκατατίθεσθαι ὑπογράφειν τε τοῖς δόγμασι καὶ συμφωνεῖν τούτοις αὐτοῖς παρεκε λεύετο, ἑνὸς μόνου προσεγγραφέντος ῥήματος τοῦ ὁμοουσίου·
When this faith had been set forth by us, there was no room left for contradiction; but our most God-beloved emperor himself was the first to testify that it contained the most correct doctrine, and he confessed that he himself held these views, and he exhorted all to assent to it and to subscribe to its doctrines and to agree with them, with the addition of the single word "homoousios" [of one substance];
當我們陳述此信仰之後,再無任何異議的餘地;反倒是我們敬愛神的皇帝本人首先見證,這信仰所包含的教義最為正確,他也承認自己是如此相信的,並勸勉眾人都同意此信仰,簽署這些教義並與之一致,唯一附加的,就是「同質」(ὁμοούσιος)這一詞語;
1:433
ὃ καὶ αὐτὸ ἡρμήνευσε λέγων ὅτι μὴ κατὰ σωμάτων πάθη λέγοιτο ὁμοού σιος, οὔτε κατὰ διαίρεσιν οὔτε κατά τινα ἀποτομὴν ἐκ τοῦ πατρὸς ὑποστῆναι·
which he himself also interpreted, saying that the term "homoousios" is not used with reference to the affections of bodies, and that the Son does not subsist from the Father by any division or severance;
這一詞語,他自己也加以解釋說:「同質」一詞並非按照物體所具有的情狀而言,子也並非藉著某種分割或截斷而從父而出;
1:434
μηδὲ γὰρ δύνασθαι τὴν ἄϋλον καὶ νοερὰν καὶ ἀσώματον φύσιν σωματικόν τι πάθος ὑφίστασθαι, θείοις δὲ καὶ ἀπορρήτοις λόγοις προσήκειν τὰ τοιαῦτα νοεῖν
for a nature that is immaterial, intellectual, and incorporeal cannot undergo any bodily affection, but such things ought to be understood in divine and ineffable terms.
因為那非物質的、理智的、無形的本質,是不可能承受任何形體性的情狀的,這等事理應當以神聖而不可言喻的道理去理解。
1:435
καὶ ὁ μὲν σοφώτατος ἡμῶν καὶ εὐσεβέστατος βασιλεὺς τὰ τοιαῦτα διεφιλοσόφει, οἱ δὲ προφάσει τῆς τοῦ ὁμοουσίου προσθήκης τήνδε τὴν γραφὴν πεποιήκασιν
Such were the philosophical reflections of our most wise and most pious emperor; but they, on the pretext of the addition of the term "homoousios," composed the following document:
以上乃是我們至聖至智的皇帝所作的哲理性闡述;而他們則以「同質」一詞的附加為藉口,制訂了以下的文告:
1:436
Ἡ ἐν τῇ συνόδῳ ὑπαγορευθεῖσα πίστις
The faith dictated in the council
大公會議中所頒佈的信經
1:437
Πιστεύομεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθι νὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀνα στάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς·
We believe in one God, the Father Almighty, maker of all things visible and invisible; and in one Lord Jesus Christ, the Son of God, begotten of the Father, only-begotten, that is, from the substance of the Father, God from God, Light from Light, true God from true God, begotten not made, of one substance with the Father, through whom all things came into being, both things in heaven and things on earth; who for us men and for our salvation came down and was made flesh, became man, suffered, and rose again on the third day, ascended into the heavens, and is coming to judge the living and the dead;
我們信獨一神,全能的父,是一切有形無形之物的創造者;又信獨一主耶穌基督,神的子,從父所生的獨生子,就是出於父的本質,出於神的神,出於光的光,出於真神的真神,是生而非造,與父同質,萬物都是藉著祂而造的,無論是天上的,是地上的;祂為我們人類、為我們的救恩,從天降臨,成了肉身,成為人,受難,第三日復活,升上諸天,將要再來,審判活人死人;
1:438
τοὺς δὲ λέγον τας ἦν ποτε ὅτε οὐκ ἦν καὶ πρὶν γεννηθῆναι οὐκ ἦν καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία
but those who say "there was a time when he was not," and "before he was begotten he was not," and that he came into being out of things that did not exist, or who assert that the Son of God is of a different hypostasis or substance, or is subject to alteration or change — these the holy catholic and apostolic Church anathematizes.
至於那些說「曾有一時他不存在」,以及「在他受生以前他不存在」,並說他是從不存在之物而出的人,或那些聲稱神的子是出於另一位格或本質、或是可變的、可改易的人——聖而大公、使徒所傳的教會,將他們革除。
1:439
Καὶ δὴ ταύτης τῆς γραφῆς ὑπ' αὐτῶν ὑπαγορευθείσης, ὅπως εἴρηται αὐτοῖς τὸ ἐκ τῆς οὐσίας τοῦ πατρὸς καὶ τὸ τῷ πατρὶ ὁμο ούσιον, οὐκ ἀνεξέταστον αὐτοῖς καταλιμπάνομεν
Now, since this document was dictated by them, as to how they stated the phrases "from the substance of the Father" and "of one substance with the Father," we did not leave the matter unexamined.
至於這篇文告既是由他們所頒佈的,其中「出於父的本質」以及「與父同質」這兩句話究竟如何使用,我們並未置之不理、不加考究。
1:440
ἐρωτήσεις τοι γαροῦν καὶ ἀποκρίσεις ἐντεῦθεν ἀνεκινοῦντο, ἐβασάνιζέν τε ὁ λόγος τὴν διάνοιαν τῶν εἰρημένων
Accordingly, questions and answers were raised on this matter, and discussion tested the meaning of what had been said.
於是就此展開了種種質問與答辯,議論便將所言之語句的含義加以詳加審察。
1:441
καὶ δὴ τὸ ἐκ τῆς οὐσίας ὡμολογεῖτο πρὸς αὐτῶν δηλωτικὸν εἶναι τοῦ ἐκ μὲν τοῦ πατρὸς εἶναι, οὐ μὴν ὡς μέρος ὑπάρχειν τοῦ πατρός
And indeed it was acknowledged by them that the phrase "from the substance" signifies that he is from the Father, yet not as being a part of the Father.
他們終於承認:「出於本質」一語,乃是指其乃出於父,但並非如同父的一部分而存在。
1:442
ταύτῃ καὶ ἡμῖν ἐδόκει καλῶς ἔχειν συγκατατίθεσθαι τῇ διανοίᾳ, τῆς εὐσεβοῦς διδασκαλίας ὑπαγορευούσης ἐκ τοῦ πατρὸς εἶναι τὸν υἱόν, οὐ μὴν μέρος τῆς οὐσίας αὐτοῦ τυγ χάνειν
It therefore seemed good to us also to assent to this understanding, since sound doctrine teaches that the Son is from the Father, yet is not a part of his substance.
因此,我們也認為理應同意這樣的理解,因為敬虔的教導本就指明子是出於父,卻非其本質的一部分。
1:443
διόπερ τῇ διανοίᾳ καὶ αὐτοὶ συνετιθέμεθα, οὐδὲ τὴν φωνὴν παραιτούμενοι, τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῶν κει μένου καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας
For this reason we ourselves also assented to the meaning, not refusing even the term itself, since the aim of peace lay before our eyes, together with that of not falling away from the correct understanding.
因此,我們自己也在意義上表示了同意,甚至也未拒絕這個詞語本身,因為和平的目標擺在我們眼前,我們也不願偏離正確的理解。
1:444
Κατὰ ταῦτα δὲ καὶ τὸ γεννηθέντα καὶ οὐ ποιηθέντα κατεδεξά μεθα, ἐπειδὴ τὸ ποιηθὲν κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοι πῶν κτισμάτων τῶν διὰ τοῦ υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν υἱόν·
On the same principle we also accepted the phrase "begotten, not made," since they explained that "made" is a term common to the rest of the creatures that came into being through the Son, to whom the Son has no resemblance whatever;
循此原則,我們也接受了「生而非造」這一句話,因為他們解釋說:「造」乃是那些藉子而造的其餘一切受造之物所共有的稱謂,而子與這些受造之物毫無相似之處;
1:445
διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα τοῖς δι' αὐτοῦ γενομένοις ἐμφερές, κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ πατρὸς γεγεννῆσθαι τὰ θεῖα διδάσκει λόγια, τοῦ τρόπου τῆς γεννήσεως καὶ ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος
wherefore he is not a work resembling the things that came into being through him, but is of a substance superior to every work — a substance which, the divine oracles teach, was begotten of the Father, the manner of this begetting being both inexpressible and inconceivable to every created nature.
因此,他並非與那些藉他而造的事物相似的一件作品,而是具有一種超越一切被造物的本質——照神聖的聖言所教導,這本質乃是從父所生,而其受生的方式,對一切受造的本性而言,都是無法言喻、無法思議的。
1:446
μενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως·
…upon careful consideration, reason establishes this — not after the manner of bodies, nor in a way resembling mortal creatures;
……經過審慎的考察,理性確立了這一點——並非按照物體的方式,也不類似於必死的生物;
1:447
οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐ σίας οὔτε κατὰ ἀποτομήν, ἀλλ' οὐδὲ κατά τι πάθος ἢ τροπὴν ἢ ἀλλοίωσιν τῆς τοῦ πατρὸς δυνάμεως·
for it is neither by division of substance, nor by severance, nor indeed by any affection, or change, or alteration of the Father's power;
因為既非藉本質的分割,亦非藉截斷,更非藉父的能力所生的任何情狀、轉變或改易;
1:448
τούτων γὰρ ἁπάντων ἀλλό τριον εἶναι τὴν ἀγέννητον τοῦ πατρὸς φύσιν·
for the unbegotten nature of the Father is alien to all these things;
因為父那無生的本性,與這一切都毫無關涉;
1:449
παραστατικὸν δ' εἶναι τὸ ὁμοούσιον τῷ πατρὶ τοῦ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν υἱὸν τοῦ θεοῦ φέρειν, μόνῳ δὲ τῷ πατρὶ τῷ γεγεννη κότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι καὶ μὴ εἶναι ἐξ ἑτέρας τινὸς ὑποστάσεώς τε καὶ οὐσίας ἀλλ' ἐκ τοῦ πατρός
and the term "of one substance with the Father" indicates that the Son of God bears no resemblance whatsoever to created things that have come into being, but is made like in every way only to the Father who begat him, and is not from some other hypostasis or substance, but from the Father.
「與父同質」一詞,意在表明神的子與一切受造之物毫無相似之處,唯獨在各方面都與生他的父相似,並非出於任何其他的位格或本質,乃是出於父。
1:450
ᾧ καὶ αὐτῷ, τοῦτον ἑρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκατατίθεσθαι, ἐπεὶ καὶ τῶν παλαιῶν λογίους τινὰς καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγ γραφέας ἔγνωμεν ἐπὶ τῆς τοῦ πατρὸς καὶ υἱοῦ θεολογίας τῷ τοῦ ὁμοουσίου συγχρησαμένους ὀνόματι
To this term, when interpreted in this manner, it seemed good to us also to give our assent, since we know that among the ancients also, certain learned and eminent bishops and writers made use of the term "homoousios" in their theology concerning the Father and the Son.
因此,此詞既作如此解釋,我們也認為理應予以同意;因為我們知道,在古時亦曾有若干博學而卓著的主教與著作家,在論及父與子的神學時,也曾使用過「同質」這一名稱。
1:451
ταῦτα μὲν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως·
Let this suffice concerning the faith that was set forth.
以上,就所陳述的信仰,姑且說到這裡。
1:452
ᾗ συνεφωνήσαμεν οἱ πάντες, οὐκ ἀνεξετάστως ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας ἐπ' αὐτοῦ τοῦ θεοφιλεστάτου βασιλέως ἐξετασθείσας καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογη θείσας
With this we all agreed, not without examination, but according to the meanings given, which were examined in the presence of our most God-beloved emperor himself, and were confirmed to accord with the reasonings that have been stated.
我們眾人對此皆表贊同,並非未加審察,乃是照著所陳明的含義,在我們敬愛神的皇帝御前經過審查,並確認與上述所論的道理相符之後,才表贊同的。
1:453
Καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν τεθέντα δεκτὸν εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρῆσθαι φωναῖς, δι' ἃς σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσις καὶ ἀκαταστασία τῆς ἐκκλησίας
We also judged the anathema which they appended after the creed to be acceptable, since it forbids the use of unscriptural expressions, on account of which almost all the confusion and disorder of the Church has come about;
至於他們在信經之後所附加的革除聲明,我們也認為是可以接受的,因為它禁止使用聖經以外的措辭——教會幾乎一切的混亂與紛擾,正是由於這類措辭而起的;
1:454
μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ ἐξ οὐκ ὄντων καὶ τῷ ἦν ποτε ὅτε οὖκ ἦν καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν
since no divinely inspired Scripture makes use of the phrase "out of things that are not," or "there was a time when he was not," or the expressions that follow, it did not seem reasonable to say and teach these things.
既然沒有任何一卷聖靈默示的經文使用過「出於不存在之物」,或「曾有一時他不存在」,或其他隨後所引用的種種說法,我們就認為講說並教導這些話語,並不合理。
1:455
ᾧ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ τούτοις εἰώθειμεν συγχρῆσθαι τοῖς ῥήμασιν
And to this, since it seemed good, we likewise assented, seeing that even in the time before this we had not been accustomed to make use of these expressions.
這一點既然看來合宜,我們也表示同意;因為即在此事以前,我們本就不習慣使用這些措辭。
1:456
Ἔτι μὴν τὸ ἀναθεματίζεσθαι τὸ πρὸ τοῦ γεννηθῆναι οὐκ ἦν οὐκ ἄτοπον ἐνομίσθη, τῷ παρὰ πᾶσιν ὁμολογεῖσθαι εἶναι αὐτὸν υἱὸν τοῦ θεοῦ καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως
Moreover, that the phrase "before he was begotten he was not" should be anathematized did not seem unreasonable, since it is acknowledged by all that he was the Son of God even before his birth according to the flesh.
此外,「在他受生以前他不存在」這句話應遭革除,這一點被認為並非不合理,因為眾人皆承認,他在按肉身受生之前,就已經是神的子了。
1:457
Ἤδη δὲ ὁ θεοφιλέ στατος ἡμῶν βασιλεὺς τῷ λόγῳ κατεσκεύαζε καὶ κατὰ τὴν ἔνθεον αὐτοῦ γέννησιν τὸ πρὸ πάντων αἰώνων εἶναι αὐτόν, ἐπεὶ καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι δυνάμει ἦν ἐν τῷ πατρὶ ἀγεννήτως, ὄντος τοῦ πατρὸς ἀεὶ πατρός, ὡς καὶ βασιλέως ἀεὶ καὶ σωτῆρος καὶ δυνάμει πάντα ὄντος, ἀεί τε καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντος
Our most God-beloved emperor already established by argument that, even with regard to his divine begetting, he existed before all ages, since even before he was actually begotten he existed potentially in the Father in an unbegotten manner, the Father being always Father, just as he is always King and Savior, and being all things potentially, existing always and in the same way and unchangingly.
我們敬愛神的皇帝更以道理論證:即便論及他神聖的受生,他也是在萬世以前就存在的,因為在他實際受生以前,他也已經以無生的方式潛存於父之內;因為父素來永遠是父,正如祂也永遠是王、是救主,並在能力上具備萬有,永恆不變、始終如一。
1:458
ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοί, τὰ κεκριμένα τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὰ καθιστῶντες, ὡς εὐλόγως τότε μὲν καὶ μέχρις ὑστάτης ὥρας ἱστάμεθα, ὅθ' ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτε, τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατε δεξάμεθα, ὅθ' ἡμῖν εὐγνωμόνως τῶν λόγων ἐξετάζουσι τὴν διάνοιαν ἐμφανῆ σύμπραξιν ἔχειν ἔδοξε τοῖς ὑφ' ἡμῶν αὐτῶν ἐν τῇ προεκτε θείσῃ πίστει ὡμολογημένοις. Ὅτι μὲν οὖν οὐ καινή τις ἡ τοῦ ὁμοουσίου πρόσρησις οὐδὲ ὑπὸ τῶν τότε συναθροισθέντων πατέρων ἐξευρεθεῖσα, ἀλλ' ἄνωθεν ἐκ προγόνων εἰς ἐγγόνους καταγομένη, σαφῶς μεμαρτύρηκεν ὁ Εὐσέβιος·
We have thought it necessary, beloved, to send these things to you, making plain the decisions of our examination and assent — how reasonably we then held out to the last hour, when what was written otherwise offended us, and how, without contentiousness, we then accepted what did not distress us, when, upon examining the sense of the words in good faith, it seemed to us to have manifest agreement with what we ourselves had confessed in the faith previously set forth. Now, that the appellation "homoousios" is not some novel term, nor one discovered by the fathers assembled on that occasion, but is handed down from ancient forebears to their descendants, Eusebius has clearly testified;
摯愛的諸位,這一切我們認為有必要傳送給你們,使我們審查與同意的結論昭然若揭:說明我們何以在起初直到最後一刻仍持守己見(因為那按不同方式所寫的令我們不安),又何以其後不再爭競,坦然接受那不使我們憂懼的說法(因為我們善意地審視那些言詞的含義之後,發現它與我們自己在先前所陳述的信仰中所承認的,實有明顯的一致之處)。至於「同質」這一稱謂,並非某種新創的用語,也不是當時聚集的眾教父所發明的,而是自古以來由祖輩傳給後代子孫的,這一點優西比烏已經清楚見證過了;
1:459
ὅτι δὲ καὶ ἅπαντες οἱ τηνικαῦτα συναθροισθέντες συμφώνως τὴν ἐκτεθεῖσαν κατεδέξαντο πίστιν, κἀνταῦθα ἔφη καὶ πάλιν ἐν ἑτέρῳ συγγράμματι μαρτυρεῖ, τοῦ μεγάλου Κωνσταντίνου τὴν πολιτείαν εὐφημίαις γεραίρων
and that all who were then assembled unanimously accepted the faith that was set forth, he stated here also, and testifies again in another work, in which he extols with praises the reign of the great Constantine.
而當時聚集的眾人皆一致接受了所陳述的信仰,此事他不但在此處提及,也在另一部著作中再次見證,並在其中以頌詞讚揚大君士坦丁的治世。
1:460
Ὁ μὲν δὴ ταῦτ' εἰπὼν Ῥωμαίᾳ γλώττῃ, ὑφερμηνεύοντος ἑτέρου, παρεδίδου τὸν λόγον τοῖς τῆς συνόδου προέδροις
Having thus spoken in the Roman tongue, with another interpreting, he handed over the discourse to the presidents of the council.
皇帝以拉丁語如此發言,另有一人在旁傳譯,其後便將發言權交予大公會議的主席們。
1:461
ἐντεῦθεν δ' οἱ μὲν ἀρξάμενοι κατῃτιῶντο τοὺς πέλας, οἱ δ' ἀπελογοῦντό τε καὶ ἀντεμέμφοντο
From this point, some began by accusing their neighbors, while others defended themselves and made counter-accusations.
自此以後,有些人便開始指責身旁的人,另有些人則加以辯護,並反過來相互指責。
1:462
αὐτὸν παρὰ τοῖς πᾶσιν ὁμολογηθῆναι καιρόν
…to give occasion for him to be acknowledged by all…
……給予一個機會,使他為眾人所公認……
1:463
ἐκυροῦτο δὲ ἤδη καὶ ἐν γραφῇ δι' ὑποσημειώσεως ἑκάστου τὰ κοινῇ δεδογμένα. Καὶ μετὰ βραχέα πάλιν καὶ ταῦτα προστέθεικεν·
And already what had been commonly decreed was being ratified in writing through the signature of each. And a little later he added the following again:
而那已經共同議定之事,也已藉著眾人各自的簽署,在文書上得到確認。此後不久,他又補述了以下的話:
1:464
Οὕτω δὴ συνταξάμενος ἐπὶ τὰ σφῶν οἰκεῖα τοὺς πάντας ἐπανι έναι ἠφίει
Having thus arranged matters, he dismissed them all to return to their own homes.
如此安排妥當之後,他便讓眾人各自返回自己的所在地。
1:465
οἱ δὲ ἐπανῄεσαν σὺν εὐφροσύνῃ, ἐκράτει τε λοιπὸν παρὰ τοῖς πᾶσι μία γνώμη, παρ' αὐτῷ βασιλεῖ συμφωνηθεῖσα, συνα πτομένων ὥσπερ ὑφ' ἑνὶ σώματι τῶν ἐκ μακροῦ διῃρημένων
And they returned with joy; and thenceforth one opinion, agreed upon in the presence of the emperor himself, prevailed among them all, those who had long been divided being now joined together as it were into a single body.
他們便滿懷喜樂而歸;此後,眾人之間便持守著同一個信念,這信念是在皇帝御前所達成共識的,昔日久已分裂的眾人,如今彷彿都聯合成了一個身體。
1:466
χαίρων δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ καρπὸν εὐθαλῆ δι' ἐπιστολῶν ἐδωρεῖτο, λαοῖς τε ἅπασι τοῖς τε κατ' ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσα ετοῦς βασιλείας. Ἔδει μὲν οὖν τοὺς τὰ Ἀρείου φρονοῦντας, εἰ καὶ τοῖς ἄλλοις πατράσιν ἀντιλέγειν οὐκ ἐνόμιζον δυσσεβές, τούτῳ γοῦν πιστεύειν ὃν θαυμάζειν εἰώθασι, σύμφωνον γεγενῆσθαι τὴν ὁμολογίαν ἐκείνην διδάσκοντι
at least to have believed him whom they were accustomed to admire [i.e., Eusebius], when he taught that this confession of faith had come about in harmony;
至少也理當相信他們素來所敬佩的這位(優西比烏)——既然他教導說,這份信仰宣告乃是眾人一致達成的;
1:467
ἐπειδὴ δὲ καὶ πρὸς τὰς τῶν οἰκείων πατέρων διαμά χονται δόξας, ἐχρῆν τοῦ Ἀρείου τὴν αἰσχίστην μεμαθηκότας καὶ φρίκης γέμουσαν τελευτὴν φυγεῖν παντὶ σθένει τὴν ὑπ' ἐκείνου τεχθεῖσαν ἀσέβειαν
but since they contend even against the opinions of their own fathers, they ought, having learned of Arius's most shameful and horror-filled death, to flee with all their strength the impiety that he brought forth.
但既然他們甚至也與自己本身教父的見解相抗爭,那麼,在得知亞流那極其可恥、充滿恐怖的死狀之後,他們理應竭盡全力,逃避他所生出的那不敬虔之說。
1:468
ἐπειδὴ δὲ εἰκὸς μὴ πάντας εἰδέναι τοῦ θανάτου τὸν τρόπον, ἐγὼ καὶ τοῦτον ὡς ἐγένετο διηγήσομαι
But since it is likely that not everyone knows the manner of his death, I shall relate this too, just as it happened.
然而,既然想必並非人人都知道他死亡的情形,我也要將此事按其實際發生的經過敘述出來。
1:469
Πλεῖστον οὗτος ἐν Ἀλεξανδρείᾳ διατρίψας χρόνον ἐπικωμάσαι πάλιν τοῖς ἐκκλησιαστικοῖς συλλόγοις ἐβούλετο, ἀρνούμενος τὴν ἀσέ βειαν καὶ τὴν ἐκτεθεῖσαν ὑπὸ τῶν πατέρων ὁμολογίαν ὑπισχνούμενος δέχεσθαι
This man, having spent a very long time in Alexandria, wished once more to force his way into the assemblies of the Church, disavowing his impiety and promising to accept the confession of faith set forth by the fathers.
此人在亞歷山大城耽延了相當長的一段時日之後,又想要再度闖入教會的集會,聲稱棄絕自己的不敬虔之說,並承諾接受眾教父所陳述的信仰宣告。
1:470
ὡς δὲ οὔτε τὸν θεῖον Ἀλέξανδρον ἔπεισεν, οὔτε μὴν Ἀθανάσιον τὸν τῆς ἐκείνου καὶ προεδρίας καὶ εὐσεβείας διάδοχον, πάλιν διὰ τῆς Εὐσεβίου τοῦ Νικομηδέως σπουδῆς εἰς τὴν Κωνσταν τινούπολιν ἔδραμεν
But when he failed to persuade the divine Alexander, nor indeed Athanasius, the successor to his see and to his piety, he made his way again to Constantinople, through the efforts of Eusebius of Nicomedia.
然而,他既未能說服那神聖的亞歷山大,也未能說服承繼其主教職位與敬虔之德的亞他那修,於是他又藉著尼哥米底亞的優西比烏的斡旋,奔赴君士坦丁堡。
1:471
τὰ δ' ὑπ' ἐκείνου τυρευθέντα καὶ ὑπὸ τοῦ δικαίου ψηφισθέντα κριτοῦ, ἄμεινον ὁ πάντα ἄριστος Ἀθανάσιος ἐν τοῖς πρὸς Ἀπίωνα διηγήσατο γράμμασιν
The things that were contrived by that man, and adjudged by the righteous Judge, the most excellent Athanasius has related more fully in his letter to Apion.
至於他所編織的種種陰謀,以及公義的審判者對此所作的判決,那在各方面都堪稱卓越的亞他那修,已在他致亞比溫的書信中作了更詳盡的敘述。
1:472
ἐγὼ δὲ καὶ τοῦτο τὸ μέρος ἐντάξω τῇ συγγραφῇ
But I too will include this portion in my history.
而我也要將這一部分納入我的史書之中。
1:473
τῇ Κωνσταντινουπόλει ὅτε τετελεύ τηκεν ἐκεῖνος, Μακάριος δὲ ὁ πρεσβύτερος παρῆν κἀκείνου λέγοντος ἤκουσα
…in Constantinople, when that man died; and Macarius the presbyter was present, and I heard him tell it.
……在君士坦丁堡,就是那人死去之時;長老馬迦流當時在場,我曾親耳聽他述說此事。
1:474
ἐκέκλητο μὲν παρὰ Κωνσταντίνου τοῦ βασιλέως Ἄρειος ἐκ σπουδῆς τῶν περὶ Εὐσέβιον
Arius had been summoned by the emperor Constantine, through the exertions of Eusebius and his party.
亞流是應皇帝君士坦丁之召而來的,這乃是優西比烏一黨人竭力促成的結果。
1:475
εἰσελθόντα δὲ τὸν Ἄρειον ἀνέκρινεν ὁ βασιλεὺς εἰ τὴν πίστιν τῆς καθολικῆς ἐκκλησίας ἔχοι
When Arius came in, the emperor questioned him as to whether he held the faith of the catholic Church.
亞流進見之後,皇帝便查問他是否持守大公教會的信仰。
1:476
αὐτός τε οὖν ὤμοσε πιστεύειν ὀρθῶς καὶ ἔγγραφον ἐπιδέδωκε πίστεως, κρύψας μὲν ἐφ' οἷς ἐξεβλήθη τῆς ἐκκλησίας ὑπὸ Ἀλεξάνδρου τοῦ ἐπισκόπου, ὑποκρινόμενος δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις
He, then, swore that he believed rightly, and submitted a written confession of faith, concealing the very points for which he had been expelled from the Church by Bishop Alexander, and feigning the wording of the Scriptures.
亞流便發誓聲明自己信仰純正,並呈上一份書面信仰告白,卻隱瞞了他先前被亞歷山大主教逐出教會的緣由,只是假借聖經的字句作出偽裝。
1:477
ὀμόσαντα τοίνυν αὐτὸν μὴ πεφρονηκέναι ἐφ' οἷς ἐξέβαλεν αὐτὸν Ἀλέξανδρος, ἀπέ λυσεν εἰρηκώς·
So then, when he had sworn that he had not held the opinions for which Alexander had expelled him, the emperor dismissed him, saying:
於是,當他發誓自己並未持守亞歷山大所以將他逐出的那些見解之後,皇帝便讓他離去,並說:
1:478
εἰ ὀρθή σού ἐστιν ἡ πίστις, καλῶς ὤμοσας·
"If your faith is orthodox, you have sworn well;
『你若信仰純正,你所起的誓便是好的;
1:479
εἰ δὲ ἀσεβής ἐστιν ἡ πίστις σου καὶ ὤμοσας, ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ κρίναι τὰ κατὰ σέ
but if your faith is impious and yet you have sworn, may God from heaven judge your case."
但你的信仰若是不敬虔,而你竟起了誓,願神從天上審判你的事。』
1:480
οὕτω δὴ οὖν αὐτὸν ἐξελθόντα παρὰ τοῦ βασιλέως ἠθέλησαν εἰσαγαγεῖν εἰς τὴν ἐκκλησίαν οἱ περὶ Εὐσέβιον τῇ συνήθει αὐτῶν βίᾳ
So then, when he had thus gone forth from the emperor's presence, Eusebius and his party wished to bring him into the church with their customary violence.
亞流從皇帝面前如此退出之後,優西比烏一黨人便想要以他們慣常的強硬手段,將他引入教會之中。
1:481
ἀλλ' ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος, ὁ μακα ρίτης Ἀλέξανδρος, ἀντέλεγε φάσκων μὴ δεῖν εἰς κοινωνίαν δεχθῆναι τὸν τῆς αἱρέσεως εὑρετήν
But the bishop of Constantinople, the blessed Alexander, opposed this, declaring that the inventor of the heresy ought not to be received into communion.
然而,君士坦丁堡的主教、蒙福的亞歷山大,卻加以反對,聲言不應接納這異端的創始者進入教會的團契之中。
1:482
καὶ λοιπὸν οἱ περὶ Εὐσέβιον ἠπείλησαν ὅτι·
And then Eusebius and his party threatened, saying:
於是優西比烏一黨人便出言威嚇道:
1:483
ὥσπερ μὴ θελόντων ὑμῶν ἐποιήσαμεν αὐτὸν κληθῆναι παρὰ βασιλέως, οὕτως αὔριον, κἂν μὴ κατὰ γνώμην σου τυγχάνῃ, συνα χθήσεται Ἄρειος μεθ' ἡμῶν ἐν τῇ ἐκκλησίᾳ ταύτῃ
"Just as we caused him to be summoned by the emperor even against your will, so tomorrow, even if it is not according to your judgment, Arius will assemble with us in this very church."
『正如我們不顧你的意願,使他蒙皇帝召見;同樣,明日,縱使不合你的意思,亞流也將在這座教會中與我們一同聚集。』
1:484
Σάββατον δὲ ἦν ὅτε ταῦτα ἔλεγεν
Now it was the Sabbath when he said these things.
他說這話時,正值安息日。
1:485
Ὁ τοίνυν ἐπίσκοπος Ἀλέξανδρος, ἀκούσας ταῦτα καὶ πάνυ λυπηθεὶς εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, τὰς χεῖρας ἄρας πρὸς τὸν θεὸν ἀπωδύρετο, καὶ ῥίψας ἑαυτὸν ἐπὶ πρόσωπον ἐν τῷ ἱερατείῳ, κείμενος ἐπὶ τοῦ ἐδάφους ηὔχετο
Bishop Alexander, then, having heard this and being greatly grieved, went into the church, and lifting up his hands to God, lamented; and casting himself upon his face in the sanctuary, he lay on the ground and prayed.
主教亞歷山大聽聞此事之後,心中極為憂傷,便進入教會,舉手向神哀求,並俯伏於聖所之中,伏在地上禱告。
1:486
παρῆν δὲ καὶ Μακάριος εὐχόμενος σὺν αὐτῷ καὶ ἀκούων τῆς φωνῆς αὐτοῦ
Macarius also was present, praying together with him and hearing his voice.
馬迦流當時也在場,與他一同禱告,並聽見他的聲音。
1:487
παρεκάλει δὲ δύο ταῦτα λέγων·
And he entreated, saying these two things:
他懇求了以下兩件事,說:
1:488
εἰ Ἄρειος αὔριον συνάγεται, ἀπόλυσον ἐμὲ τὸν δοῦλόν σου καὶ μὴ συναπολέσῃς εὐσεβῆ μετὰ ἀσεβοῦς·
"If Arius is to assemble with the church tomorrow, release me your servant, and do not destroy the pious together with the impious;
『若亞流明日果真要一同聚集,求你釋放我這僕人離世,不要使敬虔的人與不敬虔的人一同滅亡;
1:489
εἰ δὲ φείδῃ τῆς ἐκκλησίας σου ( οἶδα δὲ ὅτι φείδῃ), ἔπιδε ἐπὶ τὰ ῥήματα τῶν περὶ Εὐσέβιον καὶ μὴ δῷς εἰς ἀφανισμὸν καὶ ὄνειδος τὴν κληρονομίαν σου καὶ ἆρον Ἄρειον, ἵνα μὴ εἰσελθόντος αὐτοῦ εἰς τὴν ἐκκλησίαν δόξῃ καὶ ἡ αἵρεσις συνεισέρχεσθαι αὐτῷ καὶ λοιπὸν ἡ ἀσέβεια νομισθῇ ὡς εὐσέ βεια
but if you spare your Church (and I know that you do spare it), look upon the words of Eusebius and his party, and do not give your inheritance over to ruin and reproach, but take Arius away, lest, if he enters the church, the heresy should seem to enter along with him, and impiety henceforth be reckoned as piety."
但你若愛惜你的教會(我知道你確實愛惜她),求你鑒察優西比烏一黨人所說的話,不要使你的產業陷入毀滅與羞辱之中,求你除去亞流,免得他一旦進入教會,異端彷彿也隨他一同進入,以致從此不敬虔被誤認為敬虔。』
1:490
καὶ γέγονέ τι θαυμαστὸν καὶ παράδοξον
And something marvelous and astonishing came to pass.
於是,便發生了一件奇妙而異乎尋常的事。
1:491
τῶν γὰρ περὶ Εὐσέβιον ἀπειλησάντων, ὁ μὲν ἐπίσκοπος προσηύξατο, ὁ δὲ Ἄρειος ἐθάρρει τοῖς περὶ Εὐσέβιον·
For while Eusebius and his party were making threats, the bishop betook himself to prayer, while Arius put his confidence in Eusebius and his party.
當歐西比烏一黨人正在威嚇之時,主教便投身祈禱,而阿里烏則倚仗歐西比烏一黨人的支持而心懷篤定。
1:492
πολλά τε φλυαρῶν εἰσῆλθεν εἰς καθέδρας, ὡς διὰ χρείαν τῆς γαστρός, καὶ ἐξαίφνης, κατὰ τὸ γεγραμμένον, πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ πεσὼν εὐθὺς ἀπέψυξεν ἀμφοτέρων τε τῆς κοινωνίας καὶ τοῦ ζῆν ἀπεστερήθη
And after much idle boasting he went into the privy, as if for a bodily need, and suddenly, according to what is written, falling headlong he burst asunder in the midst, and having fallen he immediately expired, and was deprived both of communion and of life.
他誇誇其談了許久之後,便如因身體之需,進入了如廁之所;忽然間,正如經上所記,他仆倒在地,腹裂而死,一倒下便氣絕身亡,既失去了聖餐團契,也失去了性命。
1:493
Τὸ μὲν οὖν τέλος τοῦ Ἀρείου τοιοῦτον γέγονε
Such, then, was the end of Arius.
阿里烏的結局便是如此。
1:494
καὶ οἱ περὶ Εὐσέβιον μεγάλως αἰσχυνθέντες ἔθαψαν τὸν ὁμόφρονα ἑαυτῶν·
And Eusebius and his party, overwhelmed with shame, buried their like-minded companion.
歐西比烏一黨人大感羞愧,便將這位與他們同心之人安葬了。
1:495
ὁ δὲ μακαρίτης Ἀλέξανδρος χαιρούσης τῆς ἐκκλησίας τὴν σύναξιν ἐπετέ λεσεν ἐν εὐσεβείᾳ καὶ ὀρθοδοξίᾳ, σὺν πᾶσι τοῖς ἀδελφοῖς εὐχόμενος καὶ δοξάζων μεγάλως τὸν θεόν, οὐχ ὡς ἐπιχαίρων τῷ θανάτῳ, μὴ γένοιτο·
But the blessed Alexander, with the Church rejoicing, completed the assembly in piety and orthodoxy, praying together with all the brethren and greatly glorifying God — not as one exulting over the death, God forbid;
而已蒙福的亞歷山大,在教會歡欣之際,以敬虔與正統完成了聚會,與眾弟兄一同祈禱,大大榮耀神——並非因這死亡而幸災樂禍,斷乎不是;
1:496
πᾶσι γὰρ ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθα νεῖν, ἀλλ' ὅτι τοῦτο ὑπὲρ τὰς ἀνθρώπων κρίσεις ἐδείχθη
for it is appointed unto all men once to die; but because this was shown to be beyond human judgments.
因為按著定命,人人都有一死;只是此事被顯明為超乎人間的裁斷之上。
1:497
αὐτὸς γὰρ ὁ κύριος, δικάσας ταῖς ἀπειλαῖς τῶν περὶ Εὐσέβιον καὶ τῇ εὐχῇ Ἀλεξάνδρου, κατέκρινε τὴν Ἀρειανὴν αἵρεσιν, δείξας αὐτὴν ἀναξίαν οὖσαν τῆς ἐκκλησιαστικῆς κοινωνίας καὶ πᾶσι φανερώσας ὅτι, κἂν παρὰ βασιλέως καὶ πάντων ἀνθρώπων ἔχῃ τὴν μαρτυρίαν καὶ τὴν προστασίαν, ἀλλὰ παρ' αὐτῆς τῆς ἀληθείας κατεκρίθη. Τοιαῦτα τῶν πονηρῶν σπερμάτων ὁ Ἄρειος δρεψάμενος δράγ ματα καὶ τῶν ἐσομένων κολαστηρίων ἰδὼν τὰ προαύλια, τῆς οἰκείας ἀσεβείας διὰ τῆς τιμωρίας κατηγόρει
For the Lord himself, judging between the threats of Eusebius and his party and the prayer of Alexander, condemned the Arian heresy, showing it to be unworthy of the communion of the Church, and making manifest to all that, even though it had the testimony and patronage of the emperor and of all men, yet it was condemned by truth itself. Such were the sheaves that Arius reaped from his wicked seeds, and having seen the vestibule of the punishments that were to come, he accused his own impiety through the very penalty he suffered.
因為主自己,在歐西比烏一黨人的威嚇與亞歷山大的祈禱之間作出裁斷,定了亞流異端的罪,顯明它是不配得教會之團契的,並向眾人昭示:縱然它得著皇帝及眾人的見證與庇護,卻仍被真理本身所定罪。阿里烏就這樣從他所播下的惡種中收割了如此的禾捆;他既已窺見將來刑罰的前庭,便藉著他所受的懲處,控訴了他自己的不敬虔。
1:498
Ἐγὼ δὲ ἐπὶ τὴν τῆς βασιλικῆς εὐσεβείας διήγησιν τρέψομαι
But I will now turn to the narrative of the emperor's piety.
但我現在要轉向敘述皇帝的敬虔了。
1:499
πᾶσι γὰρ τοῖς ὑπὸ τὴν Ῥωμαίων τελοῦσιν ἡγεμονίαν ἐπέστειλε δή μοις, τῆς μὲν προτέρας αὐτοὺς ἐξαπάτης ἀπαλλαγῆναι παρεγγυῶν, τὴν δὲ τοῦ σωτῆρος ἡμῶν μεταμαθεῖν διδασκαλίαν προτρέπων καὶ ἐπὶ ταύτην ἅπαντας τὴν ἀλήθειαν ξεναγῶν
For he sent letters to all the peoples subject to the rule of the Romans, urging them to be freed from their former deception, and exhorting them to learn afresh the teaching of our Savior, and guiding them all as strangers into this, the truth.
因為他致函於凡臣服在羅馬人統治之下的萬民,勸諭他們當脫離先前的迷惑,並勉勵他們重新學習我等救主的教訓,引領他們眾人如客旅一般,進入這真理之中。
1:500
τοὺς δέ γε κατὰ πόλιν ἐπισκόπους ἐπὶ τὰς τῶν ἐκκλησιῶν οἰκοδομίας διήγειρεν, οὐ γράμμασι μόνοις ἐπὶ τοῦτο προτρέπων, ἀλλὰ καὶ χρήματα φιλοτίμως δωρού μενος καὶ τὰ τῆς οἰκοδομίας δαπανήματα χορηγῶν
He also stirred up the bishops in each city to the building of churches, not only exhorting them to this by letters, but also generously bestowing money and providing the expenses for the building.
他又激勵各城的主教興建教堂,不僅以書信勸勉此事,更慷慨地賜予錢財,供給建造所需的一切費用。
1:501
δηλοῖ δὲ καὶ τὰ γραφέντα, τοῦτον ἔχοντα τὸν τρόπον·
What he wrote makes this clear, and runs as follows.
他所寫的書信足以清楚說明這一點,其內容如下。
1:502
Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ
Victor Constantine, Greatest Augustus, to Eusebius.
得勝者君士坦丁,至大之奧古斯都,致歐西比烏。
1:503
Ἕως τοῦ παρόντος χρόνου τῆς ἀνοσίου βουλήσεως καὶ τυραννί δος τοὺς ὑπηρέτας τοῦ σωτῆρος θεοῦ διωκούσης, πεπίστευκα καὶ ἀκριβῶς ἐμαυτὸν πέπεικα πασῶν τῶν ἐκκλησιῶν τὰ ἔργα ἢ ὑπὸ ἀμελείας διεφθάρθαι ἢ φόβῳ τῆς ἐπικειμένης ἀδικίας ἐλάττονα τῆς ἀξίας γεγενῆσθαι, ἀδελφὲ προσφιλέστατε
Up to the present time, while the unholy will and tyranny were persecuting the servants of God our Savior, I have believed, and have thoroughly persuaded myself, most beloved brother, that the works of all the churches had either been ruined through neglect, or had become inferior to their worth through fear of the impending injustice.
直到此刻為止,由於那不聖潔的意志與暴政一直迫害著我等救主神的僕人們,我一直相信,並且徹底說服了自己,最親愛的弟兄啊,凡教會的一切工程,若非因疏於管理而毀壞,便是因懼於逼近的不義而遠遜其應有之價值。
1:504
νυνὶ δὲ τῆς ἐλευθερίας ἀποδοθείσης καὶ τοῦ δράκοντος ἐκείνου ἀπὸ τῆς τῶν κοινῶν διοι κήσεως θεοῦ τοῦ μεγίστου προνοίᾳ ἡμετέρᾳ δὲ ὑπηρεσίᾳ διωχθέντος, ἡγοῦμαι καὶ πᾶσι φανερὰν γεγενῆσθαι τὴν θείαν δύναμιν, καὶ τοὺς ἢ φόβῳ ἢ ἀπιστίᾳ ἢ ἁμαρτήμασί τισι περιπεσόντας ἐπιγνόντας τε τὸν ὄντως ὄντα ἥξειν ἐπὶ τὴν ἀληθῆ καὶ ὀρθὴν τοῦ βίου κατά στασιν
But now that liberty has been restored, and that dragon has been driven away from the administration of public affairs by the providence of the greatest God and by our ministry, I consider that the divine power has become manifest to all, and that those who fell into either fear or unbelief or certain sins will, upon recognizing him who truly is, come to the true and right ordering of their life.
然而如今,自由既已恢復,那條巨龍也藉著至大神的護理與我等之效力,已被逐出公共事務的治理之外,我認為神的大能已向眾人彰顯,凡那些陷於恐懼、不信、或某些罪過的人,一旦認識了那真實存在者,就必將歸向那真實而正直的生活秩序。
1:505
ὅσων τοίνυν ἢ αὐτὸς προΐστασαι ἐκκλησιῶν ἢ ἄλλους τοὺς κατὰ τόπον προϊσταμένους ἐπισκόπους πρεσβυτέρους τε ἢ διακόνους οἶσθα, ὑπόμνησον σπουδάζειν περὶ τὰ ἔργα τῶν ἐκκλησιῶν, ἢ ἐπαν ορθοῦσθαι τὰ ὄντα ἢ εἰς μείζονα αὔξειν ἢ ἔνθα ἂν ἡ χρεία ἀπαιτῇ καινὰ ποιεῖν
As for whatever churches, then, you yourself preside over, or know of others — bishops, presbyters, or deacons — who preside over them locally, remind them to be diligent about the works of the churches, either by restoring what already exists, or by enlarging it, or, wherever need requires, by making new buildings.
所以,無論是你自己所主理的教會,或是你所知曉的其他由主教、長老或執事在各地所主理的教會,都當提醒他們要殷勤致力於教會的工程,或修復現有的建築,或加以擴建,或在需要之處,興建新的建築。
1:506
αἰτήσεις δὲ καὶ αὐτὸς καὶ διὰ σοῦ οἱ λοιποὶ τὰ ἀναγ καῖα παρά τε τῶν ἡγεμονευόντων καὶ τῆς ἐπαρχικῆς τάξεως
And you yourself, as well as the rest through you, shall request the necessary things from the provincial governors and from the prefectural staff.
而你自己,以及其餘經由你之人,都應向各地方官長及行省官署求取所需之物。
1:507
τού τοις γὰρ ἐπεστάλη πάσῃ σπουδῇ ἐξυπηρετήσασθαι τοῖς ὑπὸ τῆς σῆς ὁσιότητος λεγομένοις
For they have been instructed to render service with all diligence to whatever your holiness may direct.
因為他們已受指示,凡你的聖德所吩咐之事,都要盡心竭力地予以協助。
1:508
ὁ θεὸς διαφυλάξει σε, ἀδελφὲ ἀγαπητέ. Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐκκλησιῶν οἰκοδομίας πρὸς τοὺς καθ' ἑκάστην ἐπαρχίαν ἐπισκόπους ἐπέστειλεν
God preserve you, beloved brother. This, then, is what he wrote to the bishops in each province concerning the building of churches.
願神保守你,親愛的弟兄。這便是他致函於各行省主教,論及教堂建造之事所寫的內容。
1:509
ὁποῖα δὲ καὶ περὶ τῆς τῶν ἱερῶν βιβλίων κατασκευῆς πρὸς Εὐσέβιον ἔγραψε τὸν Πα λαιστῖνον ἐξ αὐτῶν τῶν γραμμάτων καταμαθεῖν εὐπετές
And as for what he wrote to Eusebius of Palestine concerning the preparation of the sacred books, it is easy to learn from the letter itself.
至於他致函巴勒斯坦的歐西比烏,論及聖書之預備一事所寫的內容,則可從那封書信本身輕易得知。
1:510
Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Εὐσεβίῳ
Victor Constantine, Greatest Augustus, to Eusebius.
得勝者君士坦丁,至大之奧古斯都,致歐西比烏。
1:511
Κατὰ τὴν ἐπώνυμον ἡμῖν πόλιν, τῆς τοῦ σωτῆρος θεοῦ συν αιρομένης προνοίας, μέγιστον πλῆθος ἀνθρώπων τῇ ἁγιωτάτῃ ἐκ κλησίᾳ ἀνατέθεικεν ἑαυτό, ὡς πάντων ἐκεῖσε πολλὴν λαβόντων αὔξησιν σφόδρα ἄξιον καταφαίνεσθαι καὶ ἐκκλησίας ἐν αὐτῇ κατα σκευασθῆναι πλείους
In the city that bears our name, by the cooperating providence of God our Savior, a very great multitude of people has dedicated itself to the most holy church, so that, as all things there have received great increase, it appears altogether fitting that more churches also be constructed in it.
在以我等之名為名的那座城中,蒙我等救主神護理的協助,極大數量的民眾已將自己奉獻歸屬於這至聖的教會;既然那裡的一切都獲得了如此大的增長,那麼在其中再興建更多的教堂,就顯得極為合宜了。
1:512
τοιγάρτοι δέδεξο προθυμότατα τὸ δόξαν τῇ ἡμετέρᾳ προαιρέσει
Do you, therefore, receive most readily what has seemed good to our purpose.
所以,凡我等心意所定意之事,願你極其樂意地領受。
1:513
τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύ σειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις
It has seemed proper to signify to your prudence that you should order fifty volumes, with ornamental leather bindings, easily legible and conveniently portable, to be written on prepared parchment by skillful calligraphers thoroughly trained in the art — volumes, namely, of the divine Scriptures, the provision and use of which you know to be most necessary for the instruction of the Church.
你當命令善於書寫、精通此藝的抄寫匠人謄寫,此事想必已昭示你的明智——也就是說,你深知那神聖經卷的預備與使用,對教會的教導而言是至為必要的。
1:514
ἀπέσταλται δὲ γράμματα παρὰ τῆς ἡμετέρας ἡμερότητος πρὸς τὸν τῆς διοικήσεως καθολικόν, ὅπως ἂν πάντα τὰ πρὸς τὴν ἐπισκευὴν αὐτῶν ἐπιτήδεια παρασχεῖν φροντίσειεν
Letters have also been sent from our clemency to the financial administrator of the diocese, that he take care to furnish all things necessary for their preparation.
我等仁慈之心已另致函於該行政區之財務總監,令其留意供給備辦此事所需的一切用品。
1:515
ἵνα γὰρ ὡς τάχιστα τὰ γραφέντα σωμάτια κατασκευασθείη, τῆς σῆς ἐπιμελείας ἔργον τοῦτο γενήσεται
For it shall be the work of your diligence that the volumes ordered be prepared as speedily as possible.
因為要使這所吩咐謄寫的卷冊得以盡速備妥,此乃你之殷勤所當成就之工作。
1:516
καὶ γὰρ δύο δημοσίων ὀχημάτων ἐξουσίαν εἰς διακομιδὴν ἐκ τῆς αὐθεντίας τοῦ γράμματος ἡμῶν τούτου λαβεῖν σε προσήκει
And indeed it is fitting that you receive, by the authority of this our letter, the use of two public conveyances for transport.
又當按著我等此函之權柄,領受兩輛公家車輛之使用,以供運輸之需,此事實屬合宜。
1:517
οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας
For thus above all the fair copies, once written, may most easily be conveyed even to our own presence, this task being fulfilled by one, namely, of the deacons of your church, who, when he arrives before us, shall experience our benevolence.
因為如此一來,那些謄寫工整的抄本便能極為便捷地被運送至我等御前——此事將由你教會中的一位執事來完成,他一旦到達我等面前,便必蒙受我等之恩慈。
1:518
ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ. Ἱκανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριῶσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεὺς πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν
God preserve you, beloved brother. These things, then, are sufficient to prove — or rather, to teach clearly — how the all-glorious emperor turned all his zeal toward divine matters.
願神保守你,親愛的弟兄。這些便足以證明——或者說,足以清楚教示——這位備受讚譽的皇帝是如何將他所有的熱忱轉向了神聖之事。
1:519
Προσθήσω δὲ ὅμως τοῖς εἰρημένοις τὰ περὶ τὸν σωτήριον αὐτῷ τάφον κατωρθωμένα
Yet I will add, to what has been said, the things accomplished by him concerning the Savior's tomb.
然而,除了以上所述之外,我還要再補述他就救主之墓所成就的事。
1:520
μαθὼν γὰρ ὡς οἱ κορυβαντιῶντες καὶ περὶ τὴν τῶν εἰδώλων θεραπείαν βεβακχευμένοι τὸν μὲν δεσποτικὸν κατέ χωσαν τάφον, λήθῃ παραδοῦναι φιλονεικοῦντες τῆς σωτηρίας τὴν μνήμην, ἐπὶ τούτῳ δὲ νεὼν τῆς ἀκολάστου δαίμονος ἐδομήσαντο, ταῖς παρθενικαῖς ὠδῖσιν ἐπιτωθάζοντες, καταλυθῆναι μὲν προσέταξε τὸ μυσαρὸν οἰκοδόμημα, τὸν δὲ χοῦν ἐκεῖνον τὸν ἐναγέσι μολυνθέντα θυσίαις ἐκφορηθῆναι καὶ πόρρω που ῥιφῆναι τοῦ ἄστεος, εἶτα νεὼν οἰκοδομηθῆναι μέγιστόν τε καὶ κάλλιστον
For upon learning that those frenzied ones who were in bacchic revelry over the worship of idols had buried the tomb of the Master, striving to consign to oblivion the memory of the salvation wrought there, and upon that spot had built a temple of a licentious demon, mocking as it were the pangs of the Virgin, he commanded that the abominable building be demolished, and that the earth polluted by the accursed sacrifices be carried off and cast far away from the city, and that thereafter a temple be built, the greatest and most beautiful of all.
因為當他得知那些為著偶像崇拜而如酒神信徒般癲狂之人,曾將主人的墳墓掩埋,一心欲使那救恩之地的記憶湮沒無聞,並且在那地方建了一座淫邪鬼魔的廟宇,藉以嘲弄童貞女的產難之時,他便下令,將那可憎的建築拆毀,把那被邪祭所玷污的泥土運走,遠遠拋棄於城外,然後在那裡建造一座至大至美的聖殿。
1:521
δηλοῖ δὲ ταῦτα σαφέ στερον ἡ ἐπιστολὴ ἣν πρὸς τὸν πρόεδρον τῆς ἐκκλησίας ἐκείνης ἐπέστειλεν
This is made clearer by the letter which he sent to the president of that church.
他致函那教會之主教的書信,將此事說明得更為清楚。
1:522
Μακάριος δὲ ἦν οὗτος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν, ὃς καὶ τῆς μεγάλης κεκοινωνήκει συνόδου καὶ τὴν Ἀρείου σὺν τοῖς ἄλλοις κατηγωνίσατο βλασφημίαν
Now this was Macarius, of whom we have made mention before, who both had taken part in the great council and, together with the others, had contended against the blasphemy of Arius.
此人便是馬迦流,我等先前已曾提及——他既曾參與那大公會議,又與眾人一同,力抗阿里烏的褻瀆之言。
1:523
Νικητὴς Κωνσταντῖνος Μέγιστος Σεβαστὸς Μακαρίῳ
Victor Constantine, Greatest Augustus, to Macarius.
得勝者君士坦丁,至大之奧古斯都,致馬迦流。
1:524
Τοσαύτη τοῦ σωτῆρος ἡμῶν ἐστιν ἡ χάρις ὡς μηδεμίαν λόγων χορηγίαν τοῦ παρόντος θαύματος ἀξίαν εἶναι δοκεῖν
So great is the grace of our Savior that no supply of words seems adequate to the present wonder.
我等救主的恩典是如此浩大,以致任何言辭之豐富,似乎皆不足以描述當前的這一奇事。
1:525
τὸ γὰρ γνώ ρισμα τοῦ ἁγιωτάτου ἐκείνου πάθους ὑπὸ τῇ γῇ πάλαι κρυπτόμενον τοσαύταις ἐτῶν περιόδοις λαθεῖν, ἄχρις οὗ διὰ τῆς τοῦ κοινοῦ πάν των ἐχθροῦ ἀναιρέσεως ἐλευθερωθεῖσι τοῖς ἑαυτοῦ θεράπουσιν ἀνα λάμπειν ἔμελλε, πᾶσαν ἔκπληξιν ὡς ἀληθῶς ὑπερβαίνει
For that the token of that most holy Passion, long hidden beneath the earth, should have remained unknown through so many revolutions of years, until, after the destruction of the common enemy of all, it was destined to shine forth again to his own servants once they were set free — this truly surpasses all astonishment.
那至聖苦難的記號,長久隱藏於地底之下,歷經如此多年的流轉而不為人所知,直到那眾人共同的仇敵被消滅之後,方才要向其僕人重現光輝——他們既已重獲自由——此事實在超乎一切驚異之上。
1:526
εἰ γὰρ πάντες οἱ διὰ πάσης τῆς οἰκουμένης εἶναι δοκοῦντες σοφοὶ εἰς ἓν καὶ τὸ αὐτὸ συνελθόντες ἄξιόν τι τοῦ πράγματος ἐθέλωσιν εἰπεῖν, οὐδ' ἂν πρὸς τὸ βραχύτατον ἁμιλληθῆναι δυνήσονται
For if all who are reputed to be wise throughout the whole world were to come together as one, and were willing to say something worthy of the matter, they would not be able to rival even the smallest part of it.
因為即便普天之下所有被視為智慧之人聚集為一,欲論說出配得此事之言,他們仍舊無法企及此事之至微一分。
1:527
ἐπὶ τοσοῦτον πᾶσαν ἀνθρωπίνου λογισμοῦ χωρητικὴν φύσιν ἡ τοῦ θαύματος τούτου πίστις ὑπερβαίνει ὅσῳ τῶν ἀνθρωπίνων τὰ οὐράνια συνέ στηκεν εἶναι δυνατώτερα
For the assurance of this wonder surpasses every capacity of human reasoning to the same degree by which heavenly things are established as more powerful than human things.
因為此奇事之信實,超乎人類理性一切領悟之能,正如天上之事恆較人間之事更為大能一般。
1:528
διὰ τοῦτο γοῦν οὗτος ἀεὶ καὶ πρῶτος καὶ μόνος ἐστί μοι σκοπός, ἵν' ὥσπερ ἑαυτὴν ὁσημέραι καινοτέροις θαύ μασιν ἡ τῆς ἀληθείας πίστις ἐπιδείκνυσιν, οὕτως καὶ αἱ ψυχαὶ πάν των ἡμῶν περὶ τὸν ἅγιον νόμον σωφροσύνῃ καὶ ὁμογνώμονι προ θυμίᾳ σπουδαιότεραι γίγνωνται
For this reason, then, this alone is ever my first and only aim: that just as the faith of the truth day by day shows itself forth by ever newer wonders, so too the souls of us all may become more zealous concerning the sacred law, with sobriety and united eagerness.
因此,這件事始終是我唯一的、也是首要的心志:就如真理的信仰日日藉著愈新的奇事顯明自己一般,願我等眾人的靈魂,也都能以節制與同心的熱忱,對那神聖的律法愈發殷勤起來。
1:529
ὅπερ ἐπειδὴ πᾶσιν εἶναι νομίζω φανερόν, ἐκεῖνο μάλιστά σε πεπεῖσθαι βούλομαι, ὡς ἄρα πάντων μοι μᾶλλον μέλει ὅπως τὸν ἱερὸν ἐκεῖνον τόπον, ὃν θεοῦ προστάγ ματι αἰσχίστης εἰδώλου προσθήκης ὥσπερ τινὸς ἐπικειμένου βάρους ἐκούφισα, ἅγιον μὲν ἐξ ἀρχῆς θεοῦ κρίσει γεγενημένον, ἁγιώτερον δὲ ἀποφανθέντα ἀφ' οὗ τὴν τοῦ σωτηρίου πάθους πίστιν εἰς φῶς προήγαγεν, οἰκοδομημάτων κάλλει κοσμήσωμεν
Since I believe this to be manifest to all, I especially wish you to be persuaded of this one thing: that above all else I am concerned that we should adorn with the beauty of buildings that sacred place, which, at God's command, I have relieved of the most shameful addition of an idol, as of some burdensome weight lying upon it — a place holy from the beginning by God's judgment, but declared more holy still from the time he brought forth to light the assurance of the Savior's Passion.
既然我相信這一點對眾人已是顯而易見的,我特別希望你能確信這一件事:我最為關切的,莫過於我們當以建築之美,來裝飾那聖地——這聖地,我遵照神的旨意,已將那可恥至極、如重擔般加在其上的偶像之添建物除去;此地起初便因神的判斷而聖潔,而自從祂使那救主苦難之信實彰顯於光明之時起,此地更被宣告為愈加聖潔。
1:530
Προσήκει τοίνυν τὴν σὴν ἀγχίνοιαν οὕτως διατάξαι τε καὶ ἑκάστου τῶν ἀναγκαίων ποιήσασθαι πρόνοιαν, ὡς οὐ μόνον βασιλι κὴν τῶν πανταχοῦ βελτίονα, ἀλλὰ καὶ τὰ λοιπὰ τοιαῦτα γενέσθαι ὡς πάντα τὰ ἐφ' ἑκάστης καλλιστεύοντα πόλεως ὑπὸ τοῦ κτίσματος τούτου νικᾶσθαι
It is fitting, then, that your sagacity should so arrange matters, and take such forethought for each of the necessary things, that not only should the basilica be finer than any elsewhere, but also that all the rest should be such that all the finest works in every city may be surpassed by this edifice.
所以,你的睿智當如此籌劃安排,並為每一項必要之事預作籌謀,使得不僅這座大殿要勝過各處一切建築,並且其餘的一切也要如此,使得各城中一切最為華美的作品,都要被這座建築所超越。
1:531
ἐργάτας καὶ πάντα ὅσα περὶ τὴν οἰκο δομὴν ἀναγκαῖα τυγχάνειν παρὰ τῆς σῆς καταμάθοιεν ἀγχινοίας, παραχρῆμα διὰ τῆς ἐκείνων προνοίας ἀποσταλῆναι
As for workmen and all things necessary for the building, take care that, as soon as your sagacity ascertains what is needed, these be sent immediately, through their forethought.
至於工匠以及建造所需的一切,你的睿智一旦查明所需,便當留意藉由他們的籌劃,立即派遣送達。
1:532
περὶ δὲ τῶν κιόνων εἴτ' οὖν μαρμάρων, ἃ δἂν νομίσειας εἶναι τιμιώτερά τε καὶ χρησιμώτερα, αὐτὸς συνόψεως γενομένης πρὸς ἡμᾶς γράψαι σπούδα σον, ἵν' ὅσων δἂν καὶ ὁποίων χρείαν εἶναι διὰ τοῦ σοῦ γράμματος ἐπιγνῶμεν, ταῦτα πανταχόθεν μετενεχθῆναι δυνηθῇ·
And concerning the columns or marbles, whichever you may judge to be more precious and more useful, do you yourself, after a personal survey, take care to write to us, in order that, as many and of whatever kind as we may learn through your letter to be needed, these may be able to be brought from every quarter;
至於那些柱子或大理石,凡你認為更為貴重、更為實用者,你自己親往勘察之後,務要用心致函於我等,使我等一旦藉著你的書信得知所需之數量與種類,便能從四面八方將其運來;
1:533
τὸν γὰρ τοῦ κόσμου θαυμασιώτερον τόπον κατ' ἀξίαν φαιδρύνεσθαι δίκαιον
for it is right that the most wondrous place in the world be adorned in a manner worthy of it.
因為世間最奇妙之地,理應以配得其身分之方式而得裝飾,這是理所當然的。
1:534
Τὴν δὲ τῆς βασιλικῆς καμάραν, πότερον λακωναρίαν ἢ διά τινος ἑτέρας ἐργασίας γενέσθαι δοκεῖ, παρὰ σοῦ γνῶναι βούλομαι ( εἰ γὰρ λακωναρία μέλλοι εἶναι, δυνήσεται καὶ χρυσῷ καλλωπισθῆναι τὸ λειπόμενον), ἵνα ἡ σὴ ὁσιότης τοῖς προειρημένοις δικασταῖς ᾗ τάχος γνωρισθῆναι ποιήσῃ ὅσων τε καὶ ἐργατῶν καὶ τεχνιτῶν καὶ ἀναλω μάτων χρεία·
As for the vault of the basilica — whether it seems best that it be coffered, or made by some other kind of work — I wish to know from you (for if it is to be coffered, the rest of it can also be adorned with gold), so that your holiness may as quickly as possible make known to the aforementioned officials how many workmen and craftsmen, and what expenses, are needed.
至於大殿的圓頂,究竟以格子藻井為宜,抑或以其他工法製成,我願得知你的意見(因為若是格子藻井,其餘部分亦可飾以黃金),以使你的聖德得以盡速將所需工匠、匠師及費用之數,告知前述之官員。
1:535
ἃ καὶ πρὸς ἐμὲ εὐθέως ἀνενεγκεῖν σπούδασον, οὐ μόνον περὶ τῶν μαρμάρων τε καὶ κιόνων, ἀλλὰ καὶ περὶ τῶν λακω ναριῶν, εἴ γε τοῦτο κάλλιον ἐπικρίνειας
These matters also be careful to report to me at once — not only concerning the marbles and the columns, but also concerning the coffered ceiling, if indeed you should judge this to be the finer choice.
亦望你留心即刻向我稟報這些事——不僅是有關大理石與柱子之事,也包括有關格子藻井之事,倘若你確實判定此為更佳之選擇的話。
1:536
ὁ θεός σε διαφυλάξει, ἀδελφὲ ἀγαπητέ. Τούτοις τοῖς γράμμασιν οὐκ ἄλλος τις διηκόνησεν ἀλλ' αὐτὴ τοῦ βασιλέως ἡ μήτηρ, ἡ καλλίπαις ἐκείνη καὶ παρὰ πάντων ᾀδομένη τῶν εὐσεβῶν, ἡ τὸν μέγαν τοῦτον φωστῆρα τεκοῦσα καὶ τὴν τῆς εὐσεβείας αὐτῷ προσενεγκοῦσα τροφήν, αὕτη τῶν τῆς ὁδοιπορίας πόνων ἀνασχομένη καὶ τοῦ γήρως οὐ λογισαμένη τὰ πάθη·
God preserve you, beloved brother. This letter was conveyed by no other than the emperor's own mother, that mother of a fair child, celebrated by all the pious, who bore this great luminary and provided him with the nourishment of piety — she, having endured the toils of the journey and taken no account of the infirmities of old age.
願神保守你,親愛的弟兄。此函之送達,並非假手他人,而是由皇帝的母親親自帶來——她乃是那生育佳子、備受眾敬虔之人歌頌的母親,是誕育了這位偉大明燈、並將敬虔的乳養哺育給他的人;她甘願忍受長途跋涉之勞苦,全不計較年邁之衰弱。
1:537
πρὸ γὰρ ὀλίγου τῆς τελευτῆς τὴν ἀποδημίαν ταύτην ἐστείλατο, ὀγδοηκον τοῦτις δὲ τὸ τέρμα τοῦ βίου κατείληφεν
For a little before her death she undertook this journey, and at eighty years of age she reached the end of her life.
因為在她逝世前不久,她便啟程作此遠行;而她在八十歲之時,走到了人生的終點。
1:538
ἐπειδὴ δὲ τὸ χωρίον εἶδεν ἐκεῖνο τὸ τῆς κοινῆς σωτηρίας τὰ πάθη δεξάμενον, εὐθὺς μὲν τὸν μυσαρὸν ἐκεῖνον νεὼν καταλυθῆναι καὶ τὸν χοῦν ἐκφορηθῆναι προσ έταξε
And when she saw that place which had received the sufferings of the common salvation, she immediately commanded that the abominable temple be demolished and the earth carried away.
當她看見那接受了共同救恩之苦難的地方時,便立即下令將那可憎的廟宇拆毀,並將其中的泥土運走。
1:539
δήλου δὲ τοῦ κεκρυμμένου τάφου γεγενημένου, ὤφθησαν τρεῖς παρὰ τὸ μνῆμα τὸ δεσποτικὸν κατακεχωσμένοι σταυροί
And when the hidden tomb had thus been made manifest, three crosses were seen, buried beside the Master's sepulcher.
隱藏的墳墓既已顯露,便見有三個十字架,埋在主的墓旁。
1:540
καὶ ὅτι μὲν εἷς ἐκ τούτων ὁ τοῦ δεσπότου καὶ σωτῆρος ἡμῶν ἐτύγχανεν ὤν, οἱ δ' ἕτεροι τῶν σὺν αὐτῷ προσηλωθέντων λῃστῶν, ἀναμφι σβητήτως ἐπίστευον ἅπαντες·
And that one of these was that of our Master and Savior, while the other two were those of the robbers crucified with him, all believed without dispute;
眾人皆毫無疑議地相信,其中一個乃是我等主與救主的十字架,另外兩個則是與祂同釘的強盜之十字架;
1:541
ἠγνόουν δὲ ὅμως τὸν τῷ δεσποτικῷ πελάσαντα σώματι καὶ τοῦ τιμίου αἵματος τὴν λιβάδα δεξάμενον
yet they did not know which had touched the Master's body and received the flow of the precious blood.
然而他們卻不知道哪一個曾與主的身體相接,並承受了那寶血之流。
1:542
ἀλλ' ὁ σοφώτατος ἐκεῖνος καὶ θεῖος ὄντως Μακάριος ὁ τῆς πόλεως πρόεδρος τοιῷδε πόρῳ τὴν ἀπορίαν διέλυσε
But that most wise and truly divine Macarius, the president of the city, resolved the difficulty by the following means.
但那位極有智慧、實在敬虔的城中主教馬迦流,卻以如下之法解決了這疑難。
1:543
γυναικὶ γὰρ περιφανεῖ, νόσῳ κατεχομένῃ μακρᾷ, ἕκαστον τῶν σταυρῶν ἐκείνων μετὰ προσ ευχῆς σπουδαίας προσενεγκὼν ἔγνω τοῦ σωτηρίου σταυροῦ τὴν δύναμιν
For to a certain woman of distinction, held fast by a long-standing disease, he brought each of those crosses in turn, with earnest prayer, and thus came to know the power of the saving cross.
他將那些十字架逐一,帶到一位身患久病的顯貴婦人跟前,並以懇切的禱告祈求,藉此便得以認出那救主十字架的能力。
1:544
παραυτίκα γὰρ οὗτος τῷ γυναίῳ πελάσας τὴν χαλεπὴν ἐκείνην ἐξ ήλασε νόσον καὶ τὴν ἄνθρωπον ἀπέφηνεν ὑγιᾶ
For as soon as this one touched the woman, it drove out that grievous disease and restored the woman to health.
因為這一個十字架一經觸及那婦人,便立即驅除了那沉重的疾病,使那婦人恢復了健康。
1:545
Οὕτω δὴ τοῦ βασιλέως ἡ μήτηρ μαθοῦσα τὸ ποθούμενον, τῶν μὲν ἥλων τὰ μὲν εἰς τὸ βασιλικὸν ἐνέβαλε κράνος, τῆς τοῦ παιδὸς κεφαλῆς προμηθουμένη, ἵνα τὰ τῶν πολεμίων ἀποκρούηται βέλη·
When the emperor's mother had thus learned that which she desired, she put some of the nails into the royal helmet, taking forethought for her son's head, that it might turn aside the weapons of the enemies;
皇帝的母親既已如此得知她所渴求的答案,便將那些釘子中的一些嵌入御盔之中,為她兒子的頭顱預作籌謀,使其得以擋避敵人的兵刃;
1:546
τὰ δὲ τῷ τοῦ ἵππου ἀνέμιξε χαλινῷ, καὶ ἀσφάλειαν μηχανωμένη τῷ βασιλεῖ καὶ παλαιᾷ προφητείᾳ πέρας ἐπιτιθεῖσα
and others she wove into the horse's bridle, both devising security for the emperor, and bringing to fulfillment an ancient prophecy.
又將另一些嵌入馬的轡頭之中,既為皇帝設想安全之計,也應驗了古時的一則預言。
1:547
πόρρωθεν γὰρ Ζαχαρίας ὁ προφήτης ἐβόα·
For long before, the prophet Zechariah had cried out:
因為在遙遠的往昔,先知撒迦利亞早已宣告道:
1:548
καὶ ἔσται τὸ ἐπὶ τοῦ χαλινοῦ ἅγιον τῷ κυρίῳ παντοκράτορι
(en already correct: "And what is upon the bridle shall be holy to the Lord Almighty.")
「馬勒(嚼子)上必歸耶和華為聖。」
1:549
τοῦ δὲ σωτηρίου σταυροῦ μοῖραν μέν τινα τοῖς βασιλείοις ἀπένειμε, τῷ δὲ λοιπῷ θήκην ἐξ ὕλης ἀργύρου ποιησαμένη τῷ τῆς πόλεως δέδωκεν ἐπισκόπῳ, φυλάτ τειν παρεγγυήσασα ταῖς ἔπειτα γενεαῖς τὰ τῆς σωτηρίας μνημόσυνα
And of the saving cross she assigned a portion to the imperial palace, while for the rest, having made a case of silver material, she gave it to the bishop of the city, charging him to preserve for future generations these memorials of salvation.
至於那救主的十字架,她將其中一部分分予皇宮,其餘部分則另製一銀質匣盒盛放,交予城中的主教,囑咐他為後世子孫保存這救恩的紀念物。
1:550
πάντοθεν δὲ δὴ παντοδαπῆς ὕλης τεχνίτας ἀγείρασα τοὺς μεγίστους ἐκείνους καὶ λαμπροτάτους νεὼς ἐδομήσατο
And gathering craftsmen skilled in every kind of material from every quarter, she built those greatest and most splendid temples.
她又從四面八方招聚精通各種材料的匠人,建造了那些至大至美的聖殿。
1:551
τὸ δὲ τούτων κάλλος καὶ μέγεθος ἐκφράσαι περιττὸν ἄγαν ὑπείληφα, πάντων ὡς ἔπος εἰπεῖν τῶν φιλοθέων ἐκεῖσε θεόντων καὶ θεωμένων τῶν ἔργων τὴν πολυτέλειαν
But to describe their beauty and magnitude I have judged altogether superfluous, since, so to speak, all who love God flock there and behold with their own eyes the sumptuousness of the works.
至於這些建築之美與其宏偉,我以為實在無需詳加描述,因為,可以說,凡愛神之人皆蜂擁而至,親眼目睹這些工程的豪華壯麗。
1:552
Πεποίηκε δὲ καὶ ἕτερον μνήμης ἄξιον ἡ πανεύφημος ἐκείνη καὶ ἀξιάγαστος βασιλίς
But that all-glorious and truly admirable empress also did another thing worthy of remembrance.
而這位備受讚譽、實在令人欽佩的皇后,還做了另一件值得紀念的事。
1:553
τὰς γὰρ διὰ βίου τὴν παρθενίαν ἀσκούσας συνα γείρασα πάσας καὶ ἐπὶ στιβάδων πολλῶν κατακλίνασα, αὐτὴ θερα παινίδος ἔργον ἐπλήρου, διακονοῦσα καὶ ὄψα παρατιθεῖσα καὶ κύ λικας ὀρέγουσα καὶ οἰνοχοοῦσα καὶ πρόχουν ἐπὶ λέβητος φέρουσα καὶ ὕδωρ ταῖς ἐκείνων χερσὶν ἐπιχέουσα
For having gathered together all the women who practiced virginity throughout their lives, and having made them recline upon many couches, she herself performed the work of a servant girl, waiting on them, setting food before them, offering cups and pouring wine, bringing a pitcher over a basin, and pouring water upon their hands.
因為她召集了所有終身守貞的婦女,讓她們一同斜倚在眾多的臥榻之上,而她自己則親自擔負起婢女的工作,服侍她們,為她們擺上食物,遞上杯盞,斟酒獻飲,端著盆上的水壺,親自為她們的手澆水。
1:554
ταῦτα καὶ τὰ τούτοις ὅμοια δράσασα ἐπανῆλθε μὲν πρὸς τὸν παῖδα, μετ' εὐθυμίας δὲ εἰς τὸν ἕτερον μετέστη βίον, πλεῖστα τῷ παιδὶ περὶ τῆς εὐσεβοῦς πολιτείας ἐντειλαμένη καὶ ταῖς ἐξιτηρίοις αὐτὸν ἐπικλύσασα εὐλογίαις
Having done this and other things like it, she returned to her son, and with good cheer departed to the other life, having given her son many injunctions concerning godly government, and overwhelming him with blessings at her departure.
行完這些以及與此類似的事之後,她便回到她兒子身邊,於安詳歡愉之中離世,轉入另一種生命;臨終之際,她給了她的兒子許多有關敬虔治國之囑咐,並以臨別的祝福澆灌他。
1:555
ἐκείνη μὲν οὖν καὶ μετὰ τὴν τελευτὴν τιμῆς τετύχηκεν ὁποίας τυχεῖν ἐχρῆν τὴν οὕτως ἐπιμελῶς καὶ θερμῶς τὸν τῶν ὅλων τεθερα πευκυῖαν θεόν
She, then, has obtained even after death the honor that was fitting for one who had so diligently and so ardently served the God of all.
她啊,即使在死後,也獲得了與她如此殷勤、如此熱切地事奉萬有之神相稱的尊榮。
1:556
Οἱ δὲ τῆς Ἀρείου συμμορίας τῶν παμπονήρων οὐκ ἐπελάθοντο βουλευμάτων
But those of the faction of Arius did not forget their most wicked designs.
然而阿里烏一黨之人,卻並未忘卻他們那極其邪惡的圖謀。
1:557
τούτου γὰρ δὴ ἕνεκα τῇ τῆς πίστεως ὁμολογίᾳ συνέ θεντο ταῖς χερσὶν ὡς ἂν τὰ κώδια περικείμενοι τὰ τῶν λύκων ἐργάσαιντο
For it was for this very reason that they had assented with their hands to the confession of faith, that, clothed as it were in the fleece of sheep, they might carry out the works of wolves.
正是為此緣故,他們才親手在信仰的宣告上表示了認同——好使他們得以披上羊皮的偽裝,行出豺狼的作為。
1:558
ὁ μὲν γὰρ θεῖος ἐκεῖνος Ἀλέξανδρος, ὁ τῇ προσευχῇ κατακοντίσας τὸν Ἄρειον ( τὸν Βυζάντιον λέγω, οὕτω γὰρ ἡ Κων σταντινούπολις κατ' ἐκεῖνον ὠνομάζετο τὸν καιρόν), εἰς τὸν ἀμείνω μετετέθη βίον·
For that divine Alexander who had, by his prayer, laid Arius low (I mean the Byzantine one, for so Constantinople was then called at that time) departed to the better life;
因為那位以禱告使阿里烏仆倒的神聖亞歷山大(我指的是拜占庭的亞歷山大,因為君士坦丁堡在那個時候正是以此為名)已經逝去,轉入了那更美好的生命;
1:559
Εὐσέβιος δὲ ὁ τῆς δυσσεβείας συνήγορος, μικρὰ φρον τίσας ὧν πρὸ βραχέος μετὰ τῶν ἄλλων ἀρχιερέων συνέγραψεν ὅρων, παραυτίκα τὴν Νικομήδειαν καταλιπὼν τὸν τῆς Κωνσταντινουπόλεως ἥρπασε θρόνον, ἄντικρυς τοῦ κανόνος ἐπισκόπους ὁμοῦ καὶ πρεσβυτέ ρους ἀπαγορεύοντος ἐξ ἑτέρας εἰς ἑτέραν μὴ μεταβαίνειν πόλιν
and Eusebius, the advocate of impiety, giving little heed to the definitions which he himself, together with the other bishops, had shortly before subscribed, immediately abandoned Nicomedia and seized the throne of Constantinople, in open defiance of the canon which forbids both bishops and presbyters alike from removing from one city to another.
而歐西比烏,這位不敬虔之事的辯護者,對他自己不久之前與其他主教們一同簽署的規條,全然置若罔聞,便立刻放棄了尼科米底亞,篡奪了君士坦丁堡的寶座,公然違背了那禁止主教及長老由一城遷往另一城的教規。
1:560
θαυ μαστὸν δὲ οὐδὲν τοὺς οὕτω κατὰ τῆς τοῦ μονογενοῦς μανέντας θεό τητος ἀδεῶς τοὺς ἄλλους παραβῆναι νόμους
And it is no wonder that those who had so madly raged against the divinity of the Only-begotten should transgress the other laws without fear.
而那些對獨生子的神性竟如此瘋狂悖逆之人,竟又毫無畏懼地違犯其他律法,這也就不足為奇了。
1:561
οὐ νῦν δὲ τοῦτο πρῶτον κεκαινοτόμηκεν, ἀλλὰ καὶ ἤδη πρότερον ταὐτὸ τοῦτο τε τόλμηκεν
But it is not now for the first time that he has introduced this innovation; rather, he had already dared to do this very same thing before.
然而,這並非他頭一次施行這樣的新奇之舉,早先他已曾膽敢做過同樣的事。
1:562
τὴν Βηρυτὸν γὰρ πάλαι πεπιστευμένος, εἰς τὴν Νικο μήδειαν μετεπήδησε·
For having long ago been entrusted with Berytus, he leapt over to Nicomedia;
他原先受託管理貝里托斯(Berytus),卻跳槽到尼科米底亞;
1:563
καὶ ταύτης δὲ μετὰ τὴν σύνοδον διὰ τὸ τῆς δυσσεβείας προφανὲς ἐξηλάθη, καὶ σὺν αὐτῷ Θεογόνιος ὁ Νικαίας
and from this see too, after the council, he was driven out because of the manifest impiety, and together with him Theognis of Nicaea.
大公會議之後,他又因其不敬虔昭然若揭而被逐出此地,與他一同被逐的還有尼西亞的提奧格尼烏斯。
1:564
καὶ τοῦτο δῆλον βασιλεὺς Κωνσταντῖνος διὰ γραμμάτων πεποίηκεν
And the emperor Constantine has made this clear by letters.
君士坦丁皇帝曾以書信闡明此事。
1:565
ἐγὼ δὲ τὸ τέλος τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ·
I will insert the conclusion of the letter into this history;
我將把這封信的結尾納入本書之中;
1:566
ἐπέστειλε δὲ ταῦτα Νικομηδεῦσι
He wrote the following to the people of Nicomedia:
他致函尼科米底亞人如下:
1:567
Τίς ἐστιν ὁ ταῦτα διδάξας οὕτως ἄκακον πλῆθος; Εὐσέβιος δηλαδὴ ὁ τῆς τυραννικῆς ὠμότητος συμμύστης
Who is it that has taught these things to so guileless a multitude? Eusebius, evidently, the partner in the tyrant's cruelty.
究竟是誰把這些事教導給如此純樸無害的群眾?顯然就是那與暴君殘酷同謀的優西比烏。
1:568
ὅτι γὰρ πανταχοῦ τοῦ τυράννου γεγένηται πρόσφυξ, πολλαχόθεν ἔστι συνορᾶν
For that he has everywhere been a devoted follower of the tyrant may be seen from many quarters.
因為他處處作暴君的黨羽,這一點從許多方面都可以看得出來。
1:569
τοῦτο μὲν γὰρ αἱ τῶν ἐπισκόπων σφαγαὶ διαμαρτύρονται, ἀλλὰ τῶν ἀληθῶς ἐπισκόπων·
For this, the slaughters of bishops bear witness — but of truly genuine bishops;
主教們的屠殺——真正主教們的屠殺——便可為此作證;
1:570
τοῦτο δὲ ἡ χαλεπωτάτη τῶν Χριστιανῶν ἐκδίωξις διαρ ρήδην βοᾷ
and this the most grievous persecution of the Christians proclaims outright.
而基督徒所遭受的那場最慘烈的迫害,也明明白白地為此見證。
1:571
οὐδὲν γὰρ περὶ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων νῦν ἐρῶ, δι' ὧν ὅτε μάλιστα αἱ τῶν ἐναντίων μερῶν ἐπραγματεύσαντο συνδρομαί, οὗτος καὶ ὀφθαλμοὺς κατασκόπους ἔπεμπε κατ' ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας
I will say nothing now about the outrages committed against me, in the course of which, especially when the conspiracies of the hostile factions were most at work, this man used to send spying eyes against me, and all but contributed armed assistance to the tyrant.
至於加諸我身上的種種侮辱,我如今暫且不談;當敵對黨派最積極策動陰謀之際,此人竟派遣密探窺伺我,幾乎就要向那暴君提供武裝的援助了。
1:572
μηδέ μέ τις οἰέσθω εἶναι πρὸς τὴν τούτων ἀπόδειξιν ἀπαράσκευον
And let no one suppose that I am unprepared to prove these things.
也切莫有人以為我對於證明這些事毫無準備。
1:573
ἔλεγχος γάρ ἐστιν ἀκριβής, ὅτι τοὺς πρεσβυτέρους καὶ τοὺς διακόνους τοὺς Εὐσεβίῳ παρεπομένους φανερῶς ὑπ' ἐμοῦ συνειλῆφθαι συνέστηκεν
For there is exact proof that the presbyters and deacons who attended upon Eusebius were manifestly seized by me — this stands established.
因為確有精確的證據可證明:那些追隨優西比烏的長老與執事,明明是被我親自拘捕的,此事鑿鑿可據。
1:574
ἃ νῦν οὐκ ἀγανακτήσεως ἕνεκεν, ἀλλ' εἰς ἐκείνων αἰσχύνην ὑπ' ἐμοῦ προενήνεκται
These things I have now set forth, not for the sake of indignation, but for their shame.
我如今提出這些事,並非出於憤慨,而是為使那些人蒙羞。
1:575
ἐκεῖνο μόνον δέδια, ἐκεῖνο διαλογίζομαι, ὅτι ὑμᾶς ὁρῶ πρὸς τὴν τοῦ ἐγκλήματος καλεῖσθαι κοινωνίαν
This alone I fear, this alone I ponder — that I see you being summoned to a share in the guilt.
我唯一所懼、唯一所思的,是我看見你們正被牽引,去分擔這罪咎。
1:576
διὰ γὰρ τῆς Εὐσεβίου ἀγωγῆς τε καὶ διαστροφῆς συν είδησιν τῆς ἀληθείας κεχωρισμένην εἰλήφατε
For through the guidance and perversion of Eusebius you have received a conscience cut off from the truth.
因為受了優西比烏的引導與扭曲,你們所得的良知已與真理相隔絕。
1:577
ἀλλ' ἔστιν οὐ βραδεῖα θεραπεία, εἴ γε ἐπίσκοπον πιστόν τε καὶ ἀκέραιον νῦν γοῦν λαβόντες πρὸς τὸν θεὸν ἀπίδητε·
But the remedy is not slow, if indeed, having now at last received a faithful and blameless bishop, you look toward God;
然而補救之方並不遲緩,只要你們如今終於得著一位信實無瑕的主教,仰望於神;
1:578
ὅπερ ἐπὶ τοῦ παρόντος ἐν ὑμῖν ἐστιν καὶ πάλαι ἐχρῆν τῆς ὑμετέρας κρίσεως ἠρτῆσθαι, εἰ μὴ ὁ προειρημένος Εὐσέβιος δίνῃ τῶν συλλαμβανομένων αὐτῷ ἐνταῦθα ἐληλύθει καὶ τὴν τῆς τάξεως ὀρθότητα ἀναισχύντως συνεπεπράχει
which is at present in your power, and ought long ago to have rested upon your own judgment, had not the aforesaid Eusebius come here in the whirl of those who conspired with him, and shamelessly helped to overturn the propriety of due order.
此事如今操之在你們,且原本早該取決於你們自己的判斷,若非前述的優西比烏隨著與他同謀之人的漩渦來到此地,並恬不知恥地合謀敗壞了正當程序的規矩。
1:579
Ἀλλ' ἐπειδὴ περὶ αὐτοῦ τοῦ Εὐσεβίου πρὸς τὴν ὑμετέραν ἀγά πην ὀλίγα προσῆκε φράσαι, μέμνηται ἡ ὑμετέρα ἀνεξικακία ἐπὶ τῆς Νικαέων πόλεως γεγενῆσθαι σύνοδον, ᾗ καὶ αὐτὸς ἐγὼ πρεπόντως τῇ τῆς ἐμῆς συνειδήσεως λατρείᾳ παρήμην, οὐδὲν ἕτερον βουλό μενος ἢ ὁμόνοιαν ἅπασιν ἐργάσασθαι καὶ πρό γε πάντων ἐλέγξαι τε καὶ ἀποσείσασθαι τὸ πρᾶγμα τοῦτο, ὃ τὴν μὲν ἀρχὴν εἰλήφει διὰ τῆς Ἀρείου τοῦ Ἀλεξανδρέως ἀπονοίας, ἰσχυροποίητο δὲ παραχρῆμα διὰ τῆς Εὐσεβίου ἀτόπου τε καὶ ὀλεθρίας σπουδῆς
But since it is fitting that a few words be said to your charity concerning Eusebius himself: your forbearance recalls that a council was held in the city of the Nicaeans, at which I myself also was present, fittingly, in service to my own conscience, wishing nothing else than to bring about harmony for all, and above all to expose and shake off this affair, which had taken its beginning through the madness of Arius the Alexandrian, but was immediately strengthened through the improper and pernicious zeal of Eusebius.
但既然理當就優西比烏本人向你們的愛心略陳數語:你們的寬容當還記得,尼西亞城曾召開一次大公會議,我本人亦按著良心的職守親身與會,別無他意,只願為眾人促成同心合一,尤其要揭發並擺脫這件事——它起初源自亞歷山大人亞流之狂妄,卻旋即因優西比烏那乖悖而致命的熱衷而更形壯大。
1:580
ἀλλ' αὐτὸς οὗτος Εὐσέβιος, προσφιλέστατοι καὶ τιμιώτατοι, μεθ' ὅσης νομίζετε συνδρομῆς, ἅτε δὴ ὑπὸ τῆς συνειδήσεως αὐτῆς ἡττώμενος, μεθ' ὅσης δὲ αἰσχύνης τῇ πανταχόθεν ἐληλεγμένῃ ψευδολογίᾳ συνίστατο, ὑπο πέμπων μέν μοι διαφόρους τοὺς ἀξιοῦντας ὑπὲρ αὐτοῦ, ἐξαιτούμενος δὲ παρ' ἐμοῦ συμμαχίαν τινὰ ὅπως μὴ ἐπὶ τοσούτῳ ἐλεγχθεὶς πλημ μελήματι τῆς ὑπαρχούσης αὐτῷ τιμῆς ἐκβάλλοιτο
But this very Eusebius, most beloved and most honored, came forward with what great agitation you may suppose, since he was overcome by his own conscience, and with what shame he stood convicted by the falsehood exposed on every side — secretly sending to me various persons to plead on his behalf, and begging of me some assistance, so that, having been convicted of so great an offense, he might not be cast out of the honor he possessed.
然而,至親至敬的諸位,正是這位優西比烏,你們可以想見,他既被自己的良心所擊敗,又因謊言四處被揭穿而蒙受何等羞愧,帶著何等的張皇失措——他暗中差遣種種人前來為他求情,並向我懇求某種援助,好使他雖犯下如此重大的罪行,卻不致因此被逐出他所擁有的尊位。
1:581
ἀπρεπῶς ὑφήρπασεν, ὃ καὶ ὑμεῖς ἐπι γνώσεσθε
which he unseemly filched away, as you also shall come to know.
這尊位原是他不當攫取而來的,你們也將明白此事。
1:582
πάντα μὲν γὰρ ἐπράχθη τότε καθὼς αὐτὸς ἐπόθει, πᾶν ὁτιοῦν κακὸν ἐπὶ τῆς ἑαυτοῦ διανοίας ἀποκρυπτόμενος
For at that time everything was done just as he himself desired, concealing within his own mind whatever evil there might be.
當時一切都照著他自己所願而行,任何邪惡他都藏匿於自己心中。
1:583
Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογονίου, ὃν τῆς ἀνοίας ἔχει κοινωνόν, διεπράξατο, ἀκούσατε, παρακαλῶ
But recently — that I may pass over the rest of his perversity — hear, I beg you, what above all he did together with Theognis, whom he has as partner in his folly.
但近來——姑且撇開他其餘的乖僻不談——請聽我懇求你們的:他與提奧格尼烏斯(此人正是他愚妄的同夥)一同做了何等的事。
1:584
Ἀλεξανδρέας τινὰς τῆς ἡμετέρας πίστεως ἀναχωρήσαντας ἐνταῦθα κεκελεύκειν ἀποσταλῆναι, ἐπειδὴ διὰ τῆς τούτων ὑπηρεσίας ὁ τῆς διχονοίας ἠγείρετο πυρσός
I had ordered that certain Alexandrians, who had withdrawn from our faith, be sent here, since through their service the torch of discord was being kindled.
我曾下令,將某些背離了我們信仰的亞歷山大人遣送至此,因為正是透過他們的效力,紛爭的火炬才被點燃。
1:585
ἀλλ' οὗτοι οἱ καλοί τε καὶ ἀγαθοὶ ἐπίσκοποι, οὓς ἅπαξ ἡ τῆς συνόδου ἀλήθεια πρὸς μετάνοιαν τετηρήκει, οὐ μόνον ἐκείνους ἐδέξαντο καὶ παρ' ἑαυτοῖς ἠσφαλίσαντο, ἀλλὰ καὶ ἐκοινώνησαν αὐτοῖς τῆς τῶν τρόπων κακοηθείας
But these fine and good bishops, whom the truth of the council had once preserved for the sake of repentance, not only received those men and secured them at their own side, but also shared with them in the wickedness of their ways.
然而,這兩位「良善正直」的主教——他們原是大公會議的真理曾一度保留下來、留待悔改的人——非但接納了那些人,將他們安置在自己身旁加以保護,甚至還與他們同流合污,共染其行徑之邪惡。
1:586
διὸ τοῦτο περὶ τοὺς ἀχαρίστους τούτους ἔκρινα πρᾶξαι·
Wherefore I decided to do this concerning these ungrateful men:
因此,我便決定對這些忘恩負義之徒採取以下行動:
1:587
ἁρπαγέντας γὰρ αὐτοὺς ἐκέλευσα ὡς πορρωτάτω ἐξορισθῆναι
for I ordered that they be seized and exiled as far away as possible.
我下令將他們捕拿,流放至極遠之地。
1:588
νῦν ὑμέτερόν ἐστιν πρὸς τὸν θεὸν ἐκείνῃ τῇ πίστει βλέπειν ἣ πάντοτε καὶ γεγενῆσθαι συνέστηκε καὶ εἶναι πρέπει, καὶ διαπράξασθαι οὕτως [ ὡς] ἐπισκόπους ἁγνούς τε καὶ ὀρθοδόξους καὶ φιλανθρώπους ἔχοντες χαίρομεν
Now it is your part to look toward God with that faith which is established to have always existed and ought to exist, and so to conduct yourselves that we may rejoice in having bishops who are pure, orthodox, and benevolent.
如今輪到你們了:當以那素來一直被確認存在、且理應存在的信仰仰望神,並如此行事,使我們得以因擁有純潔、正統而仁愛的主教而歡欣。
1:589
εἴ τις δὲ πρὸς μνήμην τῶν λυμεώνων ἐκείνων ἢ πρὸς ἔπαινον ἀπρονοήτως ἐξαφθῆναι τολμήσει, παραχρῆμα τῆς ἰδίας τόλμης διὰ τῆς τοῦ θεράποντος τοῦ θεοῦ, τουτέστιν ἐμοῦ, ἐνεργείας ἀνασταλήσεται·
But if anyone dares rashly to be inflamed toward the remembrance of those destroyers, or toward their praise, he shall at once be restrained from his own audacity through the action of the servant of God, that is, myself;
但若有人竟敢不加思慮地激動起來,緬懷那些禍害之人或稱頌他們,他必立刻被神的僕人——亦即朕本人——的作為所遏止,止住其妄行;
1:590
ὁ θεὸς ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. Τότε μὲν οὖν οὗτοι καὶ καθῃρέθησαν καὶ τῶν πόλεων ἐξηλά θησαν
May God preserve you, beloved brothers." At that time, then, these men were both deposed and driven out of their cities,
願神保守你們,親愛的弟兄們。」——當時,這兩人就這樣被革職,並被逐出各自的城邑,
1:591
καὶ τὴν μὲν Νικομήδειαν Ἀμφίων ἐπιστεύθη, τὴν δὲ Νίκαιαν Χρῆστος
and Nicomedia was entrusted to Amphion, and Nicaea to Chrestus.
尼科米底亞便交託給安菲翁,尼西亞則交託給克瑞斯托斯。
1:592
ἀλλὰ πάλιν ταῖς ἐξ ἔθους χρησάμενοι μηχαναῖς καὶ τὴν βασιλέως φιλανθρωπίαν ἐφόδιον ἐξαπάτης εὑρόντες, ἀνεπάλαισάν τε καὶ τὴν προτέραν δυναστείαν ἀπέλαβον
But again employing their customary machinations, and finding the emperor's benevolence a means of deceit, they wrestled their way back and recovered their former dominion.
然而,兩人再度施展慣用的詭計,利用皇帝的仁慈作為欺詐的憑藉,捲土重來,重新奪回了先前的權位。
1:593
Ὁ δὲ Εὐσέβιος, ὡς ἤδη ἔφην, καὶ τὴν Κωνσταντινουπόλεως ἡγε μονίαν κατέσχε τυραννικῶς
And Eusebius, as I have already said, also seized the see of Constantinople tyrannically.
而優西比烏,正如我先前所述,也用暴虐的手段奪取了君士坦丁堡的主教職位。
1:594
οὕτω δὲ τῆς πλείονος ἐπιλαβόμενος δυναστείας καὶ θαμὰ παρὰ βασιλέως φοιτῶν καὶ τὴν παρρησίαν ἐκ τῆς συχνοτέρας συνουσίας λαβών, τὰς κατὰ τῶν τῆς ἀληθείας προ μάχων κατεσκεύασε μηχανάς
And having thus laid hold of greater power, and frequently visiting the emperor, and gaining boldness of speech from his more frequent association with him, he devised machinations against the champions of the truth.
他就這樣攫取了更大的權勢,又頻繁進出宮廷,因與皇帝更常往來而獲得直言的膽量,便策劃各種陰謀,來對付真理的捍衛者。
1:595
καὶ πρῶτον ἱμείρεσθαι τῆς τῶν Ἱερο σολύμων θέας σκηψάμενος, καὶ ταύτῃ τὸν βασιλέα βουκολήσας ὡς τὸ πολυθρύλητον τῆς οἰκοδομίας ἔργον ὀψόμενος, μετὰ πλείστης ἐκεῖθεν ἀπῆρε τιμῆς, τοῦ βασιλέως αὐτῷ καὶ ὀχήματα καὶ τὴν ἄλλην ἀπο νείμαντος θεραπείαν
And first, pretending a longing to view Jerusalem, and thereby deceiving the emperor as though he would go to see the much-talked-of work of construction, he set out from there with the greatest honor, the emperor having granted him both conveyances and the rest of the attendance.
他首先假託渴望瞻仰耶路撒冷聖蹟,藉此欺哄皇帝,佯稱要親往觀看那馳名遠近的建築工程,於是便帶著極大的榮耀從那裡出發,皇帝更賜他車馬及其他一切侍奉之需。
1:596
συναπῆρε δὲ αὐτῷ καὶ Θεογόνιος ὁ Νικαίας, κοινωνὸς ὤν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, τῶν πονηρῶν βουλευ μάτων
And Theognis of Nicaea also set out together with him, being, as we have said before, a partner in his wicked designs.
尼西亞的提奧格尼烏斯也與他同行,如前所述,此人正是他邪惡圖謀的同夥。
1:597
Ἀφικόμενοι δὲ εἰς τὴν Ἀντιόχειαν καὶ τὸ τῆς φιλίας περιθέμενοι προσωπεῖον, θεραπείας ἀπήλαυσαν ὅτι μάλιστα πλείστης·
Having arrived at Antioch and having put on the mask of friendship, they enjoyed the very greatest hospitality;
二人抵達安提阿,戴上友誼的假面,享受了極其豐厚的款待;
1:598
ὁ γὰρ τῆς ἀληθείας πρόμαχος ὁ μέγας Εὐστάθιος πᾶσαν αὐτοῖς ἀδελφικὴν φιλο φροσύνην προσήνεγκεν
for the champion of the truth, the great Eustathius, showed them every brotherly kindness.
因為真理的捍衛者、偉大的優斯塔提烏斯,向他們展現了一切弟兄般的親切款待。
1:599
ἐπειδὴ δὲ τοὺς ἱεροὺς κατέλαβον τόπους καὶ τοὺς ὁμόφρονας ἐθεάσαντο, Εὐσέβιόν τε τὸν Καισαρείας καὶ τὸν Σκυθοπολίτην Πατρόφιλον καὶ τὸν Λύδδης Ἀέτιον καὶ τὸν Λαοδικείας Θεόδοτον καὶ τοὺς ἄλλους ὅσοι τὴν λώβην εἰσεδέξαντο τὴν Ἀρείου, ἐμήνυσάν τε τὸ τυρευόμενον καὶ σὺν αὐτοῖς τὴν Ἀντιόχου κατέλαβον
But when they reached the holy places and beheld their like-minded associates — Eusebius of Caesarea, Patrophilus of Scythopolis, Aëtius of Lydda, Theodotus of Laodicea, and the others as many as had received the taint of Arius — they disclosed the plot that was being contrived, and together with them arrived at Antioch.
當他們抵達聖地,見到了與他們同道之人——凱撒利亞的優西比烏、斯基索波利斯的帕特羅菲魯斯、呂達的埃提烏斯、老底嘉的提奧多圖斯,以及其他一切沾染亞流毒害之人——便向他們透露正在密謀之事,並與他們一同抵達安提阿。
1:600
καὶ τὸ μὲν πρόσχημα τῆς τῶν ἄλλων ἐπιδημίας προ πόμπιος ἦν τιμή·
And the pretext for the others' visit was an escort of honor;
這些人此行的表面藉口,是護送的榮耀之禮;
1:601
τὸ δὲ καττυόμενον, ὁ κατὰ τῆς εὐσεβείας πόλεμος
but what was actually being stitched together was war against piety.
而暗中所編織圖謀的,卻是一場對抗敬虔的戰爭。
1:602
γύναιον γὰρ ἑταιρικὸν τὴν ὥραν ἀπεμπολοῦν μισθωσάμενοι καὶ τὴν γλῶτταν αὐτοῖς ἀποδόσθαι πείσαντες, συνῆλθον εἰς τὸ συνέδριον
For they hired a courtesan who sold her beauty for a price, and having persuaded her to sell them her tongue as well, they gathered together into council.
他們雇了一個賣笑求財的娼妓,說服她把自己的舌頭也賣給他們,然後便聚集開會。
1:603
εἶτα τοὺς ἄλλους ἅπαντας ἔξω γενέσθαι κελεύσαντες, τὸ τρισάθλιον εἰσήγαγον γύναιον
Then, having ordered all the others to go outside, they brought in the thrice-wretched woman.
隨後,他們下令其他所有人退出,把那三倍可憐的女子帶了進來。
1:604
ἡ δὲ παιδίον ὑπότιτθον ὑποδεικνῦσα, ἐκ τῆς Εὐσταθίου συνουσίας ἔλεγε τοῦτο καὶ συνειληφέναι καὶ τετοκέναι καὶ ἀναίδην ἐβόα
And she, displaying a suckling infant, said that she had both conceived and borne this child from intercourse with Eustathius, and she cried out shamelessly.
她抱出一名尚在哺乳的嬰孩,聲稱這孩子是她與優斯塔提烏斯苟合所懷、所生,並恬不知恥地大聲喊叫。
1:605
ὁ δὲ τῆς συκοφαντίας τὸ προφανὲς ἐπιστάμενος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς μέσον ἐκέλευσεν
But he, knowing the manifest falsehood of the slander, ordered her, if she had any witness to this, to bring him forward into the midst.
優斯塔提烏斯深知這誣告的荒謬顯而易見,便要求她若有任何知情的見證人,就帶到眾人面前來。
1:606
ἐκείνης δὲ μηδένα ἔχειν μάρτυρα τῆς κατηγορίας λεγούσης, ὅρκον προὔτειναν οἱ δικαιότατοι δικασταί, καίτοι τοῦ νόμου διαρρήδην βοῶντος ἐπὶ δύο καὶ τριῶν μαρτύρων εἶναι βέβαια τὰ λεγόμενα, καὶ ἄντικρυς τοῦ ἀποστόλου κελεύοντος μηδὲ κατὰ πρεσβυτέρου γινομένην γραφὴν δίχα δύο ἢ τριῶν μαρτύρων προσδέχεσθαι
But when she said that she had no witness for the accusation, the most righteous judges proposed an oath — even though the law expressly proclaims that statements are established on the testimony of two or three witnesses, and though the apostle directly commands that not even a written accusation against a presbyter be accepted apart from two or three witnesses.
當她坦承自己並無任何見證人來支持這指控時,那群「最公正的」審判官竟提議讓她起誓——儘管律法明明宣告:凡事須憑兩三個見證人的口才能成立;而使徒更是直接命令,若無兩三個見證人作證,就連對長老的控告狀也不得受理。
1:607
ἀλλὰ τῶν θείων οὗτοι νόμων καταφρονήσαντες ἀμάρτυρον κατ' ἀνδρὸς τοσούτου κατηγορίαν ἐδέξαντο
But these men, despising the divine laws, accepted an unwitnessed accusation against so great a man.
然而這些人藐視神聖的律法,竟接受了一個毫無見證、卻控告如此偉大之人的訴狀。
1:608
φιλα λήθεις τὴν ψῆφον ἐξήνεγκαν
As lovers of truth, they rendered their verdict.
他們便如此「以愛真理者」自居,宣判了這判決。
1:609
τῶν δὲ ἄλλων ἀρχιερέων ( παρῆσαν γὰρ οὐκ ὀλίγοι καὶ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων καὶ τὰ τυρευθέντα παντάπασιν ἀγνοοῦντες) προφανῶς ἀντιλεγόντων καὶ τὸν μέγαν Εὐστάθιον τὴν ψῆφον ἐκείνην τὴν παράνομον δέξασθαι κωλυόντων, πρὸς βασιλέα τὴν ταχίστην οἱ τὸ δρᾶμα συντεθεικότες ἀπῆλθον, καὶ πείσαντες αὐτὸν ὡς ἀληθὴς ἡ γραφὴ καὶ δικαία τῆς καθαιρέσεως ἡ ψῆφος, ὡς μοιχὸν ὁμοῦ καὶ τύραννον ἐξελαθῆναι παρασκευάζουσι τὸν τῆς εὐσεβείας καὶ σωφροσύνης ἀγωνιστήν
But when the other bishops (for not a few were present who championed the apostolic doctrines and were entirely ignorant of what had been contrived) openly objected and sought to prevent the great Eustathius from accepting that unlawful verdict, those who had composed the drama went with all speed to the emperor, and having persuaded him that the accusation was true and the verdict of deposition just, they procured the expulsion of the champion of piety and self-control as though he were both an adulterer and a usurper.
其他的主教們——在場的並不在少數,他們捍衛使徒的教義,對這場陰謀全然不知——公然表示反對,並阻止偉大的優斯塔提烏斯接受那不法的判決;於是那些編織這齣戲碼的人便火速前往皇帝那裡,說服他相信控訴屬實、革職的判決公正,結果使這位敬虔與節制的鬥士,如同姦夫兼篡奪者一般,被驅逐出境。
1:610
Καὶ ἐκεῖνος μὲν διὰ τῆς Θρᾴκης εἰς Ἰλλυρικὴν πόλιν ἀπήχθη
And he was led away through Thrace to a city in Illyricum.
他就這樣被押解,經色雷斯而流放到伊利里亞的一座城市。
1:611
οὗτοι δὲ πρῶτον μὲν ἀντ' αὐτοῦ χειροτονοῦσιν Εὐλάλιον
And they, first, ordained Eulalius in his place.
而他們則先立歐拉利烏斯繼任其位。
1:612
τούτου δὲ ὀλίγον ἐπιβιώσαντος χρόνον, Εὐσέβιον μεταθεῖναι τὸν Παλαιστῖνον ἠθέλησαν
And when this man had survived only a short time, they wished to transfer Eusebius the Palestinian.
此人在世不久便去世,他們便想將巴勒斯坦的優西比烏(即凱撒利亞的優西比烏)調任於此。
1:613
ἐπειδὴ δὲ καὶ αὐτὸς ἔφυγε τὴν μετάθεσιν καὶ βασιλεὺς διεκώλυσεν, Εὐφρόνιον προεβάλοντο
But since he himself declined the transfer and the emperor forbade it, they put forward Euphronius.
但由於他本人拒絕調任,皇帝也加以阻止,他們便推舉了歐弗羅尼烏斯。
1:614
καὶ τούτου δὲ τελευτήσαντος (ἐνιαυτὸν γὰρ καὶ μῆνας ὀλίγους μετὰ τὴν χειροτονίαν ἐβίω), Φλακίτῳ τῆς ἐκκλησίας ἐκείνης τὴν προεδρίαν παρέδοσαν
And when he too died (for he lived a year and a few months after his ordination), they handed over the presidency of that church to Flacillus.
此人也隨後去世(他自受任以來只活了一年又幾個月),他們便將那教會的主持之位交給了弗拉基魯斯。
1:615
πάντες δὲ ὁμοίως τὴν Ἀρείου λώβην εἶχον ἐγκεκρυμμένην
And all of them alike had the taint of Arius hidden within them.
這些人無一例外,內心都暗藏著亞流的毒害。
1:616
διά τοι τοῦτο πλεῖστοι τῶν εὐσεβεῖν προαιρουμένων καὶ τῶν ἱερωμένων καὶ τῶν πολλῶν, τοὺς ἐκκλησιαστικοὺς καταλελοιπότες συλλόγους, πρὸς ἑαυτοὺς συνηθροί ζοντο
For this reason, very many of those who chose to live piously, both of the clergy and of the laity, having abandoned the church assemblies, gathered together by themselves.
正因如此,許多決意敬虔度日的人——無論是聖職人員或平信徒——都離棄了教會的集會,自行聚集一處。
1:617
Εὐσταθιανοὺς δὲ τούτους ὠνόμαζον ἅπαντες, ἐπειδὴ μετὰ τὴν ἔξοδον τὴν ἐκείνου συνέστησαν
And all called these men Eustathians, since they had come together after his departure.
眾人都稱這些人為「優斯塔提烏斯派」,因為他們正是在他被逐之後才聚集組成的。
1:618
τὸ μέντοι τρισάθλιον ἐκεῖνο γύναιον, νόσῳ χαλεπωτάτῃ καὶ μακροτάτῃ περιπεσόν, ἐξέφηνε τὴν ἐπιβουλὴν καὶ τὴν τραγῳδίαν ἐγύμνωσεν, οὐ δύο καὶ τρεῖς ἀλλὰ παμπόλλους τῶν ἱερέων τὰ τυρευθέντα διδάξασα
That thrice-wretched woman, however, having fallen into a most grievous and prolonged illness, disclosed the plot and laid bare the tragedy, teaching not two or three but a very great many of the clergy what had been contrived.
然而那三倍可憐的女子,後來罹患了極其嚴重而漫長的疾病,終於揭發了這場陰謀,將整齣悲劇公諸於世——她向不只兩三位、而是為數眾多的聖職人員,訴說了那被捏造出來的內情。
1:619
ἔφη γὰρ ἐπὶ χρή μασι τὴν συκοφαντίαν ἐκείνην τετολμηκέναι, τὸν μέντοι ὅρκον μὴ πάμπαν εἶναι ψευδῆ·
For she said that she had dared that slander for money, yet the oath was not entirely false;
她說,她當初是為了金錢才膽敢做出那樣的誣告;然而那誓言卻並非全然是假的;
1:620
Εὐσταθίου γάρ τινος χαλκέως γεγενῆσθαι τὸ βρέφος
for the infant had in fact been begotten by a certain Eustathius, a bronzesmith.
因為那嬰孩其實是與一個名叫優斯塔提烏斯的銅匠所生的。
1:621
ταῦτα μὲν οὖν ἐν Ἀντιοχείᾳ παρὰ τῆς βελτίστης ἐτολμήθη συμμορίας
These things, then, were dared in Antioch by that most excellent band.
以上種種,便是那「賢良」的一夥人在安提阿所膽敢做出的事。
1:622
Παρὰ δὲ Ἰνδοῖς κατὰ τοῦτον ἀνέτειλε τὸν χρόνον τῆς θεογνω σίας τὸ φῶς
Now among the Indians, at this time, the light of the knowledge of God arose.
此時,在印度人當中,認識神的真光升起了。
1:623
τῆς γὰρ τοῦ βασιλέως ἀνδρίας καὶ εὐσεβείας πανταχοῦ θρυλουμένης καὶ τῶν ἐν κύκλῳ βαρβάρων τὴν εἰρήνην αἱρεῖσθαι πρὸ τοῦ πολέμου τῇ πείρᾳ μεμαθηκότων, ἀδεῶς ἀλλήλοις ἅπαντες ἐπεμίγνυντο
For since the emperor's manly courage and piety were being celebrated everywhere, and the barbarians round about had learned by experience to choose peace before war, all mingled with one another without fear.
因為皇帝的英勇與敬虔已四方傳頌,周圍的異族也憑經驗學會了寧選和平、不取戰爭,於是眾人便無所畏懼地彼此往來交流。
1:624
καὶ πολλοὶ μὲν ἱστορίας χάριν, πολλοὶ δὲ ἐμπορίας, τὰς μακρὰς ἀποδημίας ἐστέλλοντο
And many set out on long journeys for the sake of inquiry, and many for the sake of commerce.
許多人為了求知考察而遠行,許多人則是為了經商,紛紛踏上遙遠的旅途。
1:625
τότε τις Τύριος τῆς θύραθεν φιλοσοφίας μετέχων, τὴν ἐσχάτην Ἰνδίαν ἱστορῆσαι ποθήσας, σὺν δύο μειρακίοις ἀδελφιδοῖς ἐξεδήμησεν·
At that time a certain man of Tyre, versed in secular philosophy, desiring to explore furthest India, set out abroad together with two young nephews;
當時,有一位泰爾人,通曉外邦哲學,渴望考察最遠的印度,便帶著兩個年輕的姪兒一同出國遠行;
1:626
ὧν ἐπόθησε δὲ τυχών, ναυ τιλίᾳ χρώμενος ἐπανῄει
and having obtained what he desired, he was returning by way of a sea voyage.
他如願以償之後,便乘船踏上歸途。
1:627
ὑδρείας δὲ χάριν εἴς τινα λιμένα τοῦ σκάφους προσορμισθέντος, βάρβαροι προσπεσόντες τοὺς μὲν κατη κόντισαν, τοὺς δὲ ἐξηνδραπόδισαν
But when the ship put in at a certain harbor for the sake of taking on water, barbarians fell upon them, and struck some down with javelins, while others they enslaved.
船隻為了汲水而停靠某港口時,遭到當地蠻族的突襲,有些人被亂矛刺死,有些人則被擄為奴隸。
1:628
καὶ ἐκεῖνος μὲν τοῖς τεθνεῶσι συνηριθμήθη, τὰ δὲ μειράκια προσήχθη τῷ βασιλεῖ
And he was numbered among the dead, but the youths were brought before the king.
那泰爾人也在死者之列,而兩位少年則被帶到當地的王面前。
1:629
τούτων ὁ μὲν Αἰδέσιος, ὁ δὲ Φρουμέντιος ὠνομάζετο
Of these, one was named Aedesius, and the other Frumentius.
這兩人,一位名叫愛德西烏斯,另一位名叫弗魯門提烏斯。
1:630
πεῖραν δὲ τούτων τῷ χρόνῳ λαβὼν ὁ τῆς γῆς ἐκείνης κρατῶν καὶ ἀγχίνους ἰδών, τῆς οἰκίας ἐπι μελεῖσθαι προσέταξεν
And the ruler of that land, having in time made trial of them and perceived them to be shrewd, appointed them to take charge of his household.
那地的統治者日久試驗二人,見他們聰穎機敏,便任命他們掌管王室家務。
1:631
καὶ γὰρ ἐκεῖνοι δορυάλωτοι γε νόμενοι τὴν Βαβυλωνίων ἡγεμονίαν παρέλαβον
For they too, having become captives of war, took over the governance of the Babylonians.
因為他們雖曾被擄為戰俘,卻接掌了巴比倫人的治理大權。
1:632
τοῦ δὲ βασιλέως τετελευτηκότος, τῷ παιδὶ τῷ ἐκείνου συνῆσαν πλείονος τιμῆς ἀπο λαύοντες, εὐσεβείᾳ δὲ συντεθραμμένοι τοὺς αὐτόσε τῶν ἐμπόρων ἀφικνουμένους κατὰ τὸ Ῥωμαίων ἔθος συναγείρεσθαί τε καὶ τὰς θείας ἐπιτελεῖν λειτουργίας προέτρεπον
And when the king had died, they remained with his son, enjoying still greater honor; and having been nurtured together in piety, they urged the merchants who arrived there to gather together according to the custom of the Romans and to perform the divine liturgies.
那位王駕崩之後,他們仍與王的兒子同住,享有更高的尊榮;他們自幼一同受敬虔薰陶,於是勸勉當地按羅馬人習俗前來的商旅聚集一處,舉行神聖的禮儀。
1:633
Χρόνου δὲ συχνοῦ διελθόντος, προσίασι τῷ βασιλεῖ καὶ τῆς εὐνοίας ἀπαιτοῦσι μισθὸν τὴν εἰς τὴν ἐνεγκοῦσαν ἐπάνοδον·
And when a long time had passed, they approached the king and asked, as the reward for their goodwill, their return to their native land;
過了相當長的時間,他們求見王,請求以恩寵的酬報,准他們返回故土;
1:634
τούτου δὲ τυχόντες εἰς τὴν Ῥωμαίων ἀφίκοντο γῆν
and having obtained this, they arrived in the land of the Romans.
他們如願以償,便來到了羅馬人的疆域。
1:635
καὶ ὁ μὲν Αἰδέσιος τὴν Τύρον κατέλαβεν
And Aedesius reached Tyre,
埃德西烏斯到了推羅,
1:636
ὁ δὲ Φρουμέντιος τὴν περὶ τὰ θεῖα σπουδὴν τῆς τῶν γεγεννηκότων προτετίμηκε θέας καὶ τὴν Ἀλεξάνδρου κατα λαβὼν πόλιν τὸν τῆς ἐκκλησίας ἐδίδαξε πρόεδρον, ὡς Ἰνδοὶ λίαν ποθοῦσι τὸ νοερὸν εἰσδέξασθαι φῶς
while Frumentius preferred zeal for divine things to the sight of his own parents, and having reached the city of Alexander, he informed the president of the Church how greatly the Indians longed to receive the light of the mind.
而弗魯門提烏斯卻將對神聖事物的熱忱看得比探望父母更為重要,他到了亞歷山大城,向教會的主教稟告:印度人是何等渴望接受心靈之光。
1:637
Ἀθανάσιος δὲ τηνικαῦτα τῆς ἐκκλησίας ἐκείνης κατεῖχε τοὺς οἴακας·
Now Athanasius at that time held the helm of that Church;
當時亞他那修正掌管那教會的舵。
1:638
ὃς τῶν διηγημάτων ἐκείνων ἀκούσας·
who, having heard those accounts,
他聽了那些敘述之後,
1:639
ἀρχιερατικῆς αὐτῷ χάριτος μεταδούς, εἰς τὴν τοῦ ἔθνους ἐξέπεμψε γεωργίαν
imparted to him the grace of the high priesthood, and sent him forth to cultivate that nation.
便將大祭司的恩典授予他,差遣他前往耕耘那個民族。
1:640
ὁ δὲ καὶ τὴν πατρίδα κατα λιπὼν καὶ τοῦ μεγίστου πελάγους καταφρονήσας, κατέλαβε μὲν τὸ ἀγεώργητον ἔθνος, ἐγεώργησε δὲ προθύμως συνεργὸν ἔχων τὴν θεόσδοτον χάριν
And he, having left his homeland and disdained the vast sea, reached the untilled nation, and tilled it eagerly, having as his fellow-worker the grace given by God.
他離開故土,藐視那浩瀚的海洋,到達那未曾被耕耘的民族之地,並以神所賜的恩典為同工,殷勤地耕耘。
1:641
ἀποστολικαῖς γὰρ κεχρημένος θαυματουργίαις τοὺς ἀντιλέγειν τοῖς λόγοις πειρωμένους ἐθήρευε, καὶ ἡ τερατουργία μαρ τυροῦσα τοῖς λεγομένοις παμπόλλους καθ' ἑκάστην ἡμέραν ἐζώγρει
For, employing apostolic wonders, he won over those who attempted to argue against his teaching; and his wonder-working, bearing witness to his words, took very many captive each day.
因為他運用使徒式的神蹟奇事,制伏了那些試圖反駁他言論的人;而見證其教導的奇異作為,每日都使極多人心悅誠服地歸信。
1:642
Ἰνδῶν μὲν οὖν ὁ Φρουμέντιος πρὸς θεογνωσίαν ἐγένετο ποδηγός
Frumentius, then, became a guide to the knowledge of God for the Indians.
這樣,弗魯門提烏斯便成了印度人認識神的引路人。
1:643
Ἴβηρας δὲ κατὰ τὸν αὐτὸν χρόνον γυνὴ δορυάλωτος πρὸς τὴν ἀλή θειαν ἐξενάγησεν
The Iberians, at the same time, a captive woman guided to the truth.
同一時期,有一位被擄的婦人,則引導伊比利亞人歸向真理。
1:644
αὕτη γὰρ προσευχῇ μὲν ἐχρῆτο διηνεκεῖ, εὐνὴ δὲ ἦν αὐτῇ καὶ στρωμνὴ μαλακὴ σάκκος ἐπὶ τοῦ δαπέδου καθηπλωμέ νος, τρυφὴν δὲ ἄκραν τὴν νηστείαν ἐνόμιζεν
For she practiced continual prayer, and her bed and soft bedding was a sackcloth spread out upon the ground, and she reckoned fasting to be the height of luxury.
因為她不斷禱告,她的床鋪與柔軟的臥具,不過是鋪在地上的一條粗布袋,她把禁食視為極致的奢華。
1:645
οὗτος ὁ πόνος τῶν ἀποστολικῶν αὐτῇ μεταδέδωκε χαρισμάτων
This labor imparted to her a share of the apostolic gifts.
這番苦修,使她分得了使徒的恩賜。
1:646
ἐπειδὴ γὰρ οἱ βάρβαροι τῆς ἰατρικῆς σπανίζοντες ἐπιστήμης εἰώθασιν ἀρρωστοῦντες πρὸς ἀλλήλους φοιτᾶν, καὶ παρὰ τῶν ἤδη νενοσηκότων καὶ τῆς ἀρρωστίας ἀπαλλαγέντων μανθάνειν τῆς ὑγείας τὸν τρόπον, ἀφίκετό τις γυνὴ πρὸς τὴν ἀξιέπαινον ἄνθρωπον παιδίον ἀρρωστοῦν ἔχουσα καὶ μαθεῖν τὸ πρακτέον ἀντιβολοῦσα
For since the barbarians, lacking medical science, are accustomed, when ill, to visit one another, and to learn from those who have already been sick and been freed of their illness the manner of recovering health, a certain woman came to this admirable woman, having a sick child, and beseeching to learn what should be done.
因為那些蠻族缺乏醫學知識,患病時習慣彼此探訪,向已經患病並痊癒的人請教恢復健康之道;於是有一婦人帶著患病的孩子,來到這位可敬的婦人跟前,懇求指教應當如何醫治。
1:647
ἡ δὲ τοῦτο λαβοῦσα καὶ εἰς τὴν εὐνὴν κατακλίνασα, ἱκέτευε τὸν τῶν ὅλων δημιουργὸν νεῦσαι καὶ λῦσαι τὴν νόσον·
And she, taking the child and laying it down upon her bed, besought the Creator of all things to nod assent and to release it from its illness;
她接過孩子,讓孩子躺在自己的床上,懇求萬物的創造主垂允,解除病痛;
1:648
ὁ δὲ τὴν ἱκετείαν δεξάμενος παρέσχε τὴν ὑγείαν
and He, receiving her supplication, granted health.
主接納了她的懇求,賜下了痊癒。
1:649
ἐντεῦθεν ἡ θαυμασία γυνὴ πολυθρύλητος γέγονεν
From this the admirable woman became widely renowned.
從此,這位奇妙的婦人聲名遠播。
1:650
οὐδὲ γὰρ τὴν τοῦ βασιλέως ὁμόζυγα τὸ γεγενημένον διέλαθε, παραυτίκα δὲ αὐτὴν μετεπέμψατο·
For not even the king's consort was unaware of what had happened, and she immediately sent for her;
就連王的配偶也聽聞此事,立刻差人請她前來;
1:651
ὑπό τινος γὰρ καὶ αὐτὴ χαλεποῦ κατείχετο πάθους
for she herself too was afflicted with some grievous ailment.
因為她自己也患有一種嚴重的疾病。
1:652
ἡ δὲ μετρίῳ κεχρημένη φρονήματι τῆς βασιλίδος τὴν αἴτησιν οὐκ ἐδέξατο·
But she, being of modest disposition, did not accept the queen's request;
但這位婦人性情謙遜,並未接受王后的請求;
1:653
ἀλλ' ὑπὸ τῆς χρείας ἐκείνη βιαζομένη τὴν βασιλικὴν ἀξίαν εἰς νοῦν λαβεῖν οὐκ ἠθέλησεν, ἀλλ' αὐτὴ πρὸς τὴν δορυάλωτον ἔδραμεν
but the queen, being constrained by her need, was unwilling to take her royal dignity into consideration, but herself ran to the captive woman.
王后卻因病痛所迫,不願以王室的尊貴為念,親自跑到那被擄的婦人那裡去。
1:654
ἡ δὲ πάλιν ἐπὶ τῆς εὐτελοῦς εὐνῆς αὐτὴν κατακλίνασα φάρμακον ἀλεξίκακον προσενήνοχε τῷ πάθει τὴν προσευχήν
And she again, laying her down upon the humble bed, applied prayer as a remedy warding off evil against her affliction.
於是她又讓王后躺在那簡陋的床鋪上,將禱告作為治病的良藥,獻上以抵禦病患。
1:655
ἡ δὲ βασιλὶς τῆς θεραπείας μισθὸν προσεκόμιζεν ὃν ἐνόμιζεν ἀξιόκτητον, χρυσὸν καὶ ἄργυρον καὶ χιτῶνας καὶ ἀμπεχόνας καὶ ὅσα τῆς βασιλικῆς ἐστι δῶρα φιλοτι μίας
And the queen offered as reward for the cure whatever she deemed worthy of possession—gold and silver, tunics and cloaks, and all such gifts as belong to royal munificence.
王后便獻上她認為足堪重酬醫治之恩的禮物——金銀、外袍、披風,以及種種屬於王室慷慨餽贈的物品。
1:656
ἡ δὲ θεία γυνὴ τούτων ἔφη μὴ δεῖσθαι, μέγαν δὲ ἡγεῖσθαι μισθὸν τὴν τῆς εὐσεβείας ἐπίγνωσιν·
But the divine woman said she had no need of these things, but considered the recognition of piety a great reward;
但這位神聖的婦人說,她並不需要這些東西,她認為認識敬虔之道才是最大的酬報;
1:657
καὶ προσέφερεν, ὡς ἐνῆν, τὰ θεῖα παιδεύματα, καὶ θεῖον ἀνεγεῖραι παρεγγυᾷ νεὼν τῷ σεσωκότι Χριστῷ
and she offered, as far as was possible, the divine teachings, and enjoined that a divine temple be raised to Christ who had saved her.
於是她盡其所能地傳授神聖的教誨,並囑咐當為那拯救了她的基督建造一座神聖的殿宇。
1:658
τούτων ἐκείνη ἀκούσασα κατέλαβε τὰ βασίλεια
Having heard these things, the queen returned to the palace.
王后聽了這些話,便回到王宮。
1:659
καὶ παραυ τίκα μὲν ἐξέπληξε τὸν ὁμόζυγα τῷ συντόμῳ τῆς θεραπείας·
And at once she astonished her husband by the swiftness of her cure;
她立刻以迅速痊癒之事,使丈夫大為驚異;
1:660
εἶτα τοῦ θεοῦ τῆς αἰχμαλώτου τὴν δύναμιν ἐδήλου καὶ παρεκάλει τοῦτον μόνον εἰδέναι θεὸν καὶ νεὼν αὐτῷ κατασκευάσαι καὶ ἅπαν εἰς τὴν τούτου θεραπείαν μεταθεῖναι τὸ ἔθνος
then she declared the power of the captive woman's God and urged him to acknowledge Him as the only God, and to build Him a temple, and to convert the whole nation to His worship.
隨後又向他述說那位被擄婦人所信之神的大能,勸他只認這一位神,為祂建造聖殿,並使全國歸向對祂的敬拜。
1:661
ὁ δὲ τὸ μὲν εἰς τὴν ὁμόζυγα θαῦμα γεγενημένον εὐφήμει, τὸν δὲ νεὼν οὐκ ἤθελε δείμασθαι
He indeed praised the miracle that had been wrought upon his wife, but was unwilling to build the temple.
王雖稱頌那發生在妻子身上的神蹟,卻不願建造聖殿。
1:662
Ὀλίγου δὲ διελθόντος χρόνου, αὐτὸς μὲν εἰς θήραν ἐξῆλθεν, ὁ δὲ φιλάνθρωπος αὐτὸν δεσπότης κατὰ τὸν Παῦλον ἐθήρευσε
But when a little time had passed, he went out to hunt, and the loving Master Himself hunted him, after the manner of Paul.
但過了不久,他出外打獵,那位仁愛的主便照著保羅的方式,將他「捕獲」了。
1:663
ζόφος γὰρ αὐτῷ ἐξαπίνης προσπεσὼν οὐκ εἴα περαιτέρω προβαίνειν
For darkness suddenly fell upon him and did not allow him to advance further.
因為忽然間黑暗降臨在他身上,使他無法繼續前行。
1:664
καὶ οἱ μὲν συνθηρεύοντες τῆς ἀκτῖνος συνήθως ἀπήλαυον, οὗτος δὲ μόνος ἀποληφθεὶς τοῖς τῆς ἀορασίας ἐπεδήθη δεσμοῖς·
And those hunting with him continued to enjoy the sunlight as usual, but he alone, being cut off, was bound with the fetters of blindness;
與他同行狩獵的人,仍照常享受日光;唯獨他一人被隔絕,被失明的鎖鏈捆綁;
1:665
ἐν ἀπορίᾳ δὲ ὢν πόρον εὗρε τῆς σωτηρίας
and being in perplexity, he found a way to salvation.
正當他茫然無措之時,卻找到了得救之路。
1:666
εὐθὺς γὰρ εἰς νοῦν τὴν ἀπείθειαν λαβὼν καὶ τὸν τῆς αἰχμαλώτου θεὸν καλέσας ἐπίκουρον, ἀπηλλάγη τοῦ ζόφου
For immediately, calling to mind his disobedience, and invoking the God of the captive woman as helper, he was released from the darkness.
因為他立即想起自己過去的悖逆,呼求那被擄婦人所信之神為助佑,黑暗便從他身上退去。
1:667
καὶ τὴν ἀξιάγαστον ἐκείνην καταλαβὼν δορυάλωτον, παρε κάλει δεῖξαι τῆς οἰκοδομίας τὸ σχῆμα
And having reached that admirable captive woman, he begged her to show him the plan of the building.
他找到那位可敬可佩的被擄婦人,懇求她指示建殿的圖樣。
1:668
ὁ δὲ τὸν Βεσελεὴλ τῆς ἀρχιτεκτονικῆς σοφίας ἐμπλήσας καὶ ταύτην ἠξίωσε χάριτος ὥστε τὸν θεῖον διαγράψαι νεών
And He who had filled Bezalel with architectural wisdom deemed her too worthy of that grace, so that she might sketch out the divine temple.
那位曾使比撒列充滿建築智慧的神,也讓她配得同樣的恩典,得以繪出神聖殿宇的圖樣。
1:669
καὶ ἡ μὲν διέγραφεν, οἱ δὲ ὤρυττόν τε καὶ ᾠκοδόμουν
And she made the drawing, while others dug and built.
她繪圖,其他人便挖地建造。
1:670
ἐπειδὴ δὲ ἐτελέσθη τὸ οἰκοδόμημα καὶ ὁ ὄροφος ἐπε τέθη καὶ μόνων ἐδεῖτο τῶν ἱερέων, εὗρε καὶ τούτου πόρον ἡ θαυ μασία γυνή
And when the building was completed and the roof set upon it, and only priests were needed, the admirable woman found a way for this too.
待建築完工,屋頂也蓋好了,只缺祭司之時,這位奇妙的婦人也為此找到了辦法。
1:671
ἔπεισε γὰρ τὸν τοῦ ἔθνους ἡγούμενον πρὸς τὸν Ῥωμαίων πρεσβεύσασθαι βασιλέα καὶ αἰτήσασθαι πεμφθῆναι σφίσι διδάσκαλον εὐσεβείας
For she persuaded the ruler of the nation to send an embassy to the emperor of the Romans and to ask that a teacher of piety be sent to them.
因為她勸服那民族的首領,遣使赴羅馬皇帝那裡,求他差遣一位敬虔之道的教師前來。
1:672
ὁ μὲν οὖν δεξάμενος τὴν εἰσήγησιν τοὺς πρε σβευσομένους ἐξέπεμψεν·
He, then, having accepted the proposal, sent forth the envoys;
皇帝接受了這個建議,便差遣使節前往;
1:673
ἐξέπεμψε μετὰ δώρων ὅτι μάλιστα πλείστων
he sent them with as many gifts as possible.
並攜帶盡可能豐厚的禮物同往。
1:674
ταύτης μὲν οὖν τῆς προμηθείας τοὺς ᾐτηκότας ἠξίωσε
He therefore granted this providential favor to those who had requested it.
於是,他成全了那些懇求者這項美意的心願。
1:675
Τῶν ἐν Περσίδι δὲ τῆς εὐσεβείας τροφίμων αὐτόματος προὐνοήθη
As for those nurtured in piety in Persia, he took thought for them of his own accord, unbidden.
至於在波斯境內受敬虔薰陶之人,皇帝則主動加以眷顧。
1:676
μαθὼν γὰρ αὐτοὺς ὑπὸ τῶν δυσσεβῶν ἐξελαύνεσθαι καὶ τὸν ἐκείνων βασιλέα τῇ πλάνῃ δεδουλωμένον παντοδαπὰς αὐτοῖς καττύειν ἐπι βουλὰς ἐπέστειλε, καὶ παραινῶν εὐσεβεῖν καὶ τοὺς εὐσεβοῦντας τιμῆς ἀπολαύειν αἰτῶν
For learning that they were being driven out by the impious, and that their king, enslaved to error, was contriving plots of every kind against them, he wrote a letter, exhorting him to piety and requesting that those who lived piously might enjoy honor.
因為他得知他們正被那些不敬虔的人驅逐,而波斯王本人也被謬誤所奴役,正對他們百般設計迫害;於是他致函波斯王,勸他敬虔行事,並請求讓敬虔之人得享尊榮。
1:677
ἄμεινον δὲ τὴν τοῦ γεγραφότος σπουδὴν ἐπιδείξει τὰ γράμματα
But the letter itself will better demonstrate the zeal of its author.
這封信本身,比任何言語都更能顯明作者的熱忱。
1:678
Βασιλέως Κωνσταντίνου ἐπιστολὴ πρὸς Σαβώρην τὸν Περσῶν βασιλέα περὶ τῆς τοῦ λαοῦ τοῦ θεοῦ προνοίας
Letter of the Emperor Constantine to Sapor, King of the Persians, concerning the care of the people of God.
君士坦丁皇帝致波斯王沙博爾(沙普爾)論神之子民蒙眷顧一事的書信
1:679
Τὴν θείαν πίστιν φυλάσσων τοῦ τῆς ἀληθείας φωτὸς μετα λαγχάνω·
Guarding the divine faith, I partake of the light of truth;
我持守神聖的信仰,因而分享了真理之光;
1:680
τῷ τῆς ἀληθείας φωτὶ ὁδηγούμενος τὴν θείαν πίστιν ἐπιγινώσκω
guided by the light of truth, I come to recognize the divine faith.
我在真理之光的引導下,認識了神聖的信仰。
1:681
τοιγάρτοι τούτοις, ὡς τὰ πράγματα βεβαιοῖ, τὴν ἁγιω τάτην θρησκείαν γνωρίζω διδάσκαλον τῆς ἐπιγνώσεως τοῦ ἁγιω τάτου θεοῦ·
Therefore, by these things, as the facts confirm, I recognize the most holy religion as teacher of the knowledge of the most holy God;
正因如此,正如事實所證明的,我認定這至聖的宗教,是認識那至聖之神的導師;
1:682
ταύτην τὴν λατρείαν ἔχειν ὁμολογῶ
I confess that I hold this worship.
我承認我持守這樣的敬拜。
1:683
τούτου τοῦ θεοῦ τὴν δύναμιν ἔχων σύμμαχον, ἐκ τῶν περάτων τοῦ ὠκεανοῦ ἀρξά μενος πᾶσαν ἐφεξῆς τὴν οἰκουμένην βεβαίαις σωτηρίας ἐλπίσι διή γειρα, ὡς ἅπαντα ὅσα ὑπὸ τοσούτοις τυράννοις δεδουλωμένα ταῖς καθημεριναῖς συμφοραῖς ἐνδόντα ἐξίτηλα ἐγεγόνει, ταῦτα προσλαβόντα τὴν τῶν κοινῶν ἐκδικίαν, ὥσπερ ἔκ τινος θεραπείας, ἀναζωπυρη θῆναι
Having the power of this God as my ally, beginning from the ends of the ocean, I have raised up the whole world in succession with sure hopes of salvation, so that all things which, enslaved under so many tyrants, had yielded to daily calamities and become nearly extinguished, having received in addition the vindication of the common welfare, were, as it were by some healing treatment, rekindled to life.
我以此神的大能為盟友,從大洋的極邊起始,相繼喚醒了整個世界,賜下確實得救的盼望;使一切曾被如此眾多暴君奴役、在日日的災禍中屈服而幾近湮滅的地方,重獲對公共福祉的伸張,如同經過某種療治一般,重新煥發生機。
1:684
τοῦτον τὸν θεὸν πρεσβεύω·
This God I revere;
我敬奉這位神;
1:685
οὗ τὸ σημεῖον ὁ τῷ θεῷ ἀνα κείμενός μου στρατὸς ὑπὲρ τῶν ὤμων φέρει, καὶ ἐφ' ἅπερ ἂν ὁ τοῦ δικαίου λόγος παρακαλῇ κατευθύνεται·
whose sign my army, dedicated to God, bears upon its shoulders, and it is directed to whatever the cause of justice may call it;
我那奉獻於神的軍隊,肩上所背負的正是祂的記號;凡公義之理所召喚之處,軍隊便向那裡前進;
1:686
ἐξ αὐτῶν δὲ ἐκείνων περι φανέσι τροπαίοις αὐτίκα τὴν χάριν ἀντιλαμβάνω
and from these very undertakings I receive at once the grace of manifest trophies.
而正是從這些征戰中,我立即獲得了輝煌戰績的恩賜。
1:687
τοῦτον τὸν θεὸν ἀθανάτῳ μνήμῃ τιμᾶν ὁμολογῶ, τοῦτον ἀκραιφνεῖ καὶ καθαρᾷ δια νοίᾳ ἐν τοῖς ἀνωτάτω τυγχάνειν ὑπεραυγάζομαι
I confess that I honor this God with undying remembrance; I gaze with wonder upon Him, dwelling, with unsullied and pure mind, in the highest realms.
我承認我以不朽的紀念尊崇這位神;我以純淨、清潔的心思,仰望驚嘆祂居於至高之處。
1:688
Τοῦτον ἐπικαλοῦμαι γόνυ κλίνας, φεύγων μὲν πᾶν αἷμα βδελυ κτὸν καὶ ὀσμὰς ἀηδεῖς καὶ ἀποτροπαίους, πᾶσαν δὲ γεώδη λαμπηδόνα ἐκκλίνων, οἷς πᾶσιν ἡ ἀθέμιτος καὶ ἄρρητος πλάνη χραινομένη πολ λοὺς τῶν ἐθνῶν καὶ ὅλα γένη κατέρριψε τοῖς κατωτάτω μέρεσι παραδοῦσα
Him I invoke, bending the knee, fleeing every abominable blood-sacrifice and unpleasant, execrable odors, and turning away from every earthly splendor, by all of which, being defiled, the unlawful and unspeakable error has cast down many of the nations, and whole peoples, delivering them over to the lowest regions.
我屈膝呼求祂,逃避一切可憎的血祭、令人作嘔且當避之唯恐不及的氣味,並避開一切屬地的浮華;正是被這一切玷污,那不合法且不可言喻的謬誤,才將許多外邦民族、乃至整個族群推倒,交付於最卑下的境地。
1:689
ἃ γὰρ ὁ τῶν ὅλων θεὸς προνοίᾳ τῶν ἀνθρώπων διὰ φιλανθρωπίαν οἰκείαν χρείας ἕνεκα εἰς τοὐμφανὲς παρήγαγε, ταῦτα πρὸς τὴν ἑκάστου ἐπιθυμίαν ἕλκεσθαι οὐδαμῶς ἀνέχεται, καθαρὰν δὲ μόνην διάνοιαν καὶ ψυχὴν ἀκηλίδωτον παρὰ ἀνθρώπων ἀπαιτεῖ, τὰς τῆς ἀρετῆς καὶ εὐσεβείας πράξεις ἐν τούτοις σταθμώμενος
For the things which the God of all, in His providence for men, brought forth into the open on account of His own loving-kindness for the sake of their need, He by no means permits to be dragged toward each man's mere desire; but He requires of men only a pure mind and an unstained soul, weighing by these the deeds of virtue and piety.
因為萬有之神因祂自己的仁愛,出於對人的眷顧,為了人的需要而將這些事物顯明於世,祂絕不容許這些事物被拖拽去迎合各人的私慾;祂只要求人有純潔的心思與無瑕的靈魂,並以此衡量各人德行與敬虔的作為。
1:690
ἐπιεικείας γὰρ καὶ ἡμερότητος ἔργοις ἀρέσκεται, πράους φιλῶν, μισῶν τοὺς ταραχώδεις, ἀγαπῶν τὴν πίστιν, ἀπιστίαν κολάζων, πᾶσαν μετ' ἀλαζονείας δυναστείαν καταρρηγνύς, ὕβριν ὑπερηφάνων τιμωρεῖται, τοὺς ὑπὸ τύφου ἐπαιρομένους ἐκ βάθρων ἀναιρεῖ, ταπει νόφροσι καὶ ἀνεξικάκοις τὰ πρὸς ἀξίαν νέμων
For He is pleased with works of fairness and gentleness, loving the meek, hating the turbulent, cherishing faith, punishing faithlessness, shattering every dominion exercised with arrogance, avenging the insolence of the proud, uprooting from their very foundations those who are puffed up with conceit, and rendering to the humble-minded and long-suffering their due reward.
因為祂喜悅公平溫和的作為,愛慕溫柔的人,憎惡好生擾亂的人,珍愛信實,懲罰不信;祂摧毀一切挾傲慢而行的權勢,報應驕橫者的凌辱,將那因自負而自高之人連根拔除,卻按應得的份,賜予謙卑忍耐之人。
1:691
οὕτω καὶ βασιλείαν δικαίαν περὶ πολλοῦ ποιούμενος ταῖς παρ' ἑαυτοῦ ἐπικουρίαις κρα τύνει, σύνεσίν τε βασιλικὴν τῷ γαληναίῳ τῆς εἰρήνης διαφυλάττει
Thus also, holding a just kingdom in high esteem, He strengthens it with His own aid, and preserves royal wisdom in the calm serenity of peace.
祂同樣極其看重公義的國度,並以自己的扶助鞏固它,又以和平的寧靜守護君王的智慧。
1:692
Οὔ μοι δοκῶ πλανᾶσθαι, ἀδελφέ μου, τοῦτον εἶναι θεὸν ὁμο λογῶν πάντων ἀρχηγὸν καὶ πατέρα, ὃν πολλοὶ τῶν τῇδε βασιλευ σάντων μανιώδεσι πλάναις ὑπαχθέντες ἐπεχείρησαν ἀρνήσασθαι
I do not think, my brother, that I am mistaken in confessing this to be God, the author and father of all things, whom many who reigned in this world, led astray by frenzied errors, attempted to deny.
我的弟兄啊,我認為自己並沒有錯,承認這一位就是神——萬有的元首與父,儘管此世許多為王者,受狂悖謬誤的引誘,曾企圖否認祂。
1:693
ἀλλ' ἐκείνους ἅπαντας τοιοῦτον τιμωρὸν τέλος κατανάλωσεν, ὡς πᾶν τὸ μετ' ἐκείνους ἀνθρώπων γένος τὰς ἐκείνων συμφορὰς ἀντ' ἄλλου παραδείγματος ἐπαράτους τοῖς τὰ ὅμοια ζηλοῦσι τίθεσθαι
But so avenging an end consumed them all, that the whole race of men after them set forth their calamities, instead of any other example, as accursed to those who would emulate the like.
但那樣的懲罰性結局,把他們全都吞滅了,以致此後所有世代的人類,都把他們的災禍當作可咒詛的鑑戒,警惕那些企圖仿效同樣行徑的人。
1:694
τούτων ἐκεῖνον ἕνα ἡγοῦμαι γεγονέναι, ὃν καθάπερ τις σκηπτὸς ἡ θεία μῆνις τῶν τῇδε ἀπελάσασα τοῖς ὑμετέροις μέρεσι παραδέδωκε, τῆς ἐπ' αὐτῷ αἰσχύνης πολυθρύλητον τὸ παρ' ὑμῖν τρόπαιον ἀπο φήναντα
I consider that one to have been among these, whom, like a thunderbolt, divine wrath drove out from these regions and delivered over to your territories, rendering the trophy of his shame among you a matter of much report.
我認為那人正是這些人中的一個;神聖的忿怒如雷霆一般,將他從這片土地驅逐,交付到你們的境內,使他所蒙受的羞辱,成了你們那裡人盡皆知的戰利品。
1:695
Ἀλλὰ γὰρ ἔοικεν εἰς καλὸν προκεχωρηκέναι τὸ καὶ ἐν τῷ καθ' ἡμᾶς αἰῶνι τὴν τῶν τοιούτων τιμωρίαν περιφανῆ δειχθῆναι
But indeed it seems to have turned out well, that even in our own age the punishment of such men should be shown forth manifestly.
然而,這似乎轉而成就了美事——即使在我們這個時代,這等人的懲罰,也得以彰顯於世人眼前。
1:696
ἐπεῖδον γὰρ καὶ αὐτὸς ἐκείνων τὰ τέλη τῶν ἔναγχος ἀθεμίτοις προστάγμασι τὸν τῷ θεῷ ἀνακείμενον λαὸν ἐκταραξάντων
For I myself also witnessed the ends of those who but recently, by unlawful decrees, threw into confusion the people consecrated to God.
因為我自己也親眼看見了那些人的下場,他們不久前曾以不法的詔令,擾亂了那奉獻於神的百姓。
1:697
διὸ δὴ καὶ πολλὴ χάρις τῷ θεῷ, ὅτι τελείᾳ προνοίᾳ πᾶν τὸ ἀνθρώπινον τὸ θερα πεῦον τὸν θεῖον νόμον, ἀποδοθείσης αὐτῷ τῆς εἰρήνης, ἀγάλλεται καὶ γαυριᾷ
Wherefore great thanks are due to God, that by His perfect providence all mankind that serves the divine law, peace having been restored to it, exults and glories.
因此,當向神獻上極大的感謝,因祂以全備的眷顧,使一切奉行神聖律法的人類,在和平重歸之後,得以歡欣雀躍。
1:698
ἐντεῦθεν καὶ ἡμῖν αὐτοῖς πέπεισμαι ὡς ὅτι κάλλιστα καὶ ἀσφαλέστατα ἔχει ἅπαντα, ὁπότε διὰ τῆς ἐκείνων καθαρᾶς τε καὶ δοκίμου θρησκείας ἐκ τῆς περὶ τὸ θεῖον συμφωνίας πάντας εἰς αὐτὸν ἀγείρειν ἀξιοῖ
Hence I am persuaded that, for us also, all things stand in the best and most secure condition, whenever, through their pure and approved worship, He deigns, out of concord concerning the divine, to gather all men unto Himself.
由此我深信,一切事物對我們自身而言,都會處於最美好、最穩妥的狀態——當祂樂意藉著他們純潔而蒙悅納的敬拜,出於對神聖之事的一致同心,將眾人聚集歸向自己之時。
1:699
τῶν χριστιανῶν (ὑπὲρ γὰρ τούτων ὁ πᾶς μοι λόγος), πῶς οἴει με ἥδεσθαι ἀκούοντα, ὅταν καὶ τῆς Περσίδος τὰ κράτιστα ἐπὶ πλεῖστον ὥσπερ ἔστι μοι βουλομένῳ κοσμῆται
As for the Christians (for it is on their behalf that my whole discourse is directed), how do you suppose I rejoice to hear, when even the noblest parts of Persia are, as I would wish, adorned to the fullest extent by them?
至於基督徒(因為我這整篇論述都是為了他們而發),你以為,當我聽聞就連波斯最精華的地區,也如我所願,正大幅蒙受他們的裝飾美化時,我心中會是何等的喜悅?
1:700
σοί τε οὖν ὡς ὅτι κάλλιστα ἐκείνοις τε ὡσαύ τως ὑπάρχοι τὰ κάλλιστα, ὅ τι σοὶ κἀκείνοις
May, then, the best of things be yours, and likewise may the best of things belong to them—whatever is best for you and for them alike.
願你獲得一切最美好的事物,願他們同樣也獲得一切最美好的事物——無論對你或對他們而言,那最美好的是什麼。
1:701
οὕτω γὰρ ἕξεις τὸν τῶν ὅλων δεσπότην πρᾶον, ἵλεω καὶ εὐμενῆ
For thus you will have the Master of all things gentle, propitious, and well-disposed toward you.
「因為如此,你必使萬有之主待你溫和、施恩而仁慈。」
1:702
τούτους τοιγαροῦν, ἐπειδὴ τοσοῦτος εἶ, σοὶ παρατίθεμαι, τοὺς αὐτοὺς τούτους, ὅτι καὶ εὐσεβείᾳ ἐπίσημος εἶ, ἐγχειρίζων
These, therefore, since you are so great, I entrust to you; these very same ones, since you are also distinguished for piety, I place in your hands.
「所以,這些人,既然你如此偉大,我便將他們託付給你;正是這些人,既然你也以敬虔著稱,我便將他們交在你手中。」
1:703
τούτους ἀγάπα ἁρμοδίως τῆς αὐτοῦ φιλανθρωπίας
Love these fittingly, in accordance with his loving-kindness.
「你要照著祂的仁愛,恰如其分地愛這些人。」
1:704
σαυτῷ τε γὰρ καὶ ἡμῖν ἀπερίγραπτον δώσεις διὰ τῆς πίστεως τὴν χάριν. Τοσαύτην ὁ πάντα ἄριστος βασιλεὺς τῶν εὐσεβείᾳ κοσμουμένων ἐποιεῖτο φροντίδα, οὐ μόνον τῶν ὑπηκόων ἐπιμελούμενος ἀλλὰ καὶ τῶν ὑφ' ἕτερα σκῆπτρα τελούντων εἰς δύναμιν προμηθούμενος
"For to yourself and to us you will grant, through faith, grace without limit." Such was the care that the emperor, best in all things, took for those adorned with piety, not only attending to his own subjects but also, as far as he was able, providing for those living under other scepters.
「因為藉著信,你將為你自己也為我們,帶來無可限量的恩典。」這位樣樣至善的皇帝,就是如此關懷那些以敬虔為裝飾的人,不僅照顧自己的臣民,也盡力照料那些在別的權杖統治之下的人。
1:705
διά τοι τοῦτο καὶ αὐτὸς τῆς θείας κηδεμονίας ἀπήλαυε καὶ τῆς τε Εὐρώπης ἁπάσης καὶ τῆς Λιβύης, πρὸς δὲ ταύταις καὶ τοῦ πλείστου τῆς Ἀσίας κατέχων τὰς ἡνίας, εὔνους εἶχε τοὺς ἀρχομένους καὶ τῷ χαλινῷ μεθ' ἡδονῆς πειθομένους
For this very reason he himself also enjoyed divine care; and holding the reins of all Europe and of Libya, and besides these of the greater part of Asia as well, he found those he ruled well-disposed toward him and gladly obedient to his rein.
正因如此,他自己也蒙受神聖的看顧;他掌握著全歐洲、利比亞,以及亞細亞大部分地區的韁繩,而他所治理的人民對他心懷好感,也甘心樂意地順服他的統御。
1:706
καὶ μὲν δὴ καὶ τῶν βαρβάρων οἱ μὲν ἑκόντες ἐδούλευον, οἱ δὲ πολέμῳ κρατούμενοι·
And indeed of the barbarians too, some served him willingly, while others were subdued by war.
而且,就連蠻族之中,也有人甘心臣服,另有人則是被戰爭所征服。
1:707
καὶ πανταχοῦ τρόπαια ἵστατο καὶ νικηφόρος ὁ βασιλεὺς ἀνεδείκνυτο
And everywhere trophies were set up, and the emperor was proclaimed victorious.
到處都豎立起戰勝紀念碑,這位皇帝也被彰顯為得勝者。
1:708
ἀλλὰ ταῦτα μὲν καὶ ἕτεροι διὰ πλειόνων εὐφήμησαν·
But these matters others have already celebrated at greater length.
然而,這些事蹟,別人已用更多的篇幅加以頌揚了。
1:709
ἡμεῖς δὲ τῆς προκειμένης ἱστορίας ἐχώμεθα
Let us, however, keep to the history now before us.
至於我們,還是回到眼前所論述的這段歷史吧。
1:710
Ὁ μὲν οὖν πανεύφημος βασιλεὺς τὰς ἀποστολικὰς φροντίδας ἐν τῇ ψυχῇ περιέφερεν, οἱ δὲ τῆς ἱερωσύνης ἠξιωμένοι οὐ μόνον οἰκο δομεῖν οὐκ ἐβούλοντο, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐκκλησίας ἀνορύττειν ἐπεχείρουν θεμέλια
So while the most laudable emperor carried apostolic cares about in his soul, those who had been deemed worthy of the priesthood were unwilling not merely to build up, but even attempted to dig up the very foundations of the church.
這位備受讚譽的皇帝心中懷抱著使徒般的關懷,然而那些蒙選配得祭司職分的人,非但不願意建造,反倒企圖挖掘教會的根基。
1:711
τοὺς γὰρ δὴ τούτων μετὰ τῶν ἀποστολικῶν ἡγουμένους δογμάτων, παντοδαπὰς συκοφαντίας ὑφαίνοντες, καθαι ροῦντες ἐξήλαυνον
For indeed those among them who led according to the apostolic doctrines, they wove all manner of false accusations against, and, deposing them, drove them out.
因為那些按著使徒教義帶領信眾的人,他們竟編織種種誣告,將其革職並驅逐出去。
1:712
οὐ γὰρ δὴ ἔλαβον κόρον τοῦ φθόνου τὸ πολυ θρύλητον ἐκεῖνο κατὰ Εὐσταθίου τοῦ μεγάλου δρᾶμα συντεθεικότες; ἀλλὰ καὶ ἄλλον πύργον μέγιστον τῆς εὐσεβείας ὑπορύττειν ἐπεχείρουν καὶ τὰς παντοδαπὰς προσέφερον μηχανάς
For had they not, in composing that much-talked-of drama against the great Eustathius, already had their fill of envy? Yet they attempted to undermine another very great tower of piety as well, and brought to bear machinations of every kind.
難道他們編織那樁針對偉大的優斯他修的、眾人皆知的戲碼,還沒有讓他們的嫉妒得到滿足嗎?他們竟又企圖去挖空另一座敬虔的巨塔,使出了各式各樣的詭計。
1:713
ἐν συντόμῳ δὲ καὶ τήνδε τὴν τραγῳδίαν ὡς ἔνι μάλιστα διηγήσομαι
I shall now narrate this tragedy also, as briefly as possible.
現在我要盡可能簡要地敘述這齣悲劇。
1:714
Ἀλεξάνδρου τοῦ θαυμασίου πρεσβύτου, ὃς τὴν Ἀρείου κατηγωνί σατο βλασφημίαν, τοῦ βίου τὸ τέρμα κατειληφότος μετὰ μῆνας πέντε τῆς ἐν Νικαίᾳ συνόδου, τὴν τῆς Ἀλεξανδρέων ἐκκλησίας Ἀθανάσιος διεδέξατο προεδρίαν, ἀνὴρ παιδόθεν μὲν τοῖς θείοις μαθήμασιν ἐν τραφείς, ἐν ἑκάστῃ δὲ τάξει τῶν ἐκκλησιαστικῶν χορῶν γενόμενος ἀξιάγαστος
When the admirable elder Alexander, who had contended against and overcome the blasphemy of Arius, had reached the end of his life five months after the Council of Nicaea, Athanasius succeeded to the presidency of the church of Alexandria — a man reared from childhood in the divine studies, and one who had proved admirable in every rank of the ecclesiastical orders.
那位卓越的長老亞歷山大——他曾與亞流的褻瀆之說爭戰並將之制伏——在尼西亞大公會議之後五個月走到人生的終點,亞他那修便接續他,出任亞歷山大教會的主教;這人自幼便在神聖的學問中受栽培,並且在教會各等次的行列中都表現得令人欽佩。
1:715
οὗτος ἐν τῇ μεγάλῃ συνόδῳ τοὺς ὑπὲρ τῶν ἀποστολι κῶν δογμάτων ἀγῶνας ἀναδεξάμενος, παρὰ μὲν τῶν τῆς ἀληθείας εὐφημεῖτο προμάχων, τῶν δέ γε ἀντιπάλων, ὡς ἀνταγωνιστής, ἐχθρὸς ἐγένετο καὶ πολέμιος
This man, having taken upon himself, in the great council, the contests on behalf of the apostolic doctrines, was praised by the champions of the truth; but by the adversaries, as their antagonist, he became an object of hatred and hostility.
此人在那次大會議中,挺身承擔為使徒教義而戰的重任,因而受到真理捍衛者的稱頌;然而在敵對者眼中,他既是與之抗衡之人,便成了他們的仇敵和對頭。
1:716
συνῆν δὲ Ἀλεξάνδρῳ τῷ πάνυ νέος μὲν ὢν τὴν ἡλικίαν, τοῦ χοροῦ δὲ τῶν διακόνων ἡγούμενος
He had been in attendance upon the great Alexander, being still young in age, but already leading the order of deacons.
他曾隨侍在偉大的亞歷山大身邊;那時他年紀尚輕,卻已經帶領著執事的行列。
1:717
ταύτην αὐτοῦ τὴν ὑπὲρ τῆς ἀληθείας προθυμίαν τῇ πείρᾳ μεμαθηκότες οἱ τῷ μονογενεῖ θεῷ πολεμεῖν ἐγνωκότες, καὶ γνόντες τῆς Ἀλεξανδρέων ἐκκλησίας ἐγχειρισθέντα τοὺς οἴακας, κατάλυσιν τῆς σφετέρας δυσ σεβείας ὑπέλαβον τὴν ἐκείνου ἡγεμονίαν
Those who had resolved to make war upon the only-begotten God, having learned by experience this zeal of his for the truth, and having discovered that the helm of the Alexandrian church had been entrusted to him, judged that his leadership would mean the overthrow of their own impiety.
那些已決意要與獨生神為敵的人,透過親身經歷得知了他這股為真理效力的熱忱,又得知亞歷山大教會的舵柄已交在他手中,便認定他的治理將意味著他們自身不敬虔之舉的覆滅。
1:718
τούτου δὴ εἵνεκα τοιόνδε τι μηχανῶνται
For this reason, then, they contrived a scheme of the following kind.
因此,他們便設下了如下的一個詭計。
1:719
Μελίτιος ἐκεῖνος, ὃν ἡ ἐν Νικαίᾳ σύνοδος ἀπεκήρυξεν, ἐπέμενε κυκῶν καὶ ταράττων τήν τε Θηβαΐδα καὶ τὴν ταύτῃ πελάζουσαν Αἴγυπτον·
That Meletius, whom the Council of Nicaea had condemned and excluded, persisted in stirring up confusion and disturbing both the Thebaid and the part of Egypt adjoining it.
那個曾被尼西亞大公會議所定罪除名的米利提,仍舊不斷地攪擾騷亂底比斯地區,以及與其相鄰的埃及一帶。
1:720
τῶν τούτου στασιωτῶν τινας μισθωσάμενοι, ἵν' ἀνύπο πτον ᾖ τῆς κατηγορίας τὸ σχῆμα, πείθουσι πρὸς βασιλέα δραμεῖν καὶ συκοφαντίαν ὑφῆναι, ὡς Ἀθανάσιος τελωνεῖ μὲν τὴν Αἴγυπτον, τὸ δὲ συναθροιζόμενον χρυσίον ἀνδρί τινι τυραννίδα κατασκευάζοντι χορηγεῖ
Hiring some of his partisans, so that the form of the accusation might arouse no suspicion, they persuaded them to run to the emperor and weave a false charge — that Athanasius was taxing Egypt as if collecting tribute, and was supplying the gold thus gathered to a certain man who was preparing a tyranny.
他們收買了米利提黨羽中的一些人,好使控告的形式不惹人起疑,便唆使他們跑去見皇帝,捏造誣告,說亞他那修向埃及橫徵暴斂,並將所聚斂的金錢供給某個正在圖謀篡位的人。
1:721
καὶ τὰς βασιλέως ἐξαπατήσαντες ἀκοὰς εἰς τὴν Κωνσταν τινούπολιν τὸν Ἀθανάσιον ἤγαγον
And having deceived the emperor's ears, they brought Athanasius to Constantinople.
他們如此蒙蔽了皇帝的耳目,便把亞他那修帶到了君士坦丁堡。
1:722
ὁ δὲ ἀφικόμενος διήλεγξε τῶν κατηγορημάτων τὸ ψεῦδος καὶ τὴν θεόθεν ἐγχειρισθεῖσαν ἀπέλαβεν ἐκκλησίαν·
But when he arrived, he refuted the falsehood of the accusations, and recovered the church that had been committed to him by God.
但他一到,便揭穿了控告中的虛假,並且重新領回了那由神所託付給他的教會。
1:723
δηλοῖ δὲ ταῦτα καὶ ὁ βασιλεὺς ἐξ ὧν πρὸς τὴν Ἀλεξαν δρέων ἔγραψεν ἐκκλησίαν, ὧν τὸ τελευταῖον μέρος ἐνθήσω τῇ συγ γραφῇ
The emperor himself makes this clear from what he wrote to the church of the Alexandrians, the closing portion of which I shall insert into this account.
皇帝本人在寫給亞歷山大教會的信中,也證實了這一點;我將把這封信的末段插入本書之中。
1:724
Οὐδὲν ἴσχυσαν οἱ πονηροὶ κατὰ τοῦ ἐπισκόπου ὑμῶν, ἐμοὶ πιστεύ σατε, ἀδελφοί
"The wicked have accomplished nothing against your bishop — believe me, brethren."
「那些惡人在你們的主教身上並沒有得逞——弟兄們,請相信我。」
1:725
οὐδὲν ἕτερον ἐσπουδάκασιν ἢ ἵνα κατατρίψαντες τοὺς ἡμετέρους χρόνους μηδεμίαν χώραν ἐν τῇ ζωῇ ταύτῃ μεταμελείας ἔχωσιν
"They have been zealous for nothing else than this: that by wearing away our time, they might leave themselves no room for repentance in this life."
「他們汲汲營營,無非是要藉著耗盡我們的光陰,使自己在今生再無悔改的餘地。」
1:726
χάριν ἀφανίζειν ἐπιθυμοῦντας, καὶ πρὸς τὸν θεὸν ἀπιδόντες ὑμᾶς αὐτοὺς ἀγαπᾶτε
"...desiring to do away with grace; but you, looking toward God, love yourselves."
「……渴望消滅這恩典;但你們要仰望神,彼此相愛。」
1:727
ἐγὼ γὰρ τὸν ὑμέτερον ἐπίσκοπον Ἀθανάσιον ἀσμένως προσηκάμην οὕτω τε προσεφθεγξάμην ὡς ἄνθρωπον αὐτὸν εἶναι θεοῦ πεπεισμένος. Ἀλλ' οὐδὲ οὕτως οἱ δυσσεβεῖς ἐνετράπησαν, ἀλλ' ἕτερον ἐξύφηναν δρᾶμα, ᾧ προσόμοιον οὐδεὶς τῶν πάλαι γεγενημένων τραγῳδοποιῶν ἢ κωμῳδοποιῶν διέπλασε πώποτε
"For I gladly received your bishop Athanasius, and addressed him in such terms as one persuaded that he is a man of God. But not even so were the impious put to shame; instead they wove yet another drama, the like of which none of the tragic or comic poets of old ever devised."
「因為我欣然接待了你們的主教亞他那修,並且以確信他是神的人的態度向他致意。然而,即便如此,那些不敬虔的人仍不知羞恥,反倒編織出另一齣戲碼,其荒誕之甚,是古往今來任何悲劇或喜劇作家都未曾構思過的。」
1:728
κατηγόρους γὰρ πάλιν ἐκ τῆς αὐτῆς συμμορίας μισθωσάμενοι προσάγουσι βασιλεῖ, βοῶντας ἀνο σιουργίας ἀρρήτους τετολμηκέναι πολλὰς τὸν τῆς ἀρετῆς ἀθλητήν
For once more hiring accusers from the same faction, they brought them before the emperor, crying out that this athlete of virtue had dared to commit many unspeakable acts of impiety.
他們又從同一夥人中收買了控告者,帶到皇帝面前,大聲宣稱這位德行的鬥士竟膽敢犯下許多不可言喻的褻瀆罪行。
1:729
ἡγεῖτο δὲ τούτων Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεόδωρος ὁ Περίν θιος ( Ἡράκλειαν δὲ νυνὶ τὴν Πέρινθον ὀνομάζουσιν), οὐκ ἀνεκτὰ ταῦτα εἶναι λέγοντες οὐδὲ ἀκοαῖς φορητά
Leading these were Eusebius, Theognis, and Theodore of Perinthus (Perinthus is now called Heraclea), who declared that these things were not to be endured, nor bearable even to the ears.
帶頭的是優西比烏、狄奧格尼烏,以及裴林圖的狄奧多若(裴林圖如今被稱作赫拉克利亞),他們聲稱這些事情實在無法容忍,連聽聞都令人難以承受。
1:730
πείθουσι δὴ οὖν τὸν βασιλέα σύνοδον ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ἀθροῖσαι, ἔνθα δὴ πλείους ἦσαν οἱ δυσμενεῖς, κἀκεῖσε κριθῆναι κελεῦσαι τὸν Ἀθανάσιον
They accordingly persuaded the emperor to convene a council at Caesarea in Palestine, where his ill-wishers were more numerous, and to order that Athanasius be tried there.
於是他們說服皇帝在巴勒斯坦的凱撒利亞召開會議——那裡對亞他那修懷有惡意的人居多——並下令要在那裡審判亞他那修。
1:731
πεισθεὶς δὲ ὡς ἱερεῦσιν ὁ βασιλεύς, παντάπασι γὰρ ἠγνόει τὰ τυρευό μενα, τοῦτο γενέσθαι προσέταξεν
The emperor, persuaded because he trusted them as priests — for he was wholly unaware of what was being concocted — commanded that this be done.
皇帝既然信任他們是祭司,便聽從了他們的話——因為他對這場陰謀全然不知情——於是下令照此辦理。
1:732
ἀλλ' ὁ θεῖος Ἀθανάσιος, τὴν τῶν δικαζόντων δυσμένειαν ἐπιστάμενος, οὐχ ἧκεν εἰς τὸ συνέδριον
But the divine Athanasius, aware of the hostility of the judges, did not attend the assembly.
但那位神聖的亞他那修,深知那些審判者對他的敵意,便沒有出席那個會議。
1:733
ἐν τεῦθεν δὴ πλείονα πρόφασιν εἰς συκοφαντίαν λαβόντες καὶ τὸν κατὰ τῆς ἀληθείας ἀναδεξάμενοι πόλεμον, πρὸς ταῖς ἄλλαις παρανομίαις τυραννίδος αὐτὸν καὶ θρασύτητος ἐπὶ τοῦ βασιλέως ἐγράψαντο·
From this they took further pretext for calumny, and, having taken up the war against the truth, in addition to their other lawless acts, they lodged a written charge against him before the emperor, accusing him of tyranny and insolence.
他們便藉此獲得了更多誣陷的藉口,並且承接起這場與真理為敵的戰爭,除了其他種種不法行徑之外,還在皇帝面前具狀控告他行事專橫、膽大妄為。
1:734
καὶ οὐ πάμπαν τῆς ἐλπίδος ἐψεύσθησαν
And they were not altogether disappointed in their hope.
而他們的指望,也並非全然落空。
1:735
ἐκ γὰρ δὴ τῶν εἰρημένων θυμωθεὶς ὁ πραότατος βασιλεὺς ἐπέστειλεν αὐτῷ τὴν ὀργὴν ὑπο φαίνων καὶ καταλαβεῖν τὴν Τύρον παρεγγυῶν
For, provoked to anger by what had been said, the most gentle emperor wrote to Athanasius, betraying his displeasure and enjoining him to proceed to Tyre.
因為那位素來最溫和的皇帝,聽聞這些話後大為震怒,便寫信給亞他那修,流露出他的怒意,並命令他前往推羅。
1:736
ἐκεῖσε γὰρ προσέ ταξεν ἀθροισθῆναι τὴν σύνοδον, ὑποπτεύσας, ὡς οἶμαι, τὸν Ἀθανά σιον ὑφορᾶσθαι τὴν Καισαρέων διὰ τὸν ἐκείνης ἡγούμενον
For he had ordered the council to assemble there, suspecting, I think, that Athanasius mistrusted the council of Caesarea on account of the man presiding over it.
因為他已下令要在那裡召開會議,我想這是因為他猜疑亞他那修對凱撒利亞的會議心存疑慮,緣故正在於主持那次會議的那個人。
1:737
ἔγραψε δὲ καὶ τῇ συνόδῳ ἅπερ ἐχρῆν ἐπιστεῖλαι τὸν εὐσεβείᾳ κοσμούμενον
He also wrote to the council such things as it was fitting for one adorned with piety to write.
他也寫信給那次會議,寫下了一位以敬虔為裝飾的人理當致書的內容。
1:738
Κωνσταντῖνος Σεβαστὸς τῇ ἁγίᾳ συνόδῳ τῇ κατὰ Τύρον
"Constantine Augustus, to the holy council assembled at Tyre."
「奧古斯都君士坦丁,致在推羅召開的聖會議。」
1:739
Ἦν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ μάλιστα πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης λοι δορίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας
"It would perhaps be fitting, and most suited to the favorable circumstances of these times, that the catholic Church be free of faction, and that the servants of Christ now be delivered from all reviling."
「或許,這正符合此一大好時機所應有的情形——大公教會理當免於紛爭,基督的僕人此刻也理當脫離一切的譭謗。」
1:740
ἐπειδὴ δὲ οὐχ ὑγιοῦς φιλονεικίας οἴστρῳ τινὲς ἐλαυνόμενοι ( οὐ γὰρ ἂν εἴποιμι βιοῦντες ἑαυτῶν ἀναξίως) τὰ πάντα συγχέειν ἐπιχειροῦσιν, ὅπερ πάσης συμφορᾶς ἐπέκεινα κεχωρηκέναι μοι δοκεῖ, τούτου χάριν θέ οντας ὑμᾶς, τὸ τοῦ λόγου, προτρέπομαι χωρίς τινος ὑπερθέσεως εἰς ταὐτὸ συνδραμεῖν καὶ πληρῶσαι τὴν σύνοδον, ἐπαμῦναι τοῖς χρῄ ζουσιν ἐπικουρίας, τοὺς ἀδελφοὺς ἰατρεῦσαι κινδυνεύοντας, εἰς ὁμό νοιαν ἐπαναγαγεῖν τὰ διεστῶτα τῶν μελῶν, διορθώσασθαι τὰ πλημ μελούμενα ὡς καιρὸς ἐπιτρέπει, ἵνα ταῖς τοσαύταις ἐπαρχίαις τὴν πρέπουσαν ἀποδῶτε συμφωνίαν, ἥν, φεῦ τῆς ἀτοπίας, ἐλαχίστων ἀνθρώπων ἀπώλεσεν ὑπεροψία
"But since certain persons, driven by the goad of an unhealthy contentiousness (for I would not say that they are living in a manner worthy of themselves), are attempting to throw everything into confusion — a thing which seems to me to have gone beyond every calamity — for this reason I urge you, though already hastening (to use the proverb), to run together to the same place without any delay, and to fill up the council; to come to the aid of those in need of assistance; to heal the brethren who are in danger; to bring back to concord the members that are at variance; and, as far as the occasion allows, to set right what has been done amiss, so that you may restore to so many provinces that harmony which is fitting for them — that harmony which, alas for the absurdity of it, the arrogance of a very few men has destroyed."
「然而,既有某些人,被不健全的爭競之欲所驅使(我實不願說,他們的生活行徑辜負了自己的身分),企圖把一切都攪成一團混亂——依我看來,這事已超乎一切災禍之上——因此,儘管你們已在匆忙趕赴,我仍要如俗語所說地勸勉你們,務要毫不遲延地共赴一處,使會議滿員;要救助那些需要幫助的人,醫治那些身陷危難的弟兄,使那分裂的肢體重歸和睦,並依時機所許,矯正一切失當之處,好使你們能為這麼多的省分恢復理當有的和諧——唉,多麼荒謬啊,這和諧竟被極少數人的傲慢所摧毀。」
1:741
Ὅτι δὲ τοῦτο καὶ τῷ δεσπότῃ τῶν ὅλων θεῷ ἐστιν ἀρεστόν, καὶ ἡμῖν πάσης εὐχῆς ὑπέρτερον, καὶ ὑμῖν αὐτοῖς, ἐάν γε τὴν εἰρήνην ἀνακαλέσησθε, οὐ τῆς τυχούσης ἄξιον εὐδοξίας, πάντας ἀνθρώπους συνομολογεῖν ἡγοῦμαι
"And that this is pleasing also to God, the Master of all, and to us more precious than every prayer, and to yourselves — if indeed you should recall peace — worthy of no common renown, I believe all men would agree."
「至於這事既蒙萬有的主宰神所悅納,於我們而言也勝過一切禱告,於你們自己而言,若你們真能召回和平,也必配得非比尋常的美譽——這一點,我相信所有的人都會同意。」
1:742
μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ' ἐπιτείναντες ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ πίστεως συνελθόντες, ἣν ἑκασταχοῦ μόνον οὐχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ ἐκεῖνος ᾧ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ' ἡμῶν
"Do not, then, delay any longer, but from this point on, having intensified your zeal, be diligent to set a fitting limit to the matters at hand, assembling, of course, with all sincerity and faith — that faith which the Savior whom we serve, all but uttering a voice in every place, above all demands of us."
「所以不要再遲延了,反倒要從此刻起加緊你們的熱忱,努力為眼前的事務劃下應有的界限,並帶著十足的誠實與信心齊聚一堂——這信心,正是我們所事奉的那位救主,幾乎在每一處都彷彿發出聲音,特別向我們所要求的。」
1:743
οὐδὲν δὲ τῶν εἰς τὴν ἐμὴν εὐλάβειαν ἡκόντων ἐνδεήσει
"And nothing that pertains to my own devotion shall be found wanting."
「凡屬於我這份虔敬所應盡的,我必無所欠缺。」
1:744
πάντα μοι πέπρακται ὅσα γράφοντες ἐδηλώσατε
"Everything has been done by me that you made known in your letters."
「凡你們在書信中所表明的一切,我都已經一一辦理。」
1:745
ἀπέστειλα πρὸς οὓς ἐβουλήθητε τῶν ἐπισκόπων, ἵνα παραγενόμενοι κοινωνήσωσιν ὑμῖν τῶν φροντισμά των·
"I have sent for those bishops whom you desired, so that on their arrival they may share with you in your deliberations."
「凡你們所願要的那些主教,我都已差人前去邀請,好讓他們到場後,與你們一同分擔這番籌謀。」
1:746
ἐὰν γάρ τις, ὡς ἔγωγε οὐκ οἴομαι, τὴν ἡμετέραν κέλευσιν καὶ νῦν διακρού σασθαι πειρώμενος μὴ βουληθῇ παραγενέσθαι, ἐντεῦθεν παρ' ἡμῶν ἀποσταλήσεται ὃς ἐκ βασιλικοῦ προστάγματος αὐτὸν ἐκβάλλων, ὡς οὐ προσῆκεν ὅροις αὐτοκράτορος ὑπὲρ τῆς ἀληθείας ἐξενεχθεῖσιν ἀντιτείνειν διδάξει
"For if anyone — which indeed I do not suppose will happen — even now attempting to evade our command, should be unwilling to appear, one shall be sent from us who, expelling him by imperial decree, will teach him that it was not fitting to resist decrees issued by the emperor on behalf of the truth."
「因為倘若有人——雖然我自己並不認為會有這種事——竟企圖規避我們的命令,不願到場,那麼我們必從此處差人前去,憑著皇帝的敕令將他驅逐,並教導他明白:抗拒皇帝為真理所頒布的裁決,是不合宜的。」
1:747
θως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμελη θεῖσιν εἴτ' οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν ἐπινοῆσαι, ἵνα καὶ πάσης βλασφημίας ἐλευθερώσητε τὴν ἐκκλησίαν καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιαζομένοις ἀποδόντες μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε
"...in accordance with the ecclesiastical and apostolic canon, to devise the fitting remedy for those things done amiss, or for what has occurred through error, so that you may free the Church from all blasphemy, lighten my own cares, and, by restoring the grace of peace to those now embroiled in strife, procure for yourselves the greatest renown."
「……依照教會與使徒的準則,為那些失當之舉,或因過失而發生之事,設想合宜的療法,使你們既能使教會脫離一切褻瀆之言,也能減輕我的憂慮,並藉著將和平的恩惠歸還給如今紛爭不休的人,為你們自己贏得極大的美譽。」
1:748
ὁ θεὸς ὑμᾶς διαφυλάττοι, ἀδελφοὶ ἀγαπητοί. Οὕτω δὴ τῶν ἐπισκόπων εἰς τὴν Τύρον συναλισθέντων, ἀφί κοντο μὲν καὶ ἄλλοι τινὲς δογμάτων διαφθορὰν ἐγκαλούμενοι, ὧν εἷς ἦν καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος·
"May God preserve you, beloved brethren." Thus, when the bishops had gathered together at Tyre, there arrived also certain others accused of corrupting doctrine, one of whom was Asclepas of Gaza.
「願神保守你們,親愛的弟兄們。」眾主教就這樣聚集在推羅之後,也有其他一些被控敗壞教義的人來到,其中一位便是迦薩的亞斯克帕。
1:749
ἀφίκετο δὲ καὶ ὁ θαυμάσιος Ἀθανάσιος
The admirable Athanasius also arrived.
那位卓越的亞他那修也到場了。
1:750
βούλομαι δὲ πρῶτον τὴν τῆς κατηγορίας διηγήσασθαι τραγῳδίαν, εἶθ' οὕτως συγγράψαι τὰ κατὰ τὸ πολυθρύλητον δι καστήριον
I wish first to relate the tragedy of the accusation, and then thus to record what took place at that much-talked-of tribunal.
我想先敘述這場控告的悲劇,然後再照此記述那個眾所周知的審判庭上所發生的事。
1:751
Ἀρσένιός τις τῶν Μελιτίου κοινωνικῶν ἐπίσκοπος ἦν
A certain Arsenius was a bishop among those in communion with Meletius.
有一位名叫亞森尼奧的人,是與米利提相通融的主教之一。
1:752
τοῦτον οἱ τῆς ἐκείνου συμμορίας κατακρύψαντες λαθεῖν ἐπὶ πλεῖστον ἠξίωσαν
Those of his faction hid him away, and thought it good that he remain concealed for as long as possible.
那一夥人的黨羽把他藏了起來,一心想要讓他儘可能長久地隱匿不現。
1:753
εἶτα χεῖρα δεξιὰν ἀπό τινος σώματος ἐκτεμόντες νεκροῦ καὶ ταύτην ἐν λάρνακι ξυλίνῃ τεταριχευμένην ἐνθέντες, πάντοσε περιέφερον, κατατετμῆσθαι λέγοντες τὸν Ἀρσένιον καὶ μιαιφόνον ἀποκαλοῦντες τὸν Ἀθανάσιον
Then, having cut off a right hand from a certain corpse, and having placed it, embalmed, in a wooden chest, they carried it about everywhere, claiming that Arsenius had been cut to pieces, and calling Athanasius a murderer.
接著,他們從某具屍體上截下一隻右手,將其防腐處理後放入一個木匣中,四處展示,聲稱亞森尼奧已被肢解,並稱亞他那修為兇手。
1:754
ἀλλ' ὁ πάντα ἐφορῶν ὀφθαλμὸς οὐκ εἴασεν ἐπὶ πλεῖστον λαθεῖν τὸν Ἀρσένιον
But the all-seeing Eye did not allow Arsenius to remain hidden for very long.
但那鑒察萬事的眼睛,並不容許亞森尼奧長久隱藏下去。
1:755
ἀλλὰ πρῶτον μὲν ἐν Αἰγύπτῳ καὶ Θηβαΐδι δῆλος γέγονεν ὅτι ζῇ, ἔπειτα δὲ αὐτὸν εἰς τὴν Τύρον ἤγαγεν ἔνθα ἡ τραγῳδουμένη χεὶρ ἐπὶ τῶν κριτῶν προεφέρετο
First, in Egypt and the Thebaid, it became known that he was alive; and then it brought him to Tyre, where the theatrically displayed hand was being produced before the judges.
起初,在埃及和底比斯地區,他還活著的消息便已傳開;隨後,這眼目又把他帶到了推羅,就在那被人小題大作展示的手,正呈現在審判官面前之處。
1:756
τοῦτον οἱ Ἀθανασίου θηρεύσαντες σύνοικοι ἤγαγόν τε καὶ ἐν τῇ καταγωγῇ τέως λαθεῖν ἠνάγκασαν·
Athanasius's household attendants tracked him down, brought him along, and for the time being compelled him to remain concealed in their lodging.
亞他那修家中的隨從搜尋到了他,便將他帶來,並且暫時強令他隱藏在他們的住所之中。
1:757
αὐτὸς δὲ ὁ μέγας Ἀθανάσιος ὑπὸ τὴν ἕω κατέ λαβε τὸ συνέδριον
The great Athanasius himself arrived at the assembly at dawn.
偉大的亞他那修本人則在黎明時分抵達了那次會議。
1:758
καὶ πρῶτον μὲν γύναιον εἰσήγαγον ἀκολασίᾳ συνεζηκός
And first they brought in a woman who had been living a life of licentiousness.
他們首先帶進來一個生活放蕩的女子。
1:759
ἡ δὲ ἀναίδην ἐβόα, παρθενίαν μὲν ἐπηγγέλθαι λέγουσα, τὸν δὲ Ἀθανάσιον ἐπιξενωθέντα βιάσασθαι καὶ ἄκουσαν διαφθεῖραι
She cried out shamelessly, saying that she had professed virginity, but that Athanasius, having been received as a guest in her house, had violated her and corrupted her against her will.
她厚顏無恥地喊叫,說自己曾立誓守貞,但亞他那修在寄宿她家時,竟強暴了她,違背她的意願玷污了她。
1:760
τούτων ὑπ' ἐκείνης εἰρημένων, εἰσῆλθε μὲν ὁ κατηγορούμενος
When these things had been said by her, the accused entered.
待她說完這番話,被告便進入了會場。
1:761
συνῆν δὲ αὐτῷ καὶ πρεσβύτερος ἀξιέπαινος·
With him was also a presbyter worthy of praise.
與他同在的還有一位令人稱許的長老。
1:762
τῶν δὲ δικαστῶν ἀπολογήσασθαι πρὸς τὴν γραφὴν προστεταχότων τὸν Ἀθανάσιον, ὁ μὲν ἐσίγησεν, ὡς δῆθεν οὐκ ὢν Ἀθανάσιος
When the judges ordered Athanasius to make his defense against the charge, he kept silent, as though he were not really Athanasius.
當審判官們命令亞他那修就這項指控答辯時,他卻沉默不語,彷彿他並不是亞他那修似的。
1:763
ὁ δὲ Τιμόθεος ἔφη πρὸς τὴν γυναῖκα·
But Timothy said to the woman:
於是提摩太便對那女子說:
1:764
ἐγώ σοι, ὦ γύναι, συνέτυχον πώ ποτε, εἰς δὲ τὴν σὴν εἰσελήλυθα οἰκίαν; ἡ δὲ ἀναιδέστερον ἐβόα, τῷ Τιμοθέῳ διαμαχομένη καὶ τὴν χεῖρα ἐξάγουσα καὶ τῷ δακτύλῳ δεικνῦσα καὶ λέγουσα·
"Have I, woman, ever once met you, or entered into your house?" But she cried out yet more shamelessly, contending against Timothy, thrusting out her hand and pointing with her finger, and saying:
「婦人啊,我何曾與你相遇過,又何曾進過你的家門呢?」那女子卻更加厚顏地喊叫起來,與提摩太爭辯,一邊伸出手來,用手指指著他,一邊說道:
1:765
σύ μου τὴν παρθενίαν ἀφείλου, σύ με τῆς σωφροσύνης ἐγύμνωσας καὶ τἄλλα ὅσα λέγειν εἰώθασιν αἱ δι' ἀκο λασίας ὑπερβολὴν οὐκ ἔχουσαι τὴν αἰδῶ
"You took away my virginity, you stripped me of my chastity" — and the other things which women who, through excess of licentiousness, have no shame left, are wont to say.
「就是你奪去了我的貞潔,就是你剝去了我的貞操」——以及其他那些因過度放蕩已無廉恥可言的女子慣常會說的話。
1:766
οὕτω δὴ τῶν τὸ δρᾶμα συντεθεικότων καταισχυνθέντων, ἐρυθριασάντων δὲ καὶ τῶν δι καστῶν ὅσοι συνίστορες ἦσαν, ἐξήγετο ἡ γυνή
Thus, when those who had concocted the drama were put to shame, and even those judges who had been privy to it blushed, the woman was led out.
就這樣,編排這齣戲碼的人蒙羞了,就連那些知情的審判官也面紅耳赤,於是那女子便被帶了出去。
1:767
τότε δὴ ὁ μέγας Ἀθανάσιος ἔλεγε μὴ χρῆναι ἀφεθῆναι τὸ γύναιον, ἀλλ' ἐξετάσαι καὶ μαθεῖν τὸν ταῦτα συντεθεικότα
Then the great Athanasius said that the woman ought not to be released, but that inquiry should be made and it should be learned who had contrived this.
這時偉大的亞他那修便說,不應該就此放走那女子,而應加以審問,查明究竟是誰策劃了這一切。
1:768
οἱ δὲ ἐβόων ἕτερα εἶναι κατηγορή ματα χαλεπώτερα, οὐδαμῶς τέχνῃ τινὶ καὶ δεινότητι διαλυθῆναι δυνάμενα
But they cried out that there were other, more grievous charges, which could by no manner of skill or cleverness be refuted.
但他們卻高聲喊叫,說還有其他更嚴重的控罪,是無論用什麼技巧或機敏都絕不可能推翻的。
1:769
ὄψις γάρ, οὐκ ἀκοή, δικάσει τοῖς δεικνυμένοις
"For sight, not hearing, shall be the judge of what is shown."
「因為要判斷所展示出來的東西,靠的是眼見,而非耳聞。」
1:770
ταῦτα εἰπόντες τὴν πολυθρύλητον ἐκείνην ὑπέδειξαν λάρνακα καὶ τὴν τεταριχευμένην ἐγύμνωσαν χεῖρα
Having said this, they displayed that much-talked-of chest, and uncovered the embalmed hand.
說完這話,他們便展示出那個眾所周知的匣子,露出了那隻經過防腐處理的手。
1:771
τῶν δὲ θεασαμένων ἕκαστος ἀνε βόησεν, οἱ μὲν ἀληθὲς εἶναι τὸ μύσος ὑπειληφότες, οἱ δὲ τὸ μὲν ψεῦδος εἰδότες, κεκρύφθαι δὲ τὸν Ἀρσένιον ἔτι νομίζοντες
And each of those who had witnessed it cried out — some supposing the abomination to be true, others knowing it to be false but still thinking that Arsenius was hidden somewhere.
凡目睹此事的人,各自喊叫起來;有的人以為這樁醜行是真的,有的人雖然明知是謊言,卻仍以為阿爾塞尼烏斯仍被藏匿著。
1:772
μόλις δὲ βραχείας γενομένης σιγῆς, ἤρετο τοὺς δικάζοντας ὁ κατηγορούμενος εἴ τις ἐν αὐτοῖς εἴη τὸν Ἀρσένιον ἐπιστάμενος
And when, with difficulty, a brief silence had fallen, the accused asked the judges whether any of them knew Arsenius.
好不容易稍稍平靜下來後,被告便問審判者中是否有人認識阿爾塞尼烏斯。
1:773
πολλῶν δὲ εἰρηκότων ἀκριβῶς εἰδέναι τὸν ἄνδρα, ἐκέλευσε τοῦτον ἀχθῆναι
And when many said that they knew the man well, he ordered him to be brought in.
許多人都說確實認識此人,於是他便下令將此人帶來。
1:774
καὶ πάλιν ἤρετο εἰ οὗτος ἐκεῖνος εἴη Ἀρσένιος, ὁ παρ' ἐμοῦ μὲν ἀνῃρημένος, παρὰ δὲ τούτων ἐπιζητούμενος, μετὰ σφαγὴν δὲ ὑβρισμένος καὶ τῆς δεξιᾶς ἐστερημένος
And again he asked whether this was that Arsenius who, according to them, had been murdered by him, and was being sought by these men, and after the slaughter had been mutilated and deprived of his right hand.
他又再次問道:此人是否正是那位據稱被他所殺害、被這些人所尋求,並且在被殺之後遭受凌辱、右手被砍去的阿爾塞尼烏斯。
1:775
συνομολογησάντων δὲ αὐτὸν εἶναι, τῆς ἐφεστρίδος αὐ τὸν γυμνώσας ὁ Ἀθανάσιος ὑπέδειξεν ἄμφω τὼ χεῖρε, καὶ τὴν δεξιὰν καὶ τὴν εὐώνυμον
And when they agreed that he was indeed the man, Athanasius stripped him of his cloak and displayed both his hands, the right and the left.
眾人一致承認此人正是阿爾塞尼烏斯本人後,阿他那修便脫去他的外袍,讓眾人看見他的雙手,右手與左手俱在。
1:776
ἄλλην δέ, ἔφη, ζητείτω μηδείς·
"Let no one," he said, "seek another hand."
他說:「無人須再尋找另一隻手了。」
1:777
δύο γὰρ ἀνθρώ πων ἕκαστος παρὰ τοῦ ποιητοῦ τῶν ὅλων ἐδέξατο χεῖρας
"For every man has received two hands from the Maker of all things."
「因為每個人都從萬有的創造者那裡領受了兩隻手。」
1:778
ἀλλὰ καὶ τούτων οὕτω δειχθέντων, καταδύεσθαι δέον τοὺς κατηγοροῦντας καὶ τῶν δικαζόντων τοὺς συνειδότας καὶ εὔχεσθαι χῆναι σφίσι τὴν γῆν, θορύβου καὶ στάσεως ἐνέπλησαν τὸ συνέδριον, γόητα καλοῦντες τὸν Ἀθανάσιον καί τισι μαγγανείαις ἐξαπατᾶν αὐτὸν λέγοντες τῶν ἀνθρώπων τὰς ὄψεις
But even though these things had thus been shown, when the accusers and the guilty accomplices among the judges ought to have sunk into the ground for shame and prayed that the earth might open and swallow them, they instead filled the council with tumult and uproar, calling Athanasius a sorcerer and claiming that by certain magic arts he was deceiving the eyes of men.
然而,儘管事情已如此昭然若揭,這些控告者以及參與其事、知情的審判者,本應羞愧得無地自容,祈求大地為他們裂開,他們卻反而使會議充滿喧嚷紛擾,指稱阿他那修是個術士,說他用某種法術迷惑了眾人的眼睛。
1:779
κατηγοροῦντες, ἀλλ' οἱ παρὰ βασι λέως τὴν τῆς εὐταξίας πρόνοιαν πιστευθέντες τὸν φόνον ἐκώλυσαν
...accusing him; but those who had been entrusted by the emperor with the charge of keeping order prevented the murder.
……一面控告他;但那些受皇帝委託負責維持秩序的人卻阻止了這場謀殺。
1:780
ἐξαρπάσαντες γὰρ τὸν νικηφόρον καὶ σκάφους ἐπιβῆναι παρασκευά σαντες, τὴν σωτηρίαν προὐξένησαν
For having snatched the victor away and arranged for him to board a boat, they secured his safety.
因為他們搶救了這位得勝者,並安排他登上一艘小船,使他得以安全脫險。
1:781
Καὶ οὗτος μὲν τὸν βασιλέα καταλαβὼν πᾶσαν τὴν τολμηθεῖσαν ἐδίδαξε τραγῳδίαν·
And he, upon reaching the emperor, related to him the entire tragedy that had been dared.
他來到皇帝面前,將這整齣所敢行的悲劇一一稟告了皇帝。
1:782
ἐκεῖνοι δὲ εἰς τὸν Μαρεώτην τῶν ὁμογνωμόνων τινὰς ἐπισκόπους ἀπέστειλαν·
But they sent certain bishops of like mind into the Mareotis —
而他們則派遣了幾位與他們志同道合的主教前往馬雷奧提斯——
1:783
Θεογόνιόν φημι τὸν Νικαίας καὶ Θεό δωρον τὸν Περίνθιον καὶ Μάριν τὸν Χαλκηδόνιον καὶ τὸν Κίλικα Νάρκισσον καὶ τοὺς τούτων ὁμόφρονας
I mean Theognis of Nicaea, and Theodore of Perinthus, and Maris of Chalcedon, and Narcissus the Cilician, and those of like mind with them.
我是指尼西亞的狄奧格尼、佩林圖斯的狄奧多爾、迦克墩的馬里斯,以及基利家人納爾基索,還有與他們志同道合的人。
1:784
ὁ δὲ Μαρεώτης χώρα τίς ἐστιν Ἀλεξανδρείας, τῆς λίμνης Μαρίας ἐπώνυμος
Now the Mareotis is a district of Alexandria, named after Lake Maria.
馬雷奧提斯乃是亞歷山卓的一個地區,因瑪利亞湖而得名。
1:785
ἐν ταύτῃ τὸ ψεῦδος ὑφήναντες καί τινα ὑπομνήματα διαπλάσαντες καὶ τὰς γυμνω θείσας συκοφαντίας ὡς ἀληθεῖς συνθέντες κατηγορίας, ἀπέστειλαν βασιλεῖ
There they wove together falsehoods, fabricated certain records, and composed as true accusations the calumnies that had already been exposed, and sent them to the emperor.
他們在那裡編織謊言、捏造若干紀錄,並將早已被揭穿的誣告,編造成看似真實的控告,呈送給皇帝。
1:786
Αὐτοὶ δὲ εἰς τὴν Αἰλίαν παρεγένοντο·
They themselves then proceeded to Aelia,
他們自己則前往埃利亞,
1:787
τὴν γὰρ δὴ σύνοδον ἅπασαν ἀπὸ τῆς Τύρου καταλαβεῖν τὴν Αἰλίαν βασιλεὺς παρηγγύησε
for the emperor had ordered that the whole synod move from Tyre to Aelia.
因為皇帝已下令,整個大公會議應從推羅遷至埃利亞。
1:788
συνελθεῖν δὲ καὶ τοὺς ἄλλους ἅπαντας πανταχόθεν ἐκέλευσε καὶ τοὺς ὑπ' αὐτοῦ δομηθέντας·
He also ordered that all the others should assemble from every quarter, together with the churches which he himself had built —
他又命令其餘所有人也應從四面八方前來會集,並帶同他所建造的各教堂〔一併與會〕——
1:789
συναπέστειλε δὲ καὶ τῶν εὐνουστέρων ἀρχόντων τινὰς εὐσεβείᾳ καὶ πίστει λαμπρυνομένους, φιλοτίμως ἅπασι πάντα χορηγηθῆναι κελεύσας, οὐ μόνον ἀρχιερεῦσι καὶ ἱερεῦσιν καὶ τοῖς τούτοις συνεπομένοις, ἀλλὰ καὶ τοῖς δεομένοις ἅπασιν οἳ πανταχόθεν συνέτρεχον
and he also sent along with them some of the more well-disposed officials, distinguished for piety and faith, ordering that everything be generously supplied to everyone — not only to the high priests and priests and their attendants, but also to all the needy who flocked in from every quarter.
並派遣了幾位對信仰更為忠誠、以敬虔與信德著稱的官員隨行,下令要慷慨地供應眾人一切所需——不僅是主教、司祭及其隨員,就連從四面八方湧來的一切貧乏之人,也一併加以供給。
1:790
διεκοσμεῖτο δὲ καὶ τὸ θεῖον θυσιαστήριον βασιλικοῖς τε παραπετάσμασι καὶ κειμηλίοις λιθοκολ λήτοις χρυσοῖς
The divine altar itself was also adorned with royal hangings and with golden treasures set with precious stones.
神聖的祭壇也以皇家的帷幔,以及鑲嵌寶石的黃金聖器加以裝飾。
1:791
οὕτω δὴ τῆς ἑορτῆς λαμπροτάτης γεγενημένης, οἱ μὲν εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας, ὁ δὲ βασιλεὺς τὴν τῆς πανηγύρεως μεμαθηκὼς φαιδρότητά τε καὶ πολυτέλειαν, θυμηδίας τε ἐνεπλήσθη καὶ τῶν ἀγαθῶν τὸν πρύτανιν ὕμνησεν ὅτι καὶ ταύ την αὐτῷ τὴν αἴτησιν ἔδωκεν
When the festival had thus been most splendidly celebrated, the people returned each to their own homelands; and the emperor, upon learning of the brilliance and magnificence of the gathering, was filled with gladness and praised the Author of good things, because He had granted him this request as well.
節慶就這樣極其隆重地舉行完畢後,眾人各自返回本鄉;皇帝聽聞這場盛會的輝煌與奢華,滿心喜樂,並頌讚萬善之主,因為祂連這個祈求也應允了他。
1:792
Ἐπειδὴ δὲ προσῆλθεν Ἀθανάσιος ὁ θαυμάσιος τὴν ἄδικον ὀδυρό μενος κρίσιν, ἀφικέσθαι τοὺς αἰτιαθέντας τῶν ἐπισκόπων ἐκέλευσεν
But when the admirable Athanasius came forward, lamenting the unjust judgment, the emperor ordered the accused bishops to appear.
當令人欽佩的阿他那修前來,哀訴那不公的裁決時,皇帝便下令傳召那些被控告的主教前來。
1:793
οἱ δὲ παραγενόμενοι καὶ τὸ τῶν ἐλέγχων προφανὲς ὑπειδόμενοι, τὰς μὲν προτέρας συκοφαντίας κατέλιπον, ἔφασαν δὲ τῷ βασιλεῖ ἠπειλη κέναι τὸν Ἀθανάσιον τὴν σιτοπομπίαν κωλύσειν
And they, upon arriving and perceiving that the proofs against them were manifest, abandoned their earlier calumnies, but told the emperor that Athanasius had threatened to hinder the grain shipment.
他們前來之後,見到那些反證已昭然若揭,便放棄了先前的誣告,轉而向皇帝聲稱阿他那修曾威脅要阻斷運糧的船隊。
1:794
τούτοις πιστεύσας τοῖς λόγοις ὁ βασιλεὺς εἴς τινα πόλιν τῶν καλουμένων Γαλλιῶν αὐτὸν ἐξωστράκισε·
Believing these words, the emperor banished him to a certain city among those called the Gauls;
皇帝相信了這番話,便將他放逐到一座位於所謂高盧之地的城市;
1:795
τριακοστὸν δὲ τοῦτο ἦν αὐτῷ τῆς βασιλείας ἔτος
this was the thirtieth year of his reign.
這是他在位的第三十年。
1:796
Ἐνιαυτοῦ δὲ ἄλλου καὶ μηνῶν διεληλυθότων ὀλίγων, ἐν Νικο μηδείᾳ τῆς Βιθυνίας διάγων ἠρρώστησε
And when another year and a few months had passed, while residing in Nicomedia of Bithynia, he fell ill.
又過了一年多幾個月之後,他在比提尼亞的尼科米底亞居住期間,患病了。
1:797
τὸ δὲ τῆς ἀνθρωπίνης βιότητος ἄδηλον ἐπιστάμενος, τοῦ θείου βαπτίσματος τὸ δῶρον ἐδέξατο
And knowing the uncertainty of human life, he received the gift of divine baptism.
他深知人生的無常,於是領受了神聖洗禮的恩賜。
1:798
ἀνεβάλλετο δὲ μέχρι τοῦδε τοῦ χρόνου, ἐν Ἰορδάνῃ τῷ πο ταμῷ τούτου τυχεῖν ἱμειρόμενος
He had postponed it until this time, desiring to receive it in the river Jordan.
他之所以延遲至此時,是因為渴望在約旦河中領受此恩。
1:799
οὗτος τοὺς μὲν τρεῖς παῖδας κληρονόμους τῆς βασιλείας κατέλιπε, Κωνσταντῖνον καὶ Κωνστάντιον καὶ Κώνσταντα τὸν νεώτατον
He left his three sons as heirs to the kingdom: Constantine, Constantius, and Constans the youngest.
他留下三個兒子作為王國的繼承人:君士坦丁、君士坦提烏斯,以及最年幼的君士坦斯。
1:800
εἰς δὲ τὴν Ἀλεξάνδρειαν ἐπανελθεῖν τὸν μέγαν προσέταξεν Ἀθανάσιον, καὶ ταῦτα Εὐσεβίου παρόντος καὶ τἀναντία πείθειν ἐπιχειροῦντος
And he ordered the great Athanasius to return to Alexandria, and this even though Eusebius was present and attempting to persuade him to do the opposite.
他又下令偉大的阿他那修返回亞歷山卓,儘管當時優西比烏在場,並試圖說服他反其道而行。
1:801
Θαυμαζέτω δὲ μηδεὶς εἰ τηλικούτους ἄνδρας ἐξαπατηθεὶς ἐξω στράκισεν
Let no one wonder that, having been deceived, he banished men of such greatness;
若他因受欺騙而放逐了如此偉大的人物,無人應為此感到驚訝;
1:802
ἀρχιερεῦσι γάρ, κρύπτουσι μὲν τὴν πονηρίαν, τὴν δὲ ἄλλην ἔχουσι περιφάνειαν, ἐξαπατῶσιν ἐπίστευσεν
for he trusted high priests who, concealing their wickedness while possessing an otherwise distinguished reputation, deceived him.
因為他所信任的乃是一些主教,他們隱藏了自己的邪惡,卻擁有其餘方面顯赫的聲望,藉此欺騙了他。
1:803
ἐξηπάτησε δὲ αὐτὸν οὐκ ἀρχιερεὺς ἀλλ' οἰκέτης οἰκότριψ καὶ μαστιγίας·
Indeed, it was not a high priest but a house-bred slave, a flogged wretch, who deceived him —
事實上,欺騙他的並非主教,而是一個家生的奴僕,一個曾遭鞭笞的惡奴——
1:804
τὸν Σιβὰ λέγω τὸν κατὰ τοῦ Μεμ φιβοσθὲ τὰ ψευδῆ τὸν βασιλέα διδάξαντα καὶ τὸ ἐκείνου χωρίον σφετερισάμενον
I mean Ziba, who taught the king falsehoods against Mephibosheth and appropriated his estate for himself.
我是指西巴,他向王進讒言誣陷米非波設,並侵佔了他的產業。
1:805
καὶ ταῦτα λέγω, οὐ τοῦ προφήτου κατηγορῶν, ἀλλ' ὑπὲρ τοῦδε τοῦ βασιλέως τὴν ἀπολογίαν προσφέρων καὶ τῆς ἀνθρω πίνης φύσεως ἐπιδεικνὺς τὴν ἀσθένειαν, καὶ διδάσκων ὡς οὐ χρὴ μόνοις τοῖς κατηγοροῦσι πιστεύειν κἂν ἄγαν ὦσιν ἀξιόχρεοι, ἀλλὰ θατέραν ταῖν ἀκοαῖν τῷ κατηγορουμένῳ φυλάττειν
And I say these things not to accuse the prophet, but to offer a defense on behalf of this emperor, and to demonstrate the weakness of human nature, and to teach that one ought not to trust accusers alone, however exceedingly credible they may seem, but should keep one of the two ears reserved for the accused.
我說這些話,並非要控告那位先知,而是要為這位皇帝辯護,並顯明人性的軟弱,同時教導世人:不應僅憑控告者之言便輕信,即便他們看似極為可信,也應為被告保留一隻耳朵。
1:806
Ὁ μὲν οὖν βασιλεὺς εἰς τὴν ἀμείνω βασιλείαν μετέστη
The emperor, then, departed to the better kingdom.
於是,這位皇帝便遷往那更美好的國度去了。
1:807
οἱ δὲ ὕπαρχοι καὶ οἱ στρατηγοὶ καὶ οἱ λοιποὶ ἅπαντες ἐν λάρνακι τοῦτον καταθέντες χρυσῇ εἰς τὴν Κωνσταντινούπολιν μετεκόμισαν, τῆς στρατιᾶς ἁπάσης ἡγουμένης καὶ ἑπομένης καὶ πικρῶς ὀλοφυρομένης τὴν στέρησιν·
And the prefects and the generals and all the rest, having laid him in a golden coffin, conveyed him to Constantinople, the whole army leading and following and bitterly lamenting their loss;
總督們、將領們以及其餘所有人,將他安放在一具金棺之中,護送到君士坦丁堡,全軍或前導或隨行,痛切地哀悼這一喪失;
1:808
πατρὸς γὰρ ἠπίου πεῖραν εἰλήφεσαν ἅπαντες
for all had experienced him as a gentle father.
因為眾人都曾親身體驗過他猶如慈父般的溫和。
1:809
δον, περιττὸν ἡγοῦμαι γράφειν, ἄλλων ταῦτα συγγεγραφότων·
...[the remainder] I consider superfluous to write, since others have already recorded these things,
……〔其餘之事〕,我認為無須贅述,因已有他人記載,
1:810
οἷς ῥᾴδιον ἐντυχεῖν καὶ μαθεῖν ὅπως τῶν ὅλων ὁ πρύτανις γεραίρει τοὺς εὔνους θεράποντας
and it is easy for readers to consult those writings and learn how the Ruler of all things honors His faithful servants.
讀者不難查閱這些著作,從中得知萬有的主宰如何尊榮祂忠心的僕人。
1:811
εἰ δέ τις ἐκείνοις διαπιστεῖ, τὰ νῦν περὶ τὴν ἐκείνου θήκην καὶ τὸν ἀνδριάντα γινόμενα βλέπων πιστευσάτω τοῖς γεγραμμένοις καὶ τῷ φήσαντι δεσπότῃ·
But if anyone distrusts those accounts, let him, seeing what now takes place concerning his tomb and his statue, believe what has been written, and believe the Lord who declared:
但若有人不信這些記載,就讓他親眼看看如今在他的墓地和雕像那裡所發生的事,並相信這些記載,以及那位曾如此宣告的主:
1:812
τοὺς δοξάζοντάς με δοξάσω καὶ οἱ ἐξουθενοῦντές με ἐξουθενωθήσονται
"Those who glorify me I will glorify, and those who despise me shall be despised."
「尊重我的,我必尊重他;藐視我的,他必被藐視。」
1:813
Τάδε ἔνεστιν ἐν τῷ ˉβ τόμῳ τῆς Θεοδωρήτου ἐκκλησιαστικῆς ἱστορίασ αʹ
The following is contained in the second volume of Theodoret's Ecclesiastical History, Book I:
以下是狄奧多雷特《教會史》第二卷,第一部分的目錄:
1:814
Περὶ τῆς ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου
Concerning the return of the holy Athanasius
論聖阿他那修的歸還
1:815
Ἐπιστολὴ τοῦ βασιλέως Κωνσταντίνου τοῦ υἱοῦ Κωνσταντίνου πρὸς Ἀλεξανδρέας
Letter of the emperor Constantine, son of Constantine, to the Alexandrians
皇帝君士坦丁(君士坦丁之子)致亞歷山卓人的書信
1:816
Πῶς Κωνστάντιος ὁ βασιλεὺς ἐκ τῆς ὀρθῆς πίστεως παρε τράπη
How the emperor Constantius was turned aside from the orthodox faith
皇帝君士坦提烏斯如何偏離正統信仰
1:817
Περὶ τῆς τοῦ μακαρίου Ἀθανασίου δευτέρας ἐξορίας καὶ τῆς Γρηγορίου καταστάσεώς τε καὶ τελευτῆς
Concerning the second exile of the blessed Athanasius, and the installation and death of Gregory
論真福阿他那修的第二次放逐,以及貴格利的就任與逝世
1:818
Περὶ Παύλου τοῦ γενομένου ἐπισκόπου Κωνσταντινουπόλεως
Concerning Paul, who became bishop of Constantinople
論曾任君士坦丁堡主教的保羅
1:819
Περὶ Μακεδονίου καὶ τῆς ὑπ' αὐτοῦ συστάσης αἱρέσεως
Concerning Macedonius and the heresy established by him
論馬其頓尼烏與他所建立的異端
1:820
Περὶ τῆς ἐν Σαρδικῇ γενομένης συνόδου
Concerning the synod held at Sardica
論在撒狄迦召開的大公會議
1:821
Συνοδικὸν ὑπὸ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τοὺς κατὰ τὴν οἰκουμένην ἐπισκόπους γραφέν
A synodal letter written by the bishops assembled there to the bishops throughout the world
出席該會議的主教們致普世各地主教的大公書信
1:822
Τὰ κατὰ Εὐφρατᾶν καὶ Βικέντιον τοὺς ἐπισκόπους καὶ τὴν ἐν Ἀντιοχείᾳ κατ' αὐτῶν γεγενημένην συσκευήν
The affair concerning the bishops Euphratas and Vincentius, and the plot devised against them at Antioch
關於主教尤弗拉塔與溫森提烏,以及在安提阿針對他們所策劃的陰謀
1:823
Περὶ τῆς Στεφάνου καθαιρέσεως
Concerning the deposition of Stephen
論司提反的免職
1:824
Ἐπιστολὴ Κωνσταντίου πρὸς Ἀθανάσιον
Letter of Constantius to Athanasius
君士坦提烏斯致阿他那修的書信
1:825
Περὶ τῆς δευτέρας ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου
Concerning the second return of the holy Athanasius
論聖阿他那修的第二次歸還
1:826
Περὶ τῆς τρίτης ἐξορίας αὐτοῦ καὶ φυγῆς
Concerning his third exile and flight
論他的第三次放逐與逃亡
1:827
Περὶ Γεωργίου καὶ τῶν ἐν Ἀλεξανδρείᾳ ὑπ' αὐτοῦ τολμηθέν των κακῶν
Concerning George, and the evils dared by him in Alexandria
論喬治,以及他在亞歷山卓所犯下的種種暴行
1:828
Περὶ τῆς ἐν Μεδιολάνῳ γενομένης συνόδου
Concerning the synod held at Milan
論在米蘭召開的大公會議
1:829
Περὶ τῆς ἐξορίας καὶ τῆς ἐπανόδου τοῦ ἁγίου Λιβερίου
Concerning the exile and return of the holy Liberius
論聖利伯留的放逐與歸還
1:830
Περὶ τῆς ἐν Ἀριμήνῳ γενομένης συνόδου
Concerning the synod held at Ariminum
論在阿里米農召開的大公會議
1:831
Ἐπιστολὴ συνοδικὴ παρὰ τῶν αὐτόθι συνεληλυθότων ἐπισκόπων πρὸς τὸν βασιλέα γραφεῖσα Κωνστάντιον
A synodal letter written by the bishops assembled there to the emperor Constantius
出席該會議的主教們致皇帝君士坦提烏斯的大公書信
1:832
Ἄλλη ἐπιστολὴ πρὸς Κωνστάντιον
Another letter to Constantius
另一封致君士坦提烏斯的書信
1:833
Περὶ τῆς ἐν Νίκῃ τῆς Θρᾴκης γεγενημένης συνόδου καὶ ἔκθεσις πίστεως παρ' ἐκείνων γραφεῖσα
Concerning the synod held at Nike in Thrace, and the exposition of faith written by them
論在色雷斯尼刻召開的大公會議,以及他們所撰寫的信仰宣言
1:834
Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας περὶ τῆς αὐτῆς συνόδου
Of Athanasius, bishop of Alexandria, concerning the same synod
亞歷山卓主教阿他那修論同一大公會議
1:835
Περὶ τῆς Εὐδοξίου τοῦ Γερμανικέως καινοτομίας, καὶ Βασιλείου τοῦ Ἀγκύρας καὶ Εὐσταθίου τοῦ Σεβαστείας κατὰ τούτου γεγενη μένης σπουδῆς
Concerning the innovation of Eudoxius of Germanicia, and the effort made against him by Basil of Ancyra and Eustathius of Sebaste
論日耳曼尼基亞的優多西烏之革新,以及安居拉的巴西流與塞巴斯提亞的優斯塔修針對此事所作的努力
1:836
Περὶ τῆς ἐν Νικαίᾳ πάλιν γεγενημένης συνόδου
Concerning the synod held again at Nicaea
論再次在尼西亞召開的大公會議
1:837
Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας γεγενημένης συνόδου
Concerning the synod held at Seleucia in Isauria
論在伊索里亞塞琉西亞召開的大公會議
1:838
Περὶ τῶν ἐν Κωνσταντινουπόλει τοῖς ὀρθοδόξοις ἐπισκόποις συμβεβηκότων
Concerning what happened to the orthodox bishops at Constantinople
論在君士坦丁堡正統主教們所遭遇之事
1:839
Συνοδικὴ ἐπιστολὴ κατὰ Ἀετίου γραφεῖσα
A synodal letter written against Aetius
一封針對埃提烏所撰寫的大公書信
1:840
Ποία πρόφασις τοὺς Εὐνομιανοὺς τῶν Ἀρειανῶν ἀπεσχοίνισεν
What pretext separated the Eunomians from the Arians
什麼緣由使優諾米安派與亞流派分道揚鑣
1:841
Περὶ τῆς πολιορκίας Νισίβεως τῆς πόλεως καὶ τῆς Ἰακώβου τοῦ ἐπισκόπου ἀποστολικῆς πολιτείας
On the siege of the city of Nisibis, and on the apostolic conduct of Bishop James
論尼西比斯城之圍城,以及主教雅各之使徒式操守
1:842
Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης συνόδου καὶ τῶν κατὰ τὸν ἅγιον Μελέτιον αὐτόθι συμβάντων
On the council held at Antioch, and on the events that occurred there concerning holy Meletius
論安提阿所召開之會議,以及當地關於聖美勒提烏所發生之事
1:843
Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων
On Eusebius, bishop of Samosata
論薩摩薩他主教優西比烏
1:844
ἔγραψε δὲ καὶ Κωνσταντῖνος ὁ βασιλεύς, ὁ τῶν Κωνσταντίνου τοῦ μεγάλου παίδων πρεσβύτατος ( αὐτὸς γὰρ τῆς πρὸς δυόμενον ἥλιον ἐβασίλευε Γαλατίας), τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ τάδε τὰ γράμματα·
And Constantine the emperor, the eldest of the sons of Constantine the Great (for he himself reigned over Gaul, toward the setting sun), wrote the following letter to the church of the Alexandrians:
皇帝君士坦丁——大帝君士坦丁諸子中最年長者(因其治理面向日落之高盧地區)——亦致書亞歷山大教會,其文如下:
1:845
Κωνσταντῖνος Καῖσαρ τῷ λαῷ τῆς καθολικῆς ἐκκλησίας πόλεως τῶν Ἀλεξανδρέων
Constantine Caesar, to the people of the catholic church of the city of the Alexandrians
凱撒君士坦丁,致亞歷山大城大公教會之民眾
1:846
Οὐδὲ τὴν τῆς ὑμετέρας ἱερᾶς ἐννοίας ἀποπεφευγέναι γνῶσιν οἶμαι, διὰ τοῦτο Ἀθανάσιον τὸν τοῦ προσκυνητοῦ νόμου ὑποφήτην πρὸς καιρὸν εἰς τὰς Γαλλίας ἀπεστάλθαι, ἵνα, ἐπειδὴ ἡ ἀγριότης τῶν αἱμοβόρων αὐτοῦ καὶ πολεμίων ἐχθρῶν εἰς κίνδυνον τῆς ἱερᾶς αὐτοῦ κεφαλῆς ἐπέμενε, μὴ ἄρα διὰ τῆς τῶν φαύλων διαστροφῆς ἀνήκεστα ὑποστῇ
I do not think that knowledge of this has escaped your sacred understanding: that for this reason Athanasius, the expounder of the venerable law, was for a time sent away to Gaul, so that, since the savagery of his bloodthirsty and warring enemies persisted in endangering his sacred person, he might not perhaps, through the perversity of wicked men, suffer some irreparable harm.
朕以為,此事亦未逃出爾等神聖心思之知曉:即,正因嗜血好戰之仇敵的凶暴不斷危及其神聖之首,阿他那修——那可敬律法之宣講者——方才一度被遣往高盧,免得他因惡人之顛倒是非而蒙受無可挽回之災害。
1:847
ἀφαιρεθεὶς τῶν φαρύγ γων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ' ἐμοὶ διάγειν κεκέλευσται οὕτως ὡς ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις ἐμ πλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετή, ταῖς θείαις πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ
Snatched away from the jaws of the men who beset him, he has been ordered to reside under my protection in such a manner that he abounds in all necessities just as in the very city where he formerly dwelt — even though, above all, his celebrated virtue, trusting in divine help, holds in contempt the burdens of a harsher fortune.
他既已從那些圍逼他之人的咽喉中被搶救出來,便奉命居留於朕之保護之下,得以如同在他先前所居之城中一般,充分享有一切所需之物——縱然他那令人稱頌之美德,倚靠神聖之助佑,本已將命運中較粗礪之重擔視若無物。
1:848
τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεο σέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρα σχεῖν προῄρητο, ὅμως ἐπειδή, ἀνθρωπίνῳ κλήρῳ προληφθείς, πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι
Accordingly, although our lord of blessed memory, Constantine Augustus, my father, had, out of regard for your most beloved piety, above all intended to restore this same bishop to his own place, yet since, overtaken by the lot common to all men, he departed this life before he could fulfil that resolve, I judged it fitting, as his successor, to fulfil the intention of the emperor of divine memory.
因此,縱然朕蒙福之先君、尊貴之奧古斯都君士坦丁——朕之父——出於對爾等至可親之敬虔的顧念,本已極願使此同一位主教復歸其原位,然而,因他為人所共有之命限所先,未及完成此心願即已安息,朕遂認為,身為其繼承者,理當完成此蒙神聖紀念之皇帝的心願。
1:849
ὅστις ἐπειδὰν τῆς ὑμετέρας τύχῃ προσόψεως, ὅσης παρ' ἐμοῦ αἰδοῦς τετύχηκε γνώσεσθε
When he attains to the sight of you, you will know how great a measure of respect he has met with from me.
此人一旦得見爾等,爾等便將知曉他自朕所獲之敬意何等之深。
1:850
οὐ γὰρ θαυμαστὸν εἴ τι δἂν ὑπὲρ αὐτοῦ πεποίηκα·
For it is no wonder if I have done anything at all on his behalf;
朕若曾為他行過任何事,實不足為奇;
1:851
καὶ γὰρ τὴν ἐμὴν ψυχὴν ἥ τε τοῦ ὑμετέρου πόθου εἰκὼν καὶ τὸ τοῦ τηλικούτου ἀνδρὸς σχῆμα εἰς τοῦτο ἐκίνει καὶ προέτρεπεν
for indeed both the image of your longing for him and the bearing of so great a man moved and impelled my soul to this.
因為,爾等對他之思慕所映現之形像,與此位如此偉大之人的風範,二者皆感動並催促朕之心靈至此。
1:852
ἡ θεία πρόνοια ὑμᾶς διαφυλάξει, ἀδελφοὶ ἀγαπητοί. Μετὰ τούτων ὁ θεῖος Ἀθανάσιος ἀφίκετο τῶν γραμμάτων
May divine providence keep you safe, beloved brethren. Together with this letter the divine Athanasius arrived.
願神聖之眷佑護守爾等,親愛的弟兄們。隨此書信,神聖之阿他那修亦已抵達。
1:853
πάντες δὲ αὐτὸν ἀσμένως ἀπέλαβον, καὶ ἀστοὶ καὶ χωρητικοί, καὶ οἱ ὀλίγοι καὶ οἱ πολλοί, μόνους δὲ ἠνία τῆς Ἀρείου μανίας τοὺς θιασώτας ἐπανελθών
All received him gladly — both townsfolk and country folk, both the few and the many; only the devotees of Arius's madness were grieved at his return.
眾人皆欣然迎接他——無論城中之民抑或鄉野之人,無論寡少之眾或眾多之眾;唯獨那些沉溺於阿里烏之瘋狂的黨徒,因他之歸來而心生煩惱。
1:854
διὸ δὴ πάλιν τὰς οἰκείας ἐκίνησαν μηχανὰς Εὐσέβιός τε καὶ Θεογόνιος καὶ ὅσοι τῆς τούτων ὑπῆρχον συμμορίας, καὶ πάλιν τὰς τοῦ βασιλέως νέου γε ὄντος διώρυττον ἀκοάς
Wherefore Eusebius and Theognis, and all who belonged to their faction, again set their own devices in motion, and again bored into the ears of the emperor, who was still young.
為此,優西比烏與提奧格尼烏,以及一切屬其黨羽之人,遂再度啟動己方之詭計,又再度鑽入那時尚屬年輕之皇帝的耳中。
1:855
ἐρῶ δὲ καὶ ὅπως οὗτος ἐκ τῆς τῶν ἀποστολικῶν δογμάτων εὐθύτητος παρετράπη
I shall also relate how this man was turned aside from the straightness of the apostolic doctrines.
我亦將述說,此人如何從使徒教義之正道被引入歧途。
1:856
Κωνσταντία Λικιννίου μὲν ἐγεγόνει γαμετή, Κωνσταντίνου δὲ ἦν ἀδελφή
Constantia had been the wife of Licinius, and was the sister of Constantine.
君士坦提亞原為李基尼烏之妻,乃君士坦丁之妹。
1:857
ταύτῃ τις πρεσβύτερος, τὴν Ἀρειανικὴν εἰσδεξάμενος λώβην, συνήθης ἐγένετο
A certain priest, who had taken in the Arian corruption, became intimate with her.
有一長老,接納了阿里烏派之敗壞,與她過從甚密。
1:858
καὶ τὴν μὲν νόσον οὐ προφανῶς ἐδείκνυ, συνεχῶς δὲ αὐτῇ προσδιαλεγόμενος ἔλεγε συκοφαντίαν ὑπομεμενηκέναι τὸν Ἄρειον
He did not openly disclose his malady, but conversing with her continually, he would say that Arius had endured slander.
他並未公然顯露其病症,卻不斷與她交談,一再聲稱阿里烏乃是遭受了誣陷。
1:859
ταύτην ὁ πανεύφημος Κωνσταντῖνος μετὰ τὴν τοῦ δυσ σεβοῦς ἀνδρὸς τελευτὴν παντοδαπῆς κηδεμονίας ἠξίου καὶ τῶν τῆς χηρείας ἀνιαρῶν πεῖραν οὐκ εἴα λαβεῖν, καὶ παρ' αὐτὴν δὲ τὴν τελευτὴν παρῆν αὐτῇ τὴν ἁρμόττουσαν θεραπείαν προσφέρων
The all-renowned Constantine, after the death of her impious husband, deemed her worthy of every kind of care, and would not allow her to taste the griefs of widowhood; and at her very death he was present with her, offering fitting attendance.
那位備受讚譽的君士坦丁,在她那不敬虔之夫亡故之後,賜以種種眷顧,不容她嚐守寡之苦;及至她臨終之際,他亦親臨其側,予以適切之照料。
1:860
τότε δὴ τοῦτον κληθῆναι κελεύσασα τὸν πρεσβύτερον, τῆς τοῦ βασιλέως ἀξιοῦσθαι προμηθείας ἱκέτευεν
Then indeed, having bidden this priest be summoned, she implored that he be deemed worthy of the emperor's forethought.
於是,她命人召來此長老,懇求他能蒙受皇帝之眷顧。
1:861
ὁ δὲ Κωνσταντῖνος καὶ τηνικαῦτα τοῦτο ποιήσειν ὑπέσχετο καὶ μετὰ ταῦτα πεπλήρωκε τὴν ὑπόσχεσιν·
And Constantine at that time promised to do this, and afterward fulfilled the promise;
君士坦丁當時即應允此事,其後亦履行了此諾言;
1:862
μετέδωκε γὰρ αὐτῷ παρρησίας ὅτι μάλιστα πλείστης
for he granted him access with the very greatest freedom of speech.
他確實賜予此人極大之言論與親近之自由。
1:863
ἀλλ' ὅμως καὶ πολλῆς ἀξιούμενος θεραπείας οὐκ ἐθάρρησεν ἀποκαλύψαι τὴν νόσον, βεβαίαν ὁρῶν περὶ τὰ θεῖα τοῦ βασιλέως τὴν γνώμην
But nevertheless, though granted much attention, he did not dare to disclose his malady, seeing that the emperor's judgment concerning divine things was firm.
然而,儘管蒙受多方眷顧,他卻始終不敢揭露自己之病症,因見皇帝對神聖之事持守堅定之見解。
1:864
ἐπειδὴ δὲ Κωνσταντῖνος εἰς τὴν ἀνώλεθρον μεθιστάμενος βασιλείαν τοῖς παισὶν ἐν διαθήκαις τὴν ἐπίκηρον ταύτην βασιλείαν διένειμεν ( οὐδεὶς δὲ τούτων τελευτῶντι παρῆν), τούτῳ μόνῳ τῷ πρεσβυτέρῳ τὰς διαθή κας ἐπίστευσε, Κωνσταντίῳ ταύτας δοθῆναι κελεύσας·
Now when Constantine, passing over into the imperishable kingdom, distributed by testament this perishable kingdom to his sons (none of whom was present at his death), he entrusted the testament to this priest alone, ordering that it be given to Constantius;
及至君士坦丁遷往那不朽之國度之際,便藉遺囑將此易朽之國權分予諸子(然而臨終之時,諸子中無一人在側),惟獨將此遺囑託付於此長老一人,命其將之交予君士坦提烏;
1:865
οὗτος γὰρ τῶν ἄλλων πλησιέστερος ὢν πρὸ τῶν ἄλλων ἀφίξεσθαι προσδόκιμος ἦν
for he, being nearer than the others, was expected to arrive before them.
因他較其餘諸子更為接近,故料想將先於其餘諸子抵達。
1:866
ἐντεῦθεν οὗτος τῷ Κωνσταντίῳ γενόμενος γνώριμος (ἀπέδωκε γὰρ τὰς διαθήκας ὡς προσετάχθη), συνήθης ἐγένετο καὶ θαμὰ φοιτᾶν παρ' αὐτὸν ἐκελεύετο
From this he became known to Constantius (for he delivered the testament as he had been instructed), grew intimate with him, and was bidden to visit him frequently.
由此,他遂與君士坦提烏相識(因他依所受之命交出了遺囑),並與之過從甚密,且屢屢奉召前往其處。
1:867
κατιδὼν δὲ εὔριπον τοῦ Κωνσταντίου τὴν γνώμην καὶ καλάμοις ὑπ' ἀνέμων ἐναντίων τῇδε κἀκεῖσε κλινομένοις προσεοικυῖαν, ἐθάρρησε τὸν κατὰ τῶν εὐαγγελικῶν δογμάτων ἀνα δέξασθαι πόλεμον
Perceiving that Constantius's mind was like a strait tossed by shifting currents, resembling reeds bent this way and that by contrary winds, he took courage to undertake war against the evangelical doctrines.
他察覺君士坦提烏之心意猶如激流之海峽,又似蘆葦為逆風所吹而左右搖擺,遂放膽興起與福音教義為敵之戰事。
1:868
καὶ τῶν ἐκκλησιῶν δῆθεν τὴν ζάλην ὀλοφυρό μενος, αἰτίους ἔλεγε τοὺς τὴν ἄγραφον τοῦ ὁμοουσίου φωνὴν ἐν τεθεικότας τῇ διδασκαλίᾳ τῆς πίστεως, καὶ τοῦτο καὶ τοῖς ἱερωμένοις καὶ τοῖς πολλοῖς ἐργάζεσθαι τὴν διάστασιν
And, pretending to lament the storm afflicting the churches, he said that those who had introduced the unscriptural word homoousios into the teaching of the faith were to blame, and that it was this which wrought division both among the clergy and among the people.
他佯裝為教會所遭之風暴哀泣,聲稱那些將「同質」(ὁμοούσιον)一詞——此詞不見於經文——引入信仰教導者當負其咎,並謂正是此詞在聖職人員及普羅大眾之間造成了分裂。
1:869
ἐντεῦθεν Ἀθανασίου καὶ τῶν τὰ ἴσα φρονούντων κατηγορῶν τὰς κατὰ τούτων ἐπιβουλὰς ἐτεκταίνετο
From this point, accusing Athanasius and those who held the same views, he began to contrive plots against them.
由此,他遂控告阿他那修及與之持同一見解之人,並開始密謀策劃陷害他們。
1:870
Τούτοις καὶ τοῖς τοιούτοις λόγοις τὴν κουφοτάτην αὐτοῦ πολι ορκήσαντες γνώμην, ἔπεισαν αὐτὸν ἐξελάσαι τῆς ἐκκλησίας τὸν Ἀθανάσιον·
By these and similar arguments, besieging his exceedingly fickle mind, they persuaded him to drive Athanasius out of the church;
藉此類及諸如此類之言辭,圍攻他那極其輕浮之心意,他們終於說服他將阿他那修逐出教會;
1:871
ὁ δὲ προμαθὼν τὴν ἐπιβουλὴν ὑπεχώρησε καὶ τὴν Ἑσπέραν κατείληφε
but he, having learned of the plot beforehand, withdrew and made his way to the West.
然而,阿他那修預先得知此陰謀,遂退避,前往西方。
1:872
καὶ γὰρ τῷ Ῥώμης ἐπισκόπῳ (Ἰούλιος δὲ τηνικαῦτα τὴν ἐκκλησίαν ἐκείνην ἐποίμαινεν) οἱ περὶ Εὐσέβιον τὰς κατὰ Ἀθανασίου συντεθείσας συκοφαντίας ἐξέπεμψαν
For indeed Eusebius and his party sent to the bishop of Rome (Julius was at that time shepherding that church) the calumnies they had concocted against Athanasius.
因為優西比烏一黨,將他們捏造用以誣陷阿他那修之讒言,發送予羅馬主教(當時儒略正牧養那教會)。
1:873
ὁ δὲ τῷ τῆς ἐκ κλησίας ἑπόμενος νόμῳ, καὶ αὐτοὺς καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσε καὶ τὸν θεῖον Ἀθανάσιον εἰς τὴν δίκην ἐκάλεσε
But he, following the law of the church, both ordered them to come to Rome and summoned the divine Athanasius to trial.
而儒略遵循教會之律法,既命他們前來羅馬,亦傳召神聖之阿他那修前來受審。
1:874
καὶ οὗτος μὲν ἐξώρμησεν εὐθὺς τὴν κλῆσιν δεξάμενος·
And he indeed set out at once upon receiving the summons;
阿他那修一接獲此傳召,隨即啟程;
1:875
οἱ δὲ τὸ δρᾶμα συντεθεικότες εἰς μὲν τὴν Ῥώμην οὐκ ἀπῆλθον, εὐφώρατον εἰδότες τὸ ψεῦδος, ἔρημα δὲ τοῦ νομέως τὰ πρόβατα θεασάμενοι λύκον αὐτοῖς ἀντὶ ποιμένος ἐπέστησαν·
but those who had concocted the drama did not go to Rome, knowing that their falsehood would be easily exposed; and seeing the sheep bereft of their shepherd, they set over them a wolf instead of a shepherd;
然而,那些編織此劇碼之人卻未前往羅馬,因深知其謊言易於敗露;他們見羊群無牧者看顧,便為其立了一隻狼,以代替牧人;
1:876
Γρηγόριος δὲ τούτῳ ὄνομα ἦν
Gregory was his name.
此人名叫格里高利。
1:877
ἓξ δὲ ἔτη θηρίων ἀγρίων ὠμότερον τῇ ποίμνῃ χρησάμενος, δίκας ἔτισε τῆς πονηρίας, ὑπ' αὐτῶν πικρῶς διαφθαρεὶς τῶν προβάτων
For six years, treating the flock more savagely than wild beasts, he paid the penalty for his wickedness, being cruelly destroyed by the very sheep.
他待羊群較野獸更為凶殘,長達六年之久,終因己惡而受懲罰,竟被那些羊群本身殘酷地害死。
1:878
Ἀθανάσιος δὲ πρὸς Κώνσταντα ἀφικόμενος (Κωνσταντῖνος γὰρ ὁ πρεσβύτατος πολεμῶν ἐτεθνήκει), τῆς Ἀρειανικῆς φάλαγγος τὰς ἐπιβουλὰς ἀπωδύρετο καὶ τὸν κατὰ τῆς ἀποστολικῆς πίστεως ὠλο φύρατο πόλεμον, καὶ τοῦ τε πατρὸς ἀνέμνησε καὶ τῆς συνόδου τῆς μεγίστης ἣν ἐκεῖνος συνήλισε, καὶ ὡς τὰ παρ' ἐκείνων γραφέντα τοῦ συνεδρίου κοινωνῶν ἐκράτυνε νόμῳ
Athanasius, having come to Constans (for Constantine the eldest had died in war), lamented the plots of the Arian phalanx and bewailed the war waged against the apostolic faith; he reminded him of their father, and of the very great council which he had assembled, and how, as a participant, he had confirmed by law what had been decreed by that assembly.
阿他那修來到君士坦斯處(因長兄君士坦丁已在戰爭中喪生),向他哭訴阿里烏派之詭計,並為那反抗使徒信仰之爭戰哀嘆;他提醒君士坦斯憶及其父,以及其父所召集之那最大之會議,並提及其父如何以與會者之身分,用律法確認了那會議所訂之決議。
1:879
τοιαῦτα ποτνιώμενος εἰς τὸν πατρῷον ζῆλον τὸν βασιλέα διήγειρεν
By such entreaties he roused the emperor to zeal for his father.
阿他那修如此哀求,遂激起皇帝對其父之熱忱。
1:880
παραυτίκα γὰρ τούτων ἀκούσας ἐπέστειλε τῷ ἀδελφῷ, παραινῶν τῆς πατρῴας εὐσεβείας ἄσυλον φυλάξαι τὸν κλῆρον·
For as soon as he heard these things, he wrote to his brother, exhorting him to keep the clergy inviolate in accordance with their father's piety;
君士坦斯一聞此事,立即致書其兄,勸勉他當按其父之敬虔,護守聖職人員不受侵犯;
1:881
καὶ γὰρ ἐκεῖνος εὐσεβείᾳ τὴν βασιλείαν κρατύνας καὶ τοὺς Ῥωμαίων τυράννους κατέλυσε καὶ τοὺς ἐν κύκλῳ βαρβάρους ὑπέταξε
for indeed he had strengthened his rule through piety, and both overthrew the tyrants among the Romans and subdued the barbarians round about.
因為其父正是憑藉敬虔以鞏固其國權,既推翻了羅馬人中之僭主,又制服了四周之蠻族。
1:882
πολλὰ γὰρ καὶ ἕτερα τῆς ἐκκλησίας παθήματα τῆς συνοδικῆς θεραπείας ἐδεῖτο
For indeed many other afflictions of the church stood in need of the remedy of a council.
此外,教會尚有許多其他之苦難,亦需藉大公會議之醫治。
1:883
Καὶ γὰρ Παῦλον (Κωνσταντινουπόλεως δὲ ἐπίσκοπος οὗτος ἦν, τῶν ὀρθῶν προκινδυνεύων δογμάτων) οἱ τῆς Ἀρειανικῆς μετειληχό τες νόσου ἐγράψαντο ὡς στάσεως ἀρχηγόν, καὶ ἄλλα τινὰ προσθέν τες ἃ συκοφαντεῖν εἰώθασι τῆς εὐσεβείας τοὺς κήρυκας
For those who had partaken of the Arian disease indicted Paul (this man was bishop of Constantinople, standing in the forefront of danger for the orthodox doctrines) as the ringleader of sedition, adding certain other charges of the kind with which they were accustomed to slander the heralds of piety.
那些沾染阿里烏派病症之人,指控保羅(此人乃君士坦丁堡主教,為正統教義身先冒險)為叛亂之首謀,又添加了他們慣常用以誣陷敬虔之宣揚者的其他若干罪名。
1:884
ἀλλὰ τοῦτον τηνικαῦτα οὐκ εἴασεν ὁ λεὼς εἰς τὴν Σαρδικὴν ἀπαχθῆναι, τὰς τῶν ἐναντίων ὀρρωδήσας ἐπιβουλάς
But at that time the people would not allow him to be carried off to Sardica, fearing the plots of their opponents.
然而,當時民眾不容他被押往薩爾迪卡,因懼怕仇敵之陰謀。
1:885
μικρὸν δὲ ὕστερον τὴν κουφοτάτην τοῦ βασιλέως παραπείσαντες γνώμην, τῆς μὲν βασιλευούσης ἐξωστρά κισαν πόλεως, μετῴκισαν δὲ εἰς Κουκουσόν·
A little later, having persuaded the emperor's exceedingly fickle mind, they banished him from the imperial city and removed him to Cucusus;
不久之後,他們說服了皇帝那極其輕浮之心意,將他逐出京城,遷徙至庫庫索;
1:886
πόλισμα δὲ αὕτη σμικρόν, πάλαι μὲν εἰς τὸ Καππαδοκῶν ἔθνος τελοῦν, νῦν δέ γε τῇ Ἀρμενίᾳ τῇ δευτέρᾳ συναριθμούμενον
this is a small town, formerly belonging to the nation of the Cappadocians, but now reckoned as part of Armenia Secunda.
此乃一小城鎮,昔日屬卡帕多西亞民族,如今則被歸入第二亞美尼亞省。
1:887
ἀλλ' οὐκ ἀπέχρησε τοῖς πάντα κυκῶσιν ἡ ἐν ἐρημίᾳ τοῦ θαυμασίου Παύλου διατριβή·
But for those who stirred up all things, the admirable Paul's sojourn in that desolate place was not enough;
然而,對於那些攪擾一切之人而言,令人讚嘆之保羅居於此荒僻之地,猶嫌不足;
1:888
πέμψαντες γὰρ τῆς μιαιφόνου γνώμης τοὺς ὑπουργοὺς βιαίῳ θανάτῳ παρέδοσαν
for having sent agents of their murderous purpose, they delivered him over to a violent death.
他們遂差遣了執行其嗜殺之意者,將他處以強暴之死。
1:889
καὶ τοῦτο ἡμᾶς ὁ θεῖος ἐδίδαξεν Ἀθανάσιος, ἐν τῇ περὶ τῆς οἰκείας φυγῆς Ἀπολογίᾳ καὶ ταῦτα προστεθεικώς·
And the divine Athanasius has taught us this also, in his Apology concerning his own flight, where he has added the following:
神聖之阿他那修,在其《為己身逃亡辯》一書中,亦曾教導我們此事,並補述如下:
1:890
Τὸν γὰρ τῆς Κωνσταντινουπόλεως Παῦλον τὸν ἐπίσκοπον διώ ξαντες καὶ εὑρόντες, προφανῶς ἀποπνιγῆναι πεποιήκασιν ἐν τῇ λεγομένῃ Κουκουσῷ τῆς Καππαδοκίας, δήμιον ἐσχηκότες εἰς τοῦτο Φίλιππον τὸν γενόμενον ἔπαρχον·
For having pursued Paul, bishop of Constantinople, and found him, they caused him to be openly strangled at the place called Cucusus in Cappadocia, employing as executioner for this purpose Philip, the former prefect;
他們追捕君士坦丁堡主教保羅,尋獲之後,公然在卡帕多西亞名為庫庫索之地將他勒死;他們差遣了曾任總督之腓力普,充當行刑之人;
1:891
ἦν γὰρ καὶ τῆς αἱρέσεως αὐτῶν προστάτης καὶ τῶν πονηρῶν βουλευμάτων ὑπηρέτης. Τοιαύτας μιαιφονίας ἡ Ἀρείου βεβλάστηκε βλασφημία
for he was both a champion of their heresy and a servant of their wicked designs. Such acts of bloodshed has the blasphemy of Arius brought forth.
因為此人既是他們異端之擁護者,又是其邪惡陰謀之僕役。阿里烏之褻瀆言論,正是滋生出此等血腥暴行。
1:892
τῇ γὰρ κατὰ τοῦ μονογενοῦς λύττῃ συμβαίνει τὰ κατὰ τῶν ἐκείνου θερα πόντων τολμήματα
For the outrages committed against his servants correspond to the very rage waged against the Only-Begotten.
因為,對獨生子之瘋狂仇恨,正是這些施於其僕人身上之殘暴行徑的緣由。
1:893
Ἀλλὰ τοῦτον οὕτω τῷ θανάτῳ, μᾶλλον δὲ τῇ τῶν οὐρανῶν παραπέμψαντες βασιλείᾳ, Μακεδόνιον ἀντὶ τούτου προὐβάλοντο, ὁμογνώμονα τοῦτον ὑπειληφότες ἐπειδὴ παραπλησίως αὐτοῖς ἐβλα σφήμει τὸ πανάγιον πνεῦμα
But having thus dispatched him to death — or rather, to the kingdom of the heavens — they put forward Macedonius in his place, supposing him to be of one mind with them, since he likewise blasphemed the all-holy Spirit.
然而,他們既如此將他遣往死亡——或者更確切地說,遣往諸天之國——便另立馬其頓尼烏取而代之,以為他與己方志同道合,因他同樣褻瀆至聖之聖靈。
1:894
ἀλλὰ μικρὸν ὕστερον καὶ τοῦτον ἐξή λασαν, κτίσμα λέγειν οὐκ ἀνασχόμενον ὃν υἱὸν ἡ θεία προσαγορεύει γραφή
But a little later they drove him out as well, since he could not bear to call him whom the divine Scripture styles Son a creature.
然而,不久之後,他們亦將此人逐出,因他無法容忍將那位聖經稱之為「子」者稱作被造之物。
1:895
οὗ δὴ χάριν οὗτος ἐκείνων ἀποκριθεὶς ἰδίας αἱρέσεως προ στάτης γεγένηται·
For this reason, having broken with them, he became the leader of his own heresy;
正因如此,他遂脫離了他們,成為自己一派異端之領袖;
1:896
ὁμοούσιον μὲν οὐδὲ οὗτος τῷ πατρὶ τὸν υἱὸν εἶναι λέγων, ὅμοιον δὲ εἶναι κατὰ πάντα τῷ γεγεννηκότι διδάσκων, κτιστὸν δὲ τὸ πνεῦμα προφανῶς ὀνομάζων
for he too did not say that the Son is consubstantial with the Father, but taught that he is like in all things to the one who begot him, while openly calling the Spirit a creature.
因為他也並不宣稱子與父同質,卻教導子在一切事上皆與生他者相似,同時卻公然稱聖靈為受造之物。
1:897
Εἰς δὲ τὴν Σαρδικὴν πεντήκοντα μὲν καὶ διακόσιοι συνῆλθον ἀρχιερεῖς, ὡς διδάσκει τὰ παλαιὰ διηγήματα
At Sardica two hundred and fifty bishops assembled, as the ancient accounts teach.
赴薩爾迪卡與會之主教,共有二百五十人,古代之記載如此教示。
1:898
ἀφίκετο δὲ καὶ ὁ μέγας Ἀθανάσιος καὶ Ἀσκληπᾶς ὁ Γαζαῖος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καὶ Μάρκελλος ὁ Ἀγκύρας τῆς Γαλατῶν μητροπόλεως, ὃς καὶ ἐπὶ τῆς συνόδου τῆς μεγάλης ἐπίσκοπος ἦν
And the great Athanasius arrived, and Asclepas of Gaza, whom I have mentioned before, and Marcellus of Ancyra, the metropolis of the Galatians, who had also been a bishop at the great council.
偉大的阿他那修,以及我先前曾提及之加沙的阿斯克萊帕斯,並加拉太之都安卡拉的主教馬爾克路,皆一同前來與會;馬爾克路亦曾於那次大公會議中列席為主教。
1:899
ἀφίκοντο δὲ καὶ οἱ τούτων κατήγοροι καὶ οἱ τῆς αἱρετικῆς προστατεύοντες φάλαγγος, οἱ πάλαι τῶν περὶ τὸν Ἀθανάσιον γενόμενοι δικασταί
Their accusers also arrived, together with the leaders of the heretical phalanx, who had formerly been judges in the case against Athanasius and his companions.
控告他們之人,以及那異端一派之領袖們,亦一同前來——他們正是先前在阿他那修一案中充任審判官之人。
1:900
ἀλλὰ τῆς συνόδου μεμαθηκότες τὸ ἀκλινὲς καὶ τὴν ἐν τοῖς θείοις δόγμασιν ὑγίειαν, οὐδὲ κληθέντες εἰσῆλθον εἰς τὸ συνέδριον ἀλλ' ἀπέδρασαν σὺν τοῖς ἀδίκοις δικασταῖς καὶ οἱ κατήγοροι
But having learned of the council's unbending firmness and its soundness in divine doctrines, they did not enter the assembly even when summoned, but both the accusers and the unjust judges fled together.
然而,他們既聽聞此次大公會議之不偏不倚,以及其在神聖教義上之純正健全,即便受到召喚,也不敢進入會場,反倒連控告者與那些不義之審判官一同逃逸。
1:901
καὶ τοῦτο ἄμεινον διδάσκει τῆς συνόδου τὰ γράμματα, ἃ σαφοῦς εἵνεκα διδασκαλίας ἐνθήσω τῇ συγ γραφῇ
And this the letters of the council teach more clearly, which, for the sake of plain instruction, I shall insert into this history.
此事,大公會議之書信教示得更為清楚,為求教導明晰之故,我將其收錄於此史書之中。
1:902
Πολλὰ μὲν καὶ πολλάκις ἐτόλμησαν οἱ Ἀρειομανῖται κατὰ τῶν δούλων τοῦ θεοῦ τῶν τὴν πίστιν φυλαττόντων τὴν ὀρθήν
Many things, and many times, have the Arian madmen dared against the servants of God who keep the right faith.
阿里烏瘋狂之徒屢次膽敢對神那些謹守正統信仰之僕人多方施暴。
1:903
νόθον γὰρ ὑποβάλλοντες διδασκαλίαν τοὺς ὀρθοδόξους ἐλαύνειν ἐπειρά θησαν·
For by insinuating a spurious teaching, they attempted to drive out the orthodox;
因為他們藉散布邪偽之教義,企圖驅逐正統信徒;
1:904
τοσοῦτον δὲ λοιπὸν κατεπανέστησαν κατὰ τῆς πίστεως ὡς μηδὲ τὴν ἀκοὴν τῶν θεοφιλεστάτων βασιλέων λαθεῖν
and at length they rose up so greatly against the faith that it did not even escape the hearing of the most God-beloved emperors.
他們終究對信仰起而反抗至此地步,甚至連那些最敬愛神之皇帝之耳目也未能倖免聞知。
1:905
τοιγαροῦν τῆς χάριτος τοῦ θεοῦ συνεργούσης, καὶ αὐτοὶ οἱ εὐσεβέστατοι βασιλεῖς συνήγαγον ἡμᾶς ἐκ διαφόρων ἐπαρχιῶν καὶ πόλεων καὶ τὴν ἁγίαν ταύτην σύνοδον ἐπὶ τὴν Σαρδέων πόλιν γενέσθαι δεδώκασιν, ἵνα πᾶσα μὲν διχόνοια περιαιρεθῇ, πάσης δὲ κακοπιστίας ἐξελαθείσης, ἡ εἰς τὸν Χριστὸν εὐσέβεια μόνη παρὰ πᾶσι φυλάττηται
Therefore, with the grace of God cooperating, the most pious emperors themselves gathered us together from various provinces and cities, and granted that this holy council be held in the city of the Sardians, so that all discord might be removed and, all false belief being driven out, piety toward Christ alone might be preserved among all.
因此,蒙神恩典之協助,那最為敬虔之皇帝親自將吾等自各行省各城市召集在一起,並恩准使此神聖之大公會議得以在薩爾迪斯城召開,為要除去一切紛爭,並驅逐一切錯謬之信仰,使唯獨對基督之敬虔,得以在眾人中間持守。
1:906
ἦλθον γὰρ ἀπὸ τῆς Ἑῴας ἐπίσκοποι, προτραπέντες καὶ αὐτοὶ παρὰ τῶν εὐσεβεστάτων βασιλέων, μάλιστα δι' ὅπερ ἐθρύλουν πολλάκις περὶ τῶν ἀγαπητῶν ἀδελφῶν ἡμῶν καὶ συλλειτουργῶν, Ἀθανασίου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας καὶ Μαρκέλλου τοῦ ἐπισκόπου τῆς Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶ τοῦ Γάζης
For bishops came from the East, they too having been urged on by the most pious emperors, especially on account of what was repeatedly being noised abroad concerning our beloved brothers and fellow ministers, Athanasius bishop of Alexandria, and Marcellus bishop of Ancyra in Galatia, and Asclepas of Gaza.
來自東方之主教皆已抵達,他們同樣受最敬虔之皇帝所敦促而來,尤其是因著人們屢屢就吾等所親愛之弟兄暨同僚——亞歷山大主教阿他那修、加拉太之安卡拉主教馬爾克路,以及加沙之阿斯克萊帕斯——所散布之流言。
1:907
ἴσως γὰρ καὶ εἰς ὑμᾶς αὐτοὺς ἔφθασαν αἱ διαβολαί, ὡς καὶ τὰς ἡμετέρας ἀκοὰς ἐπεχείρησαν παρασαλεῦσαι, ἵνα κατὰ μὲν τῶν ἀθώων ἃ λέγουσι πιστεύηται, τὴν δὲ τῆς μοχθηρᾶς αὐτῶν αἱρέσεως ὑπόνοιαν ἐπικρύψωσιν
For perhaps these slanders have reached you yourselves as well, just as they also attempted to unsettle our own ears, so that what they say against the innocent might be believed, while they conceal the suspicion of their own wicked heresy.
也許這些誹謗之言,也已傳到了爾等那裡,正如他們也曾企圖動搖吾等之耳目一般,為要使人相信他們對無辜者所言之事,同時掩蓋其自身邪惡異端之嫌疑。
1:908
ἀλλ' οὐκ ἐπὶ πολὺ ταῦτα ποιεῖν συνεχωρήθησαν
But they were not permitted to do this for long.
然而,他們並未被容許長久如此行事。
1:909
ἔστι γὰρ ὁ προϊστάμενος τῶν ἐκκλησιῶν κύριος, ὁ ὑπὲρ τούτων καὶ ὑπὲρ πάντων ἡμῶν θάνατον ὑπομείνας, καὶ δι' αὐτὰς τὴν εἰς οὐρανοὺς ἄνοδον πᾶσιν ἡμῖν δεδωκώς
For the one who presides over the churches is the Lord, who endured death on behalf of these and of all of us, and through it has granted to all of us the ascent into the heavens.
因為,那治理眾教會者乃是主,祂為了這些人,也為了吾等眾人,忍受了死亡,並藉此賜給吾等眾人升入諸天之路。
1:910
Πάλαι μὲν οὖν ἔγραψαν οἱ περὶ Εὐσέβιον καὶ Μάριν καὶ Θεό δωρον καὶ Θεογόνιον καὶ Οὐρσάκιον καὶ Οὐάλεντα καὶ Μηνόφαντον καὶ Στέφανον Ἰουλίῳ τῷ συλλειτουργῷ ἡμῶν, τῆς Ῥωμαίων ἐκ κλησίας ἐπισκόπῳ, κατὰ τῶν προειρημένων συλλειτουργῶν ἡμῶν, λέγομεν δὴ Ἀθανασίου τοῦ ἐπισκόπου Ἀλεξανδρείας καὶ Μαρκέλλου τοῦ ἐπισκόπου Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶ τοῦ Γάζης
Now formerly Eusebius and Maris and Theodore and Theognis and Ursacius and Valens and Menophantus and Stephen wrote to Julius, our fellow minister, bishop of the church of the Romans, against the aforementioned fellow ministers of ours — I mean Athanasius bishop of Alexandria, and Marcellus bishop of Ancyra in Galatia, and Asclepas of Gaza.
此前,優西比烏、瑪利斯、提奧多若、提奧格尼烏、烏爾撒基烏、瓦倫斯、梅諾梵托、司提反等人,曾致書吾等之同僚儒略——羅馬教會之主教——控告吾等前述之同僚,即亞歷山大主教阿他那修、加拉太安卡拉主教馬爾克路,以及加沙之阿斯克萊帕斯。
1:911
ἔγραψαν δὲ καὶ οἱ ἀπὸ τῶν ἄλλων μερῶν ἐπίσκοποι, μαρτυροῦντες μὲν ἐπὶ τῇ καθαρότητι τοῦ συλλειτουργοῦ ἡμῶν Ἀθανασίου, τὰ δὲ παρὰ τῶν περὶ Εὐσέβιον γενόμενα οὐδὲν ἕτερον ἢ ψεύδη καὶ συκοφαντίας εἶναι μεστά
And the bishops from the other regions also wrote, testifying to the purity of our fellow minister Athanasius, and declaring that the things done by the party of Eusebius were nothing else but full of lies and calumnies.
「其他各地的主教們也寫信作證,證明我們的同工亞他那修的清白;並指出優西比烏一黨所行之事,無非充滿謊言與誣衊。」
1:912
εἰ καὶ τὰ μάλιστα ἐκ τοῦ κληθέντας αὐτοὺς παρὰ τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ Ἰουλίου μὴ ἀπαντῆσαι, καὶ ἐκ τῶν γραφέντων παρὰ τοῦ αὐτοῦ ἐπισκόπου Ἰουλίου φανερὰ τούτων ἡ συκοφαντία πέφηνεν ( ἦλθον γὰρ ἂν εἴπερ ἐθάρρουν οἷς ἔπραξαν καὶ πεποιήκασι κατὰ τῶν συλλειτουργῶν ἡμῶν), ὅμως καὶ ἐξ ὧν πεποιήκασιν ἐν ταύτῃ τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, φανερωτέραν τὴν ἑαυτῶν συσκευὴν ἀπέδειξαν
Even though it was already especially evident from the fact that, when they were summoned by our beloved fellow minister Julius, they did not answer, and from what was written by that same bishop Julius, that their calumny stood exposed (for they would have come, had they trusted in what they did and had done against our fellow ministers); nevertheless, by what they have done in this holy and great synod, they have made their own conspiracy even more manifest.
「儘管他們的誣衊早已因下列事實而昭然若揭:即他們被我們所敬愛的同工儒略召喚時並未到場,以及由該儒略主教所寫的信函也可證明此事(因為,倘若他們對自己加諸我們同工的所作所為有信心,他們必定會到場);然而,他們在這神聖偉大的大公會議中所行之事,更清楚地顯露出他們自己的陰謀。」
1:913
ἐφοβήθησαν εἰς κρίσιν ἐλθεῖν
They were afraid to come to trial.
「他們懼怕出庭受審。」
1:914
καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον ἀλλὰ καὶ πολλάκις κληθέντες, οὐχ ὑπήκουσαν ταῖς κλήσεσι·
And though summoned not once nor twice but many times, they did not obey the summons;
「他們不僅一次、兩次,而是屢次被召,卻不聽從召喚。」
1:915
καίτοι πάντων τῶν συνελθόντων ἐπισκόπων, μάλιστα τοῦ εὐγηροτάτου Ὁσίου τοῦ καὶ διὰ τὸν χρόνον καὶ διὰ τὴν ὁμο λογίαν καὶ διὰ τὸ τοσοῦτον κάματον ὑπομεμενηκέναι πάσης τιμῆς τε καὶ αἰδοῦς τυγχάνοντος ἀξίου, ἀναμενόντων καὶ προτρεπομένων αὐτοὺς εἰσελθεῖν εἰς τὴν κρίσιν, ἵνα ἅπερ ἀπόντων τῶν συλλειτουρ γῶν ἐθρύλησαν καὶ ἔγραψαν κατ' αὐτῶν, ταῦτα παρόντες ἐλέγξαι δυνηθῶσιν
and yet, although all the assembled bishops — especially the venerable Hosius, who on account of his age, his confession of faith, and his having endured so great toil, was worthy of all honor and respect — were waiting for them and urging them to come to trial, so that they might be able, being present, to disprove the things which they had bruited abroad and written against our fellow ministers in their absence,
「儘管所有與會的主教,尤其是那位年高德劭的何西烏——他因年紀、因所持守的信仰告白、也因承受了如此重大的勞苦,理應受到一切尊榮與敬重——都在等候他們、勸勉他們前來受審,好讓他們能夠當面駁斥自己趁我們同工不在場時所散播、所寫下攻擊他們的種種指控,」
1:916
ἀλλ' οὐκ ἦλθον κληθέντες, καθὼς προείπομεν, δεικνύντες καὶ ἐκ τούτων τὴν συκοφαντίαν αὐτῶν καὶ μόνον οὐχὶ τὴν ἐπι βουλὴν καὶ τὴν συσκευὴν ἣν πεποιήκασι βοῶντες διὰ τῆς παραιτή σεως
yet, as we have already said, though summoned, they did not come, thereby showing by this too their calumny, and all but proclaiming aloud, by their refusal, the plot and the conspiracy which they had contrived.
「他們卻仍如我們前面所說,被召而不至,由此也顯明了他們的誣衊,並且藉著他們的推辭,幾乎是在大聲宣告他們所策劃的陰謀與詭計。」
1:917
οἱ γὰρ θαρροῦντες οἷς λέγουσι, τούτοις καὶ εἰς πρόσωπον συστῆναι δύνανται
For those who have confidence in what they say are also able to stand face to face in support of it.
「因為那些對自己所言有信心的人,是能夠當面對質、堅持到底的。」
1:918
ἐπειδὴ δὲ οὐκ ἀπήντησαν, νομίζομεν λοιπὸν μηδένα ἀγνοεῖν, κἂν ἐκεῖνοι πάλιν κακουργεῖν ἐθελήσωσιν, ὅτι μηδὲν ἔχοντες κατὰ τῶν συλλειτουργῶν ἡμῶν ἐλέγξαι, τούτους μὲν διαβάλ λουσιν ἀπόντας, παρόντας δὲ διαφεύγουσιν
Since, then, they did not come, we think that henceforth no one is ignorant — even should they again wish to do mischief — that, having nothing to prove against our fellow ministers, they slander them when absent, but avoid them when present.
「既然他們沒有到場,我們認為此後無人會不明白這一點——即便他們再度企圖作惡——他們對我們的同工毫無可指證之處,因此只敢在他們不在場時毀謗他們,一旦他們在場,便迴避不前。」
1:919
Ἔφυγον γάρ, ἀγαπητοὶ ἀδελφοί, οὐ μόνον διὰ τὴν κατὰ τούτων συκοφαντίαν, ἀλλ' ὅτι καὶ τοὺς ἐπὶ διαφόροις ἐγκλήμασιν ἐγκαλοῦν τας αὐτοῖς ἐθεώρουν ἀπαντήσαντας
For they fled, beloved brethren, not only because of their calumny against these men, but also because they saw that those who were bringing various charges against them had come.
「親愛的弟兄們,他們之所以逃避,不僅因為他們對這些人所加的誣衊,也因為他們看見那些以種種罪名控告他們的人已經到場。」
1:920
δεσμὰ γὰρ ἦν καὶ σίδηρα προ φερόμενα·
For there were chains and irons being displayed;
「因為當時有鎖鏈與鐵器被展示出來;」
1:921
καὶ ἀπ' ἐξορίας ἐπανελθόντες ἄνθρωποι, καὶ παρὰ τῶν ἔτι κατεχομένων ἐν ἐξορίαις ἐλθόντες ἦσαν συλλειτουργοί·
and there were men who had returned from exile, and fellow ministers who had come from those still detained in exile;
「也有從流放之地歸來的人,以及仍被拘留在流放地者所派來的同工;」
1:922
συγγενεῖς καὶ φίλοι δὲ τῶν δι' αὐτοὺς ἀποθανόντων παρεγένοντο·
and the relatives and friends of those who had died because of them were present;
「因他們而喪命之人的親屬與朋友也都在場;」
1:923
καὶ τὸ μέγιστον, ἐπίσκοποι παρῆσαν, ὧν ὁ μὲν τὰ σίδηρα καὶ τὰς κατήνας προέφερεν ἃ δι' αὐτοὺς ἐφόρεσεν, οἱ δὲ τὸν ἐκ τῆς διαβολῆς αὐτῶν θάνατον ἐμαρτύραντο
and, greatest of all, bishops were present, of whom one displayed the irons and fetters which he had worn because of them, while others testified to a death caused by their slander.
「更重要的是,還有主教在場,其中一位展示出他因他們而戴過的鐵鐐與枷鎖,另一些人則見證了因他們誣陷而造成的死亡。」
1:924
εἰς τοσοῦτον γὰρ ἔφθασαν ἀπονοίας ὡς καὶ ἐπίσκοπον ἐπιχειρεῖν ἀνελεῖν·
For they proceeded to such a pitch of madness as even to attempt to murder a bishop;
「因為他們喪心病狂到甚至企圖殺害一位主教;」
1:925
καὶ ἀνεῖλον ἂν εἰ μὴ ἐξέφυγε τὰς χεῖρας αὐτῶν
and they would have killed him, had he not escaped their hands.
「若不是他從他們手中逃脫,他們早已將他殺害。」
1:926
ἀνέστη γοῦν ὁ συλλειτουργὸς ἡμῶν ὁ μακαρίτης Θεό δουλος, φεύγων αὐτῶν τὴν διαβολήν·
Accordingly, our fellow minister of blessed memory, Theodulus, rose up, fleeing their slander;
「因此,我們那位已故蒙福的同工提阿多路便起身,逃避他們的誣陷;」
1:927
κεκέλευστο γὰρ ἐκ διαβολῆς αὐτῶν ἀποθανεῖν
for, through their slander, orders had been given for him to be put to death.
「因為由於他們的誣陷,已經下令要將他處死。」
1:928
ἄλλοι δὲ ξιφῶν πληγὰς ἐπεδείκνυντο, ἄλλοι λιμὸν ὑπομεμενηκέναι παρ' αὐτῶν ἀπωδύροντο
others displayed wounds from swords, while others lamented that they had suffered hunger because of them.
「另有些人展示刀劍所致的傷口,還有些人哀訴自己因他們而忍受飢餓之苦。」
1:929
καὶ ταῦτα οὐχ οἱ τυχόντες ἐμαρτύρουν ἄνθρωποι, ἀλλ' ἐκκλησίαι ὅλαι ἦσαν, ὑπὲρ ὧν οἱ ἀπαντήσαντες καὶ πρεσβεύοντες ἐδίδασκον, στρατιώτας ξιφήρεις, ὄχλους μετὰ ῥοπάλων, δικαστῶν ἀπειλάς, πλαστῶν γραμμάτων ὑπο βολάς ( ἀνεγνώσθη γὰρ γράμματα τῶν περὶ Θεογόνιον κατὰ τῶν συλλειτουργῶν ἡμῶν, Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ, ἵνα καὶ βασιλέας κατ' αὐτῶν κινήσωσι·
And these things were testified not by ordinary men, but whole churches were involved, on whose behalf those who came and acted as delegates related them: soldiers with drawn swords, mobs with clubs, threats from judges, the introduction of forged letters (for letters of the party of Theogonius against our fellow ministers Athanasius, Marcellus, and Asclepas were read out, in order that they might stir up even the emperors against them;
「而這些事並非由尋常之人作證,而是整個整個教會都牽涉在內,那些前來代表出席的人代表這些教會作證,訴說了配劍的士兵、持棍棒的群眾、法官的威嚇、偽造信函的呈遞(因為當時宣讀了提阿哥紐一黨攻擊我們同工亞他那修、馬爾克盧及阿斯克勒帕的信函,其目的是要藉此煽動皇帝們來對付他們——」
1:930
καὶ ταῦτα ἤλεγξαν οἱ γενόμενοι τότε διάκονοι Θεογονίου), πρὸς τούτοις παρθένων γυμνώσεις, ἐμ πρησμοὺς ἐκκλησιῶν, φυλακὰς κατὰ τῶν συλλειτουργῶν·
and this was proved by those who were at that time deacons of Theogonius) — besides these things, the stripping of virgins, the burning of churches, imprisonments inflicted on our fellow ministers;
「這一點已由當時任提阿哥紐之執事者所證實)——此外還有處女被剝衣受辱、教會遭焚燬、以及對我們同工施行監禁等事;」
1:931
καὶ ταῦτα πάντα δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν δυσώνυμον αἵρεσιν τῶν Ἀρειο μανιτῶν
and all these things for no other reason than the ill-named heresy of the Arian madmen.
「而這一切,皆非為別的緣故,只因那臭名昭著的亞流狂徒異端。」
1:932
οἱ γὰρ παραιτούμενοι τὴν πρὸς τούτους χειροτονίαν καὶ κοινωνίαν ἀνάγκην εἶχον πειραθῆναι τούτων
For those who refused ordination and communion with these men were compelled to experience these things.
「因為那些拒絕與這些人一同受按立、彼此相通的人,勢必要親身經歷這一切苦難。」
1:933
Ταῦτα τοίνυν συνορῶντες, εἰς στενὸν εἶχον τὰ τῆς προαιρέσεως
Perceiving these things, then, they found themselves in a strait as to their course of action.
「他們既看清了這一切,於是在抉擇上陷入了困境。」
1:934
αἰσχυνόμενοι γὰρ ἃ δεδράκασι, διὰ τὸ μὴ δύνασθαι ἔτι ταῦτα κρύ πτεσθαι ἀπήντησαν εἰς τὴν Σαρδέων πόλιν, ἵνα διὰ τῆς ἀφίξεως ὑπόνοιαν ὡς μὴ πλημμελήσαντες δόξωσιν ἀποφέρεσθαι
For, being ashamed of what they had done, and since they could no longer conceal it, they came to the city of Serdica, in order that, through their arrival, they might seem to create the impression that they had done no wrong.
「因為他們為自己所做的事感到羞愧,又因無法再繼續隱瞞,於是就來到撒爾底迦城,想要藉著到場,使人以為他們並未犯錯,藉此擺脫嫌疑。」
1:935
ἰδόντες οὖν τοὺς παρ' αὐτῶν συκοφαντηθέντας καὶ τοὺς παρ' αὐτῶν παθόντας, τοὺς κατηγόρους, τοὺς ἐλέγχους πρὸ ὀφθαλμῶν ἔχοντες, εἰσελθεῖν οὐκ ἐδύναντο κληθέντες, καίτοι τῶν συλλειτουργῶν ἡμῶν Ἀθανασίου καὶ Μαρκέλλου καὶ Ἀσκληπᾶ πολλῇ τῇ παρρησίᾳ χρωμένων καὶ ἀποδυρομένων καὶ ἐπικειμένων καὶ προκαλουμένων αὐτούς, καὶ ἐπαγγελλομένων μὴ μόνον ἐλέγχειν τὴν συκοφαντίαν ἀλλὰ καὶ δει κνύναι ὅσα κατὰ τῶν ἐκκλησιῶν αὐτῶν ἐπλημμέλησαν
But when they saw those whom they had slandered and those who had suffered at their hands, and had before their eyes their accusers and the proofs against them, they were not able to enter, though summoned — even though our fellow ministers Athanasius, Marcellus, and Asclepas used great boldness, protesting, pressing, and challenging them, and promising not only to refute the calumny but also to show all the wrongs they had committed against their churches.
「然而,他們看見自己所誣陷的人,以及那些因他們而受苦的人,眼前又有控訴他們的人與確鑿的證據,儘管被召,卻無法進場;即使我們的同工亞他那修、馬爾克盧及阿斯克勒帕以極大的坦然無懼提出抗議、緊迫催促、公開挑戰他們,並承諾不僅要駁斥其誣衊,更要指證他們對這些人的教會所犯下的種種過錯。」
1:936
οἱ δὲ τοσούτῳ φόβῳ τοῦ συνειδότος κατεσχέθησαν ὡς φυγεῖν αὐτούς, καὶ διὰ τῆς φυγῆς τὴν συκοφαντίαν αὐτῶν ἐλέγξαι καὶ ἅπερ ἐπλημμέλησαν διὰ τῶν δρασμῶν ὁμολογῆσαι
But they were seized by such fear of their own conscience that they fled, and by their flight both proved their own calumny and confessed, through their flight, the wrongs they had committed.
「然而他們卻被良心的恐懼緊緊攫住,以致逃離現場,並藉此逃亡證實了自己的誣衊,也藉逃跑承認了自己所犯下的過錯。」
1:937
Εἰ καὶ τὰ μάλιστα οὐ μόνον ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἐκ τούτων ἡ κακοτροπία καὶ ἡ συκοφαντία αὐτῶν δείκνυται, ὅμως ἵνα μηδὲ ἐκ τῆς φυγῆς πρόφασίν τινα ἑτέρας κακουργίας πορίσασθαι δυνηθῶσιν, ἐσκεψάμεθα κατὰ τὸν τῆς ἀληθείας λόγον τὰ παρ' ἐκείνων δραματουργηθέντα ἐξετάσαι
Although their perversity and calumny are shown most plainly not only from earlier events but also from these, nevertheless, so that they might not be able to derive from their flight some pretext for further mischief, we resolved to examine, according to the standard of truth, the things which had been contrived by them.
「儘管他們的乖僻與誣衊,不僅由先前的事,更由此事顯明無疑,然而,為了不讓他們能藉逃跑一事,另尋藉口再行惡事,我們仍決定按照真理的準則,徹查他們所編造的種種情節。」
1:938
πραχθέντων συκοφάντας καὶ μηδὲν ἕτερον ἢ ἐπιβουλὴν κατὰ τῶν συλλειτουργῶν ἡμῶν πεποιηκότας
and in the things done we found them to be slanderers, who had contrived nothing else than a conspiracy against our fellow ministers.
「……在所行之事上,我們查明他們不過是誣衊者,除了圖謀陷害我們的同工之外,別無他圖。」
1:939
ὃν γὰρ ἔλεγον παρὰ Ἀθανασίου πεφονεῦσθαι Ἀρσένιον, οὗτος ζῇ καὶ ἐν τοῖς ζῶσιν ἐξετάζεται
For as to Arsenius, whom they said had been murdered by Athanasius, this man is alive and is found among the living.
「因為他們所說被亞他那修謀殺的阿爾塞紐,此人尚且活著,且可在生者之列查驗得到。」
1:940
ἀπὸ δὲ τούτου καὶ τὰ περὶ τῶν ἄλλων θρυληθέντα παρ' αὐτῶν φαίνεται πλάσματα
And from this it is evident that the other things noised abroad by them are likewise fabrications.
「由此可見,他們所散播有關其他事情的種種傳言,也都同樣是捏造的。」
1:941
Ἐπειδὴ δὲ καὶ περὶ ποτηρίου ἐθρύλουν ὡς κλασθέντος παρὰ Μακαρίου τοῦ πρεσβυτέρου Ἀθανασίου, ἐμαρτύρησαν μὲν αὐτοῖς οἱ παραγενόμενοι ἀπὸ τῆς Ἀλεξανδρείας καὶ Μαρεώτου καὶ τῶν λοιπῶν τόπων, ὅτι μηδὲν τούτων πέπρακται·
And since they also spread a rumor about a chalice, as though it had been broken by Macarius, the presbyter of Athanasius, those who had come from Alexandria and Mareotis and the other places testified against them, that none of this had been done;
「他們又散播謠言,說有一只聖爵被亞他那修的長老馬迦流所打碎;然而從亞歷山大城、馬里奧提斯及其他各地前來的人都作證反駁,證明這些事根本沒有發生過。」
1:942
καὶ οἱ ἐπίσκοποι δὲ γράψαντες οἱ ἀπὸ τῆς Αἰγύπτου πρὸς Ἰούλιον τὸν συλλειτουργὸν ἡμῶν ἱκανῶς διεβεβαιοῦντο μηδὲ ὑπόνοιαν ὅλως τοιαύτην γεγενῆσθαι
and the bishops from Egypt too, writing to our fellow minister Julius, affirmed sufficiently that not even a suspicion of such a thing had ever arisen.
「而從埃及來的主教們,在寫給我們同工儒略的信中,也充分肯定連這樣的懷疑都從未產生過。」
1:943
ἄλλως τε λέγουσιν ὑπομνήματα ἔχειν κατ' αὐτοῦ, ἃ κατὰ μονομέρειαν συνέστη γεγενῆσθαι
Besides, they say that they have minutes against him, which were shown to have been drawn up in a one-sided manner.
「此外,他們聲稱握有不利於他的紀錄,然而這些紀錄經查證是片面編製而成的。」
1:944
καὶ ὅμως καὶ ἐν τοῖς ὑπομνήμασι τούτοις ἐθνικοὶ καὶ κατηχούμενοι ἠρωτῶντο·
And yet, even in these minutes, it was pagans and catechumens who were questioned;
「然而即使在這些紀錄之中,接受詢問的竟是外邦人與慕道友;」
1:945
ἐξ ὧν εἷς κατηχούμενος ἐρωτώμενος ἔφασκεν ἔνδον εἶναι ὅτε Μακάριος ἐπέστη τῷ τόπῳ, καὶ ἕτερος ἐρωτώμενος ἔλεγε τὸν θρυλούμενον παρ' αὐτῶν Ἰσχύραν νοσοῦντα κατακεῖσθαι ἐν κελλίῳ, ὡς ἀπὸ τούτου φαίνεσθαι μηδ' ὅλως γεγενῆσθαί τι τῶν ὅλων μυστηρίων, διὰ τὸ τοὺς κατηχουμένους ἔνδον εἶναι καὶ τὸν Ἰσχύραν μὴ παρεῖναι, ἀλλὰ νοσοῦντα κατακεῖσθαι
of whom, when questioned, one catechumen said that he was inside when Macarius arrived at the place, while another, when questioned, said that the Ischyras so much talked of by them was lying sick in his cell, so that from this it appears that none of the mysteries had taken place at all, since the catechumens were inside while Ischyras was not present, but lay sick in bed.
「其中一名慕道友受詢問時說,馬迦流到達那地方時,他本人正在屋內;另一名受詢問者則說,他們所大肆宣揚的伊斯基拉當時正病臥於斗室之中——由此可見,聖禮根本從未舉行,因為當時屋內只有慕道友在場,而伊斯基拉本人並不在場,而是臥病在床。」
1:946
καὶ γὰρ καὶ αὐτὸς ὁ παμπόνηρος Ἰσχύρας, ψευσάμενος ἐπὶ τῷ εἰρηκέναι κεκαυ κέναι τὸν Ἀθανάσιόν τινα τῶν θείων βιβλίων καὶ † διαψεύσασθαι, ὡμολόγησε κατ' ἐκεῖνο καιροῦ νοσεῖν ὅτε Μακάριος παρῆν καὶ κατακεῖσθαι, ὡς καὶ ἐκ τούτου συκοφάντην αὐτὸν δείκνυσθαι
For indeed Ischyras himself, that thoroughly wicked man, though he lied in saying that Athanasius had burned certain of the divine books, and was proved false, nevertheless confessed that at that very time, when Macarius was present, he was sick and lying in bed — so that by this too he is shown to be a slanderer.
「事實上,那極其奸惡的伊斯基拉本人,雖曾謊稱亞他那修焚燒了若干聖經典籍,並因此遭到揭穿為虛妄,卻也承認在馬迦流到場的那個時候,自己正患病臥床——由此也顯明他不過是個誣告者。」
1:947
ἀμέλει τῆς συκοφαντίας ταύτης μισθὸν αὐτῷ τῷ Ἰσχύρᾳ δεδώκασιν ἐπι σκόπου ὄνομα, τῷ μηδὲ πρεσβυτέρῳ τυγχάνοντι
Indeed, as the wages of this calumny, they have given to Ischyras himself the title of bishop, though he is not even a presbyter.
「他們果然以「主教」這個名銜作為對伊斯基拉這番誣衊的報償,儘管此人根本連長老都算不上。」
1:948
ἀπαντήσαντες γὰρ δύο πρεσβύτεροι, σὺν Μελιτίῳ ποτὲ γενόμενοι, ὕστερον δὲ ὑπὸ τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας δε χθέντες, [ οἳ] καὶ σὺν Ἀθανασίῳ ὄντες ἐμαρτύρησαν μηδὲ πώποτε τοῦτον πρεσβύτερον Μελιτίου γεγενῆσθαι, μηδ' ὅλως ἐσχηκέναι Μελίτιον εἰς τὸν Μαρεώτην ἐκκλησίαν ἢ λειτουργόν
For two presbyters, who had come, who had once been with Meletius but were later received by the blessed Alexander, who became bishop of Alexandria — these, being present together with Athanasius, testified that this man had never been a presbyter of Meletius, and that Meletius had never had a church or a minister at all in the Mareotis.
「因為有兩位長老前來出席作證,他們曾一度追隨米利提,後來被那位成為亞歷山大城主教的蒙福亞歷山德所接納;這兩位長老當時與亞他那修同在,作證說此人從未做過米利提的長老,而且米利提在馬里奧提斯根本從未擁有過教會或聖職人員。」
1:949
καὶ ὅμως τὸν μηδὲ πρεσβύτερον τυγχάνοντα νῦν ὡς ἐπίσκοπον προήγαγον, ἵνα τῷ ὀνόματι τούτῳ δόξωσιν ἐπὶ τῇ συκοφαντίᾳ καταπλήττειν τοὺς ἀκούοντας
And yet, him who is not even a presbyter, they have now promoted as a bishop, so that by this title they might seem to overawe their hearers in support of their calumny.
「然而,他們竟將這個連長老都不是的人,如今擢升為「主教」,好讓他們藉這個名銜,使聽聞此事的人對他們的誣衊感到震懾。」
1:950
Ἀνεγνώσθη δὲ καὶ τὸ σύγγραμμα τοῦ συλλειτουργοῦ ἡμῶν Μαρ κέλλου καὶ εὑρέθη τῶν περὶ Εὐσέβιον ἡ κακοτεχνία·
The treatise of our fellow minister Marcellus was also read, and the malicious artifice of the party of Eusebius was discovered;
「我們的同工馬爾克盧的著作也被宣讀,優西比烏一黨的惡意詭計因而被揭穿;」
1:951
ἃ γὰρ ὡς ζητῶν ὁ Μάρκελλος εἴρηκεν, ταῦτα ὡς ὡμολογημένα διαβεβλήκασιν
for the things which Marcellus had stated by way of inquiry, they slanderously represented as though they were affirmed doctrines.
「因為馬爾克盧以探討、質疑的方式所提出的言論,他們卻誣蔑地將其當作已經確認的教義來加以攻擊。」
1:952
ἀνε γνώσθη γοῦν ταῦτα καὶ τὰ ἑξῆς καὶ τὰ πρὸ αὐτῶν τῶν ζητημάτων, καὶ ὀρθὴ ἡ πίστις τοῦ ἀνδρὸς εὑρέθη
Accordingly these passages were read, both what followed and what preceded these inquiries, and the man's faith was found to be orthodox.
「因此,這些段落連同其前後有關這些議題的文字都一併宣讀出來,結果證明此人的信仰是正統的。」
1:953
οὔτε γὰρ ἀπὸ τῆς ἁγίας Μαρίας, ὡς αὐτοὶ διεβεβαιώσαντο, ἀρχὴν ἐδίδου τῷ τοῦ θεοῦ λόγῳ, οὔτε τέλος ἔχειν τὴν βασιλείαν αὐτοῦ ἀλλὰ καὶ τὴν βασιλείαν ἄν αρχον καὶ ἀκατάπαυστον εἶναι τὴν τούτου ἔγραψεν
For he did not, as they had insisted, ascribe a beginning to the Word of God from the holy Mary, nor did he hold that His kingdom would have an end, but rather he wrote that His kingdom is without beginning and without cessation.
「因為他並未如他們所堅稱的那樣,主張神的道乃是從聖馬利亞才有其開端;他也未曾主張祂的國度會有終結,反倒寫明祂的國度是無始無終、永不止息的。」
1:954
Καὶ Ἀσκληπᾶς δὲ ὁ συλλειτουργὸς προσήνεγκεν ὑπομνήματα γεγενημένα ἐν Ἀντιοχείᾳ, παρόντων τῶν κατηγόρων καὶ Εὐσεβίου τοῦ ἀπὸ Καισαρείας·
And Asclepas our fellow minister also produced minutes drawn up at Antioch, in the presence of his accusers and of Eusebius of Caesarea;
「我們的同工阿斯克勒帕也提出了在安提阿所作成的紀錄,當時他的控告者以及來自該撒利亞的優西比烏都在場;」
1:955
καὶ ἐκ τῶν ἀποφάσεων τῶν δικασάντων ἐπι σκόπων ἔδειξεν ἑαυτὸν ἀθῶον εἶναι
and from the verdicts of the bishops who had presided as judges, he showed himself to be innocent.
「並藉由當時審理此案的主教們所作的判決,證明了自己是清白無罪的。」
1:956
Εἰκότως οὖν, ἀδελφοὶ ἀγαπητοί, καλούμενοι πολλάκις οὐχ ὑπα κούουσιν, εἰκότως ἔφυγον
Reasonably, then, beloved brethren, they did not obey though called many times; reasonably they fled.
「因此,親愛的弟兄們,他們屢次被召卻不聽從,逃避原是理所當然的。」
1:957
ὑπὸ γὰρ τοῦ συνειδότος ἐλαυνόμενοι, φυγῇ τὰς συκοφαντίας ἑαυτῶν ἐβεβαίωσαν, καὶ πιστευθῆναι κατ' αὐτῶν πεποιήκασιν ἅπερ παρόντες οἱ κατηγοροῦντες ἔλεγον καὶ ἐπεδείκνυντο
For, driven by their own conscience, they confirmed their own calumnies by their flight, and caused to be believed against them all that their accusers, being present, said and demonstrated.
「因為他們受良心的驅使,藉逃亡證實了自己的誣衊之罪,也使得在場控告者所言、所展示的一切,都因此被人採信為真確不移。」
1:958
ἔτι τοίνυν πρὸς τούτοις πᾶσι καὶ τοὺς πάλαι κατη γορηθέντας καὶ ἐκβληθέντας διὰ τὴν Ἀρείου αἵρεσιν οὐ μόνον ἐδέξαντο, ἀλλὰ καὶ εἰς μείζονα βαθμὸν προήγαγον, διακόνους μὲν εἰς πρεσβυτέριον, ἀπὸ δὲ πρεσβυτέρων εἰς ἐπισκοπήν, δι' οὐδὲν ἕτερον ἢ ἵνα τὴν ἀσέβειαν διασπεῖραι καὶ πλατῦναι δυνηθῶσι καὶ τὴν εὐσεβῆ διαφθείρωσι πίστιν
Moreover, in addition to all these things, those who had long ago been accused and expelled on account of the heresy of Arius, they not only received back, but even promoted to a higher rank — deacons to the presbyterate, and from presbyters to the episcopate — for no other reason than that they might be able to sow and spread abroad their impiety, and corrupt the pious faith.
「此外,除了以上種種之外,他們對於那些早先因亞流異端而被控告並革除的人,不但重新接納,甚至還將其擢升至更高的職級——把執事升為長老,把長老升為主教——其目的無非是要藉此散播、擴大其不敬虔之說,並敗壞那敬虔的正信。」
1:959
Εἰσὶ δὲ τούτων μετὰ τοὺς περὶ Εὐσέβιον νῦν ἔξαρχοι Θεόδωρος ἀπὸ Ἡρακλείας, Νάρκισσος ἀπὸ Νερωνιάδος τῆς Κιλικίας, Στέφανος ἀπὸ Ἀντιοχείας, Γεώργιος ἀπὸ Λαοδικείας, Ἀκάκιος ἀπὸ Καισαρείας τῆς Παλαιστίνης, Μηνόφαντος ἀπὸ Ἐφέσου τῆς Ἀσίας, Οὐρσάκιος ἀπὸ Σιγγιδούνου τῆς Μυσίας, Οὐάλης ἀπὸ Μυρσοῦ τῆς Παννονίας
Now, after the party of Eusebius, the ringleaders of these men are: Theodore of Heraclea, Narcissus of Neronias in Cilicia, Stephen of Antioch, George of Laodicea, Acacius of Caesarea in Palestine, Menophantus of Ephesus in Asia, Ursacius of Singidunum in Moesia, and Valens of Mursa in Pannonia.
「這些人當中,繼優西比烏一黨之後,如今的首領有:來自赫拉克利亞的提阿多爾、來自基利家尼羅尼亞的納爾基蘇、來自安提阿的斯提反、來自老底嘉的喬治、來自巴勒斯坦該撒利亞的阿卡修、來自亞細亞以弗所的米諾梵托、來自米西亞辛吉杜農的烏爾撒修、以及來自班諾尼亞穆爾撒的瓦倫斯。」
1:960
οὔτε εἰς τὴν ἁγίαν σύνοδον εἰσελθεῖν οὔτε ὅλως εἰς τὴν ἐκκλησίαν τοῦ θεοῦ παραβαλεῖν συνεχώρησαν
they did not permit them either to enter the holy synod, or to come at all into the church of God.
「……未准許他們進入這神聖的大公會議,也完全不准他們踏入神的教會。」
1:961
καὶ ἐρχόμενοι δὲ εἰς τὴν Σαρδικὴν κατὰ τόπους συνόδους ἐποιοῦντο πρὸς ἑαυτοὺς καὶ συνθήκας μετὰ ἀπειλῶν, ὥστε ἐλθόντας αὐτοὺς εἰς τὴν Σαρδικὴν μηδ' ὅλως εἰς τὴν κρίσιν ἐλθεῖν, μήτε ἐπὶ τὸ αὐτὸ συνελθεῖν τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἀλλὰ μόνον ἐλθόντας καὶ ἀφοσιώσει τὴν ἑαυτῶν ἐπιδημίαν ἐπιδειξαμένους ταχέως φυγεῖν
And as they were coming to Serdica, they held local meetings among themselves along the way and made agreements accompanied by threats, that when they arrived at Serdica they should not come to trial at all, nor assemble together with the holy and great synod, but only, having come and made a perfunctory show of their presence, should quickly flee.
「而且,他們在前往撒爾底迦的途中,還沿途舉行地方性的聚會,彼此立下盟約並附帶威嚇,約定當他們到達撒爾底迦後,絕不出庭受審,也不與這神聖偉大的大公會議同聚一堂,只是到場、敷衍地表示一下自己確曾蒞臨,隨即迅速離去。」
1:962
ταῦτα γὰρ γνῶναι δεδυνήμεθα παρὰ τῶν συλλειτουργῶν ἡμῶν Μακαρίου ἀπὸ Παλαι στίνης καὶ Ἀστερίου ἀπὸ Ἀραβίας, τῶν ἐλθόντων σὺν αὐτοῖς καὶ ἀναχωρησάντων ἀπὸ τῆς ἀπιστίας αὐτῶν
For we have been able to learn these things from our fellow ministers Macarius of Palestine and Asterius of Arabia, who came together with them and then withdrew from their faithlessness.
「因為這些事,我們是從我們的同工——來自巴勒斯坦的馬迦流以及來自阿拉伯的阿斯特留——得知的,他們原與那些人同行,後來卻脫離了他們的不信。」
1:963
οὗτοι γὰρ ἐλθόντες εἰς τὴν ἁγίαν σύνοδον, τὴν μὲν βίαν ἣν ἔπαθον ἀπωδύραντο, οὐδὲν δὲ παρ' αὐτοῖς ὀρθὸν ἔλεγον πράττεσθαι, προστιθέντες καὶ τοῦτο ὡς ἄρα εἶεν τῆς ὀρθῆς ἀντιποιούμενοι δόξης καὶ κωλυόμενοι ἐξ αὐτῶν ἐλθεῖν ἐνταῦθα καὶ διὰ τὸ ἀπειλεῖν καὶ ἐντέλλεσθαι κατὰ τῶν βουλομένων ἀναχωρεῖν ἀπ' αὐτῶν
For these men, coming to the holy synod, lamented the violence they had suffered, and said that nothing right was being done among them, adding also this: that they were laying claim to the right doctrine and were being hindered from coming here, on account of threats and orders issued against those who wished to withdraw from them.
「因為這兩人一來到這神聖的大公會議,就哀訴自己所遭受的暴力,並說在那些人之中沒有任何合乎正道之事在進行,還補充說,正因他們堅持正確的信仰,便遭到阻攔不得前來此地,因為那些人威嚇並下令對付一切想要脫離他們的人。」
1:964
τούτου γοῦν ἕνεκα καὶ ἐν ἑνὶ οἴκῳ πάντες μεῖναι ἐσπούδασαν, μηδὲ τὸ βραχύτατον ἰδιάζειν αὐτοῖς ἐπιτρέψαντες
For this reason, indeed, they took care that all should remain together in a single house, not allowing them to be alone even for the briefest moment.
「正因如此,他們刻意讓所有人都留宿於同一屋簷之下,甚至連片刻獨處都不容許。」
1:965
Ἐπεὶ οὖν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδικήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰς περὶ τῶν πλαστῶν ἐπιστολῶν συσκευάς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρ θένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν δυσώ νυμον Ἀρειανὴν αἵρεσιν δι' αὐτῶν, τούτου γοῦν ἕνεκεν τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργούς, Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶν τὸν Γάζης καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ, ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα, γράψαντες καὶ εἰς τὴν ἑκάστου παροικίαν ὥστε γιγνώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελ θόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ Χριστιανοὺς μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρ' αὐτῶν γράμματα μήτε γράφειν πρὸς αὐτούς
Since, then, it was not right to pass over in silence, nor to leave unavenged, the calumnies, the imprisonments, the murders, the beatings, the contrivances of forged letters, the outrages, the stripping of virgins, the banishments, the demolitions of churches, the burnings, the transfers from small cities to greater sees, and, before all these, the ill-named Arian heresy which has now risen up against the orthodox faith through their agency — for this reason, then, we have declared our beloved brethren and fellow ministers, Athanasius bishop of Alexandria, Marcellus of Ancyra in Galatia, and Asclepas of Gaza, together with those who minister to the Lord along with them, to be innocent and pure, and we have written also to each several see, so that the people of each church may know the purity of their own bishop, and may hold and expect this man as their bishop; but as for those who have invaded their churches like wolves — Gregory at Alexandria, Basil at Ancyra, and Quintianus at Gaza — that these are not to be called bishops at all, nor even Christians, and that no one is to have any communion whatsoever with them, nor to receive any letters from them, nor to write to them.
「既然如此,我們就不應對種種誣衊、監禁、殺害、毆打、偽造信函的陰謀、種種凌辱、對貞女的剝衣羞辱、放逐、教會的拆毀、焚燒、以及將人從小城遷調至較大轄區的種種作法保持緘默,更不能任其不受追究;尤有甚者,還有那藉他們之手而興起、如今正對抗正統信仰的、臭名昭著的亞流異端——正因如此,我們宣告:我們所敬愛的弟兄與同工,亞歷山大城主教亞他那修、加拉太安基拉的馬爾克盧、以及迦薩的阿斯克勒帕,以及與他們一同事奉主的同工,都是無辜而清白的;我們並已致函各個轄區,使各教會的信眾都能知悉自己本堂主教的清白,繼續擁戴、期待此人為其主教;至於那些如豺狼般闖入他們教會的人——即在亞歷山大城的格里高利、在安基拉的巴西流、以及在迦薩的昆提亞努——我們則宣告:這些人根本不得稱為主教,甚至不得稱為基督徒,任何人皆不可與他們有任何形式的相通,也不得接受他們的書信,或寫信給他們。」
1:966
Τοὺς δὲ περὶ Θεόδωρον τὸν ἀπὸ Ἡρακλείας τῆς Εὐρώπης καὶ Νάρκισσον τὸν ἀπὸ Νερωνιάδος τῆς Κιλικίας καὶ Ἀκάκιον τὸν ἀπὸ Καισαρείας τῆς Παλαιστίνης καὶ Στέφανον ἀπὸ Ἀντιοχείας καὶ Οὐρσάκιον ἀπὸ Σιγγιδούνου τῆς Μυσίας καὶ Οὐάλεντα τὸν ἀπὸ Μυρσῶν τῆς Παννονίας καὶ Μηνόφαντον τὸν ἀπὸ Ἐφέσου καὶ Γεώργιον τὸν ἀπὸ Λαοδικείας, εἰ καὶ φοβηθεὶς μὴ παρεγένετο ἀπὸ τῆς Ἑῴας, ὅμως διὰ τὸ ἀπὸ τοῦ μακαρίου Ἀλεξάνδρου τοῦ γενομένου ἐπισκόπου Ἀλεξανδρείας καθῃρῆσθαι αὐτὸν καὶ διὰ τὸ καὶ τούτους σὺν αὐτῷ τῆς Ἀρείου μανίας εἶναι καὶ διὰ τὰ ἐπενεχθέντα αὐτοῖς ἐγκλήματα, τούτους παμψηφεὶ καθεῖλεν ἡ ἁγία σύνοδος ἀπὸ τῆς ἐπισκοπῆς·
As for the party of Theodore of Heraclea in Europe, and Narcissus of Neronias in Cilicia, and Acacius of Caesarea in Palestine, and Stephen of Antioch, and Ursacius of Singidunum in Moesia, and Valens of Mursa in Pannonia, and Menophantus of Ephesus, and George of Laodicea — although the last, out of fear, did not come from the East, nevertheless, because he had been deposed by the blessed Alexander, formerly bishop of Alexandria, and because these men also shared with him in the madness of Arius, and on account of the charges brought against them, the holy synod deposed all of them from the episcopate by unanimous vote;
「至於歐羅巴省赫拉克利亞的提阿多爾一黨,包括基利家尼羅尼亞的納爾基蘇、巴勒斯坦該撒利亞的阿卡修、安提阿的斯提反、米西亞辛吉杜農的烏爾撒修、班諾尼亞穆爾撒的瓦倫斯、以弗所的米諾梵托,以及老底嘉的喬治——雖然這最後一位因恐懼而未從東方前來,然而,因他曾被那位一度身任亞歷山大城主教的蒙福亞歷山德革除,又因這些人都與他一同陷於亞流的狂妄之中,加上他們所被指控的種種罪名,這神聖的大公會議便以一致的表決,將他們全數自主教職上革除;」
1:967
καὶ ἐκρίναμεν μὴ μόνον αὐτοὺς ἐπισκόπους μὴ εἶναι, ἀλλὰ μηδὲ κοινωνίας μετὰ τῶν πιστῶν αὐτοὺς καταξιοῦσθαι
and we have decided that they are not only not to be bishops, but that they are not even worthy of communion with the faithful.
「並且我們判定,他們不僅不得再為主教,甚至連與信徒相通的資格都不配擁有。」
1:968
τοὺς γὰρ χωρίζοντας τῆς τοῦ πατρὸς οὐσίας καὶ θεότητος τὸν υἱὸν καὶ ἀπαλλοτριοῦντας τὸν λόγον ἀπὸ τοῦ πατρὸς χωρίζεσθαι ἀπὸ τῆς καθολικῆς ἐκκλησίας προσήκει καὶ ἀλ λοτρίους εἶναι τοῦ Χριστιανῶν ὀνόματος
For it is fitting that those who separate the Son from the substance and Godhead of the Father, and alienate the Word from the Father, should themselves be separated from the catholic Church and be strangers to the name of Christian.
「因為那些將聖子與聖父的本體及神性割裂開來、又將道與聖父疏離的人,理當自己也從大公教會中分離出去,並且與「基督徒」這個名號再無干係。」
1:969
ἔστωσαν τοίνυν καὶ ἡμῖν καὶ πᾶσιν ἀνάθεμα, διὰ τὸ κεκαπηλευκέναι αὐτοὺς τὸν λόγον τῆς ἀληθείας
Let them, then, be anathema to us and to all, because they have adulterated the word of truth.
「因此,讓他們在我們以及眾人眼中都被視為當受咒詛的,因為他們敗壞了真理的道。」
1:970
ἀποστολικὸν γάρ ἐστι παράγγελμα·
For it is an apostolic precept:
「因為這是使徒的訓誡:」
1:971
εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω
"If anyone preaches to you a gospel other than what you received, let him be anathema."
「若有人傳給你們的福音,與你們所領受的不同,那人就該被咒詛。」
1:972
τούτοις μηδένα κοινωνεῖν παραγγείλατε·
Charge that no one hold communion with these men;
「務要吩咐眾人,不可與這些人有任何相通;」
1:973
οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος
"for what fellowship has light with darkness?"
「因為光與暗豈能相通呢?」
1:974
τούτους πάντας μακρὰν ποιεῖτε·
Keep all these men far from you;
「務要使這些人與你們保持距離;」
1:975
οὐδεμία γὰρ συμφωνία Χριστῷ πρὸς Βελίαρ
"for what concord has Christ with Belial?"
「因為基督和彼列有什麼相和呢?」
1:976
καὶ φυλάξασθε, ἀδελφοὶ ἀγαπητοί, μήτε γράφειν πρὸς αὐτοὺς μήτε γράμματα παρ' αὐτῶν δέχεσθαι
And take heed, beloved brethren, neither to write to them nor to receive letters from them,
「親愛的弟兄們,要謹慎自守,既不要寫信給他們,也不要接受他們的書信;」
1:977
ἁπανταχοῦ συλλειτουργῶν ἡμῶν ὁμοφωνίαν διασώζεσθαι
that the unanimity of our fellow ministers everywhere may be preserved.
「……務要保全我們各地同工彼此之間的一致與和諧。」
1:978
Ἀποκηρύττομεν δὲ ἐκείνους καὶ ἐξορίζομεν τῆς καθολικῆς ἐκ κλησίας τοὺς διαβεβαιουμένους ὅτι θεός ἐστιν δηλονότι ὁ Χριστός, ἀλλὰ μὴν ἀληθινὸς θεὸς οὐκ ἔστιν, ὅτι υἱός ἐστιν, ἀλλὰ ἀληθινὸς υἱὸς οὐκ ἔστιν, ὅτι γεννητός ἐστιν ἅμα καὶ γενητός
And we renounce and banish from the catholic Church those who affirm that Christ is indeed, in name, God, but not true God; that He is Son, but not true Son; that He is at once begotten and made.
「至於那些主張基督固然是神,卻不是真神;固然是子,卻不是真子;既是被生的,同時又是被造的——這樣的人,我們宣告棄絕,並將他們逐出大公教會之外。」
1:979
οὕτως γὰρ ἑαυτοὺς νοεῖν τὸν γεγεννημένον ὁμολογοῦσιν, ὅτι οὕτως εἶπον·
For thus they confess that they themselves understand the one begotten, since they have spoken as follows:
「因為他們如此表明自己對「被生者」的理解,正如他們所言:」
1:980
τὸ γεγεννημένον γεγενημένον ἐστίν, καὶ ὅτι, τοῦ Χριστοῦ πρὸ αἰώνων ὄντος, διδόασιν αὐτῷ ἀρχὴν καὶ τέλος, ὅπερ οὐκ ἐν καιρῷ, ἀλλὰ πρὸ παντὸς χρόνου ἔχει
"The begotten is a created thing"; and that, though Christ existed before the ages, they assign to Him a beginning and an end — a beginning which He has not in time, but before all time.
「「被生者即是被造之物」;並且,儘管基督在萬世之先便已存在,他們卻仍賦予祂一個開端與終結——這開端雖非發生於時間之中,卻仍在一切時間之先。」
1:981
καὶ ὑπόγυον δὲ δύο ἔχεις ἀπὸ τῆς ἀσπίδος τῆς Ἀρειανῆς ἐγεννήθησαν, Οὐάλης καὶ Οὐρσάκιος·
And besides, you have two recently born from the Arian asp: Valens and Ursacius;
此外,你還新近多了兩個從亞流異端的毒蛇所生的人:瓦倫斯和烏爾撒基烏斯;
1:982
οἵ τινες καυχῶν ται καὶ οὐκ ἀμφιβάλλουσι λέγοντες ἑαυτοὺς Χριστιανοὺς εἶναι καὶ ὅτι ὁ λόγος καὶ ὅτι τὸ πνεῦμα καὶ ἐσταυρώθη καὶ ἐσφάγη καὶ ἀπέθανεν καὶ ἀνέστη καί, ὅπερ τὸ τῶν αἱρετικῶν σύστημα φιλο νεικεῖ, διαφόρους εἶναι τὰς ὑποστάσεις τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ εἶναι κεχωρισμένας
who boast, and do not hesitate to say, that they themselves are Christians, and that the Word — and that the Spirit — was crucified and slain and died and rose; and, what the system of the heretics contentiously maintains, that the hypostases of the Father and the Son and the Holy Spirit are different and are separated;
這些人誇口,且毫不遲疑地自稱是基督徒,又說聖言、又說聖靈曾被釘十字架、被殺、死去、又復活;並且——這正是異端體系所堅持爭辯的——說聖父、聖子、聖靈的位格是彼此不同、彼此分離的;
1:983
Ἡμεῖς δὲ ταύτην παρειλήφαμεν καὶ δεδιδάγμεθα, ταύτην ἔχομεν τὴν καθολικὴν καὶ ἀποστολικὴν παράδοσιν καὶ πίστιν καὶ ὁμο λογίαν·
But we have received this, and have been taught this; this is the catholic and apostolic tradition and faith and confession which we hold:
但我們所領受、所受教導的,乃是這大公使徒的傳統、信仰與宣認:
1:984
μίαν εἶναι ὑπόστασιν, ἣν αὐτοὶ οἱ αἱρετικοὶ οὐσίαν προσα γορεύουσι, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος
that there is one hypostasis — which the heretics themselves call "ousia" — of the Father and the Son and the Holy Spirit;
就是聖父、聖子、聖靈只有一個位格,這位格正是那些異端者自己所稱為「本質」的;
1:985
καὶ εἰ ζητοῖεν, τίς τοῦ υἱοῦ ἡ ὑπόστασίς ἐστιν, ὁμολογοῦμεν ὡς αὕτη [ἦν] ἡ μόνη τοῦ πατρὸς ὁμολογουμένη, καὶ μηδέ ποτε πατέρα χωρὶς υἱοῦ μηδὲ υἱὸν χωρὶς πατρὸς γεγενῆσθαι μηδὲ εἶναι δύνασθαι ὅ ἐστι λόγος πνεῦμα
and if they should ask what the hypostasis of the Son is, we confess that this is the very one confessed to be the Father's alone, and that the Father never came to be without the Son, nor the Son without the Father, nor can that which is the Word, the Spirit, exist otherwise;
倘若有人問聖子的位格是什麼,我們宣認:這位格就是那唯一被承認為屬於聖父的位格,且父從未無子而存在,子也從未無父而存在,凡那被稱為道、被稱為靈者,也不能是別的樣式;
1:986
ἀτοπώτατον γάρ ἐστι λέγειν ποτὲ πατέρα μὴ γε γενῆσθαι·
for it is most absurd to say that the Father at any time did not exist as Father;
因為說聖父曾有一時不是父,實在是最荒謬的事;
1:987
πατέρα χωρὶς υἱοῦ μήτε ὀνομάζεσθαι μήτε εἶναι δύνασθαι, ἔστιν αὐτοῦ τοῦ υἱοῦ μαρτυρία·
that the Father can neither be named nor exist without the Son is the testimony of the Son himself:
聖父不能無子而被稱謂,也不能無子而存在——這正是聖子自己的見證:
1:988
ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί καὶ ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν
"I am in the Father, and the Father in me," and "I and the Father are one."
「我在父裡面,父也在我裡面」,又「我與父原為一」。
1:989
οὐδεὶς ἡμῶν ἀρ νεῖται τὸ γεγεννημένον, ἀλλά τισιν γεγεννημένον, παντάπασιν ἅπερ ἀόρατα καὶ ὁρατὰ προσαγορεύεται, γεννηθέντα τεχνίτην καὶ ἀρχαγγέλων καὶ ἀγγέλων καὶ κόσμου καὶ τῷ ἀνθρωπίνῳ γένει, ὅτι φησίν·
None of us denies that he was begotten; but begotten for something — for all things whatsoever that are called invisible and visible — begotten as artificer both of archangels and of angels and of the world and for the human race, because it says:
我們中間沒有人否認祂是受生的,但祂是為著萬有——一切被稱為不可見與可見之物——而受生,受生成為天使長、眾天使、宇宙以及人類的匠師,正如經上說:
1:990
ἡ πάντων τεχνῖτις ἐδίδαξέ με σοφία καὶ πάντα δι' αὐτοῦ ἐγένετο
"Wisdom, the artificer of all things, taught me," and "all things were made through him."
「萬物的匠師智慧教導了我」,且「萬物都是藉著祂造成的」。
1:991
οὐ πάντοτε γὰρ εἶναι ἠδύνατο εἰ ἀρχὴν ἔλαβεν, ὅτι ὁ πάντοτε ὢν ἀρχὴν οὐκ ἔχει λόγος, θεὸς δὲ οὐδέποτε ὑπο μένει τέλος
For he could not have always existed if he had received a beginning, since the Word, who always is, has no beginning, and God never undergoes an end.
因為祂若曾有一開端,就不可能永遠存在;因那永遠存在者——即道——並無起始,而神也絕不承受終結。
1:992
οὐ λέγομεν τὸν πατέρα υἱὸν εἶναι οὐδὲ πάλιν τὸν υἱὸν πατέρα εἶναι·
We do not say that the Father is the Son, nor again that the Son is the Father;
我們不說父就是子,也不說子就是父;
1:993
ἀλλ' ὁ πατὴρ πατήρ ἐστι καὶ ὁ υἱὸς πατρὸς υἱός
but the Father is Father, and the Son is the Father's Son.
而是父就是父,子是父的子。
1:994
ὁμολογοῦμεν δύναμιν εἶναι τοῦ πατρὸς τὸν υἱόν·
We confess that the Son is the power of the Father;
我們宣認子是父的能力;
1:995
ὁμολογοῦμεν τὸν λόγον θεοῦ πατρὸς εἶναι, παρ' ὃν ἕτερος οὐκ ἔστιν, καὶ τὸν λόγον ἀληθῆ θεὸν καὶ σοφίαν καὶ δύναμιν
we confess that the Word belongs to God the Father, beside whom there is no other, and that the Word is true God and Wisdom and Power.
我們宣認道屬乎父神,在祂以外再沒有別的神,而道是真神、是智慧、是能力。
1:996
ἀληθῆ δὲ υἱὸν παραδιδόαμεν, ἀλλ' οὐχ ὥσπερ οἱ λοιποὶ υἱοὶ προσαγορεύονται τὸν υἱὸν λέγομεν, ὅτι ἐκεῖνοι ἢ διὰ τοῦτο θεοὶ εἶεν τοῦ ἀναγεννᾶσθαι χάριν ἢ διὰ τὸ καταξιωθῆναι υἱοὶ προσαγορεύονται, οὐ διὰ τὴν μίαν ὑπόστασιν, ἥτις ἐστὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ
We hand down a true Son, but we do not speak of the Son as the rest are called sons — for those are called sons either because they become gods by the grace of being reborn, or because of being deemed worthy, but not on account of the one hypostasis which is [common] to the Father and the Son.
我們所傳授的是一位真實的子,但我們稱祂為子,並不像其餘那些被稱為子的人一樣——因為那些人,或是因得著重生的恩典而被算作神、被稱為子,或是因蒙恩配得而被稱為子,並非因著那唯一的、屬於父與子的同一位格。
1:997
ὁμολογοῦμεν καὶ μονογενῆ καὶ πρωτότοκον·
We confess him both Only-begotten and Firstborn:
我們宣認祂既是「獨生」,又是「長子」:
1:998
ἀλλὰ μονογενῆ τὸν λόγον, ὃς πάντοτε ἦν καὶ ἔστιν ἐν τῷ πατρί·
as the Word, he is Only-begotten, who always was and is in the Father;
祂作為道乃是獨生的,祂永遠在父裡面,過去如此,現今亦然;
1:999
τὸ πρωτότοκος δὲ τῷ ἀνθρώπῳ
while "Firstborn" pertains to his humanity,
而「長子」則就祂的人性而言,
1:1000
διαφέρει δὲ τῇ κοινῇ κτίσει, ὅτι καὶ πρωτότοκος ἐκ τῶν νεκρῶν
and he differs in relation to the common creation, in that he is also "Firstborn from the dead."
祂在對受造之物的關係上有所不同,因為祂也是「從死人中復活的長子」。
1:1001
ὁμο λογοῦμεν ἕνα εἶναι θεόν, ὁμολογοῦμεν μίαν πατρὸς καὶ υἱοῦ θεό τητα
We confess that God is one; we confess one Godhead of Father and Son.
我們宣認神只有一位,我們宣認父與子只有一個神性。
1:1002
οὐδέ τις ἀρνεῖταί ποτε τὸν πατέρα τοῦ υἱοῦ μείζονα, οὐ δι' ἄλλην ὑπόστασιν, οὐ διὰ τὴν διαφοράν, ἀλλ' ὅτι αὐτὸ τὸ ὄνομα τοῦ πατρὸς μεῖζόν ἐστι τοῦ υἱοῦ
Nor does anyone ever deny that the Father is greater than the Son — not on account of a different hypostasis, not on account of any difference, but because the very name "Father" is greater than "Son."
也沒有人否認父比子大,這並非因為位格不同,也不是因著任何差異,而是因為「父」這名字本身就比「子」這名字大。
1:1003
αὕτη δὲ αὐτῶν ἡ βλάσφημος καὶ διεφθαρμένη ἑρμηνεία, τούτου ἕνεκα εἰρηκέναι αὐτὸν φιλονεικοῦσιν ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν διὰ τὴν συμφωνίαν καὶ τὴν ὁμό νοιαν
But this is their blasphemous and corrupt interpretation: they contentiously insist that he said, on this account, "I and the Father are one," because of concord and unanimity [of will alone].
但這正是他們褻瀆而扭曲的解釋:他們硬要爭辯說,祂之所以說「我與父原為一」,僅僅是因著意志的一致與和諧。
1:1004
Κατέγνωμεν πάντες οἱ καθολικοὶ τῆς μωρᾶς καὶ οἰκτρᾶς αὐτῶν διανοίας
We, all the catholics, have condemned their foolish and pitiable way of thinking.
我們眾大公信徒都定了他們這種愚昧可悲之思想的罪。
1:1005
ὥσπερ ἄνθρωποι θνητοὶ ἐπειδὴ διαφέρεσθαι ἤρ ξαντο προσκεκρουκότες διχονοοῦσι καὶ εἰς διαλλαγὴν ἐπάνεισιν, οὕτως διάστασις καὶ διχόνοια μεταξὺ πατρὸς θεοῦ παντοκράτορος καὶ τοῦ υἱοῦ εἶναι δύναται, λέγουσιν·
They say that, just as mortal men, when they begin to differ and have clashed, are of two minds and then come around to reconciliation, so too there can be separation and discord between God the Father Almighty and the Son;
他們說,正如世人乃是必死的,一旦開始爭執、彼此衝突,便意見分歧,繼而又重歸和好,照樣,全能的父神與子之間也可能有分離與不和;
1:1006
ὅπερ ἀτοπώτατον καὶ νοῆσαι καὶ ὑπολαβεῖν
which is most absurd both to conceive and to suppose.
這是無論想像或設想,都極其荒謬的事。
1:1007
ἡμεῖς δὲ καὶ πιστεύομεν καὶ διαβεβαιούμεθα καὶ οὕτω νοοῦμεν, ὅτι ἡ ἱερὰ φωνὴ ἐλάλησεν ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν καὶ διὰ τὴν τῆς ὑποστάσεως ἑνότητα, ἥτις ἐστὶ μία τοῦ πατρὸς καὶ μία τοῦ υἱοῦ
But we believe and affirm and understand it thus: that the sacred voice spoke "I and the Father are one" also on account of the unity of hypostasis, which is one — of the Father and of the Son —
但我們相信、我們堅信、我們如此理解:那神聖的聲音說「我與父原為一」,也是因著位格的合一——這合一乃是父的一個,也是子的一個——
1:1008
βασιλείαν, ὅτι ὃ πάντοτε ἔστιν οὐδέ ποτε τοῦ εἶναι ἤρξατο οὐδὲ ἐκλείπειν δύναται
and one kingdom, because that which always exists never began to be, nor can it come to an end.
也是同一個國度,因為那永遠存在者,從未有開始存在之時,也不能有止息之日。
1:1009
Πιστεύομεν καὶ παραλαμβάνομεν τὸν παράκλητον τὸ ἅγιον πνεῦμα, ὅπερ ἡμῖν αὐτὸς ὁ κύριος καὶ ἐπηγγείλατο καὶ ἔπεμψεν
We believe and receive the Paraclete, the Holy Spirit, whom the Lord himself both promised and sent to us.
我們相信並領受保惠師——聖靈,就是主自己所應許、也親自差遣給我們的;
1:1010
καὶ τοῦτο πιστεύομεν πεμφθέν·
And we believe that this was sent;
我們相信這一位是被差遣的;
1:1011
καὶ τοῦτο οὐ πέπονθεν, ἀλλ' ὁ ἄν θρωπος ὃν ἐνεδύσατο, ὃν ἀνέλαβεν ἐκ Μαρίας τῆς παρθένου, τὸν ἄνθρωπον τὸν παθεῖν δυνάμενον·
and that this one did not suffer, but rather the man whom he put on, whom he took from Mary the Virgin — the man capable of suffering — did;
而這一位並未受苦,受苦的乃是祂所穿上的人——就是祂從童貞女馬利亞所取的人性,那能夠受苦的人;
1:1012
ὅτι ἄνθρωπος θνητός, θεὸς δὲ ἀθάνατος
for man is mortal, but God is immortal.
因為人是必死的,神卻是不死的。
1:1013
πιστεύομεν ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη οὐχ ὁ θεὸς ἐν τῷ ἀνθρώπῳ, ἀλλ' ὁ ἄνθρωπος ἐν τῷ θεῶ ἀνέστη, ὅντινα καὶ προσήνεγκε τῷ πατρὶ ἑαυτοῦ δῶρον, ὃν ἠλευθέρωσεν
We believe that on the third day it was not God in the man that rose, but the man in God that rose — whom he also offered to his own Father as a gift, the one whom he had set free.
我們相信,第三日復活的並非那在人裡面的神,而是那在神裡面的人復活了;祂又將這人獻給自己的父作為禮物,就是祂所釋放的那一位。
1:1014
πιστεύομεν δὲ ὅτι εὐθέτῳ καιρῷ καὶ ὡρισμένῳ πάντας καὶ περὶ πάντων αὐτὸς κρινεῖ
And we believe that at a fitting and appointed time he himself will judge all people and concerning all things.
我們相信,在合宜、預定的時候,祂自己要審判眾人,並審判一切事。
1:1015
τοσαύτη δέ ἐστιν αὐτῶν ἡ ἄνοια καὶ οὕτω παχεῖ σκότῳ ἡ διάνοια αὐτῶν ἐκτετύφλωται, ἵνα μὴ δυνηθῶσιν ἰδεῖν τὸ φῶς τῆς ἀληθείας
So great is their folly, and their understanding has been so blinded by such thick darkness, that they are unable to see the light of truth.
他們的無知竟是如此之大,他們的悟性被如此濃厚的黑暗所蒙蔽,以致他們無法看見真理之光。
1:1016
οὐ συνιᾶσιν ᾧ λόγῳ εἴρηται ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσι
They do not understand for what reason it was said, "that they also may be one in us" —
他們不明白這話是為何而說:「叫他們在我們裡面也合而為一」——
1:1017
ὅτι οἱ ἀπόστολοι πνεῦμα ἅγιον τοῦ θεοῦ ἔλαβον·
namely, because the apostles received the Holy Spirit of God;
就是因為使徒們曾領受神的聖靈;
1:1018
ἀλλ' ὅμως αὐτοὶ οὐκ ἦσαν πνεῦμα, οὐδέ τις αὐτῶν ἢ λόγος ἢ σοφία ἢ δύναμις ἦν οὐδὲ μονογενὴς ἦν
but nevertheless they themselves were not the Spirit, nor was any of them Word or Wisdom or Power, nor was any Only-begotten.
但即便如此,他們自己並不是聖靈,他們中間也沒有一人是道、是智慧、是能力,也沒有一人是獨生的。
1:1019
ὥσπερ φησίν ἐγὼ καὶ σὺ ἕν ἐσμεν, οὕτως καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν
Just as he says, "I and you are one," so also may they be one in us.
正如主說:「我與你原為一」,照樣,願他們在我們裡面也合而為一。
1:1020
ἀλλ' ἀκριβῶς διέστειλε ἡ θεία φωνή·
But the divine voice made a precise distinction:
但那神聖的聲音卻作了精確的區分:
1:1021
ὥσπερ ἡμεῖς ἕν ἐσμεν, ἐγὼ καὶ ὁ πατήρ·
"Just as we are one, I and the Father" —
「正如我們原為一,我與父一樣」——
1:1022
ἀλλ' οἱ μαθηταὶ ἐν ἑαυτοῖς σύζυγοι καὶ ἡνωμένοι ἕν εἰσι τῇ πίστει, τῇ ὁμολογίᾳ, < ἵνα> καὶ ἐν τῇ χάριτι καὶ τῇ εὐσεβείᾳ τῇ τοῦ θεοῦ πατρὸς καὶ τῇ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν συγχωρήσει καὶ ἀγάπῃ ἓν εἶναι δυνηθῶσιν. Ἐκ τῶνδε τῶν γραμμάτων ἔστι μαθεῖν τῶν μὲν κατηγόρων τὴν συκοφαντίαν, τῶν δὲ πάλαι δικασάντων τὴν ἀδικίαν, καὶ πρὸς τού τοις τῶν δογμάτων τὴν ὑγείαν
but the disciples, paired and united among themselves, are one in faith, in confession, <so that> through the grace and piety of God the Father and the forgiveness and love of our Lord and Savior they may be able to be one. From these letters one may learn both the calumny of the accusers and the injustice of those who formerly passed judgment, and, besides these, the soundness of the doctrines.
但門徒們彼此相配、合一,是在信仰上、在信仰宣認上合一,〈為要〉藉著父神的恩典與敬虔、以及我們主與救主的寬赦與慈愛,使他們也能夠合而為一。從這些書信中,可以看出控告者的誣陷、昔日審判者的不義,此外,也可看出這些教義的健全。
1:1023
οὐ γὰρ μόνον τὰ περὶ τῆς θείας ἡμᾶς ἐδίδαξαν φύσεως οἱ μακάριοι πατέρες, ἀλλὰ καὶ τὴν περὶ τῆς οἰκονομίας διδασκαλίαν προσήνεγκαν
For the blessed fathers taught us not only concerning the divine nature, but also set forth teaching concerning the [divine] economy.
因為那些蒙福的教父們所教導我們的,不僅是關於神聖本性的道理,也提出了關於(救恩)經綸的教導。
1:1024
Ταῦτα ὁ Κώνστας μεμαθηκὼς ἠθύμησε μὲν τοῦ ἀδελφοῦ τὴν εὐκολίαν ὁρῶν, ἐχαλέπηνε δὲ κατὰ τῶν ταῦτα τετυρευκότων καὶ τὴν βασιλέως ἠπατηκότων εὐχέρειαν
When Constans learned these things, he was distressed to see his brother's pliability, and he was angry at those who had contrived these things and had deceived the emperor's credulity.
康斯坦得知此事後,見到兄弟這般輕易受騙,心中憂傷,同時也對那些捏造此事、欺矇皇帝輕信之人大為震怒。
1:1025
δύο δὴ οὖν τῶν εἰς τὴν Σαρ δικὴν συνεληλυθότων ἐκλεξάμενος ἐπισκόπους πρὸς τὸν ἀδελφὸν μετὰ γραμμάτων ἀπέστειλεν·
Accordingly, having chosen two of the bishops who had assembled at Sardica, he sent them to his brother with letters;
於是他從聚集於撒狄卡的主教中,揀選了兩位,帶著書信派往他的兄弟那裡;
1:1026
συναπέστειλε δὲ αὐτοῖς καὶ στρατηγὸν ( Σαλιανὸς δὲ τούτῳ ὄνομα ἦν), ὃς εὐσεβείᾳ τε καὶ δικαιοσύνῃ διέλαμ πεν
and he sent along with them also a general (Salianus was his name), who was distinguished for both piety and justice.
他又差派了一位將軍隨行(此人名叫撒利安努斯),此人以敬虔與公義著稱;
1:1027
τὰ δὲ γράμματα οὐ παραίνεσιν μόνον εἶχε καὶ συμβουλήν, ἀλλὰ καὶ ἀπειλὴν εὐσεβεῖ πρέπουσαν βασιλεῖ
The letters contained not only exhortation and counsel, but also a threat befitting a pious emperor.
這封書信不僅含有勸勉與忠告,也含有一位敬虔皇帝所應有的警告。
1:1028
πρῶτον μὲν γὰρ ἐπέστειλε τῷ ἀδελφῷ τοῖς ἐπισκόποις τὰς ἀκοὰς ὑποσχεῖν καὶ τὰς ὑπὸ Στε φάνου καὶ τῶν ἄλλων τολμωμένας παρανομίας μαθεῖν, καὶ μέντοι καὶ Ἀθανάσιον ἀποδοῦναι τῇ ποίμνῃ, δήλης καὶ τῆς συκοφαντίας γεγενημένης καὶ τῆς τῶν πάλαι δικασάντων παρανομίας καὶ δυσμε νείας
For first he wrote to his brother to give the bishops a hearing and to learn of the transgressions dared by Stephen and the others, and moreover to restore Athanasius to his flock, since both the calumny and the lawlessness and ill-will of those who had formerly passed judgment had become manifest.
他首先致函其兄弟,要他聽取眾主教的申訴,並查明司提反及其黨羽所膽敢施行的種種不法之事;此外,更要他將亞他那修歸還給他的羊群,因為誣告以及昔日審判者的不法與惡意,此時都已昭然若揭。
1:1029
προστέθεικε δέ, ὡς, εἰ μὴ πεισθείη καὶ τὰ δίκαια πράξοι, αὐτὸς τὴν Ἀλεξάνδρειαν καταλήψεται καὶ τὸν Ἀθανάσιον ἀποδώσει τοῖς ποθοῦσι προβάτοις καὶ τῶν δυσμενῶν ἐξελάσει τὸ στῖφος
He added, moreover, that if his brother were not persuaded and did not do what was just, he himself would go to Alexandria and restore Athanasius to the sheep who longed for him, and would drive out the band of his ill-wishers.
他又補充說,若其兄弟不肯接受並秉公處理,他自己將親往亞歷山大,把亞他那修歸還給那些渴慕他的群羊,並將那些心懷惡意者的黨羽逐出。
1:1030
ταύτην δεξάμενος ὁ Κωνστάντιος τὴν ἐπιστολήν ( ἐν Ἀντιοχείᾳ δὲ τηνικαῦτα ἐτύγχανεν ὤν), ὑπέσχετο δράσειν ἅπερ ὁ τῶν ὠδίνων ἐπήγγειλε κοινωνός
Constantius, having received this letter (he happened at that time to be in Antioch), promised to do what his brother, sharer of the same birth-pangs, had urged.
君士坦提烏斯接到這封信時(他當時正在安提阿),便應允要照他那位同胞兄弟所提議的去行。
1:1031
ἀλλ' ἐπὶ τούτοις ἀλγήσαντες οἱ τῇ ἀληθείᾳ πολεμεῖν εἰωθότες τὸ παμμίαρον ἐκεῖνο καὶ δυσσεβὲς κατεσκεύασαν δρᾶμα
But those who were accustomed to war against the truth, grieved at this, contrived that utterly abominable and impious drama.
然而那些素來與真理為敵的人,因此深感痛苦,於是策劃出那極其可憎、大逆不道的一齣戲。
1:1032
κατήχθη μὲν γὰρ παρὰ τὴν ὑπώρειαν τῶν ἀρχιερέων ἡ ξυνωρίς, ὁ δὲ στρατηγὸς καταγωγὴν ἑτέραν εἰλήφει
For the pair of bishops had been lodged at the foot of the hill, while the general had taken up lodging elsewhere.
那兩位主教被安置在山腳下的住處,那位將軍卻另住別處。
1:1033
Στέφανος δὲ ( αὐτὸς γὰρ τῆς Ἀντιοχέων ἐκκλησίας κατέχων τοὺς οἴακας ὑποβρύχιον ἐποίει τὸ σκάφος) εἶχε μὲν καὶ ἄλλους τῶν τυραν νικῶν συνεργοὺς τολμημάτων, οἷς χρώμενος τοὺς τῶν ὀρθῶν ἀντε χομένους δογμάτων παντοδαπαῖς περιέβαλλε συμφοραῖς
Now Stephen (for he, holding the helm of the church of Antioch, was sinking the ship) had other accomplices as well in his tyrannical outrages, whom he used to surround those who held fast to orthodox doctrines with calamities of every kind.
司提反(他正是掌管安提阿教會之舵、卻使那船隻沉沒的人)還有其他一些同夥,助他行那暴虐膽大之事,他利用這些人,以種種災禍加諸於那些堅持正統教義的人。
1:1034
ἡγεῖτο δὲ τούτων νέος τις θρασύτητι μὲν συζῶν, τὸν δὲ παράνομον ἀσπαζό μενος βίον·
At the head of these was a certain young man who lived in company with recklessness, and who embraced a lawless life;
這些人的頭目是一個年輕人,他與魯莽為伍,喜好違法的生活;
1:1035
ὃς οὐ μόνον τοὺς ἐκ τῆς ἀγορᾶς ἀπῆγε προπηλακίζων καὶ αἰκιζόμενος, ἀλλὰ καὶ ταῖς οἰκίαις ἐπιὼν ἀναίδην καὶ ἄνδρας ἐξῆγε καὶ γυναῖκας σεμνότητι κοσμουμένας
who not only dragged people off from the marketplace, insulting and abusing them, but also, going shamelessly into houses, dragged out both men and women adorned with modesty.
此人不但將人從市集中拖走、加以凌辱毆打,甚至肆無忌憚地闖入人家,把男人和端莊自持的婦女都拖了出來。
1:1036
καὶ ἵνα μὴ σφόδρα μη κύνω τὴν τούτου διηγούμενος πονηρίαν, τὸ κατὰ τῶν ἀρίστων ἀν δρῶν τολμηθὲν διηγήσομαι·
And so that I may not extend the narrative too greatly by recounting his wickedness, I shall relate what was dared against those most excellent men:
為免詳述其種種惡行使敘述過於冗長,我只講述他對那兩位最尊貴之人所膽敢做的事:
1:1037
ἀπόχρη γὰρ τεκμηριῶσαι τὰ κατὰ τῶν ἀστῶν ὑπ' ἐκείνου παρανόμως πραχθέντα
for it will suffice to demonstrate what was lawlessly done by him against the citizens.
因為這件事已足以證明他對那些市民所行的種種不法之事了。
1:1038
Οὗτος πρός τινα χαμαιτύπην παραγενόμενος ἔφησε ξένους ἔν αγχος ἐληλυθότας δεῖσθαι νύκτωρ αὐτῆς
This man, having come to a certain prostitute, told her that some strangers who had recently arrived needed her services by night.
此人前去見一名娼妓,告訴她說,有幾個剛剛到來的異鄉客,夜裡需要她的服侍。
1:1039
τούτους ἐν ταῖς κατὰ τὴν ὑπώρειαν αἱμασιαῖς κατακρύψας, ἧκεν ἄγων·
Having hidden these men among the stone walls at the foot of the hill, he came leading her;
他把那些同謀藏在山腳下的石牆之間,然後前來領那婦人前往;
1:1040
καὶ τὸ συγκείμενον ἐπι φθεγξάμενος σύνθημα καὶ μαθὼν ὡς πάρεισι τοῦ δράματος οἱ συν ίστορες, ἧκε παρὰ τὴν αὔλιον θύραν τῆς τῶν ἀνδρῶν ἐκείνων κατα γωγῆς
and having uttered the agreed-upon watchword and learned that the accomplices in the plot were present, he came to the courtyard door of the lodging of those men.
他發出了預先約定的暗號,得知那齣戲的同謀者都已到場,便來到那兩人下榻處的院門前。
1:1041
καὶ ταύτην ἀνεῳγυῖαν εὑρὼν ( ἕνα γὰρ τῶν οἰκετῶν τοῦτο δρᾶσαι χρήμασιν ἐπεπείκει) εἰσήγαγε τὴν γυναῖκα·
And finding it open (for he had persuaded one of the servants with money to do this), he brought the woman in;
他發現院門已開(因為他先前用金錢收買了其中一名僕人這樣做),便把那婦人帶了進去;
1:1042
καὶ τοῦ οἴκου τὴν θύραν ἐπιδείξας, ἔνθα δὴ καθεύδειν θάτερον τῶν ἀρχιερέων συνέ βαινεν, εἴσω γενέσθαι προσέταξεν, αὐτὸς δὲ τοὺς στασιώτας καλέσων ἐξῆλθεν
and having pointed out to her the door of the room where one of the bishops happened to be sleeping, he ordered her to go inside, while he himself went out to summon his fellow-conspirators.
又指給她看那間房門——其中一位主教正在裡面安睡——命她進去,自己則出去召集他的同黨。
1:1043
συνέβη δὲ τὸν μὲν Εὐφρατᾶν ( τοῦτο γὰρ ἦν ὄνομα τῷ πρεσβυτέρῳ) ἐν τῷ προδόμῳ καθεύδειν, ὁ δὲ Βικέντιος ( οὕτως γὰρ ὁ ἕτερος ὠνομάζετο) ἐν τῷ ἐνδοτέρῳ θαλάμῳ κατέμενεν
Now it happened that Euphratas (for this was the elder's name) was sleeping in the antechamber, while Vincentius (for so the other was named) remained in the inner chamber.
原來歐弗拉塔(這是那位長老的名字)睡在前廳,而維肯提烏斯(另一位就是這個名字)則留在裡間的臥室。
1:1044
εἴσω δὲ τῶν θυρῶν τῆς χαμαιτύπης γενομένης, τοῦ κτύπου τῶν ποδῶν ὁ Εὐφρατᾶς αἰσθόμενος ( σκότος δὲ ἦν) ἤρετο τίς ὁ βαδίζων·
When the woman had come inside the doors, Euphratas, perceiving the sound of footsteps (for it was dark), asked who was walking there;
那娼妓進了門後,歐弗拉塔聽見腳步聲(當時天色昏暗),便問是誰在走動;
1:1045
φθεγξα μένης δὲ ἐκείνης, θορύβου μεστὸς ὁ Εὐφρατᾶς ἐγένετο, δαίμονα τοπάσας εἶναι γυναικείαν φωνὴν μιμησάμενον, καὶ παραυτίκα τὸν σωτῆρα Χριστὸν εἰς ἐπικουρίαν ἐκάλει
and when she spoke, Euphratas was filled with alarm, supposing it to be a demon imitating a woman's voice, and he immediately called upon Christ the Savior for help.
那婦人一開口說話,歐弗拉塔頓時滿心驚駭,以為是有鬼魔模仿女人的聲音,便立刻呼求救主基督來幫助他。
1:1046
ὁ δὲ Ὄναγρος ( οὕτω γὰρ ὁ τοῦ πονηροῦ στίφους ἡγεμονεύων προσηγορεύετο, ἐπειδὴ πρὸς ταῖς χερσὶ καὶ τοῖς ποσὶν ὅπλοις κατὰ τῶν εὐσεβούντων ἐκέχρητο) μετὰ τοῦ στίφους εἰσελήλυθε, παρανόμους ἀποκαλῶν τοὺς παρανομίας δι καστὰς ἔσεσθαι προσδοκῶντας
Then Onager (for so the leader of the wicked band was called, since besides his hands and feet he also used weapons against the pious) came in with his band, calling those who were expected to be judges of lawlessness "lawless" men themselves.
這時,「野驢」(這是那惡黨首領的稱號,因為除了拳腳之外,他還動用武器來對付敬虔之人)便率領他那一夥人闖了進來,反而稱那些理應審判不法之事的人為「不法之徒」。
1:1047
βοῆς δὲ πλείστης γενομένης, συνέ δραμον μὲν οἱ οἰκέται, ἐξανέστη δὲ καὶ ὁ Βικέντιος
As a very great outcry arose, the servants came running together, and Vincentius also rose up;
一片極大的喧鬧聲中,僕人們都聞聲趕來,維肯提烏斯也起身;
1:1048
καὶ τὴν αὔλιον ἀποκλείσαντες θύραν, ἑπτὰ μὲν τῶν στασιωτῶν συλλαβεῖν ἠδυνή θησαν ( ὁ δέ γε Ὄναγρος σὺν τοῖς ἄλλοις ἀπέδρα), ἐφρουρεῖτο δὲ σὺν ἐκείνοις καὶ ἡ γυνή
and having shut the courtyard door, they were able to seize seven of the conspirators (but Onager himself, along with the others, fled), and the woman too was kept guarded along with them.
他們把院門關閉,捉住了七名同黨(那「野驢」卻與其餘的人一同逃脫),那婦人也和他們一同被看守起來。
1:1049
ὑπὸ δὲ τὴν ἕω τὸν σὺν αὐτοῖς ἀφικόμενον διαναστήσαντες στρατηγὸν κατέλαβον τὰ βασίλεια·
At dawn, having roused the general who had come with them, they went to the governor's residence;
天將破曉時,他們喚醒了與他們同來的那位將軍,一同前往官邸;
1:1050
καὶ τῶν Στεφάνου τολμημάτων καταβοῶντες ἔλεγον μὴ δεῖσθαι δίκης μηδὲ βασάνου τὰ τούτου παρανομήματα
and, crying out against the outrages of Stephen, they said that his transgressions had no need of trial or torture.
他們控訴司提反的種種暴行,說他的這些不法行徑,根本不需要審訊或拷問。
1:1051
ὁ δέ γε στρατηγὸς διαφερόντως ἐβόα, ἀντι βολῶν κελεῦσαι τὸν βασιλέα μὴ συνοδικῶς ἀλλὰ δικαστικῶς ἐξετα σθῆναι τὸ παράνομον τόλμημα, καὶ τοὺς τῶν ἐπισκόπων κληρικοὺς ὑπισχνεῖτο πρώτους εἰς αἰκίαν ἐκδώσειν, χρῆναι δὲ καὶ τοῦ Στεφάνου τοὺς ὑπηρέτας ταῦτα παθεῖν
But the general cried out vehemently, begging that the emperor order the unlawful outrage to be examined not synodically but judicially, and he promised to hand over the bishops' clerics first for scourging, saying that Stephen's own attendants ought to suffer this too.
那位將軍極力呼喊,懇求皇帝下令不要用大公會議的方式,而要用司法審判的方式來調查這件不法的膽大妄為之舉,並應許首先將主教們的教士交付拷打,且說司提反的僕役們也應當遭受同樣的待遇。
1:1052
ἐκείνου δὲ ἀναίδην ζυγομαχοῦντος καὶ λέγοντος μὴ δεῖν κληρικοὺς ὑπομεῖναι πληγάς, ἔδοξε καὶ βασιλεῖ καὶ τοῖς ἄρχουσιν ἔνδον ἐν τοῖς βασιλείοις τοῦ πράγματος γενέσθαι τὴν βάσανον
But since that man shamelessly wrangled and said that clerics ought not to endure blows, it seemed good to both the emperor and the officials that the inquiry into the matter should take place within the palace.
但那人厚顏無恥地爭辯,說教士不應當忍受鞭打,於是皇帝與眾官員都認為,此事的審訊應當在宮內進行。
1:1053
καὶ πρῶτον μὲν ἤροντο τὴν γυναῖκα, τίς αὐτὴν εἰς τὴν τῶν ἐπισκόπων ἀπήγαγε καταγωγήν
And first they asked the woman who had led her away to the lodging of the bishops.
首先他們詢問那婦人,是誰把她帶到主教們的住所去的。
1:1054
ἡ δὲ ἔφη νέον τινὰ πρὸς αὐτὴν ἀφικόμενον τὴν τῶν ξένων ἐπιδημίαν καὶ χρείαν εἰπεῖν, καὶ ὡς ἑσπέρας ἀφικόμενος ἀπήγαγέ τε εἰς τὴν καταγωγήν, καὶ τὸν οἰκεῖον ἐπιζητήσας λόχον καὶ τοῦτον εὑρὼν εἴσω τε τῆς αὐλίου θύρας εἰσήγαγε καὶ εἰς τὸν πρόδομον εἰσελθεῖν παρηγγύησε
She said that a certain young man had come to her and told her of the arrival and need of the strangers, and that, coming in the evening, he led her away to the lodging; and having sought out his own band and found them, he brought her inside the courtyard door and directed her to enter the porch.
她說有一個年輕人來到她那裡,告訴她有外地客人到來且有所需求,於是在傍晚時分,他前來把她帶到住所;他找到了自己的那夥人,找到後便領她進入院門之內,並吩咐她進入門廊。
1:1055
προσε τίθει δὲ καὶ τοῦ ἐπισκόπου τὴν πεῦσιν καὶ τὸ γενόμενον δέος καὶ τὴν εὐχὴν καὶ τῶν ἐπεισελθόντων τὴν ἔφοδον
She added also the bishop's questioning, and the fear that arose, and the prayer, and the onrush of those who burst in.
她又補述了主教的詢問、隨之而生的恐懼、那禱告,以及闖入者的來襲。
1:1056
ταῦτα μεμαθηκότες οἱ δικασταὶ τῶν συνειλημμένων εἰς μέσον ἄγουσι τὸν νεώτατον·
Having learned these things, the judges brought forth into the midst the youngest of those who had been arrested together.
審判官們得知這些後,便將被拘捕者中最年輕的一人帶到眾人面前。
1:1057
ὃς οὐκ ἀναμείνας τὴν ἀπὸ τῶν μαστίγων ἀνάγκην τὸ συντεθὲν ἐγύ μνωσε δρᾶμα, καὶ τὸν Ὄναγρον ταῦτα πάντα δεδρακέναι καθω μολόγησεν·
He, without waiting for the compulsion of the scourges, laid bare the contrived drama, and confessed that Onager had done all these things.
他不等鞭打逼供,便自行揭露了這場精心策劃的戲碼,並招認是「敖那格」做了這一切。
1:1058
ἀχθεὶς δὲ ἐκεῖνος τὸν Στέφανον ἔφη ταῦτα προσ τεταχέναι
And when that man was brought forward, he said that Stephen had ordered these things.
那人(敖那格)被帶來後,便說是司提反下令做這一切的。
1:1059
Οὕτω τοῦ Στεφάνου τὴν πονηρίαν μεμαθηκότες, τοῖς τηνικαῦτα παροῦσι τῶν ἐπισκόπων καθελεῖν τοῦτον ἐπέτρεψαν καὶ τῆς ἐκ κλησίας ἐξήλασαν
Thus, having learned of Stephen's wickedness, they permitted the bishops then present to depose him, and they drove him out of the church.
眾人就這樣得知了司提反的惡行,便准許當時在場的主教們將他革職,並將他逐出教會。
1:1060
οὐ μὴν παντάπασιν ἡ ἐκκλησία τῆς Ἀρειανικῆς ἠλευθερώθη λώβης
Yet the church was not entirely freed from the Arian blight.
然而教會並未因此完全擺脫亞流派的禍害。
1:1061
Λεόντιος γὰρ μετ' ἐκεῖνον τῆς προεδρίας ἔτυχεν, ἀνὴρ Φρὺξ μὲν τὸ γένος, τὴν δὲ γνώμην κρυψίνους καὶ τὰς ὑφάλους πέτρας μιμούμενος
For Leontius succeeded to the see after him, a man Phrygian by race, but in disposition secretive, resembling reefs hidden beneath the sea.
因為在他之後接任主教職位的是良提烏,此人出身弗呂家族,性情陰險詭詐,宛如隱藏在海面下的暗礁。
1:1062
ἀλλὰ τὰ μὲν κατὰ τοῦτον μικρὸν ὕστερον διηγήσομαι
But I will relate the matters concerning him a little later.
但關於此人的事,我將在稍後敘述。
1:1063
τότε δὲ ὁ Κωνστάντιος, τὰ κατὰ τῶν ἐπι σκόπων τυρευόμενα τῇ πείρᾳ μεμαθηκώς, ἐπέστειλεν Ἀθανασίῳ τῷ μεγάλῳ καὶ ἅπαξ καὶ δὶς καὶ μέντοι καὶ τρίς, προτρέπων ἐκ τῆς Ἑσπέρας ἐπανελθεῖν
At that time Constantius, having learned by experience the machinations being contrived against the bishops, wrote to the great Athanasius, once, and twice, and indeed a third time, urging him to return from the West.
那時,君士坦提烏因親身經歷而知悉那些針對主教們所策劃的陰謀,便寫信給偉大的阿他那修,一次、兩次,甚至第三次,敦促他從西方返回。
1:1064
ἐγὼ δὲ τὴν μέσην ἐπιστολὴν μικρὰν οὖσαν ἐνθήσω τῇ συγγραφῇ
I will insert into this history the middle letter, which is short.
我將把那第二封(居中的)信函插入本書之中,因為它篇幅簡短。
1:1065
Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ
Constantius, Victor, Augustus, to Athanasius.
得勝者奧古斯都君士坦提烏致阿他那修。
1:1066
Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στερρότητα δεδώκαμεν·
Although we have already made it especially clear by former letters that you should come to our court without anxiety, since we especially wish to send you back to your own see, nevertheless we have now also given this letter to your Firmness—
儘管我們先前已在多封信函中清楚表明,希望你毫無疑慮地前來我方的隨駕行在,因為我們特別願意送你回到你自己(的教區),但如今我們仍再頒此信給你這位堅貞之人——
1:1067
ἐπιβῆναί σε δημοσίοις ὀχήμασι καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὧν ἐπιθυμεῖς ἀπολαῦσαι δυνηθῇς. Οὕτως αὐτὸν ἐπανελθόντα εὐμενῶς τε εἶδε καὶ τὴν Ἀλεξανδρέων ἀπολαβεῖν ἐκκλησίαν ἐκέλευσεν
—that you should mount the public conveyances and hasten to us, so that you may be able to enjoy what you desire. Thus, when he had returned, Constantius received him graciously and ordered him to receive back the church of the Alexandrians.
——望你乘坐公家的驛車,火速前來見我們,好使你能得享你所渴望的。就這樣,阿他那修返回之後,君士坦提烏親切地接見了他,並下令讓他重新接掌亞歷山大人的教會。
1:1068
ἀλλ' οἱ τότε παραδυναστεύοντες, τὴν Ἀρειανικὴν εἰσδεδεγμένοι νόσον, ἔφασκον χρῆναι τὸν Ἀθανάσιον μίαν παρασχεῖν ἐκκλησίαν τοῖς κοινωνεῖν οὐ βουλομένοις αὐτῷ
But those who then held power alongside him, having embraced the Arian disease, said that Athanasius ought to grant one church to those who were unwilling to commune with him.
但當時那些與他共掌權柄的人,因染上了亞流派的病症,便主張阿他那修應當撥出一座教堂,給那些不願與他相通的人。
1:1069
ταῦτα ἐκείνων μὲν τῷ βασιλεῖ, τοῦ δὲ βασιλέως πρὸς αὐτὸν εἰρηκό τος, ἔφη δίκαιον εἶναι τοῖς βασιλέως προστάγμασιν εἴκειν, βούλεσθαι μέντοι καὶ αὐτὸς ἀπαγγεῖλαί τινα καὶ αἰτῆσαι
When they had said these things to the emperor, and the emperor had spoken them to him, he said it was right to yield to the emperor's commands; yet he himself also wished to declare something and make a request.
他們如此向皇帝進言,皇帝又將此事轉告阿他那修;阿他那修回答說,順從皇帝的命令乃是理所當然,然而他自己也願意陳述一事並提出一項請求。
1:1070
τοῦ δὲ βασιλέως ὑποσχομένου δώσειν ὅπερ ἂν αἰτήσοι προθύμως, δεῖσθαι ἔφη καὶ τοὺς ἐν Ἀντιοχείᾳ τοῖς τὰς ἐκκλησίας κατέχουσι κοινωνεῖν οὐ βουλο μένους εὐκτηρίου νεώ, καὶ δίκαιον ἕνα καὶ τούτοις τῶν οἴκων παρα σχεθῆναι τῶν θείων
When the emperor promised readily to grant whatever he might ask, he said that those in Antioch who were unwilling to commune with those holding the churches also had need of a house of prayer, and that it was just for one of the divine houses to be granted to them as well.
皇帝應許欣然賜予他所求的一切,阿他那修便說,安提阿城中那些不願與掌管教會者相通的人,同樣需要一座祈禱所,理當也撥出一座神聖的房屋給他們。
1:1071
ἐπειδὴ δὲ ἐπένευσε βασιλεὺς ὀρθὴν εἶναι καὶ δικαίαν ἐπιψηφίσας τὴν αἴτησιν, ἀντεῖπον οἱ τῆς αἱρετικῆς φάλαγγος προστατεύοντες, μηδετέροις χρῆναι παρασχεθῆναι τὰς ἐκκλησίας εἰπόντες
When the emperor consented, judging the request to be right and just, those who presided over the heretical phalanx objected, saying that the churches ought to be granted to neither party.
皇帝表示同意,裁定此請求合理公正;然而那些統領異端陣營的人卻表示反對,聲稱不應把教堂撥給任何一方。
1:1072
οὕτω τὸν Ἀθανάσιον θαυμάσας Κωνστάντιος ἀπέπεμψεν εἰς τὴν Ἀλεξάνδρειαν
Thus Constantius, admiring Athanasius, sent him back to Alexandria.
君士坦提烏對阿他那修如此讚歎,便將他遣送回亞歷山大城。
1:1073
ἐτεθνήκει δὲ ὁ Γρηγόριος, ὑπ' αὐτῶν ἐκείνων δεξάμενος τὴν σφαγήν
Now Gregory had died, having met his death at the hands of those very men.
此時格里高利已經死了,正是死於那些人之手。
1:1074
θεασάμενοι δὴ οὖν τὸν νομέα δημοθοινίας ἐπετέλουν καὶ ἑορτὰς λαμπροτάτας, αὐτόν τε γεραίροντες καὶ τὸν θεὸν ἀνυμνοῦντες
Having beheld their shepherd, they held public feasts and most splendid festivals, honoring him and singing hymns to God.
眾人一見到自己的牧者,便舉行公眾的宴會與極其盛大的節慶,既尊崇他,又向神歌頌讚美。
1:1075
Ἀλλὰ πάλιν σμικροῦ διεληλυθότος χρόνου Κώνστας μὲν τοῦ βίου τὸ τέρμα κατείληφεν
But again, after a short time had passed, Constans reached the end of his life.
然而,過了不久,君士坦斯便走到了生命的終點。
1:1076
Κωνστάντιον δὲ οἱ ἄγοντες οὗπερ ἐβούλοντο ἀνέμνησαν τῆς Ἀθανασίου χάριν πρὸς τὸν ἀδελφὸν γε γενημένης διαφορᾶς, καὶ ὡς μικροῦ δεῖν τὰ τῆς φύσεως δεσμὰ διαρ ρήξαντες πόλεμον ἂν κατ' ἀλλήλων ἐκίνησαν
Those who led Constantius wherever they wished reminded him of the dissension that had arisen with his brother on account of Athanasius, and how they had come close to breaking the bonds of nature and stirring up war against one another.
那些引導君士坦提烏任意行事的人,便向他提起先前因阿他那修一事與其兄弟所生的爭執,以及他們幾乎撕裂了天倫之情、彼此興兵相向的往事。
1:1077
τούτοις ὑπαχθεὶς ὁ Κωνστάντιος οὐκ ἐλαθῆναι μόνον ἀλλὰ καὶ σφαγῆναι τὸν θεῖον προσέταξεν Ἀθανάσιον, καί τινα Σεβαστιανὸν ἐξέπεμψε στρατηγὸν μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, ἀνελεῖν κελεύσας ὡς ἀλιτήριον
Led astray by these men, Constantius ordered that the divine Athanasius should not merely be driven out but also slain, and he sent forth a certain Sebastian as general with as large an army as possible, commanding him to destroy him as a criminal.
君士坦提烏受這些人蠱惑,便下令不僅要驅逐,更要殺害那神聖的阿他那修;於是他派遣一位名叫塞巴斯提安的將軍,率領盡可能龐大的軍隊前去,命令他將阿他那修當作罪人加以誅殺。
1:1078
ὅπως δὲ καὶ οὗτος ἐπεστράτευσε κἀκεῖνος διέφυγεν, αὐτὸς ὁ ταῦτα πεπονθὼς καὶ παραδόξως σωθεὶς κάλλιον διηγήσεται
How this man marched against him, and how the other escaped, he himself who suffered these things and was marvelously saved will relate better than I.
至於此人如何興兵而來,而阿他那修又如何脫逃——那親身經歷此事、並奇蹟般得救的人,自己會敘述得更為詳盡。
1:1079
ἐν γὰρ τῇ τῆς φυγῆς Ἀπολογίᾳ ταῦτα διέξεισιν·
For in his Apology for his Flight he recounts these things:
因為他在《為逃亡辯護》一書中,如此詳述道:
1:1080
Ἐξετασάτωσαν ὅμως καὶ τὸν τρόπον τῆς ἀναχωρήσεως καὶ μανθανέτωσαν παρὰ τῶν ἰδίων
Let them nevertheless examine also the manner of my withdrawal, and let them learn it from their own people.
然而,讓他們也去查驗我離去的方式,讓他們從自己人那裡去打聽清楚。
1:1081
ἦσαν γὰρ Ἀρειανοὶ συνδραμόντες τοῖς στρατιώταις εἰς τὸ παροξύνειν αὐτοὺς καὶ ἀγνοοῦσι δεικνύναι ἡμᾶς
For there were Arians who had run together with the soldiers, to incite them and to point us out to those who did not know us.
因為有一些亞流派的人與士兵一同跑來,為要激動他們,並向那些不認識我們的人指認我們。
1:1082
καὶ εἰ καὶ οὕτως ἀσυμπαθεῖς τυγχάνουσιν, ἀλλὰ κἂν ἀκού οντες ἠρεμείτωσαν αἰσχυνόμενοι
And even if they are so lacking in compassion, yet let them at least, upon hearing this, keep silent out of shame.
即便他們竟是如此毫無同情心,但至少讓他們聽聞此事後,因羞愧而保持緘默吧。
1:1083
νὺξ μὲν γὰρ ἤδη ἦν καὶ τοῦ λαοῦ τινες ἐπαννύχιζον, προσδοκωμένης συνάξεως
For it was already night, and some of the people were keeping an all-night vigil, since an assembly was expected.
那時已是夜晚,一些百姓正在守夜,因為預期將有一場聚會。
1:1084
ὁ δὲ στρατηλάτης ἐξαίφνης ἐπέστη μετὰ στρατιωτῶν πλέον ἢ πεντακισχιλίων, ἐχόν των ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη καὶ ῥόπαλα, καθὰ καὶ πρότερον εἴρηται
And the general suddenly appeared with more than five thousand soldiers, bearing weapons and drawn swords and bows and arrows and clubs, just as has been said before.
那位統帥突然帶著五千餘名士兵到來,他們持著兵器、出鞘的刀劍、弓箭與棍棒,正如先前所述的那樣。
1:1085
καὶ τὴν μὲν ἐκκλησίαν αὐτὸς περιεκύκλωσε στήσας τοὺς στρατιώτας σύνεγγυς, ὡς μὴ δύνασθαί τινας ἐξελθόντας ἀπὸ τῆς ἐκκλησίας παρελθεῖν αὐτούς
And he himself surrounded the church, stationing the soldiers close together, so that no one who went out from the church could get past them.
他親自將教堂團團包圍,讓士兵們緊密排列,以致沒有人能夠從教堂出來而越過他們。
1:1086
ἐγὼ δὲ ἄλογον ἡγούμενος ἐν τοσαύτῃ συγχύσει καταλεῖψαι τοὺς λαοὺς καὶ μὴ μᾶλλον προκινδυ νεύειν αὐτῶν, καθεσθεὶς ἐπὶ τοῦ θρόνου προέτρεπον τὸν μὲν διά κονον ἀναγινώσκειν ψαλμόν, τοὺς δὲ λαοὺς ὑπακούειν ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ, καὶ πάντας οὕτως ἀναχωρεῖν καὶ εἰς τοὺς οἴκους ἀπιέναι
But I, considering it unreasonable in such great confusion to abandon the people and not rather to face danger for their sake, sat down upon the throne and urged the deacon to read a psalm, and the people to respond, "For His mercy endures forever," and thus all to withdraw and go to their homes.
但我認為在如此紛亂之際拋棄百姓、而不寧可為他們身先犯險,是不合理的,於是我便坐在座位上,吩咐執事誦讀詩篇,讓百姓應和說:「因祂的慈愛存到永遠」,然後眾人便如此一一離去,各自回家。
1:1087
ἀλλὰ τοῦ στρατηλάτου λοιπὸν ἐπεισελθόντος καὶ τῶν στρατιωτῶν περιλαβόντων τὸ ἱερατεῖον ἕνεκεν τοῦ συλλαβεῖν ἡμᾶς, οἱ μὲν εὑρεθέντες ἐκεῖ κληρικοὶ καὶ οἱ ἀπὸ τῶν λαῶν ἐβόων καὶ ἠξίουν ἀναχωρεῖν ἤδη καὶ ἡμᾶς
But when at length the general burst in and the soldiers surrounded the sanctuary in order to seize us, the clerics who were found there, and those of the people, cried out and demanded that we too should now withdraw.
但當那統帥終於闖入、士兵們包圍了聖所要捉拿我們時,在場的教士們與百姓中人都大聲呼喊,要求我們也應立刻離去。
1:1088
ἐγὼ δὲ μᾶλλον ἀντέλεγον μὴ πρότερον ἀναχωρήσειν εἰ μὴ πάντες καθ' ἕκαστον ὑπεξέλθοιεν
But I refused all the more, saying that I would not withdraw before every single one of them had first gone out.
我卻更加堅持反對,說我不會先行離去,除非人人都先一一安全撤離。
1:1089
ἀναστὰς οὖν καὶ προστάξας εὐχήν, οὕτως ἀντηξίουν ἀπιέναι τοὺς πάντας, βέλτιον εἶναι λέγων ἐμὲ κινδυνεύειν ἢ βλαβῆναί τινας ἐξ ὑμῶν
So I rose up, and having ordered a prayer, in this way I in turn urged everyone to leave, saying that it was better for me to be in danger than for any of you to be harmed.
於是我站起來,吩咐眾人禱告,然後轉而懇求大家都離去,並說:「與其你們當中有人受害,倒不如我自己身陷險境更好。」
1:1090
ἐξελθόντων τοίνυν τῶν πλείστων καὶ τῶν λοιπῶν ἐπακο λουθούντων, οἱ σὺν ἡμῖν ὄντες ἐκεῖ μοναχοὶ καί τινες τῶν κληρικῶν ἀνελθόντες εἵλκυσαν ἡμᾶς
So when most had gone out and the rest were following, the monks who were there with us, and some of the clerics, came up and pulled us away.
於是,當多數人已經出去、其餘的人也陸續跟隨離開時,與我們同在那裡的修士以及一些教士便上前將我拉走。
1:1091
ζητούντων ἠδυνήθημεν. Οὕτω τούτου τὰς μιαιφόνους ἐκείνων διαφυγόντος χεῖρας, Γεώρ γιος μὲν λύκος ἕτερος τῶν προβάτων ἐκείνων ἐπιστεύθη τὴν ἐξουσίαν, ὠμότερον δὲ λύκου παντὸς καὶ ἄρκτου καὶ παρδάλεως τοῖς προβάτοις ἐχρῆτο
...amid those who were searching for us, we were able to escape. Thus, when he had escaped the bloodstained hands of those men, George, another wolf, was entrusted with authority over those sheep, and he treated the sheep more savagely than any wolf, bear, or leopard.
……在那些搜尋我們的人當中,我們終於得以脫身。他就這樣逃脫了那些人染血的雙手;此後,格奧爾基烏斯——另一隻豺狼——便被委以統管那些羊群的權柄,他對待羊群比任何豺狼、熊或豹都更為殘暴。
1:1092
τὰς μὲν γὰρ διὰ βίου τὴν παρθενίαν ὑπεσχημένας οὐ τὴν Ἀθανασίου μόνον ἀρνεῖσθαι κοινωνίαν ἀλλὰ καὶ τῶν πατέρων ἀνα θεματίζειν τὴν πίστιν ἠνάγκαζε
For those women who had vowed lifelong virginity he compelled not only to renounce communion with Athanasius but also to anathematize the faith of the Fathers.
因為他強逼那些立誓終身守貞的童女,不僅要棄絕與阿他那修的相通,甚至要咒詛列祖列宗的信仰。
1:1093
σύνεργον δὲ τῆς ὠμότητος εἶχε Σεβαστιανόν τινα τῶν στρατιωτικῶν καταλόγων ἡγούμενον, ὃς ἐν μέσῃ τῇ πόλει πυρὰν ἀνάψας καὶ ταύτῃ τὰς παρθένους γυμνὰς παρα στήσας ἀρνεῖσθαι τὴν πίστιν ἐκέλευεν
As his accomplice in cruelty he had a certain Sebastian, commander of the military rolls, who, having kindled a fire in the middle of the city and set the virgins naked before it, commanded them to renounce the faith.
他在殘暴之事上的幫兇,是一位名叫塞巴斯提安的軍隊統領;此人在城中央燃起一堆火,將那些童女赤身帶到火前,命令她們棄絕信仰。
1:1094
αἱ δὲ θέαμα δεινὸν ὁμοῦ καὶ ἐλεεινὸν πιστοῖς ὁμοῦ καὶ ἀπίστοις προκείμεναι, καὶ τὴν ἐσχάτην ἀτιμίαν τιμὴν μεγίστην ἐνόμιζον καὶ τὰς ὑπὲρ τῆς πίστεως μάστιγας ἀσμένως ὑπέμενον
But they, set forth as a spectacle both dreadful and pitiable to the faithful and unbelieving alike, considered the utmost dishonor to be the greatest honor, and gladly endured the scourges for the sake of the faith.
那些童女雖然成為信徒與不信者眼前一場既可怕又可憐的景象,卻視這極度的羞辱為至高的榮耀,並甘心樂意地為信仰忍受鞭打。
1:1095
καὶ ταῦτα δὲ σαφέστερον ὁ τούτων ποιμὴν διηγήσεται
And these things their shepherd will relate more clearly than I.
而這些事,她們的牧者將會敘述得更為詳盡清楚。
1:1096
Εἶτα ἐλθὼν τῇ Τεσσαρακοστῇ ὁ παρ' αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παρ' αὐτῶν μεμάθηκε κακά
Then, coming during Lent, George, who had been sent by them from Cappadocia, increased the evils he had learned from them.
隨後,在四旬期間,那位由他們從加帕多家差遣而來的格奧爾基烏斯抵達,變本加厲地施行他從他們那裡學來的種種惡行。
1:1097
μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο αἱ οἰκίαι, καὶ ἁρπαγαὶ καὶ ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγί νοντο καὶ νυκτὸς Χριστιανοὶ κατεφέροντο, ἐπεσφραγίσθησαν οἰκίαι καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον
For after the octave of Easter, virgins were thrown into prison, bishops were led away bound by soldiers, the houses of orphans and widows were plundered, plunderings and raids were made against houses, and by night Christians were dragged off; houses were sealed up, and the brothers of clerics were endangered on account of their brothers.
因為在復活節後的那一週過後,童女們被投入監獄,主教們被士兵捆綁著帶走,孤兒寡婦的房屋遭到搶掠,各家各戶接連遭受劫掠與突襲,基督徒在夜間被強行拖走,房屋被封鎖查封,教士的兄弟們也因他們的兄弟而身陷險境。
1:1098
καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τολμήματα
These things were terrible, but the outrages that followed were even more terrible.
這些事已是可怕,然而在此之後所行的暴舉更是變本加厲,加倍可怕。
1:1099
τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν
For in the week after holy Pentecost, the people, having fasted, went out to pray around the cemetery, because everyone was turning away from communion with George.
因為在聖五旬節之後的那一週,百姓禁食之後前往墓地一帶祈禱,因為眾人都拒絕與格奧爾基烏斯相通。
1:1100
ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς παροξύνει τὸν στρατηλάτην Σεβαστιανόν, Μανιχαῖον ὄντα
But when that utterly wicked man learned of this, he himself incited the general Sebastian, who was a Manichaean.
但那個窮凶極惡之人得知此事後,便親自煽動那位統帥塞巴斯提安——此人乃是一名摩尼教徒。
1:1101
καὶ λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη φερόντων ὥρμησεν ἐν αὐτῇ τῇ κυριακῇ κατὰ τῶν λαῶν
And thereupon he himself, with a multitude of soldiers bearing weapons and drawn swords and bows and arrows, rushed upon the people on that very Sunday.
於是他便親自率領大批士兵——他們持著兵器、出鞘的刀劍、弓箭——就在那主日當天,向百姓猛然衝去。
1:1102
καὶ ὀλίγους εὑρὼν εὐχομένους ( οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν), τοιαῦτα εἰργάσατο οἷα παρ' αὐτῶν ἔπρεπεν ἀκούσαντα πρᾶξαι
And finding only a few at prayer (for most had already withdrawn on account of the hour), he did such things as it was fitting for one who had learned them from such men to do.
他發現當時祈禱的人已所剩無幾(因為大多數人早已因時辰已晚而離去),於是便做出了種種行徑——正如聽聞這等人的教唆之後理當所做的那樣。
1:1103
πυρκαϊὰν γὰρ ἀνάψας καὶ στήσας παρ θένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι
For having kindled a fire and set virgins beside it, he compelled them to say that they belonged to the faith of Arius.
他燃起一堆烈火,把童女們帶到火旁站立,強逼她們宣稱自己屬於亞流的信仰。
1:1104
ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε, γυμνώσας λοιπὸν οὕτως κατέ κοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον αὐτὰς μόλις ἐπιγνωσθῆναι
But when he saw that they were prevailing, he stripped them and then so gashed their faces that afterward they could scarcely be recognized.
但當他看出她們堅貞不屈、佔了上風時,便剝去她們的衣裳,如此重擊砍傷她們的臉面,以致過了一段時間後,她們幾乎無法被人辨認出來。
1:1105
ἄνδρας δὲ κρατήσας τεσσαράκοντα καινοτέρῳ τρόπῳ κατέκοψεν
And having seized forty men, he cut them in a rather novel manner.
他又擒獲了四十名男子,用一種頗為新奇的手法將他們砍傷。
1:1106
ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων <εὐθὺς τεμὼν> ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν
For with rods freshly cut from palm trees, which still had their spikes on them, he flayed their backs in such a way that some of them had to undergo surgery many times because of the spikes embedded in them, while others, unable to endure it, died.
他用剛從棕櫚樹上砍下、上面仍帶著尖刺的枝條,如此鞭打他們的脊背,以致有些人因刺入體內的棘刺,屢次需要動手術取出,另有一些人則因無法忍受而喪命。
1:1107
πάντας μὲν οὖν τοὺς περι λειφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν·
So then, they banished all who survived, together with the virgins, all at once, to the Great Oasis.
於是,他們把所有倖存的人連同那些童女,一併全部放逐到大綠洲去。
1:1108
τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ' ἔκρυψαν ὡς ἠθέλησαν, ἄταφα βαλόντες, ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα
As for the bodies of those who had died, they did not even at first allow them to be given back to their own kin, but hid them as they pleased, casting them out unburied, so that they might seem to conceal such great cruelty.
至於死者的屍體,他們起初甚至不讓交還給死者的親人,反倒隨己意將屍體藏匿起來,棄之不予埋葬,為要使自己這般殘暴的行徑看似能夠隱瞞過去。
1:1109
πράττουσι δὲ τοῦτο πεπλανημένοι τῇ διανοίᾳ οἱ παρά φρονες·
But in doing this, these madmen, deceived in their minds, only deceive themselves.
然而,這些心思迷亂、失去理智的人這樣做,實在是自欺。
1:1110
τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων, χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μείζων ἐξηχεῖτο κατ' αὐτῶν ὁ τῆς ὠμότητος ἔλεγχος
For since the relatives of the dead rejoiced on account of their confession, but lamented on account of the bodies, the outcry of the charge of cruelty against those men resounded all the more loudly.
因為死者的親屬,一方面因親人的信仰告白而歡喜,另一方面又因不得屍身而哀慟,於是那對殘暴之人的控訴之聲便因此傳揚得更加響亮。
1:1111
καὶ οὕτω πικρῶς ἤλασαν αὐτοὺς ὡς τινὰς μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν
And they drove them so harshly that some of them died on the roads, and others in the very place of their exile.
他們如此嚴酷地驅趕這些人,以致其中有些人死在路途之中,另有一些人則死在流放之地。
1:1112
ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους ἢ τριάκοντα
And they banished more than thirty bishops.
他們放逐的主教多達三十餘位。
1:1113
σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαάβ, εἰ δυνατόν, ἐξᾶραι τὴν ἀλήθειαν. Καὶ παραμυθητικοὺς δὲ λόγους ταῖς παρθένοις ἐκείναις αἳ τὰ παγχάλεπα ἐκεῖνα ὑπέμειναν γράφων, καὶ ταῦτα ἐντέθεικε·
For it was their earnest endeavor, after the manner of Ahab, if possible, to root out the truth. And, writing words of consolation to those virgins who had endured those utterly grievous things, he inserted also these words:
因為他們正如亞哈一般,竭力企圖,若有可能,就要把真理連根拔除。阿他那修又寫信安慰那些忍受了那極其艱難之事的童女,並在信中加入了以下這些話:
1:1114
καὶ μέχρι γὰρ τούτων ἡ καταστροφὴ τῶν Ἀρειανῶν ἔφθασε·
For the destructive assault of the Arians extended even to these lengths.
因為亞流派的破壞行徑竟延伸到了這般地步。
1:1115
ἀπογενομένων ἀποτεθῇ. Ταῦτα μὲν οὖν καὶ τὰ προσόμοια τούτοις ὁ Γεώργιος ἐν Ἀλεξαν δρείᾳ εἰργάζετο
...that the bodies of the departed be laid to rest. These things, then, and others like them, George was doing in Alexandria.
……讓已故之人的遺體得以安葬。以上這些事,以及與此類似的種種行徑,便是格奧爾基烏斯在亞歷山大城所做的。
1:1116
ὁ δὲ θεῖος Ἀθανάσιος οὐδὲν χωρίον ὀχυρὸν ἐνόμιζεν εἰς ἀσφάλειαν, τοῦ βασιλέως ἢ ζῶντα ἀχθῆναι προστεταχότος ἢ τε θνεῶτος κομισθῆναί οἱ τὴν κεφαλὴν καὶ μισθὸν τῷ τοῦτο δρῶντι ὑπισχνουμένου ὅτι μάλιστα πλεῖστον
But the divine Athanasius considered no place secure enough for safety, since the emperor had commanded that he be brought either alive, or, if dead, that his head be brought to him, and had promised the greatest possible reward to whoever should do this.
神聖的阿他那修認為,沒有任何地方能算得上足夠安全,因為皇帝已下令要將他活捉帶來,或者若他已死,則要把他的首級呈上,並應許給予執行此事者盡可能豐厚的賞金。
1:1117
Αὐτὸς δὲ δὴ ὁ Κωνστάντιος, Μαγνεντίου μετὰ τὴν Κώνσταντος τελευτὴν τῆς Ἑσπέρας κεκρατηκότος, ἐπὶ τὴν Εὐρώπην ἐξώρμησε, κατὰ τῆς ἐκείνου τυραννίδος στρατεύων
Now Constantius himself, since Magnentius had seized control of the West after the death of Constans, set out for Europe, marching against that man's tyranny.
至於君士坦提烏本人,因馬格嫩提烏在君士坦斯死後奪取了西方的統治權,便親自出征前往歐洲,討伐那人的僭權暴政。
1:1118
ἀλλ' οὐδὲ ὁ χαλεπὸς οὗτος πόλεμος τὸν κατὰ τῶν ἐκκλησιῶν κατέλυσε πόλεμον·
But not even this grievous war put an end to the war against the churches.
然而,即便是這場艱鉅的戰爭,也未能終止那場針對教會的戰爭。
1:1119
πείθουσι γὰρ δὴ τὸν πάντα ῥᾳδίως πειθόμενον καὶ τὴν αἱρετικὴν εἰσδεξάμενον νόσον, εἰς Μεδιόλανον ( πόλις δὲ αὕτη τῆς Ἰταλίας) σύνοδον συνα γεῖραι, καὶ πρῶτον μὲν τοὺς συνεληλυθότας ἅπαντας ἀναγκάσαι τῇ παρὰ τῶν ἀδίκων ἐκείνων δικαστῶν ἐν Τύρῳ γεγενημένῃ καθαιρέσει συνθέσθαι, εἶθ' οὕτως Ἀθανασίου τῶν ἐκκλησιῶν ἐξελαθέντος ἑτέραν πίστεως ἐκθέσθαι διδασκαλίαν
For they persuaded him, who was easily persuaded of everything and had welcomed the heretical disease, to convene a synod at Milan (this is a city of Italy), and first to compel all those who had gathered to agree to the deposition made by those unjust judges at Tyre, and then, once Athanasius had been driven from the churches, to set forth another doctrine of the faith.
他們說服了那位對一切都輕易聽信、且已染上異端病症的皇帝,在米蘭(此城位於義大利)召開一次會議,先強迫所有與會者一致認同先前那些不義的審判官在推羅所作出的罷黜(阿他那修)之判決,然後如此一來,待阿他那修被逐出眾教會之後,再另行制定一套新的信仰教義。
1:1120
ἀλλὰ συνῆλθον μὲν τὰ βασιλικὰ δεξά μενοι γράμματα, οὐδέτερον δὲ δρᾶσαι τῶν εἰρημένων ἠνέσχοντο, ἀλλ' ἄντικρυς παρόντα τὸν βασιλέα διελέγξαντες ὡς ἄδικα παρεγ γυῶντα καὶ δυσσεβῆ, καὶ τῶν ἐκκλησιῶν ἐξηλάθησαν καὶ τὰς τῆς οἰκουμένης ἐσχατιὰς οἰκεῖν κατεκρίθησαν
So they came together, having received the imperial letters, but they would not endure to do either of the things mentioned; rather, they openly rebuked the emperor, present as he was, as one enjoining unjust and impious things, and for this they were both driven from their churches and condemned to dwell in the remotest ends of the inhabited world.
於是他們接到皇帝的詔書後便齊聚一堂,但卻不肯忍受去做上述任一件事,反倒當面斥責在場的皇帝,指其所命令的乃是不義且不敬虔之事;他們因此既被逐出各自的教會,又被判處流放到普天之下最偏遠的邊境去居住。
1:1121
καὶ τοῦτο δὲ πάλιν Ἀθανά σιος ὁ θαυμάσιος ἐν ἐκείνῃ τῇ Ἀπολογίᾳ συγγέγραφε
And this too the admirable Athanasius has again recorded in that same Apology:
這一點,令人讚嘆的亞他那修在那篇《申辯書》中也再次記載道:
1:1122
πρόφασιν οὐδεμίαν ἔχοντες ἢ ὅτι μὴ συνέθεντο τῇ Ἀρειανῇ αἱρέσει μηδὲ ὑπέ γραψαν αὐτοῖς καθ' ἡμῶν ἐν αἷς ἔπραξαν συκοφαντίαις
having no pretext whatever, except that they would not assent to the Arian heresy nor sign, in the slanders they contrived, against us
他們毫無任何藉口,僅因為這些人不肯附從亞流異端,也不肯在他們捏造陷害我們的誣詞上簽字
1:1123
περὶ γὰρ τοῦ μεγάλου καὶ εὐγηροτάτου καὶ ὁμολογητοῦ ἀληθῶς Ὁσίου περιττόν ἐστιν ἐμὲ καὶ λέγειν·
For concerning the great Hosius, of most venerable old age and truly a confessor, it is superfluous for me even to speak;
至於偉大而年高德劭、真正堪稱認信者的奧西烏,我實在不必多言;
1:1124
ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καὶ τοῦτον ἐξο ρισθῆναι πεποιήκασιν, οὐ γὰρ ἄσημος ἀλλὰ καὶ πάντων μάλιστα περιφανὴς ὁ γέρων
for it has doubtless become known to all that they caused even him to be exiled; for the old man is not obscure, but indeed the most illustrious of all.
因為想必眾人都已知道,他們竟連他也逼令放逐;這位老者並非默默無聞之輩,反倒是眾人之中最為顯赫者。
1:1125
ποίας γὰρ οὐχ ἡγήσατο συνόδου καὶ λέγων ὀρθῶς οὐ πάντας ἔπεισε; ποία ἐκκλησία τῆς τούτου προστασίας οὐκ ἔχει μνήματα κάλλιστα; τίς ὀδυρόμενός ποτε προσελθὼν αὐτῷ οὐ χαίρων ἀπῆλθεν ἀπ' αὐτοῦ; τίς ᾔτησε δεόμενος καὶ οὐκ ἀνεχώρησε τυχὼν ὧν ἠθέλησεν; καὶ ὅμως καὶ κατὰ τούτου τετολμήκασιν, ὅτι καὶ οὗτος εἰδὼς ἃς ποιοῦσι διὰ τὴν ἀσέβειαν αὐτῶν συκοφαντίας οὐχ ὑπέγραψε ταῖς καθ' ἡμῶν ἐπιβουλαῖς. Ὁποῖα μὲν δὴ κατὰ τῶν ἁγίων ἐκείνων ἀνδρῶν ἐτολμήθη, τὰ συγγεγραμμένα διδάσκει·
For over what council did he not preside, and speaking rightly, did he not persuade all? What church does not have most excellent memorials of his patronage? Who ever came to him grieving and did not depart from him rejoicing? Who ever asked him in supplication and did not go away having obtained what he desired? And yet they have dared to act even against him, because he too, knowing the calumnies which they perpetrate on account of their impiety, did not subscribe to their plots against us. What was dared against those holy men, the writings themselves teach.
有哪個大公會議不是由他主持,他所說的正確之言,豈不曾說服眾人?有哪間教會沒有他監護下最美好的紀念?有誰曾懷著哀傷來到他面前,而不是歡喜而歸?有誰曾懇求於他,而不是如願以償地離去?然而他們竟連他也不放過,因為他也深知他們出於不虔敬所捏造的誣告,不肯在他們陷害我們的陰謀狀上簽字。那些文獻所記載的,正教導我們他們對那些聖潔之人所敢行的種種。
1:1126
ὁπόσα δὲ καὶ ἄλλοις ἐπεβούλευσαν πλείστοις οἱ τῆς Ἀρειανικῆς φάλαγγος προστατεύοντες, πάλιν ὁ θεῖος οὗτος ἀνὴρ ἐν τῷδε διηγήσατο τῷ συγγράμματι
And how many plots the leaders of the Arian phalanx contrived also against very many others, this divine man again related in this same treatise:
至於亞流陣營的首領們又對其他極多的人施加了多少陰謀,這位神聖之人在同一篇著作中再次述說道:
1:1127
Τίνα γάρ ποτε διώκοντες καὶ καταλαβόντες οὐχ ὕβρισαν ὡς ἠθέλησαν; τίνα ζητοῦντες καὶ εὑρόντες οὐχ οὕτως διέθηκαν ὡς ἢ τελευτῆσαι κακῶς ἢ λωβηθῆναι πανταχόθεν; ἃ γὰρ οἱ δικασταὶ δοκοῦσι ποιεῖν, ταῦτα ἐκείνων ἐστὶν ἐνεργήματα·
For whom, pursuing and overtaking him, did they not outrage as they pleased? Whom, seeking and finding him, did they not so treat that he either perished miserably or was maimed on every side? For whatever the judges seem to do, these are in fact their doings;
他們追捕並擒獲了誰,而不曾隨心所欲地凌辱他?他們搜索並找到了誰,而不曾如此對待他,以致他不是慘死,就是遍體受殘?因為法官們表面上所行的,實則都是他們的作為;
1:1128
καὶ μᾶλλον οὗτοι τῆς ἐκείνων προαιρέσεως καὶ πονηρίας εἰσὶν ὑπηρέται
and these judges are rather the servants of their design and wickedness.
而這些法官不過是他們的意圖與邪惡的爪牙罷了。
1:1129
ποῖος τοίνυν τόπος οὐκ ἔχει τῆς κακίας αὐτῶν ὑπόμνημα; τίνα φρονοῦντα κατ' αὐτῶν οὐ συνεσκευάσαντο, πλασάμενοι προφάσεις κατὰ τὴν Ἰεζάβελ; ποία νῦν ἐκκλησία οὐ θρηνεῖ διὰ τὰς ἐκείνων ἐπιβουλάς; Ἀντιόχεια μὲν δι' Εὐστάθιον τὸν ὁμολογητὴν καὶ ὀρθόδοξον, Βαλανέαι δὲ δι' Εὐφρατίωνα, καὶ Πάλτος μὲν καὶ Ἀντάραδος διὰ Κυμάτιον καὶ Καρ τέριον, ἡ δὲ Ἀδριανούπολις δι' Εὐτρόπιον τὸν φιλόχριστον καὶ τὸν μετ' αὐτὸν Λούκιον, τὸν πολλάκις παρ' αὐτῶν καὶ ἁλύσεις φορέ σαντα καὶ οὕτως ἀποθανόντα, καὶ Ἄγκυρα μὲν διὰ Μάρκελλον, Βέροια δὲ διὰ Κῦρον καὶ Γάζα δι' Ἀσκληπᾶν
What place, then, has no memorial of their wickedness? Whom, thinking rightly against them, did they not frame with contrived pretexts after the manner of Jezebel? What church does not now mourn on account of their plots? Antioch on account of Eustathius, the confessor and orthodox bishop; Balaneae on account of Euphration; Paltus and Antaradus on account of Cymatius and Carterius; Adrianople on account of Eutropius, the lover of Christ, and Lucius who succeeded him, who was often bound by them in chains and so died; Ancyra on account of Marcellus; Beroea on account of Cyrus; and Gaza on account of Asclepas.
那麼有哪個地方沒有他們邪惡的紀念?有誰因心存正見反對他們,而未曾被他們仿效耶洗別的手法、捏造藉口加以構陷?如今有哪間教會不因他們的陰謀而哀哭?安提阿因認信者、正統的主教猶斯他修;巴拉尼亞因歐弗拉提翁;帕爾托斯與安塔拉都斯因庫馬提翁與卡爾特里翁;哈德良堡因愛主的優特羅皮翁,以及繼任他的路吉烏斯——此人屢遭他們戴上鎖鏈,也因此而死;安基拉因馬爾克路;貝里亞因居魯;迦薩因阿斯克勒帕。
1:1130
τούτους γὰρ πολλὰ πρότερον ὑβρίσαντες, καὶ ἐξορισθῆναι πεποιήκασιν οἱ δόλιοι
For having first outraged these men in many ways, the deceivers also caused them to be exiled.
因為那些詭詐之徒先是百般凌辱這些人,然後又逼令他們遭受放逐。
1:1131
κεφαλῆς ὑπο στῆναι τιμωρίαν·
...to undergo capital punishment;
……遭受殺身之刑;
1:1132
καὶ τάχα ἂν ἀπεθάνομεν οὕτως, εἰ μὴ παρὰ γνώμην αὐτῶν ἐφύγομεν καὶ τότε
and perhaps we too would have died in this way, had we not fled, contrary to their intention, even then.
或許我們當時也會如此喪命,若非我們違背他們的意圖,及時逃離。
1:1133
Ὅσιος δὲ οὗτος Κορδούβης ἐπίσκοπος ἦν, καὶ ἐν τῇ μεγάλῃ δια πρέψας κατὰ Νίκαιαν συνόδῳ καὶ τῶν ἐν Σαρδικῇ συνεληλυθότων πρωτεύσας
This Hosius was bishop of Cordoba, and he distinguished himself at the great council of Nicaea, and held first place among those who assembled at Sardica.
這位奧西烏乃是科爾多瓦的主教,他曾在尼西亞大公會議中大放異彩,並在薩爾迪卡召開的會議中位居首席。
1:1134
Ἐγὼ δέ γε Λιβερίου τοῦ πανευφήμου τὴν ὑπὲρ τῆς ἀληθείας παρρησίαν καὶ τοὺς ἀξιαγάστους λόγους οἷς ἐχρήσατο πρὸς Κων στάντιον ἐνθεῖναι βούλομαι τῇ συγγραφῇ
For my part, I wish to insert into this history the boldness of the all-renowned Liberius on behalf of the truth, and the admirable words which he used toward Constantius,
至於我,則願將名滿天下的利伯里烏斯為真理所展現的無畏,以及他向君士坦提烏斯所說出的令人讚嘆之言,載入這部史書之中,
1:1135
ἀνάγραπτοι γὰρ παρὰ τῶν τηνικαῦτα φιλοθέων γεγένηνται, ὡς ἱκανοὶ παραθῆξαι καὶ διε γεῖραι πρὸς ζῆλον τῶν θείων τοὺς ἐραστάς
for they were recorded by those who at that time loved God, being sufficient to whet and stir up to zeal the lovers of divine things.
因為這些言語已由當時那些愛神之人記錄下來,足以磨礪並激發熱愛神聖之事者的熱忱。
1:1136
οὗτος δὲ μετὰ Ἰούλιον, ὃς Σίλβεστρον διεδέξατο, τὴν Ῥωμαίων ἴθυνεν ἐκκλησίαν
This man governed the church of the Romans after Julius, who had succeeded Silvester.
此人是在繼西爾維斯特之後的儒略之後,接任治理羅馬人的教會。
1:1137
Κωνστάντιος βασιλεὺς εἶπεν·
The Emperor Constantius said:
君士坦提烏斯皇帝說:
1:1138
Ἡμεῖς, καὶ διὰ τὸ Χριστιανόν σε εἶναι καὶ ἐπίσκοπον τῆς ἡμετέρας πόλεως, ἄξιον ἐκρίναμεν καὶ τοῦτο μεταστειλάμενοι παραινοῦμέν σοι τῆς ἀπορρήτου ἀπονοίας τοῦ ἀνοσίου Ἀθανασίου τὴν κοινωνίαν ἀρνήσασθαι
Because you are a Christian and bishop of our city, we have judged it fitting, and having summoned you for this purpose, we exhort you to renounce communion with the unspeakable madness of the unholy Athanasius.
因你是基督徒,又是我京城的主教,我們認為理當如此,故特意召你前來,勸諭你棄絕與那不虔之亞他那修那難以言喻的狂悖之交通。
1:1139
τοῦτο γὰρ ἡ οἰκουμένη εὖ ἔχειν ἐδοκίμασε συνόδου τε ψηφίσματι ἀλλότριον τῆς ἐκκλησιαστικῆς κοινωνίας ἔκρινε. Λιβέριος ἐπίσκοπος εἶπεν·
For the whole world has approved this as right, and by the decree of a council has judged him alien to ecclesiastical communion. The bishop Liberius said:
因為普天下都已認可此事為妥當,並藉大公會議的決議判定他不得列於教會的交通之內。利伯里烏斯主教說:
1:1140
Βασιλεῦ, τὰ ἐκκλησιαστικὰ κρίματα μετὰ πολλῆς δικαιοκρισίας γίνεσθαι ὀφείλει
O Emperor, ecclesiastical judgments ought to be conducted with great justice.
陛下,教會的審判理當秉持極大的公正而行。
1:1141
διόπερ εἰ δοκεῖ σου τῇ εὐσεβείᾳ, κριτήριον συσταθῆναι κέλευσον·
Therefore, if it seems good to your piety, command that a tribunal be convened;
因此,若陛下的敬虔認為妥當,請命令設立一個審判庭;
1:1142
καὶ εἰ ὀφθείη Ἀθανάσιος ἄξιος καταδίκης, τότε κατὰ τὸν τῆς ἐκκλησιαστικῆς ἀκολουθίας τύπον ἐξενεχθήσεται ἡ κατ' αὐτοῦ ψῆφος
and if Athanasius should be found worthy of condemnation, then, according to the order of ecclesiastical procedure, sentence shall be pronounced against him.
倘若查明亞他那修理當被定罪,那麼便依照教會程序之規範,對他宣判定罪。
1:1143
οὐδὲ γὰρ οἷόν τε κατα ψηφίσασθαι ἀνδρὸς ὃν οὐκ ἐκρίναμεν. Κωνστάντιος ὁ βασιλεὺς εἶπεν·
For it is not possible to condemn a man whom we have not judged. The Emperor Constantius said:
因為我們未曾審判過的人,是不可能加以定罪的。君士坦提烏斯皇帝說:
1:1144
Πᾶσα ἡ οἰκουμένη κατεψηφί σατο περὶ τῆς ἀνοσιότητος αὐτοῦ, καὶ ὡς ἐξ ἀρχῆς τὸν καιρὸν διαπαίζει. Λιβέριος ἐπίσκοπος εἶπεν·
The whole world has condemned him for his unholiness, and from the start he has been mocking the occasion. The bishop Liberius said:
普天下都已因他的不虔而定他的罪,他卻從一開始就戲弄這件事。利伯里烏斯主教說:
1:1145
Ὅσοι ὑπέγραψαν, οὐκ αὐτόπται τῶν γεγενημένων ἦσαν, ἀλλὰ διὰ δόξαν καὶ φόβον καὶ ἀτιμίαν τὴν παρὰ σοῦ. Ὁ βασιλεύς·
Those who subscribed were not eyewitnesses of what took place, but signed on account of ambition, and fear, and the dishonor they feared from you. The Emperor:
那些簽署之人並非親眼目睹事情經過者,而是出於虛榮、恐懼,以及害怕遭陛下加以羞辱而簽署的。皇帝說:
1:1146
Τί ἐστι δόξα καὶ φόβος καὶ ἀτιμία; Λιβέριος·
What is this ambition, and fear, and dishonor? Liberius:
何謂虛榮、恐懼、羞辱?利伯里烏斯說:
1:1147
Ὅσοι τὴν δόξαν τοῦ θεοῦ οὐκ ἀγαπῶσι, τὰς παρὰ σοῦ μᾶλλον δωρεὰς προτιμήσαντες, ὃν μὴ ταῖς ὄψεσιν εἶδον οὐ κρίναντες κατέκριναν·
Those who do not love the glory of God, but rather have preferred the gifts that come from you, condemned him whom they had not even seen with their own eyes, without judging him;
那些不愛神之榮耀、反倒偏愛陛下所賜恩惠之人,未曾親眼見過此人便加以審判,未經審判便定他的罪;
1:1148
ὅπερ ἐστὶν ἀλλότριον Χριστιανῶν. Ὁ βασιλεύς·
which is foreign to Christians. The Emperor:
這是與基督徒的身分格格不入的。皇帝說:
1:1149
Καίτοι κέκριται κατὰ πρόσωπον ἐν τῇ γενομένῃ συνόδῳ ἐν Τύρῳ, καὶ ἐν τῇ συνόδῳ κατεψηφίσαντο πάντες οἱ ἐπί σκοποι τῆς οἰκουμένης. Λιβέριος·
And yet he has been judged face to face, in the council held at Tyre, and in that council all the bishops of the world condemned him. Liberius:
然而他已在推羅召開的會議上當面受審,且在那次會議中,普天下所有的主教都定了他的罪。利伯里烏斯說:
1:1150
Οὐδέ ποτε κατὰ πρόσωπον κέκριται ὁ ἄνθρωπος·
This man has never been judged face to face;
此人從未當面受審過;
1:1151
ὅσοι γὰρ τότε συνελθόντες κατεψηφίσαντο αὐτοῦ, ἀναχωρήσαντος Ἀθα νασίου ἐκ τοῦ κριτηρίου, κατεψηφίσαντο. Εὐσέβιος ὁ εὐνοῦχος εἶπεν·
for those who assembled at that time and condemned him did so after Athanasius had withdrawn from the tribunal. Eusebius the eunuch said:
因為當時聚集並定他罪的那些人,是在亞他那修已經離開審判庭之後才定他的罪的。宦官優西比烏說:
1:1152
Ἐν τῇ συνόδῳ τῇ κατὰ Νίκαιαν ἀλλότριος τῆς καθολικῆς πίστεως ἀπεδείχθη. Λιβέριος·
In the council held at Nicaea he was shown to be alien to the catholic faith. Liberius:
在尼西亞召開的會議中,他已被證明是與大公信仰相悖離的。利伯里烏斯說:
1:1153
Πέντε μόνοι ἐπέκριναν τῶν συμπλευσάντων αὐτῷ ἐν τῷ Μαρεώτῃ, οὓς ἀπέστειλαν κατὰ τοῦ ἐγκαλουμένου συστήσασθαι κατ' αὐτοῦ ὑπομνήματα
Only five of those who had sailed with him to the Mareotis rendered judgment—those whom they had sent to draw up records against the accused.
與他同行前往瑪雷奧提斯的人中,只有五人做出了判定——這五人正是他們差派去對被告編造記錄的人。
1:1154
ἀπὸ τούτων τοίνυν τῶν ἀποσταλέντων οἱ δύο τεθνήκασι, Θεογόνιος καὶ Θεόδωρος, οἱ δὲ λοιποὶ τρεῖς ζῶσι, τουτέστι Μάρις καὶ Οὐάλης καὶ Οὐρσάκιος·
Now of these who were sent, two have died, Theognis and Theodore, but the remaining three are alive, that is, Maris, and Valens, and Ursacius;
而在這些被差派的人當中,有兩人已經去世,即狄奧格尼斯與狄奧多爾,其餘三人尚在人世,也就是馬里斯、瓦倫斯與烏爾撒基烏斯;
1:1155
ἀπὸ τούτων τῶν ἀπο σταλέντων, κατὰ Σαρδικὴν τοῦ πράγματος τούτου ἕνεκα συνεκρο τεῖτο ψῆφος·
and concerning these who were sent, a verdict on this very matter was rendered at Sardica:
至於這些被差派之人,關於此事,薩爾迪卡的會議已作出裁決:
1:1156
οἳ ἐν τῇ συνόδῳ βιβλία ἐπιδεδώκασι, συγγνώμην αἰ τοῦντες ἐφ' οἷς ἐν τῷ Μαρεώτῃ κατὰ συκοφαντίαν ἐκ μονομεροῦς συνεστήσαντο κατὰ Ἀθανασίου ὑπομνήματα·
namely, that those who submitted documents to the council, asking pardon for having, in the Mareotis, through calumny, one-sidedly drawn up records against Athanasius—
即那些在會議上呈遞文書、懇求赦免自己在瑪雷奧提斯憑誣告單方面編造亞他那修罪狀之人——
1:1157
ἅτινα βιβλία αὐτῶν νῦν ἔχομεν μετὰ χεῖρας
these very documents of theirs we now have in hand.
他們這些文書,我們如今就親自持有在手。
1:1158
τίνι τούτων δεῖ πείθεσθαι ἡμᾶς, βασιλεῦ, κοινωνεῖν, τοῖς πρότερον καταψηφισαμένοις καὶ ἐκ δευτέρου συγ γνώμην αἰτήσασιν ἢ τοῖς νῦν τούτων καταψηφισαμένοις; Ἐπίκτητος ἐπίσκοπος εἶπεν·
Which of these, O Emperor, ought we to be persuaded to hold communion with—those who first condemned him and then a second time asked pardon, or those who now condemn these very men? The bishop Epictetus said:
陛下,我們究竟該被說服與這二者中哪一方相交通呢——是先前定他罪、後又再度懇求赦免的人,還是如今定這些人罪的人呢?埃彼克提圖主教說:
1:1159
Βασιλεῦ, οὐ πίστεως ἕνεκεν σήμερον οὐδὲ κριμάτων ἐκκλησιαστικῶν ἀντιποιούμενος Λιβέριος τὸν λόγον ποιεῖται, ἀλλ' ἵνα τοῖς ἐν Ῥώμῃ συγκλητικοῖς καυχήσηται, ὡς συλλο γισάμενος τὸν βασιλέα. Ὁ βασιλεὺς εἶπε Λιβερίῳ·
O Emperor, Liberius makes this speech today not for the sake of the faith, nor because he is contending over ecclesiastical judgments, but so that he may boast to the senators in Rome that he has out-argued the emperor. The Emperor said to Liberius:
陛下,利伯里烏斯今日發此議論,並非為了信仰,也不是在爭辯教會的審判,而是為了向羅馬的元老們誇口,說自己駁倒了皇帝。皇帝對利伯里烏斯說:
1:1160
Πόστον εἶ μέρος τῆς οἰκουμένης, ὅτι σὺ μόνος συναίρῃ ἀνθρώπῳ ἀνοσίῳ καὶ τῆς οἰκουμένης τὴν εἰρήνην καὶ ὅλου τοῦ κόσμου λύεις; Λιβέριος·
What fraction of the world are you, that you alone take the side of an unholy man and destroy the peace of the world and of the whole cosmos? Liberius:
你不過是普天下中極小的一部分,竟敢獨自袒護一個不虔之人,破壞普天下的和平,摧毀整個世界的安寧?利伯里烏斯說:
1:1161
Οὐ διὰ τὸ ἐμὲ μόνον εἶναι ὁ τῆς πίστεως ἐλαττοῦται λόγος·
The cause of the faith is not weakened merely because I alone maintain it;
信仰的道理,並不因僅有我一人堅持而變得薄弱;
1:1162
καὶ γὰρ κατὰ τὸ παλαιὸν τρεῖς μόνοι εὑρίσκονται ἀντιστάν τες προστάξει. Εὐσέβιος εὐνοῦχος εἶπεν·
for indeed, in ancient times, only three men are found to have withstood a royal command. Eusebius the eunuch said:
因為古時也曾只有三個人抗拒過王命。宦官優西比烏說:
1:1163
βασιλέα ἡμῶν Ναβουχοδονόσορ ἐποίησας. Λιβέριος·
You have made our emperor into Nebuchadnezzar. Liberius:
你這是把我們的皇帝當成尼布甲尼撒了。利伯里烏斯說:
1:1164
Οὐχί, ἀλλ' οὕτως ἀλόγως καταδικάζεις ἄνθρωπον ὃν οὐκ ἐκρίναμεν
Not so; rather, it is you who thus unreasonably condemn a man whom we have not judged.
並非如此;反倒是你們竟如此無理地定了一個我們未曾審判過之人的罪。
1:1165
ἀλλὰ καὶ ἐγὼ ἀξιῶ πρότερον οἰκουμενικὴν ὑπο γραφὴν προχειρίσαι βεβαιοῦσαν τὴν πίστιν τὴν κατὰ Νίκαιαν ἐκ τεθεῖσαν, ἵν' οὕτως ἀνακληθέντων τῶν ἀδελφῶν ἡμῶν ἀπὸ τοῦ ἐξορισμοῦ καὶ ἀποκατασταθέντων τοῖς ἰδίοις τόποις, εἰ ὀφθείησαν οἱ νῦν θορύβους ἐγγεννῶντες ταῖς ἐκκλησίαις συγκατατιθέμενοι τῇ ἀποστολικῇ πίστει, τότε ἐπὶ τὴν Ἀλεξανδρέων οἱ πάντες ἀπαντή σαντες, ἔνθα ὁ ἐγκαλούμενος καὶ οἱ ἐγκαλοῦντές εἰσι καὶ ὁ ἀντι ποιούμενος αὐτῶν, ἐξετάσαντες τὰ περὶ αὐτῶν συμπεριενεχθῶμεν. Ἐπίκτητος ἐπίσκοπος εἶπεν·
But I too request that first a universal subscription be drawn up, confirming the faith set forth at Nicaea, so that, once our brothers have thus been recalled from exile and restored to their own places, if those who now stir up disturbances in the churches should be found to assent to the apostolic faith, then let us all meet together at the city of the Alexandrians, where the accused and the accusers and the one who contends on their behalf may be, and having examined the matters concerning them, let us come to a decision together. The bishop Epictetus said:
但我也要求,首先應擬定一份普世的簽署文書,確認尼西亞所訂立的信仰,如此一來,等我們的弟兄們得以從流放中召回、各自復歸原位之後,倘若如今在教會中興風作浪的那些人也被查明贊同使徒的信仰,那時我們眾人便一同前往亞歷山大人的城,就是被告與原告以及為他們辯護之人所在之處,查清有關他們的事,共同作出裁決。埃彼克提圖主教說:
1:1166
Ἀλλ' ὁ δρόμος τῶν δημοσίων οὐχ ὑποστήσεται τὴν χρείαν τῆς τῶν ἐπισκόπων παρόδου. Λιβέριος·
But the public post will not sustain the expense of the bishops' journey. Liberius:
但驛政的公費恐怕無法負擔眾主教往返的花費。利伯里烏斯說:
1:1167
Οὐ χρείαν ἔχει τὰ ἐκκλησιαστικὰ δημοσίου δρόμου·
Ecclesiastical matters have no need of the public post;
教會的事務用不著驛政的公費;
1:1168
αἱ γὰρ ἐκκλησίαι ἱκαναί εἰσιν ἕως τῆς θαλάσσης διαπέμψασθαι τοὺς ἑαυτῶν ἐπισκόπους. Ὁ βασιλεύς·
for the churches are well able to send their own bishops as far as the sea. The Emperor:
因為各教會自能將自己的主教送達海邊。皇帝說:
1:1169
Τὰ ἤδη τύπον ἐσχηκότα ἀναλύεσθαι οὐ δυνατόν ἐστι·
It is not possible to undo what has already taken a fixed form;
已然定型的事,是無法撤銷的;
1:1170
τῶν γὰρ πλειόνων ἐπισκόπων ἡ ψῆφος ἰσχύειν ὀφείλει
for the vote of the majority of bishops ought to prevail.
因為大多數主教的裁決理當生效。
1:1171
σὺ μόνος εἶ ὁ ἀντιποιούμενος τῆς φιλίας τοῦ ἀνοσίου ἐκείνου. Λιβέριος εἶπεν·
You alone are the one who contends for the friendship of that unholy man. Liberius said:
唯獨你一人為那不虔之人的友誼辯護。利伯里烏斯說:
1:1172
Βασιλεῦ, οὐδέ ποτε ἠκούσαμεν, μὴ παρόντος τοῦ ἐγκαλουμένου, κριτοῦ ἀνοσιότητα καταγγέλλοντος, ἰδίαν ἔχθραν εἰσφέ ροντος πρὸς τὸν ἄνθρωπον. Ὁ βασιλεύς·
O Emperor, we have never heard of a judge, in the absence of the accused, pronouncing him unholy, while bringing his own personal enmity against the man. The Emperor:
陛下,我們從未聽聞有審判者在被告缺席的情況下宣判他不虔,並將自己個人的仇恨加諸於此人身上。皇帝說:
1:1173
Πάντας μὲν κοινῶς ἠδίκησεν, οὐδένα δὲ οὕτως ὡς ἐμέ
He has wronged all men in common, but none so much as me,
他固然普遍虧負了眾人,但無人像我這樣深受其害,
1:1174
ὅστις μὴ ἀρκεσθεὶς ἐπὶ τῇ ἀπωλείᾳ τοῦ μειζοτέρου μου ἀδελ φοῦ, οὐδὲ τὸν μακαρίτην Κώνσταντα ἐπαύσατο παροξύνων εἰς ἡμε τέραν ἔχθραν, εἰ μὴ ἡμεῖς πλείονι ἡμερότητι ὑπηνέγκαμεν τὴν τοῦ παροξύνοντος καὶ τοῦ παροξυνομένου ῥοπήν
who, not content with the destruction of my elder brother, did not even cease provoking the late Constans into enmity against us, had we not with far greater gentleness endured the impulse both of the one provoking and of the one being provoked.
此人不僅未因害死我兄長而滿足,甚至不斷煽動已故的君士坦斯與我們為敵,若非我們以更大的溫和忍受了煽動者與被煽動者雙方的衝動,後果實難設想。
1:1175
οὐδὲν δέ μοι τοιοῦτον κατόρθωμα, οὐδὲ τὸ κατὰ Μαγνέντιον καὶ Σιλβανόν, ὡς τοῦ μιαροῦ ἐκείνου περιαιρουμένου τῶν ἐκκλησιαστικῶν πραγ μάτων. Λιβέριος·
No achievement of mine, not even my victory over Magnentius and Silvanus, would please me as much as ridding ecclesiastical affairs of that abominable man. Liberius:
我沒有任何功業——即便是平定馬格嫡烏斯與西爾瓦努斯之亂——能比除去那個可憎之人使教會事務得以清淨更令我快慰。利伯里烏斯說:
1:1176
Μὴ διὰ τῶν ἐπισκόπων ἀμύνου τὴν ἔχθραν, βασιλεῦ
Do not avenge your private enmity through the bishops, O Emperor;
陛下,切莫藉眾主教之手來報復你個人的仇怨;
1:1177
αἱ γὰρ χεῖρες τῶν ἐκκλησιαστικῶν εἰς τὸ ἁγιάζειν εὐκαιρεῖν ὀφεί λουσιν
for the hands of churchmen ought to have leisure for the work of sanctification.
因為教會人士的雙手,理當專於行使聖化之事。
1:1178
ὅθεν, εἴ σοι δοκεῖ, κέλευσον ἀνακληθῆναι τοὺς ἐπισκόπους εἰς τοὺς ἰδίους τόπους
Wherefore, if it seems good to you, command that the bishops be recalled to their own places,
因此,若陛下認為妥當,請下令召回眾主教各歸本位,
1:1179
καὶ εἰ ὀφθείησαν ὁμόφρονες τοῦ σήμερον ἀντιποιουμένου τῆς κατὰ Νίκαιαν ἐκτεθείσης ὀρθοδόξου πίστεως, τότε συνελθόντες ἐπὶ τὸ αὐτὸ ἴδοιεν ὑπὲρ εἰρήνης τοῦ κόσμου, ἵνα μὴ τὸν μὴ ἁμαρτήσαντα ἄνδρα χαραχθῆναι δοκιμασθῇ. Ὁ βασιλεύς·
and if they should be found to be of one mind with him who today contends for the orthodox faith set forth at Nicaea, then let them assemble together and take counsel for the peace of the world, so that a man who has not sinned may not be judged fit to be branded as guilty. The Emperor:
倘若查明他們與今日堅持尼西亞所訂立之正統信仰者意見一致,那時便讓他們聚集一堂,共商世界的和平,免得使一個未曾犯罪之人被判定該受烙印般的罪責。皇帝說:
1:1180
βούλομαι γάρ σε ἀσπασά μενον τὴν πρὸς τὰς ἐκκλησίας κοινωνίαν πάλιν εἰς τὴν Ῥώμην ἀπο στεῖλαι
For I wish, once you have embraced communion with the churches, to send you back again to Rome.
因為我盼望你一旦接受與眾教會的相通,便能再度將你遣送回羅馬。
1:1181
διὰ τοῦτο πείσθητι τῇ εἰρήνῃ καὶ ὑπογράψας ὑπόστρεψον εἰς τὴν Ῥώμην. Λιβέριος·
Therefore be persuaded to accept peace, and having subscribed, return to Rome. Liberius:
所以,請你接受和平的勸諭,簽署之後便返回羅馬吧。利伯里烏斯說:
1:1182
Ἤδη τοῖς ἀδελφοῖς τοῖς ἐν Ῥώμῃ ἀπεταξάμην
I have already bid farewell to the brothers in Rome;
我早已向羅馬的弟兄們告別了;
1:1183
μείζους γάρ εἰσιν οἱ ἐκκλησιαστικοὶ θεσμοὶ τῆς ἐν Ῥώμῃ διατριβῆς. Ὁ βασιλεύς·
for the ordinances of the Church are of greater worth than residence in Rome. The Emperor:
因為教會的規章制度,遠比在羅馬的居留來得重要。皇帝說:
1:1184
Οὐκοῦν τριῶν ἡμερῶν ἔχεις σκέψεως διάστημα·
Well then, you have an interval of three days for deliberation;
既然如此,你有三天的時間可以考慮;
1:1185
εἰ βούλει, ὑπογράψας ὑπόστρεψον εἰς τὴν Ῥώμην, ἢ ἐννόησον ἐν ποίῳ τόπῳ μετατεθῆναι βούλει. Λιβέριος·
if you wish, subscribe and return to Rome; or else consider to what place you would rather be transferred. Liberius:
若你願意,簽署後便可返回羅馬;否則就請考慮你願意被遣送到何處去。利伯里烏斯說:
1:1186
Τὸ τῶν τριῶν ἡμερῶν διάστημα οὐ μετατίθησι λο γισμόν·
The interval of three days will not change my resolve;
三天的時間並不會改變我的心意;
1:1187
ὅθεν ὅπου βούλει ἀπόστειλόν με. Ὁ βασιλεύς, μετὰ δύο ἡμέρας κριθέντος Λιβερίου καὶ μὴ μετα τεθέντος τοῦ λογισμοῦ, εἶπεν ἐξορισθῆναι εἰς τὴν Βέροιαν τῆς Θρᾴκης
therefore send me wherever you please. The Emperor, after two days, when Liberius had been examined and his resolve had not changed, ordered him to be exiled to Beroea in Thrace.
所以請將我遣送到你所願之地吧。過了兩天,皇帝見利伯里烏斯經審問後仍不改其志,便下令將他放逐到色雷斯的貝里亞。
1:1188
ἐκβάντος δὲ Λιβερίου, ὁ βασιλεὺς ἀπέστειλεν αὐτῷ πεντακοσίους ὁλο κοτίνους εἰς δαπάνας
And when Liberius had departed, the Emperor sent him five hundred solidi for his expenses.
利伯里烏斯出發之後,皇帝差人送給他五百枚金幣作為旅途花費。
1:1189
Λιβέριος εἶπε τῷ προσκομίσαντι·
Liberius said to the one who had brought them:
利伯里烏斯對送來金幣的人說:
1:1190
ἄπελθε, δὸς αὐτὰ τῷ βασιλεῖ·
Go, give these to the emperor;
你去,把這些交還給皇帝吧;
1:1191
χρείαν γὰρ ἔχει δοῦναι τοῖς στρατιώταις αὐτοῦ
for he has need to give them to his soldiers.
「因為他需要把這些分給他的士兵。」
1:1192
ὁμοίως ἡ βασίλισσα ἔπεμψεν αὐτῷ τὰ αὐτά
Likewise the empress sent him the same things.
皇后同樣也送給他同樣的東西。
1:1193
χρείαν γὰρ αὐτῶν ἔχει εἰς τὴν τῶν στρατιωτῶν ἐξοδίασιν
for he has need of them for the soldiers' pay.
「因為他需要這些來支付士兵的薪餉。」
1:1194
ἐὰν δὲ μὴ χρείαν ἔχῃ ὁ βασιλεύς, δότω αὐτὰ Αὐξεντίῳ καὶ Ἐπικτήτῳ·
But if the emperor has no need of them, let him give them to Auxentius and Epictetus.
「但若皇帝不需要,就讓他把這些交給奧克森提烏和厄庇克提圖吧。」
1:1195
ὡς δὲ παρ' αὐτῶν οὐκ ἔλαβεν, Εὐσέβιος ὁ εὐνοῦχος προσφέρει αὐτῷ ἑτέρους
But since he did not accept them from these, Eusebius the eunuch offered him others.
但既然他沒有從這些人那裡接受,宦官優西比烏便向他呈上另一些禮物。
1:1196
τὰς ἐκκλησίας τῆς οἰκουμένης ἠρήμωσας, καὶ ὡς κατα δίκῳ ἐλεημοσύνην μοι προσφέρεις; ἄπελθε, πρῶτον γενοῦ Χριστιανός
"You have laid waste the churches of the world, and do you offer me alms as to a condemned man? Begone — first become a Christian."
「你已使普天下的教會荒蕪,如今卻像對待一個囚犯般向我施捨嗎?走開,先做一個基督徒吧。」
1:1197
καὶ μετὰ τρεῖς ἡμέρας μηδὲν δεξάμενος ἐξωρίσθη
And after three days, having received nothing, he was sent into exile.
過了三天,他甚麼也沒有領受,就被放逐了。
1:1198
Ὁ μὲν δὴ νικηφόρος τῆς ἀληθείας ἀγωνιστὴς τὴν Θρᾴκην ὡς προσετάχθη κατέλαβεν
So the victorious champion of the truth reached Thrace, as he had been commanded.
於是這位為真理得勝的鬥士,遵照命令抵達了色雷斯。
1:1199
δύο δὲ διεληλυθότων ἐτῶν, ὁ μὲν Κων στάντιος εἰς τὴν Ῥώμην ἀφίκετο·
And when two years had passed, Constantius arrived at Rome.
過了兩年之後,君士坦提烏來到了羅馬。
1:1200
ποίμνῃ, φάσκουσαι εἰ μὴ πείσαιεν, αὐτοὺς μὲν καταλείψειν, πρὸς δὲ τὸν μέγαν ἐκεῖνον δραμεῖσθαι ποιμένα
...to the flock, declaring that, if they failed to persuade them, they would abandon them and hasten to that great shepherd.
……向羊群宣告說,若不能說服他們,她們就要離棄他們,投奔那位偉大的牧者。
1:1201
οἱ δὲ ἔφασαν δεδιέναι τὸν βασιλέως θυμόν·
But they said they feared the emperor's wrath;
但他們說自己懼怕皇帝的怒氣;
1:1202
ἄνδρας γὰρ ὄντας οὐδεμιᾶς ἴσως ἀξιώσει συγγνώμης, ὑμῖν δὲ ἀντιβολούσαις φειδοῦς δήπουθεν μεταδώσει καὶ δυοῖν θάτερον, ἢ τὴν ἱκετηρίαν δέξεται, ἢ μὴ πειθό μενος ἀπαθεῖς ἀποπέμψει
"for being men, perhaps he will grant no pardon to us; but to you who entreat him, he will surely extend clemency; and one of two things will happen: either he will accept the supplication, or, remaining unpersuaded, he will send you away unharmed."
「因為我們身為男子,他或許不會賜下任何寬恕;但對懇求他的你們,他必定會施予憐憫。結果不外乎兩種:他若不是接受這懇求,就是縱使不被說服,也會讓你們平安而回。」
1:1203
ταύτην δεξάμεναι τὴν εἰσήγησιν αἱ ἀξιέ παινοι γυναῖκες μετὰ τῆς συνήθους πολυτελείας προσῆλθον τῷ βα σιλεῖ, ὅπως περιφανεῖς ἐκ τῆς ἐσθῆτος ὑπολαβὼν αἰδοῦς αὐτὰς καὶ φειδοῦς ἀξιώσῃ
Having received this suggestion, the praiseworthy women approached the emperor in their customary splendid attire, so that, taking them to be of distinguished rank because of their apparel, he might deem them worthy of respect and clemency.
這些值得稱許的婦女接受了這個建議,便以慣常的華服晉見皇帝,好讓他因她們衣著顯赫而斷定她們身份尊貴,從而以敬意與憐憫相待。
1:1204
οὕτω δὲ προσελθοῦσαι ἱκέτευον οἰκτεῖραι πόλιν τοσαύτην ποιμένος ἐστερημένην καὶ ταῖς τῶν λύκων ἐπιβουλαῖς εὐάλωτον γενομένην
Thus they approached and besought him to have pity on so great a city, deprived of its shepherd and left an easy prey to the plots of wolves.
她們如此上前懇求,求他憐憫這樣一座失去牧者、又易受群狼陰謀侵害的大城。
1:1205
ὁ δὲ ἔφη μὴ δεῖσθαι νομέως ἑτέρου τὴν πόλιν, ποιμένα δὲ ἔχειν προμηθεῖσθαι δυνάμενον
But he said the city had no need of another shepherd, since it had one who was able to provide for it.
但他說這城不需要另一位牧者,因為它已有一位能夠照顧它的牧者。
1:1206
καὶ γὰρ ἐκεχειροτόνητο μετὰ τὸν μέγαν Λιβέριον τῶν διακόνων τις τῶν ἐκείνου ( Φίλιξ ὄνομα τούτῳ ἦν), ὃς τὴν μὲν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ἄσυλον διε φύλαττε, τοῖς δέ γε διαφθείρουσι ταύτην ἀδεῶς ἐκοινώνει
For indeed, after the great Liberius, one of his deacons had been ordained — his name was Felix — who, while keeping the faith set forth at Nicaea inviolate, nevertheless communed fearlessly with those who corrupted it.
原來,在偉大的利貝里烏之後,他的一位輔祭已被按立為主教——這人名叫斐利克斯——他雖不容侵犯地持守尼西亞所訂立的信仰,卻毫無顧忌地與那些敗壞這信仰的人相通。
1:1207
οὐδεὶς μέντοι τῶν οἰκούντων τὴν Ῥώμην εἰς εὐκτήριον εἰσελήλυθεν οἶκον ἔνδον ὄντος ἐκείνου·
However, none of the inhabitants of Rome entered a house of prayer while he was within it;
然而,只要他在裡面,羅馬城的居民就沒有一個人進入祈禱所;
1:1208
τοῦτο δὲ καὶ αἱ γυναῖκες ἔφασαν ἐκεῖναι τῷ βασιλεῖ
and this too those women told the emperor.
這件事那些婦女也告訴了皇帝。
1:1209
οὗ δὴ χάριν ἐπικαμφθεὶς προσέταξε μὲν τὸν πάντα ἄριστον ἐκεῖνον ἐπανελθεῖν, κοινῇ δὲ ἀμφοτέρους τὴν ἐκκλησίαν ἰθύνειν
For this reason, being moved, he ordered that man, best in every respect, to return, and that both together should govern the church.
為此,皇帝心生憐憫,便下令要那位在各方面都最為優秀的人返回,並讓二人共同治理教會。
1:1210
τούτων ἐν τῷ ἱπποδρόμῳ τῶν γραμμάτων ἀναγνωσθέντων, ἐξεβόησε τὸ πλῆθος, δικαίαν εἶναι λέγον τοῦ βασιλέως τὴν ψῆφον·
When this letter was read out in the hippodrome, the crowd cried out that the emperor's decision was just;
當這封信在賽馬場上被宣讀時,群眾高聲喊叫,說皇帝的判決是公正的;
1:1211
διχῆ γὰρ διῃρῆσθαι τοὺς θεατὰς ἀπὸ τῶν χροιῶν τὰς ἐπωνυμίας ἔχοντας, καὶ χρῆναι τὸν μὲν τούτων, τὸν δὲ ἐκείνων ἡγεῖσθαι
for the spectators were divided into two factions, taking their names from the racing colors, and it was right that one bishop should lead the one, and the other the other.
因為觀眾按照賽車顏色分成兩派,各有稱號,理當一位主教率領這一派,另一位率領那一派。
1:1212
οὕτω κωμῳδή σαντες τοῦ βασιλέως τὰ γράμματα κοινὴν ἀφῆκαν φωνήν·
Thus mocking the emperor's letter, they raised a single common cry:
他們就這樣戲謔地嘲弄皇帝的信,齊聲喊出同一句話:
1:1213
εἷς Χριστός, εἷς ἐπίσκοπος
"One Christ, one bishop!"
「一位基督,一位主教!」
1:1214
αὐτὰς γὰρ θεῖναι τὰς φωνὰς ὑπέλαβον δίκαιον
for they thought it right to record these very words.
因為他們認為理當把這些話原原本本記錄下來。
1:1215
μετὰ ταύτας τοῦ φιλοχρίστου δήμου τὰς εὐσεβείᾳ καὶ δι καιοσύνῃ κοσμουμένας βοὰς ἐπανῆκε μὲν Λιβέριος ὁ θεσπέσιος, ὁ δὲ Φίλιξ ὑποχωρήσας ἑτέραν ᾤκησε πόλιν
After these cries of the Christ-loving people, adorned with piety and justice, the divine Liberius returned, while Felix withdrew and settled in another city.
在這班愛基督之百姓發出這充滿敬虔與公義的呼聲之後,神聖的利貝里烏便回來了,而斐利克斯則退居另一座城。
1:1216
ταῦτα τοῖς ἐν Μεδιολάνῳ τοῖς ἐπισκόποις συμβεβηκόσι συνῆψα, τὴν τοῦ διηγήματος ἁρμονίαν φυλάττων
I have joined these events to what befell the bishops at Milan, in order to preserve the coherence of the narrative;
我將這些事與米蘭主教們所遭遇的事聯繫在一起敘述,為要保持敘事的連貫;
1:1217
ἐπὶ δὲ τὴν τῶν γεγενημένων πάλιν ἐπάνειμι τάξιν
but now I return again to the order of events.
現在我再回到事件發生的次序上來。
1:1218
Τῶν γὰρ τῆς πίστεως προμάχων ἐξελαθέντων, νομίσαντες οἱ τὴν βασιλέως γνώμην μετατιθέντες εἰς ἅπερ ἐβούλοντο, εὐπετῶς μάλα καταλύσειν τὴν ἀντίπαλον αὐτοῖς πίστιν καὶ τὴν Ἀρείου βεβαιώσειν διδα σκαλίαν, ἔπεισαν τὸν Κωνστάντιον εἰς τὴν Ἀρίμηνον καὶ τοὺς τῆς Ἑῴας καὶ τοὺς τῆς Ἑσπέρας συναγαγεῖν ἐπισκόπους, καὶ προστάξαι τὴν οὐσίαν καὶ τὸ ὁμοούσιον περιελεῖν ἐκ τῆς πίστεως, τὰ κατὰ τῆς Ἀρείου
For when the champions of the faith had been driven out, those who were bending the emperor's mind to their own wishes, thinking that they would very easily overthrow the faith opposed to them and confirm the teaching of Arius, persuaded Constantius to assemble at Ariminum the bishops of both the East and the West, and to command that "being" (ousia) and "consubstantial" (homoousios) be removed from the faith — the devices against Arius's
原來,那些信仰的鬥士被驅逐之後,那些把皇帝的心意轉向自己所願的人,以為必能輕易推翻與他們對立的信仰、確立亞流的教義,便說服了君士坦提烏,把東西方的眾主教都召集到阿里米農,並下令從信仰中除去「本質」(ousia)與「同質」(homoousios)——這些原是對付亞流的
1:1219
κακοτεχνίας ἐξευρεθέντα παρὰ τῶν πατέρων μηχανήματα·
evil craft — the devices discovered by the fathers;
惡毒詭計、由列祖所發明的種種措施;
1:1220
ταῦτα γὰρ ἔλεγον τὴν τῶν ἐκκλησιῶν πεποιηκέναι διαίρεσιν
for they said these had caused the division of the churches.
因為他們說,正是這些字詞造成了教會的分裂。
1:1221
ἐπειδὴ δὲ συνῆλθον, φενακίσαι μὲν ἐπειράθησαν οἱ τῆς Ἀρείου λώβης μετει ληχότες τῶν συναθροισθέντων τὸ πλῆθος, καὶ διαφερόντως τοὺς Ἑσπερίους ἁπλοῖς ἤθεσι κεχρημένους
But when they had assembled, those who partook of the plague of Arius attempted to deceive the multitude of those gathered, and especially the Westerners, who were men of simple character.
但當眾人聚集之後,那些沾染亞流禍害的人便企圖欺騙聚集的群眾,尤其是那些性情單純的西方主教。
1:1222
ἔφασκον δὲ μὴ χρῆναι δυοῖν ἕνεκα λέξεων, καὶ τούτων ἀγράφων, διασπασθῆναι τῆς ἐκκλησίας τὸ σῶμα, ἀλλ' εἰπεῖν μὲν ὅμοιον τῷ γεγεννηκότι τὸν υἱὸν κατὰ πάντα, τὸ δὲ τῆς οὐσίας παραλιπεῖν ὡς ἄγραφον ὄνομα
They said that it was not right, for the sake of two words — and unscriptural ones at that — that the body of the church should be torn apart; rather, it should be said that the Son was "like" the one who begot him "in all things," while the term "ousia" should be omitted as an unscriptural word.
他們宣稱,教會的身體不該僅為兩個詞——況且是不合乎聖經的詞——而被撕裂;相反,應當說子在凡事上「相似」那生他的父,而「本質」一詞既然不見於經文,就該略去。
1:1223
ἀλλὰ τῆς ἐξαπάτης αἰ σθόμενοι τοὺς μὲν ταῦτα λέγοντας ἀπεκήρυξαν, αὐτοὶ δὲ τῷ βασιλεῖ τὴν οἰκείαν γνώμην διὰ γραμμάτων ἐδήλωσαν
But perceiving the deceit, they excommunicated those who said such things, and themselves made known their own judgment to the emperor by letter.
然而,他們一察覺其中的詭詐,便革除了那些如此主張的人,並親自以書信向皇帝表明自己的立場。
1:1224
παῖδες γὰρ ἔφασαν εἶναι καὶ κληρονόμοι τῶν ἐν Νικαίᾳ συνεληλυθότων πατέρων·
For they said they were the children and heirs of the fathers who had assembled at Nicaea;
因為他們說自己是聚集於尼西亞之眾教父的子嗣與繼承人;
1:1225
εἰ δέ τι τῶν παρ' ἐκείνων γραφέντων ἀφελεῖν ἢ προσθεῖναί τι τοῖς ἄριστα κειμένοις τολμήσαιμεν, νόθους ἑαυτοὺς ἀποφανοῦμεν, κατήγοροι τῶν γεγεννηκότων γιγνόμενοι. Σαφέστερον δὲ αὐτῶν τὸν ἀκριβῆ κανόνα τῆς πίστεως τὰ παρ' αὐτῶν γραφέντα πρὸς Κωνστάντιον ἐπιδείξει
"and if we should dare to take away anything from what was written by them, or to add anything to what has been most excellently established, we would declare ourselves illegitimate, becoming accusers of those who begot us." Their own letter written to Constantius will show more clearly the exact rule of their faith.
「倘若我們膽敢刪去他們所寫的任何一字,或在那已臻至善的規範上增添甚麼,我們就是宣告自己為私生子,成了控告自己父祖的人。」他們寫給君士坦提烏的信,將更清楚地顯明他們信仰的確切準則。
1:1226
Ἐπιστολὴ γραφεῖσα Κωνσταντίῳ βασιλεῖ παρὰ τῆς ἐν Ἀριμήνῳ συναθροισθείσης συνόδου
Letter written to the Emperor Constantius by the council assembled at Ariminum
阿里米農大公會議致君士坦提烏皇帝書
1:1227
Ἔκ τε τῆς τοῦ θεοῦ κελεύσεως καὶ τοῦ τῆς σῆς εὐσεβείας προσ τάγματος τὰ πάλαι δογματισθέντα γεγενῆσθαι πιστεύομεν
"By both the command of God and the decree of your piety, we believe that what was decreed of old has come to pass again.
「我們相信,藉著神的命令,也藉著陛下敬虔的詔令,昔日所議定的教義已再次得以確立。
1:1228
εἰς γὰρ Ἀρίμηνον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες οἱ ἐπίσκοποι συνήλθομεν, ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται
For at Ariminum we, all the bishops, assembled together from all the cities of the West, so that both the faith of the catholic church might be made known, and those who hold contrary views might be made manifest.
因為我們眾主教已從西方各城齊聚阿里米農,為要使大公教會的信仰得以彰顯,並使持相反主張的人顯露無遺。
1:1229
καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατέχοντες φυλάξωμεν καὶ φυλάττοντες μέχρι τέλους διατη ρήσωμεν
which the prophets and the gospels and the apostles proclaimed through Jesus Christ our Lord, who is both the guardian of your reign and the protector of your health, so that, holding fast to it, we might keep it, and keeping it, preserve it to the end.
這信仰是眾先知、福音書與眾使徒藉著我們的主耶穌基督所宣講的;祂既是陛下王權的守護者,也是陛下康泰的保護者,好叫我們持守這信仰而加以保守,並持守到底而永久保存。
1:1230
ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάξαι καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου Κωνσταντίνου τοῦ σοῦ πατρὸς καὶ βασιλέως ἐσκεμμένων·
For it seemed absurd and unlawful to alter anything of what had been rightly and justly determined, and of what had been deliberated in common at Nicaea together with your father, the most glorious emperor Constantine;
因為若更改任何一項在尼西亞與陛下之父、至榮耀的君士坦丁皇帝共同審議、正確且公正制定之事,看來實屬悖謬而不合法;
1:1231
ὧν ἡ διδα σκαλία καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε, δι' ἧς οὐ μόνον αὕτη, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν, ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν καὶ τὸ ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει, ὡς εἴπερ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια τοῦ ποιεῖν ἅπερ βούλονται
the teaching and disposition of which have gone forth and been proclaimed to the hearing and understanding of all mankind — which alone has been the adversary and destroyer of the Arian heresy, through which not only that heresy but the rest of the heresies as well have been overthrown; in which indeed both to add anything is perilous and to take anything away is dangerous, since, should either occur, license will be given to the enemies to do whatever they wish.
這信仰的教訓與精神已傳遍並宣告於全人類的耳目之中——它是唯一能抵擋並消滅亞流異端的力量,藉此不僅亞流異端,其餘各種異端也一併被推翻;在這信仰上,添加任何一字實屬危險,刪去任何一字亦屬凶險,因為若二者有一發生,就必給仇敵留下為所欲為的餘地。
1:1232
Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, ἐπειδὴ μέτοχοί τε καὶ σύμφωνοι τοῦ Ἀρειανοῦ δόγματος ἦσαν καθεστηκότες, τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν
Wherefore Ursacius and Valens, since they had become partakers and adherents of the Arian doctrine, were declared separated from our communion;
因此,烏爾撒基烏與瓦倫斯既已成為亞流教義的參與者與附和者,就被宣告與我們的團契隔絕;
1:1233
ἧς ἵνα μετάσχωσιν, ἐφ' οἷς ἑαυτοῖς συνε γνώκεισαν πλημμελήσαντες, μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἀντίγραφα τὰ ὑπ' ἐκείνων γεγενημένα μαρτυρεῖ, δι' ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη (ἦν δὲ ὁ καιρὸς καθ' ὃν ταῦτα ἐπράττετο ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας), ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς καὶ πρὸς τὴν ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ' ἐκεῖνόν τι καινοτομεῖν καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ ἐφευ ρετὰς παριδεῖν, οἵτινες κατὰ τὸν παλαιὸν τῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν
and that, in order that they might be admitted to it again, having become conscious in themselves of having erred in these matters, they asked to obtain repentance and forgiveness, as the copies made by them also testify, through all of which leniency has come about, and pardon of the charges (and the time in which these things were done was when the council was being convened at Milan, the presbyters of the Roman church also being present); and knowing also that Constantine, worthy of memory after his death, had set forth the faith that was written with all accuracy and examination, and that, since he departed from among men, having been baptized, and withdrew to the peace that was owed him, it would be absurd, after him, to introduce any innovation, and to disregard so many holy confessors and martyrs, who were both the authors and the discoverers of this very doctrine, and who, according to the ancient law of the church, have continued to hold the same views in everything.
而為使他們得以再度加入我們的團契,他們既自覺在這些事上有所過犯,便懇求獲得悔改與赦免的機會——正如他們所作的抄本亦可為證;藉著這一切,寬容與對罪責的赦免已然實現(此事發生之時,正值米蘭主教會議召開之際,羅馬教會的長老們也在場);我們同時也知道,君士坦丁——那在辭世後仍值得紀念的皇帝——曾以最嚴謹的推敲與審查制定了成文的信仰;他既已受洗,如凡人一般離世,歸於當得的安息,那麼在他之後另立新說,並漠視那眾多聖潔的認信者與殉道者——他們正是這信仰教義的撰寫者與創立者,且按照教會古老的規章始終如一持守這信仰——實屬荒謬。
1:1234
ὧν ὁ θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ σοι καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν ὡς καὶ τῆς καθ' ἡμᾶς οἰκουμένης κρατεῖν
whose faith God has transmitted also to the days of your reign, through our Lord Jesus Christ, through whom your rule has been such as to hold sway also over our inhabited world.
這信仰,神已藉著我們的主耶穌基督,一直傳遞到陛下在位的今日;也正是藉著祂,陛下的統治得以擴展,甚至掌管我們這普天之下。
1:1235
Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολ μήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν ἀληθείας σύνταγμα
Again, then, those wretched and pitiable in mind, by an unlawful act of impious presumption, have proclaimed themselves heralds of their doctrine, and are attempting to overturn every ordinance of truth.
於是,那些心思可悲可憐的人,又再一次以不法、不敬虔的妄為,自命為其教義的傳令者,企圖推翻一切真理的規章。
1:1236
ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα συνέδριον τῆς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν
For while the council was being convened according to your command, they too laid bare the design of their own deceit.
因為就在這大公會議依陛下命令召開之際,他們也暴露了自己詭詐的圖謀。
1:1237
ἐπειρῶντο γὰρ πανουργίᾳ τινὶ καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑταιρίας συνα λισκομένους εὑρόντες Γερμάνιόν τινα καὶ Αὐξέντιον καὶ Γάϊον, τοὺς τὴν αἵρεσιν καὶ διχοστασίαν ἐμποιοῦντας·
For they attempted, through a certain craftiness and confusion, to bring in some innovation, having found companions of such a faction consumed with them in this scheme — a certain Germinius, and Auxentius, and Gaius, the very men who caused the heresy and the schism;
因為他們企圖藉著某種狡詐與混亂,引進某種新說,並找到了與他們同謀、沉溺於這種夥黨之中的人——就是某個革米尼烏、奧克森提烏和該猶,這些正是造成異端與分裂的人;
1:1238
ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν
whose teaching, though one, has exceeded every multitude of blasphemies.
他們的教義雖只是一個,卻已超越了一切褻瀆的總和。
1:1239
ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς προαιρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ' οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς ὡς δοκεῖν < ἕτερόν> τι γράφειν
But when they perceived that these men were not of the same purpose, nor of one mind in the things they wrongly held, they transferred themselves into our council, so as to seem to be writing something different.
但當他們察覺這些人並非出於相同的意圖,也未在其謬見上彼此一致時,便轉而混入我們的會議之中,好像要另立新說似的。
1:1240
ἦν δὲ ὁ καιρὸς βραχὺς ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων
But the time was short, and it too exposed their intentions.
然而時間短促,這也就揭露了他們的真實用意。
1:1241
Ἵν' οὖν μὴ τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ καὶ τα ραχὴ καὶ θόρυβος καλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔννομα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προ ειρημένους τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι·
In order, then, that the affairs of the church might not always fall into the same troubles, and that confusion and tumult, rolling on, might not throw everything into disorder, it seemed right to preserve firm, lawful, and unmoved the things determined of old, and that the aforesaid men be separated from our communion;
因此,為使教會的事務不致總是陷入同樣的紛擾,也不致因動盪與騷亂輾轉蔓延而使一切陷入混亂,我們認為應當堅守昔日所訂立、合法且不可動搖的規章,並宣告使前述那些人與我們的團契隔絕;
1:1242
δι' ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας
for which reason we have sent envoys to instruct your clemency, who will convey through this letter the judgment of the council.
因此之故,我們差派使者前來,向陛下的寬仁陳明大會的決議,並藉此書信通報。
1:1243
τοῖς δὲ πρέσβεσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα τὸ τὴν ἀλήθειαν πιστώσασθαι ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους·
And we charged the envoys, before all else, to establish the truth, setting out from the ancient and just decrees of old;
我們並囑咐使者,首要之務便是根據古昔以來公正的先例,來確立真理;
1:1244
οἳ καὶ τὴν σὴν ὁσιότητα ἀναδιδάξουσιν ὅτι οὐχ ὥσπερ ἔφησεν Οὐρσάκιός τε καὶ Οὐάλης ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη
who will also instruct your holiness that peace will not come about, as Ursacius and Valens claimed, if any of the just decrees should be overturned.
他們也將向陛下的聖德說明,並非如烏爾撒基烏和瓦倫斯所言,若推翻任何公正的規章,和平便能因此而來。
1:1245
πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ Ῥωμαίων ἐκκλησίᾳ γενήσεται
For how can those who destroy peace possibly maintain peace? Rather, strife and confusion will arise from these things, together with the rest of the cities and the church of the Romans.
因為那些破壞和平的人,又豈能維持和平呢?相反,由此只會招致紛爭與騷亂,波及其餘各城以及羅馬教會。
1:1246
ἐπιτρέψειας, ἀλλ' ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προ γόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν
May you not permit this, but allow us to abide by the things determined and enacted by our forefathers, whom we may say did all things with sagacity, wisdom, and the Holy Spirit.
求陛下切勿容許此事,而讓我們得以持守列祖所議定並立為法規之事——我們敢說,他們所行的一切皆本於精明、智慧與聖靈。
1:1247
τὰ γὰρ νῦν παρ' ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύσασιν ἀπι στίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστοῦσιν ὠμότητα
For the innovations now being introduced by them produce unbelief in those who have believed, and cruelty in those who do not believe.
因為他們現今所引進的新說,在已信之人中造成不信,在未信之人中則助長殘酷。
1:1248
Ἱκετεύομεν δὲ ἵνα κελεύσῃς τοὺς ἐν ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων ἀφῃρημένων αἱ ἐκκλησίαι διαμένωσιν
We beseech you also to command that those sojourning in foreign lands, whom both the hardship of their age and the want of poverty wear down, be granted an easy return to their own homes, so that the churches, bereft of their bishops, might not remain desolate.
我們也懇求陛下下令,使那些流寓異鄉、既受年邁之苦又受貧困之困的人,得以輕易返回本鄉,免得眾教會因主教被奪而長久荒涼。
1:1249
ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένοι ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν ἰδίων παροικιῶν ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, ἀλλ' ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ' εἰρήνης εὐχαῖς τε καὶ λατρείαις σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας τε καὶ σωτη ρίας καὶ εἰρήνης, ἣν ἡ θειότης εἰς τὸ διηνεκές σοι χαριεῖται
Furthermore, in addition to all this, we ask this too: that nothing of what previously existed be either diminished or increased, but that all things remain unbroken as preserved from the piety of your father down to the present time; and that you no longer permit us to toil and become estranged from our own dioceses, but rather that the bishops, together with their own people, may in peace devote their leisure to prayers and worship, entreating on behalf of your reign, your salvation, and the peace which the Divine will grant you forever.
此外,除以上所求之外,我們還懇求:凡從前既存之事,一概不減不增,願一切都保持不變,如同自陛下之父的敬虔以來、直到如今所保存的那樣;並求陛下不再讓我們勞碌奔波、與自己的教區疏離,而是讓眾主教得與自己的百姓在和平中專務祈禱與敬拜,為陛下的王權、救恩以及神性永遠所賜的和平懇切祈求。
1:1250
οἱ δὲ ἡμέ τεροι πρέσβεις τὰς ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν, οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν τὴν σὴν ὁσι ότητα ἀναδιδάξουσιν. Τούτων γραφέντων καὶ τῶν πρέσβεων ἀποσταλέντων, οἱ βασιλεῖ παραδυναστεύοντες καὶ τῆς αἱρέσεως προστατεύοντες τὴν μὲν ἐπι στολὴν λαβόντες ἀπέδοσαν τῷ βασιλεῖ, τοὺς δὲ πρέσβεις οὐκ εἰσήγα γον, περὶ τὰς κοινὰς εἰλεῖσθαι φροντίδας τὸν κρατοῦντα φήσαντες·
And our envoys bring the signatures and the names of the bishops, who will also instruct your holiness from the divine Scriptures themselves." When this letter had been written and the envoys sent, those who held power beside the emperor and championed the heresy took the letter and delivered it to the emperor, but did not bring in the envoys, claiming that the sovereign was occupied with public concerns;
「我們的使者將攜來眾主教的簽名與名冊,他們也將親自從聖經本身向陛下的聖德陳明真理。」這封信寫成、使者派出之後,那些倚仗皇帝權勢、擁護異端的人接下這封信並呈交給皇帝,卻不讓使者進見,聲稱皇帝正忙於國事;
1:1251
ταῦτα δὲ ἔδρων ἡγούμενοι τοὺς ἐπισκόπους, δυσχεραίνοντας τοῦ χρόνου τὸ μῆκος καὶ τὰς ἐγκεχειρισμένας πόλεις ποθοῦντας καταλα βεῖν, ἀναγκασθήσεσθαι διορύξαι καὶ καταλῦσαι τὸν κατὰ τῆς αἱρέσεως ἐξευρεθέντα περίβολον
and they did this, thinking that the bishops, vexed at the length of time, and longing to return to the cities entrusted to them, would be forced to undermine and demolish the rampart that had been raised against the heresy.
他們這樣做,是以為眾主教會因久候而心生厭煩,又渴望返回受託治理的城市,就必被迫拆毀、推倒那早已築起以抵擋異端的壁壘。
1:1252
ἀλλ' οὐδὲν ὤνησε τὸ μηχάνημα·
But the device availed nothing;
然而這計謀毫無所獲;
1:1253
πάλιν γὰρ οἱ γενναῖοι τῆς πίστεως πρόμαχοι ἑτέραν ἐπιστολὴν ἐξέπεμψαν τῷ βα σιλεῖ, καὶ τοὺς πρέσβεις δεχθῆναι καὶ σφὰς ἀπολυθῆναι παρακαλοῦντες
for again the noble champions of the faith sent out another letter to the emperor, entreating that the envoys be received and that they themselves be released.
因為那些為信仰奮戰的高貴鬥士又再度差人送信給皇帝,懇求使者得以覲見,並求自己得釋放歸去。
1:1254
ἐντίθημι δὲ καὶ ταύτην τῇ συγγραφῇ
I insert this letter too into my history.
我也把這封信收錄在這部史書之中。
1:1255
Νικητῇ Κωνσταντίῳ Εὐσεβεῖ βασιλεῖ οἱ ἐν Ἀριμήνῳ ἐπίσκοποι
To Constantius, Victor, Pious Emperor, from the bishops at Ariminum.
阿里米農眾主教致得勝者、敬虔的君士坦提烏皇帝
1:1256
Τὰ γράμματα τῆς σῆς εὐμενείας ἐδεξάμεθα, δέσποτα ἐνδοξότατε αὐτοκράτορ, ἅτινα περιέχει ὅτι διὰ τὴν δημοσίαν ἀνάγκην τέως τοὺς ἡμετέρους πρέσβεις θεωρῆσαι οὐκ ἠδυνήθης, καὶ ἡμᾶς δὲ κε λεύεις τὴν τούτων ἐπάνοδον ἐκδέξασθαι, ὅπως τὸν ἡμέτερον σκοπὸν καὶ τὰ δόγματα τῶν προγόνων ἡ σὴ εὐσέβεια ἐπιγνῷ
"We have received the letter of your benevolence, most glorious lord and emperor, which states that, on account of public necessity, you have not yet been able to receive our envoys, and you bid us await their return, so that your piety may come to know our purpose and the doctrines of our forefathers.
「我們已收到陛下仁慈的來函,至榮耀的主上與皇帝陛下,信中言明陛下因國事所迫,暫時未能接見我們的使者,並命我們等候他們返回,好讓陛下的敬虔得以明瞭我們的宗旨與列祖的教義。
1:1257
ἀλλὰ μὴν ἐκεῖνο ὃ ἐπηγγέλμεθα, οὐδενὶ τρόπῳ ἑαυτοὺς ἀπὸ τῆς ἰδίας προθέ σεως ἀναχωρήσαντας, καὶ νῦν δὲ τούτοις τοῖς γράμμασι τὴν σὴν εὐ μένειαν ἀναδιδάσκομεν, καὶ παρακαλοῦμεν εὐμενεῖ προσόψει τὰ γράμ ματα τῆς ἡμετέρας ταπεινότητος, ἐν οἷς νῦν τῇ εὐσεβείᾳ σου ἀπο κρινόμεθα, κἀκεῖνα ἅτινα διὰ τῶν ἡμετέρων πρέσβεων τῇ σῇ εὐσεβείᾳ ἀνήνεκται ἃ ἐνετειλάμεθα, ἡδέως προσδέξῃ
But indeed, as to that which we have promised, having in no way departed from our own purpose, we now also, by this letter, inform your benevolence, and we entreat that you regard with favorable countenance the letter of our humility, in which we now reply to your piety; and that you gladly accept also those things which have been reported to your piety through our envoys, as we instructed them.
然而,關於我們所應允之事,我們絲毫未曾偏離自己原有的宗旨,如今也藉此信再度稟明陛下的仁慈;並懇求陛下以恩慈的態度垂顧我等卑微者的信函——我們如今在其中向陛下的敬虔作出回覆;也求陛下欣然接納我等使者按我們所交託、向陛下敬虔所稟報的一切。
1:1258
ὡς δὲ εἴη στυγνὸν καὶ ἀνακόλουθον ἵνα τοῖς μακαριωτάτοις σου καιροῖς το σαῦται ἐκκλησίαι ἄνευ ἐπισκόπων δοκῶσιν εἶναι, ἡ σὴ εὐμένεια ὁμοίως ἡμῖν γινώσκει
And that it would be grievous and inconsistent for so many churches to seem, in your most blessed times, to be without bishops — this your benevolence knows just as well as we do.
而在陛下這至為蒙福的時代,竟讓如此眾多的教會顯得沒有主教,這是何等悲慘而不合情理之事——這一點陛下的仁慈想必與我們同樣清楚。
1:1259
διὸ δὴ πάλιν, ἐνδοξότατε αὐτοκράτορ, δεόμεθα ἵνα πρὸ τῆς δεινότητος τοῦ χειμῶνος, εἰ ἀρέσκει τῇ σῇ φιλανθρωπίᾳ, εἰς τὰς ἐκκλησίας τὰς ἡμετέρας ἐπανελθεῖν κελεύσῃς, ὅπως δυνηθῶμεν τῷ παντοκράτορι θεῷ καὶ τῷ Χριστῷ τῷ υἱῷ αὐτοῦ, τῷ δεσπότῃ καὶ σωτῆρι ἡμῶν, ὑπὲρ τῆς καταστάσεως τοῦ κράτους σου ἅμα μετὰ τῶν λαῶν, καθὼς ἐποιήσαμεν καὶ ποιοῦμεν, μεγίστας ἱκεσίας προσενεγκεῖν. Μετὰ τήνδε τὴν ἐπιστολὴν τὸν βασιλέως θυμὸν παραθήξαντες ἄγουσιν ἄκοντας τῶν ἐπισκόπων τοὺς πλείστους εἴς τινα πόλιν τῆς Θρᾴκης (Νίκη δὲ ὄνομα ταύτῃ) καὶ πείθουσι, τοὺς μὲν βουκολήσαντες δι' ἁπλότητα τοὺς δὲ δεδιξάμενοι, τὴν πάλαι κατὰ τῆς εὐσεβείας αὐτοῖς ἐξευρεθεῖσαν ἐξεργάσασθαι μηχανήν, καὶ τὴν μὲν οὐσίαν καὶ τὸ ὁμοούσιον ἐξορύξαι τῆς πίστεως, ἐνθεῖναι δὲ ἀντὶ τούτων τὸ ὅμοιον
"Wherefore again, most glorious emperor, we beg that, before the harshness of winter sets in, if it please your humanity, you would command us to return to our own churches, so that we may be able, together with the peoples, as we have done and continue to do, to offer up the greatest supplications to God almighty and to Christ his Son, our Lord and Savior, on behalf of the stability of your realm." After this letter, having sharpened the emperor's wrath, they led away most of the bishops, unwilling, to a certain city of Thrace (its name was Nike), and persuaded them — some by beguiling their simplicity, others by intimidation — to carry out the device long ago devised against piety, and to root "ousia" and "homoousios" out of the faith, and to insert "homoios" (like) in their place.
「因此,至榮耀的皇帝,我們再次懇求,若蒙陛下仁慈垂允,願能在嚴冬來臨之前,下令讓我們返回自己的教會,好使我們能與百姓一同,一如既往,向全能的神並祂的子——我們的主與救主基督——獻上最懇切的祈求,為陛下王國的安定禱告。」這封信送出之後,有人激起了皇帝的怒火,便將大多數不情願的主教帶到色雷斯的一座城市(名叫尼刻),一些人以其單純而加以誘騙,另一些人則加以恐嚇,說服他們執行那早已為對付敬虔而設計的詭計,從信仰中剷除「本質」(ousia)與「同質」(homoousios),並以「相似」(homoios)取而代之。
1:1260
ἐντίθημι δὲ καὶ ταύτην τῇ ἱστορίᾳ, οὐχ ὡς εὖ ἔχουσαν, ἀλλ' ὡς τὴν Ἀρείου συμμορίαν διελέγχουσαν
And I insert this letter too into my history, not because it is good, but because it convicts the faction of Arius.
我也把這封信收錄在史書之中,並非因其內容為善,而是因它足以定亞流一黨的罪。
1:1261
οὐδὲ γὰρ ταύτης οἱ νῦν δυσσεβοῦντες ἀνέχονται, ἀλλ' ἀντὶ τοῦ ὁμοίου κηρύττουσι τὸ ἀνόμοιον
For not even this do those who are now impious tolerate, but instead of 'like' they proclaim 'unlike'.
因為如今懷持不敬虔者連這一點也不能容忍,反倒不用「相似」一詞,卻宣講「不相似」。
1:1262
Πίστις ἐκτεθεῖσα ἐν Νίκῃ τῆς Θρᾴκης
The Creed set forth at Nike in Thrace.
「在色雷斯尼刻城所公布的信經」
1:1263
ἀληθινὸν θεὸν πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα, καὶ εἰς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, τὸν πρὸ πάντων αἰώνων καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ θεοῦ, δι' οὗ τὰ πάντα ἐγένετο, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα, γεννηθέντα δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ πατρός, θεὸν ἐκ θεοῦ, ὅμοιον τῷ γεγεννηκότι αὐτὸν πατρί, κα τὰ τὰς γραφάς, οὗ τὴν γέννησιν οὐδεὶς οἶδεν εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν πατήρ
...true God, the Father almighty, from whom are all things; and in the only-begotten Son of God, who was begotten of God before all ages and before every beginning, through whom all things came into being, both the things visible and the things invisible, begotten as the only-begotten, alone from the Father alone, God from God, like to the Father who begot him, according to the Scriptures, whose generation no one knows except the Father alone who begot him;
……真神、全能的父,萬有皆出於祂;又信獨生子——神的兒子,祂在萬世之先、在一切起始之先,從神所生,萬有藉祂而造,有形的與無形的皆然;祂是獨生者,惟獨從獨一的父所生,是神出於神,照聖經所言,與生祂的父相似;祂的誕生無人知曉,惟獨生祂的父知曉。
1:1264
τοῦτον οἴδαμεν μονογενῆ θεοῦ υἱὸν πέμποντος τοῦ πατρὸς παρα γεγενῆσθαι ἐκ τῶν οὐρανῶν, καθὼς γέγραπται, εἰς καθαίρεσιν ἁμαρτίας καὶ θανάτου, καὶ γεννηθέντα ἐκ πνεύματος ἁγίου καὶ Μαρίας τῆς παρ θένου, καθὼς γέγραπται, κατὰ σάρκα, καὶ συναναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν βούλησιν τοῦ πατρὸς σταυρῷ προσηλωθέντα, ἀποθανόντα καὶ ταφέντα καὶ εἰς τὰ καταχθόνια κατελθόντα, ὃν αὐτὸς ὁ ᾅδης ἐτρόμασε, καὶ ἀνελθόντα ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, συναναστραφέντα μετὰ τῶν μαθητῶν τεσ σαράκοντα ἡμερῶν πληρουμένων καὶ ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ πατρός, ἐρχόμενον δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως μετὰ δόξης πατρικῆς ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
This one we know to be the only-begotten Son of God, who, at the sending of the Father, came to be present from the heavens, as it is written, for the abolishing of sin and death, and was begotten of the Holy Spirit and the Virgin Mary, as it is written, according to the flesh, and lived among the disciples; and, when the whole dispensation had been fulfilled according to the will of the Father, he was nailed to the cross, died and was buried, and descended to the regions beneath the earth, at whom Hades itself trembled; and he rose from the dead on the third day, and lived among the disciples for the forty days that were fulfilled, and was taken up into the heavens and sits at the right hand of the Father; and he shall come on the last day of the resurrection, with the Father's glory, to render to each according to his works;
我們知道祂就是神的獨生子,因父差遣,照經上所記,從諸天降臨,為要除滅罪與死;又照經上所記,從聖靈及童貞女馬利亞按肉身而生,並與門徒同住;及至一切救恩計畫按父的旨意成全,祂被釘於十字架,受死、被埋葬,又下到地底幽冥之處,陰間本身因祂而戰慄;又於第三日從死人中復活,滿了四十日與門徒同住,然後被接升天,坐在父的右邊;到末後復活之日,祂要帶著父的榮耀降臨,按各人所行的報應各人;
1:1265
καὶ εἰς πνεῦμα ἅγιον, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ υἱὸς Ἰησοῦς Χριστὸς θεὸς καὶ κύριος ἐπηγγείλατο ἀποστεῖλαι τῷ γένει τῶν ἀνθρώπων, τὸν παράκλητον, καθὼς γέγραπται, τὸ πνεῦμα τῆς ἀληθείας, ὅπερ καὶ αὐτὸς ἀπέστειλεν ἀνελθὼν εἰς τοὺς οὐρα νοὺς καὶ καθίσας ἐν δεξιᾷ τοῦ πατρός, ἐκεῖθεν δὲ ἐρχόμενος κρῖναι ζῶντας καὶ νεκρούς
and in the Holy Spirit, whom the only-begotten Son of God himself, Jesus Christ, God and Lord, promised to send to the race of men, the Comforter, as it is written, the Spirit of truth, whom he himself also sent, after ascending into the heavens and sitting at the right hand of the Father; and from thence he comes to judge the living and the dead.
又信聖靈,就是神的獨生子、我主我神耶穌基督親自應許要差給人類的保惠師,照經上所記,即真理的聖靈;祂升天、坐在父的右邊之後,親自差下這聖靈,並要從那裡降臨,審判活人與死人。
1:1266
τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐνετέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε διὰ τὸ ἐν ταῖς γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίας μεμνῆσθαι, μήτε μὴν δεῖν ἐπὶ προσώπου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι
But as for the term 'essence' (ousia), which was inserted rather simplistically by the Fathers, and which, being not understood by the people, caused offense because it is not found in the Scriptures, it was resolved that it be removed, and that henceforth no mention whatsoever be made of 'essence', since above all the divine Scriptures nowhere make mention of 'essence' with respect to the Father and the Son; nor indeed ought 'one hypostasis' be used as a term for the persons of the Father and the Son and the Holy Spirit.
至於「本質」(οὐσία)一詞,這是先前教父們較為率直地加入的,因百姓不明白,又因聖經中並無此詞而成了絆腳石,於是議決將其除去,從此以後完全不再提及「本質」,因為聖經從未在論及父與子時提及「本質」;同樣,論及父、子、聖靈的位格時,也不應使用「一個實體」(μία ὑπόστασις)之稱。
1:1267
ὅμοιον δὲ λέγομεν τῷ πατρὶ τὸν υἱὸν καθὼς καὶ αἱ θεῖαι γραφαὶ λέγουσι καὶ διδάσκουσι
We say that the Son is like the Father, even as the divine Scriptures also say and teach.
我們說子與父相似,正如聖經所言所教。
1:1268
πάσας δὲ τὰς αἱρέσεις τὰς ἤδη πρότερον καθαιρεθείσας, ἢ καὶ εἴ τινες νεωστὶ ἀνεφύησαν ὑπεναντίαι ταύτης τῆς γραφῆς τῆς ἐκτεθείσης, ἀνάθεμα ἔστωσαν. Ταῦτα μὲν οὖν οἱ μὲν δείσαντες οἱ δὲ φενακισθέντες συνυπέ γραψαν·
But all the heresies already previously condemned, or any that have recently arisen contrary to this document that has been set forth, let them be anathema. These things, then, some subscribed out of fear, others because they were deceived;
至於一切先前已被定罪的異端,以及任何近來興起、與這篇公布的文件相違背的異端,都應被定為咒詛。凡此種種,有些人因懼怕而簽署,有些人則因受欺騙而簽署;
1:1269
οἱ δὲ συνθέσθαι μὴ βουληθέντες εἰς τὰς τῆς οἰκουμένης ἐσχατιὰς ἐξεπέμφθησαν
but those who were unwilling to agree were sent off to the ends of the inhabited world.
而那些不願附和的人,則被放逐到天下的邊境。
1:1270
Ὅτι μέντοι τῆσδε τῆς ἐκθέσεως ἅπαντες κατηγοροῦσιν οἱ τῆς ἀληθείας ἀγωνισταὶ καὶ διαφερόντως οἱ τὴν Ἑσπέραν οἰκοῦντες, μαρ τυρεῖ τὰ πρὸς Ἰλλυρίους παρ' ἐκείνων γραφέντα
That indeed all the champions of the truth denounce this exposition, and especially those who dwell in the West, is attested by what was written by them to the Illyrians.
至於凡真理的鬥士皆譴責這篇聲明,尤其是住在西方的人,這一點可由他們寫給伊利里亞人的信作證。
1:1271
ἐνενήκοντα δὲ κοινωνοὺς ἔσχε τῶν γραμμάτων, ἐξ Ἰταλίας καὶ Γαλα τίας, τῆς νῦν Γαλλίας ὀνομαζομένης, εἰς τὴν Ῥώμην συνεληλυθότας
And it had ninety co-signatories of the letter, who had assembled at Rome from Italy and Galatia, now called Gaul.
這封信共有九十位聯署人,皆是從義大利與加拉提亞(即今日所稱的高盧)聚集到羅馬的人。
1:1272
ἐνέθηκα δ' ἂν καὶ τὰ τούτων ὀνόματα, εἰ μὴ παρέλκον ὑπέλαβον
I would have inserted their names as well, had I not thought it superfluous.
我原本也會將這些人的名字一併列出,若非我認為那樣未免多餘。
1:1273
Πιστεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν ἐν τῇ διδασκαλίᾳ τῶν ἀπο στόλων θεμελιωθεῖσαν ταύτην ὑμᾶς κατέχειν καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι, ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν πατέρων οὐδενὶ λόγῳ διαφωνεῖ, θεοῦ ἱερεῖς, ὑφ' ὧν δίκαιόν ἐστι τοὺς λοιποὺς παι δεύεσθαι
We believe that you, priests of God, by whom it is right that the rest be instructed, hold this our holy faith, founded on the teaching of the apostles, and set it before the people — a faith that in no respect disagrees with what was defined by the Fathers.
「我們相信,蒙神的祭司們啊——理當由你們教導其餘眾人——你們持守著這建基於使徒教訓的我們聖潔的信仰,並將此信仰教導百姓;這信仰在任何方面都不與教父們所訂立的定義相違。」
1:1274
ἀλλὰ δι' ἀναφορᾶς τῶν ἐν Γαλλίᾳ καὶ Βενετίᾳ ἀδελφῶν ἔγνωμέν τινας αἵρεσιν σπουδάζειν, ὅπερ κακὸν οὐ μόνον παραφυ λάττεσθαι ὀφείλουσιν οἱ ἐπίσκοποι, ἀλλὰ καὶ ὅσα ἀπειρίᾳ τινῶν ἢ ἁπλότητι τῶν σκαιαῖς κεχρημένων ἑρμηνείαις † ἀνθίστασθαι ἀπὸ τοῦ νῦν διαφόροις διδασκαλίαις διανοουμένους μὴ πάνυ ὀλισθαίνειν, ἀλλὰ μᾶλλον τῶν πατέρων ἡμῶν κατέχειν τὴν γνώμην, ὁσάκις ἂν διά φοροι βουλαὶ ταῖς ἀκοαῖς αὐτῶν ἐπεισφέρωνται
But through a report from the brethren in Gaul and Venetia, we have learned that certain persons are zealously pursuing a heresy — an evil which the bishops ought not only to guard against, but also, as far as concerns those who through inexperience or simplicity have made use of clumsy interpretations, to resist, so that henceforth those minded toward differing teachings may not utterly slip, but rather hold fast to the judgment of our Fathers, as often as differing counsels are brought to their ears.
「但透過高盧與威尼提亞(Venetia)弟兄們的報告,我們得知有人正熱衷於某種異端;此惡不僅是眾主教應當謹慎防範的,而且對那些因缺乏經驗或因單純而運用了拙劣解釋的人,也應當加以抵制,使得從今以後心存各種歧異教訓的人不致徹底失足,反倒更當持守我們教父們的見解,無論何時有各樣歧異的意見傳入他們耳中。」
1:1275
δίκαιον οὖν ἐστι πάντας τοὺς ἐν τῷ Ῥωμαίων κόσμῳ διδασκάλους τοῦ νόμου τὰ περὶ τοῦ νόμου φρονεῖν, καὶ μὴ διαφόροις διδασκαλίαις τὴν πίστιν μιαίνειν
It is right, therefore, that all teachers of the law throughout the Roman world should think alike concerning the law, and not defile the faith with differing teachings.
「因此理當使全羅馬世界中一切教導律法的人對律法持有相同的見解,不可以歧異的教訓玷污信仰。」
1:1276
καὶ γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν μάλιστα ὑφέρπει τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπί σκοποι καὶ οἱ ἐκ τῆς Ῥωμαίων < τοῦ> ἁγιωτάτου ἐπισκόπου ἐπίλεκτοι, εἰς Νίκαιαν γενομένου τοῦ σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν καὶ ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρ μακα ἀπεώσαντο·
For indeed, when the wickedness of the heretics first began to flourish, just as even now especially the blasphemy of the Arians creeps in, our Fathers, three hundred and eighteen bishops, together with those chosen from the Romans by the most holy bishop, when the deliberation had taken place at Nicaea, established this wall against the weapons of the devil, and by this antidote they repelled the deadly poisons;
「因為當初異端的邪惡剛開始興盛之時——正如如今亞流派的褻瀆之言也正在蔓延——我們的教父,三百一十八位主教,以及由那至聖的羅馬主教所揀選的人,在尼西亞召開會議,設立了這道抵擋魔鬼武器的城牆,以此解毒劑驅逐了致命的毒藥;」
1:1277
ὥστε τὸν πατέρα καὶ τὸν υἱὸν μιᾶς οὐσίας, μιᾶς θεότητος, μιᾶς ἀρετῆς, μιᾶς δυνάμεως καὶ ἑνὸς χαρακτῆρος πιστεύ εσθαι χρῆναι, καὶ τῆς αὐτῆς ὑποστάσεως καὶ τὸ πνεῦμα τὸ ἅγιον, τὸν δὲ ἄλλως φρονοῦντα ἀλλότριον εἶναι τῆς ἡμετέρας κοινωνίας κρίναντες·
so that it must be believed that the Father and the Son are of one essence, one Godhead, one virtue, one power, and one character, and that the Holy Spirit is of the same hypostasis; and they judged that whoever thinks otherwise is estranged from our communion;
「以致必須相信父與子同一本質、同一神性、同一德能、同一權能、同一表徵,聖靈也同屬一個位格;他們並判定:凡持異見者,皆與我們的團契無份;」
1:1278
ὅνπερ σωτηριώδη ὅρον καὶ τὴν προσκυνητὴν σκέψιν δια φθεῖραι μετὰ ταῦτα ἄλλαις σκέψεσί τινες καὶ μιᾶναι ἠθέλησαν
which saving definition and adorable deliberation certain persons afterward desired to corrupt and defile with other deliberations.
這救恩性的定義及可敬的議決,後來卻有人企圖用別的議決加以敗壞、玷污。
1:1279
ἀλλ' ἐν αὐτῇ τῇ ἀρχῇ ἀπ' αὐτῶν τούτων, οἵτινες ἐν Ἀριμήνῳ ἀνανεώ σασθαι ἢ ψηλαφῆσαι ἠναγκάζοντο, μέχρι τούτου διωρθώθη, ὡς ὁμο λογεῖν αὐτοὺς ἑτέρᾳ διαλέξει ὑφηρπάσθαι, ἢ ὅτι οὐκ ἐνενόησαν τῇ τῶν πατέρων γνώμῃ τῇ ἐν Νικαίᾳ ἀρεσάσῃ ἐναντίον εἶναι
But even at the very outset it was corrected by these same persons who at Ariminum had been compelled to renew or handle the matter, to such an extent that they themselves confessed that they had been carried away by a different discussion, or that they had not perceived that it was contrary to the judgment of the Fathers that had prevailed at Nicaea.
但即使在起頭之時,那些在阿里米農(Ariminum)被迫重新審議或觸及此事的人,也已經自行糾正到這樣的地步,以至於他們自己承認是被另一場辯論所裹挾,或說他們並未察覺這與尼西亞教父們所贊同的見解相牴觸。
1:1280
οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ὑπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμήνῳ συναχθέντων, ὁπότε συνέστηκε μήτε τὸν Ῥωμαίων ἐπίσκοπον, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Οὐικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων, ὁπότε μάλιστα, καθὰ προειρήκαμεν, αὐτοὶ οὗτοι οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οἱ αὐτοὶ καλλίονι γνώμῃ χρησάμενοι ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο
For no prejudicial judgment could have been established by the mere number of those assembled at Ariminum, since it stands proven that neither the bishop of the Romans, whose opinion above all ought to have been awaited, nor Vincentius, who for so many years had kept his episcopate unblemished, nor the others gave their assent to such things — especially since, as we have said before, these very men who through intrigue seemed to submit, having afterward come to a better judgment, themselves bore witness that these things displeased them.
「因為單憑聚集於阿里米農之人的人數,並不能構成任何有效的先例;因為事實已經證明,無論羅馬主教——他的意見理應首先被等候——或是文森提烏斯(Vincentius)——他多年來保持主教職分毫無瑕疵——或其他人,都未曾贊同這樣的做法;尤其正如我們前面所說,就連那些因奸計而似乎屈服的人,後來自己也採取了更好的見解,並見證這些事令他們不悅。」
1:1281
πιστεύομεν δὲ οὐκ εἰς μακρὰν τοὺς ἄλλα νοσοῦντας αὐτῇ τῇ ἐπιχειρήσει ἀπὸ τῆς ἡμετέρας κοινωνίας χωρισθήσεσθαι καὶ περιαιρεθήσεσθαι ἀπ' αὐτῶν τὸ τοῦ ἐπισκόπου ὄνομα, ὥστε τοὺς λαοὺς τῆς πλάνης αὐτῶν ἐλευθερωθέντας ἀναπνεῦσαι
And we believe that before long those who are diseased with other opinions will, by their very undertaking, be separated from our communion, and the name of bishop will be taken away from them, so that the peoples, freed from their error, may breathe again.
我們相信,不久之後,那些患有異見疾病的人,必因其所行之事而與我們的團契斷絕,主教之名也將從他們身上除去,好使眾百姓從他們的謬誤中得釋放而喘息。
1:1282
οὐδενὶ γὰρ τρόπῳ διορθοῦσθαι δυνήσονται τὴν πλάνην τῶν ὄχλων, ὁπότε αὐτοὶ ὑπὸ τῆς πλάνης κατέχονται
For in no way will they be able to correct the error of the crowds, seeing that they themselves are held fast by error.
因為他們自己既被謬誤所挾制,就絕無辦法糾正群眾的謬誤。
1:1283
συμφωνείτω τοίνυν μετὰ πάντων τῶν τοῦ θεοῦ ἱερέων καὶ τῆς ὑμετέρας τιμιότητος ἡ γνώμη, ἐν ᾗ ὑμᾶς παγίους καὶ βεβαίους εἶναι πιστεύομεν·
Let, then, the judgment of your honored self be in accord with all the priests of God, in which we believe you to be steadfast and firm;
願閣下尊貴的見解與神所有的祭司們同心一致,我們相信閣下在此事上堅定不移;
1:1284
οὕτω καὶ ἡμεῖς μεθ' ὑμῶν ὀρθῶς πιστεύειν ὀφείλομεν
for so also we ought to believe rightly along with you.
因為我們也理當與閣下一同持守正確的信仰。
1:1285
τοῖς ἀμοιβαίοις τῆς ὑμετέρας ἀγάπης εὐφράνατε ἡμᾶς
Gladden us with the mutual exchange of your love.
願閣下以彼此相愛的回報使我們歡欣。
1:1286
ἔρρωσθε, ἀδελφοὶ τιμιώτατοι. Καὶ Ἀθανάσιος δὲ ὁ μέγας ἐν τῇ πρὸς τοὺς Ἄφρους Ἐπιστολῇτοιαῦτα περὶ τῆς ἐν Ἀριμήνῳ συνόδου διέξεισι·
Farewell, most honored brothers. And the great Athanasius also, in his Letter to the Africans, discourses as follows concerning the council of Ariminum:
「珍重,最尊貴的弟兄們。」偉大的阿他那修在其《致非洲人書》中,也如此論及阿里米農會議:
1:1287
Τούτων δὲ οὕτως δεικνυμένων, τίς ἀποδέξεται τοὺς τὴν Ἀρίμη νον ἢ ἄλλην σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ ὀνομάζοντας; ἢ τίς οὐκ ἂν μισήσειε τοὺς ἀθετοῦντας μὲν τὰ τῶν πατέρων, τὰ δὲ νεώτερα ἐν τῇ Ἀριμήνῳ κατὰ φιλονεικίαν καὶ βίαν συντεθέντα προκρίνοντας; τίς δὲ τούτοις συνελθεῖν ἐθελήσει, ἀνθρώποις μηδὲ τὰ ἑαυτῶν ἀπο δεχομένοις; οἱ γὰρ ἐν ταῖς ἑαυτῶν δέκα που καὶ πλέον, καθὰ προ είπαμεν, συνόδοις ἄλλοτε ἄλλα γράφοντες, δῆλοί εἰσιν ἑκάστης αὐτοὶ κατήγοροι γινόμενοι
Since these things have thus been demonstrated, who will accept those who name Ariminum, or any other council, above the one at Nicaea? Or who would not hate those who set aside the decisions of the Fathers, and prefer the more recent decrees composed at Ariminum out of contentiousness and violence? Who would even wish to associate with these men, who do not even accept their own decisions? For, as we have said before, in their own councils — some ten or more — writing different things at different times, they clearly become their own accusers in each case.
「這些事既已如此證明,誰還會接受那些將阿里米農會議或其他任何會議置於尼西亞會議之上的人呢?又有誰不憎惡那些棄絕教父們的決議、卻偏愛在阿里米農因爭競與暴力而制定的較新決議之人呢?又有誰願意與這些人同心,這些人連自己所定的也不承認?因為正如我們先前所言,他們在自己所召開的十餘次會議中,每次所寫各不相同,顯然他們自己就成了控告自己的人。」
1:1288
πάσχουσι δὲ τοῦτο, οἷον καὶ οἱ τότε τῶν Ἰουδαίων προδόται πεπόνθασιν
And they suffer this very thing which the betrayers among the Jews of that time also suffered.
他們所遭遇的,正如當日猶太人中的叛徒所遭遇的一樣。
1:1289
ὡς γὰρ ἐκεῖνοι καταλείψαντες τὴν μόνην πηγὴν τοῦ ζῶντος ὕδατος ὤρυξαν ἑαυτοῖς λάκκους οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν (γέγραπται δὲ τοῦτο παρὰ τῷ προφήτῃ Ἱερεμίᾳ), οὕτως οὗτοι μαχόμενοι πρὸς τὴν οἰκουμενικὴν σύνοδον ὤρυξαν ἑαυτοῖς συνόδους πολλὰς καὶ πᾶσαι κεναὶ παρ' αὐ τοῖς ὡς δράγμα μὴ ἔχον ἰσχὺν ἐφάνησαν
For just as those men forsook the only fountain of living water, and dug for themselves cisterns that are not able to hold water (this is written in the prophet Jeremiah), so also these men, fighting against the ecumenical council, have dug for themselves many councils, and all of these have appeared to them empty, like a sheaf that has no strength.
「正如那些人離棄了活水的獨一泉源,為自己鑿出不能存水的池子(這事記在先知耶利米書中),照樣,這些人與大公會議相爭,為自己挖鑿了許多會議,但在他們看來,這些會議全都是空的,猶如一捆無力的禾梱。」
1:1290
μὴ τοίνυν ἀνεχώμεθα τῶν τὴν Ἀρίμηνον ἢ ἄλλην ὀνομαζόντων σύνοδον παρὰ τὴν ἐν Νικαίᾳ γενομένην
Let us not, then, tolerate those who name Ariminum or any other council above the one held at Nicaea.
因此,我們不可容忍那些將阿里米農會議或其他任何會議置於尼西亞會議之上的人。
1:1291
καὶ γὰρ καὶ αὐτοὶ οἱ τὴν Ἀρίμηνον ὀνομάζοντες ἐοίκασι μὴ εἰδέναι τὰ ἐν αὐτῇ πραχθέντα, ἢ γὰρ ἂν ἐσιώπησαν
For indeed, even those who name Ariminum seem not to know what was done there; for otherwise they would have kept silent.
因為就連那些提及阿里米農會議的人,似乎也不知道那次會議中實際所發生的事;否則他們必會保持緘默。
1:1292
οἱ δέ γε ἐπίσκοποι, οἱ ἀληθῶς δοῦλοι τοῦ κυρίου καὶ ὀρθῶς πιστεύοντες (ἦσαν δὲ ἐγγύς που διακόσιοι), ἔγραψαν ἀρκεῖσθαι τῇ ἐν Νικαίᾳ μόνῃ καὶ μηδὲν πλέον ἢ ἔλαττον παρ' ἐκείνην ζητεῖν ἢ φρονεῖν
For the bishops who were truly servants of the Lord and rightly believing (and they were nearly two hundred) wrote that they were content with the council of Nicaea alone, and that nothing more or less ought to be sought or thought beyond it.
那些真正作主僕人、持守正信的主教(人數約近二百)曾寫信表明:他們僅以尼西亞會議為滿足,不應在此之外多求或少求,也不應多想或少想。
1:1293
ταῦτα καὶ Κωνσταντίῳ δεδηλώκασι, τῷ καὶ τὴν σύνοδον γενέσθαι κελεύσαντι
These things they also made known to Constantius, who had ordered the council to be held.
這些事他們也向下令召開此次會議的君士坦提烏斯(Constantius)表明。
1:1294
ἀλλ' οἱ ἐν τῇ Ἀριμήνῳ καθαιρεθέντες, ἀπελθόντες πρὸς Κωνστάντιον, πεποιήκασιν ὑβρι σθῆναι μὲν αὐτούς, ἀπειλὰς δὲ γενέσθαι μὴ ἀνακάμψειν εἰς τὰς ἰδίας παροικίας τοὺς κατ' αὐτῶν ἀποφηναμένους βίαν τε παθεῖν ἐν τῇ Θρᾴκῃ ἐν αὐτῷ τῷ χειμῶνι, ὥστε τῶν παρ' αὐτῶν καινοτομου μένων ἀνέχεσθαι
But those who had been deposed at Ariminum, going to Constantius, caused them to be insulted, and threats to be made that those who had pronounced against them would not return to their own dioceses, and to suffer violence in Thrace in the very winter, so that they would tolerate the innovations introduced by them.
但那些在阿里米農被廢黜的人,前往君士坦提烏斯那裡,使得那些主教遭受侮辱,並被威脅:凡曾對他們作出不利判決者,將不得返回自己的教區;他們甚至在隆冬時節於色雷斯遭受暴力,以致被迫容忍這些人所推行的革新。
1:1295
Εἴπερ οὖν τινες τὴν Ἀρίμηνον ὀνομάζουσι, δεικνύτωσαν πρῶτον τὴν καθαίρεσιν τῶν προειρημένων καὶ ἅπερ ἔγραψαν οἱ ἐπίσκοποι, λέγοντες μηδὲν πλέον ζητεῖν τῶν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθέντων μηδὲ ὀνομάζειν ἄλλην σύνοδον παρ' ἐκείνην
If, then, some name Ariminum, let them first show the deposition of those already mentioned, and what the bishops wrote, saying that they sought nothing more than what had been confessed by the Fathers at Nicaea, and that they would not name any other council besides that one.
「因此,若有人提及阿里米農會議,就讓他們先出示上述那些人被廢黜的證據,以及眾主教所寫下的內容——他們曾表明不尋求任何超出尼西亞教父所承認之外的事,也不承認除尼西亞會議之外的任何其他會議。」
1:1296
ἀλλὰ ταῦτα μὲν κρύπτουσι, τὰ δὲ ἐν τῇ Θρᾴκῃ κατὰ βίαν πραχθέντα προβάλ λονται
But these things they conceal, and instead put forward what was done by violence in Thrace.
但這些事他們卻隱瞞不提,反而拿在色雷斯藉暴力所行之事來當作藉口。
1:1297
ἐξ ὧν δείκνυνται τῆς μὲν Ἀρειανῆς αἱρέσεως ὄντες, ἀλλότριοι δὲ τῆς ὑγιαινούσης πίστεως
By which it is shown that they belong to the Arian heresy, and are estranged from the sound faith.
由此可見,他們實屬亞流異端,與健全的信仰全然疏離。
1:1298
καὶ αὐτὴν δὲ τὴν μεγάλην σύνοδον καὶ τὰς παρ' ἐκείνων ἐάν τις ἀντεξετάζειν ἐκ παραλλήλου ἐθέλοι, εὕροι ἂν τῶν μὲν τὴν θεοσέβειαν, τούτων δὲ τὴν ἀλογίαν
And if anyone should wish to compare, side by side, the great council itself with theirs, he would find in the one piety toward God, and in the others irrationality.
若有人願意將這大公會議本身與他們的會議並列比較,便會發現前者充滿敬虔,後者則充滿悖理。
1:1299
οἱ ἐν Νικαίᾳ συνελθόντες οὐ καθαιρεθέντες συνῆλθον, ἀλλὰ καὶ ὡμολόγησαν τῆς οὐσίας τοῦ πατρὸς εἶναι τὸν υἱόν·
Those who assembled at Nicaea assembled without having been deposed, but rather they confessed that the Son is of the essence of the Father;
那些聚集於尼西亞的人並非在被廢黜之後才聚集,反倒他們承認子出於父的本質;
1:1300
οὗτοι δέ, καὶ ἅπαξ καὶ δεύτερον καθαιρεθέντες καὶ τρίτον ἐν αὐτῇ τῇ Ἀριμήνῳ, γράφειν ἐτόλμησαν μὴ χρῆναι λέγειν οὐσίαν ἢ ὑπόστασιν ἔχειν τὸν θεόν. Κατὰ μὲν δὴ τὴν Ἑσπέραν παρὰ τῶν Ἀρείου θιασωτῶν τοιαῦτα καὶ τοσαῦτα κατὰ τῶν τῆς ἀληθείας δογμάτων κατεσκευάσθη σοφί σματά τε καὶ μηχανήματα
But these men, having been deposed once, and a second time, and a third time at Ariminum itself, dared to write that one ought not to say that God has essence or hypostasis. Such, then, and so many, were the sophistries and contrivances devised in the West by the partisans of Arius against the doctrines of the truth.
而這些人,卻在被廢黜一次、兩次,第三次就在阿里米農本地被廢黜之後,竟敢寫下不應說神具有「本質」或「位格」。以上便是亞流黨徒在西方針對真理教義所炮製的種種詭辯與詐術。
1:1301
Ἐν Ἀντιοχείᾳ δὲ μετὰ Στέφανον, ὃς Φλάκιτον διαδεξάμενος τῶν ἐκκλησιαστικῶν ἐξηλάθη συλλόγων, Λεόντιος τὴν προεδρίαν ἐδέξατο, παρὰ τοὺς ἐν Νικαίᾳ γραφέντας ὅρους ταύτην λαβών
In Antioch, after Stephen — who had succeeded Flacitus and was driven out from the church assemblies — Leontius received the presidency, obtaining it contrary to the decrees written at Nicaea.
在安提阿,繼承弗拉基圖斯(Flacitus)並隨後被逐出教會會眾的斯提凡(Stephen)之後,勒昂提烏斯(Leontius)接任主教之位,而他獲得此職,卻違背了尼西亞會議所訂立的規章。
1:1302
ἐκτομίας γὰρ ἦν, αὐτουργὸς γενόμενος τῆς τομῆς
For he was a eunuch, having himself performed the operation.
因為他是個閹人,且是親手自行施行了這手術。
1:1303
λέγει δὲ καὶ τὴν αἰτίαν τῆς ἐκτομῆς ὁ θαυμάσιος Ἀθανάσιος
And the admirable Athanasius also relates the reason for the mutilation.
令人欽佩的阿他那修也述說了這自我閹割的緣由。
1:1304
Ὁ μὲν γὰρ Λεόντιος διαβαλλόμενος μετὰ γυναικός τινος νεωτέ ρας λεγομένης Εὐστολίου, κεκωλυμένος συνοικεῖν αὐτῇ, δι' αὐτὴν ἑαυτὸν ἀπέκοψεν, ἵν' ἐπ' ἀδείας ἔχῃ διατρίβειν μετ' αὐτῆς
For Leontius, being slandered on account of a certain younger woman named Eustolium, and being forbidden to cohabit with her, mutilated himself because of her, so that he might have freedom to spend time with her.
勒昂提烏斯因與一位名叫優斯托利烏姆(Eustolium)的年輕婦人有染而遭人非議,又被禁止與她同居,於是他為了她而自行閹割,好使自己能無所顧忌地與她相處。
1:1305
καὶ τὴν μὲν ὑποψίαν οὐκ ἀπενίψατο, διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος ὢν καθῃρέθη. Ταῦτα μὲν οὖν περὶ τῆς ἄλλης αὐτοῦ γέγραφε βιοτῆς·
And he did not wash away the suspicion; and for this reason, all the more, being a presbyter, he was deposed. These things, then, he has written concerning the rest of his manner of life;
而他並未洗清這疑雲,正因如此,他身為長老卻反倒因此被革職。以上便是阿他那修對其其餘生平所寫下的記述;
1:1306
ἐγὼ δὲ τὸ κακόηθες αὐτοῦ καὶ πανοῦργον ἐν κεφαλαίῳ δηλώσω
but I shall now set forth in summary his malice and cunning.
而我則要簡要地說明他的奸惡與狡詐。
1:1307
τῆς γὰρ δὴ Ἀρείου βλασφημίας μετέχων κρύπτειν ἐπειρᾶτο τὴν νόσον
For, sharing indeed in the blasphemy of Arius, he tried to conceal the disease.
他既沾染了亞流的褻瀆之言,便設法隱藏這病症。
1:1308
καὶ διχῆ διῃ ρημένους τοὺς ἱερωμένους καὶ τὸν λοιπὸν ὅμιλον θεωρῶν, καὶ τοὺς μὲν τὸν καὶ σύνδεσμον ἐπὶ τῆς τοῦ υἱοῦ δοξολογίας τιθέντας, τοὺς δὲ τὴν μὲν δι' οὗ πρόθεσιν ἐπὶ τοῦ υἱοῦ τὴν δὲ ἐν ἐπὶ τοῦ πνεύματος προσαρ μόζοντας, σιγῇ τὴν δοξολογίαν προσέφερε, μόνον δὲ τὸ εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἤκουον οἱ πελάζοντες
And observing that the clergy and the rest of the congregation were divided into two parties — some placing the conjunction 'and' in the doxology of the Son, others applying the preposition 'through whom' to the Son and 'in' to the Spirit — he offered the doxology in silence, and those standing near heard only the words 'unto the ages of ages.'
他察覺到神職人員與其餘會眾分成了兩派:一派在頌榮子的頌詞中使用「和」(καί)這個連接詞,另一派則對子用「藉著祂」(διά)介詞、對聖靈用「在」(ἐν)介詞;於是他便默默地誦念頌榮詞,站在附近的人只能聽見「直到永永遠遠」這句話。
1:1309
καὶ εἰ μὲν τὰ ἄλλα μὴ πολλὴν ἐδήλου τὴν τῆς ψυχῆς πονηρίαν, εἶπεν ἄν τις αὐτὸν ταῦτα μηχανᾶσθαι τῆς τοῦ λαοῦ προμηθούμενον ὁμονοίας·
And if the rest of his conduct had not revealed great wickedness of soul, one might have said that he devised these things out of concern for the concord of the people;
若非他其餘的行徑早已顯露出其靈魂的深重邪惡,人或許會說他這樣做是出於顧念百姓的和睦;
1:1310
ἐπειδὴ δὲ πολλὰ καὶ δεινὰ κατὰ τῶν τῆς ἀληθείας ἐτεχνάσατο συνηγόρων καὶ τοὺς τῆς ἀσεβείας μετέχοντας πάσης ἠξίου κηδεμονίας, δῆλος ἦν κρύπτων τὴν λώβην διά τε τοῦ πλήθους τὸ δέος καὶ διὰ τὰς Κωνσταντίου κατὰ τῶν ἀνόμοιον τὸν υἱὸν λέγειν τολμώντων χαλεπὰς ἀπειλάς
but since he devised many terrible things against the defenders of the truth, and deemed those who shared in impiety worthy of every consideration, it was clear that he was concealing his corruption both out of fear of the multitude and because of the harsh threats of Constantius against those who dared to say that the Son was unlike the Father.
然而,既然他對真理的維護者設計了諸多凶險之事,又對那些沾染不敬虔者給予百般照拂,可見他隱藏其敗壞,一方面是懼怕群眾,另一方面則是因為君士坦提烏斯對那些膽敢說子與父「不相似」的人所發出的嚴厲威嚇。
1:1311
δεδή λωκε δὲ τὴν ἐκείνου γνώμην τὰ πεπραγμένα
His deeds have made his true opinion manifest.
他的所作所為已充分顯露出他真正的心意。
1:1312
ὅσοι μὲν γὰρ τοῖς ἀποστολικοῖς εἵποντο δόγμασιν οὐδεμιᾶς παρ' ἐκείνου κηδεμονίας ἢ χειροτονίας ἀπήλαυσαν, οἱ δὲ τῆς Ἀρείου μανίας μετειληχότες καὶ παρρησίας μετελάγχανον ὅτι μάλιστα πλείστης καὶ τοῖς ἱερατικοῖς ἐγκατελέγοντο τάγμασι
For as many as followed the apostolic doctrines enjoyed from him no consideration or ordination whatsoever, but those who partook of the madness of Arius both enjoyed the greatest freedom of speech and were enrolled in the priestly ranks.
因為凡跟隨使徒教義的人,從他那裡得不到絲毫照顧或按立;但凡沾染亞流狂妄之人,卻既享有極大的言論自由,又被列入聖職的行列。
1:1313
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν καὶ Ἀέτιος ὁ Εὐνομίου διδάσκαλος, ὃς τὴν Ἀρείου βλασφημίαν ταῖς ἐπινοίαις ἐπηύξησε, τῷ τῶν διακόνων ἐγκατελέγη χορῷ
At that time also Aetius, the teacher of Eunomius, who augmented the blasphemy of Arius with his own inventions, was enrolled in the company of deacons.
就在那時,優諾米烏(Eunomius)的老師阿伊提烏斯(Aetius)——他以自己的臆想加深了亞流的褻瀆——也被列入了執事的行列。
1:1314
ἀσπαζόμενοι πολιτείαν, προφανῶς δὲ τῶν ἀποστολικῶν ὑπερμαχοῦντες δογμάτων, ἄντικρυς τοῦ Λεοντίου διήλεγξαν τὰς κατὰ τῆς εὐσεβείας ἐπιβουλάς, ἄνδρα φήσαντες πονηροῖς μὲν ἐπιτηδεύμασιν ἐντραφέντα, ἐκ δὲ τῆς δυσσεβείας περιφάνειαν κτήσασθαι μηχανώμενον, ἐπὶ λύμῃ τῆς ἐκκλησίας τοῦ τῆς διακονίας ὀνόματος ἠξιῶσθαι·
They, embracing the ascetic life, and openly fighting for the apostolic doctrines, directly exposed Leontius's schemes against piety, declaring that a man reared in wicked practices, and contriving to gain notoriety through impiety, had been deemed worthy — to the ruin of the Church — of the title of the diaconate;
他們擁抱修道生活,公然為使徒教義力爭,當面揭露了勒昂提烏斯敗壞敬虔之陰謀,宣稱:一個在邪惡行徑中成長、又圖謀藉不敬虔博取聲名的人,竟蒙授予執事之名——這實是教會的禍害;
1:1315
ἠπείλουν δὲ καὶ τῆς ἐκκλησιαστικῆς ἀποστήσεσθαι κοινωνίας καὶ τὴν Ἑσπέραν καταλήψεσθαι καὶ δῆλα ποιήσειν τὰ τυρευόμενα
And they threatened both to withdraw from ecclesiastical communion and to go to the West and make known the intrigues that were being contrived.
他們並且威脅要脫離教會的團契,前往西方,並將這些密謀之事公之於眾。
1:1316
ταῦτα δείσας ὁ Λεόντιος τῆς μὲν λειτουργίας ἔπαυσε τὸν Ἀέτιον, τῆς δέ γε ἄλλης αὐτὸν θεραπείας ἠξίου
Fearing these things, Leontius suspended Aetius from his ministry, but still deemed him worthy of other attentions.
勒昂提烏斯懼怕這些事,便停止了阿伊提烏斯的聖職事奉,但仍然以其他方式厚待他。
1:1317
καὶ τοῦτο ἐν Ἀντιοχείᾳ πρῶτον ἀρξάμενον πάντοσε διέδραμε καὶ κατέλαβε τῆς οἰκουμένης τὰ τέρματα
And this, having first begun in Antioch, ran everywhere and reached the very ends of the inhabited world.
這事最先始於安提阿,其後迅速傳遍各處,直達天下的四極。
1:1318
οὗτοι τῶν θείων τοὺς ἐραστὰς εἰς τοὺς τῶν μαρτύρων σηκοὺς συναγείροντες, πάννυχοι διετέλουν σὺν ἐκείνοις τὸν θεὸν ἀνυ μνοῦντες
These men, gathering together the lovers of things divine at the shrines of the martyrs, would continue all night long with them, hymning God.
這些人將愛慕神聖之事者聚集到殉道者的祠堂,與他們通宵達旦地一同頌讚神。
1:1319
ταῦτα δὲ ὁρῶν ὁ Λεόντιος κωλύειν μὲν οὐκ ἐνόμιζεν ἀσφαλές (ἑώρα γὰρ τὸ πλῆθος εὖ μάλα περὶ τοὺς ἀρίστους ἐκείνους διακείμενον ἄνδρας), ἐπιεικείᾳ δὲ τοὺς λόγους χρωννὺς ἐν ταῖς ἐκ κλησίαις ταύτην γίνεσθαι παρ' αὐτῶν τὴν λειτουργίαν ἠξίου
Seeing these things, Leontius did not think it safe to forbid them (for he saw that the multitude was very favorably disposed toward those excellent men), but, coloring his words with mildness, he requested that this service be performed by them in the churches instead.
勒昂提烏斯目睹此事,認為禁止並不安全(因他看見群眾對那些傑出之人極為擁戴),於是他措辭溫和,要求他們改在教堂內舉行這樣的聚會。
1:1320
οἱ δὲ καὶ λίαν ἀκριβῶς τὴν ἐκείνου πονηρίαν εἰδότες τὸ κελευόμενον ἔδρων, καὶ τοὺς συνεραστὰς εἰς τὰς ἐκκλησίας συνήθροιζον μάλα προθύμως, ὑμνεῖν τὸν ἀγαθὸν δεσπότην παρεγγυῶντες
And they, knowing full well his malice, did what was commanded, and most eagerly gathered their fellow lovers of divine things into the churches, exhorting them to hymn the good Master.
而他們雖十分清楚地知道他的奸惡,仍照所吩咐的去行,並極其踴躍地將同伴聚集到教堂裡,勸勉眾人一同頌讚那美善的主。
1:1321
Τὸν μέντοι Λεόντιον οὐδὲν ἔπεισε κολάσαι τὴν πονηρίαν, ἀλλὰ τὸ τῆς ἐπιεικείας περιθέμενος προσωπεῖον καὶ Στεφάνου καὶ Φλακίτου τὴν βδελυρίαν ἀπέκρυψε
Nothing, however, persuaded Leontius to chastise his own wickedness; rather, having assumed the mask of mildness, he concealed the abominable conduct of both Stephen and Flacitus.
然而,無論如何都無法說動勒昂提烏斯懲治自己的邪惡,反倒他戴上溫和的假面,掩蓋了斯提凡與弗拉基圖斯二人的醜行。
1:1322
τοὺς γὰρ τῶν δογμάτων τὴν διαφθορὰν εἰσδεξαμένους, εἰ καὶ τὸν ἀκόλαστον ἠσπάζοντο βίον, τοῖς τῶν πρε σβυτέρων καὶ διακόνων ἐγκατέλεγε τάγμασι, τοὺς δὲ τοῖς παντοδαποῖς εἴδεσι τῆς ἀρετῆς κοσμουμένους τῶν τε ἀποστολικῶν δογμάτων ἀντε χομένους ἀγεράστους κατέλειπε
For those who had embraced the corruption of doctrine, even if they clung to a licentious life, he enrolled in the ranks of presbyters and deacons; but those who were adorned with every kind of virtue and held fast to the apostolic doctrines, he left without honor.
凡接受了教義敗壞之人,即便他們過著放蕩的生活,他仍將其列入長老與執事的行列;而那些以各種美德為裝飾、持守使徒教義的人,他卻置之不理,毫無尊崇。
1:1323
τούτου δὴ χάριν ὁ μὲν κλῆρος πλείους εἶχε τοὺς τῆς αἱρετικῆς λύμης μετειληχότας, τοῦ δὲ λαοῦ τὸ πλεῖστον τῶν ὀρθῶν ὑπερεμάχει δογμάτων
For this reason, the clergy had more of those who partook of the heretical corruption, while the greater part of the people fought for the orthodox doctrines.
正因如此,聖職人員之中沾染異端敗壞者居多,而百姓之中卻大多為正統教義力爭。
1:1324
οὐδὲ γὰρ οἱ τὰς διδα σκαλίας προσφέροντες γυμνοῦν ἐθάρρουν τὴν βλασφημίαν
For not even those who delivered the teachings dared to bare their blasphemy openly.
因為就連那些傳講教訓的人,也不敢公然暴露自己的褻瀆之言。
1:1325
καὶ περὶ τούτων γὰρ λέγειν χρή·
For concerning these things also it is fitting to say:
論及這些事,理當這樣說:
1:1326
ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν, καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν·
'For behold, Your enemies have made an uproar, and those who hate You have lifted up their head;'
「看哪,你的仇敵喧嚷,恨你的人也抬起頭來;」
1:1327
ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην, καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου
'They have taken crafty counsel against Your people, and consulted together against Your hidden ones.'
「他們同謀奸詐要害你的百姓,彼此商議要害你所隱藏的人。」
1:1328
δεῦτε καὶ ἐξολοθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους, καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ἰσραὴλ ἔτι
'Come, and let us destroy them from being a nation, that the name of Israel may be remembered no more.'
「他們說:『來吧,我們將他們從列邦中剪除,使以色列的名不再被人記念!』」
1:1329
ἡμεῖς δὲ τὰ λοιπὰ τῆς ἱστορίας συγγράψωμεν
But let us now write the rest of the history.
而我們現在就要繼續記述這歷史的其餘部分。
1:1330
Γερμανίκεια πόλις ἐστὶν ἐν μεθορίῳ τῆς Κιλίκων καὶ Σύρων καὶ Καππαδοκῶν κειμένη, εἰς δὲ τὴν Εὐφρατησίαν καλουμένην ἐπαρ χίαν τελεῖ
Germanicia is a city situated on the border of Cilicia, Syria, and Cappadocia, and it belongs to the province called Euphratensis.
革爾瑪尼基亞(Germanicia)是一座位於基利家、敘利亞與加帕多家交界處的城市,隸屬於名為幼發拉底行省(Euphratensis)的省份。
1:1331
τῆσδε τῆς ἐκκλησίας προστατεύων Εὐδόξιος, εἶτα Λεόν τιον τεθνηκέναι μαθών, κατέλαβε μὲν τὴν Ἀντιόχειαν, ἥρπασε δὲ τὴν προεδρίαν, συὸς ἀγρίου δίκην λυμαινόμενος τὸν ἀμπελῶνα τὸν θεῖον
Eudoxius, who was then presiding over this church, upon learning that Leontius had died, took possession of Antioch and seized the see, ravaging the divine vineyard like a wild boar.
歐多克西烏斯(Eudoxius)當時正治理這座教會,後來聽聞里昂提烏斯(Leontius)已經去世,便佔據了安提阿,篡奪了主教之位,如同一頭野豬蹂躪神聖的葡萄園。
1:1332
οὐδὲ γὰρ Λεοντίῳ παραπλησίως τὴν κακοήθειαν συνε κάλυπτεν, ἀλλ' ἄντικρυς κατὰ τῶν ἀποστολικῶν ἐλύττα δογ μάτων καὶ τοὺς ἀντιλέγειν τολμῶντας παντοδαπαῖς περιέβαλλε συμφοραῖς
For he did not conceal his malice as Leontius had done, but raged openly against the apostolic doctrines, and beset with calamities of every kind those who dared to speak against him.
因為他並不像里昂提烏斯那樣掩飾自己的惡意,反而公然狂怒地攻擊使徒的教義,並用種種災禍加害於那些膽敢反對他的人。
1:1333
κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀγκύρας μὲν τῆς Γαλατῶν μητροπόλεως Βασίλειος κατεῖχε τὰ τῆς ἐκκλησίας πηδάλια, Μάρκελλον διαδεξάμενος, Εὐστάθιος δὲ Σεβαστείας ἡγεῖτο, ἣ τῆς Ἀρμενίας ἐπρώτευεν
At this time Basil held the helm of the church of Ancyra, the metropolis of the Galatians, having succeeded Marcellus, while Eustathius led Sebastia, which held first rank in Armenia.
就在這時候,巴西流(Basil)掌管著加拉太首府安該拉(Ancyra)教會的舵,接續了馬爾克路斯(Marcellus);而歐斯塔提烏斯(Eustathius)則治理塞巴斯提亞(Sebastia),這是亞美尼亞的首要城市。
1:1334
οὗτοι τὴν Εὐδοξίου παρανομίαν καὶ λύτταν μεμαθηκότες Κωνσταντίῳ τῷ βασιλεῖ τὰ τολμηθέντα διὰ γραμμάτων ἐδήλωσαν
These men, having learned of the lawlessness and fury of Eudoxius, made known by letter to the emperor Constantius the deeds he had dared to do.
這兩人得知歐多克西烏斯的不法與狂暴之後,便寫信將他所膽敢做的事稟告君士坦提烏斯皇帝。
1:1335
ἔτι δὲ οὗτος ἐν τῷ πρὸς δυόμενον ἥλιον διέτριβε τμήματι, τὴν παρὰ τῶν τυράννων γεγενημένην βλάβην ἰώμενος μετὰ τὴν ἐκείνων ἀναίρε σιν
He was still residing in the region toward the setting sun, healing the harm done by the usurpers after their overthrow.
此時皇帝仍逗留在日落之方(西方)境內,在剷除那些篡位者之後,正著手修復他們所造成的損害。
1:1336
συνήθεις δὲ ἦσαν οὗτοι τῷ βασιλεῖ καὶ πλείστης ὅσης διὰ τὴν ἀξιέπαινον βιοτὴν ἀπήλαυον παρρησίας
These men were on familiar terms with the emperor, and enjoyed the very greatest freedom of speech on account of their praiseworthy manner of life.
這兩人與皇帝相熟,並且因其可嘉的生活而享有極大的進言自由。
1:1337
ἐκείνης ἐπέτρεψε προεδρίαν ( τοῦτο γὰρ ἐκεῖνος ἐθρύλησεν)·
He granted him the presidency of that see (for this was the very thing that man had been clamoring for) —
他准許他掌管那個教區的主教之位(因為那正是那人一直喧嚷不休所求的事)——
1:1338
Εὐδόξιον δὲ τῆς μὲν πόλεως ἐξελαθῆναι, δοῦναι δὲ δίκας ὧν ἔδρασεν ἐν Νικαίᾳ τῆς Βιθυνίας προσέταξεν, ἐκεῖ συνδραμεῖν παρεγγυήσας τὴν σύνοδον
but he ordered that Eudoxius be driven out of the city and give account for what he had done, at Nicaea in Bithynia, commanding that a synod convene there.
但他下令將歐多克西烏斯逐出該城,並要他在庇推尼亞(Bithynia)的尼西亞(Nicaea)為自己所行之事受審,同時吩咐一場大公會議在該地召開。
1:1339
τὴν δὲ Νίκαιαν αὐτὸς Εὐδόξιος ἀφορίσαι τῷ συνεδρίῳ τοὺς τὰ βασίλεια πεπιστευμένους οἰκονομεῖν ἔπεισεν
But Eudoxius himself persuaded those entrusted with managing the palace affairs to have Nicaea excluded from being the council's venue.
而歐多克西烏斯本人卻說服了那些受託掌管宮廷事務的人,將尼西亞從會議地點中除去。
1:1340
ἀλλ' ὁ τῶν ὅλων πρύτανις, τὰ ἐσόμενα ἐπιστά μενος ὡς ἤδη γεγενημένα, σεισμῷ τινι παραδόξῳ κεκώλυκε τὸ συνέ δριον·
But the Ruler of all things, knowing the things that were to come as though they had already happened, hindered the council by a certain extraordinary earthquake —
然而,那位掌管萬有的主宰,因祂洞悉未來之事有如已然發生一般,便藉著一場異乎尋常的地震阻止了這場會議——
1:1341
τὰ γὰρ πλεῖστα τῆς πόλεως ὁ σεισμὸς ἐκεῖνος κατήνεγκε καὶ τῶν οἰκητόρων τοὺς πλείστους διέφθειρε
for that earthquake brought down the greater part of the city and destroyed most of its inhabitants.
因為那場地震摧毀了城中大部分的建築,也奪去了大多數居民的性命。
1:1342
τοῦτο μεμαθηκότες οἱ συνελθόν τες καὶ κομιδῇ δείσαντες, εἰς τὰς οἰκείας ἐκκλησίας ἀνέστρεψαν
When those who had assembled learned of this and were struck with great fear, they returned to their own churches.
那些聚集赴會的人得知此事後,大為驚懼,便各自返回了自己的教會。
1:1343
τῆς δὲ τοῦ θεοῦ σοφίας ἡγοῦμαι τοῦτο μηχάνημα
I consider this a device of the wisdom of God.
我認為這正是神智慧的一項作為。
1:1344
ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ πόλει παρὰ τῶν ἁγίων πατέρων ἡ τῆς ἀποστολικῆς πίστεως ἐγράφη διδασκαλία, ἐναντία δὲ γράφειν ἐν αὐτῇ ἔμελλον οἱ ὕστερον ἀθροιζό μενοι, ἀφορμὴ δὲ τοῖς Ἀρείου θιασώταις ἐξαπάτης ἡ τῆς ἐπωνυμίας ταυτότης ἐγίνετο καὶ βουκολεῖν ἔμελλον τοὺς ἁπλοῖς ἤθεσι κεχρημένους, ἀπὸ Νικαίας καὶ ταύτην προσαγορεύοντες καὶ ὡς τὴν παλαιὰν ἐκείνην προφέροντες, διέλυσεν ὁ τῶν ἐκκλησιῶν προμηθούμενος τὸ συνέδριον
For since it was in that city that the teaching of the apostolic faith had been written down by the holy fathers, and those who were to assemble there later intended to write things contrary to it, and the sameness of name would become an occasion of deception for the devotees of Arius — for they would deceive those of simple character by calling this council too "of Nicaea" and presenting it as that ancient one — for this reason he who takes providential care of the churches dissolved the council.
因為正是在那座城市裡,聖教父們曾寫下使徒信仰的教義;而後來將要聚集在那裡的人卻打算寫出與之相反的教義。如此一來,名稱的相同便會成為亞流黨徒行騙的機會——他們本會藉著同樣稱之為「出自尼西亞」,並冒充是那古老的信經,來欺哄那些心思單純之人——因此,那眷顧眾教會的主便解散了這場會議。
1:1345
Χρόνου δὲ διελθόντος, ὑπὸ τῶν Εὐδοξίου κατηγόρων ὑπομνη σθεὶς ὁ Κωνστάντιος εἰς Σελεύκειαν τὴν σύνοδον γενέσθαι προσέ ταξε·
After some time had passed, Constantius, being reminded by the accusers of Eudoxius, ordered that the synod be held at Seleucia —
過了一段時間,君士坦提烏斯經歐多克西烏斯的控告者提醒之後,便下令這場大公會議改於塞琉基亞(Seleucia)召開——
1:1346
πόλις δὲ αὕτη τῆς Ἰσαυρίας πρὸς τῇ θαλάττῃ κειμένη καὶ τῶν ὁμοφύλων πόλεων ἡγουμένη
this city lies in Isauria by the sea, and holds the leading place among the cities of its own people.
這座城市位於以撒烏利亞(Isauria),濱臨海岸,在同族諸城之中居於首位。
1:1347
εἰς ταύτην ἀθροισθῆναι τοὺς τῆς Ἑῴας ἐπισκόπους καὶ μὲν δὴ καὶ τοὺς τῆς Ποντικῆς καὶ τοὺς τῆς Ἀσιανῆς παρηγγύησε
He commanded that the bishops of the East, and also those of Pontica and of Asiana, assemble there.
他吩咐東方(Oriens)教區的主教們,以及本都(Pontica)和亞細亞(Asiana)教區的主教們,都要聚集到那裡。
1:1348
κατὰ τοῦτον δὲ τὸν καιρὸν Καισαρείας μὲν τῆς Παλαιστίνων μητροπόλεως Ἀκάκιος ἡγεῖτο, διαδεξάμενος τὸν Εὐσέβιον
At this time Acacius led the church of Caesarea, the metropolis of the Palestinians, having succeeded Eusebius.
此時,阿卡奇烏斯(Acacius)治理著巴勒斯坦首府凱撒利亞(Caesarea)的教會,接續了優西比烏(Eusebius)。
1:1349
τοῦτον δὲ τὸν Ἀκάκιον ἡ ἐν τῇ Σαρδικῇ συναθροισθεῖσα σύνοδος ἀπεκήρυξεν, ἀλλὰ τὴν ἐξενεχθεῖσαν οὐκ ἐδέξατο ψῆφον, τοσούτου πλήθους ἀρχιερέων καταφρονήσας
This Acacius had been deposed by the synod that assembled at Sardica, but he did not accept the verdict that had been rendered, disdaining so great a multitude of bishops.
這位阿卡奇烏斯曾被在撒爾底迦(Sardica)召開的大公會議所罷黜,但他卻不肯接受所頒布的判決,藐視那為數眾多的主教群體。
1:1350
τῶν δέ γε Ἱεροσολύμων μετὰ Μακάριον ἐκεῖνον, οὗ πολλάκις ἐμνήσθην, Μάξιμος τὴν προ εδρίαν παρέλαβεν, ἀνὴρ ἐν τοῖς ὑπὲρ εὐσεβείας διαπρέψας ἀγῶσι·
As for Jerusalem, after that Macarius whom I have mentioned many times, Maximus received the see, a man who had distinguished himself in the contests waged on behalf of piety —
至於耶路撒冷,在我屢次提及的那位馬迦流(Macarius)之後,馬克西穆斯(Maximus)接任了主教之位;他是一位在為敬虔而戰的爭鬥中卓然出眾的人物——
1:1351
τόν τε γὰρ δεξιὸν ὀφθαλμὸν ἀφῄρητο καὶ τῆς ἀγκύλης ἐστέρητο τῆς δεξιᾶς
for he had had his right eye put out, and had lost the sinew of his right knee.
因為他曾被剜去右眼,右膝的筋腱也曾被割斷。
1:1352
τούτου δὲ εἰς τὸν ἀγήρω μεταστάντος βίον, Κύριλλος τῆς ἐπισκο πικῆς χάριτος ἠξιώθη, τῶν ἀποστολικῶν δογμάτων προθύμως ὑπερ μαχῶν
When this man had passed on to the ageless life, Cyril was deemed worthy of episcopal grace, zealously championing the apostolic doctrines.
這人去世、遷入那不朽的生命之後,區利羅(Cyril)獲賜主教的恩典,熱切地捍衛使徒的教義。
1:1353
οὗτοι πρὸς ἀλλήλους περὶ πρωτείων φιλονεικοῦντες μεγίστων κακῶν τοῖς κοινοῖς ἐγένοντο πρόξενοι
These men, contending with one another over primacy, became the authors of the greatest evils for the common good of the churches.
這兩人彼此為了首席地位而爭競,竟成了公眾遭受極大禍害的根源。
1:1354
ὁ μὲν γὰρ Ἀκάκιος μικράς τινας εὑρὼν ἀφορμὰς καθεῖλε τὸν Κύριλλον καὶ τῶν Ἱεροσολύμων ἐξήλασεν
For Acacius, finding certain trivial pretexts, deposed Cyril and drove him out of Jerusalem.
阿卡奇烏斯找到一些微不足道的藉口,便廢黜了區利羅,將他逐出耶路撒冷。
1:1355
ὁ δὲ Κύριλλος τὴν μὲν Ἀντιόχειαν παρελήλυθε ποιμένος αὐτὴν ἐστερημένην εὑρών, εἰς δὲ Ταρσὸν ἀφικόμενος τῷ θαυμασίῳ συνῆν Σιλβανῷ·
Cyril passed through Antioch, finding it bereft of a shepherd, and coming to Tarsus, he associated with the admirable Silvanus —
區利羅路經安提阿,發現那裡缺乏牧者,便繼續前行;到了大數(Tarsus),他與那位令人敬佩的西爾瓦努斯(Silvanus)相聚——
1:1356
οὗτος γὰρ κατ' ἐκεῖνον τὸν χρόνον ἐκείνης ἡγεῖτο τῆς ἐκκλη σίας
for at that time this man led that church.
因為那時他正治理著那間教會。
1:1357
τοῦτο μαθὼν ὁ Ἀκάκιος ἐπέστειλε τῷ Σιλβανῷ καὶ τὴν καθαίρεσιν τοῦ Κυρίλλου μεμήνυκεν
When Acacius learned of this, he wrote to Silvanus and made known the deposition of Cyril.
阿卡奇烏斯得知此事後,便寫信給西爾瓦努斯,通知他區利羅已被廢黜。
1:1358
ὁ δέ, καὶ τὸν Κύριλλον αἰδούμενος καὶ τὸ πλῆθος ὑφορώμενος ( ἥδιστα γὰρ τῆς τοῦ Κυρίλλου διδασκαλίας ἀπήλαυε), τῆς ἐκκλησιαστικῆς οὐκ ἐκώλυσε λειτουργίας
But he, both revering Cyril and wary of the multitude (for they took the greatest delight in Cyril's teaching), did not prevent him from performing ecclesiastical ministry.
然而西爾瓦努斯既敬重區利羅,又顧忌民眾的反應(因為他們最喜愛聆聽區利羅的教導),所以並未阻止他執行教會的事奉。
1:1359
ἐπειδὴ δὲ συνῆλθον εἰς τὴν Σελεύκειαν, ἐκοινώνει μὲν τοῖς ἀμφὶ τὸν Βασίλειον καὶ Εὐστάθιον καὶ Σιλβανὸν καὶ τοῖς λοιποῖς ὁ Κύριλλος τοῦ συνε δρίου
When they came together at Seleucia, Cyril took part in the council together with those around Basil, Eustathius, Silvanus, and the rest.
當眾人齊聚塞琉基亞之時,區利羅與巴西流、歐斯塔提烏斯、西爾瓦努斯及其他人一同參與了這場會議。
1:1360
ὁ δέ γε Ἀκάκιος ἀφίκετο μὲν καὶ αὐτὸς πρὸς τοὺς συνελη λυθότας ἐπισκόπους (πεντήκοντα δὲ ἦσαν καὶ ἑκατόν), ἔφασκε δὲ μὴ πρότερον αὐτοῖς κοινωνήσειν τῶν βουλευμάτων πρὶν ἔξω γενέσθαι τοῦ συλλόγου τὸν Κύριλλον, ἅτε δὴ τῆς ἀρχιερωσύνης γεγυμνωμένον
Acacius too came to the assembled bishops (there were one hundred and fifty of them), but he declared that he would not share in their deliberations until Cyril was put outside the assembly, on the ground that he had been stripped of his episcopal office.
阿卡奇烏斯本人也來到了聚集的主教們面前(人數共有一百五十位),但他聲明,除非區利羅被逐出會場——因為此人已被剝奪主教職分——否則他不會參與他們的商議。
1:1361
καί τινες μὲν τῶν τῆς εἰρήνης προμηθουμένων ὑποχωρῆσαι τὸν Κύριλλον ἱκέτευον, ὑπισχνούμενοι μετὰ τὴν τῶν δογμάτων διάκρισιν καὶ τὴν κατ' αὐτὸν ἐξετάσειν ὑπόθεσιν
And some of those who were concerned for peace begged Cyril to withdraw, promising that after the doctrinal question had been settled they would also examine his case.
於是有些顧念和平的人便懇求區利羅暫且退席,並應許在教義問題釐清之後,會再審查他的案件。
1:1362
ἐπειδὴ δὲ οὐκ εἶξε, καταλιπὼν μὲν αὐτοὺς ὁ Ἀκάκιος ἐξελήλυθεν, Εὐδοξίῳ δὲ συγγενόμενος τὸ μὲν ἐγκείμενον ἐξήλασε δέος, θάρσος δὲ ἐνέθηκε συνήγορος αὐτοῦ καὶ συναγωνιστὴς ὑποσχόμενος ἔσεσθαι
But since he would not yield, Acacius left them and departed; and joining Eudoxius, he drove away the fear that pressed upon him and instilled courage, promising to be his advocate and fellow-combatant.
但由於區利羅並不讓步,阿卡奇烏斯便離開他們而去;他與歐多克西烏斯會合後,驅散了後者心中揮之不去的恐懼,並給予他勇氣,應許要作他的辯護者與並肩作戰者。
1:1363
καὶ εἰς μὲν τὸ συνέδριον εἰσελθεῖν διεκώλυσε, τὴν δὲ Κωνσταντινούπολιν σὺν ἐκείνῳ κατέλαβε
He prevented him from entering the council, and together with him made his way to Constantinople.
他阻止歐多克西烏斯進入會議,並與他一同前往君士坦丁堡。
1:1364
Κωνστάντιος γὰρ ἀπὸ τῆς Ἑσπέρας ἐπανελθὼν ἐν ταύτῃ διέτριβε
For Constantius, having returned from the West, was residing there.
因為君士坦提烏斯已從西方回朝,正駐留在該城。
1:1365
πολλὰ δὲ τῶν συνεληλυθότων ἐπὶ τοῦ βασιλέως κατηγορήσας καὶ σύστημα πονηρῶν ἀνθρώπων ἀποκαλέσας ἐπ' ὀλέθρῳ καὶ λύμῃ τῶν ἐκκλησιῶν συγκροτούμενον, τὸν βασιλέως ἀνῆψε θυμόν
Bringing many accusations before the emperor against those who had assembled, and calling them a conspiracy of wicked men gathered together for the destruction and ruin of the churches, he inflamed the emperor's wrath.
阿卡奇烏斯在皇帝面前對與會眾人提出許多控告,並稱他們是一夥聚集起來、意圖毀滅並禍害眾教會的惡人集團,藉此點燃了皇帝的怒火。
1:1366
δὲ αὐτὸν χαλεπῆναι πεποίηκεν ἃ κατὰ τοῦ Κυρίλλου συντέθεικε
And what he had fabricated against Cyril made him all the more incensed.
而他捏造出針對區利羅的種種指控,更使皇帝震怒不已。
1:1367
τὴν γὰρ ἱερὰν στολήν, ἣν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων ἐκκλησίαν γεραίρων ἐδεδώκει Μακαρίῳ τῷ τῆς πόλεως ἐκεί νης ἀρχιερεῖ ἵνα ταύτην περιβαλλόμενος τὴν τοῦ θείου βαπτίσματος ἐπι τελῇ λειτουργίαν ( ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων), πεπρα κέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυ γιζομένων πριάμενον περιβαλέσθαι μέν, ὀρχούμενον δὲ πεσεῖν καὶ συντριβῆναι καὶ θανάτῳ παραδοθῆναι
For he said that Cyril had sold the sacred robe which the all-glorious emperor Constantine, in honoring the church of Jerusalem, had given to Macarius, the bishop of that city, so that, wearing it, he might perform the ministry of divine baptism (it had been made of golden threads); and that one of the contortionists of the stage had bought this robe and put it on, but had fallen while dancing, been crushed, and been delivered over to death.
因為他聲稱區利羅曾將那件聖袍變賣——那件聖袍是無比榮耀的君士坦丁大帝為尊崇耶路撒冷教會,賜給該城主教馬迦流的,好讓他披上它施行神聖洗禮的事奉(此袍以金線織成)——他還說,是舞台上一名雜技演員買下了這件聖袍並將其穿在身上,結果在跳舞時跌倒,摔得粉碎,因而喪命。
1:1368
τοῦτον, ἔφη, κοινωνὸν ἔχοντες κρίνειν τοῖς ἄλλοις καὶ δικάζειν ἐπιχειροῦσι
"Having such a man as their partner," he said, "they attempt to judge and pass sentence upon others."
他說:「他們竟以這樣的人作為同夥,卻試圖去審判、裁決別人。」
1:1369
Ταύτην λαβόντες τὴν ἀφορμὴν τῶν βασιλείων οἱ προστατεύοντες πείθουσι τὸν βασιλέα μὴ πᾶσαν ἀθροῖσαι τὴν σύνοδον (ἐδεδίεσαν γὰρ τοῦ πλήθους τὴν συμφωνίαν), ἀλλὰ δέκα τοὺς ἡγουμένους
Taking this as their pretext, those in charge of palace affairs persuaded the emperor not to summon the whole synod (for they feared the unanimity of the multitude), but only ten of its leading men.
那些掌管宮廷事務的人便藉此為藉口,說服皇帝不要召集整個大公會議前來(因為他們懼怕群體的一致意見),而只召其中十位領袖前來。
1:1370
ἐν τού τοις Εὐστάθιος ἦν ὁ Ἀρμένιος καὶ Βασίλειος ὁ Γαλάτης καὶ Σιλβανὸς ὁ Ταρσοῦ καὶ Ἐλεύσιος ὁ Κυζίκου
Among these were Eustathius the Armenian, Basil the Galatian, Silvanus of Tarsus, and Eleusius of Cyzicus.
這些人當中有亞美尼亞的歐斯塔提烏斯、加拉太的巴西流、大數的西爾瓦努斯,以及基齊庫斯(Cyzicus)的以琉西烏斯(Eleusius)。
1:1371
οὗτοι παραγενόμενοι παρεκάλουν τὸν βασιλέα τὴν Εὐδοξίου βλασφημίαν τε καὶ παρανομίαν ἐξελεγ χθῆναι
When these arrived, they urged the emperor that the blasphemy and lawlessness of Eudoxius be exposed and refuted.
這些人到達之後,便懇請皇帝將歐多克西烏斯的褻瀆與不法之行公開揭發、駁斥。
1:1372
ὁ δὲ παρὰ τῶν τἀναντία φρονούντων διδασκόμενος ἔλεγε χρῆναι πρότερον τὰ κατὰ τὴν πίστιν διακριθῆναι, εἶθ' οὕτω τὰ κατ' ἐκεῖνον ἐξετασθῆναι
But he, being instructed by those of the opposing persuasion, said that it was necessary first for the matters of the faith to be settled, and only then for the matters concerning that man to be examined.
但皇帝受到那些持相反主張者的教唆,說必須先釐清有關信仰的事,然後才審查有關那人的事。
1:1373
τοῦ δὲ Βασιλείου τῇ προτέρᾳ συνηθείᾳ θαρρήσαντος καὶ σὺν παρρησίᾳ τὸν βασιλέα διελέγξαντος ὡς τοῖς ἀποστο λικοῖς ἐπιβουλεύοντα δόγμασιν, ἐχαλέπηνε μὲν ὁ Κωνστάντιος, σιγῆ σαι δὲ προσέταξε τὸν Βασίλειον, ὡς ζάλης αἴτιον ταῖς ἐκκλησίαις γιγνόμενον
But Basil, emboldened by their former familiarity, boldly rebuked the emperor to his face for scheming against the apostolic doctrines; Constantius grew angry and ordered Basil to be silent, as being a cause of turmoil for the churches.
巴西流仗著先前彼此的熟識而壯起膽子,坦率地斥責皇帝陰謀對抗使徒的教義,君士坦提烏斯因而動怒,命令巴西流住口,指責他是引起眾教會動盪的禍首。
1:1374
παυσαμένου δὲ τοῦ Βασιλείου τῆς διαλέξεως, ἐπειδὴ τὰ τῆς πίστεως διακριθῆναι βούλει, βασιλεῦ, ὁ Εὐστάθιος ἔφη, ὅρα τὰς κατὰ τοῦ μονογενοῦς βλασφημίας ὑπὸ Εὐδοξίου τετολμημένας
When Basil had ceased his discourse, Eustathius said, "Since you wish, O Emperor, that the matters of the faith be settled, behold the blasphemies against the Only-begotten which Eudoxius has dared to utter."
巴西流停止發言之後,歐斯塔提烏斯說道:「陛下,既然您願意先釐清信仰的事,那就請看看歐多克西烏斯所膽敢說出、褻瀆獨生子的言論吧。」
1:1375
καὶ ἅμα λέγων ἐπέδωκεν ἔκθεσιν, ᾗ πρὸς ἄλλοις πολλοῖς δυσσεβέσι καὶ ταῦτα προσέκειτο·
And as he spoke, he handed over a document in which, along with many other impious statements, the following were also included:
他一邊說著,一邊呈上一份文件,其中除了許多其他不敬虔的言論之外,還附有以下內容:
1:1376
τὰ ἀνομοίως προφερόμενα ἀνόμοια κατὰ τὴν οὐσίαν ἐστίν·
"Things spoken of in an unlike manner are unlike in essence;
「凡以不相似的方式陳述之事,其本質亦不相似;
1:1377
εἷς θεὸς ὁ πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ πάντα·
one God, the Father, from whom are all things, and one Lord, Jesus Christ, through whom are all things;
一位神,即父,萬有出於祂;一位主,即耶穌基督,萬有藉著祂而有;
1:1378
ἀνόμοιον δὲ τὸ ἐξ οὗ τῷ δι' οὗ·
but 'from whom' is unlike 'through whom';
而『出於』與『藉著』二者並不相似;
1:1379
ἀνόμοιος ἄρα ὁ υἱὸς τῷ θεῷ καὶ πατρί
therefore the Son is unlike God the Father."
所以子與神即父並不相似。」
1:1380
ταύτην ἀναγνωσθῆναι κελεύσας τὴν ἔκθεσιν ὁ Κωνστάντιος καὶ σφόδρα χαλεπήνας πρὸς τὴν ἐγκειμένην ἀσέβειαν, ἤρετο τὸν Εὐδόξιον εἰ αὐτὸς ταῦτα συνέγραψεν·
Constantius, having ordered this document to be read, and being greatly angered at the impiety it contained, asked Eudoxius whether he himself had composed it.
君士坦提烏斯下令將這份文件宣讀出來,並對其中所含的不敬虔言論大為震怒,便質問歐多克西烏斯是否是他自己寫下這些話。
1:1381
ὁ δὲ ἠρνήθη παραυτίκα καὶ ταῦτα γεγραφέναι τὸν Ἀέτιον ἔφη
But he immediately denied it, and said that Aëtius had written these things.
歐多克西烏斯立刻否認,並說這些話是埃提烏斯(Aëtius)所寫。
1:1382
τότε μέντοι μετ' Εὐνομίου τῷ Εὐδοξίῳ συνῆν
At that time, indeed, he was in company with Eudoxius, together with Eunomius.
此時,埃提烏斯確實正與歐諾米烏斯(Eunomius)一同伴隨在歐多克西烏斯左右。
1:1383
Λεοντίου γὰρ δὴ τετελευτηκότος καὶ Εὐδοξίου τῆς Ἀντιοχέων ἐκκλησίας ἡρπακότος τὴν προεδρίαν, ἐπανῆκεν ἀπὸ τῆς Αἰγύπτου τὸν Εὐνόμιον ἄγων·
For when Leontius had died and Eudoxius had seized the presidency of the church of the Antiochenes, Aëtius returned from Egypt, bringing Eunomius with him;
原來,當里昂提烏斯去世、歐多克西烏斯篡奪了安提阿教會的主教之位後,埃提烏斯便從埃及歸來,並帶著歐諾米烏斯同行;
1:1384
καὶ τὸν Εὐδόξιον εὑρὼν ὁμόφρονα καὶ πρὸς τῇ δυσσεβείᾳ καὶ Συβαριτικῇ κεχρημένον χλιδῇ, πάντων προὐτίμησε τὴν ἐν Ἀντιοχείᾳ διατριβὴν καὶ σὺν Εὐνομίῳ ταῖς ἐκεί νου προσηλώθη στιβάσι·
and finding Eudoxius to be of like mind and given, besides his impiety, to Sybaritic luxury, he preferred his sojourn in Antioch above all else, and together with Eunomius became attached to that man's couches;
埃提烏斯發現歐多克西烏斯與自己志趣相投,不僅同樣不敬虔,還沉溺於敘巴里斯式(Sybaritic)的奢華享樂,於是便看重在安提阿的居留勝過一切,並與歐諾米烏斯一同緊黏在那人的臥榻旁;
1:1385
τὸν γὰρ τῶν κολάκων ἐζηλώκει βίον, καὶ νῦν μὲν παρὰ τοῦτον νῦν δὲ παρ' ἐκεῖνον διετέλει φοιτῶν τε καὶ γα στριζόμενος
for he had adopted the life of a flatterer, and continually went now to this man, now to that, frequenting their tables and filling his belly.
因為他過著阿諛奉承者的生活,時而奔走於這人門下,時而投靠那人,終日出入穿梭,只為飽食終日。
1:1386
τότε μέντοι ὁ βασιλεὺς τοῦτο μαθὼν εἰσαχθῆναί τε προσέταξε τὸν Ἀέτιον καὶ εἰσεληλυθότι τὴν ἔκθεσιν ἐκείνην ὑπέδειξε, πυνθανόμενος εἰ αὐτὸς ἐκείνους τετοκὼς εἴη τοὺς λόγους
At that time, then, the emperor, having learned this, ordered Aëtius to be brought in, and when he had entered, showed him that document, inquiring whether he himself had been the father of those statements.
於是,皇帝得知此事後,便下令將埃提烏斯帶到跟前;埃提烏斯進來之後,皇帝將那份文件出示給他看,詢問那些言論是否確實出自他手。
1:1387
ὁ δὲ καὶ τὰ γεγενημένα πάμπαν ἀγνοῶν καὶ τὸν τῆς πεύσεως οὐκ ἐπιστάμενος τρόπον, εὐφημίαν δὲ ἐκ τῆς ὁμολογίας καρπώσασθαι προσδοκήσας, ἔφη τῶν λόγων ἐκείνων αὐτὸς εἶναι γεννήτωρ
But he, being altogether ignorant of what had happened and not understanding the manner of the inquiry, but expecting to reap praise from his admission, said that he himself was the author of those statements.
埃提烏斯完全不知道事情的來龍去脈,也不明白這番詢問的用意,反倒以為承認此事能為自己贏得讚譽,於是便說那些言論的確是自己所撰。
1:1388
ὁ δὲ βασιλεὺς τὴν τῆς δυσσεβείας ὑπερβολὴν κατιδὼν εὐθὺς αὐτὸν ἐξωστράκισεν, εἴς τι χωρίον τῆς Φρυγίας ἀπαχθῆναι κελεύσας
But the emperor, perceiving the extremity of the impiety, immediately banished him, ordering that he be led away to a certain place in Phrygia.
皇帝一見識到這番言論極端的不敬虔,便立刻將他流放,下令將他押解到弗里吉亞(Phrygia)某地。
1:1389
Καὶ ἐκεῖνος μὲν τὴν ἐκ τῆς βλασφημίας καρπωσάμενος ἀτιμίαν ἐξεβλήθη τῶν βασιλείων
And thus that man, having reaped the disgrace resulting from his blasphemy, was cast out of the palace.
於是,那人因其褻瀆之言而換來的,竟是恥辱,並被逐出了宮廷。
1:1390
Εὐστάθιος δὲ καὶ τὸν Εὐδόξιον ἔφη ταῦτα φρονεῖν·
And Eustathius said that Eudoxius also held these same views —
而歐斯塔提烏斯則說,歐多克西烏斯也持有同樣的見解——
1:1391
σύνοικον γὰρ αὐτοῦ καὶ σύσσιτον τὸν Ἀέτιον εἶναι καὶ τῇ τούτου γνώμῃ διακονοῦντα ἐκεῖνον τὴν βλασφημίαν συγγεγραφέναι
for Aëtius was his housemate and table-companion, and that man, ministering to Aëtius's opinion, had composed the blasphemy.
因為埃提烏斯是他的同居者兼同席者,而歐多克西烏斯正是秉承埃提烏斯的意見,才寫下了這篇褻瀆之詞。
1:1392
καὶ τεκμήριον ἔλεγεν εἶναι σαφὲς τοῦ συνειδέναι τοῖς γεγραμμένοις τὸ μηδένα ἕτερον ἀλλ' αὐτὸν εἰρηκέναι Ἀετίου εἶναι τὴν ἔκθεσιν
And he said this was clear proof that Eudoxius was privy to what had been written: that no one else but he himself had said that the document belonged to Aëtius.
他還說,有一項清楚的證據可以證明歐多克西烏斯確實知情這份文件的內容:因為除了他自己之外,沒有別人說過那份文件是埃提烏斯所寫的。
1:1393
ἡμᾶς μὴ ταῦτα φρονεῖν ὁ Εὐδόξιος, ἀναθεματίζων τοῦ Ἀετίου τὸ σύγγραμμα. τοῦ δὲ βασιλέως ἀσπαστῶς δεξαμένου τὴν αἴτησιν καὶ τοῦτο γενέσθαι προστεταχότος, ἀνεδύετο μὲν ὁ Εὐ δόξιος καὶ πολλαῖς ἐκέχρητο μηχαναῖς ἐκκλῖναι τὴν πρόκλησιν
[He asked] that Eudoxius show that we do not hold these views, by anathematizing the treatise of Aëtius. And when the emperor gladly received the request and ordered that this be done, Eudoxius shrank back and resorted to many devices to evade the challenge.
〔他要求〕歐多克西烏斯藉著咒詛埃提烏斯的著作,證明我們並不持有這樣的見解。皇帝欣然接受這項請求,並下令務必如此施行;然而歐多克西烏斯卻退縮不前,想方設法要迴避這項挑戰。
1:1394
ἐπειδὴ δὲ ἐχαλέπηνεν ὁ βασιλεὺς καὶ σὺν Ἀετίῳ πέμψειν ἠπείλησεν ὡς τοῦ δυσσεβοῦς φρονήματος κοινωνόν, τὴν οἰκείαν ἠρνήθη διδασκαλίαν, ἣν καὶ τότε καὶ μετὰ ταῦτα πρεσβεύων διατετέλεκεν
But when the emperor grew angry and threatened to send him away together with Aëtius as a partner in his impious opinion, he denied the very teaching which both then and afterward he continued to advocate.
但當皇帝動怒,並威脅要將他與埃提烏斯一同流放,視他為那不敬虔思想的同夥時,歐多克西烏斯便否認了自己的教導——儘管他當時以及此後仍不斷持守、宣揚這一教導。
1:1395
ἀντεπήγαγε μέντοι καὶ αὐτὸς τοῖς περὶ τὸν Εὐστάθιον, χρῆναι καὶ αὐτοὺς ἀνα θεματίσαι λέγων ἄγραφον ὂν τοῦ ὁμοουσίου τὸ πρόσρημα
He, however, retorted against Eustathius and his party, saying that they too must anathematize the term homoousios, since it was unscriptural.
然而,歐多克西烏斯也反過來對歐斯塔提烏斯一派提出反擊,說他們也必須咒詛「同質」(homoousios)一詞,因為這個稱謂並非出自聖經。
1:1396
ἀλλὰ καὶ τὸ ἐξ οὐκ ὄντων, ὁ Σιλβανὸς ἔφη, καὶ τὸ κτίσμα καὶ τὸ ἑτερο ούσιον, ἄγραφα τυγχάνοντα καὶ οὔτε προφητικοῖς οὔτε ἀποστολικοῖς λογίοις προσκείμενα, δίκαιον αὐτοὺς ἀποκηρῦξαι καὶ θείων ἐξελάσαι συλ λόγων. τούτοις καὶ ὁ βασιλεὺς ἐπεψήφισε καὶ ἀναθεματίζειν ἐκείνους ἐκέλευσεν
"But," said Silvanus, "'out of nothing,' and 'creature,' and 'of a different substance' (heteroousios) are likewise unscriptural, attached neither to the prophetic nor to the apostolic oracles; it is right that these too be disavowed, and that those who use them be driven out of the sacred assemblies." The emperor voted in agreement with these points, and ordered that those men be anathematized.
西爾瓦努斯說道:「但『出於無有』、『受造物』以及『異質』(heteroousios)這些詞語同樣不見於聖經,既不出自先知的話語,也不出自使徒的教導;理當同樣予以摒棄,並將持此見解的人逐出神聖的集會。」皇帝也對此表示贊同,並下令要那些人予以咒詛。
1:1397
οἱ δὲ τὰ μὲν πρῶτα εἰς ἀντιλογίαν καθίσταντο·
At first they set themselves in opposition;
起初,那些人仍持異議、加以反駁;
1:1398
ὕστερον δὲ τοῦ βασιλέως τὸν θυμὸν θεασάμενοι, δυσχεραίνοντες μέν, ἀπεκήρυξαν δὲ ὅμως ἅπερ ὁ Σιλβανὸς αὐτοῖς προὔτεινεν
but afterward, seeing the emperor's anger, though displeased, they nevertheless disavowed the things which Silvanus had proposed to them.
但後來,他們見到皇帝動怒,雖然心中不快,仍然咒棄了西爾瓦努斯向他們所提出的那些詞語。
1:1399
Ἐπέκειντο δὲ λοιπὸν σφοδρότερον, τοῦ ὁμοουσίου τὸν ἀναθεμα τισμὸν εἰσπραττόμενοι
From then on they pressed more vehemently, exacting the anathematizing of homoousios.
此後,他們更加強硬地步步進逼,硬要對方咒詛「同質」一詞。
1:1400
ἀλλὰ συλλογιστικῶς τε καὶ ἀληθῶς ὁ Σιλ βανὸς πρός τε αὐτοὺς καὶ τὸν βασιλέα ἔφη·
But Silvanus, both syllogistically and truthfully, said to them and to the emperor:
但西爾瓦努斯卻以邏輯推理、據實無誤地對他們並對皇帝說道:
1:1401
εἰ ἐξ οὐκ ὄντων οὐκ ἔστιν οὔτε κτίσμα οὔτε ἐξ ἑτέρας οὐσίας ὁ θεὸς λόγος, ὁμοούσιος ἄρα ἐστὶ τῷ γεγεννηκότι θεῷ, ὡς θεὸς ἐκ θεοῦ καὶ φῶς ἐκ φωτός, καὶ τὴν αὐτὴν ἔχει τῷ γεννήτορι φύσιν. ἀλλὰ ταῦτα μὲν καὶ δυνατῶς καὶ ἀληθῶς εἰρήκει, ἐπείθετο δὲ τῶν παρόντων οὐδείς, ἀλλὰ βοή τε πολλὴ τῶν περὶ Εὐδόξιον καὶ Ἀκάκιον ἐγίνετο καὶ ὁ βασιλεὺς ἐχα λέπηνε καὶ τῶν ἐκκλησιῶν ἐξελάσειν ἠπείλησεν
"If God the Word is not from things that do not exist, and is neither a creature nor of a different substance, then he is consubstantial with the God who begot him, as God from God and light from light, and he has the same nature as his begetter." But these things he had spoken both forcefully and truthfully, yet none of those present were persuaded; rather, there arose a great outcry from the party of Eudoxius and Acacius, and the emperor grew angry and threatened to drive them out of the churches.
「若神・道並非出於不存在之物,故既非受造物,亦非出於另一實體,那麼他就與生他的神同質,如同神出於神、光出於光,且與生者具有相同的本性。」但這些話他說得既有力又真實,然而在場的人卻無一被說服;反倒是歐多克西烏斯與阿卡修斯一黨大聲喧嚷,皇帝也發怒,並揚言要將他們逐出教會。
1:1402
Ἐλεύσιος δὲ καὶ Σιλβανὸς σὺν τοῖς ἄλλοις καὶ αὐτὸν ἔφασαν ἐξουσίαν ἔχειν τῆς τι μωρίας καὶ σφὰς αὐτοὺς τῆς εὐσεβείας ἢ δυσσεβείας·
But Eleusius and Silvanus, together with the others, said that he too had authority over his own folly, just as they themselves had authority over their own piety or impiety;
埃勒烏西烏斯與西爾瓦努斯連同其他人一同表示:皇帝固然有權任憑自己的愚妄,而他們自己也有權決定自己的敬虔或不敬虔;
1:1403
οὐ μὴν προ ήσεσθαι τὴν πατρῴαν διδασκαλίαν
yet they would not abandon the ancestral teaching.
然而他們絕不會放棄祖傳的教訓。
1:1404
ὁ δὲ Κωνστάντιος, θαυμάζειν δέον καὶ τὴν σοφίαν καὶ τὴν ἀνδρείαν καὶ τὴν ὑπὲρ τῶν ἀποστολι κῶν δογμάτων παρρησίαν, τοὺς μὲν ἐξήλασε τῶν ἐκκλησιῶν, ἑτέρους δὲ ἀντ' αὐτῶν καταστῆναι προσέταξε
But Constantius, though he ought to have admired both their wisdom and their courage and their boldness of speech on behalf of the apostolic doctrines, drove them out of the churches and ordered others to be appointed in their place.
康斯坦提烏斯本應讚賞他們的智慧、勇氣,以及為使徒教義所發的坦率之言,卻反將他們逐出教會,並下令另立他人取代他們。
1:1405
τότε τῆς μὲν Κωνσταντινου πολιτῶν ἐκκλησίας ὁ Εὐδόξιος τυραννικῶς ἁρπάζει τὸν θρόνον, τῆς δὲ Κυζίκου τὸν Ἐλεύσιον ἐξελάσας ἀντ' ἐκείνου κατέστησε τὸν Εὐ νόμιον
Then Eudoxius tyrannically seized the throne of the church of the Constantinopolitans, and having driven out Eleusius from Cyzicus, he appointed Eunomius in his place.
於是,歐多克西烏斯以暴虐手段篡奪了君士坦丁堡教會的寶座;至於基齊庫斯,他驅逐了埃勒烏西烏斯,另立歐諾米烏斯取而代之。
1:1406
καὶ τούτων δὲ οὕτως γεγενημένων, ἀποκηρυχθῆναι τὸν Ἀέτιον ἐγγράφως προσέταξεν ὁ βασιλεύς, καὶ τῆς δυσσεβείας οἱ κοι νωνοὶ πεισθέντες ἀπεκήρυξαν τὸν ὁμόφρονα
And when these things had thus come to pass, the emperor ordered in writing that Aetius be denounced, and his partners in impiety, being persuaded, denounced their like-minded associate.
事情這樣發生之後,皇帝下令以文書形式將埃提烏斯革除;那些與他同持不敬虔之見的同夥,也被說服,將這位與自己同心的人加以革除。
1:1407
ἔγραψαν δὲ καὶ πρὸς Γεώργιον τὸν τῆς Ἀλεξανδρέων ἡγούμενον, τὰ κατὰ τοῦτον μηνύοντες
And they also wrote to George, the leader of the Alexandrians, informing him of the matters concerning him.
他們又寫信給亞歷山大人的領袖喬治,將此人之事告知於他。
1:1408
ἐγὼ δὲ καὶ τήνδε τὴν ἐπιστολὴν ἐνθήσω τῇ συγγραφῇ, τὴν ἐκείνων μοχθηρίαν ἐπιδεικνύς
And I shall insert this letter also into my history, to display their wickedness.
我也要將這封書信收入這部史書之中,以彰顯他們的邪惡。
1:1409
καὶ γὰρ καὶ τοῖς συμφωνοῦσι καὶ τοῖς ἀντιλέγουσι παραπλησίως ἐκέχρηντο
For indeed they dealt in like manner both with those who agreed and with those who opposed them.
因為他們對贊同者與反對者,其實一視同仁,用同樣的手段對待。
1:1410
Ἀντίγραφον τῶν γραφέντων ὑπὸ πάσης τῆς συνόδου Γεωργίῳ κατὰ Ἀετίου διακόνου αὐτοῦ ἕνεκεν τῆς ἀθεμίτου αὐτοῦ βλασφημίας
Copy of the letter written by the whole council to George against Aetius, his deacon, on account of his lawless blasphemy.
全體會議寫給喬治、指控其執事埃提烏斯無法無天之褻瀆的書信抄本
1:1411
Ἡ ἁγία σύνοδος ἡ ἐν Κωνσταντινουπόλει συνελθοῦσα κυρίῳ τιμιωτάτῳ ἐπισκόπῳ τῆς Ἀλεξανδρείας Γεωργίῳ χαίρειν
The holy council assembled at Constantinople, to the lord George, most honored bishop of Alexandria, greetings.
聚集於君士坦丁堡的聖會議,向亞歷山大最可敬的主教喬治大人問安。
1:1412
Τῆς ἐπ' Ἀετίῳ γενομένης καταγνώσεως ὑπὸ τῆς συνόδου διὰ τὰς ἀθεμίτους αὐτοῦ καὶ σκανδάλων γεμούσας λογογραφίας, τὸ μὲν ἀκόλουθον τοῖς ἐκκλησιαστικοῖς κανόσιν ἐπ' αὐτῷ παρὰ τῶν ἐπι σκόπων ἐπράχθη
Concerning the condemnation pronounced by the council against Aetius on account of his lawless writings full of scandals, that which accords with the ecclesiastical canons has been carried out against him by the bishops.
關於會議因埃提烏斯那些無法無天、充滿醜聞的文字著述而對他所作的定罪,眾主教已依照教會法規對他採取了相應的處置;
1:1413
καθῃρέθη γὰρ τῆς διακονίας καὶ ἠλλοτριώθη τῆς ἐκκλησίας·
For he was deposed from the diaconate and estranged from the church;
因為他已被革除執事之職,並與教會斷絕關係。
1:1414
καὶ παραινέσεις παρ' ἡμῶν παρηκολούθησαν, μήτε εἰς ἀνάγνωσιν ἔρχεσθαι τὰς ἀθεμίτους αὐτοῦ ἐπιστολάς, ῥιπτάζεσθαι δὲ αὐτὰς διὰ τὸ ἄχρηστον καὶ ἀνωφελές
and exhortations from us followed, that his lawless letters should not even be read, but should be cast away as useless and unprofitable.
我們又隨即發出勸誡,凡他那些無法無天的書信,不僅不可誦讀,更應因其無用有害而加以棄擲。
1:1415
προστίθεμεν δὲ τούτοις καὶ ἀναθεματίζεσθαι αὐτὸν ἐπιμείναντα τῇ αὐτῇ προθέσει μετὰ τῶν συναινούντων αὐτῷ
And to these we add that he, if he persists in the same purpose, is to be anathematized together with those who agree with him.
我們又加上一條:若他仍執迷不悟、堅持原意,則他與贊同他的人,都要一併被處以絕罰。
1:1416
τὸ μὲν οὖν ἀκόλουθον ἦν κοινῇ πάντας τοὺς συνελθόντας ἐν τῇ συνόδῳ ἐπισκόπους ἀποστυγεῖν τὸν σκανδάλων καὶ ταραχῶν καὶ σχισμάτων αἴτιον καὶ θρύλου τοῦ κατὰ τὴν οἰκουμένην καὶ στάσεως πρὸς ἀλλήλας τῶν ἐκκλησιῶν, ὁμονοεῖν δὲ πρὸς τὴν ἐξενεχθεῖσαν κατ' αὐτοῦ ψῆφον
It was therefore fitting that all the bishops assembled together at the council should with one accord detest the man who was the cause of scandals, disturbances, and schisms, and of the uproar throughout the world and of the discord of the churches with one another, and should agree with the verdict pronounced against him.
因此,凡聚集於此次會議的眾主教理當一致憎惡此人——他正是造成種種醜聞、動亂、分裂,以及普世喧嚷與教會彼此對立紛爭的禍首——並且齊心一致,贊同對他所作出的判決。
1:1417
Σέρρα καὶ ἄλλην ἀλαζονίαν μανιώδη κατηγοροῦντος τοῦ προειρημένου Ἀετίου
When Serras also accused the aforesaid Aetius of another frenzied arrogance —
當塞拉又指控前述的埃提烏斯犯有另一種瘋狂的自負之時——
1:1418
ἔφασκε γὰρ αὐτὸν θρασυτέρᾳ τόλμῃ προπη δῶντα λέγειν ὡς ἅπερ ὁ θεὸς ἀπέκρυψεν ἀπὸ τῶν ἀποστόλων μέχρι νῦν, ταῦτα ἀποκεκαλύφθαι αὐτῷ διαβεβαιοῦσθαι
for he said that this man, leaping forward with more reckless daring, asserted that the very things God had hidden from the apostles until now had been revealed to him, and affirmed this without wavering.
他說,此人竟以更為放肆的膽大妄為,聲稱神自使徒時代以來直到如今所隱藏的一切,如今已向他啟示,並斷言此事無疑。
1:1419
καὶ μετὰ τοὺς μανιώδεις καὶ ἀλαζονικοὺς τούτους λόγους ὑπὸ τοῦ Σέρρα μεμαρτυρη μένους περὶ τοῦ Ἀετίου οὐκ ἐδυσωποῦντο οὐδὲ παρεκαλοῦντο συμ ψηφίσασθαι πᾶσιν ἡμῖν περὶ αὐτοῦ οἱ προειρημένοι κρίνειν
And even after these frenzied and arrogant words concerning Aetius, testified to by Serras, the aforesaid bishops were neither ashamed nor persuaded to join with all of us in voting to render judgment concerning him.
而在塞拉所作證關於埃提烏斯的這些瘋狂自負之言之後,前述那些人竟既不感羞愧,也不肯被勸動與我們眾人一同表決,共同裁定此事。
1:1420
Ὅμως δὲ ἡμεῖς μακροθυμοῦντες ἐπὶ πλείονα χρόνον συμπερι εψηφίσθημεν αὐτοῖς, τὰ μὲν ἀγανακτοῦντες, τὰ δὲ παρακαλοῦντες, τὰ δὲ ἐπιτιμῶντες, τὰ δὲ καὶ δυσωποῦντες συνήκειν αὐτοὺς καὶ σύμφωνα ἀποφήνασθαι τῇ συνόδῳ πάσῃ·
Yet we, being patient for a longer time, deliberated together with them, at times expressing indignation, at times exhorting, at times rebuking, and at times also entreating them to come to their senses and to declare themselves in accord with the whole council;
然而我們仍長久忍耐,與他們反覆商議,時而動怒,時而勸勉,時而斥責,時而懇求,望他們能明白過來,與全體會議意見一致;
1:1421
προσεκαρτεροῦμεν δὲ ἐὰν ἄρα ἀκούσωσιν, ἐὰν ἄρα συνῶσι καὶ ἐνδῶσιν
and we persisted in waiting, in case they might perhaps listen, in case they might perhaps understand and yield.
我們一再堅持等候,指望他們或許終能聽從,或許終能明白並讓步。
1:1422
ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ προσκαρτερήσαντες ἡμεῖς οὐκ ἐδυσωποῦμεν αὐτοὺς ἀκολουθεῖν ταῖς περὶ τοῦ προειρημένου ἀνδρὸς ἀποφάσεσι, τὸν κανόνα τῆς ἐκκλησίας τιμιώτερον ἡγούμενοι τῆς φιλίας τῶν ἀνδρῶν, ὡρίσαμεν κατ' αὐτῶν ἀκοινωνησίαν, χρόνον εἰς τοῦτο διδόντες αὐτοῖς μῆνας ὅλους ἓξ πρὸς ἐπιστροφὴν καὶ μετάνοιαν καὶ πρὸς ἐπιθυμίαν ἑνώ σεως καὶ συμφωνίας τῆς πρὸς τὴν σύνοδον·
But since, having persevered for a long time, we could not persuade them to follow the decisions concerning the aforesaid man, we, considering the canon of the church more honorable than friendship with these men, decreed excommunication against them, giving them for this purpose a full period of six months for conversion and repentance and for the desire of union and agreement with the council;
但既然我們長時間堅持忍耐,仍無法勸動他們遵從關於前述那人所作的裁決,我們便認為教會的法規比與這些人的私交更為可貴,遂議定對他們施以絕罰,並給予整整六個月的期限,讓他們有機會悔改歸正,並渴望與會議重歸合一、和睦;
1:1423
ἐὰν εἴσω τῆς δοθείσης αὐτοῖς προθεσμίας ἐπιστρέψαντες ἕλωνται τὴν πρὸς τοὺς ἀδελφοὺς αὐτῶν ὁμόνοιαν καὶ συνθῶνται τοῖς περὶ αὐτοῦ ὁρισθεῖσι, δεκτοὺς αὐτοὺς εἶναι τῆς ἐκκλησίας ἐδοκιμάσαμεν καὶ ταῖς συνόδοις καὶ τὴν οἰ κείαν παρρησίαν καὶ ἀγάπην πρὸς ἡμᾶς ἀπολαμβάνειν
if, within the appointed time given to them, they turn back and choose harmony with their brethren and agree to what has been determined concerning him, we have resolved that they be accepted back into the church and into the councils, and recover their own freedom of speech and love toward us;
若他們在所給的期限之內回心轉意,選擇與弟兄們和睦,並贊同關於此事所定下的裁決,我們議定應接納他們重回教會與會議之中,並恢復他們原有對我們的坦誠與愛。
1:1424
εἰ δὲ ἐπιμένοιεν ἀμεταμέλητα τολμῶντες καὶ φιλίαν ἀνθρώπων τῶν κανόνων τῆς ἐκκλησίας καὶ τῆς πρὸς ἡμᾶς συμφωνίας προτιμήσαντες, τότε ἀλλο τρίους αὐτοὺς ἡγούμεθα τῆς ἐπισκοπικῆς ἀξίας
but if they persist unrepentant in their daring, having preferred human friendship to the canons of the church and to agreement with us, then we consider them alienated from episcopal dignity.
但若他們執迷不悟、毫無悔意,寧可將與人的私交看得比教會法規、比與我們的和睦更為重要,那麼我們便認定他們已與主教之尊位無關。
1:1425
καθαίρεσιν δὲ αὐ τῶν ὑπομενόντων, ἀναγκαῖον εἰς τόπους αὐτῶν ἑτέρους καθίστα σθαι ἐπισκόπους, ἵνα ἡ ἔνθεσμος ἐκκλησία τὴν προσήκουσαν τάξιν λαβοῦσα συμφωνῇ πρὸς ἑαυτήν, τῶν πανταχόθεν ἐπισκόπων τὸν σύνδεσμον τῆς ἀγάπης φυλαττόντων, διὰ τοῦ λέγειν τὰ αὐτά, κατηρτισμένους τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ
And when they undergo deposition, it is necessary that other bishops be appointed in their places, so that the lawful church, having received its proper order, may be in harmony with itself, while the bishops everywhere preserve the bond of love by speaking the same things, being perfected in the same mind and the same judgment.
至於他們被革職之後,勢必要在其原任之處另立主教,好使合法的教會恢復應有的秩序,彼此和諧一致,各地主教既持守愛的紐帶,藉著同聲一致的言論,在同一心志、同一意念上得以完備。
1:1426
ἵνα οὖν γινώσκῃς τὰ τῇ συνόδῳ δόξαντα, ταῦτα πρὸς τὴν σὴν εὐλάβειαν ἀπεστείλαμεν·
So that you may know what has been decided by the council, we have sent these things to your reverence;
因此,為使閣下知悉會議所議定之事,我們特將此信送呈於您。
1:1427
ἅπερ εὐχόμεθά σε διαφυλάττοντα χάριτι Χριστοῦ εἰρη νικῶς καὶ ἐνθέσμως κυβερνᾶν τὰς ὑπὸ σὲ ἐκκλησίας. Τοῦτον Εὐνόμιος ἐν τοῖς λόγοις ἐξαίρει καὶ θεοῦ ἄνθρωπον ὀνομάζει καὶ παμπόλλαις εὐφημίαις γεραίρει
which things we pray that you, keeping them, may by the grace of Christ govern peacefully and lawfully the churches under you. This man Eunomius extols in his writings, calling him a man of God and honoring him with the most abundant praises.
願您持守這些決議,靠基督的恩典,以和平、合法的方式治理您治下的眾教會。此人〔埃提烏斯〕,歐諾米烏斯在其著述中極力稱揚,稱之為神的人,並以極多讚辭尊崇他。
1:1428
ἀλλὰ τότε καὶ τοῖς ἀποκηρύττουσι συνῆν καὶ παρ' αὐτῶν τὴν ἐπισκοπικὴν χειροτονίαν ἐδέξατο
Yet at that time he too was in company with those who denounced Aetius, and received his episcopal ordination from them.
然而當時,他〔歐諾米烏斯〕卻與那些革除〔埃提烏斯〕的人為伍,並從他們手中接受了主教的按立。
1:1429
οἱ δὲ περὶ Εὐδόξιον καὶ Ἀκάκιον τοῖς ἐκτεθεῖσιν ἐν Νίκῃ τῆς Θρᾴκης συνθέμενοι, ὧν ἐν τοῖς ἔμπροσθεν συγγραφεῖσιν ἐμνή σθημεν, ἀντὶ τῶν περὶ Βασίλειον καὶ Ἐλεύσιον ἑτέρους ἐν ταῖς ἐκείνων ἐκκλησίαις ἐχειροτόνησαν
And the party of Eudoxius and Acacius, having subscribed to the creed set forth at Nicé in Thrace, which we mentioned earlier in this history, ordained others in the churches of Basil and Eleusius in place of them.
歐多克西烏斯與阿卡修斯一黨既已同意在色雷斯的尼卡所頒佈的信條——此事我們在前文已提及——便在巴西流與埃勒烏西烏斯原本的教會中,另立他人取而代之。
1:1430
καὶ τῶν μὲν ἄλλων περιττὸν ἡγοῦμαι μνησθῆναι, μόνα δὲ τὰ κατὰ Εὐνόμιον διηγήσομαι
And I consider it superfluous to mention the others, but I shall relate only the matters concerning Eunomius.
至於其餘諸事,我認為不必贅述,只將關於歐諾米烏斯之事略作交代。
1:1431
Ἐπειδὴ γὰρ ζῶντος Ἐλευσίου τὴν Κύζικον ἔλαβεν ὁ Εὐνόμιος καὶ τοῦ πλήθους τὴν ὑγείαν ὁρῶν ὁ Εὐδόξιος καὶ τὸν βασιλέα θεώ μενος χαλεπαίνοντα κατὰ τῶν κεκτίσθαι λεγόντων τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τῷ Εὐνομίῳ παρῄνεσε κατακρύψαι τὸ φρόνημα καὶ μὴ δηλῶσαι τοῦτο τοῖς θηρωμένοις κατηγορίας προφάσεις
For since Eunomius received Cyzicus while Eleusius was still living, and Eudoxius, seeing the soundness of the multitude and observing the emperor's anger against those who said the only-begotten Son of God was created, advised Eunomius to conceal his opinion and not reveal it to those who were hunting for pretexts of accusation.
原來,趁埃勒烏西烏斯尚在世時,歐諾米烏斯便取得了基齊庫斯教座;歐多克西烏斯見會眾信仰健全,又見皇帝對那些聲稱神的獨生子乃受造之物者深惡痛絕,便勸告歐諾米烏斯將自己的見解隱藏起來,切勿向那些正伺機尋找控告藉口的人透露。
1:1432
καιροῦ γάρ, ἔφη, τετυχηκότες κηρύξομεν ἃ νῦν κατακρύπτομεν καὶ τοὺς ἀ γνοοῦντας διδάξομεν καὶ τοὺς ἀντιλέγοντας ἢ πείσομεν ἢ καταναγ κάσομεν ἢ κολάσομεν. ταύταις πειθόμενος ταῖς ὑποθήκαις Εὐνόμιος συνεσκιασμένην προὔφερε τὴν ἀσέβειαν
"For," he said, "when we have found the opportune time, we shall proclaim what we now conceal, and we shall teach those who are ignorant, and we shall either persuade or compel or punish those who oppose us." Persuaded by this counsel, Eunomius put forth his impiety in veiled form.
他說:「待我們遇到合適的時機,便會宣講如今我們所隱藏的道理,教導那些無知者;至於那些反對的人,我們或說服他們,或強制他們,或懲罰他們。」歐諾米烏斯聽從了這番建議,於是將自己的不敬虔隱晦地表達出來。
1:1433
ἀλλ' οἱ τοῖς θείοις ἐντρα φέντες λογίοις, τῶν λεγομένων ὁρῶντες τὸ ὕπουλον, ἐδυσχέραινον μέν, ἀντιλέγειν δὲ προφανῶς θρασύτητος ἔργον, οὐκ ἀγχινοίας, ἐνό μιζον
But those who had been nurtured in the divine oracles, seeing the deceitfulness of what was said, were indeed troubled, yet they considered openly opposing him to be an act of rashness, not of prudence.
但那些在神聖經言中受過薰陶的人,看出這些言論中隱藏的詭詐,內心深感不快;然而,公然反駁在他們看來是魯莽之舉,而非明智之為。
1:1434
τῆς οὖν αἱρετικῆς κακοδοξίας περιθέμενοι προσωπεῖα, οἴκοι προσελθόντες ἱκέτευον προφανῶς σφίσιν ἐκθέσθαι τοῦ δόγματος τὴν ἀλήθειαν καὶ μὴ περιιδεῖν τῇδε κἀκεῖσε ταῖς διαφόροις περιφερομένους διδασκαλίαις
So, putting on the mask of the heretical false opinion themselves, they came to him at his house and openly besought him to set forth to them the truth of the doctrine, and not to allow them to be carried about hither and thither by conflicting teachings.
於是他們便假裝戴上異端邪見的面具,親自登門,懇求他公開向他們闡明教義的真理,切莫任由他們在各種不同教訓之間左右搖擺、莫衷一是。
1:1435
ὁ δὲ θαρρήσας ἐξέφηνεν ὃ κατέκρυπτε φρόνημα
And he, taking courage, revealed the opinion he had been concealing.
他便放膽而言,將自己一直隱藏的見解顯露出來。
1:1436
ἀλλὰ γὰρ ἄδικον ἔλεγον ἐκεῖνοι καὶ λίαν ἀνόσιον μὴ ἅπαντας τοὺς ὑπ' αὐ τὸν τελοῦντας τῆς ἀληθείας μεταλαχεῖν
For they said it was unjust and utterly impious that not all those under him should partake of the truth.
那些人便說:若不讓所有屬他管轄的人都能領受真理,這實在是不公,也極其不虔。
1:1437
ὁ δὲ τούτοις καὶ τοῖς τοι ούτοις ὑπαχθεὶς λόγοις ἐν τοῖς τῆς ἐκκλησίας συλλόγοις τὴν βλα σφημίαν ἐγύμνωσεν
And he, won over by these and similar arguments, laid bare his blasphemy in the assemblies of the church.
他被這些及類似的言辭所說服,便在教會的聚會之中,公然暴露了自己的褻瀆言論。
1:1438
τὰς ψυχὰς παραθήξαντες εἰς τὴν Κωνσταντινούπολιν ἔδραμον
Having sharpened their spirits, they hastened to Constantinople.
他們心中怒火燃燒,便趕赴君士坦丁堡。
1:1439
καὶ πρῶτον μὲν παρ' Εὐδοξίῳ ἐγράψαντο τὸν Εὐνόμιον·
And first they lodged a written accusation against Eunomius before Eudoxius;
他們首先在歐多克西烏斯面前對歐諾米烏斯提出控告;
1:1440
ἐκείνου δὲ μὴ προσδεξαμένου, τῷ βασιλεῖ προσελθόντες τὴν παρ' ἐκείνου γιγνομένην ἀπωδύροντο λώβην·
but when he did not receive it, they went to the emperor and lamented the outrage being committed by him;
但歐多克西烏斯未予受理,於是他們便去見皇帝,哭訴此人〔歐諾米烏斯〕所犯下的暴行;
1:1441
τῆς Ἀρείου γὰρ ἔλεγον βλασφημίας δυσσεβέστερα εἶναι τὰ παρὰ τούτου λεγό μενα
for they said that what was being said by this man was more impious than the blasphemy of Arius.
他們說,此人所言比阿里烏的褻瀆更為不敬虔。
1:1442
θυμωθεὶς δὲ ἐπὶ τούτοις ὁ βασιλεὺς ἀγαγεῖν τε τὸν Εὐνόμιον τῷ Εὐδοξίῳ προσέταξε καὶ διελεγχόμενον τῆς ἱερωσύνης γυμνῶσαι
And the emperor, being angered at these things, ordered Eudoxius to bring Eunomius, and, once he was convicted, to strip him of the priesthood.
皇帝因此大怒,遂下令歐多克西烏斯將歐諾米烏斯帶來,一經審問定罪,便剝奪其聖職。
1:1443
ἐπειδὴ δὲ πολλάκις ὑπὸ τῶν κατηγόρων ὀχλούμενος ὁ Εὐδόξιος ἀναδυόμενος διετέλει, προσῆλθον αὖθις τῷ βασιλεῖ, ὀλοφυρόμενοι καὶ βοῶντες μηδὲν ὧν προσετάχθη τὸν Εὐδόξιον δεδρακέναι, ἀλλὰ πόλιν τοσαύτην πε ριορᾶν ταῖς Εὐνομίου βλασφημίαις ἐκδεδομένην
But since Eudoxius, though repeatedly pressed by the accusers, continued to draw back, they went again to the emperor, lamenting and crying out that Eudoxius had done nothing of what he had been commanded, but was overlooking so great a city being handed over to the blasphemies of Eunomius.
然而,歐多克西烏斯屢屢被控告者催逼,卻總是設法迴避推諉,他們便再次去見皇帝,痛哭哀號,聲稱歐多克西烏斯絲毫未曾執行所受命令之事,反倒坐視這樣一座大城,任憑歐諾米烏斯的褻瀆之言肆意流傳。
1:1444
τότε Κωνστάντιος αὐτὸν ἐξελάσειν ἠπείλησε τὸν Εὐδόξιον, εἰ μὴ τὸν Εὐνόμιον ἀγαγὼν δικάσοι καὶ ἐξελεγχόμενον ἐφ' οἷς ᾐτιάθη κολάσοι
Then Constantius threatened to drive out Eudoxius himself, unless he brought Eunomius to trial and, upon his being convicted of the charges against him, punished him.
於是康斯坦提烏斯便揚言,若歐多克西烏斯不將歐諾米烏斯帶來審判,並在其罪行查證屬實後加以懲處,他自己也將被逐出。
1:1445
ταύτην δείσας τὴν ἀπειλὴν ὁ Εὐδόξιος φυγεῖν ἐκ τῆς Κυζίκου τῷ Εὐνομίῳ διὰ γραμμάτων ἐδήλωσε καὶ ἑαυτῷ μέμφεσθαι μὴ πεισθέντι ταῖς ὑπο θήκαις
Fearing this threat, Eudoxius informed Eunomius by letter to flee from Cyzicus, and told him to blame himself for not having heeded his counsel.
歐多克西烏斯懼於此威脅,便寫信告知歐諾米烏斯逃離基齊庫斯,並說要怪只怪他自己不聽從先前的勸告。
1:1446
ὁ δὲ Εὐνόμιος δείσας μὲν ὑπεχώρησε, τὴν δὲ ἀτιμίαν οὐκ ἐνεγκὼν προδοσίαν μὲν κατηγόρει τοῦ Εὐδοξίου, ἠδικῆσθαι δὲ καὶ ἑαυτὸν καὶ τὸν Ἀέτιον ἔλεγεν
And Eunomius, being afraid, withdrew; but unable to bear the dishonor, he accused Eudoxius of betrayal, and said that both he himself and Aetius had been wronged.
歐諾米烏斯心中懼怕,便退避他處;然而他無法忍受此番羞辱,反而指控歐多克西烏斯背叛,並聲稱自己與埃提烏斯都受了冤屈。
1:1447
Ἐντεῦθεν λοιπὸν ἰδίαν φατρίαν συνεστήσατο
From this point on, he formed his own faction.
從此以後,他便自立了一個獨立的黨派。
1:1448
ὅσοι γὰρ δὴ συνίστορες ἦσαν τῆς ἐν τοῖς δόγμασιν αὐτῶν συμφωνίας Εὐδοξίου μὲν ἀπέστησαν, προδοσίαν κατεγνωκότες, Εὐνομίῳ δὲ συνετάχθησαν καὶ τὴν ἐπωνυμίαν ἐξ ἐκείνου μέχρι καὶ τήμερον ἔχουσιν
For as many as had been privy to the agreement in their doctrines fell away from Eudoxius, having condemned him for betrayal, and attached themselves to Eunomius, and they bear his name even to this day.
凡是熟知他們教義彼此一致的人,都離棄了歐多克西烏斯,斥責他背信棄義,轉而歸附歐諾米烏斯,並沿用其名,直到今日仍以此為稱號。
1:1449
ἐντεῦθεν αἱρέσεως ἀρχηγὸς γενόμενος ὁ Εὐνόμιος ταῖς τῆς ἀσεβείας προσθή καις τὴν Ἀρείου βλασφημίαν ἐπηύξησεν
From this point, having become the founder of a heresy, Eunomius, by additions to his impiety, augmented the blasphemy of Arius.
自此,歐諾米烏斯成了一個異端的創始者,他以種種不敬虔的添加,進一步擴大了阿里烏的褻瀆。
1:1450
ὅτι δὲ φιλοτιμίας πάθει δουλεύων ἴδιον συνεστήσατο σύλλογον, αὐτὰ τὰ πεπραγμένα βοᾷ
That, enslaved to the passion of ambition, he formed his own assembly, the very deeds themselves proclaim.
至於他乃是因屈服於好名之情慾,才自立門戶、另組會眾,這一點正是他所行之事本身所昭示的。
1:1451
ἡνίκα μὲν γὰρ Ἀέτιος ἀποκηρυχθεὶς ἐξηλάθη, οὐ συνεξῆλθεν ἐκείνῳ, καίτοι διδάσκαλον αὐτὸν καὶ θεοῦ ἄνθρωπον ὀνομάζων, ἀλλὰ μεμέ νηκεν Εὐδοξίῳ συμπεφραγμένος·
For when Aetius was denounced and driven out, he did not go out together with him, although he called him his teacher and a man of God, but remained bound together with Eudoxius;
因為當埃提烏斯被革除、遭到驅逐之時,他並未與之一同離去——儘管他曾稱埃提烏斯為師,稱之為神的人——反倒依然緊緊依附於歐多克西烏斯;
1:1452
ἡνίκα δὲ αὐτὸς δίκας εἰσεπράχθη τῆς ἀσεβείας, οὐκ ἔστερξε τῆς συνόδου τὴν ψῆφον, ἀλλ' ἐπισκόπους ἐχειροτόνει καὶ πρεσβυτέρους ὁ τῆς ἐπισκοπικῆς ἀξίας γεγυμνωμένος
but when he himself was made to pay the penalty for his impiety, he did not accept the verdict of the council, but, though stripped of episcopal dignity, went on to ordain bishops and presbyters.
但等到他自己也因不敬虔而受到懲處之時,他卻不肯接受會議的裁決,反倒——雖已被剝奪主教之尊——擅自按立主教與長老。
1:1453
ταῦτα μὲν οὖν ἐν Κωνσταντινουπόλει γεγένηται
These things, then, took place at Constantinople.
以上便是發生在君士坦丁堡之事。
1:1454
Σαβώρου δὲ τοῦ Περσῶν βασιλέως κατὰ Ῥωμαίων στρατεύσαντος, ἀφίκετο εἰς τὴν Ἀντιόχειαν ὁ Κωνστάντιος, ἀγείρας τὴν στρατιάν
And when Sapor, king of the Persians, made war against the Romans, Constantius came to Antioch, having gathered his army.
波斯王沙普爾出兵攻打羅馬人之時,康斯坦提烏斯集結軍隊,來到安提阿。
1:1455
ἐξήλασε δὲ τοὺς πολεμίους οὐχ ὁ τῶν Ῥωμαίων στρατὸς ἀλλ' ὁ τῶν παρὰ Ῥωμαίοις εὐσεβούντων θεός
But it was not the army of the Romans that drove out the enemy, but the God of those among the Romans who lived piously.
然而,將敵人驅退的,並非羅馬人的軍隊,而是那些在羅馬人中敬虔度日者所信奉的神。
1:1456
τὸν δὲ τῆς νίκης τρόπον ἐγὼ διηγήσομαι
And I shall relate the manner of the victory.
至於這場勝利的經過,我將加以敘述。
1:1457
Νίσιβις, ἣν Ἀντιόχειαν Μυγδονίαν τινὲς ὀνομάζουσιν, ἐν μεθορίῳ κεῖται τῆς Περσῶν καὶ Ῥωμαίων ἡγεμονίας
Nisibis, which some call Antioch of Mygdonia, lies on the border between the dominions of the Persians and the Romans.
尼西比斯——有人稱之為米格多尼亞的安提阿——位於波斯與羅馬兩國疆界的交界之處。
1:1458
ταύτης ἐπί σκοπος ἦν καὶ πολιοῦχος καὶ στρατηγὸς Ἰάκωβος, οὗ καὶ πρόσθεν ἐμνήσθην, τῆς δὲ ἀποστολικῆς χάριτος τὰς ἀκτίνας οὗτος ἠφίει
Of this city James — whom I have also mentioned before — was bishop, guardian, and commander, and he sent forth the rays of apostolic grace.
此城的主教、守護者兼統帥乃是雅各——我先前已曾提及此人——他放射出使徒恩典的光輝。
1:1459
τούτου τὰς ἀξιαγάστους καὶ πολυυμνήτους θαυματουργίας ἐν τῇ Φιλοθέῳ Ἱστορίᾳ συγγράψας, περιττὸν οἶμαι καὶ παρέλκον αὖθις ταύτας ἀπαριθμήσασθαι·
Having already written of his admirable and much-celebrated wonder-workings in my Religious History, I think it superfluous and tedious to enumerate them again here;
關於此人那些令人敬畏、廣受頌揚的神蹟奇事,我已在《慕道者史》中詳加記述,故在此我以為再逐一列舉實屬多餘、亦嫌繁瑣;
1:1460
μίαν δὲ μόνην ἐρῶ, τοῦ προκειμένου ἕνεκα διηγήματος
but I shall tell only one, for the sake of the narrative now before us.
我只想述說一件事,乃是為了眼前所要敘述之事的緣故。
1:1461
τὴν ὑπὸ τούτου κυβερνωμένην πόλιν Ῥωμαίοις ὑποκει μένην ὁ Περσικὸς ἐπολιόρκει στρατός
The Persian army besieged the city governed by him, which was subject to the Romans.
波斯軍隊圍攻了這座由他所治理、隸屬於羅馬人的城市。
1:1462
ἑβδομήκοντα δὲ προσεδρεύσας ἡμέρας, καὶ πολλὰς μὲν ἑλεπόλεις τῷ τείχει προσενεγκών, πολλὰ δὲ ἕτερα μηχανήματα περιστήσας, καὶ χαρακώματα καὶ τάφρους ὀρύξας, ἑλεῖν τὴν πόλιν οὐκ ἴσχυσεν
And having laid siege for seventy days, and having brought many siege engines against the wall, and having set up many other machines, and having dug palisades and trenches, he was not able to take the city.
波斯軍圍城七十日,向城牆推來眾多攻城器械,又佈設了許多其他機具,並挖掘壕溝壁壘,卻始終未能攻下此城。
1:1463
ὕστερον δὲ τοῦ ποταμοῦ τὸ ῥεῖθρον ὃς μέσην διατέμνει τὴν πόλιν ( Μυγδόνιος δὲ ὄνομα τούτῳ) πόρρωθεν ἐπισχών, καὶ τὰς ὄχθας ἑκατέρωθεν προσχώσας καὶ ὑψηλὰς ἐργασά μενος ἵνα τὸ ῥεῦμα συνέχωσιν, ὡς εἶδε πάμπολυ γενόμενον καὶ λοιπὸν ὑπερκλύζον τὸ χῶμα, ἐξαπινέως ἀφῆκε κατὰ τοῦ τείχους ὡς μηχανήν
But afterward, having dammed up from a distance the stream of the river that cuts through the middle of the city (its name is the Mygdonius), and having built up the banks on either side and made them high, so as to hem in the flow, when he saw that it had become very great and was now overflowing the embankment, he suddenly released it against the wall like an engine of war.
後來,他們從遠處堵截了那條貫穿城中央的河流(此河名為米格多尼烏斯),並在兩岸堆築起高高的堤壩,以使水流被截堵蓄積;等他見水量已然大增,且已漫過堤岸之時,便突然放水沖向城牆,猶如使用一具攻城機具一般。
1:1464
τὸ δὲ οὐκ ἤνεγκε σφοδροτάτην οὖσαν τὴν προσβολήν, ἀλλ' ἐκλίθη τε καὶ κατέπεσε
But it could not withstand the assault, which was most violent, but bent and collapsed.
城牆終究無法承受這來勢極為猛烈的衝擊,於是傾斜倒塌。
1:1465
ταὐτὸ δὲ πάθος καὶ τὸ ἕτερον τοῦ περιβόλου μέ ρος ὑπέμεινε, δι' οὗ τὴν ἔξοδον ὁ Μυγδόνιος εἶχε·
And the other part of the circuit wall, through which the Mygdonius had its outlet, suffered the same fate;
城牆的另一段——米格多尼烏斯河由此出城之處——也遭遇了同樣的命運;
1:1466
κατηνέχθη γὰρ τὴν ῥύμην οὐκ ἐνεγκόν
for it too was swept down, unable to withstand the force of the current.
因為它同樣無法承受水流的衝力,而被沖垮。
1:1467
ταῦτα Σαβώρης ἰδὼν ἤλπισεν ἀκμητὶ λοιπὸν τοῦ ἄστεος περιέσεσθαι
When Sapor saw this, he hoped that he would henceforth become master of the city without a struggle.
沙普爾見此情景,便滿心指望此後可不費一兵一卒便奪取此城。
1:1468
καὶ τὴν μὲν ἡμέραν ἐκείνην ἡσύχασεν, ὥστε καὶ τὸ τέλμα διαυανθῆναι καὶ τὸν ποταμὸν γενέσθαι βατόν
And that day he remained quiet, so that the marshy ground might dry out and the river become fordable.
於是那一整日他按兵不動,好讓沼澤地乾涸、河流變得可以徒涉而過。
1:1469
ὁ γὰρ θεῖος ἐκεῖνος ἀνήρ, διὰ προσευχῆς καὶ τοὺς στρατιώτας δυνάμεως ἐμπλήσας καὶ τοὺς ἄλλους οἰκήτορας, τόν τε περίβολον ᾠκοδόμησε καὶ τὰ μηχανήματα ἐπιστήσας τοὺς προσιόντας ἐξήλασε·
For that divine man, having through prayer filled both the soldiers and the other inhabitants with strength, both rebuilt the wall and, having set up engines, drove back those who approached;
因為那位神聖之人〔雅各〕藉著禱告,使士兵與其餘居民都充滿力量,一面重建城牆,一面設置器械,將前來進犯者擊退;
1:1470
καὶ ταῦτα ἔδρα οὐ τῷ τείχει πελάζων, ἀλλ' ἔνδον ἐν τῷ θείῳ νεῷ τὸν κύριον τῶν ὅλων ἀντιβολῶν
and he did these things not by drawing near to the wall, but within the divine temple, supplicating the Lord of all.
而他做這一切,並非親臨城牆之下,而是在聖殿之內,向萬有的主懇切祈求。
1:1471
τὸν δὲ Σαβώρην οὐ μόνον τῆς οἰκο δομίας τὸ τάχος κατέπληξεν, ἀλλὰ καὶ ἑτέρα ὄψις ἐξεδειμάτωσεν
Sapor was astounded not only by the speed of the building work, but another vision also terrified him.
沙普爾不僅因城牆修築之迅速而驚駭,另有一幕異象也使他大為恐懼。
1:1472
εἶδε γὰρ ἐφεστῶτα τῷ περιβόλῳ τινὰ τὸ βασιλικὸν περικείμενον σχῆμα καὶ τῆς τε ἁλουργίδος τοῦ τε διαδήματος αἴγλην ἐκπεμπομένην
For he saw someone standing on the wall, clothed in royal attire, and radiance streaming forth from the purple robe and the diadem.
他看見有一人站在城牆上,身披王者服飾,紫袍與冠冕皆發出光輝。
1:1473
τοπάσας δὲ εἶναι τῶν Ῥωμαίων τὸν βασιλέα, θάνατον ἠπείλησε τοῖς μὴ παρεῖναι τοῦτον ἀπηγγελκόσιν
Supposing this to be the emperor of the Romans, he threatened with death those who had reported that he was not present.
他猜想那是羅馬人的皇帝,便揚言要處死那些先前向他報告皇帝不在場的人。
1:1474
ἰσχυριζομένων δὲ ἐκείνων ἀληθῆ εἶναι τὰ παρ' αὐτῶν εἰρημένα καὶ τὸν Κωνστάντιον ἐν Ἀντιοχείᾳ διάγειν εἰρηκότων, ἐπέγνω τῆς ὄψεως τὰ μηνύματα καὶ τὸν θεὸν ἔφη τῶν Ῥωμαίων ὑπερμαχεῖν
But when they insisted that what they had said was true, and affirmed that Constantius was residing in Antioch, he recognized the meaning of the vision, and declared that the God of the Romans was fighting on their side.
那些人堅稱所言屬實,並說君士坦提烏斯確實住在安提阿,他這才明白異象的含意,宣稱羅馬人的神在為他們爭戰。
1:1475
καὶ δυσχεράνας ὁ δείλαιος βέλος ἀφῆκεν εἰς τὸν ἀέρα, εἰδὼς μὲν ὡς οὐ βαλεῖ τὸν ἀσώματον, τῆς δὲ μανίας τὴν ῥύμην οὐκ ἐνεγκών
And in his vexation the wretched man shot an arrow into the air, knowing that he could not strike the bodiless one, yet unable to bear the surge of his madness.
那可憐的人惱怒之下,向空中射出一箭,明知不能射中那無形之神,卻按捺不住狂怒的衝動。
1:1476
Τότε Ἐφραὶμ ὁ θαυμάσιος (συγγραφεὺς δὲ οὗτος ἄριστος παρὰ Σύροις ἐγένετο) τὸν θεῖον Ἰάκωβον ἠντιβόλησεν ἐπιβῆναι τοῦ τείχους καὶ τοὺς βαρβάρους ἰδεῖν καὶ τῆς ἀρᾶς κατ' αὐτῶν ἀφιέναι τὰ βέλη
Then the wonderful Ephraim (this man became the finest writer among the Syrians) besought the divine Jacob to mount the wall, behold the barbarians, and let fly the arrows of a curse against them.
那時,令人讚嘆的以法蓮(此人乃敘利亞人中最傑出的作家)懇求神聖的雅各登上城牆,觀看那些蠻族,並向他們射出咒詛之箭。
1:1477
εἴξας δὴ οὖν ὁ θεσπέσιος ἄνθρωπος ἀνέβη μὲν εἴς τινα πύργον·
So the divinely-inspired man yielded and went up onto a certain tower;
於是那位神妙之人順從了,便登上了一座城樓;
1:1478
τὸ δὲ μυρίον πλῆθος ἰδών, ἄλλην μὲν οὐκ ἀφῆκεν ἀράν, σκνίπας δὲ αὐ τοῖς ἐξῄτησεν ἐπιπεμφθῆναι καὶ κώνωπας, ὥστε καὶ διὰ τῶν μικρῶν ζωϋφίων τοῦ σφίσιν ἐπαρκοῦντος ἐπιγνῶναι τὴν δύναμιν
and seeing the countless multitude, he did not utter any other curse, but asked that gnats and mosquitoes be sent upon them, so that even through these tiny creatures they might come to know the power of him who was their helper.
他看見那無數的大軍,並未再發出別的咒詛,只求差遣蚋蟲與蚊蚋降臨其上,使他們藉這些微小的生物,也能認識那扶助他們之神的能力。
1:1479
εἵπετο δὲ τῇ εὐχῇ τῶν σκνιπῶν καὶ τῶν κωνώπων τὰ νέφη, καὶ τῶν μὲν ἐλε φάντων τὰς προνομαίας αὐλοειδεῖς πεφυκυίας ἐπλήρου, τῶν δὲ ἵπ πων καὶ τῶν ἄλλων κτηνῶν τά τε ὦτα καὶ τὰς ῥῖνας
And clouds of gnats and mosquitoes followed upon the prayer, filling the elephants' trunks, which are shaped like pipes, and the ears and nostrils of the horses and the other beasts of burden.
隨著這祈求,蚋蟲與蚊蚋成群結隊而來,鑽滿了大象那形如管子的長鼻,也鑽滿了馬匹與其他牲畜的耳朵和鼻孔。
1:1480
οἱ δὲ φέρειν οὐ δυνάμενοι τῶν ζωϋφίων τὴν προσβολὴν τούς τε ῥυτῆρας ἀπέρ ρηξαν καὶ τοὺς ἐποχουμένους κατήνεγκαν, καὶ τήν τε τάξιν συνέχεαν τό τε στρατόπεδον καταλιπόντες ἔφυγον κατὰ κράτος
Unable to bear the assault of these creatures, they snapped their reins and threw off their riders, threw the ranks into confusion, and, abandoning the camp, fled with all their might.
牠們無法忍受這些小蟲的侵擾,掙斷韁繩,將乘者摔落,使隊伍陷入混亂,牠們拋下營地,全力奔逃。
1:1481
οὕτως ὁ τρισ άθλιος βασιλεύς, τῇ σμικρᾷ καὶ φιλανθρώπῳ παιδείᾳ τοῦ τῶν εὐσε βούντων προμηθουμένου θεοῦ μεμαθηκὼς τὴν ἰσχύν, ἀνέζευξεν ἐκεῖ θεν, αἰσχύνην οὐ νίκην ἐκ τῆς πολιορκίας δρεψάμενος
Thus the thrice-wretched king, having learned the power of God, who provides for those who worship him, by this small and kindly chastisement, withdrew from there, having reaped shame, not victory, from the siege.
就這樣,那三重不幸的皇帝,藉著眷顧敬虔者的神所施的這微小而慈愛的懲戒,領教了神的大能,便從那裡撤軍,從這場圍城中所得的不是勝利,而是恥辱。
1:1482
Κατὰ τοῦτον δὲ τὸν χρόνον ὁ Κωνστάντιος ἐν Ἀντιοχείᾳ διέ τριβε
At this time Constantius was residing in Antioch.
此時君士坦提烏斯正住在安提阿。
1:1483
τῆς δὲ ἀνακωχῆς γενομένης καὶ τοῦ Περσικοῦ παυσαμένου πολέμου, πάλιν ἐπισκόπους συνήθροισεν, ἀρνηθῆναι πάντας καὶ τὸ ὁμοούσιον ἀναγκάζων καὶ τὸ ἑτεροούσιον
When a truce had been made and the Persian war had ceased, he again assembled bishops, compelling all to renounce both the homoousion and the heteroousion.
休戰達成、波斯戰爭停止之後,他再次召集主教,強逼眾人一併棄絕「同質」與「異質」之說。
1:1484
Εὐδοξίου δὲ μετὰ Λεόν τιον ἐκεῖνον τὸν θρόνον ἁρπάσαντος, εἶτα ἐξελαθέντος καὶ μετὰ πολλὰς συνόδους τὴν Κωνσταντινούπολιν παρανόμως κατεσχηκότος, ἡ Ἀντιοχέων ἐκκλησία ποιμένος ἐστέρητο
After Eudoxius, following that Leontius, had seized the throne, and then, being driven out, had after many councils unlawfully taken possession of Constantinople, the church of Antioch was deprived of a shepherd.
歐多克西烏斯在良提烏斯之後篡奪了那主教之位,其後被逐,又在多次大公會議之後非法佔據了君士坦丁堡,安提阿教會因而失去了牧者。
1:1485
τότε δὴ οὖν οἱ συνεληλυθό τες ἐπίσκοποι (πολλοὶ δὲ ἦσαν πάντοθεν συνειλεγμένοι) χρῆναι ἔλεγον προβληθῆναι πρότερον τῇ ποίμνῃ νομέα, εἶθ' οὕτω κοινῇ σὺν ἐκείνῳ περὶ τῶν δογμάτων βουλεύσασθαι
Then, therefore, the bishops who had assembled (and they were many, gathered from every quarter) said that a shepherd must first be put forward for the flock, and only then, together with him, take counsel in common concerning the doctrines.
那時聚集的主教(他們是從四面八方匯集而來的一大群人)都說,應當先為羊群立一位牧者,然後才與他一同商議教義之事。
1:1486
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Μελέτιος ὁ θεσπέσιος πόλιν τινὰ τῆς Ἀρμενίας ἰθύνων, εἶτα τῶν ἀρχομένων τὸ δυσήνιον δυσχεράνας, ἡσυχίαν ἦγεν ἑτέρωθι διατρίβων
At that time the divinely-inspired Meletius was governing a certain city of Armenia; then, being vexed by the intractability of those he governed, he lived in quiet, residing elsewhere.
就在那時,令人讚嘆的美勒提烏斯正治理亞美尼亞的某座城,後因不滿所轄之民桀驁難馴,便退居別處,過著清靜的生活。
1:1487
τοῦτον ὑποτοπήσαντες οἱ τῆς Ἀρείου συμμορίας ὁμόφρονα εἶναι καὶ κοινωνὸν τῶν δογμάτων, ἐξῄ τησαν τὸν Κωνστάντιον τούτῳ τῆς Ἀντιοχέων ἐκκλησίας παραδοῦναι τὰς ἡνίας
Those of the faction of Arius, suspecting him to be of like mind and a partner in their doctrines, requested Constantius to hand over the reins of the church of Antioch to him.
阿里烏一黨之人猜想他與己方同心,共奉其教義,便請求君士坦提烏斯將安提阿教會的韁繩交付於他。
1:1488
πάντα γὰρ νόμον παρέβαινον ἀδεῶς, κρατῦναι πειρώμενοι τὴν ἀσέβειαν, καὶ τῶν θεσμῶν ἡ παράβασις ὑποβάθρα τῆς βλασφη μίας ἐγίνετο
For they transgressed every law without fear, striving to entrench their impiety, and the transgression of ordinances became the foundation of blasphemy.
因為他們肆無忌憚地違犯一切律法,企圖鞏固不敬虔之教,而對律例的違犯竟成了褻瀆的根基。
1:1489
πολλὰ δὲ τοιαῦτα πολλαχοῦ γῆς ἐνεόχμωσαν
And many such innovations they wrought in many parts of the earth.
他們在世界各地推行了許多這樣的變革。
1:1490
οἱ δὲ τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων, τοῦ μεγάλου Μελετίου καὶ τὴν ἐν τοῖς δόγμασιν ὑγείαν εἰδότες καὶ μὲν δὴ καὶ τὴν τοῦ βίου λαμπρότητα καὶ τῆς ἀρετῆς τὸν πλοῦτον σαφῶς ἐπιστάμενοι, συνεψηφίσαντο καὶ τὸ ψήφισμα γραφῆναι καὶ παρὰ πάντων ὑπογραφῆναι μετὰ πλείστης ὅτι μάλιστα σπουδῆς παρεσκεύασαν
But those who held fast to the apostolic doctrines, knowing the soundness of the great Meletius in matters of doctrine, and clearly aware also of the splendor of his life and the wealth of his virtue, voted together with the others, and took the utmost care that a decree be drawn up in writing and signed by all.
而那些恪守使徒教義的人,既深知偉大的美勒提烏斯在教義上的純正,又清楚了解他生活的光輝與德行的豐盛,便與眾人一同表決,並極其用心地籌辦,使決議寫成文書,由眾人簽署。
1:1491
τοῦτο δέ γε καὶ οὗτοι κἀκεῖνοι οἷόν τινα συνθήκην κοινὴν Εὐσεβίῳ τῷ Σαμοσάτων ἐπισκόπῳ φυ λάττειν ἔδοσαν, ἀνδρὶ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ
And this, both the one party and the other, gave to Eusebius, bishop of Samosata, a noble champion of the truth, to keep as a kind of common covenant.
這一決議,雙方都如同一份共同的約定,交託給薩摩薩塔的主教歐西比烏保管,此人乃真理的英勇鬥士。
1:1492
ἐπειδὴ δὲ βασιλικὴν δεξάμενος κλῆσιν ἧκεν ὁ μέγας Μελέτιος, ὑπήντησαν μὲν ἅπαντες οἱ τῆς ἀρχιερωσύνης μετειληχότες
When the great Meletius, having received a summons from the emperor, arrived, all who had a share in the high priesthood went out to meet him;
當偉大的美勒提烏斯應皇帝之召而抵達時,所有身居主教之職的人都出來迎接他;
1:1493
ὑπήντησαν δὲ καὶ οἱ ἄλλοι τῆς ἐκκλησίας χοροὶ καὶ ἅπαν τὸ τῆς πόλεως πλῆθος·
and the other choirs of the church went out to meet him also, and the whole multitude of the city;
教會中其他的詩班以及全城的民眾也都出來迎接他;
1:1494
Ὁ δὲ βασιλεὺς καὶ αὐτῷ καὶ τοῖς ἄλλοις οἳ λέγειν ἠδύναντο τὸ κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ παρηγ γύησεν ἀναπτύξαι τῷ πλήθει·
The emperor charged both him and the others who were capable of speaking to expound to the multitude the text, 'The Lord created me the beginning of his ways for his works';
皇帝吩咐他與其他能言善道之人,向民眾闡明「主在祂工作之先造了我,為祂諸工之始」這句經文;
1:1495
τοὺς δὲ γράφειν εἰς τάχος πεπαιδευ μένους γράψαι προσέταξε τὰ παρ' ἑκάστου λεγόμενα, ἀκριβεστέραν ἔσεσθαι τὴν διδασκαλίαν ὑπολαβών
and he commanded those trained in swift writing to record what was said by each speaker, supposing that the teaching would thereby be more accurate.
並命令受過速記訓練的人,將各人所講的記錄下來,以為這樣教導會更為精確。
1:1496
καὶ πρῶτος μὲν ὁ Λαοδικείας Γεώργιος τὴν αἱρετικὴν ἐξήμεσε δυσοσμίαν·
And first George of Laodicea vomited forth his heretical stench;
首先,勞迪基亞的喬治吐出了異端的臭氣;
1:1497
μετὰ δὲ τοῦτον Ἀκάκιος ὁ Καισαρείας μέσην τινὰ διδασκαλίαν προσήνεγκε, πλεῖστον μὲν ὅσον τῆς ἐκείνων βλασφημίας ἀφεστηκυῖαν, οὐκ ἀκραιφνῆ δὲ καὶ ἀκέραιον τὸν ἀποστολικὸν χαρακτῆρα φυλάττουσαν·
after him Acacius of Caesarea offered a kind of middling teaching, standing at a great distance from their blasphemy, yet not preserving the apostolic character pure and undefiled;
其次,凱撒利亞的阿卡基烏斯提出一種折衷的教導,雖與那些人的褻瀆相去甚遠,卻未能保守使徒的本色純正無瑕;
1:1498
τρίτος ὁ μέγας ἀνέστη Μελέτιος καὶ τοῦ τῆς θεολογίας κανόνος ὑπέδειξε τὴν εὐθύτητα
third, the great Meletius rose up and displayed the straightness of the rule of theology.
第三位起身的是偉大的美勒提烏斯,他指明了神學準繩的正直。
1:1499
οἷον γάρ τινι στάθμῃ τῇ ἀληθείᾳ χρησάμενος, καὶ τὸ περιττὸν καὶ τὸ ἐλλεῖπον διέφυγεν
For, using the truth as a kind of plumb-line, he avoided both excess and deficiency.
他彷彿以真理作為一條準繩,避開了過度與不足這兩端。
1:1500
εὐφημίας δὲ πλείστης παρὰ τοῦ πλήθους προσφερομένης καὶ σύντομον αὐτοῖς προσενεγκεῖν ἀντιβολούντων διδασκαλίαν, τρεῖς ὑποδείξας δακτύλους, εἶτα τοὺς δύο συναγαγὼν καὶ τὸν ἕνα καταλι πών, τὴν ἀξιέπαινον ἐκείνην ἀφῆκε φωνήν·
When the crowd offered abundant acclamation and entreated him to give them a brief teaching, he held up three fingers, then drew two of them together, leaving one, and uttered that praiseworthy saying:
群眾發出極熱烈的歡呼,並懇求他給予簡短的教導,他便舉起三根手指,隨後將兩指併攏、留下一指,說出那句值得稱頌的話:
1:1501
τρία τὰ νοούμενα, ὡς ἑνὶ δὲ διαλεγόμεθα
"Three are what is conceived, but we speak as to one."
「所思者為三,然我們乃如對一位而言。」
1:1502
Κατὰ ταύτης τῆς διδασκαλίας οἱ τὴν Ἀρείου νόσον ἐν τῇ ψυχῇ φέροντες τὰς γλώττας ἐκίνησαν καὶ συκοφαντίαν ἐξύφηναν, τὰ Σα βελλίου φρονεῖν τὸν θεῖον εἰρηκότες Μελέτιον·
Against this teaching, those who carried the disease of Arius in their soul set their tongues in motion and wove a slander, declaring that the divine Meletius held the views of Sabellius;
針對這一教導,那些靈魂中懷有阿里烏之病的人搖動舌頭,編織讒言,說神聖的美勒提烏斯所持的乃薩伯流之見;
1:1503
καὶ ἔπεισάν γε τὸν εὔριπον ἐκεῖνον καὶ τῇδε κἀκεῖσε ῥᾳδίως φερόμενον καὶ παρεσκεύασαν εἰς τὴν οἰκείαν ἐξοστρακίσαι πατρίδα
and they persuaded that fickle strait of a man, easily carried this way and that, and brought it about that he was banished to his own homeland.
他們說動了那位如歐里普斯海峽般輕易左右搖擺的皇帝,使他被放逐回自己的故鄉。
1:1504
καὶ παραυτίκα Εὐζώϊον ἀντ' ἐκείνου προὐβάλοντο, προφανῆ τῶν Ἀρείου δογμάτων συνήγορον·
And immediately they put forward Euzoius in his place, an open advocate of the doctrines of Arius;
隨即,他們推舉歐佐伊烏取而代之,此人乃阿里烏教義公然的辯護者;
1:1505
σὺν Ἀρείῳ γὰρ καὶ τοῦτον διακονίας ἠξιωμένον ὁ μέγας Ἀλέξανδρος ἀπεκήρυξεν
for the great Alexander had excommunicated this man too, along with Arius, though he had been deemed worthy of the diaconate.
因為偉大的亞歷山大曾將此人與阿里烏一同革除教籍,儘管他曾被授予執事之職。
1:1506
εὐθὺς δὴ οὖν τὸ ὑγιαῖνον πλῆθος τῶν τὴν νόσον εἰσδεδεγ μένων ἀποκριθὲν εἰς τὴν ἀποστολικὴν ἐκκλησίαν τὴν ἐν τῇ καλου μένῃ Παλαιᾷ διακειμένην ἠθροίζετο
At once, therefore, the healthy multitude, separating from those who had received the disease, gathered together at the apostolic church situated in the district called "the Old."
於是,那些未染此病的健全群眾,立刻與之分離,聚集到那座名為「舊堂」的使徒教會中。
1:1507
τριάκοντα μὲν γὰρ ἔτη μετά γε τὰς κατ' Εὐσταθίου τοῦ πανευφήμου γεγενημένας ἐπιβουλὰς διετέ λεσαν τῆς Ἀρειανικῆς ἀνεχόμενοι βδελυρίας καὶ χρηστήν τινα μετα βολὴν προσδεχόμενοι
For thirty years, after the plots that had been contrived against the all-renowned Eustathius, they had continued to endure the Arian abomination, expecting some favorable change.
自那對聲名遠播的優斯塔修斯的陰謀發生以來,他們忍受阿里烏派的可憎行徑已達三十年之久,一直期盼有所良善的轉變。
1:1508
ἐπειδὴ δὲ εἶδον τὴν ἀσέβειαν παρ' αὐτοῖς αὐξανομένην καὶ τοὺς μὲν τῶν ἀποστολικῶν ἀντεχομένους δογμάτων καὶ προφανῶς πολεμουμένους καὶ κρύβδην ἐπιβουλευομένους, καὶ τὸν μὲν θεῖον ἐξελαθέντα Μελέτιον, Εὐζώϊον δὲ τὸν τῆς αἱρέσεως προ στάτην ἀντ' ἐκείνου τὴν προεδρίαν δεξάμενον, τῶν πρὸς τὸν Λὼτ ἀνεμνήσθησαν εἰρημένων σώζων σῶζε τὴν σεαυτοῦ ψυχήν, πρὸς δὲ δὴ τούτοις καὶ τῶν εὐαγγελικῶν νόμων οἳ σαφῶς διαγορεύ ουσιν εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε, ἔκκοψον αὐτὸν καὶ βάλε ἀπὸ σοῦ
But when they saw impiety increasing among them, and those who held fast to the apostolic doctrines being openly warred against and secretly plotted against, and the divine Meletius driven out, while Euzoius, the champion of the heresy, had received the presidency in his place, they were reminded of the words spoken to Lot, "Flee, save your own soul"; and besides these, of the evangelical laws which clearly declare, "If your right eye causes you to stumble, pluck it out and cast it from you."
但當他們看見不敬虔在其中日益增長,恪守使徒教義的人一面公然遭受攻擊,一面又暗中被謀害,神聖的美勒提烏斯被逐,而異端的護持者歐佐伊烏卻取而代之登上主教之位時,他們便想起了對羅得所說的話:「逃命吧,救你自己的性命」;此外,也想起福音律法所明言的:「若你的右眼叫你跌倒,就把它剜出來丟掉。」
1:1509
ταὐτὰ δὲ καὶ περὶ χειρὸς καὶ ποδὸς ὁ δεσπότης ἐνομοθέτησε καὶ προστέθεικε·
The Lord likewise legislated the same concerning the hand and the foot, and added:
主就手與腳也頒佈了同樣的誡命,並且補充說:
1:1510
συμφέρει γάρ σοι ἵνα ἀπόληται ἓν τῶν μελῶν σου, καὶ μὴ ὅλον τὸ σῶμά σου βληθῇ εἰς γέενναν
"For it is better for you that one of your members should perish, and not that your whole body should be cast into hell."
「因為寧可失去你百體中的一體,也不叫你全身都丟入地獄。」
1:1511
ἡ μὲν οὖν τῆς ἐκκλησίας διαίρεσις τοῦτον τὸν τρόπον ἐγένετο
Thus, then, did the division of the church come about.
教會的分裂便是如此發生的。
1:1512
Εὐσέβιος δὲ ὁ θαυμάσιος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ὁ τὸ ψή φισμα τὸ κοινὸν πιστευθείς, τῶν συνθηκῶν τὴν παράβασιν θεασά μενος εἰς τὴν ἐγκεχειρισμένην ᾤχετο πόλιν·
But the admirable Eusebius, of whom I made mention before, who had been entrusted with the common decree, when he beheld the violation of the agreement, set out for the city entrusted to him;
而那位令人讚嘆的歐西比烏——我先前已提過此人——他受託保管那份共同的決議,見盟約遭到破壞,便啟程前往託付予他管理的城市;
1:1513
οἱ δὲ τὸν ἀνάγραπτον ἔλεγχον ὑφορώμενοι τὸν Κωνστάντιον ἔπεισαν ἀποστεῖλαί τινα τὸ ψήφισμα κομιούμενον
but those who feared the written proof persuaded Constantius to send someone to fetch the decree.
而那些畏懼那份書面證據的人,便說動君士坦提烏斯派人去取回那份決議書。
1:1514
καὶ δῆτα πεισθεὶς ὁ βασιλεὺς ἀπέστειλέ τινα τοὺς κατὰ τὴν πορείαν ἐναλλαττομένους ἵππους ἐλαύνειν εἰωθότα καὶ τὰς ἀποκρίσεις ὡς τάχιστα φέροντα
And indeed, being persuaded, the emperor sent a man accustomed to riding relay horses along the way and carrying replies with the utmost speed.
皇帝果然被說動了,便派了一名慣於在途中換乘快馬、以最快速度送遞回音的人前去。
1:1515
ἐπειδὴ δὲ ἀφίκετο καὶ τὰ παρὰ βασιλέως ἀπήγγειλεν, οὐκ ἀνέχομαι, ἔφη Εὐσέβιος ὁ θαυμάσιος, τὴν κοινὴν ἀποδοῦναι παρακαταθήκην, πρὶν ἂν ἅπαντες οἱ δεδωκότες κατὰ ταὐτὸν γένοιντο
When this man arrived and announced the emperor's message, the admirable Eusebius said, "I cannot consent to give up the common deposit until all those who entrusted it are gathered together in the same place."
當這人到達並轉達了皇帝的旨意時,令人讚嘆的歐西比烏說:「除非所有交付此物之人齊聚一堂,否則我不能交出這份共同的信託。」
1:1516
ταῦτα ὁ μὲν ἀπήγγειλε τῷ πεπομφότι·
This he reported to the one who had sent him;
他便將這番話回報給差遣他的人;
1:1517
ὁ δὲ τῷ θυμῷ ζέσας ἐπέστειλεν αὐτῷ πάλιν ἀποδοῦναι παρεγγυῶν, καὶ προστέθεικεν ὡς προσέταξεν ἐκτμηθῆναι αὐτοῦ τὴν χεῖρα τὴν δεξιάν, εἰ μὴ δοίη τὸ ψήφισμα
and the emperor, boiling with anger, wrote to him again, commanding him to give it up, and added that he had ordered his right hand to be cut off if he did not give up the decree.
而那人怒火中燒,再次致函命他交出,並補充說已下令,若他不交出決議書,就砍掉他的右手。
1:1518
ταῦτα μέντοι δεδιττόμενος ἔγραψε·
He wrote this, however, only to intimidate him;
然而他寫下這些話,只是為了恐嚇;
1:1519
τῷ γὰρ κομίζοντι τὴν ἐπιστολὴν ἀπηγόρευσεν ἅπερ ἠπείλησε δρᾶσαι
for he had forbidden the bearer of the letter to carry out what he had threatened.
因為他早已禁止那送信之人執行所威嚇的事。
1:1520
ἐπειδὴ δὲ τὴν ἐπιστολὴν ἀναπτύξας ὁ θεῖος ἐκεῖνος ἀνὴρ εἶδεν ἐν τοῖς γράμμασιν ἣν ὁ βασιλεὺς ἠπείλησε κόλασιν, μετὰ τῆς δεξιᾶς καὶ τὴν εὐώνυμον προὔθηκεν, ἄμφω τεμεῖν τὼ χεῖρε παρεγγυῶν·
But when that divine man opened the letter and saw in its words the punishment which the emperor had threatened, he put forth his left hand together with his right, bidding him cut off both hands;
但當那位神聖之人展開信件,看見文中皇帝所威嚇的懲罰時,他便連同右手一併伸出左手,吩咐把雙手都砍斷;
1:1521
τὸ γὰρ ψήφισμα, ἔφη, οὐ δώσω, τῆς Ἀρειανικῆς μοχθηρίας ἔλεγχον ὄντα σαφῆ
"For I will not give up the decree," he said, "since it is a clear proof of Arian wickedness."
他說:「這決議書我絕不交出,因為它是阿里烏邪惡的明證。」
1:1522
ταύτην αὐτοῦ τὴν ἀνδρείαν μαθὼν ὁ Κωνστάντιος καὶ τότε ἠγάσθη καὶ διετέλει θαυμάζων
When Constantius learned of this man's courage, he was filled with admiration then, and continued to marvel at it.
君士坦提烏斯得知他這番英勇之舉,當時便深為讚嘆,此後也一直讚不絕口。
1:1523
δυσμενεῖς τὰ τῶν ἀντι πάλων πλεονεκτήματα, ὑπὸ τοῦ μεγέθους τῶν πραττομένων ἀ ναγκαζόμενοι
Even enemies, constrained by the greatness of what had been done, acknowledged the merits of their rivals.
敵人也因所行之事的偉大而不得不承認對手的長處。
1:1524
Κατὰ τοῦτον τὸν χρόνον ὁ Κωνστάντιος πυθόμενος ὡς Ἰουλι ανός, ὃν τῆς Εὐρώπης ἀπέφηνε Καίσαρα, μειζόνων πραγμάτων ἐφί εται καὶ κατὰ τοῦ τετιμηκότος στρατιὰν συναγείρει, ἀπὸ μὲν τῆς Συρίας ἀπῆρεν, ἐν δὲ τῇ Κιλικίᾳ τὸν βίον κατέλυσεν
At this time, Constantius, learning that Julian, whom he had made Caesar of Europe, was aspiring to greater things and gathering an army against the man who had honored him, set out from Syria, but ended his life in Cilicia.
就在此時,君士坦提烏斯得知他所立為歐洲凱撒的尤利安,正圖謀更大的權位,並聚集軍隊要對抗那曾尊崇他的人,便從敘利亞出發,卻在西里西亞結束了性命。
1:1525
οὐ γὰρ εἶχεν ἐπίκουρον ὃν ὁ πατὴρ αὐτῷ καταλέλοιπε, τῆς πατρῴας εὐσεβείας ἄσυλον οὐ φυλάξας τὸν κλῆρον
For he had no helper, since he had not kept undefiled the heritage of his father's piety which his father had left to him.
因為他沒有留下援助者,這乃是因他自己未能保守父親所留給他那不容侵犯的敬虔遺產所致。
1:1526
οὗ δὴ εἵνεκα πικρῶς ὠλοφύρετο τῆς πίστεως τὴν μετάθεσιν
For this reason he bitterly bewailed the alteration of the faith.
為此,他痛心哀嘆信仰的變質。
1:1527
Τὰ κεφάλαια τοῦ γʹ λόγου αʹ
The chapters of Book Three. 1.
第三卷章目 一
1:1528
Περὶ τῆς Ἰουλιανοῦ βασιλείας
On the reign of Julian
論尤利安的統治
1:1529
Ὅτι παιδόθεν ἐν εὐσεβείᾳ τραφεὶς ἐξώκειλεν εἰς ἀσέβειαν
That though he was brought up in piety from childhood, he ran aground on impiety
論他自幼在敬虔中長大,卻誤入不敬虔之途
1:1530
Ὅπως τὰ πρῶτα τὴν ἀσέβειαν κρύπτων ὕστερον ταύτην ἐγύ μνωσεν
How at first he concealed his impiety, but later laid it bare
論他起初如何隱藏其不敬虔,後來又如何將其公然暴露
1:1531
Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων
On the return of the bishops
論主教們的復位
1:1532
Περὶ τῆς Παυλίνου χειροτονίας
On the ordination of Paulinus
論保利努斯的按立
1:1533
Ὅτι οὐ φιλανθρωπίᾳ χρώμενος ἀλλὰ φθόνῳ βαλλόμενος προφανῶς τοὺς εὐσεβεῖς οὐκ ἀνῄρει
That it was not out of benevolence, but because he was struck by envy, that he did not openly put the pious to death
論他之所以未公然殺害敬虔之人,並非出於仁愛,而是受妒忌所驅使
1:1534
Ὁπόσα καὶ ὁποῖα κατὰ τῶν Χριστιανῶν ἐτόλμησαν Ἕλληνες παρ' αὐτοῦ λαβόντες τὴν ἐξουσίαν
How many and what sort of things the Greeks, having received authority from him, dared against the Christians
論希臘人(異教徒)得他授權後,對基督徒做出了何等多、何等樣的膽大妄為之事
1:1535
Τίνα κατὰ τῶν Χριστιανῶν ἐνομοθέτησεν
What laws he enacted against the Christians
論他制定了哪些反對基督徒的法令
1:1536
Περὶ τῆς τετάρτης ἐξορίας τοῦ ἁγίου Ἀθανασίου καὶ φυγῆς
On the fourth exile and flight of Saint Athanasius
論聖亞他那修第四次的放逐與逃亡
1:1537
Περὶ Θεοδώρου τοῦ ὁμολογητοῦ
On Theodore the Confessor
論認信者提阿多若
1:1538
Περὶ τῆς δημεύσεως τῶν ἱερῶν κειμηλίων καὶ τῆς τῶν σιτηρεσίων ἀφαιρέσεως
On the confiscation of the sacred treasures and the withdrawal of the grain allowances
論聖器的沒收與口糧的剝奪
1:1539
Τὰ κατὰ Ἰουλιανὸν τὸν θεῖον αὐτοῦ
The affairs concerning Julian, his uncle
論其叔尤利安之事
1:1540
Περὶ Ἰοβεντίνου καὶ Μαξιμίνου τῶν μαρτύρων
On the martyrs Juventinus and Maximinus
論殉道者約文提努斯與馬克西米努斯
1:1541
Περὶ Βαλεντινιανοῦ τοῦ ὕστερον βασιλεύσαντος
Concerning Valentinian, who later became emperor.
論後來為帝的瓦倫提尼安。
1:1542
Περὶ τῶν ἄλλων ὁμολογητῶν
Concerning the other confessors.
論其他宣信者。
1:1543
Περὶ Πουπλίας τῆς διακόνου καὶ τῆς κατὰ θεὸν αὐτῆς παρρησίας
Concerning Publia the deaconess, and her godly boldness.
論女執事普卜利雅,以及她在神面前的坦率勇敢。
1:1544
Τὰ κατὰ Ἰουδαίους καὶ τὴν τῆς οἰκοδομίας ἐπιχείρησιν καὶ τὰς ἐπενεχθείσας αὐτοῖς θεηλάτους πληγάς
The events concerning the Jews, their undertaking to rebuild the temple, and the God-sent plagues brought upon them.
論猶太人之事、他們重建聖殿的嘗試,以及降在他們身上的神譴災禍。
1:1545
Περὶ τῆς κατὰ Περσῶν στρατείας
Concerning the campaign against the Persians.
論對波斯人的遠征。
1:1546
Περὶ τῆς τοῦ πολιτευομένου τοῦ Βεροιαίου παρρησίας
Concerning the boldness of the councillor of Beroea.
論比里亞(貝羅亞)政要坦率直言之事。
1:1547
Περὶ τῆς τοῦ παιδαγωγοῦ προρρήσεως
Concerning the prediction of the tutor.
論教僕(師傅)的預言。
1:1548
Περὶ τῆς τοῦ ἁγίου Ἰουλιανοῦ τοῦ μονάζοντος προφητείας
Concerning the prophecy of the holy monk Julian.
論聖修士猶利安的預言。
1:1549
Περὶ τῆς ἐν Περσίδι γεγενημένης σφαγῆς Ἰουλιανοῦ τοῦ βασιλέως
Concerning the slaying of the emperor Julian, which took place in Persia.
論皇帝猶利安在波斯遇害之事。
1:1550
Περὶ τῆς ἐν Κάρραις μετὰ τὴν ἀναίρεσιν αὐτοῦ φωραθείσης γοητείας
Concerning the sorcery discovered at Carrhae after his death.
論其死後在卡雷(哈蘭)城被發現的巫術。
1:1551
Περὶ τῶν ἐν τοῖς βασιλείοις Ἀντιοχείας εὑρεθεισῶν κεφαλῶν
Concerning the heads found in the palace at Antioch.
論在安提阿王宮中發現的頭顱。
1:1552
Περὶ τῆς ἐν Ἀντιοχείᾳ πανδημεὶ γεγενημένης χορείας
Concerning the public dance held at Antioch, in which the whole populace took part.
論安提阿全城百姓所舉行的公共歡舞慶典。
1:1553
Ἰουλιανὸς δὲ ἀπὸ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν διαβαίνων ἐπύθετο τοῦ Κωνσταντίου τὴν τελευτὴν καὶ θαρρήσας, ὡς οὐδένα ἀντίπαλον ἔχων, τὴν βασιλείαν παρέλαβεν
Now Julian, as he was crossing from Europe into Asia, learned of the death of Constantius; and taking courage, since he now had no rival, he assumed the imperial power.
猶利安從歐洲渡海往亞洲之時,得知康斯坦提烏斯已駕崩,於是壯起膽來,自以為再無敵手,遂承接了帝位。
1:1554
Οὗτος δέ, νέαν μὲν ἄγων τὴν ἡλικίαν σὺν Γάλλῳ τῷ ἀδελφῷ καὶ ἄνηβος ὢν ἔτι, τὴν τῆς εὐσεβοῦς διδασκαλίας εἷλκε θηλήν, καὶ μὲν δὴ καὶ πρόσηβος γενόμενος καὶ ἔφηβος τῆς αὐτῆς μετελάγχανε·
Now this man, while still of tender age together with his brother Gallus, and not yet come to adolescence, drank in the milk of pious instruction; and indeed, on becoming a stripling and then a young man, he continued to share in the same teaching.
此人年幼之時,與其兄伽路同在孩提之齡,尚未及青春期,即已吮吸敬虔教導之乳;及至漸長為少年,再至青年,仍分享同樣的教導。
1:1555
δείσας δὲ τὸν Κωνστάντιον ( τοὺς γὰρ γένει προσήκοντας ἀνῄρει δειμαίνων τὰς τυραννίδας) τοῦ τῶν ἀναγνωστῶν ἠξιώθη χοροῦ καὶ τὰς ἱερὰς βίβλους ἐν τοῖς ἐκκλησιαστικοῖς συλλόγοις ὑπανεγίνωσκε τῷ λαῷ
But fearing Constantius (for he was destroying his kinsmen, being afraid of usurpations), he was admitted into the order of readers, and read aloud the sacred books to the people in the church assemblies.
他因懼怕康斯坦提烏斯(因康斯坦提烏斯畏懼有人篡位,故誅殺宗族親屬),遂被列入誦經士之列,在教會的聚會中向百姓誦讀聖經。
1:1556
καὶ σηκὸν μαρτύρων ἐδομήσατο μέν, οὐ προσεδέξαντο δὲ οἱ μάρτυρες τὴν εἰς ἀσέβειαν αὐτοῦ παρατροπὴν προθεώμενοι·
And he built a shrine of martyrs, but the martyrs did not accept it, foreseeing his turning aside into impiety;
他曾建造一座殉道者祠堂,但殉道者們並不悅納,因他們預見他將轉向不敬虔;
1:1557
τῶν γὰρ δὴ θεμελίων τὸ τῆς ἐκείνου γνώμης μιμησαμένων ἀβέβαιον, πρὶν ἱερωθῆναι κατέπεσε
for the foundations, as though imitating the instability of his mind, collapsed before the shrine could be consecrated.
因為那地基彷彿模仿了他心志的不穩固,尚未奉獻便已倒塌。
1:1558
τὰ μὲν δὴ τῆς πρώτης ἡλικίας αὐτοῦ καὶ τῆς δευτέρας τοιαῦτα ἦν
Such, then, were the events of his first and second periods of life.
以上便是他早年及稍長時期的事蹟。
1:1559
Ἐπειδὴ δὲ εἰς τὴν Ἑσπέραν ἀπαίρων Κωνστάντιος ( ἐκεῖσε γὰρ αὐτὸν εἷλκεν ὁ πρὸς Μαγνέντιον πόλεμος) Καίσαρα τῆς Ἑῴας τὸν Γάλλον ἀπέφηνεν, εὐσεβῆ τε ὄντα καὶ εἰς τέλος γε διαμείναντα, τὸ μὲν ὀνησιφόρον δέος Ἰουλιανὸς ἐσκέδασε τῆς ψυχῆς, θάρσος δὲ λαβὼν ὡς οὐκ ὤφελε, τῶν βασιλικῶν ἐπεθύμησε σκήπτρων
Now when Constantius, departing for the West (for the war against Magnentius drew him thither), appointed Gallus, who was pious and remained so to the end, as Caesar of the East, Julian dispelled from his soul the fear that had been of benefit to him, and taking a boldness that did him no good, he set his desire upon the imperial sceptre.
當康斯坦提烏斯啟程前往西方(因與馬格嫩提烏斯之戰召他前去),任命素來敬虔、且終生持守敬虔的伽路為東方凱撒之時,猶利安便從心中驅散了那對他原本有益的畏懼,妄自壯膽——這膽量對他毫無益處——竟生出覬覦帝位權杖之心。
1:1560
οὗ δὴ εἵνεκα τὴν Ἑλλάδα περινοστῶν μάντεις ἐπεζήτει καὶ χρησμολόγους, εἰ τεύξεται τοῦ ποθουμένου μαθεῖν ἱμειρόμενος
For this reason, wandering about Greece, he sought out diviners and oracle-mongers, longing to learn whether he would attain what he desired.
為此,他遊歷希臘各地,四處尋訪占卜者與傳諭者,渴望得知自己能否如願以償。
1:1561
ἀγαγὼν καὶ εἴσω γενέσθαι τῶν ἀδύτων παρασκευάσας, τοὺς ἀπατεῶνας ἐκάλεσε δαίμονας
Having led him in and arranged for him to enter the innermost sanctuary, the deceiver summoned the demons.
那術士將他領入,安排他進入至聖的內殿,隨即召喚那些惑人的鬼魔。
1:1562
ἐκείνων δὲ μετὰ τῆς συνήθους φαντασίας ἐπιφανέντων, ἠνάγκασε τοῦτον τὸ δέος ἐπιθεῖναι τῷ μετώπῳ τοῦ σταυροῦ τὸ σημεῖον·
And when they appeared with their customary apparition, fear compelled him to set the sign of the cross upon his forehead;
那些鬼魔隨其慣常的幻象顯現時,恐懼迫使他在額上劃十字聖號;
1:1563
οἱ δὲ τοῦ δεσποτικοῦ τροπαίου τὸν τύπον ἰδόντες καὶ τῆς σφετέρας ἥττης ἀναμνησθέντες, φροῦδοι παραυτίκα ἐγένοντο
and they, seeing the sign of the Lord's trophy and being reminded of their own defeat, immediately vanished.
那些鬼魔一見主的凱旋標記,憶起自己曾遭的敗績,便立刻消失無蹤。
1:1564
συνεὶς δὲ ὁ γόης ἐκεῖνος τῆς φυγῆς τὴν αἰτίαν ἐπεμέμψατο τούτῳ
But that sorcerer, perceiving the cause of their flight, rebuked him for it.
那術士察覺了牠們逃遁的原因,便因此責備猶利安。
1:1565
Ἰουλιανὸς δὲ καὶ τὸ δέος ἐδήλωσε καὶ τοῦ σταυροῦ θαυμάζειν ἔφησε τὴν ἰσχύν·
And Julian both admitted his fear and declared that he marveled at the power of the cross, saying:
猶利安既坦承自己的懼怕,又表示他驚異於十字架的能力,說:
1:1566
ἀπέδρασαν γὰρ οἱ δαίμονες τούτου τὸν τύπον οὐκ ἐνεγκόντες ἰδεῖν
"For the demons fled, unable to bear the sight of its sign."
「因為鬼魔無法忍受目睹這記號,故而逃走了。」
1:1567
μὴ δὴ τοῦτο ὑπολάβῃς, ὦ ἀγαθέ, ὁ γόης ἔφη, οὐ γὰρ ἔδεισαν, ὥς γε σὺ φῄς, ἀλλὰ βδελυξάμενοι τὸ παρὰ σοῦ γενόμενον ᾤχοντο
"Do not suppose this, good sir," said the sorcerer, "for they did not flee out of fear, as you say, but departed in abhorrence of what you did."
術士答道:「好人啊,切莫這樣以為,牠們並非如你所說是出於懼怕,乃是厭惡你所做的事而離去。」
1:1568
οὕτω βουκολήσας τὸν δείλαιον ἐμύησέ τε καὶ τοῦ μύσους ἐνέπλησε
Thus deceiving the wretched man, he initiated him and filled him with pollution.
術士就這樣哄騙這可憐之人,使他受了入教之禮,令他滿身沾染污穢。
1:1569
καὶ ἡ τῆς βασιλείας ἐπιθυμία τῆς εὐσεβείας ἐγύμνωσε τὸν τρισάθλιον
And so the desire for the kingdom stripped the thrice-wretched man of piety.
對帝位的貪慾,就這樣剝去了這三重可悲之人的敬虔。
1:1570
Παραλαβὼν δὲ ὅμως τὴν δυναστείαν ἐπὶ πλεῖστον ἔκρυψε τὴν ἀσέβειαν·
Nevertheless, upon assuming power, he concealed his impiety for a very long time;
然而他即位掌權之後,仍將自己的不敬虔隱藏了相當長的一段時間;
1:1571
διαφερόντως γὰρ ἐδεδίει τοὺς στρατιώτας, τὰ τῆς εὐσεβείας εἰσδεδεγμένους μαθήματα
for he was especially afraid of the soldiers, who had received the teachings of piety.
因為他特別懼怕那些已經領受了敬虔教導的軍隊。
1:1572
πρῶτον μὲν γὰρ αὐτοὺς ὁ πανεύφημος Κωνσταντῖνος, τῆς προτέρας ἐξαπάτης ἐλευθερώσας, ἐξεπαίδευσε τὰ τῆς ἀληθείας μαθήματα·
For first the all-renowned Constantine, having freed them from their former deception, instructed them in the teachings of truth;
因為首先是那舉世稱頌的君士坦丁,使他們脫離先前的迷惑,教導他們真理的道理;
1:1573
ἔπειτα δὲ οἱ ἐκείνου παῖδες βεβαιοτέραν ἐν αὐτοῖς τὴν παρὰ τοῦ πατρὸς γεγενημένην διδασκαλίαν εἰργάσαντο
and then his sons made the teaching that had come from their father even firmer within them.
其後,他的兒子們又使父親所傳授的教導在他們心中更加穩固。
1:1574
εἰ γὰρ καὶ τοῦ ὁμοουσίου τὸ πρόσρημα βουκοληθεὶς ὑπὸ τῶν ἀγόντων αὐτὸν ὁ Κωνστάντιος οὐ προσίετο, τὴν γοῦν τούτου διάνοιαν ἀκραι φνῶς ὡμολόγει
For even though Constantius, deceived by those who guided him, did not accept the term "homoousios," he nonetheless purely confessed its meaning.
因為即便康斯坦提烏斯受身邊引導之人所欺,不肯接受「同質」(ὁμοούσιος)一詞,他終究純正地承認了此詞所含的意義。
1:1575
γνήσιον γὰρ υἱὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον τὸν θεὸν λόγον ὠνόμαζε καὶ τοὺς κτίσμα λέγειν τολ μῶντας ἄντικρυς ἀπεκήρυττε, τὴν δὲ τῶν εἰδώλων παντελῶς ἀπη γόρευσε θεραπείαν
For he called God the Word the true Son begotten of the Father before the ages, openly denounced those who dared to call him a creature, and utterly forbade the worship of idols.
因為他稱神—道為在萬世以先由父所生的真子,並公然譴責那些膽敢稱祂為受造物的人,同時全然禁止敬拜偶像。
1:1576
ἐρῶ δὲ αὐτοῦ καὶ ἕτερον ἀξιέπαινον, ἱκανὸν τεκμηριῶσαι τὴν περὶ τὰ θεῖα σπουδήν
I shall also relate another praiseworthy deed of his, sufficient to attest his zeal for divine things.
我還要講述他另一件可嘉的事蹟,足以證明他對神聖事物的熱心。
1:1577
ἐν γὰρ δὴ τῷ πρὸς Μα γνέντιον πολέμῳ ἅπασαν συναλίσας τὴν στρατιὰν μεταλαχεῖν ἅπαντας τῶν θείων συνεβούλευσε μυστηρίων, ἀεὶ μὲν ἄδηλον εἶναι λέγων τοῦ βίου τὸ τέλος, οὐχ ἥκιστα δὲ ἐν πολέμῳ, μυρίων ἑκατέρωθεν ἀφιε μένων καὶ βελῶν καὶ πελτῶν καὶ δοράτων, καὶ μὲν δὴ καὶ ξιφῶν καὶ κοπίδων ἐπιφερομένων καὶ τῶν ἄλλων ὀργάνων δι' ὧν ὁ βίαιος ἐπάγεται θάνατος
For indeed, in the war against Magnentius, having assembled the whole army together, he counselled all to partake of the divine mysteries, saying that the end of life is always uncertain, and not least so in war, when countless arrows, shields, and spears are hurled from both sides, and swords and daggers are wielded, along with the other instruments by which violent death is inflicted.
因為在對馬格嫩提烏斯的戰爭中,他召集全軍,勸勉眾人都要領受神聖的奧祕,說人生的終局向來難以預料,戰場之上尤其如此,因兩軍交鋒之際,無數箭矢、盾牌、長矛紛飛,刀劍與短刃相接,以及其他致人於死的凶器齊出。
1:1578
οὗ δὴ ἕνεκα χρὴ ἕκαστον τὴν ἀξιόκτητον ἐκείνην ἔχειν στολὴν ἧς ὅτι μάλιστα ἐν ἐκείνῳ τῷ βίῳ δεόμεθα
"For this reason each man must possess that garment worth acquiring, which we need above all in that life to come."
「因此,每個人都當擁有那件值得取得的衣袍,因為我們在那來世的生命中最需要它。」
1:1579
εἰ δέ τις τήνδε λαβεῖν τὴν ἀμπεχόνην ἀναβάλλεται, νῦν ἐντεῦθεν ἀπάρας οἴκαδε ἀπίτω·
"But if anyone delays taking up this vesture, let him now depart from here and go home;
「若有人遲遲不肯領受這件衣袍,就讓他現在離開此地,回家去吧;
1:1580
ἀμυήτοις γὰρ συμπολεμεῖν οὐκ ἀνέξομαι. Ταῦτα δὲ Ἰουλιανὸς σαφῶς ἐπιστάμενος τὸ δυσσεβὲς τῆς ψυχῆς οὐκ ἐπίδηλον εἶχεν, εἰς εὔνοιαν δὲ ἅπαντας ἐφελκόμενος καὶ τοὺς ὑπὸ Κωνσταντίου τῶν ἐκκλησιῶν ἐξελαθέντας ἐπισκόπους καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκοῦντας εἰς τὰς οἰκείας ἐπανελθεῖν ἐκκλησίας προσέταξε
for I will not endure fighting alongside the uninitiated." Now Julian, knowing these things well, did not make his soul's impiety manifest, but, drawing everyone to goodwill toward himself, he ordered that the bishops who had been driven out of their churches by Constantius, even those dwelling at the ends of the inhabited world, should return to their own churches.
因為我不能容忍與未受聖禮之人並肩作戰。」猶利安對這些事深知不疑,卻不將自己心中的不敬虔顯露出來,反倒設法籠絡眾人歸向自己,並下令那些被康斯坦提烏斯逐出教會的主教,即便是住在天下極遠之處的,也都可以返回自己原本的教會。
1:1581
τούτου δὴ οὖν τοῦ νόμου τεθέντος, εἰς μὲν τὴν Ἀντιό χειαν ἐπανῆλθεν ὁ θεῖος Μελέτιος, εἰς δὲ τὴν Ἀλεξάνδρειαν ὁ πολυ ύμνητος Ἀθανάσιος
When this law was thus enacted, the divine Meletius returned to Antioch, and the much-praised Athanasius to Alexandria.
這道法令一經頒布,神聖的美勒提烏斯便返回安提阿,備受讚頌的亞他那修也返回亞歷山大城。
1:1582
Εὐσέβιος δὲ καὶ Ἱλάριος οἱ ἐκ τῆς Ἰταλίας καὶ Λουκίφερ ὁ Σαρδῶ τὴν νῆσον ποιμαίνειν λαχὼν ἐν τῇ Θηβαίων τῇ πρὸς Αἴγυπτον διῆγον·
Eusebius and Hilary, who were from Italy, and Lucifer, who had been allotted to shepherd the island of Sardinia, were living in the Thebaid near Egypt;
來自義大利的優西比烏與希拉里,以及蒙派牧養撒丁島的路西弗,當時正居住在埃及附近的底比斯地區;
1:1583
ἐκεῖ γὰρ αὐτοὺς ὁ Κωνστάντιος ἐξωστράκισεν
for Constantius had banished them there.
因為康斯坦提烏斯曾將他們放逐至該地。
1:1584
οὗτοι σὺν τοῖς ἄλλοις ὁμόφροσι κατὰ ταὐτὸν γενόμενοι χρῆναι τὰς ἐκκλησίας ἔλεγον εἰς μίαν συναγαγεῖν συμφωνίαν
These men, coming together with the other like-minded ones, said that it was necessary to bring the churches into one accord.
這些人與其他志同道合者聚集一處,都認為必須使各教會歸於一致的和諧。
1:1585
οὐ γὰρ μόνον αὐτὰς οἱ τἀναντία φρονοῦντες ἐπολιόρκουν, ἀλλὰ καὶ αὐταὶ πρὸς ἑαυτὰς ἐστασίαζον
For not only were the churches besieged by those who held opposing views, but they were also at strife among themselves.
因為各教會不僅受到持異見者的圍攻,彼此內部也陷入紛爭。
1:1586
Καὶ γὰρ ἐν Ἀντιοχείᾳ διχῆ τὸ ὑγιαῖνον σῶμα τῆς ἐκκλησίας διῄρητο·
For indeed at Antioch the sound body of the church was divided in two:
因為在安提阿,教會健全的肢體竟分裂為二:
1:1587
οἵ τε γὰρ ἐξ ἀρχῆς Εὐσταθίου χάριν τοῦ πανευφήμου τῶν ἄλλων ἀποκριθέντες καθ' ἑαυτοὺς συνηθροίζοντο, καὶ οἱ μετὰ Μελε τίου τοῦ θαυμασίου τῆς Ἀρειανικῆς συμμορίας χωρισθέντες ἐν τῇ καλουμένῃ Παλαιᾷ τὰς λειτουργίας ἐπετέλουν τὰς θείας
for those who from the beginning, for the sake of the all-renowned Eustathius, had separated from the rest and assembled by themselves, and those who, with the admirable Meletius, had separated from the Arian faction, celebrated the divine liturgies in the church called "the Old."
一方是那些自始便因敬重舉世稱頌的歐斯塔修而與眾人分開、自行聚會的信徒;另一方則是那些與可敬的美勒提烏斯一同脫離阿里烏黨羽的人,他們在名為「舊堂」的教堂中舉行神聖禮儀。
1:1588
καὶ ἦν μὲν τούτων κἀκείνων μία ἡ ὁμολογία τῆς πίστεως·
And the confession of faith of both these and those was one and the same:
這兩派的信仰宣認其實原是一致的:
1:1589
ἑκάτερον γὰρ σύστημα τῆς ἐκτεθείσης ἐν Νικαίᾳ διδασκαλίας ὑπερεμάχει
for each body championed the doctrine set forth at Nicaea.
因為雙方陣營都竭力捍衛在尼西亞所頒布的教義。
1:1590
μόνη δὲ αὐτοὺς ἔρις ἀπ' ἀλλήλων διίστη καὶ ἡ περὶ τοὺς ἡγουμένους διάθεσις·
Only strife, and their attachment to their respective leaders, kept them apart from one another;
唯獨紛爭以及對各自領袖的擁戴之情,使他們彼此分離;
1:1591
οὐδὲ γὰρ ἡ θἀτέρου τελευτὴ διέλυσε τὴν διάστασιν
for not even the death of one of them dissolved the division.
即便其中一方的領袖離世,這分裂也未曾得以化解。
1:1592
Εὐσταθίου τὴν ἐπωνυμίαν ἔχοντες οὐκ ἐπείσθησαν
For those bearing the name of Eustathius were not persuaded to reunite.
因為那些以歐斯塔修為名的人,並不肯被說服歸於一致。
1:1593
Τῆσδε τῆς συναφείας οἱ περὶ τὸν Εὐσέβιον καὶ Λουκίφερα πόρον ἐπεζήτουν εὑρεῖν·
Eusebius and Lucifer, and those with them, sought to find a means for this union:
優西比烏、路西弗及其同伴,都致力尋求促成這聯合的途徑:
1:1594
καὶ Λουκίφερα μὲν ὁ Εὐσέβιος τὴν Ἀλεξάνδρειαν ἠξίου καταλαβεῖν καὶ Ἀθανασίῳ τῷ μεγάλῳ περὶ τούτου κοινώσασθαι, αὐτὸς δέ γε τὸν περὶ τῆς συμβάσεως ἤθελεν ἀναδέξασθαι πόνον
Eusebius asked Lucifer to go to Alexandria and confer with the great Athanasius on this matter, while he himself wished to undertake the labor of reconciliation.
優西比烏請求路西弗前往亞歷山大城,與偉大的亞他那修就此事商議,而他自己則願承擔促成和解的辛勞。
1:1595
Ἀλλ' ὁ Λουκίφερ εἰς μὲν τὴν Ἀλεξάνδρειαν οὐκ ἀφίκετο, τὴν Ἀντιόχου δὲ πόλιν κατέλαβε
But Lucifer did not go to Alexandria; instead he arrived at the city of Antioch.
然而路西弗並未前往亞歷山大城,反倒去了安提阿城。
1:1596
πολλοὺς δὲ περὶ συμβάσεως λόγους καὶ τούτοις κἀκείνοις προσενεγκών, εἶτα ἰδὼν ἀντιλέγοντας τοὺς τῆς Εὐσταθίου συμμορίας (ἡγεῖτο δὲ ταύτης Παυλῖνος πρεσβύτερος ὤν), ἐχειροτόνησεν αὐτοῖς, οὐκ εὖ γε ποιῶν, τὸν Παυλῖνον ἐπίσκοπον
Having addressed many arguments concerning reconciliation to both parties, and then seeing that those of the Eustathian faction (which was led by Paulinus, a presbyter) objected, he ordained Paulinus as bishop for them — an action he did not do well.
他向雙方提出許多有關和解的論述,但見歐斯塔修派(其領袖為長老保林努)表示反對,於是便為他們按立保林努為主教——此舉實在不妥。
1:1597
τοῦτο τὴν διά στασιν ἐκείνην μακροτέραν εἰργάσατο·
This made that division last even longer:
此事使那分裂延續得更加長久:
1:1598
πέντε γὰρ καὶ ὀγδοήκοντα διέμεινεν ἔτη μέχρι τῆς Ἀλεξάνδρου τοῦ πάσης εὐφημίας ἀξίου προε δρίας·
for it persisted for eighty-five years, until the presidency of Alexander, who is worthy of all praise;
這分裂竟持續了八十五年之久,直到亞歷山大——一位配得一切稱頌的主教——的治理時期才告結束;
1:1599
ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐγχειρισθεὶς τὰ πηδάλια, πάντα πόρον κινήσας καὶ πᾶσαν ὑπὲρ τῆς ὁμονοίας εἰσενεγκὼν σπουδήν τε καὶ προθυμίαν, τὸ κεχωρισμένον μέλος τῷ λοιπῷ τῆς ἐκκλησίας συνήρμοσε σώματι
who, having been entrusted with the helm of the church of Antioch, employed every means and brought to bear every zeal and eagerness for concord, and joined the separated member back to the rest of the body of the church.
他受託執掌安提阿教會之舵,竭盡一切方法,傾盡全力、滿懷熱忱地促進和睦,終於使那分離的肢體重新與教會其餘的身體結合為一。
1:1600
τότε δὴ τὴν διάστασιν ὁ Λουκίφερ αὐξήσας πλεῖστον ἐν Ἀντιοχείᾳ διέτριψε χρόνον
At that time, then, Lucifer, having increased the division, remained in Antioch for a very long time.
當時路西弗既加深了這分裂,便在安提阿逗留了相當長的時間。
1:1601
ὁ δέ γε Εὐσέβιος, εἰς τὴν Ἀντιόχειαν ἀφικόμενος καὶ γνοὺς ἐκ τῆς οὐκ ἀγαθῆς ἰατρείας δυσίατον τὸ πάθος γεγενημένον, εἰς τὴν Ἑσπέραν ἀπέπλευσεν
But Eusebius, upon arriving at Antioch and perceiving that, through this unfortunate remedy, the malady had become hard to cure, sailed away to the West.
至於優西比烏,他抵達安提阿後,察覺這場不良的「醫治」反使病情變得難以救治,便啟航返回西方去了。
1:1602
ὁ δὲ Λουκίφερ εἰς τὴν Σαρδῶ παραγενόμενος ἕτερά τινα τοῖς ἐκκλησιαστικοῖς προσ τέθεικε δόγμασιν
And Lucifer, having arrived in Sardinia, added certain other things to the doctrines of the church.
路西弗返抵撒丁島後,又在教會的教義上添加了某些其他主張。
1:1603
οἱ δὲ ταῦτα καταδεξάμενοι ἐκ τῆς τούτου προση γορίας καὶ τὴν ἐπωνυμίαν ἐδέξαντο·
And those who received these teachings also took their name from his:
接受這些主張的人,也因此以他的名字為稱號:
1:1604
Λουκιφεριανοὶ γὰρ ἐπὶ πλεῖστον ὠνομάζοντο χρόνον
for they were called Luciferians for a very long time.
他們有很長一段時間都被稱為「路西弗派」。
1:1605
ἀπέσβη δὲ καὶ τοῦτο τὸ δόγμα καὶ παρεδόθη τῇ λήθῃ
But this teaching, too, was extinguished and consigned to oblivion.
但這一派主張最終也熄滅了,被人遺忘。
1:1606
ταῦτα μὲν οὖν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο
These things, then, took place after the return of the bishops.
以上便是主教們歸回之後所發生的事。
1:1607
Ἰουλιανοῦ δὲ τὴν οἰκείαν ἀσέβειαν ἐκκαλύψαντος, αἱ πόλεις στά σεων ἐνεπλήσθησαν
But when Julian revealed his own impiety, the cities were filled with dissensions.
及至猶利安顯露出自己的不敬虔之後,各城市便充滿了紛爭騷亂。
1:1608
ἀναθαρρήσαντες γὰρ οἱ τῇ τῶν εἰδώλων πλάνῃ δεδουλωμένοι ἀνέῳξαν μὲν τοὺς τῶν εἰδώλων σηκούς, τὰς δὲ μυσαρὰς ἐκείνας καὶ λήθης ἀξίας τελετὰς ἐπετέλουν·
For those enslaved to the error of idols, taking fresh courage, opened the shrines of the idols and performed those abominable rites worthy of oblivion:
因為那些被拜偶像之謬誤所奴役的人重新振作起來,打開了偶像的神廟,舉行那些令人憎惡、理當被遺忘的祭儀:
1:1609
καὶ ἧπτον μὲν τὸ ἐπι βώμιον πῦρ, τὴν δὲ γῆν τῷ αἵματι τῶν θυμάτων μιαίνοντες ἐμόλυνον κνίσῃ καὶ καπνῷ τὸν ἀέρα
they kindled the fire upon the altars, and, defiling the earth with the blood of their victims, they polluted the air with the reek and smoke of the sacrifices.
他們在祭壇上點燃火焰,並以祭牲之血玷污大地,又以烤肉的腥臭與煙氣污染空氣。
1:1610
ὑπὸ δὲ τῶν θεραπευομένων βακχευό μενοι δαιμόνων, λυττῶντες καὶ κορυβαντιῶντες τὰς ἀγυιὰς περιέθεον βωμολοχίαις τε καὶ κωμῳδίαις κατὰ τῶν ἁγίων ἐχρῶντο, καὶ λοιδο ρίας καὶ πομπείας οὐδὲν εἶδος ἀπῆν
And driven into Bacchic frenzy by the demons they served, raving and behaving like Corybants, they ran wildly through the streets, employed scurrilous jests and mockeries against the saints, and no form of abuse and public derision was lacking.
他們受所奉事的鬼魔驅使而陷入狂亂,如酒神信徒般瘋狂,又如科呂班特祭司般狂舞,在街巷間奔走喧鬧,以粗鄙戲謔與嘲諷之言攻擊聖徒,各種辱罵與遊街示眾的羞辱手段無所不用其極。
1:1611
οἱ δὲ τῆς εὐσεβείας θιασῶται, φέρειν τὰς τούτων οὐ δυνάμενοι βλασφημίας, ἀντελοιδοροῦντο καὶ τὴν ὑπ' ἐκείνων πρεσβευομένην διήλεγχον πλάνην
But the devotees of piety, unable to bear their blasphemies, retorted with abuse and refuted the error which those men championed.
敬虔的信眾們無法忍受這些人的褻瀆之言,便以譴責回敬,並駁斥他們所宣揚的謬誤。
1:1612
χαλεπαίνοντες δὲ οἱ τῆς ἀσεβείας ἐργάται καὶ θρασύτητος ἐφόδιον ἔχοντες τὴν ἀπὸ τοῦ κρατοῦντος αὐτοῖς προσγενομένην παρρησίαν, πληγὰς αὐτοῖς ἀνηκέστους ἐπέφερον
The workers of impiety, growing angry and having as provision for their boldness the license granted them by the ruler, inflicted incurable blows upon them.
那些不虔者的爪牙惱怒起來,並以當權者所賜給他們的放肆為憑藉,對他們施加了無法挽回的傷害。
1:1613
ὁ γὰρ παμμίαρος βασιλεύς, δέον προμηθεῖσθαι τῆς τῶν ἀρχομένων εἰρήνης, αὐτὸς τοὺς δήμους κατ' ἀλλήλων ἐξέμηνε
For the utterly abominable emperor, though he ought to have provided for the peace of his subjects, himself incited the populace to frenzy against one another.
因為那位極其可憎的皇帝,本應顧念臣民的和平,卻親自使民眾彼此瘋狂相爭。
1:1614
περιεώρα γὰρ τὰ παρὰ τῶν θρασυτέρων κατὰ τῶν ἐπιεικεστέρων τολμώμενα, καὶ τὰς πολιτικὰς δὲ καὶ στρατιωτικὰς ἀρχὰς τοῖς ὠμο τάτοις καὶ δυσσεβεστάτοις ἐπίστευεν, οἳ προφανῶς μὲν θύειν τοὺς τῆς εὐσεβείας ἐραστὰς οὐκ ἠνάγκαζον, πᾶν δ' εἶδος αὐτοῖς ἐπετίθεσαν ἀτιμίας
For he looked on with indifference at the outrages the bolder dared against the more moderate, and he entrusted the civil and military offices to the most savage and impious men, who did not openly compel the lovers of piety to sacrifice, but heaped upon them every kind of dishonor.
他對那些較為狂妄之人加諸於較為溫和之人的暴行坐視不理,並將行政與軍事要職委任給最殘暴、最不敬虔之人;這些人雖未公然強迫敬虔的愛慕者獻祭,卻對他們施加了各種羞辱。
1:1615
ἀφείλετο γὰρ καὶ τὰ γέρα τὰ παρὰ τοῦ μεγάλου Κωνσταν τίνου τοῖς ἱερωμένοις ἀπονενεμημένα
For he also took away the privileges that had been allotted to the clergy by the great Constantine.
他甚至剝奪了大君士坦丁曾賜給教職人員的特權。
1:1616
Ὁποῖα δὲ οἱ τῇ τῶν εἰδώλων ἀπάτῃ προσδεδεμένοι κατ' ἐκεῖνον ἐτόλμησαν τὸν καιρόν, πάμπολλα μέν ἐστι καὶ συγγραφῆς ἰδίας δεό μενα·
Now the deeds which those bound to the deceit of idols dared to commit at that time are very many and would require a separate treatise of their own;
至於那些沉溺於偶像迷惑之人在那時所敢行之事,數量極多,本應另著專書詳述;
1:1617
ἐγὼ δὲ ὀλίγα ἐκ πολλῶν διηγήσομαι
but I shall relate a few out of many.
但我只從眾多事例中略述數則。
1:1618
ἐν Ἀσκάλωνι μὲν γὰρ καὶ Γάζῃ ( πόλεις δὲ αὗται τῆς Παλαιστίνης) ἀνδρῶν ἱερωσύνης ἠξιω μένων καὶ γυναικῶν διὰ βίου τὴν παρθενίαν ἐπηγγελμένων ἀναρρή ξαντες τὰς γαστέρας, εἶτα κριθῶν ἐμπλήσαντες, προὔθηκαν χοίροις βοράν
For at Ascalon and Gaza (these are cities of Palestine), they ripped open the bellies of men who had been deemed worthy of the priesthood and of women who had vowed lifelong virginity, then filled them with barley and set them out as food for swine.
在亞實基倫和迦薩(這兩座城屬巴勒斯坦),人們將那些被視為配得聖職的男子,以及終身許願守貞的婦女剖腹取腸,然後塞滿大麥,丟給豬隻作為食物。
1:1619
ἐν Σεβαστῇ δὲ (καὶ αὕτη δὲ εἰς τὸ προειρημένον ἔθνος τελεῖ) Ἰωάννου τοῦ Βαπτιστοῦ τὴν θήκην ἀνέῳξαν πυρί τε παρέδοσαν τὰ ὀστᾶ καὶ τὴν κόνιν ἐσκέδασαν
At Sebaste (this too belongs to the aforementioned nation) they opened the tomb of John the Baptist, gave his bones over to fire, and scattered the ashes.
在西巴斯提(此城也屬於前述的民族),他們掘開了施洗約翰的墓穴,將他的骸骨投入火中焚燒,並將骨灰四散拋撒。
1:1620
τὸ δὲ ἐν Φοινίκῃ τολμηθὲν μύσος πῶς ἄν τις ἀδακρυτὶ διηγήσαιτο; ἐν Ἡλιουπόλει γὰρ τῇ πρὸς τῷ Λιβάνῳ Κύριλλός τις διάκονος ἦν
But how could anyone relate without tears the abomination perpetrated in Phoenicia? For at Heliopolis, near Lebanon, there was a certain deacon named Cyril.
至於在腓尼基所犯下的暴行,有誰能不含淚述說呢?在利巴嫩附近的赫利奧波利斯,有一位名叫區利羅的執事。
1:1621
οὗτος ἐν τῇ Κωνσταντίνου βασι λείᾳ ζήλῳ πυρπολούμενος θείῳ πολλὰ τῶν ἐκεῖ προσκυνουμένων εἰδώλων συνέτριψε
This man, in the reign of Constantine, burning with divine zeal, smashed many of the idols worshiped there.
此人在君士坦丁在位期間,被神聖的熱心焚燒,搗毀了當地所敬拜的許多偶像。
1:1622
γαστέρα τεμόντες τοῦ ἥπατος ἀπεγεύσαντο
Cutting open his belly, they tasted of his liver.
他們剖開他的腹部,取食了他的肝臟。
1:1623
τὸν μέντοι πάντα ἐφορῶντα ὀφθαλμὸν οὐ διέφυγον, ἀλλ' ἔδοσαν ἀξίας τοῦ τολμήματος δίκας
Yet they did not escape the all-seeing eye, but paid the penalty their audacity deserved.
然而他們並未逃脫那鑒察萬事的眼目,反倒受到了與其膽大妄為相稱的懲罰。
1:1624
ὅσοι γὰρ δὴ ἐκείνου τοῦ μύσους μετέλαχον ἐστερήθησαν μὲν τῶν ὀδόντων πάντων κατὰ ταὐτὸν ἐκπεπτωκότων, ἐστερήθησαν δὲ γλωττῶν·
For as many as had shared in that abomination were deprived of all their teeth, which fell out together, and they were deprived of their tongues as well;
凡曾參與那樁褻瀆之人,牙齒盡皆一同脫落,也喪失了舌頭;
1:1625
διέρευσαν γὰρ καὶ αὗται σηπεδόνι περιπεσοῦσαι·
for these too rotted away, falling into decay;
因為這些舌頭也腐爛潰散;
1:1626
ἀφῃρέθησαν δὲ καὶ τὸ βλέπειν καὶ διὰ τῶν παθημάτων ἐκήρυττον τῆς εὐσεβείας τὴν δύναμιν
they were also deprived of their sight, and through their sufferings they proclaimed the power of piety.
他們的視力也被奪去,並藉著這些苦難宣揚了敬虔的大能。
1:1627
Τὸ δέ γε Μάρκου τοῦ Ἀρεθουσίων ἐπισκόπου δρᾶμα τῆς Αἰσχύλου καὶ Σοφοκλέους μεγαληγορίας δεῖται, ἵν' ἀξίως τὰ ἐκείνου τραγῳ δήσωσι πάθη
But the drama of Mark, bishop of Arethusa, requires the grand eloquence of Aeschylus and Sophocles, that they might worthily give tragic voice to his sufferings.
至於阿雷圖薩主教馬可的事蹟,實需埃斯庫羅斯與索福克勒斯般的宏偉辭藻,方能以悲劇之筆恰如其分地敘述他所受的苦難。
1:1628
ἐπειδὴ γὰρ οὗτος ἐν τοῖς Κωνσταντίου καιροῖς εἰδω λικόν τινα καταλύσας σηκὸν ἐκκλησίαν ἐδείματο, τὸν Ἰουλιανοῦ μεμαθηκότες Ἀρεθούσιοι σκοπὸν ἐγύμνωσαν τὴν δυσμένειαν
For since, in the time of Constantius, he had torn down a certain idol shrine and built a church, the people of Arethusa, having learned Julian's intent, laid bare their hostility.
因為此人在君士坦提烏斯在位時,拆毀了一座偶像神廟,建造了一座教堂;阿雷圖薩人得知尤利安的意圖後,便公然顯露了敵意。
1:1629
ὁ δὲ πρῶτον μὲν ἀποδρᾶναι κατὰ τὸν εὐαγγελικὸν ἐπειράθη νόμον·
He first attempted to flee, in accordance with the evangelical precept;
他起初依照福音的教訓試圖逃跑;
1:1630
ἐπειδὴ δὲ ἔγνω τῶν ὑπ' αὐτὸν ἀντ' αὐτοῦ συνειλῆφθαί τινας, ἐπανῆκέ τε καὶ ἑαυτὸν τοῖς μιαιφόνοις ἐξέδωκεν
but when he learned that some of those under his charge had been seized in his place, he returned and gave himself up to the murderers.
但當他得知有些屬下代替他被捕時,便返回,將自己交給了那些嗜血兇手。
1:1631
οἱ δὲ λαβόντες οὔτε ᾤκτειραν ὡς πρεσβύτην οὔτε ᾐδέσθησαν ὡς ἀρετῆς φροντιστήν, ἀλλὰ καὶ βίῳ καὶ λόγῳ τὸν ἄνδρα κοσμούμενον πρῶτον μὲν ᾐκίσαντο, τὸ σῶμα γυμνώσαντες καὶ τοῖς μέλεσιν ἅπασιν ἐπιθέντες τὰς μάστιγας·
But when they had taken him, they neither pitied him as an old man nor respected him as one devoted to virtue; rather, though the man was adorned in both life and word, they first tortured him, stripping his body bare and laying whips upon all his limbs;
那些人抓住他之後,既不因他年邁而憐憫,也不因他致力於德行而心生敬畏,反倒對這位無論生活或言辭都堪為表率的人先施以酷刑,剝光他的身體,鞭打他全身各處;
1:1632
εἶτα εἰς ὑπονόμους δυσώδεις ἐμβαλόντες κἀκεῖθεν ἀναγαγόντες τῷ πλήθει τῶν μειρακίων παρέδοσαν, ἀφειδῶς αὐτὸν κατακεντεῖν ταῖς γραφίσι κελεύσαντες
then, casting him into foul-smelling sewers and bringing him up again from there, they handed him over to a crowd of boys, ordering them to prick him mercilessly with styluses.
隨後將他投入惡臭的下水道,再從那裡拖出,交給一群少年,命令他們用尖筆毫不留情地刺戳他。
1:1633
μετὰ δὲ ταῦτα εἰς γύργαθον ἐμβαλόντες καὶ γάρῳ καὶ μέλιτι χρίσαντες, ὑπαίθριον ᾐώρησαν ἐν θέρους ἀκμῇ, σφῆκας ὁμοῦ καὶ μελίττας εἰς θοίνην προκαλούμενοι
After this, putting him into a wicker basket and smearing him with fish sauce and honey, they hung him up in the open air at the height of summer, inviting wasps and bees alike to feast.
此後又將他裝入柳條籃中,塗上魚醬與蜂蜜,在盛夏酷熱時分將他懸掛於露天之處,招引黃蜂與蜜蜂前來大快朵頤。
1:1634
ταῦτα δὲ ἔδρων, δυοῖν θάτερον ἀναγκάζοντες, ἢ τὸν σηκὸν τὸν καταλυθέντα δομήσασθαι ἢ τὴν τῆς οἰκοδομίας ἐκτῖσαι δαπάνην
They did this, compelling him to choose one of two things: either to rebuild the shrine that had been torn down, or to pay the cost of its construction.
他們如此行事,是要強迫他在兩者之中擇一:或重建被拆毀的神廟,或償付建造的費用。
1:1635
ὁ δὲ τῶν μὲν χαλεπῶν ἐκείνων παθημάτων ἠνείχετο, δράσειν δὲ τῶν προτεινομένων οὐδὲν ἐπηγγέλλετο
But he endured those grievous sufferings, while promising to do none of what was demanded of him.
但他忍受了那些殘酷的苦難,卻絲毫不允諾要做他們所要求的任何一事。
1:1636
ἐκεῖνοι δὲ διὰ πενίαν αὐτὸν μὴ παρέχειν ὑπειληφότες τὰ χρήματα, τὰ μὲν ἡμίση τῶν προταθέντων ἠφίεσαν, τἄλλα δὲ ἐκτίνειν ἐκέλευον·
They, supposing that he was not providing the money because of poverty, remitted half of what had been demanded, and ordered him to pay the rest;
他們認為他是因貧窮而拿不出錢財,便減免了原先所要求款項的一半,命他繳清其餘部分;
1:1637
ὁ δὲ ἐξηρτημένος καὶ ὑπό τε τῶν γραφίδων κεν τούμενος ὑπό τε τῶν σφηκῶν καὶ τῶν μελιττῶν ἐσθιόμενος, οὐ μόνον οὐκ ἐδήλου τὰς ἀλγηδόνας, ἀλλὰ καὶ ἐπετώθαζε τοῖς ἀνοσίοις καὶ ἔλεγεν αὐτοὺς μὲν εἶναι χαμαιζήλους καὶ περιγείους, ἑαυτὸν δὲ ὑψηλὸν καὶ μετέωρον
But he, hanging there, pierced by the styluses and being devoured by wasps and bees, not only did not show any sign of his pains, but even mocked those unholy men, saying that they were creatures who crawled upon the ground and clung to earth, while he himself was raised on high, aloft above the earth.
但他懸掛在那裡,被尖筆刺戳,被黃蜂與蜜蜂啃噬,非但沒有顯露絲毫痛楚,反而嘲笑那些褻瀆之徒,說他們是伏地爬行、依附塵土之輩,而他自己則是高舉在上、淩空懸浮之人。
1:1638
τέλος δὲ βραχύ τι μόριον τῶν χρημάτων ἐξῄτησαν·
At last they demanded but a small portion of the money;
最後,他們只索求極少的一部分錢財;
1:1639
ὁ δὲ ἴσον εἰς ἀσέβειαν ἔφη τὸ ὀβολὸν γοῦν ἕνα δοῦναι τῷ πάντα δοῦναι
but he said it was equally impious to give even a single obol as to give everything.
但他說,就不敬虔而論,給一個奧波勒斯與給全部財物是同等的罪。
1:1640
οὕτως ἡττηθέντες ἀπέλυσαν, ὑπεραγασθέντες τὴν καρτερίαν καὶ διὰ τῶν ἐναντίων εἰς τἀναντία μετατεθέντες
Thus defeated, they released him, having come to admire greatly his endurance, and having been turned, through these very opposites, to the opposite disposition.
他們就這樣被折服,釋放了他,對他的堅忍大為驚歎,並因這相反的遭遇而轉變為相反的心志。
1:1641
διὰ γὰρ τῆς ἐκείνου γλώττης μετέμαθον τὴν εὐσέβειαν
For through his tongue they learned true piety afresh.
因為藉著他的口舌,他們重新學會了敬虔之道。
1:1642
Καὶ ἕτερα δὲ μυρία πανταχοῦ γῆς καὶ θαλάττης κατ' ἐκεῖνον τὸν καιρὸν ὑπὸ τῶν δυσσεβῶν κατὰ τῶν εὐσεβῶν ἐτολμήθη
And countless other outrages, in every part of land and sea, were at that time dared by the impious against the pious.
在那個時候,還有無數其他暴行,遍及陸地與海洋各處,都是不敬虔之人對敬虔之人所犯下的。
1:1643
καὶ γὰρ προφανῶς λοιπὸν ὁ θεομισὴς κατὰ τῆς εὐσεβείας ἐνομοθέτει
For indeed the god-hated one now openly legislated against piety.
因為那位為神所憎惡者,此後已公然立法反對敬虔之道。
1:1644
καὶ πρῶτον μὲν ἀπηγόρευσε τῶν Γαλιλαίων τοὺς παῖδας (οὕτω γὰρ τοῦ σωτῆρος ἡμῶν τοὺς θιασώτας ὠνόμαζε) ποιητικῶν καὶ ῥητορικῶν καὶ φιλοσόφων μεταλαγχάνειν λόγων
And first he forbade the children of the Galileans (for so he called the devotees of our Savior) from partaking of the studies of poets, rhetoricians, and philosophers.
他首先禁止「加利利人」的子弟(他如此稱呼我們救主的信徒)修習詩人、修辭家與哲學家的學問。
1:1645
τοῖς οἰκείοις γάρ, φησί, πτεροῖς κατὰ τὴν παροιμίαν βαλλόμεθα·
"For," said he, "according to the proverb, we are struck by our own feathers;
他說:「照諺語所言,我們是被自己的羽毛所射傷;
1:1646
ἐκ γὰρ τῶν ἡμετέρων συγγραμμάτων καθοπλιζόμενοι τὸν καθ' ἡμῶν ἀναδέχονται πόλεμον
for arming themselves from our own writings, they take up war against us."
因為他們正是憑藉我們自己的著作武裝自己,起來與我們作戰。」
1:1647
μετὰ τοῦτον ἕτερον τέθεικε νόμον τοὺς Γαλιλαίους κελεύων τῆς στρατιᾶς ἐξελαύνεσθαι
After this he enacted another law, ordering the Galileans to be driven out of the army.
此後他又制定了另一條法令,命令將「加利利人」逐出軍隊。
1:1648
Κατὰ τοῦτον τὸν χρόνον Ἀθανάσιος πάλιν ὁ πένταθλος τῆς ἀληθείας ἀγωνιστὴς ἕτερον ὑπέμεινε κίνδυνον
At this time Athanasius, that champion of truth skilled in every contest, again underwent another danger.
就在這段時期,真理的全能鬥士亞他那修再度遭遇了另一場危難。
1:1649
οὐκ ἐνεγκόντες γὰρ οἱ δαίμονες τῆς Ἀθανασίου γλώττης καὶ προσευχῆς τὴν ἰσχύν, τοὺς οἰκείους ὑπουργοὺς εἰς τὰς κατ' ἐκείνου λοιδορίας καθώπλισαν
For the demons, unable to bear the power of Athanasius's tongue and prayer, armed their own servants with slanders against him.
那些邪魔無法忍受亞他那修口舌與禱告的力量,便武裝了他們自己的僕役,發動對他的誹謗攻擊。
1:1650
καὶ πολλὰς μὲν καὶ ἄλλας ἀφῆκαν φωνάς, ἀντιβολοῦντες τὸν προστάτην τῆς ἀσεβείας ἐξελάσαι τὸν Ἀθανάσιον, προσέθεσαν δὲ καὶ ταύτην·
They uttered many other cries too, beseeching the champion of impiety to drive Athanasius out, and they added this as well:
他們發出了許多其他的呼聲,懇求那不敬虔的庇護者將亞他那修驅逐出境,並且還加上這一句:
1:1651
εἰ Ἀθανάσιος μένοι, οὐδεὶς Ἕλλην μενεῖ·
"If Athanasius remains, not a single pagan will be left;
「若亞他那修留下,就沒有一個異教徒能夠留存;
1:1652
ἅπαντας γὰρ εἰς τὸν οἰκεῖον μεταστήσει χορόν
for he will transfer them all into his own band."
因為他必將眾人都遷移到他自己的行列之中。」
1:1653
ταύτας Ἰουλιανὸς τὰς ἱκετείας δεξάμενος οὐκ ἐξελαθῆναι μόνον προσέταξεν, ἀλλὰ καὶ ἀναιρεθῆναι τὸν Ἀθα νάσιον
Julian, receiving these entreaties, ordered not only that Athanasius be driven out, but also that he be put to death.
尤利安接受了這些懇求,不僅下令將亞他那修驅逐,更下令要將他處死。
1:1654
ὀρρωδούντων, προειρηκέναι λέγεται τὴν ταχεῖαν τοῦ θορύβου κατάλυσιν·
While they were in dread, he is said to have foretold the swift ending of the disturbance;
據說,當眾人惶恐不安之時,他曾預言那場騷動將迅速平息;
1:1655
νέφος γὰρ αὐτὸν προσηγόρευσε διαλυόμενον ὅτι τάχιστα
for he called it a cloud that would dissolve very quickly.
因為他稱這場騷動為一片將很快消散的雲。
1:1656
ὑπεχώρησε δὲ ὅμως, ἐληλυθέναι τοὺς ἀπεσταλμένους μεμαθηκώς·
He withdrew, however, upon learning that those who had been sent had arrived;
然而,當他得知那些被差遣來的人已經抵達,他還是退避了;
1:1657
καὶ πορθμεῖον εὑρὼν παρὰ τὴν ὄχθην τοῦ ποταμοῦ ἐπὶ τὴν Θηβαίων χώραν ἀνήγετο
and finding a ferry-boat by the bank of the river, he set out toward the region of the Thebans.
他在河岸邊找到一艘渡船,便向底比斯地區駛去。
1:1658
ὁ δὲ ἀνελεῖν αὐτὸν προστεταγμένος, πυθόμενος τὴν φυγήν, κατὰ κράτος ἐδίωκεν
But the one who had been ordered to kill him, learning of his flight, pursued him with all his might.
而那位受命要殺害他的人,聽聞他逃亡的消息,便竭力追趕。
1:1659
ἑτέρου δέ τινος τῶν γνωρίμων προειληφότος καὶ σφόδρα ἐλαύνειν αὐτὸν εἰρηκότος, τινὲς μὲν τῶν συνόντων ἐπὶ τὴν ἔρημον ἐκκλίνειν ἱκέτευον·
When another of his acquaintances had gone ahead and reported that he was pressing hard after him, some of those with him begged him to turn aside into the desert;
有一位熟識之人已先行趕上,並告知他那追趕者正窮追不捨;與他同行之人中有些懇求他轉往荒漠躲避;
1:1660
αὐτὸς δὲ τῷ κυβερνήτῃ ἐπὶ τὴν Ἀλεξάνδρειαν ἰθῦναι τὸ πορθμεῖον ἐκέλευεν
but he himself ordered the pilot to steer the ferry-boat toward Alexandria.
但他自己卻命令舵手將渡船直駛向亞歷山大城。
1:1661
οὕτω δὴ αὐτῶν καταντικρὺ τοῦ διώκοντος φερομένων, ἧκεν ὁ τοῦ θανάτου τὰς ἐντολὰς δεδεγμένος καὶ πόσον ἀφέστηκεν ὁ Ἀθανάσιος ἤρετο
So then, as they were sailing directly toward the very man pursuing them, the one who had received the orders for his death arrived and asked how far off Athanasius was.
就這樣,他們正朝著追趕者迎面而去,那奉命執行死令的人趕到,便詢問亞他那修距此有多遠。
1:1662
ὁ δὲ πελάζειν τοῦτον εἰπὼν ἐκεῖνον μὲν ἀπέπεμ ψεν, αὐτὸς δὲ τὴν Ἀλεξάνδρειαν κατέλαβε καὶ τὸ λειπόμενον τῆς Ἰουλιανοῦ βιοτῆς αὐτόθι διέλαθεν
He said that this man was near at hand, sent him off, and himself reached Alexandria, remaining there in hiding for the rest of Julian's life.
他回答說此人就在附近,將那人打發走後,便自己抵達亞歷山大城,並在那裡隱匿度過了尤利安在世的餘生。
1:1663
ὁ δὲ τοὺς γειτονεύοντας νεκροὺς ἔφη ἐμ ποδὼν γίγνεσθαι τῇ μαντείᾳ, καὶ χρῆναι τούτους πρότερον εἰς ἕτερον μετατεθῆναι χωρίον, εἶθ' οὕτως ἀπαγγεῖλαι τὴν πρόρρησιν·
But he said that the neighboring corpses were an obstacle to the divination, and that they must first be removed to another place, and only then would he declare the prophecy:
但他(神諭)卻說,附近的死屍妨礙了占卜,必須先將它們遷移到別處,然後方能宣告預言:
1:1664
οὐ γὰρ ἂν εἴποιμί τι, μὴ τοῦ τεμένους ἐκκαθαρθέντος
"for I could say nothing unless the precinct is purified."
「除非這聖所被潔淨,否則我一句話也不能說。」
1:1665
κατ' ἐκεῖνον δὲ τὸν καιρὸν αὐτόθι κατέκειτο τοῦ καλλινίκου μάρτυρος Βαβυλᾶ καὶ τῶν συναθλησάντων αὐτῷ μειρακίων τὰ λείψανα·
At that time there lay there the relics of the gloriously victorious martyr Babylas and of the youths who had contended alongside him;
就在那個時候,那裡安放著得勝的殉道者巴比拉及與他一同殉難的少年們的遺骸;
1:1666
καὶ δῆλος ἦν ὁ ψευδόμαντις ὑπὸ τῆς ἐκείνου χάριτος τῆς συνήθους ψευδολογίας εἰργόμενος
and it was clear that the false oracle was being kept from its customary lying by his grace.
顯然那位假先知正是被他(巴比拉)的恩典所阻止,無法照常說出他慣常的謊言。
1:1667
τοῦτο δὴ καὶ Ἰουλιανὸς συνεὶς (ἐκ γὰρ τῆς παλαιᾶς εὐσεβείας ἐγνώκει τῶν μαρτύρων τὴν δύναμιν) ἄλλο μὲν ἐκεῖθεν οὐδὲν νεκρὸν μετεκόμισε σῶμα, μόνων δὲ τῶν νικηφόρων μαρτύρων τὰ λείψανα τοῖς τοῦ Χριστοῦ θιασώταις μετενεγκεῖν παρηγγύησεν
Julian too understood this (for from his former piety he had known the power of the martyrs), and so he did not have any other dead body removed from there, but ordered the devotees of Christ to carry away only the relics of the victorious martyrs.
尤利安也明白了這一點(因為他從舊日的敬虔生活中,早已知曉殉道者的大能),於是他並未從那裡遷走任何其他死者的遺體,卻下令讓基督的信眾只將那得勝殉道者的遺骸遷走。
1:1668
αἰσχυν θήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς
"Let all who worship graven images be put to shame."
「願一切事奉雕刻偶像的人都蒙羞。」
1:1669
ἧτταν γὰρ τοῦ δαίμονος ὑπελάμβανον τοῦ μάρτυρος τὴν μετάθεσιν
For they took the transfer of the martyr's relics as a defeat of the demon.
因為他們認為殉道者遺骸的遷移,就是那邪魔的一次挫敗。
1:1670
Ἰουλιανὸς δὲ τὴν ἐντεῦθεν αὐτῷ προσγενομένην αἰσχύνην οὐκ ἐνεγκὼν τῇ ὑστεραίᾳ τοὺς τῆς χορείας ἐκείνης ἡγεμόνας συλληφθῆναι προσέταξε
But Julian, unable to bear the shame that came upon him from this, on the next day ordered the leaders of that procession to be arrested.
尤利安無法忍受由此而生的羞辱,便於次日下令逮捕那次遊行隊伍的領袖們。
1:1671
Σαλούστιος δὲ ὕπαρχος ὢν τηνικαῦτα, καίτοι τῇ δυσ σεβείᾳ δουλεύων, πεῖσαι τὸν τύραννον ἐπειράθη δόξης ἐφιεμένοις τοῖς Χριστιανοῖς μὴ παρασχεῖν τὸ ποθούμενον
Now Sallustius, who was prefect at that time, although he was in bondage to impiety, tried to persuade the tyrant not to grant the Christians, who were eager for glory, what they desired.
當時擔任總督的薩魯斯提烏斯,雖然效力於不敬虔之道,卻試圖勸阻這位暴君,不要滿足那些渴慕榮耀的基督徒所渴求之事。
1:1672
ἰδὼν δὲ ὅμως τὸν βασιλέα ἐγκρατῆ γενέσθαι τοῦ θυμοῦ μὴ δυνάμενον, νέον τινὰ ζήλῳ θείῳ κοσμούμενον βαδίζοντα κατὰ τὴν ἀγορὰν ἁρπάσας καὶ δημοσίᾳ τοῦτον ἐπὶ ξύλου κρεμάσας, ἱμᾶσι μὲν τὰ νῶτα κατέξηνεν, ὄνυξι δὲ διώρυξε τὰς πλευράς·
But when he saw that the emperor was unable to master his rage, he seized a certain young man, adorned with divine zeal, who was walking through the marketplace, and, hanging him up publicly on a wooden frame, tore his back to shreds with thongs and gouged his sides with claws;
然而,他見皇帝無法克制自己的怒氣,便抓住一位走過市集、被神聖熱忱所裝飾的年輕人,公開將他懸掛於木架之上,用皮鞭撕裂其背,又用指爪抓破其肋側;
1:1673
καὶ τοῦτο ποιῶν διετέλεσεν ἕωθεν ἀρξάμενος μέχρι ληγούσης ἡμέρας
and he continued doing this, beginning from dawn until the close of day.
他如此行事,從清晨開始一直持續到日暮方休。
1:1674
εἶτα αὐτῷ τὰ ἐκ σιδήρου δεσμὰ περιθεὶς φυλαχθῆναι προσέταξε
Then, putting iron chains on him, he ordered him to be kept under guard.
隨後給他戴上鐵鐐,下令將他看管起來。
1:1675
ταῦτα ἕωθεν τὸν Ἰουλιανὸν διδάξας καὶ τοῦ νέου τὴν καρτερίαν ἀπαγγείλας, ἑαυτῶν μὲν ἧτταν εἶναι, τῶν δὲ Χριστιανῶν εὔκλειαν ἔλεγε τὰ γινόμενα
At dawn, informing Julian of this and reporting the young man's endurance, he said that what was happening was a defeat for themselves, but glory for the Christians.
清晨時分,他將此事告知尤利安,並報告了那年輕人的堅忍,說這事實乃是他們自己的失敗,卻是基督徒的榮耀。
1:1676
οὕτω πεισθεὶς ὁ θεο μισὴς ταῦτα παθεῖν ἑτέρους οὐκ εἴασε, καὶ μέντοι καὶ τὸν Θεόδωρον ἐκέλευσε τῆς εἱρκτῆς ἀφεθῆναι·
Persuaded by this, the god-hated one did not allow others to suffer these things, and indeed he ordered Theodore to be released from prison;
那位為神所憎惡者聽信此言後,便不再讓其他人遭受這樣的苦難,甚至還下令將提阿多從獄中釋放;
1:1677
τοῦτο γὰρ ἦν ὄνομα τῷ νέῳ ἐκείνῳ καὶ γενναίῳ τῆς ἀληθείας ἀγωνιστῇ
for this was the name of that young and noble champion of the truth.
因為那位年輕而高貴的真理鬥士,正是名叫提阿多。
1:1678
τοῦτον ἤροντό τινες εἰ τῆς ὀδύνης ἐπῄσθετο τὰς πικρὰς ἐκείνας καὶ ὠμοτάτας ὑπομείνας βασά νους
Some asked him whether he had felt any pain, having endured those bitter and most cruel torments.
有人問他,在忍受那些痛苦而極其殘酷的酷刑時,是否感受到了疼痛。
1:1679
ὁ δὲ ἔφη τὴν μὲν ἀρχὴν ὀλίγης ἀλγηδόνος αἰσθέσθαι, εἶτά οἱ ἐπιφανῆναί τινα ὀθόνῃ μαλακῇ τε καὶ ψυχρᾷ τοῦ προσώπου συνεχῶς ἐκματτόμενον τὸν ἱδρῶτα καὶ παρεγγυῶντα θαρρεῖν·
He said that at first he felt a little pain, but then someone appeared to him, continually wiping the sweat from his face with a soft and cool cloth, and urging him to take courage;
他回答說,起初確實感到些許疼痛,但隨後有一位人物向他顯現,不斷用一塊柔軟而清涼的布巾為他擦拭臉上的汗水,並勉勵他要有勇氣;
1:1680
διά τοι τοῦτο καὶ τῶν δημίων παυσαμένων οὐχ ἡσθῆναι ἀλλ' ἀνιαθῆναι ἔφη·
and for this reason, he said, when the executioners stopped, he was not glad but grieved.
正因如此,他說,當劊子手停手之時,他並不歡喜,反倒感到憂傷。
1:1681
συνα ποστῆναι γὰρ ἔλεγεν καὶ τὸν τὴν ψυχαγωγίαν προσφέροντα
For he said that even the one who furnished the soul's inspiration had likewise deserted.
因為他說,就連那賦予心靈感應之力的(神靈)也一同離棄而去了。
1:1682
Ὁ δὲ ψευδόμαντις δαίμων τοῦ μὲν μάρτυρος τὸ κλέος ἐπηύξησε, τὸ δὲ οἰκεῖον ἐγύμνωσε ψεῦδος
But the lying, prophesying demon increased the martyr's glory, while exposing his own falsehood.
但那撒謊的、假冒先知的鬼魔,反倒增添了殉道者的榮耀,卻暴露了自己的虛謊。
1:1683
σκηπτὸς γὰρ οὐρανόθεν καταπεμφθεὶς τὸν σηκὸν ἐνέπρησεν ἅπαντα καὶ αὐτὸ τοῦ Πυθίου τὸ ἄγαλμα κόνιν λεπτοτάτην ἀπέφηνε·
For a thunderbolt, sent down from heaven, set the whole shrine ablaze, and reduced the very statue of the Pythian god to the finest dust.
因為有一道雷電從天而降,把整座聖所都燒毀了,連皮提亞神(阿波羅)的雕像本身,也化為極細的塵土。
1:1684
ξύλινον γὰρ ἦν, ἔξωθεν ἀληλιμμένον χρυσῷ
For it was made of wood, overlaid on the outside with gold.
因為那雕像原是木製的,外面鍍了金。
1:1685
ἰδὼν δὲ τὸν καλού μενον θεὸν κόνιν γεγενημένον, τοὺς νεωκόρους ᾐκίζετο, παρὰ Χρι στιανοῦ τινος τὸν ἐμπρησμὸν γεγενῆσθαι τοπάζων
When he saw the so-called god turned to dust, he tortured the temple wardens, suspecting that the fire had been caused by some Christian.
他看見那被稱為神的雕像已化為塵土,就拷打那些看守神廟的人,猜疑這場大火是某個基督徒所引起的。
1:1686
οἱ δὲ καὶ αἰκιζό μενοι φάναι τι ψευδὲς οὐκ ἠνέσχοντο·
But they, even while being tortured, could not bring themselves to say anything false.
但他們縱然遭受拷打,也不肯說一句虛假的話。
1:1687
τὸν γὰρ ἐμπρησμὸν ἔλεγον οὐ κάτωθεν ἀλλ' ἄνωθεν λαβεῖν τὴν ἀρχήν, καὶ τῶν πλησιοχώρων δὲ ἀγροίκων τινὲς ἀφικόμενοι ἔφασαν οὐρανόθεν τὸν πρηστῆρα φερό μενον τεθεᾶσθαι
For they said that the fire had taken its beginning not from below but from above; and some of the country folk from the neighboring districts, arriving, said that they had seen the lightning bolt come borne down from heaven.
因為他們說,這場火並非從下面燒起,而是從上面而來;並且附近幾個鄉間的農夫也來到,說他們親眼看見那雷火從天而降。
1:1688
Ἀλλὰ καὶ ταῦτα οὕτως γεγενῆσθαι μεμαθηκότες οἱ δυσσεβεῖς κατὰ τοῦ θεοῦ τῶν ὅλων ὡπλίζοντο·
But although the impious had learned that these things had happened in this way, they armed themselves against the God of the universe.
然而,那些不敬虔的人雖然得知事情原是如此,卻仍舊武裝自己,與那萬有的神為敵。
1:1689
καὶ τά τε ἱερὰ σκεύη τοῖς βασιλικοῖς ταμιείοις ὁ τύραννος παραδοθῆναι προσέταξε καὶ τῆς μεγάλης ἐκκλησίας, ἣν Κωνσταντῖνος ἐδείματο, καθηλώσας τὰς θύρας ἄβατον τοῖς εἰς αὐτὴν ἀθροιζομένοις ἀπέφηνεν
The tyrant ordered the sacred vessels to be handed over to the imperial treasuries, and, having nailed shut the doors of the great church which Constantine had built, he made it inaccessible to those who gathered there.
那暴君下令把聖器交付皇家庫房,又將君士坦丁所建的那座大教堂的門釘死,使聚集在那裡的人無法進入。
1:1690
οἱ δὲ τῆς Ἀρείου συμμορίας ταύτην τηνικαῦτα κατεῖχον
Now at that time those of Arius's faction held possession of it.
當時,屬亞流一黨的人正佔據著這座教堂。
1:1691
Ἰουλιανῷ δέ γε τῷ τῆς Ἑῴας ὑπάρχῳ συνεισῆλθεν εἰς τὸν θεῖον νεὼν Φίλιξ μέν, ταμίας ὢν τῶν βασιλικῶν θησαυρῶν, Ἐλπίδιος δέ, τῶν ἰδίων τοῦ βασιλέως χρημάτων τε καὶ κτημάτων τὴν ἡγεμονίαν πεπιστευμένος·
Together with Julian, the prefect of the East, there entered the sacred temple Felix, who was treasurer of the imperial treasures, and Elpidius, who had been entrusted with the administration of the emperor's private funds and estates.
與東方總督尤利安一同進入那神聖殿宇的,還有腓力斯——他是掌管皇家寶庫的司庫——以及厄爾皮狄烏斯,他受託管理皇帝私人的錢財與產業。
1:1692
κόμητα δὲ πριβάτων τὸν τοιοῦτον Ῥωμαῖοι προσα γορεύειν εἰώθασιν
The Romans customarily call such a man "comes privatarum" (count of the privy purse).
羅馬人向來稱這樣的官員為「私產伯爵」(comes privatarum)。
1:1693
καὶ τὸν Φίλικα δὲ καὶ τὸν Ἐλπίδιόν φασι Χρι στιανοὺς ὄντας ἀποστῆναι τῆς εὐσεβείας, χαριζομένους τῷ δυσσεβεῖ βασιλεῖ
They say that both Felix and Elpidius, though they were Christians, apostatized from piety in order to curry favor with the impious emperor.
據說腓力斯與厄爾皮狄烏斯二人本是基督徒,卻為了討好那不敬虔的皇帝,而背棄了敬虔之道。
1:1694
ὁ δὲ Ἰουλιανὸς οὖρον μὲν κατὰ τῆς ἱερᾶς τραπέζης ἐξέκρινε, τὸν δὲ Εὐζώϊον πειραθέντα κωλῦσαι κατὰ τῆς κόρρης ἐπάταξε·
Julian relieved himself upon the holy table, and struck Euzoius on the cheek when he attempted to stop him.
尤利安竟在聖桌上便溺,歐佐伊烏斯試圖阻止他,他就打了歐佐伊烏斯一記耳光。
1:1695
φάναι δὲ λέγεται ὡς ἔρημα τὰ Χριστιανῶν τῆς θείας ὑπάρχει κηδε μονίας
He is said to have declared that the affairs of the Christians lie destitute of divine care.
據說他還聲稱,基督徒的事務已經失去了神聖的眷顧。
1:1696
ὁ δὲ Φίλιξ τῶν ἱερῶν σκευῶν τὴν πολυτέλειαν θεασάμενος ( Κωνσταντῖνος γὰρ καὶ Κωνστάντιος φιλοτίμως ταῦτα κατεσκεύασαν)·
Felix, having beheld the costliness of the sacred vessels (for Constantine and Constantius had had them made with lavish munificence),
腓力斯看見那些聖器如此貴重(因為君士坦丁與君士坦提烏斯二人,曾慷慨大方地打造這些器皿),
1:1697
ἰδού, ἔφη, ἐν ὁποίοις σκεύεσιν ὑπηρετεῖται ὁ Μαρίας υἱός
said, "Behold, with what vessels the son of Mary is served!"
就說:「看哪,馬利亞的兒子竟是用這樣的器皿來服事的!」
1:1698
Ἀλλὰ τῶν δυσσεβῶν τούτων καὶ μανικῶν τολμημάτων οὐκ εἰς μακρὰν ἔτισαν δίκας
But not long afterward, they paid the penalty for these impious and mad presumptions.
然而不久之後,他們就為這些不敬虔且瘋狂的妄為,付上了應得的代價。
1:1699
Ἰουλιανὸς μὲν γὰρ παραυτίκα νόσῳ χαλεπῇ περιπεσὼν ὑπὸ σηπεδόνος διεφθάρη τὰ ἔγκατα, καὶ τὴν κόπρον οὐκέτι διὰ τῶν ἀποκριτικῶν μορίων παρέπεμπεν, ἀλλὰ τὸ μυσαρὸν στόμα, τὸ τῆς βλασφημίας γενόμενον ὄργανον, ἀποκρίσεως ἐγένετο μόριον
For Julian was immediately seized by a grievous disease; his inward parts were consumed by putrefaction, and he no longer discharged his excrement through the organs appointed for that purpose, but his foul mouth, which had become the instrument of blasphemy, became the organ of excretion.
因為尤利安立刻患上了一場重病,五臟因腐爛而潰壞;他的糞便不再從應排泄的器官排出,反倒是他那褻瀆神明的污穢之口,變成了排泄的器官。
1:1700
φασὶ δὲ αὐτοῦ τὴν γυναῖκα πίστει λαμπρυνομένην ταῦτα φάναι πρὸς τὸν ὁμόζυγα·
They say that his wife, resplendent in faith, spoke as follows to her husband:
據說他的妻子,是位信德光耀的婦人,曾對丈夫這樣說:
1:1701
ὑμνεῖν, ὦ ἄνερ, προσήκει τὸν σωτῆρα Χριστόν, ὅτι σοι διὰ τῆς παιδείας τὴν οἰκείαν ὑπέδειξε δύναμιν·
"Husband, it is fitting to praise the Savior Christ, because through this affliction He has shown you His own power;
「丈夫啊,理當頌讚救主基督,因為祂藉著這場苦難,向你顯明了祂自己的大能;
1:1702
οὐ γὰρ ἂν ἔγνως τίς ὁ παρὰ σοῦ πολεμούμενος, εἰ τῇ συνήθει μακροθυμίᾳ χρησάμενος ταύτας σοι τὰς θεηλάτους πληγὰς οὐκ ἐπήγαγεν
for you would never have known who it is you have been warring against, had He, in His accustomed long-suffering, not brought these God-sent blows upon you."
因為倘若祂不是按著祂素常的恆忍,將這些神所降下的責打加在你身上,你原是不會知道自己所敵對的究竟是誰的。」
1:1703
ἐκ τῶνδε τῶν λόγων καὶ τῶν ἐπικειμένων παθῶν συνεὶς τῆς νόσου τὴν αἰτίαν ὁ δείλαιος ἀποδοῦναι τὴν ἐκκλησίαν τὸν βασιλέα ἱκέτευσε τοῖς ταύτης ἐστερημένοις·
From these words, and from the sufferings pressing upon him, the wretched man, having understood the cause of his disease, entreated the emperor to restore the church to those who had been deprived of it;
那可憐的人從這番話,以及自己所受的種種苦楚中,明白了自己患病的緣由,便懇求皇帝把教堂歸還給那些被剝奪了教堂的人;
1:1704
ἀλλ' οὔτε ἐκεῖνον ἔπεισε καὶ αὐτὸς τοῦ βίου τὸ τέλος ἐδέξατο
but he did not persuade him, and he himself came to the end of his life.
但他未能說服皇帝,而他自己也終於走到了生命的盡頭。
1:1705
ὁ δὲ Φίλιξ ἐξαπίνης θεήλατον καὶ αὐτὸς δεξάμενος μάστιγα αἷμα πανημέριόν τε καὶ παννύχιον ἐκ τοῦ στόματος ἔφερε, τῶν ἀγγείων τοῦ σώματος πάντοθεν εἰς τοῦτο συρρεόντων τὸ μόριον
Felix, too, suddenly receiving a God-sent scourge, discharged blood from his mouth both day and night, as the vessels of his body converged from every quarter toward that one part.
腓力斯也同樣突然受到神所降的責罰,晝夜不停地從口中吐血,因為全身的血管都從四面八方匯流到那一處器官。
1:1706
οὕτω δὲ παντὸς δαπανηθέντος τοῦ αἵματος, ἀπέσβη καὶ οὗτος καὶ τῷ αἰωνίῳ παρεπέμφθη θανάτῳ
Thus, when all his blood had been spent, he too was extinguished and handed over to eternal death.
就這樣,等到全身的血都流盡了,他也隨之氣絕,被交付於永遠的死亡。
1:1707
οὗτοι μὲν οὖν τῆς δυσσεβείας ταύτας ἔτισαν τὰς δίκας
These men, then, paid these penalties for their impiety.
這些人,就是這樣為自己的不敬虔付上了代價。
1:1708
Νέος δέ τις ἱερέως υἱὸς ἐν δυσσεβείᾳ τραφεὶς κατ' ἐκεῖνον τὸν καιρὸν εἰς τὸν τῶν εὐσεβῶν μετέστη χορόν
A certain young man, the son of a priest, though reared in impiety, at that time passed over into the company of the pious.
那時有一個少年人,是一位祭司的兒子,雖然自幼在不敬虔中長大,卻在那時歸入了敬虔者的行列。
1:1709
γυνὴ γάρ τις ἐπίσημος ἐν εὐλαβείᾳ καὶ τοῦ τῆς διακονίας ἠξιωμένη χαρίσματος συνήθης ἦν τῆς τούτου μητρός
For a certain woman, notable for her piety and deemed worthy of the grace of the diaconate, was an acquaintance of this young man's mother.
原來有一位在敬虔上出名、又蒙揀選擔任女執事之職的婦人,與這少年人的母親相熟。
1:1710
αὕτη τοῦτον μετὰ τῆς μητρὸς ἀφικνούμενον (ἔτι γὰρ μειρακύλλιον ἦν) ἠσπάζετό τε καὶ προὔτρεπεν εἰς εὐσέβειαν
Whenever he came with his mother (for he was still quite a young boy), she would greet him and exhort him toward piety.
每逢他隨母親前來(那時他還只是個孩童),這位婦人便向他問安,並勸勉他歸向敬虔。
1:1711
καὶ τῆς μητρὸς δὲ τελευτησάσης, ἀφικνεῖτο πρὸς ταύτην ὁ νέος καὶ τῆς συνήθους διδασκαλίας ἀπήλαυε·
And when his mother died, the young man kept coming to her and continued to enjoy his customary instruction;
後來他的母親去世了,這少年仍照常前來拜訪她,繼續領受他素常所受的教導;
1:1712
παγίως δὲ τὰς συμβουλὰς εἰσδεξά μενος ἤρετο τὴν διδάσκαλον τίς ἂν γένοιτο πόρος δι' οὗ δυνατὸν καὶ τὴν τοῦ πατρὸς δεισιδαιμονίαν φυγεῖν καὶ τῆς παρ' αὐτῶν κη ρυττομένης ἀληθείας μεταλαχεῖν
having firmly taken her counsels to heart, he asked his teacher what means there might be by which he could both flee his father's superstition and partake of the truth proclaimed by them.
他把她的勸言堅定地存在心裡,便問這位教導他的婦人,有什麼辦法,能使他既逃離父親的迷信,又得以分享他們所宣講的真道。
1:1713
ἡ δὲ ἔλεγεν χρῆναι τὸν πατέρα φυγεῖν καὶ προτιμῆσαι τὸν αὐτοῦ τε κἀκείνου δημιουργόν, καὶ πόλιν ἑτέραν καταλαβεῖν ἐν ᾗ λαθεῖν δυνατὸν καὶ διαδρᾶναι τοῦ δυσσεβοῦς βασιλέως τὰς χεῖρας·
She told him that he must flee his father, and prefer above him the Maker of both himself and his father, and take refuge in another city where it would be possible to remain hidden and escape the hands of the impious emperor;
她告訴他,必須離開父親,將那位既造了他、也造了他父親的創造主,看得比父親更寶貴,並前往另一座城,好在那裡隱藏,逃脫那不敬虔皇帝的魔掌;
1:1714
ὑπισχνεῖτο δὲ τούτου προνοήσειν αὐτή
she promised that she herself would make provision for this.
她並應許,這事她自己必會設法安排。
1:1715
ἀτάρ, ἔφη ὁ νέος, ἥξω λοιπὸν καὶ τὴν ἐμαυτοῦ σοι παραδώσω ψυχήν
"Well then," said the young man, "from now on I will come and entrust my soul to you."
少年說:「那好,從今以後,我就來將我的靈魂交託給你。」
1:1716
συνανῆλθε δὲ καὶ ὁ τούτου πατήρ, ἱερεύς τε ὢν καὶ εἰωθὼς συνέπεσθαι τῷ βασιλεῖ
His father had also come up with him, for he was a priest and accustomed to accompany the emperor.
他的父親也與他一同來到,因為他是個祭司,向來隨侍在皇帝身邊。
1:1717
νεωκόρω γὰρ ἤστην, τὰ βασι λέως ἐδέσματα περιρραίνοντες
For the two of them were temple wardens, who sprinkled the emperor's dishes.
因為他們父子二人都是廟宇的看守人,職責是為皇帝的膳食灑淨。
1:1718
Τῇ οὖν ἡμέρᾳ τῇ πρώτῃ παραστὰς οὗτος τῇ βασιλέως στιβάδι καὶ τὰ ὄψα κατὰ τὸ ἔθος διαρράνας καὶ τοῦ μύσους ἐμπλήσας, δρόμῳ χρησάμενος τὴν Ἀντιόχου πόλιν κατέλαβε, καὶ πρὸς τὴν θαυμασίαν ἐκείνην ἀφικόμενος ἄνθρωπον·
So on the first day, he stood by the emperor's couch and, as was the custom, sprinkled the dishes and filled them with defilement; then, taking to flight at a run, he reached the city of Antioch, and came to that admirable woman.
於是在第一天,他照舊侍立在皇帝的坐榻旁,依習俗灑淨各樣菜餚,使其沾滿污穢;隨後他拔腿飛奔,趕到安提阿城,來到那位可敬的婦人跟前。
1:1719
ἐγὼ μὲν ἥκω σοι, ἔφη, μὴ ψευσά μενος τὴν ὑπόσχεσιν·
"I have come to you," he said, "not having broken my promise;
他說:「我已經來到你這裡了,並沒有違背我的承諾;
1:1720
σὺ δὲ σωτηρίας ἑκατέρας ἐπιμελήθητι καὶ τὴν ἐπαγγελίαν ἐκπλήρωσον
do you now take care for my deliverance in both respects, and fulfill your promise."
如今求你顧念我的雙重得救,成全你的應許吧。」
1:1721
παραυτίκα δὴ οὖν ἐκείνη διαναστᾶσα πρὸς τὸν τοῦ θεοῦ ἄνθρωπον Μελέτιον τὸν νέον ἀπήγαγεν·
So then she immediately rose up and led the young man to the man of God, Meletius;
於是她立刻起身,把這少年帶到神的僕人美勒丟那裡;
1:1722
ὁ δὲ τέως αὐτὸν ἄνω διάγειν ἐν τῷ καταγωγίῳ προσέταξεν
he, for the time being, ordered him to remain upstairs in the lodging.
美勒丟暫且吩咐他留在寓所樓上居住。
1:1723
ταῦτα ἐγὼ τοῦ ἀνδρὸς πρεσβύτου ἤδη γεγονότος διηγου μένου ἀκήκοα
I heard these things related by the man himself, when he had already become an old man.
這些事,是我親自從那人口中聽來的,那時他已是一位老人了。
1:1724
προστέθεικε δὲ καὶ ταῦτα, ὡς ἔνθους γενόμενος καὶ θείας χάριτος ἐμπλησθεὶς συνέτριψε μὲν ἅπαντα τοῦ πατρὸς τὰ εἴδωλα, ἐκωμῴδει δὲ αὐτῶν τὴν ἀσθένειαν·
He added this too, that, having become inspired and filled with divine grace, he smashed all his father's idols and mocked their weakness;
他還補充說,當時他受到聖靈感動,滿懷神的恩典,就把父親所有的偶像都砸碎了,並且嘲笑它們的軟弱無能;
1:1725
ὕστερον δὲ εἰς νοῦν λαβὼν ὅπερ ἔδρασεν, ἔδεισέ τε τοῦ πατρὸς τὴν παρουσίαν καὶ τὸν δεσπότην Χριστὸν ἠντιβόλησε νεῦσαι καὶ συντρῖψαι τὰ κλεῖθρα καὶ τὰς θύρας ἀναπετάσαι·
but afterward, coming to his senses over what he had done, he feared his father's arrival, and besought the Lord Christ to grant assent and shatter the bolts and throw open the doors;
但事後他一想起自己所做的事,就懼怕父親歸來,便懇求主基督俯允,把門閂震碎,將門戶大開;
1:1726
σοῦ γὰρ δὴ ἕνεκα, ἔφη, ταῦτα πέπονθά τε καὶ δέδρακα
"for it was for Your sake," he said, "that I have both suffered and done these things."
他說:「主啊,我這一切所受的、所做的,都是為了你的緣故。」
1:1727
ταῦτά μου, ἔφη, λέγοντος, ἐξέπεσε μὲν τὰ κλεῖθρα, ἀνεῴχθησαν δὲ αἱ θύραι·
"While I was saying this," he said, "the bolts fell out, and the doors were opened;
他說:「我這話剛說完,門閂便脫落了,門戶也隨即敞開;
1:1728
ἐγὼ δὲ πάλιν πρὸς τὴν διδάσκαλον ἔδρα μον
and I ran back again to my teacher."
我就又跑回我那位教導我的婦人那裡去了。」
1:1729
ἡ δὲ σχῆμά μοι γυναικὸς περιθεῖσα καὶ σὺν αὐτῇ γε εἰς τὴν καμάραν καθίσασα τῷ θείῳ με πάλιν Μελετίῳ προσήγαγεν
"She dressed me in the guise of a woman, and, having seated me together with her in the carriage, brought me again to the divine Meletius."
「她給我穿上女子的裝束,讓我與她同坐在車轎之中,再次把我帶到那神聖的美勒丟跟前。」
1:1730
ὁ δὲ τῷ τῶν Ἱεροσολύμων με παρέδωκεν ἐπισκόπῳ ( Κύριλλος δὲ τηνικαῦτα ἦν), καὶ οὕτω νύκτωρ εἰς τὴν Παλαιστίνην ὡρμήσαμεν
"He delivered me to the bishop of Jerusalem (Cyril was bishop at that time), and thus, by night, we set out for Palestine."
「他便把我交付給耶路撒冷的主教(那時是區利羅任主教),我們就這樣在夜間動身,前往巴勒斯坦去了。」
1:1731
μετὰ δὲ τὴν Ἰουλιανοῦ τελευτὴν καὶ τὸν πατέρα οὗτος πρὸς τὴν ἀλήθειαν ἐποδή γησε·
After Julian's death, this man also guided his father to the truth;
尤利安死後,這少年也把自己的父親引領歸向了真道;
1:1732
καὶ τοῦτο γὰρ ἡμᾶς μετὰ τῶν ἄλλων ἐδίδαξε
for he taught us this too, along with the other things.
因為他把這事,連同其他種種,都一併教導了我們。
1:1733
τοῦτον μὲν δὴ τὸν τρόπον οὗτοι πρὸς θεογνωσίαν ποδηγηθέντες τῆς σωτηρίας μετέλαχον
In this manner, then, these men, having been guided to the knowledge of God, obtained a share in salvation.
這些人就是以這樣的方式,蒙引導認識了神,而得以分享救恩。
1:1734
Ἰουλιανὸς δὲ παρρησιέστερον, μᾶλλον δὲ ἀναιδέστερον, κατὰ τῆς εὐσεβείας ὡπλίζετο, τὸ μὲν τῆς ἐπιεικείας περικείμενος προσωπεῖον, πάγας δὲ κατασκευάζων καὶ θήρατρα πρὸς τὸν τῆς ἀσεβείας ὄλεθρον τοὺς ἐξαπατωμένους ἀγρεύοντα
But Julian armed himself more boldly—or rather more shamelessly—against piety, wearing the mask of fair dealing while devising snares and traps that caught the deceived, leading them to ruin through impiety.
尤利安則更加放膽——或者不如說更加無恥地——武裝自己,與敬虔為敵;他戴著寬厚公正的假面,暗中卻設下陷阱與羅網,捕捉那些受騙的人,使他們陷入不敬虔的滅亡。
1:1735
περιερραί νοντο γὰρ καὶ ἄρτοι καὶ κρέα καὶ ὀπῶραι καὶ λάχανα καὶ τἄλλα ὅσα ἐδώδιμα
For loaves, meats, fruits, vegetables, and all other edible things were sprinkled with libations.
因為無論是餅、肉、果子、蔬菜,以及其他一切食物,都被灑上了(祭偶像的)奠酒。
1:1736
ταῦτα ὁρῶντες οἱ τῆς τοῦ σεσωκότος προσηγορίας τετυχηκότες ἔστενον μὲν καὶ ὠλοφύροντο βδελυττόμενοι τὰ γινόμενα, μετελάμβανον δὲ ὅμως ἀποστολικῷ πειθόμενοι νόμῳ·
Seeing this, those who had obtained the name of the Savior groaned and lamented, abhorring what was being done, yet nonetheless partook, obeying the apostolic precept:
那些蒙了救主之名的人,看見這一切,便嘆息哀哭,深惡那所行之事,然而仍舊照吃不誤,順從使徒的教訓,正如經上所說:
1:1737
πᾶν γάρ, φησί, τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρί νοντες διὰ τὴν συνείδησιν
"Eat whatever is sold in the meat market, asking no question for conscience's sake."
「凡市上所賣的,你們只管吃,不要為良心的緣故查問什麼。」
1:1738
παρέδωκας γὰρ ἡμᾶς, ἔλεγον, βασιλεῖ παρανόμῳ ἀποστάτῃ παρὰ πάντα τὰ ἔθνη τὰ ὄντα ἐπὶ τῆς γῆς
"For You have delivered us up," they said, "to a lawless, apostate king, beyond all the nations that are upon the earth."
他們說:「你竟把我們交在一個不法的、背道的君王手中,這君王比地上一切列國都更為邪惡。」
1:1739
ταῦτά τις τῶν ὁμοτραπέζων ἐκείνῳ μεμήνυκεν
One of his table companions reported these words to him.
有一個與他同席的人,把這些話告訴了他。
1:1740
ὁ δὲ παραυτίκα γε ἀγαγὼν τοὺς ἀρίστους ἄνδρας ἐκείνους ἐπυνθάνετο τίνα εἴη τὰ εἰρημένα
He immediately had those excellent men brought before him, and inquired what it was they had said.
他隨即下令把那些德高望重的人帶來,質問他們究竟說了些什麼。
1:1741
οἱ δὲ παρρησίας ἀφορμὴν ὑπειλη φότες τὴν τοῦ βασιλέως ἐρώτησιν, τὸν ἀξιέπαινον παραθήξαντες ζῆλον, εἶπον τοιάδε·
They, taking the emperor's question as an occasion for boldness of speech, and having whetted their praiseworthy zeal, spoke as follows:
他們把皇帝的質問,當作放膽直言的機會,激發起那可嘉許的熱忱,便如此說道:
1:1742
μύσους ἅπαντα πεπληρωμένα θεώ μενοι καὶ ταῖς ἐναγέσι θυσίαις καὶ τὰ βρώματα καὶ τὰ πόματα μο λυνόμενα
"Seeing everything filled with defilement, and both food and drink polluted by the accursed sacrifices,
「我們看見一切都被污穢所充滿,飲食也都被那該咒詛的祭祀所玷污,
1:1743
ταῦτα καὶ οἴκοι τεθρηνήκαμεν καὶ σοῦ παρόντος ἀπο δυρόμεθα·
we have lamented these things at home, and now, in your presence, we bewail them still;
這些事我們在家中已經哀嘆過,如今在你面前,我們仍舊為此悲泣;
1:1744
τοῦτο γὰρ δὴ μόνον τῆς σῆς δυσχεραίνομεν βασιλείας
for this alone is what we find grievous in your reign."
因為這正是我們在你的治下,唯一感到難以忍受之事。」
1:1745
τούτων ἀκούσας τῶν λόγων ὁ πραότατος καὶ φιλοσοφώτατος παρὰ τῶν ἐκείνῳ προσομοίων ὀνομαζόμενος τὸ μὲν τῆς ἐπιεικείας ἀπεδύ σατο προσωπεῖον, τὸ δὲ τῆς δυσσεβείας ἐγύμνωσε πρόσωπον
Having heard these words, he who was called by those like himself "the gentlest and most philosophical" stripped off the mask of fair dealing, and exposed the true face of impiety.
他聽了這些話之後——這人一向被那些與他氣味相投的人稱作「最溫和、最有哲學修養」的——便脫去了寬厚公正的假面,露出了不敬虔的真面目。
1:1746
καὶ πικρὰς αὐτοῖς καὶ χαλεπὰς αἰκίας ἐπιθεῖναι κελεύσας, ἐστέρησε μὲν τῆς παρούσης ζωῆς, μᾶλλον δὲ ἠλευθέρωσεν ἐκείνου τοῦ δυστήνου καιροῦ καὶ τοὺς νικηφόρους στεφάνους προὐξένησεν
And having ordered bitter and cruel torments to be inflicted on them, he deprived them of their present life—or rather, he freed them from that wretched time, and procured for them crowns of victory.
他下令對他們施以殘酷慘烈的刑罰,奪去了他們今生的性命——不如說,是使他們脫離了那悲慘的時代,並為他們贏得了得勝的冠冕。
1:1747
αἰτίαν δὲ τῇ τιμωρίᾳ συνήρμοσεν, οὐ τὴν εὐσέβειαν ὑπὲρ ἧς ἀνῃρέθησαν, ἀλλὰ τὴν παροινίαν·
But he attached to the punishment a pretext other than the piety for which they had been put to death—namely, insolence;
但他為這場處決,安上的罪名並非他們為之殉道的敬虔,而是「傲慢無禮」;
1:1748
ὡς βασιλέα γὰρ ὑβρικότας ἔφησε τιμωρήσασθαι
for he claimed that he was punishing them as men who had insulted their emperor.
因為他聲稱,自己所懲罰的,是那些冒犯了皇帝的人。
1:1749
ταῦτα δὲ θρυλεῖσθαι προσέταξε, φθονῶν τοῖς τῆς ἀληθείας ἀθληταῖς τῆς τῶν μαρτύρων προσηγορίας τε καὶ τιμῆς
He ordered this to be given out publicly, begrudging the champions of truth the title and honor of martyrs.
他下令將此事廣為宣揚,就是不願讓那些真理的鬥士,得著殉道者的稱號與尊榮。
1:1750
τούτων ὁ μὲν Ἰοβεντῖνος, ὁ δὲ Μαξιμῖνος προσηγορεύετο
Of these, the one was named Juventinus, and the other Maximinus.
這兩人中,一位名叫猶文提努斯,另一位名叫馬克西米努斯。
1:1751
τούτους ἡ Ἀντιόχου πόλις ὡς ἀγω νιστὰς εὐσεβείας τιμήσασα πολυτελεῖ παραδέδωκε θήκῃ, καὶ μέχρι δὲ τήμερον ἐτησίῳ δημοθοινίᾳ γεραίρονται
The city of Antioch, honoring these men as champions of piety, committed them to a costly shrine, and even to this day they are honored with an annual public feast.
安提阿城尊崇這幾位為敬虔的鬥士,將他們安葬於華貴的墓龕之中,直到今日,城中仍以每年一度的公眾筵宴向他們致敬。
1:1752
Καὶ ἄλλοι δὲ τῶν ἐν τέλει καὶ ἀξιωτάτων παραπλησίῳ παρρησίᾳ χρησάμενοι τῶν ἴσων στεφάνων ἀπήλαυσαν
Others too, among those in office and of the highest rank, using similar boldness, enjoyed crowns of equal honor.
另有其他一些在位掌權、極受尊崇之人,也以同樣坦率無懼的態度,贏得了同等的冠冕。
1:1753
καὶ γὰρ Βαλεντινιανὸς ἐκεῖνος ὁ μικρὸν ὕστερον βασιλεύσας ( χιλίαρχος δὲ ἦν τηνικαῦτα τῶν περὶ τὰ βασίλεια τεταγμένων λογχοφόρων ἡγούμενος) ὃν εἶχεν ὑπὲρ τῆς εὐσεβείας οὐκ ἀπέκρυψε ζῆλον
For indeed that Valentinian, who a little later became emperor (he was at that time a tribune commanding the spearmen stationed about the palace), did not conceal the zeal he had for piety.
因為那位不久之後登基為帝的瓦倫提尼安(他當時是統率宮中衛戍矛兵的千夫長),並未隱藏他對敬虔所懷的熱忱。
1:1754
ὁ μὲν γὰρ ἐμβρόντητος ἐκεῖνος εἰς τὸ τῆς Τύχης τέμενος εἰσῄει χορεύων, ἑκατέρωθεν δὲ τῶν θυρῶν εἱστήκεισαν νεωκόροι περιρραντηρίοις τοὺς εἰσιόντας προκαθαίροντες ὡς ἐνόμιζον ἐπειδὴ δὲ τοῦ βασιλέως ἡγούμενος τῇ χλανίδι ῥανίδα πελάσασαν εἶδεν Βαλεντινιανός, ὁ βασιλείας ἑκατέρας τούτου χάριν τετυχηκώς, πὺξ ἔπαισε τὸν νεωκόρον, μεμολύνθαι φήσας, οὐ κεκαθάρ θαι
For that madman went dancing into the temple of Fortune, and on either side of the doors stood temple-attendants sprinkling those who entered with lustral water, purifying them beforehand as they supposed. And when Valentinian, who was walking before the emperor, saw a drop of it touch his cloak — he who, on account of this, was to obtain a kingdom of each sort — he struck the temple-attendant with his fist, declaring that he had been defiled, not purified.
那狂悖之人手舞足蹈地進入命運女神堤刻的廟宇,殿門兩側站着廟祝,用潔淨之水灑向進殿之人,以為如此便使他們得潔。當時瓦倫提尼安走在皇帝前面,見一滴水濺到自己的外袍上——他日後正是因此得以獲致兩重王國——便揮拳擊打那廟祝,說自己是被玷污了,而非被潔淨了。
1:1755
θεασάμενος δὲ τὸ γεγονὸς ὁ ἐξάγιστος εἰς φρούριον αὐτὸν παρὰ τὴν ἔρημον κείμενον ἐξέπεμψεν, αὐτόθι διάγειν προστεταχώς
But when the accursed one saw what had happened, he sent him away to a fortress situated near the desert, having ordered him to reside there.
那可咒詛者見此情景,便將他發配到靠近曠野的一座要塞,命他從此駐守該地。
1:1756
ἀλλ' ἐκεῖνος μὲν ἐνιαυτοῦ καὶ μηνῶν διεληλυθότων ὀλίγων μισθὸν τῆς ὁμολογίας τὴν βασιλείαν ἐδέξατο οὐ γὰρ μόνον ἐν ἐκείνῳ τῷ βίῳ τοὺς τῶν θείων ἐπιμελουμένους ὁ δίκαιος γεραίρει κριτής, ἀλλ' ἔστιν ὅτε καὶ παραυτίκα τῶν ἀγαθῶν πόνων ὀρέγει τὰς ἀντιδόσεις, ταῖς ἄρτι χορηγουμέναις δωρεαῖς τὰς ἐλπιζομένας πιστούμενος
But he, when a year and a few months had passed, received the empire as the reward of his confession; for the righteous Judge does not honor those who are careful for divine things only in that future life, but sometimes He also grants immediate recompense for good labors, confirming the things hoped for by the gifts now bestowed.
然而不過一年又數月之後,他便得着帝位,作為他所作見證的報償;因為那公義的審判者,並非只在來世才厚待那些殷勤於神聖之事的人,有時祂也會即時賜下美好勞苦的酬報,藉着眼前所賜的恩賜,來堅固人對將來所盼望之事的信心。
1:1757
Ὁ δὲ τύραννος καὶ ἕτερον κατὰ τῆς εὐσεβείας ἐξεῦρε μηχάνημα
But the tyrant devised yet another scheme against piety.
那暴君又想出另一個對付敬虔的詭計。
1:1758
τοῖς γὰρ στρατιωτικοῖς καταλόγοις κατὰ τὸ παλαιὸν ἔθος διανέμων χρυσίον, καθῆστο μὲν αὐτὸς ἐπὶ θρόνου βασιλικοῦ, προὔθηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη, καὶ λιβανωτὸν ἐπί τινος τραπέζης παρέθηκε
For while distributing gold to the military ranks according to the ancient custom, he himself sat upon the royal throne, but contrary to custom he set up an altar full of burning coals, and placed incense upon a table.
他依照古老的習俗向各軍團分發金錢時,自己端坐於御座之上,卻違反慣例,擺設了一座盛滿炭火的祭壇,又在一張桌子上放置了乳香。
1:1759
προσέταξε δὲ τῶν τὸ χρυσίον κομιζομένων ἕκαστον πρότερον ἐπιβαλεῖν τῷ βωμῷ τὸν λιβανωτόν, εἶτα τὸ χρυσίον παρὰ τῆς αὐτοῦ κομίσασθαι δεξιᾶς
And he commanded that each of those receiving the gold should first cast the incense upon the altar, and then receive the gold from his own right hand.
他又下令,凡前來領取金錢的人,須先將乳香投入祭壇之中,然後方可從他親手領受金錢。
1:1760
τήνδε τὴν πάγην οἱ πλεῖστοι μὲν ἠγνόησαν παντελῶς·
Most were entirely unaware of this trap;
這陷阱,大多數人根本毫無察覺;
1:1761
οἱ δὲ προμεμαθηκότες, σκηψάμενοι νόσον, τὴν χαλεπὴν ἐκείνην διέφυγον θήραν·
but those who had learned of it beforehand, feigning illness, escaped that grievous snare;
但那些事先得知內情的人,便假稱有病,躲過了這場凶險的獵捕;
1:1762
ἄλλοι δὲ τῶν χρημάτων ὀρεγόμενοι τῆς σφετέρας κατωλιγώρησαν σωτηρίας·
others, coveting the money, made light of their own salvation;
另有一些人貪戀錢財,竟輕忽了自己的救恩;
1:1763
ἕτεροι δὲ δειλίᾳ προὔδωκαν τὴν εὐσέβειαν
and still others betrayed piety out of cowardice.
還有一些人則因怯懦而出賣了敬虔。
1:1764
Μετὰ μέντοι τὴν ὀλεθρίαν ἐκείνην τῶν χρημάτων διανομὴν ἔν τινι συσσιτίῳ τινὲς τῶν τὸ χρυσίον εἰληφότων κατὰ ταὐτὸν εἱστιῶντο
After that fatal distribution of money, however, some of those who had received the gold were feasting together at a certain banquet.
然而,就在那場致命的金錢分配之後,有幾個領了金子的人,在同一場筵席上一同吃喝。
1:1765
τούτων εἷς φιάλην δεξάμενος οὐ πρότερον ἔπιε πρὶν ἢ τὴν σωτή ριον ἐπιθεῖναι σφραγίδα
One of them, having received a cup, did not drink before making upon it the sign of salvation.
其中一人接過酒杯,先在杯上劃了救恩的記號,然後才飲用。
1:1766
τινὸς δὲ τῶν συσσίτων ἐπιμεμψαμένου καὶ φήσαντος ἐναντίον εἶναι τοῦτο τῷ πρὸ βραχέως γεγενημένῳ, ἤρετο ἐκεῖνος τί τῶν ὑπ' αὐτοῦ πεπραγμένων κέκληκεν ἐναντίον
When one of his fellow-diners reproached him and said this was contrary to what had happened shortly before, he asked what among the things he had done was called contrary to it.
席上有一人責備他,說這與方才所發生的事相違背;他便問,自己所行之事中,究竟哪一件被稱為與此相反。
1:1767
ὁ δὲ τοῦ βωμοῦ καὶ τοῦ λιβανωτοῦ καὶ τῆς ἀρνήσεως τῆς γεγενη μένης ἀνέμνησε·
The other reminded him of the altar, the incense, and the denial that had taken place;
那人便提醒他祭壇、乳香,以及方才所發生的那次否認之事;
1:1768
ταῦτα γὰρ τῆς Χριστιανικῆς ὁμολογίας ἀντίπαλα
for these things were opposed to the Christian confession.
因為這些事乃是與基督徒的信仰宣認相牴觸的。
1:1769
τούτων ἀκούσαντες τῶν ἑστιωμένων οἱ πλείους ἀνωλόλυξάν τε καὶ ὠλοφύραντο, καὶ πολλὰς τῶν κεφαλῶν ἀποτίλαντες τρίχας ἐξανέ στησάν τε τοῦ συμποσίου καὶ διὰ τῆς ἀγορᾶς θέοντες Χριστιανοί τε εἶναι ἐβόων καὶ βασιλικοῖς παρακεκροῦσθαι τεχνάσμασι καὶ παλινῳ δίαν ᾄδειν καὶ τὴν ἐξ ἀγνοίας συμβᾶσαν ἧτταν ἀναπαλαίειν
On hearing this, most of those at the feast cried aloud and lamented, and tearing out much of the hair of their heads, rose up from the banquet, and running through the marketplace cried out that they were Christians and had been deceived by imperial artifice, and sang a recantation, and struggled to reverse the defeat that had befallen them through ignorance.
筵席上大多數人聽了這話,便放聲哀哭、痛心疾首,扯下自己頭上許多頭髮,起身離席,奔跑穿過市集,高聲喊叫說自己是基督徒,是被皇帝的詭計所欺騙了,並且唱起悔改的歌,極力想要挽回那因無知而遭致的失敗。
1:1770
μιανθέντες διὰ πυρὸς ἑτέρου τὴν κάθαρσιν δέξωνται
that, having been defiled, they might receive purification through another fire.
盼望自己既已受了玷污,能藉着另一種火得着潔淨。
1:1771
ταῦτα καὶ ὅσα τούτοις προσόμοια παρ' ἐκείνων λεγόμενα ἐξέμηνε τὸν τοῦ ἀλιτηρίου θυμόν
These words, and whatever else similar to them was spoken by them, drove the wretch's fury to madness.
這些話,以及他們所說與此相似的其他言語,使那惡徒的怒氣暴烈到了瘋狂的地步。
1:1772
καὶ πρῶτον μὲν αὐτῶν τὰς κεφαλὰς ἀποτμηθῆναι προσέταξεν
And first he commanded that their heads be cut off.
他首先下令,將他們斬首。
1:1773
ἀπαγομένων δὲ αὐτῶν ἔξω τοῦ ἄστεως, ἠκολούθει τὸ τῆς πόλεως πλῆθος, ἀγάμενον αὐτοὺς τῆς εὐψυχίας καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας παρρησίαν θαυμάζον
As they were being led outside the city, the multitude of the city followed, admiring them for their courage and marveling at their boldness on behalf of piety.
他們被押解出城之際,全城百姓都跟隨在後,欽佩他們的英勇,並為他們那為敬虔而發的無畏之言感到驚歎。
1:1774
ἐπειδὴ δὲ τὸ χωρίον ἐκεῖνο κατέλαβον ἔνθα τοὺς κακούργους κολάζειν εἰώθασιν, ἐλιπάρησε τὸν δήμιον ὁ τῶν ἄλλων πρεσβύτερος, τοῦ πάντων αὐτῶν νεωτάτου πρῶτον τὴν κεφαλὴν ἐκτεμεῖν, ἵνα μὴ τῶν ἄλλων θεασάμενος τὴν σφαγὴν τὴν δειλίαν εἰσδέξηται
And when they reached the place where it was customary to punish criminals, the eldest of them begged the executioner to cut off first the head of the youngest of them all, lest, seeing the slaughter of the others, he should be overcome by fear.
當他們到達那素來用以刑戮罪犯之地時,眾人中年紀最長者懇求劊子手,先斬去他們當中年紀最幼者的頭,免得那少年人目睹他人被殺,反倒生出怯懦之心。
1:1775
ἐπειδὴ δὲ ὁ μὲν ἐπέθηκε τῷ δαπέδῳ τὰ γόνατα, ὁ δὲ τὸ ξίφος ἐγύμνωσεν, ἧκέ τις μηνύων τὴν ἄφεσιν καὶ βοῇ κωλύων πόρρωθεν τὴν ἀναίρεσιν
And when the one had knelt upon the ground and the other had drawn his sword, someone came announcing a reprieve, and with a shout from a distance stopped the execution.
正當一人已跪伏於地,另一人已拔出利劍之時,有人前來宣告赦免,並在遠處高聲呼喊,制止了行刑。
1:1776
τότε ὁ νεώτατος τὴν τῆς σφαγῆς δυσχεράνας ἀπαλλαγήν·
Then the youngest, vexed at being spared from the slaughter, said:
那時那最年輕的人,因未能被殺而懊惱,說道:
1:1777
οὐκ ἦν ἄρα, ἔφη, Ῥωμανὸς ἄξιος μάρτυς κληθῆναι Χριστοῦ
"Romanus, then," he said, "was not worthy to be called a martyr of Christ."
他說:「看來羅曼努斯並不配被稱為基督的殉道者。」
1:1778
ἀλλὰ τὴν μὲν σφαγὴν ὁ κακομήχανος ἐκεῖνος ἐκώλυσε, φθόνῳ βαλλό μενος καὶ τῆς εὐκλείας βασκαίνων τοῖς ἀθληταῖς, οὐκ εἴασε δὲ ὅμως αὐτοὺς τὰς πόλεις οἰκεῖν, ἀλλ' εἰς τὰς ἐσχατιὰς τῆς Ῥωμαίων ἡγε μονίας ἐξέπεμψε
But that deviser of evil prevented the slaughter, being smitten with envy and grudging the athletes their glory; nevertheless he did not allow them to dwell in the cities, but sent them off to the farthest reaches of the Roman dominion.
然而那設謀作惡者阻止了殺戮,是因他心懷嫉妒,不忍見這些鬥士得着榮耀;然而他仍不許他們住在城中,反倒將他們發配到羅馬治下最邊遠的疆域。
1:1779
Καὶ Ἀρτέμιον δέ (στρατηγὸς δὲ οὗτος τῶν ἐν Αἰγύπτῳ στρα τιωτῶν ἐγεγόνει), ἐπειδὴ πλεῖστα τῶν εἰδώλων συνέτριψε τὴν ἀρχὴν ἐκείνην ἐν τοῖς Κωνσταντίου χρόνοις λαχών, οὐ μόνον τῶν ὄντων ἐγύμνωσεν ἀλλὰ καὶ τῆς κεφαλῆς τὸ λοιπὸν ἐστέρησε σῶμα
And Artemius too — this man had been general of the soldiers in Egypt — since, having received that command in the days of Constantius, he had shattered a great many idols, was not only stripped of his possessions by Julian but was also afterward deprived of his head.
還有阿爾特米烏斯——此人曾在埃及軍中擔任統帥——他在君士坦提烏斯在位時受此職任,曾搗毀許多偶像,因此不僅被尤利安剝奪了一切財產,其後更被斬去了首級。
1:1780
ταῦτα καὶ τὰ τοιαῦτα δέδρακεν ὁ πραότατος καὶ ὀργῆς ἐγκρατέστατος παρὰ τῶν δυσσεβούντων ὀνομαζόμενος
These and similar deeds were done by him who was called by the impious "most gentle" and "most in command of his temper."
這些及諸如此類的事,都是這位被不敬虔之人稱為「最溫和」、「最能自制其怒氣」的人所行之事。
1:1781
ἐγὼ δὲ καὶ γυναικὸς ἀρίστης ἀξιέπαινον διήγημα προσθήσω τῇ συγγραφῇ·
But I shall add to my history a praiseworthy account of an excellent woman as well;
我也要在這部史書中,加述一位傑出婦人的可頌事蹟;
1:1782
κατεφρόνησαν γὰρ τῆς τούτου λύττης καὶ γυναῖκες τῷ θείῳ ζήλῳ καθωπλισμέναι
for even women, armed with divine zeal, despised his fury.
因為連婦女也披戴着屬神的熱忱,藐視了他的狂怒。
1:1783
Πουπλία τις ἦν κατ' ἐκεῖνον τὸν χρόνον ὀνομαστοτάτη καὶ πολυθρύλητος ἐκ τῶν τῆς ἀρετῆς κατορθωμάτων γεγενημένη
There was at that time a certain Publia, most renowned and much spoken of because of her achievements in virtue.
當時有一位名叫普卜利亞的婦人,因其德行上的成就而聲名遠播、廣受稱頌。
1:1784
αὕτη καὶ τοῦ γάμου τὸν ζυγὸν πρὸς ὀλίγον δεξαμένη καιρόν, καρπὸν ἀξιά γαστον τῷ θεῷ προσενήνοχεν
She, having borne the yoke of marriage for but a brief time, offered to God an admirable fruit.
她婚姻之軛不過短暫承負,便為神獻上了一個令人讚歎的果子。
1:1785
Ἰωάννης γάρ, ὁ τῶν ἐν Ἀντιοχείᾳ πρεσβυτέρων ἐπὶ πλεῖστον ἡγησάμενος χρόνον καὶ πολλάκις μὲν τῆς ἀποστολικῆς προεδρίας τὰς ψήφους δεξάμενος, ἀεὶ δὲ τήνδε τὴν ἡγε μονίαν φυγών, ἐξ ἐκείνης τῆς θαυμασίας ἀρούρας ἐβλάστησεν
For John, who led the presbyters of Antioch for a very long time, and who often received the votes for the apostolic see, yet always fled that office, sprang from that wondrous field.
因為約翰——他長年領導安提阿的長老們,屢次得眾人推選出任使徒的座位,卻總是逃避這領導的職分——正是從那奇妙的田地中生長出來的。
1:1786
αὕτη χορὸν ἔχουσα παρθένων τὴν διὰ βίου παρθενίαν ἐπηγγελμένων ἀεὶ μὲν ὕμνει τὸν πεποιηκότα καὶ σεσωκότα θεόν, τοῦ δὲ βασιλέως παριόντος γεγωνότερον κοινῇ ἔψαλλον, εὐκαταφρόνητον ἡγούμεναι καὶ καταγέλαστον τὸν ἀλάστορα
She, having a choir of virgins who had vowed lifelong virginity, always sang hymns to the God who had made and saved them; and when the emperor passed by, they sang together all the more loudly, considering the accursed one contemptible and ridiculous.
她帶領着一班許下終身守貞之願的童女詩班,時常歌頌那創造並拯救她們的神;每逢皇帝經過,她們便同聲齊唱得更加響亮,視那可咒詛之人為卑不足道、可笑之極。
1:1787
τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων
"The idols of the nations are silver and gold, the works of men's hands."
「外邦的偶像,是金的銀的,是人手所造的。」
1:1788
καὶ μετὰ τὴν τῆς ἀναισθησίας διήγησιν ἔλεγον·
And after this recital of their insensibility they said:
在講述完偶像的麻木無知之後,她們又唱道:
1:1789
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς
"Let those who make them become like them, and all who trust in them."
「造它們的和一切倚靠它們的,都要如它們一樣。」
1:1790
τούτων ἀκούσας ἐκεῖνος καὶ λίαν ἀνιαθεὶς σιγᾶν αὐταῖς προσέταξε κατὰ τὸν τῆς παρόδου καιρόν
On hearing this, he was greatly vexed, and ordered them to keep silence at the time of his passing by.
他聽見這話,大為惱怒,便下令她們在他經過之時務必噤聲。
1:1791
ἡ δὲ μικρὸν τῶν ἐκείνου νόμων φροντίσασα, πλείονος τὸν χορὸν προθυμίας ἐνέπλησε, καὶ πάλιν ἐκείνου διιόντος ψάλλειν ἐκέλευσεν·
But she, caring little for his ordinances, filled the choir with even greater zeal, and again, as he passed by, bade them sing:
但她全然不理會他的命令,反而使全詩班燃起更旺盛的熱忱,等他再次經過時,命她們唱道:
1:1792
ἀναστήτω ὁ θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ
"Let God arise, and let His enemies be scattered."
「願神興起,使祂的仇敵四散!」
1:1793
ὁ δὲ χαλεπήνας τοῦ χοροῦ τὴν διδάσκαλον ἀχθῆναι προσέταξε
And he, enraged, ordered the choir's leader to be brought before him.
他大怒之下,便下令將這詩班的領班帶到面前。
1:1794
καὶ γῆρας ἰδὼν αἰδοῦς ἀξιώτατον, οὔτε τοῦ σώματος τὴν πολιὰν ᾤκτει ρεν οὔτε τὴν τῆς ψυχῆς τετίμηκεν ἀρετήν, ἀλλά τισι τῶν δορυφόρων ἐκέλευσεν ἐπὶ κόρρης αὐτὴν ἑκατέρας παῖσαι καὶ ταῖς χερσὶ φοινίξαι τὰς παρειάς
And though he saw an old age most worthy of reverence, he neither pitied the grey hair of her body nor honored the virtue of her soul, but ordered certain of his guards to strike her on both cheeks and redden her face with their hands.
他明明看見那極可敬畏的高齡,卻既不憐惜她那滿頭銀髮的身軀,也不敬重她靈魂中的美德,反倒命幾名衛兵摑打她的雙頰,用手將她的臉打得通紅。
1:1795
ἡ δὲ ὡς ἄκραν τιμὴν δεξαμένη τὴν ἀτιμίαν ἀνελήλυθε μὲν εἰς τὸ δωμάτιον, συνήθως δὲ αὐτὸν ταῖς πνευματικαῖς ἔβαλλε μελῳδίαις, καθάπερ ὁ τῆς μελῳδίας ἐκείνης συγγραφεὺς καὶ διδάσκα λος τὸ πονηρὸν ἐκεῖνο κατέπαυε πνεῦμα τὸ τῷ Σαοὺλ ἐνοχλοῦν
But she, receiving this dishonor as the highest honor, went up to her chamber, and continued as always to assail him with spiritual melodies, just as the author and teacher of that melody used to still that evil spirit which troubled Saul.
她卻將這羞辱視為至高的尊榮,逕自上樓回房,仍舊照常以屬靈的詩歌向他發動攻勢,正如那詩歌的作者與教師大衛,昔日曾用琴聲平息那攪擾掃羅的惡靈一般。
1:1796
Καὶ γὰρ οὗτος τοὺς ἀλάστορας εἰσοικισάμενος δαίμονας, κορυβαν τιῶν διετέλει καὶ κατὰ τῆς εὐσεβείας λυττῶν
For this man too, having taken up residence with accursed demons, continued in Corybantic frenzy and raged against piety.
因為這人自己也是與那些可咒詛的鬼魔同住,終日狂躁不安,如同科律班特祭司般癲狂,並向敬虔發洩其怒火。
1:1797
διὰ γὰρ δὴ τοῦτο καὶ τοὺς Ἰουδαίους κατὰ τῶν εἰς Χριστὸν πεπιστευκότων καθώπλισεν
For this very reason he also armed the Jews against those who had believed in Christ.
正是因着這緣故,他也武裝猶太人,去對付那些信了基督的人。
1:1798
καὶ πρῶτον μὲν αὐτοὺς συναλίσας ἤρετο τί δή ποτε τοῦ νόμου θύειν κελεύοντος ταῖς θυσίαις οὐ χρῶνται·
And first, having gathered them together, he asked why, since the Law commanded sacrifice, they did not offer sacrifices;
他先將他們召集在一起,問他們既然律法吩咐要獻祭,為何卻不獻祭;
1:1799
ἔδειξε δὲ μᾶλλον τὴν ταύτης ἀλή θειαν
and he showed all the more the truth of this reason.
而他愈發顯明了這理由的真確。
1:1800
τούτων γὰρ ἐκεῖνοι τῶν λόγων ἀσπασίως ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν
For they, gladly hearing these words, made known to all their kinsmen throughout the world what had been commanded.
他們聽了這些話甚是歡喜,便將所吩咐的事,傳達給普天下所有的同族。
1:1801
οἱ δὲ πάντοθεν συνέθεον, καὶ χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδο μίαν εἰσφέροντες
And they came running together from every quarter, contributing both money and zeal toward the building.
猶太人便從四面八方奔湧而來,紛紛捐輸錢財、投入熱忱,共襄這建造之工。
1:1802
ἐχορήγησε δὲ ὅτι πλεῖστα καὶ ὁ τοῦτο προστετα χώς, οὐ φιλοτιμίᾳ χρώμενος ἀλλὰ τῇ ἀληθείᾳ μαχόμενος
And he who had ordered this also supplied a great abundance, not out of generosity, but in order to fight against the truth.
那下令此事的人也大量出資供應,並非出於慷慨,而是為要與真理相爭。
1:1803
συναπέστειλε δὲ καὶ ἄρχοντα, τῶν δυσσεβῶν προσταγμάτων ἄξιον ὑπουργόν
And he sent along a governor as well, a minister worthy of his impious commands.
他又派遣了一位總督隨行,作為配得上執行他那不敬虔命令的僕役。
1:1804
φασὶ δὲ αὐτοὺς καὶ σκαπάνας ἐξ ὕλης ἀργύρου καὶ ἄμας καὶ κοφινίδας κατασκευάσαι
They say that they even fashioned spades, shovels, and baskets out of silver.
據說他們甚至用銀子打造了鏟子、鐵鍬和籃子。
1:1805
Ἐπειδὴ δὲ ὀρύττειν ἤρξαντο καὶ τὸν χοῦν ἐκφορεῖν, πανημέριον μὲν τοῦτο ἔδρων μυριάδες πολλαί, νύκτωρ δὲ ὁ χοῦς αὐτόματος ἀπὸ τῆς φάραγγος μετετίθετο κατέλυσαν δὲ καὶ αὐτὰ τῆς οἰκοδομίας τὰ λείψανα, νεόδμητα πάντα κατασκευάσειν ἐλπίσαντες
And when they began to dig and to carry out the earth, many myriads labored at this all day long, but by night the earth would move back of its own accord from the ravine; and they also tore down the remaining ruins of the old building, hoping to construct everything anew.
當他們開始挖掘、搬運泥土時,成千上萬的人整日勞作不息,然而一到夜間,那些泥土竟又自行從深谷移回原處;他們又拆毀了舊建築殘留的遺跡,指望能將一切重新建造起來。
1:1806
ἐπειδὴ δὲ καὶ γύψου καὶ τιτάνου πολλὰς μεδίμνων συνήθροισαν μυριάδας, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες καὶ στρόβιλοι καὶ καταιγίδες καὶ λαίλαπες πάσας ἀθρόως ἐσκέδασαν
And when they had also gathered together many myriads of measures of gypsum and lime, suddenly violent winds blew, and whirlwinds and squalls and storms scattered them all at once.
等他們又聚集了數萬斗石膏與石灰之後,忽然狂風大作,旋風、暴雨與烈風齊發,將這一切頃刻間吹得四散無存。
1:1807
ἔτι δὲ μεμηνότων ἐκείνων καὶ τῇ μακρο θυμίᾳ τῇ θείᾳ μὴ σωφρονιζομένων, πρῶτον μὲν σεισμὸς ἐγένετο μέγιστος καὶ τοὺς παντελῶς ἀμυήτους τῶν θείων ἱκανὸς καταπλῆ ξαι
But while they still raged and were not brought to their senses by the divine forbearance, first a very great earthquake occurred, sufficient to terrify even those wholly uninitiated in divine matters.
然而他們依舊猖狂不已,並未因神的容忍寬待而醒悟自制;於是先有一場極大的地震發生,其威力足以令那些對神聖之事全然無知的人也心生恐懼。
1:1808
ἐπειδὴ δὲ οὐκ ἔδεισαν, πῦρ ἐκ τῶν ὀρυττομένων ἀναδραμὸν θεμελίων πλείστους μὲν τῶν ὀρυττόντων ἐνέπρησε, τοὺς δὲ ἄλλους ἐσκέδασε
And since they were not afraid, fire leaping up from the foundations being dug burned very many of the diggers and scattered the rest.
他們卻仍不畏懼,於是有火從正在挖掘的地基中竄起,燒死了許多挖掘的人,其餘的人則四散奔逃。
1:1809
καὶ νύκτωρ δὲ παμπόλλων ἔν τινι πελαζούσῃ καθευδόν των στοᾷ, κατηνέχθη μὲν ἀθρόως σὺν τῷ ὀρόφῳ τὸ οἰκοδόμημα, τοὺς δὲ καθεύδοντας συνέχωσεν ἅπαντας
And by night, when a very great multitude were sleeping in a nearby portico, the building suddenly collapsed together with its roof, and buried all who were sleeping there.
到了夜間,有極多人正在附近一座柱廊中安睡,那建築忽然連同屋頂一齊倒塌,將所有熟睡之人盡數埋葬其中。
1:1810
κατὰ δὲ τὴν αὐτὴν νύκτα καὶ αὖ πάλιν τῇ ὑστεραίᾳ ὤφθη ἐν τῷ οὐρανῷ τοῦ σωτηρίου σταυ ροῦ τὸ σχῆμα φωτοειδές·
And on that same night, and again on the following day, the shape of the saving cross, luminous, was seen in the sky;
就在同一夜,以及次日又再一次,天空中顯現出救主十字架的形狀,光輝奪目;
1:1811
καὶ αὐτὰ δὲ τὰ τῶν Ἰουδαίων ἐσθήματα σταυρῶν ἐπεπλήρωτο, οὐκ ἔτι μέντοι φωτοειδῶν ἀλλ' ἐκ μελαίνης κατεσκευασμένων χροιᾶς
and the very garments of the Jews were filled with crosses, no longer luminous, however, but formed of a black color.
猶太人身上所穿的衣服,竟也遍布十字的圖案,只是這些圖案不再是光輝的,而是呈現出黑色。
1:1812
ταῦτα οἱ ἀντίθεοι θεασάμενοι καὶ τὰς θεηλάτους μάστιγας ὀρρωδήσαντες ἀπέδρασάν τε καὶ τὰ οἰκεῖα κατέ λαβον, θεὸν ὁμολογοῦντες τὸν ὑπὸ τῶν προγόνων τῷ ξύλῳ προση λωθέντα
Seeing these things and dreading the God-sent scourges, those who fought against God fled and made their way home, confessing as God the one whom their forefathers had nailed to the wood.
那些與神為敵之人目睹這些景象,又懼怕神所降的鞭責,便紛紛逃離,各自返回家中,承認那被他們祖先釘在木頭上的那一位就是神。
1:1813
ταῦτα ἤκουσε μὲν Ἰουλιανός, παρὰ πάντων γὰρ ᾔδετο, τῷ δὲ Φαραὼ παραπλησίως τὴν καρδίαν ἐσκλήρυνεν
Julian heard of these things — for they were reported by all — yet, like Pharaoh, he hardened his heart.
這些事尤利安都聽聞了——因為眾人都在傳頌此事——然而他卻如同法老一般,硬着心不肯回轉。
1:1814
Ἐπειδὴ δὲ Πέρσαι τὴν Κωνσταντίου πυθόμενοι τελευτὴν ἀνε θάρρησαν καὶ εἰς τοὺς Ῥωμαίων ὅρους ἀφίκοντο πόλεμον προαγγεί λαντες, ἔδοξεν αὐτῷ συναγεῖραι τὴν στρατιάν, τὸν ταύτης οὐκ ἔχοντι πρόμαχον
And when the Persians, learning of the death of Constantius, took courage and came to the borders of the Romans, having declared war beforehand, it seemed good to him to gather the army, since he had no other champion to lead it.
波斯人聽聞君士坦提烏斯駕崩的消息後,膽氣大增,便先行宣戰,進犯羅馬邊境;於是尤利安決意親自召集軍隊,因為除他之外,並無他人可作此戰的統帥。
1:1815
οἱ δὲ καὶ στρατεύειν ἐκέλευον καὶ ὑπισχνοῦντο τὴν νίκην
And they urged him to go to war and promised him victory.
那些占卜者便慫恿他出征,並向他應許必得勝利。
1:1816
ἕνα δὲ τῶν χρησμῶν εἰς ἔλεγχον τοῦ ψεύδους ἐνθήσω τῇ συγγραφῇ
And I will insert into my history one of the oracles, as a refutation of its falsehood.
我要在這部史書中,摘錄其中一則神諭,以揭穿其虛妄。
1:1817
νῦν πάντες ὡρμήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ Θηρὶ πο ταμῷ·
"Now have all we gods set out to bear away trophies of victory beside the river Ther;
「如今我們眾神已然啟程,要在特爾河畔奪取勝利的戰利品;
1:1818
τῶν δ' ἐγὼ ἡγεμονεύσω θοῦρος πολεμόκλονος Ἄρης
and of these I, impetuous Ares, tumultuous in war, shall lead the way."
而在這些神明之中,將由我——狂暴好戰、震撼沙場的阿瑞斯——率先領軍。」
1:1819
τὸ μὲν οὖν τῶν ἐπῶν καταγέλαστον κωμῳδείτωσαν οἱ λόγιον θεὸν καὶ τῶν Μουσῶν ἀρχηγέτην τὸν Πύθιον ὀνομάζοντες·
Let those, then, who call the Pythian the oracular god and leader of the Muses mock the absurdity of these verses;
那麼,就讓那些稱皮提亞〔阿波羅〕為預言之神、繆思女神之首領的人,儘管去嘲笑這些詩句的荒謬吧;
1:1820
ἐγὼ δὲ αὐτοῦ τὸ ψεῦδος εὑρὼν τὸν ἐξηπατημένον ὀδύρομαι
but I, having discovered his falsehood, lament the one who was deceived.
至於我,既已揭穿了他的虛謊,便只為那受欺哄的人感到悲哀。
1:1821
Θῆρα δὲ ποταμὸν τὸν Τίγριν ὠνόμασαν, ἐπειδήπερ ἐστὶν αὐτοῦ θηρίον ὁμώνυμον
They named the river Tigris after a wild beast, since there is an animal bearing the same name.
他們以一種野獸的名字為這條河命名,稱之為「底格里斯河」,因為有一種同名的野獸。
1:1822
οὗτος δὲ ἐκ τῶν Ἀρμενίων ἀναβλυστάνων ὀρῶν καὶ διὰ τῆς Ἀσσυρίας ῥέων εἰς τὸν Περσικὸν εἰσβάλλει κόλπον
This river, rising from the Armenian mountains and flowing through Assyria, empties into the Persian Gulf.
這條河發源於亞美尼亞山脈,流經亞述,注入波斯灣。
1:1823
Ὑπὸ τούτων ὁ δείλαιος βουκοληθεὶς τῶν χρησμῶν, καὶ τὴν νίκην ὠνειροπόλει καὶ μετὰ τὴν Περσικὴν μάχην τὸν πρὸς τοὺς Γαλιλαίους ἐφαντάζετο πόλεμον
Beguiled by these oracles, the wretched man dreamed of victory, and after the Persian campaign he fancied a war against the Galileans.
那可悲之人被這些神諭所欺哄,既夢想著勝利,又幻想著在波斯之役後對加利利人發動戰爭。
1:1824
τοὺς δὲ Χριστιανοὺς Γαλιλαίους ὠνόμαζεν, ἀτιμίαν αὐτοῖς ἐκ τῆς προσηγορίας προσάψειν ἡγούμενος
He called the Christians "Galileans," supposing that he would attach dishonor to them by this appellation.
他稱基督徒為「加利利人」,以為藉此稱呼能使他們蒙羞。
1:1825
ἔδει δὲ αὐτὸν σκοπῆσαι λόγοις ἐντεθραμμένον, ὡς ἥκιστα δόξῃ λυ μαίνεται προσηγορίας ἐναλλαγή
But it behooved him, steeped as he was in learning, to consider how little a change of name mars one's reputation.
然而,他既是在學問中薰陶長大的,本當省察:稱呼的更換絲毫無損於名聲。
1:1826
οὐδὲ γὰρ εἰ Σωκράτης ὠνομάσθη Κριτίας καὶ Φάλαρις ὁ Πυθαγόρας προσηγορεύθη, λώβης ἂν μετέσχον τινὸς ἐκ τῆς τῶν ὀνομάτων μεταβολῆς·
For neither if Socrates had been named Critias, nor if Pythagoras had been called Phalaris, would they have suffered any disgrace from the change of names;
因為即使蘇格拉底被稱為克里提亞斯,畢達哥拉斯被稱為法拉里斯,他們也不會因名字的更改而蒙受任何損害;
1:1827
οὐδέ γε ὁ Νηρεὺς Θερσίτης ἐπικληθεὶς ἀπώλεσεν ἂν ὃ παρὰ τῆς φύσεως ἐδέξατο κάλλος
nor indeed, had Nereus been surnamed Thersites, would he have lost the beauty he received from nature.
涅羅斯即便被稱作忒耳西忒斯,也不會因此失去他從自然所領受的美貌。
1:1828
ἀλλὰ τούτων οὐδὲν ὁ ταῦτα πεπαιδευμένος εἰς νοῦν λαβών, ἐκ τῆς οὐδα μόθεν ἡμῖν ἁρμοττούσης προσηγορίας πημαίνειν ἡμᾶς ὑπέλαβε·
But the man who had been educated in these things took none of this to heart, and supposed that we were being harmed by a name that suits us not at all;
但這位受過這等教育之人,卻絲毫不將此放在心上,反倒以為我們會因一個絲毫不適合我們的稱呼而受害;
1:1829
καὶ τῇ τῶν χρησμῶν ψευδολογίᾳ πιστεύσας ἠπείλει ταῖς ἐκκλησίαις ἐνι δρῦσαι τῆς δαίμονος τῆς ἀκολάστου τὰ εἴδωλα
and trusting the lying oracles, he threatened to set up in the churches the idols of the licentious demon.
他既信了那些神諭的謊言,便揚言要在眾教會中設立那放蕩鬼魔的偶像。
1:1830
Μετὰ τούτων δὲ ἀπάρας τῶν ἀπειλῶν, ὑφ' ἑνὸς ἀνδρὸς ἐν Βεροίᾳ κατηγωνίσθη
Setting out with these threats, he was overcome by a single man at Beroea.
他懷著這些威嚇離去後,卻在貝羅亞被一個人所折服。
1:1831
περιφανέστερον δὲ αὐτὸν ὁ ζῆλος ἀπέφηνε
But zeal made this man the more conspicuous.
而熱心使這人更加顯著。
1:1832
τὸν γὰρ υἱὸν θεασάμενος εἰς τὴν τότε κρατοῦσαν ἀσέβειαν ἐξοκείλαντα ἐξήλασε τῆς οἰκίας καὶ προφανῶς ἀπεκήρυξεν
For when he saw his son had run aground upon the impiety then prevailing, he drove him from his house and openly disowned him.
因為他見自己的兒子墮入當時盛行的不敬虔,便將他逐出家門,公然與他斷絕父子關係。
1:1833
ὁ δὲ ἐν τῷ πελάζοντι τῇ πόλει σταθμῷ τῷ βασιλεῖ προσελθών, τήν τε οἰκείαν γνώμην καὶ τὴν τοῦ πατρὸς ἐδήλωσεν ἀποκήρυξιν·
The son, coming to the emperor at the camp near the city, disclosed both his own resolve and his father's disowning of him;
那兒子來到城附近的營地,見了皇帝,便陳明了自己的意見以及父親與他斷絕關係之事;
1:1834
ὁ δὲ ἡσυχίαν ἄγειν τῷ νέῳ προσέταξε, καταλλάξειν ὑποσχόμενος τὸν πατέρα
but the emperor bade the young man be at ease, promising that he would reconcile the father to him.
皇帝便吩咐這青年安心,應許要使他父親與他和好。
1:1835
ἐπειδὴ δὲ ἀφίκετο εἰς τὴν Βέροιαν, τοὺς ἐν τέλει καὶ ἀξιω τάτους συνεκάλεσεν εἰς ἑστίασιν·
When he arrived at Beroea, he invited the officials and the most distinguished citizens to a banquet;
待他抵達貝羅亞後,便召集了官員與最尊貴的人士赴宴;
1:1836
ἐν δὲ τούτοις ἦν καὶ ὁ τούτου πατήρ
and among them was this young man's father as well.
其中也有這青年的父親。
1:1837
τοῦτον δὲ μετὰ τοῦ παιδὸς εἰς τὴν αὐτοῦ στιβάδα κατακλι θῆναι προσέταξε
He ordered him, together with his son, to recline at his own couch.
皇帝吩咐這父親與他的兒子一同在自己的坐榻旁就席。
1:1838
τοῦ δὲ ἀρίστου μεσοῦντος ἔφη πρὸς τὸν πατέρα·
When the meal was half over, he said to the father:
席間過半時,他對那父親說:
1:1839
οὐ δίκαιον εἶναί μοι δοκεῖ βιάζεσθαι γνώμην ἑτέρωσε κλινομένην καὶ μετάγειν μὴ βουλομένην εἰς ἕτερα
"It does not seem right to me to force an opinion inclined one way, and to lead it, against its will, in another direction."
「在我看來,強迫一個已傾向一方的意見、違背其意願改變到另一方向,是不公義的。」
1:1840
μὴ δὴ οὖν βιάσῃ τὸν παῖδα τοῖς σοῖς δόγμασιν ἀκολουθεῖν οὐ βουλόμενον·
"So do not force your son to follow your beliefs against his will;"
「所以,不要強迫這孩子違背己意而跟從你的教義;
1:1841
οὐδὲ γὰρ ἐγώ σε, ἔφη, βιάζομαι τοῖς ἐμοῖς ἕπεσθαι, καίτοι μάλα ῥᾳδίως ἀναγκάσαι δυνάμενος
"for I do not force you," he said, "to follow mine, though I could very easily compel you."
因為我也不強迫你,」他說,「跟從我的信仰,儘管我大可輕而易舉地強迫你。」
1:1842
ὁ δὲ τῇ περὶ τὰ θεῖα πίστει τὸν λογισμὸν παραθήξας·
But he, whetting his reasoning on faith in things divine, said:
然而那父親,以對神聖事物的信仰磨礪自己的思考,說道:
1:1843
περὶ τούτου, ἔφη, ὦ βασιλεῦ, τοῦ ἀλάστορος λέγεις τοῦ θεομισοῦς καὶ τὸ ψεῦδος τῆς ἀληθείας προελομένου; ὁ δὲ πάλιν τὸ τῆς πρα ότητος περιθεὶς προσωπεῖον·
"Do you mean, O emperor, that accursed, God-hated man who has chosen falsehood over truth?" And he again, putting on the mask of gentleness:
「陛下,您說的是那可憎、為神所恨、寧選虛謊而棄真理的人嗎?」皇帝聽了,又戴上溫和的面具,
1:1844
παῦσαι, ἔφη, ἄνθρωπε, λοιδορού μενος
"Stop your reviling, man," he said.
說道:「住口吧,你這人,不要再辱罵了。」
1:1845
καὶ πρὸς τὸν νέον ἀποκλίνας τὸ πρόσωπον·
And turning his face toward the young man,
於是他轉臉向那青年,
1:1846
ἔφη, φροντιῶ, ἐπειδή σου τὸν πατέρα δρᾶσαι τοῦτο οὐκ ἔπεισα
he said, "I shall take thought for you, since I have not persuaded your father to do as I wished."
說道:「我會為你設想,既然我未能說服你的父親這樣做。」
1:1847
τοῦδε μέντοι τοῦ διηγήματος οὐ μάτην ἐμνήσθην, ἀλλὰ δεῖξαι βου λόμενος οὐ μόνον τοῦ θαυμασίου ἀνδρὸς τὴν ἀξιάγαστον παρρησίαν, ἀλλ' ὅτι καὶ πλεῖστοι τῆς ἐκείνου κατεφρόνησαν δυναστείας
I have recalled this story not without purpose, but wishing to show not only the admirable frankness of that wonderful man, but also that very many held his power in contempt.
我提起這件事並非徒然,而是願意顯明:不僅是那位可敬之人值得讚嘆的坦率,更是有極多的人都藐視了那人的權勢。
1:1848
Καὶ γὰρ καὶ ἐν Ἀντιοχείᾳ πάλιν ἀνήρ τις ἄριστος, παιδαγωγεῖν μειράκια πεπιστευμένος, συνήθης μὲν ἦν, ὡς πλειόνων λόγων ἢ κατὰ παιδαγωγὸν μετασχών, τῷ τηνικαῦτα τῶν διδασκάλων ἡγουμένῳ Λιβάνιος δὲ ἦν, ὁ ἐν σοφισταῖς πολυθρύλητος
For again in Antioch there was a certain excellent man, entrusted with the tutoring of youths, who was well acquainted — having shared in more conversation than befits a mere tutor — with the head of the teachers of that time, who was Libanius, celebrated among the sophists.
又在安提阿,有一位極優秀之人,受託教導青少年,他與當時眾教師之首相熟——因所參與的談論多過一般教僕所應有的程度;那位教師之首便是利巴尼烏斯,在眾辯士中頗負盛名。
1:1849
δυσσεβὴς δὲ οὗτος ὢν καὶ τὴν νίκην προσμένων καὶ τὰς Ἰουλιανοῦ φανταζόμενος ἀπει λάς, ἤρετο τὸν παιδαγωγὸν κωμῳδῶν τὰ ἡμέτερα·
This man, being impious and awaiting the victory and picturing to himself Julian's threats, mockingly asked the tutor, deriding our faith:
這人不敬虔,期待著勝利,幻想著尤利安的威嚇,便嘲弄我們的信仰,問那教僕道:
1:1850
τί νῦν ποιεῖ, λέγων, τοῦ τέκτονος ὁ υἱός; ὁ δὲ τῆς θείας ἀναπλησθεὶς χάριτος προείρηκε τὸ μετ' ὀλίγον γενόμενον·
"What is the carpenter's son doing now?" But the tutor, filled with divine grace, foretold what would happen shortly after:
「那木匠的兒子如今在做什麼?」然而那教僕充滿了神的恩典,便預言了不久後發生的事:
1:1851
γλωσσόκομον γάρ, ἔφη, ὦ σοφιστά, ὁ τοῦ παντὸς κατασκευάζει δημιουργός, ὃν σὺ κωμῳδῶν τέκτονος υἱὸν προσηγόρευσας
"A coffin, O sophist," he said, "the Maker of the universe is preparing — he whom you, in your mockery, called the carpenter's son."
他說:「哦,辯士啊,萬有的創造者——就是你嘲弄地稱為木匠之子的那一位——正在預備一具棺材。」
1:1852
ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ὁ τοῦ ἀλάστορος ἐκείνου θάνατος ἐμηνύθη καὶ ἐν γλωσσοκόμῳ κείμενος ἐκομίσθη καὶ τῶν ἀπειλῶν ὁ κόμπος μάταιος ἀπεφάνθη
A few days later, the death of that accursed man was announced, and he was borne home lying in a coffin, and the boast of his threats was shown to be vain.
過了不多幾日,那可憎之人的死訊便傳來了,他的遺體被安放在一具棺木中運回,他威嚇的誇口也顯明為虛妄。
1:1853
Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, Ἰου λιανὸν λέγω τὸν Σάβαν ἐπίκλην τῇ Σύρων φωνῇ προσαγορευόμενον, οὗ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ, σπουδαιο τέραν τῷ θεῷ τῶν ὅλων ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς
And he who imitated in the body the life of the bodiless — I mean Julian, surnamed "Saba" in the Syrian tongue, whose manner of life we recorded in the Religious History — offered a more earnest supplication to the God of all, having learned of that impious man's threats.
而那位在肉身中效法無形之靈生活的人——我是指尤利安,在敘利亞語中被稱作「薩巴」的那位,他的德行我們已在《慕神者史》中記述——在得知那不敬虔之人的威嚇後,便向萬有之神獻上更為懇切的祈求。
1:1854
κατ' ἐκείνην δὲ τὴν ἡμέραν καθ' ἣν ἐκεῖνος ἐδέξατο τὴν σφαγήν, οὗτος ταύτην προσευχόμενος ἔγνω, καίτοι πλειόνων ἢ εἴκοσι σταθμῶν ἐκ τοῦ φροντιστηρίου μέχρι τοῦ στρα τοπέδου ἀριθμουμένων
On that very day on which the other received his death-blow, this man, while at prayer, perceived it, though more than twenty stations were reckoned from the monastery to the camp.
就在那人遭受致命一擊的同一天,這位聖者正在禱告時便知曉了此事,儘管從修道院到軍營之間相隔二十多個驛站之遠。
1:1855
φασὶ δὲ αὐτὸν ποτνιώμενον καὶ τὸν φιλάν θρωπον ἀντιβολοῦντα δεσπότην ἐπισχεῖν μὲν ἐξαπίνης τὴν τῶν δακρύων φοράν, διαχυθῆναι δὲ καὶ θυμηδίας πλησθῆναι καὶ γανωθῆ ναι τὸ πρόσωπον καὶ τούτῳ μηνῦσαι τὴν τῆς ψυχῆς ἡδονήν
They say that as he was beseeching and imploring the loving Lord, suddenly the flow of his tears ceased, and his face relaxed and was filled with gladness and shone with joy, and by this he made known to them the delight of his soul.
據說,他正懇切呼求、向那慈愛的主祈求時,忽然止住了淚流,面容舒展,滿了喜樂,容光煥發,藉此向人顯明了他心中的喜悅。
1:1856
ταύ την οἱ συνηθέστεροι τὴν μεταβολὴν αὐτοῦ θεασάμενοι, μηνῦσαι σφίσιν ἱκέτευσαν τῆς εὐφροσύνης τὴν ἀφορμήν
Those closest to him, seeing this change come over him, besought him to disclose the cause of his joy.
那些與他較親近的人見他這番轉變,便懇求他向他們說明喜樂的緣由。
1:1857
ὁ δὲ τὸν σῦν ἔφη τὸν ἄγριον τὸν τοῦ ἀμπελῶνος τοῦ θείου πολέμιον δίκας εἰσπεπρᾶχθαι τῶν εἰς τοῦτον ἀδικημάτων καὶ κεῖσθαι νεκρόν, τῆς ἐπιβουλῆς πε παυμένον
He said that the wild boar, the enemy of the divine vineyard, had paid the penalty for the wrongs it had done against it, and now lay dead, its plotting brought to an end.
他說,那頭與神聖葡萄園為敵的野豬,已經為牠所犯的種種惡行受了報應,如今已死,停止了牠的陰謀詭計。
1:1858
ταῦτα μεμαθηκότες ἐχόρευον ἅπαντες καὶ τῷ θεῷ τὸν χαριστήριον προσέφερον ὕμνον
When they had learned this, they all rejoiced together and offered up to God a hymn of thanksgiving.
眾人得知此事後,無不歡欣雀躍,向神獻上感恩的頌歌。
1:1859
ἔγνωσαν δὲ καὶ παρὰ τῶν τὴν ἐκεί νου τελευτὴν μεμηνυκότων αὐτὴν εἶναι καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ' ἣν ἀνῃρῆσθαι τὸν ἀλιτήριον ὁ θεῖος ἐκεῖνος πρεσβύτης ἔγνω τε καὶ προείρηκε
And they learned also, from those who reported his death, that it was that very day and that very hour, on which the wretch had been slain, that the divine old man had perceived and foretold.
他們也從那些報告他死訊之人那裡得知:那正是那位神聖的長老所知曉並預言、那惡徒被殺的日子與時辰。
1:1860
Τὴν ἐκείνου δὲ ἀβουλίαν σαφέστερον ὁ θάνατος ἔδειξε
His folly, however, death showed still more clearly.
而他的死更清楚地顯明了他的愚昧無謀。
1:1861
διαβὰς γὰρ τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τὴν Ῥωμαίων ἡγεμονίαν καὶ τὴν στρατιὰν διαβιβάσας, ἐνέπρησε παραυτίκα τὰ σκάφη, πολε μεῖν ἀναγκάζων, οὐ πείθων, τοὺς στρατιώτας
For having crossed the river that marks the boundary between the Persian and Roman dominions, and having brought his army across, he immediately burned the ships, thereby forcing his soldiers to fight rather than persuading them.
因為他渡過那條劃分波斯與羅馬版圖的界河,率軍過河之後,立刻焚燒了船隻,以強迫、而非說服的方式驅使士兵作戰。
1:1862
οἱ δὲ ἄριστοι στρατηγοὶ προθυμίας ἀναπιμπλάναι τοὺς ἀρχομένους εἰώθασι, κἂν ἀθυμοῦντας ἴδωσι, ψυχαγωγοῦσι καὶ ταῖς ἐλπίσιν ἐπαίρουσιν·
The best generals are wont to fill those under their command with eagerness, and even if they see them despondent, they cheer them and lift them up with hopes;
最優秀的將領素常使部屬滿懷熱忱;縱使見他們氣餒,也會設法鼓舞他們,以盼望激勵他們;
1:1863
ἀπέκοψεν ἐλπίδα, τῆς ἐπανόδου τὴν διαβάθραν ἐμπρήσας
but he cut off hope, by burning the bridge of return.
而他卻焚燬了歸途的橋樑,斷絕了希望。
1:1864
πρὸς δὲ τούτοις δέον πάντοθεν πορίζειν τοῖς στρατιώταις τὴν ἀναγκαίαν τροφήν, οὔτε ἐκ τῆς οἰκείας ταύτην προσέταξε φέρεσθαι, οὔτε τὴν πολεμίαν ληϊζόμενος παρεῖχε τὴν ἀφθονίαν·
Moreover, though it was necessary to provide the soldiers with the needful food from every quarter, he neither ordered it to be brought from his own territory, nor supplied abundance by plundering the enemy's land;
除此之外,雖然理當從四面八方為士兵籌措必需的糧食,他卻既未下令從己方境內運送糧食,也未藉劫掠敵境而供應充足糧秣;
1:1865
καταλιπὼν γὰρ τὴν οἰκου μένην διῄει τὴν ἔρημον
for, abandoning inhabited lands, he marched through the desert.
因為他捨棄了有人居住之地,徑直穿越了荒漠。
1:1866
ἐνταῦθα δὴ καὶ ποτοῦ καὶ τροφῆς οἱ στρατιῶ ται σπανίζοντες, καὶ τῆς πορείας ἡγεμόνας οὐκ ἔχοντες ἀλλ' ἐν ἐρήμῳ χώρᾳ πλανώμενοι, τὴν τοῦ σοφωτάτου βασιλέως ἔγνωσαν ἀβουλίαν
There, then, the soldiers, lacking both drink and food, and having no guides for the march but wandering in a desert region, came to know the ill-counsel of their most wise emperor.
就在那裡,士兵們既缺乏飲水又缺乏糧食,又沒有嚮導引路,只能在荒漠之地徘徊迷失,這才認清了這位「最智慧的」皇帝的愚昧無謀。
1:1867
ὀλοφυρόμενοι δὲ καὶ στένοντες εὗρον ἐξαπίνης κείμενον τὸν κατὰ τοῦ πεποιηκότος λυττήσαντα, καὶ τὸν Ἄρεα τὸν πολεμόκλονον ἐπίκουρον οὐ γενόμενον κατὰ τὴν ὑπόσχεσιν, καὶ τὸν Λοξίαν τὰ ψευδῆ μαν τευσάμενον, καὶ τὸν τερπικέραυνον κατὰ τοῦ κτείναντος τοῖς κεραυ νοῖς οὐ χρησάμενον, καὶ τὸν κόμπον τῶν ἀπειλῶν ἐρριμμένον εἰς ἔδαφος
Lamenting and groaning, they suddenly found lying dead the man who had raged madly against his Maker, and found that war-clanging Ares had not come to his aid as promised, that Loxias had prophesied falsely, that the Thunderer had not used his thunderbolts against his slayer, and that the boast of his threats lay cast down upon the ground.
他們哀哭嘆息之際,忽然發現那曾狂悖抗拒其造物主的人已然倒地身亡,發現那戰亂喧囂之神阿瑞斯並未如所應許的那樣前來相助,發現那羅克西亞斯的預言乃是虛謊,發現那喜雷的宙斯並未以雷霆擊殺那殺害他的人,並發現他威嚇的誇口已被摔落於地。
1:1868
τὸν μέντοι τὴν δικαίαν ἐκείνην ἐπενεγκόντα πληγὴν οὐδεὶς ἔγνω μέχρι καὶ τήμερον·
But no one has known to this very day who dealt that just blow;
然而,直到今日,無人知曉是誰施下了那公義的一擊;
1:1869
ἀλλ' οἱ μέν τινα τῶν ἀοράτων ταύτην ἐπε νηνοχέναι φασίν, οἱ δὲ τῶν νομάδων ἕνα τῶν Ἰσμαηλιτῶν καλου μένων, ἄλλοι δὲ στρατιώτην τὸν λιμὸν καὶ τὴν ἔρημον δυσχεράναντα
some say that one of the invisible powers dealt it, others that it was one of the nomads called Ishmaelites, and others that it was a soldier who had grown embittered at the hunger and the desert.
有人說是某位無形的靈施下此擊,也有人說是那些被稱為以實瑪利人的遊牧民族之一,還有人說是某個因飢餓與荒漠而心生怨憤的士兵。
1:1870
ἀλλ' εἴτε ἄνθρωπος εἴτε ἄγγελος ὦσε τὸ ξίφος, δῆλον ὡς τοῦτο δέδρακε τοῦ θείου νεύματος γενόμενος ὑπουργός
But whether it was a man or an angel who drove home the sword, it is clear that whoever did this became the minister of the divine will.
但無論是人還是天使揮下了那劍,顯然行此事者乃是遵從神聖旨意而為的僕役。
1:1871
ἐκεῖνον δέ γέ φασι δεξάμενον τὴν πληγὴν εὐθὺς πλῆσαι τὴν χεῖρα τοῦ αἵματος καὶ τοῦτο ῥίψαι εἰς τὸν ἀέρα καὶ φάναι·
They say that when he received the blow, he immediately filled his hand with blood, and threw it into the air, and said:
據說他中了那一擊之後,立刻用手接滿了血,將血拋向空中,說道:
1:1872
νενίκηκας Γαλιλαῖε, καὶ κατὰ ταὐτὸν τήν τε νίκην ὁμολογῆσαι καὶ τὴν βλασφημίαν τολμῆσαι·
"You have conquered, Galilean," and thus in the same breath both confessed the victory and dared to utter the blasphemy.
「加利利人哪,你得勝了!」他就這樣同時承認了那勝利,又膽敢說出那句褻瀆之言。
1:1873
Μετὰ δὲ τὴν σφαγὴν αἱ τῆς ἐκείνου γοητείας ἐφωράθησαν μαγγα νεῖαι
After the slaughter, the sorceries of his witchcraft were exposed.
那場殺戮之後,他行邪術的種種詭計便被揭發出來。
1:1874
Κάρραι γὰρ πόλις ἐστὶν ἔτι καὶ νῦν ἔχουσα τῆς ἀσεβείας τὰ λείψανα
For Carrhae is a city that even to this day still bears the remnants of that impiety.
因為卡雷城至今仍留有那不敬虔之事的遺跡。
1:1875
διὰ ταύτης ὁ μάταιος τὴν πορείαν ποιούμενος ( τὴν γὰρ Ἔδεσαν ὡς εὐσεβείᾳ κοσμουμένην εὐώνυμον καταλελοίπει), εἰς τὸν παρὰ τῶν δυσσεβῶν τιμώμενον σηκὸν εἰσελθὼν καί τινα ἐν τούτῳ σὺν τοῖς κοινωνοῖς τοῦ μύσους ἐπιτελέσας, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καί τινας ταύταις προσεδρεύειν προσέταξε στρατιώ τας, μηδένα εἴσω τῶν θυρῶν γενέσθαι μέχρι τῆς ἐπανόδου κελεύσας
As that vain man passed through this city on his march (for he had left Edessa on his left, being adorned with piety), he entered a shrine honored by the impious, and having performed a certain rite there together with his partners in that abomination, he set locks and seals upon the doors, and ordered certain soldiers to keep watch there, commanding that no one be allowed inside the doors until his return.
那虛妄之人取道此城前行(因為他把埃德薩留在了左側,因其以敬虔著稱),他進入那受不敬虔者崇拜的神廟,與同夥他污穢儀式的人在其中舉行了某種儀式,隨後在門上加了鎖和封印,又命令一些士兵在門前駐守,吩咐直到他返回之前,不准任何人進入門內。
1:1876
ἐπειδὴ δὲ ὁ θάνατος ἀπηγγέλθη καὶ εὐσεβὴς βασιλεία τὴν δυσσεβῆ διεδέξατο, εἴσω γενόμενοι τοῦ σηκοῦ εὗρον τὴν ἀξιάγαστον τοῦ βασι λέως ἀνδρείαν τε καὶ σοφίαν καὶ πρὸς τούτοις εὐσέβειαν
But when his death was announced and a pious reign succeeded the impious one, they went inside the shrine and discovered the admirable "courage," "wisdom," and, besides these, the "piety" of the emperor.
待他死訊傳來、敬虔的政權接續了不敬虔的政權之後,眾人進入神廟,便發現了這位皇帝那「令人讚嘆」的勇氣與智慧,以及尤有甚者的「敬虔」。
1:1877
εἶδον γὰρ γύναιον ἐκ τῶν τριχῶν ᾐωρημένον, ἐκτεταμένας ἔχον τὰς χεῖρας·
For they saw a woman hung up by her hair, her hands stretched out;
因為他們看見一個婦人被吊在自己的頭髮上,雙手伸展著;
1:1878
ἧς ἀνακείρας ὁ ἀλιτήριος τὴν γαστέρα τὴν νίκην δήπουθεν τὴν κατὰ Περσῶν διὰ τοῦ ἥπατος ἔγνω
her belly the accursed man had ripped open, and by means of her liver had, presumably, divined the victory over the Persians.
那惡徒剖開她的腹部,想必是藉著她的肝臟,以此占卜出對波斯的勝利。
1:1879
τοῦτο μὲν οὖν ἐν Κάρραις ἐφωράθη τὸ μύσος
This, then, was the abomination uncovered at Carrhae.
以上便是在卡雷所揭發的污穢之事。
1:1880
Ἐν Ἀντιοχείᾳ δὲ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν πεπληρωμένας εὑρῆσθαί φασι, πολλὰ δὲ φρέατα σωμάτων ἀνάπλεα νεκρῶν
In Antioch, they say, many chests filled with heads were found in the palace, and many wells choked with dead bodies.
據說在安提阿的宮殿中,發現了許多裝滿人頭的箱子,以及許多堆滿屍體的水井。
1:1881
ταῦτα γὰρ τῶν δυσωνύμων θεῶν τὰ μαθήματα
For these are the teachings of those ill-named gods.
因為這些正是那些惡名昭彰之神明所教導的事。
1:1882
Ἡ δὲ Ἀντιόχου πόλις τὴν ἐκείνου μεμαθηκυῖα σφαγὴν δημοθοινίας ἐπετέλει καὶ πανηγύρεις·
The city of Antioch, upon learning of his slaughter, celebrated with public feasts and festivals;
安提阿城得知他的死訊後,便舉行了全民的宴會與慶典;
1:1883
καὶ οὐ μόνον ἐν ταῖς ἐκκλησίαις ἐχόρευον καὶ τοῖς τῶν μαρτύρων σηκοῖς, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις τοῦ σταυ ροῦ τὴν νίκην ἐκήρυττον καὶ τοῖς ἐκείνου μαντεύμασιν ἐπετώθαζον
and they danced not only in the churches and at the shrines of the martyrs, but even in the theaters they proclaimed the victory of the cross and mocked his oracular pronouncements.
他們不僅在眾教會和殉道者的祠堂中歡欣起舞,甚至在劇場中也宣揚十字架的得勝,並嘲笑他那些占卜預言。
1:1884
ἐγὼ δὲ καὶ τὴν ἀξιάγαστον αὐτῶν θήσω φωνήν, ἵνα καὶ τοῖς μεθ' ἡμᾶς ἐσομένοις ἡ ταύτης φυλάττηται μνήμη
I too will set down their admirable cry, that its memory may be preserved for those who come after us.
我也要將他們那令人稱羨的呼喊記錄下來,好叫後世之人也能保存這段記憶。
1:1885
ποῦ σου τὰ μαντεῖα, Μάξιμε μωρέ·
"Where now are your oracles, foolish Maximus?"
「你的神諭如今何在,愚蠢的馬克西姆斯?」
1:1886
ἐνίκησεν ὁ θεὸς καὶ ὁ Χριστὸς αὐτοῦ
"God and his Christ have conquered!"
「神和祂的基督已經得勝了!」
1:1887
Μάξιμος δέ τις ἦν κατ' ἐκεῖνο καιροῦ φιλοσοφίας μὲν πρόσχημα περικείμενος, γοητείᾳ δὲ χρώμενος καὶ προλέγειν τὰ μέλλοντα σεμνυνόμενος
There was at that time a certain Maximus, wearing the guise of philosophy, but practicing sorcery and priding himself on foretelling the future.
當時有一位名叫馬克西姆斯的人,披著哲學的外衣,卻行邪術之事,且以能預言未來自誇。
1:1888
ὅτι δὲ Ἀντιοχεῖς, παρὰ τῆς μεγίστης ξυνω ρίδος Πέτρου καὶ Παύλου τὰ θεῖα δεξάμενοι δόγματα καὶ θερμῶς τὸν τῶν ὅλων δεσπότην καὶ σωτῆρα ποθοῦντες, βδελυττόμενοι ἀεὶ τὸν ἐξάγιστον διετέλεσαν, καὶ αὐτὸς ἐκεῖνος ᾔδει σαφῶς
As for the fact that the Antiochenes, having received the divine doctrines from that greatest pair, Peter and Paul, and ardently longing for the Master and Savior of all, had persisted always in abhorring that execrable man — this even he himself knew well.
至於安提阿人自從彼得與保羅這一對至偉的使徒領受了神聖教義以來,便一直熱切渴慕萬有的主宰與救主,始終厭惡那可憎的人——這一點,連那人自己也清楚知道。
1:1889
διά τοι τοῦτο καὶ λόγον συνέγραψε κατ' αὐτῶν καὶ Μισοπώγωνα τοῦτον ὠνόμασεν
For this very reason he also wrote a treatise against them, and named it the "Misopogon."
正因如此,他也寫了一篇針對他們的論著,並將其命名為《厭鬚者》(Misopogon)。
1:1890
ἐγὼ δὲ τὴν ἐπὶ τῇ τελευτῇ τοῦ τυράννου χορείαν τέλος ἐπιθήσω τῇ συγγραφῇ·
I shall set, as the conclusion of this history, the dance of rejoicing over the tyrant's death.
而我將以那因暴君之死而起的歡舞,作為這部史書的結尾。
1:1891
οὐ γὰρ ὅσιον ὑπέλαβον εὐσεβῆ συνάψαι βασι λείαν τῇ δυσσεβεῖ δυναστείᾳ
For they did not consider it lawful to unite a pious kingdom with an impious dominion.
因為他們認為,將敬虔的王國與不敬虔的統治結合,是不合宜的。
1:1892
Τὰ κεφάλαια τοῦ δʹ λόγου αʹ
The chapters of the Fourth Book. 1.
第四卷章目。一。
1:1893
Περὶ τῆς Ἰοβιανοῦ βασιλείας καὶ εὐσεβείας
On the reign and piety of Jovian.
論約維安的王權與敬虔。
1:1894
Περὶ τῆς ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου
On the return of Saint Athanasius.
論聖亞他那修的回歸。
1:1895
Ἐπιστολὴ συνοδικὴ πρὸς τὸν βασιλέα Ἰοβιανὸν γραφεῖσα περὶ τῆς πίστεως
A synodal letter written to the emperor Jovian concerning the faith.
致約維安皇帝論信仰的大公會議書信。
1:1896
Περὶ τῶν ἀποδοθέντων σιτηρεσίων ταῖς ἐκκλησίαις
On the food-allowances restored to the churches.
論歸還教會的糧餉。
1:1897
Περὶ τῆς Βαλεντινιανοῦ βασιλείας, καὶ ὅπως Βάλεντα τὸν ἀδελ φὸν κοινωνὸν ἐποιήσατο
On the reign of Valentinian, and how he made his brother Valens his partner in rule.
論瓦倫提尼安的王權,以及他如何使其弟瓦倫斯成為共治者。
1:1898
Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου χειροτονίας
On the ordination of Ambrose the bishop.
論主教安波羅修的按立。
1:1899
Ἐπιστολὴ τοῦ βασιλέως Βαλεντινιανοῦ καὶ Βάλεντος περὶ τοῦ ὁμοουσίου γραφεῖσα πρὸς τὴν Ἀσιανὴν διοίκησιν
A letter of the emperors Valentinian and Valens concerning the homoousion, written to the diocese of Asia.
瓦倫提尼安與瓦倫斯二帝致亞細亞教區論「同質」(homoousion)的書信。
1:1900
Συνοδικὸν τῆς ἐν τῷ Ἰλλυρικῷ συναθροισθείσης συνόδου περὶ τῆς πίστεως
The synodal letter of the council assembled in Illyricum concerning the faith.
在伊利里庫姆召開之大公會議論信仰的會議書信。
1:1901
Περὶ τῆς τῶν Αὐδιάνων αἱρέσεως
On the heresy of the Audians.
論奧狄安派異端。
1:1902
Περὶ τῆς τῶν Μεσσαλιανῶν αἱρέσεως
On the heresy of the Messalians.
論墨撒利安派異端。
1:1903
Τίνα τρόπον ὁ Βάλης ἐξέκλινεν εἰς τὴν αἵρεσιν
In what manner Valens turned aside into the heresy.
瓦倫斯如何偏離正道,轉向異端。
1:1904
Ὅπως τοὺς ἀρετῇ διαλάμποντας τῶν ἐπισκόπων ἐξώρισε
How he exiled those of the bishops who shone forth in virtue.
他如何放逐那些以德行著稱的主教。
1:1905
Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων καὶ Ἀντιόχου τοῦ πρεσβυτέρου καὶ Εὐολκίου τοῦ διακόνου
On Eusebius, bishop of Samosata, and Antiochus the presbyter, and Eulcius the deacon.
論撒摩薩他主教優西比烏、長老安提阿古及執事優歐爾基烏。
1:1906
Περὶ τοῦ Σαμοσατέων ζήλου
On the zeal of the people of Samosata.
論撒摩薩他人的熱忱。
1:1907
Περὶ τοῦ ἁγίου Βάρσου τοῦ ἐπισκόπου Ἐδέσσης καὶ τῶν σὺν αὐτῷ ἐξορισθέντων κληρικῶν
On Saint Barses, bishop of Edessa, and the clergy who were exiled together with him.
論埃德薩主教聖巴爾瑟斯,及與他一同被放逐的聖職人員。
1:1908
Περὶ τοῦ ἐν Ἐδέσσῃ γενομένου διωγμοῦ
On the persecution that took place in Edessa.
論在埃德薩發生的逼迫。
1:1909
Περὶ Εὐλογίου καὶ Πρωτογένους τῶν Ἐδεσσηνῶν πρεσβυτέρων
On Eulogius and Protogenes, presbyters of the Edessenes.
論埃德薩人的長老優羅吉烏與普羅托蓋內斯。
1:1910
Περὶ τοῦ ἁγίου Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου, καὶ τῶν κατ' αὐτοῦ γεγενημένων ὑπὸ Βάλεντος τοῦ βασιλέως καὶ Μοδέ στου ὑπάρχου
On Saint Basil, bishop of Caesarea, and what was done against him by the emperor Valens and Modestus the prefect.
論凱撒利亞主教聖巴西流,以及瓦倫斯皇帝與總督摩德斯圖對他所行之事。
1:1911
Περὶ τῆς τοῦ ἁγίου Ἀθανασίου τελευτῆς καὶ τῆς Πέτρου χειρο τονίας
On the death of Saint Athanasius and the ordination of Peter.
論聖亞他那修之逝世,及彼得之按立。
1:1912
Περὶ Λουκίου τοῦ Ἀρειανοῦ
On Lucius the Arian.
論阿里烏派的路奇烏斯。
1:1913
Περὶ τῆς Μωϋσέως τοῦ μονάζοντος χειροτονίας
On the ordination of Moses the monk.
論修士摩西的按立。
1:1914
Περὶ τῶν ἐν Κωνσταντινουπόλει τολμηθέντων
On the deeds daringly done in Constantinople.
論在君士坦丁堡所發生之膽大妄為之事。
1:1915
Τὰ κατὰ τὸν ἅγιον Ἀφραάτην τὸν μονάζοντα
The events concerning Saint Aphrahat the monk.
關於修士聖阿弗拉哈的事蹟。
1:1916
Τὰ κατὰ τὸν ἅγιον Ἰουλιανὸν τὸν μονάζοντα
The events concerning Saint Julian the monk.
關於修士聖朱利安的事蹟。
1:1917
Τὰ κατὰ τὸν ἅγιον Ἀντώνιον τὸν μονάζοντα
The events concerning Saint Antony the monk.
關於修士聖安東尼的事蹟。
1:1918
Τίνες ἄλλοι μονάζοντες κατὰ τοῦτον διέπρεπον τὸν καιρόν
What other monks were distinguished at this time.
此時尚有哪些其他修士卓然出眾。
1:1919
Τίνες ἐν τῇ Ποντικῇ καὶ Ἀσιανῇ διέπρεπον ἐπίσκοποι κατὰ τοῦτον τὸν καιρόν
What bishops were distinguished in Pontus and Asia at this time.
此時本都與亞細亞地區有哪些主教卓然出眾。
1:1920
Περὶ τῶν παρὰ Βάλεντος τῷ μεγάλῳ Βαλεντινιανῷ περὶ τοῦ πολέμου γραφέντων καὶ τῶν παρ' ἐκείνου πιστῶς ἀντιγραφέντων
On what was written by Valens to the great Valentinian concerning the war, and what was faithfully written back by him in reply.
論瓦倫斯就戰事致偉大瓦倫提尼安之書信,以及後者忠實的回信。
1:1921
Περὶ τῆς Τερεντίου τοῦ κόμητος εὐσεβείας
On the piety of Terentius the count.
論伯爵特倫提烏斯的敬虔。
1:1922
Περὶ τῆς Τραϊανοῦ τοῦ στρατηλάτου παρρησίας
On the boldness of speech of Trajan the general.
論將軍特拉揚的直言無懼。
1:1923
Περὶ Ἰσαακίου τοῦ ἐν Κωνσταντινουπόλει μονάζοντος
On Isaac, the monk in Constantinople.
論君士坦丁堡的修士以撒基烏斯。
1:1924
Περὶ τῆς Βετρανίωνος τοῦ Σκυθίας ἐπισκόπου παρρησίας
On the boldness of speech of Vetranio, bishop of Scythia.
論斯基提亞主教維特拉尼奧的直言無懼。
1:1925
Περὶ τῆς κατὰ Γότθων Βάλεντος στρατείας καὶ ὅπως ἔτισε τῆς ἀσεβείας δίκας
On the campaign of Valens against the Goths, and how he paid the penalty for his impiety.
論瓦倫斯對哥特人的征戰,以及他如何為其不敬虔付出代價。
1:1926
Πόθεν οἱ Γότθοι τῆς Ἀρειανικῆς μετέλαχον πλάνης
Whence the Goths came to share in the Arian error.
哥特人從何處沾染了阿里烏派的謬誤。
1:1927
τούτων δὲ περὶ τούτων βουλευομένων, ἡ στρατιὰ συναθροισθεῖσα κατὰ ταὐτὸν Ἰοβιανὸν ἐξῄτησε βασιλέα, οὔτε στρατηγὸν ὄντα οὔτε τῶν μετ' ἐκείνους, ἐπίσημον δὲ ἄνδρα καὶ περιφανῆ καὶ πολλῶν ἕνεκα γνώριμον·
While these men were deliberating about these matters, the army, assembled together, unanimously demanded Jovian as emperor — a man who held neither the rank of general nor any rank following it, but who was a man of note and distinction, known to many for various reasons.
正當這些人商議此事之際,聚集在一起的軍隊異口同聲地要求約維安為帝——此人既非將軍,也不屬於將軍以下的官階,卻是位聲名顯赫、眾所矚目之人,因種種緣故為許多人所熟知。
1:1928
σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι
For he had a very great stature and a magnanimous soul, and he was accustomed to excel in wars and in the greater contests.
因為他身材魁梧,心志豪邁,且素來在戰爭中,以及在更重大的競賽中表現卓越。
1:1929
παρρησίᾳ γὰρ κατὰ τῆς ἀσεβείας χρησά μενος τοῦ τυράννου τὴν δυναστείαν οὐκ ἔδεισεν, ἀλλὰ κατὰ τὴν προθυμίαν τοῖς τοῦ σωτῆρος ἡμῶν μάρτυσι συνετέτακτο
For having spoken boldly against the impiety, he did not fear the power of the tyrant, but through his eagerness had ranked himself among the martyrs of our Savior.
因為他曾直言無懼地反對那不敬虔之事,並不畏懼那暴君的權勢,反倒憑著自己的熱忱,將自己列於我們救主的殉道者之列。
1:1930
τότε δὴ οἱ στρατηγοί, τῆς στρατιᾶς τὴν συμφωνίαν θείαν ψῆφον ὑπολαβόντες, ἤγαγον εἰς μέσον τὸν πάντα ἄριστον ἄνδρα ἐκεῖνον, καὶ βῆμα σχεδιά σαντες ὑψηλὸν ἔστησαν ἐπὶ τούτου
Then indeed the generals, taking the army's unanimous agreement as a divine vote, brought that man, excellent in every way, into their midst, and having hastily constructed a lofty tribunal, set him upon it.
於是眾將領將軍隊的一致同意視為神聖的裁決,便將這位在各方面都堪稱卓越的人物請到眾人中間,並匆匆搭建了一座高台,將他扶上台去。
1:1931
εἶτα πάντων αὐτῷ τὰ βασιλικὰ προσενηνοχότων προσρήματα καὶ Αὔγουστον προσαγορευσάντων καὶ Καίσαρα, τῇ συνήθει παρρησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνήρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν·
Then, when all had offered him the imperial titles and hailed him as Augustus and Caesar, that admirable man, using his customary boldness of speech, and fearing neither the officers nor a change of the soldiers for the worse:
隨後,眾人都向他獻上皇家的稱號,尊他為奧古斯都、凱撒;那位可敬可佩的人物依照他素來的直言無懼,既不畏懼官長,也不擔心軍人態度轉壞:
1:1932
οὐ δύναμαι, ἔφη, Χριστιανὸς ὢν τῶν τοιούτων ἄρχειν οὐδὲ τῆς Ἰουλιανοῦ στρατιᾶς βασιλεύειν πονηρὰ παιδευθείσης μαθήματα·
"I cannot," he said, "being a Christian, rule over such men, nor reign over Julian's army, trained as it has been in wicked lessons;"
他說:「我身為基督徒,不能統治這樣的人,也不能作朱利安那支受過邪惡教導之軍隊的君王;」
1:1933
θείας προμηθείας γεγυμνωμένοι, εὐάλωτοί τέ εἰσιν καὶ λίαν εὐεπιχείρητοι, καὶ ἐπίχαρτοι τοῖς πολε μίοις γενήσονται
"for, stripped of divine providence, they are easily overcome and very easily assailed, and will become a source of gloating for their enemies."
「因為他們既失去了神聖護佑的庇護,便極易被攻陷、極易遭受攻擊,也將成為敵人幸災樂禍的對象。」
1:1934
τούτων ἀκούσαντες τῶν λόγων οἱ στρατιῶται κοινὴν ἀφῆκαν φωνήν·
Having heard these words, the soldiers raised a common cry:
軍人們聽了這些話,便齊聲喊道:
1:1935
μὴ ἐνδοιάσῃς, ὦ βασιλεῦ, μηδὲ τὴν ἡμετέραν ὡς πονηρὰν φύγῃς ἡγεμονίαν·
"Do not hesitate, O emperor, nor refuse command over us as though it were something wicked;"
「陛下,請不要遲疑,也不要以為統率我們是件邪惡之事而加以拒絕;」
1:1936
Χριστιανῶν γὰρ βασιλεύσεις καὶ μαθή μασιν εὐσεβέσι συντεθραμμένων
"for you will reign over Christians, men reared together with pious teachings."
「因為你所要統治的乃是基督徒,是與敬虔教導一同成長的人。」
1:1937
οἱ μὲν γὰρ ἐν ἡμῖν γεραίτεροι καὶ τῆς Κωνσταντίνου διδασκαλίας ἀπήλαυσαν, οἱ δὲ μετ' ἐκείνους τῶν Κωνσταντίου μετέλαχον παιδευμάτων·
"For the elder among us enjoyed the teaching of Constantine, while those after them shared in the instruction of Constantius;"
「因為我們中年長者,曾受教於君士坦丁的教導;其後者則承受了君士坦提烏斯的教誨;」
1:1938
τούτου δὲ τοῦ τεθνεῶτος ὀλίγος τῆς ἡγεμονίας ὁ χρόνος καὶ οὐχ ἱκανὸς οὐδὲ τοῖς ἐξηπατη μένοις ἐνιδρῦσαι τὴν λώβην
"and as for him who has died, the time of his rule was short, and not even sufficient to fix its corruption firmly in those who were deceived by it."
「至於那已故之人,其統治的時間短暫,甚至不足以讓那腐化之毒深植於那些受他欺騙之人心中。」
1:1939
Ἐπὶ τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἐβουλεύετο λοιπὸν περὶ τῆς τῶν κοινῶν σωτηρίας καὶ ὅπως ἐκ τῆς πολεμίας ἀπήμαντον ἀπαγάγοι τὴν στρατιάν
Pleased by these words, the emperor thereafter deliberated about the safety of the common people, and how he might lead the army safely out of enemy territory.
皇帝因這些話而感到欣慰,此後便籌謀公眾的安全,思量如何能將軍隊安然無恙地從敵境撤出。
1:1940
οὐκ ἐδεήθη δὲ βουλευμάτων πολλῶν, ἀλλὰ τῶν τῆς εὐσεβείας σπερμάτων ἐτρύγησε τοὺς καρπούς
He had no need of many counsels, but reaped the fruits of the seeds of piety.
他無需諸多籌謀,因為他收穫了敬虔種子所結的果實。
1:1941
παραυτίκα γὰρ τὴν οἰκείαν ἔδειξε προμήθειαν ὁ τῶν ὅλων θεὸς καὶ τὴν φαινο μένην ἔλυσεν ἀπορίαν
For at once the God of all showed forth his own providence and resolved the apparent difficulty.
因為萬有之神立刻顯明了祂自己的護佑,解除了那看似無法解決的困境。
1:1942
τὴν γὰρ τούτου βασιλείαν ὁ Περσῶν μεμαθη κὼς βασιλεὺς πρέσβεις ἀπέστειλεν ὑπὲρ εἰρήνης πρεσβευσομένους·
For the king of the Persians, having learned of his accession to the throne, sent envoys to negotiate for peace;
因為波斯王聽聞他即位為帝之事,便派遣使者前來,為締結和約進行商談;
1:1943
εἶτα τροφὰς τοῖς στρατιώταις ἐξέπεμψε, καὶ ἀγορὰν αὐτοῖς ἐν τῇ ἐρήμῳ γενέσθαι προσέταξε
then he sent supplies of food to the soldiers, and ordered that a market be set up for them in the desert.
隨後又送去糧食供給軍隊,並下令在曠野中為他們設立市集。
1:1944
τριακοντούτεις δὴ οὖν σπονδὰς ποιησάμενος ἐρρωμένην τὴν στρατιὰν τῆς πολεμίας ἐξέβαλε
Having thus concluded a thirty-year truce, he led the army, still in vigorous condition, out of enemy territory.
他就這樣締結了一項為期三十年的和約,將依然精壯的軍隊帶出了敵境。
1:1945
Παραυτίκα δὲ τῆς ὑπ' αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον
As soon as he set foot upon the land under his own rule, he first issued a law commanding that the bishops return from exile, and directing that the churches be restored to those who had kept the faith set forth at Nicaea undefiled.
他一踏上自己所統治的土地,便首先頒布了一道法令,命令主教們從流放之地歸來,並指示將教會歸還給那些完好無損地持守尼西亞信經之人。
1:1946
ἐπέστειλε δὲ καὶ πρὸς Ἀθανάσιον ἐκεῖνον τὸν τούτων πρόμαχον τῶν δογμά των, γραφῆναί οἱ παρακαλῶν τὴν ἀκριβῆ περὶ τῶν θείων διδασκα λίαν
He also wrote to that Athanasius, the champion of these doctrines, requesting that the accurate teaching concerning divine matters be set down in writing for him.
他還致函那位為這些教義竭力捍衛的亞他那修,請求他為自己寫出關於神聖事理的精確教導。
1:1947
ὁ δὲ τοὺς λογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν
He, gathering together the more distinguished of the bishops, wrote back, urging that the faith set forth at Nicaea be kept, as being in accord with the apostolic doctrines.
亞他那修便召集了較有聲望的主教們,回信勸勉皇帝當持守尼西亞所制定的信仰,因這信仰與使徒的教義相符。
1:1948
ἐνθήσω δὲ καὶ τὴν ἐπιστολήν, τῆς τῶν ἐντευξομένων προμηθούμενος ὠφελείας
I shall also insert the letter itself, having in view the benefit of those who will read it.
我也將附上這封書信,為使讀者從中獲益。
1:1949
Τῷ εὐλαβεστάτῳ καὶ φιλανθρωποτάτῳ Νικητῇ Αὐγούστῳ Ἰοβιανῷ Ἀθανάσιος καὶ οἱ λοιποὶ ἐπίσκοποι οἱ ἐλθόντες ἐκ προσώπου πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου καὶ Θηβαΐδος καὶ Λιβύων ἐπισκόπων
To the most devout and most humane Victor Augustus, Jovian: Athanasius and the rest of the bishops who came, on behalf of all the bishops from Egypt and the Thebaid and Libya.
致最虔敬、最仁慈的得勝者奧古斯都約維安:亞他那修,以及代表埃及、特拜地區與利比亞眾主教前來覲見的其餘主教等,謹上。
1:1950
Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος τῶν οὐρανίων·
A love of learning and a longing for heavenly things are fitting for a God-loving emperor;
愛慕學問之志向及對天上事物之渴慕,正合乎一位蒙神眷愛的君王;
1:1951
οὕτως γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἔχεις ἐν χειρὶ θεοῦκαὶ τὴν βασιλείαν μετ' εἰρήνης πολλαῖς ἐτῶν περιόδοις ἐπι τελέσεις
for thus indeed do you truly hold your heart in the hand of God, and you will bring your reign to completion in peace through many cycles of years.
因為如此,你便真正將自己的心安放在神的手中,也必能在和平中,歷經多年歲月,完成你的統治。
1:1952
θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο λογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν
Since, then, your piety has wished to learn from us the faith of the catholic Church, we, having given thanks to the Lord for this, resolved above all to remind your godliness of the faith confessed by the fathers at Nicaea.
既然陛下的敬虔之心願意從我們這裡得知大公教會的信仰,我們便為此感謝主,並決意首先要向陛下的敬神之心,重申那由眾教父在尼西亞所宣認的信仰。
1:1953
ταύτην γὰρ ἀθετήσαντές τινες ἡμῖν μὲν ποικίλως ἐπεβούλευσαν ὅτι μὴ πει θόμεθα τῇ Ἀρειανῇ αἱρέσει, αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχι σμάτων τῇ καθολικῇ ἐκκλησίᾳ
For certain persons, having rejected this faith, plotted against us in various ways because we would not submit to the Arian heresy, and have become the cause of heresy and schisms within the catholic Church.
因為有些人棄絕了這信仰,就因我們不肯順服阿里烏派異端,而以種種方式謀害我們,並成了大公教會中異端與分裂的禍首。
1:1954
ἡ μὲν ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστις φανερὰ πᾶσι καθέστηκε καὶ ἐκ τῶν θείων γραφῶν γιγνωσκομένη τε καὶ ἀναγιγνωσκομένη
Now the true and pious faith in our Lord Jesus Christ has been made manifest to all, and is known and read out from the divine Scriptures.
然而,那對我們主耶穌基督真實而敬虔的信仰,已向眾人顯明,且可從神聖經卷中得知,並被誦讀。
1:1955
ἐν ταύτῃ γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτυρήθησαν καὶ νῦν ἀναλύσαντές εἰσιν ἐν κυρίῳ
For in this faith the saints, having been made perfect, bore witness as martyrs, and now, having departed, are with the Lord.
因為眾聖徒正是在此信仰中得以完全,並且見證殉道,如今他們已經離世,安息在主裡。
1:1956
ἔμεινε δὲ ἀεὶ ἡ πίστις διὰ παντὸς ἀβλαβής, εἰ μὴ πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν
And this faith always remained entirely unharmed, except that the wickedness of certain heretics dared to falsify it.
這信仰向來始終未受損害,唯獨有些異端者的邪惡竟敢企圖將其竄改。
1:1957
Ἄρειος γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ' αὐτῆς ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ ποίημα καὶ τρεπτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, πολλούς τε ἐν τούτοις ἠπάτησαν, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν τῇ δυσφημίᾳ
For a certain Arius and those with him attempted to corrupt it and to introduce impiety against it, asserting that the Son of God was out of nothing, and a creature, and a work, and mutable; and in these things they deceived many, so that even those who seemed to be of some standing were carried along with their blasphemy.
因為某個名叫阿里烏的人,與其黨羽企圖敗壞這信仰,並將不敬虔引入其中,宣稱神的兒子出於無有,是受造物、是被造之工,且是可變易的;他們藉此欺騙了許多人,以致連那些看似有些地位之人,也被捲入了他們的褻瀆言論之中。
1:1958
καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν, συνελθόν τες ὡς προεῖπον ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, τὴν μὲν Ἀρειανὴν αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμο λόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβε σθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν
But our holy fathers, acting first, having assembled, as I said above, in the council at Nicaea, anathematized the Arian heresy, and confessed in writing the faith of the catholic Church, so that, this being proclaimed everywhere, the heresy kindled by the heretics might be extinguished.
但我們的聖教父們搶先一步,如我前面所述,聚集於尼西亞大公會議,將阿里烏派異端加以絕罰,並以文字宣認大公教會的信仰,使這信仰得以四處宣講,讓異端者所點燃的異端之火得以熄滅。
1:1959
ἦν μὲν οὖν αὕτη κατὰ πᾶσαν ἐκκλησίαν γιγνωσκομένη τε καὶ κηρυττομένη
This faith, then, was known and proclaimed throughout every church.
這信仰於是在每一個教會中都廣為人知,並得到宣講。
1:1960
σχηματίζονται ὁμολογεῖν αὐτήν, ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ οὗτοι βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς κτίσμα εἶναι καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαν τες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γιγνομένην κατὰ τῶν λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐσεβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια μεθ' ὅσης ἀκριβείας γέγρα πται καὶ ὅσον πλανῶνται οἱ παρ' αὐτὴν διδάσκοντες
Some pretend to confess this faith, but in truth deny it, misinterpreting the term homoousion; and these same men also blaspheme the Holy Spirit, by asserting that it is a creature and a work that came into being through the Son. Since we necessarily perceived the harm that comes upon the peoples from such blasphemy, we have been eager to present to your piety the faith confessed at Nicaea, so that your godliness may know with what great accuracy it was written, and how greatly those who teach contrary to it are in error.
有些人假裝承認這信仰,實際上卻加以否認,曲解「同質」(homoousion)一詞;這些人還褻瀆聖靈,聲稱聖靈是藉著聖子而生成的受造物與被造之工。我們既已洞察此等褻瀆言論會為眾百姓帶來的傷害,便極力將尼西亞所宣認的信仰呈獻於陛下的敬虔之心,好使陛下的敬神之心得知,這信仰的撰寫是何等精確,而那些教導與此相悖之人,又是何等的謬誤。
1:1961
πάντων γὰρ τῶν προειρημένων τῇ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην καὶ γράμματα ἔχομεν
For we have come to know by experience the mind of all those mentioned above, and we have their letters.
因為前面所提到的這一切人,我們都藉著親身經歷認識了他們的心意,並且持有他們的書信。
1:1962
καὶ οἴδαμεν, θεοφιλέστατε Αὔγουστε, ὅτι κἂν ὀλίγοι τινὲς ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσῃ τῇ οἰκουμένῃ
And we know, most God-beloved Augustus, that even if a few should speak against this faith, they cannot prejudice the whole world.
我們也知道,至為敬愛神的奧古斯都啊,即便有少數人反對這信仰,他們也不能對普天下形成偏見。
1:1963
πολλῷ γὰρ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως, φιλονεικότερον νῦν ἀνθίστανται τῇ εὐσεβείᾳ
For having long been corrupted by the Arian heresy, they now resist true religion all the more contentiously.
因為他們長久以來受阿里烏異端所害,如今就更加好爭辯地抵擋敬虔之道。
1:1964
καὶ ὑπὲρ τοῦ γιγνώσκειν τὴν σὴν εὐσέβειαν, καίτοι γιγνώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκό πων ὑποτάξαι
And for Your Piety to know it—though indeed you already know it—we have nevertheless taken care to subjoin the faith confessed at Nicaea by the three hundred and eighteen bishops.
為要讓陛下的虔敬知道——雖然陛下其實早已知道——我們仍竭力將三百一十八位主教在尼西亞所認信的信仰附呈於後。
1:1965
ἔστι δὲ αὕτη ἡ ἐν Νικαίᾳ πίστις·
This, then, is the faith set forth at Nicaea:
尼西亞信經的內容如下:
1:1966
Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν·
We believe in one God, the Father Almighty, Maker of all things visible and invisible;
我們信獨一神,全能的父,一切有形無形之物的創造者;
1:1967
καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς·
And in one Lord Jesus Christ, the Son of God, begotten of the Father as only-begotten, that is, of the substance of the Father, God of God, Light of Light, true God of true God, begotten not made, of one substance with the Father, through whom all things were made, both the things in heaven and the things on earth; who for us men and for our salvation came down, was made flesh, was made man, suffered, and rose again on the third day, ascended into the heavens, and is coming to judge the living and the dead;
並信獨一主耶穌基督,神的兒子,從父所生的獨生子,就是出於父的本體,由神而生的神,由光而生的光,由真神而生的真神,是受生而非受造,與父同質;萬有都藉他而造,無論是在天上的,或在地上的;他為了我們世人,為了我們的救恩,從天降下,成為肉身,成為人,受難,第三日復活,升到諸天之上,將要再來審判活人死人;
1:1968
τοὺς δὲ λέγοντας ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία
But those who say that 'there was a time when he was not,' and 'before he was begotten he was not,' and that he came to be out of things that were not, or who assert that the Son of God is of a different hypostasis or substance, or created, or mutable, or alterable—these the holy catholic and apostolic Church anathematizes.
至於那些說『曾有一時他不存在』,並說『在他受生之前他不存在』,又說他是由無有中而生成的人,或是那些聲稱神的兒子出於另一個實體或本質、或是受造的、可變的、可改易的人——這些人,聖而大公使徒教會都將其革除。
1:1969
Ταύτῃ τῇ πίστει, θεοφιλέστατε Αὔγουστε, ἐπιμένειν ἀναγκαῖον ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις·
It is necessary, most God-beloved Augustus, to abide in this faith as being divine and apostolic, and that no one shift it by plausible arguments and disputes over words;
至為敬愛神的奧古斯都啊,理當持守這信仰,因為它是神聖的、使徒所傳的信仰,任何人都不可用似是而非的辯辭與言語之爭來動搖它;
1:1970
ὅπερ ἐποίησαν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται, ἐξ οὐκ ὄντων τὸν υἱὸν τοῦ θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ κτιστὸς καὶ ποιητὸς καὶ τρεπτός ἐστι
which is exactly what the Arian madmen did from the beginning, saying that the Son of God is out of things that were not, and that there was a time when he was not, and that he is created and made and mutable.
而這正是阿里烏狂徒們從一開始所做的,他們說神的兒子是由無有而生成的,說曾有一時他不存在,又說他是受造的、被造成的、可變的。
1:1971
διὰ τοῦτο γάρ, καθὰ προείπαμεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν
For this reason, as we have said before, the council at Nicaea also anathematized this heresy, and confessed the faith of truth.
正因如此,如我們先前所說,尼西亞大公會議也將這異端革除,並認信了真理的信仰。
1:1972
οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεοῦ, ἀλλ' ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ, ἐξ ἀληθινοῦ καὶ φύσει πατρός
For they did not simply say that the Son is 'like' the Father—lest he be believed to be simply 'like' God, rather than true God from God—but they also wrote 'consubstantial,' which is proper to a genuine and true son, from a true and natural father.
因為他們並非只是簡單地說兒子與父『相似』——免得人以為他只是與神『相似』,而不是由神而出的真神——他們更寫下了『同質』一詞,這正是真實、真正的兒子出於真實、本性上為父者所應有的特質。
1:1973
ἀλλ' οὐδὲ ἀπηλλοτρίωσαν τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἁγίᾳ τριάδι θεότητα. Τούτοις ὁ βασιλεὺς τοῖς γράμμασιν ἐντυχὼν ἐβεβαίωσεν ἣν εἶχε περὶ τῶν θείων γνῶσίν τε καὶ διάθεσιν
Nor indeed did they estrange the Holy Spirit from the Father and the Son; rather, they glorified it together with the Father and the Son in the one faith of the Holy Trinity, because there is also one Godhead in the Holy Trinity. When the emperor had read this letter, he confirmed the knowledge and disposition he already held concerning things divine.
他們也並未使聖靈與父和子疏離,反倒在對聖三一之信仰的合一中,將聖靈與父和子一同尊榮,因為聖三一之中的神性也是同一的。皇帝讀了這封書信之後,就更確認了他原本對神聖事理所懷有的知識與心志。
1:1974
καὶ νόμον ἕτερον ἔγραψε τοῦ σίτου τὴν σύνταξιν ἀποδοθῆναι ταῖς ἐκκλησίαις κελεύσας ἣν ὁ μέγας Κωνσταντῖνος ἀπένειμεν
And he issued another law, ordering that the grain allotment which the great Constantine had assigned be restored to the churches.
他又頒布了另一道法令,命令將偉大的君士坦丁曾撥給眾教會的糧食配額,重新歸還給眾教會。
1:1975
Ἰουλιανὸς γὰρ καὶ ταύτην ἐκεκωλύκει τὴν χορηγίαν, ἅτε δὴ τὸν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀναδεξά μενος πόλεμον
For Julian had also cut off this provision, inasmuch as he had taken up war against our God and Savior.
因為尤利安曾廢止過這項供給,這是由於他向我們的神和救主發動了戰爭之故。
1:1976
συντάξεως τὸ τριτημόριον Ἰοβιανὸς τὸ τηνικαῦτα παρασχεθῆναι προσέταξεν, ὑπο σχόμενος τοῦ λιμοῦ παυσαμένου τέλειον παρέξειν τὸ σιτηρέσιον
At that time Jovian ordered that a third part of the allotment be supplied, promising that once the famine ceased he would provide the full grain-ration.
當時約維安下令先發給三分之一的配額,並承諾一旦饑荒平息,就會發給完整的糧食配給。
1:1977
Τοιούτοις νόμοις τὰ τῆς βασιλείας κατακοσμήσας προοίμια, ἀπὸ τῆς Ἀντιοχέων ἐπὶ τὸν Βόσπορον ὥρμησεν
Having adorned the beginnings of his reign with such laws, he set out from Antioch for the Bosporus.
他以這樣的法令為自己的統治揭開序幕,隨後便從安提阿啟程前往博斯普魯斯。
1:1978
οἶμαι δὲ τῶν ὅλων τὸν πρύτανιν, τὴν ἡμετέραν διελέγχοντα πονηρίαν, καὶ δεικνύναι ἡμῖν τὰ ἀγαθὰ καὶ τούτων ἡμᾶς πάλιν γυμνοῦν, καὶ δι' ἐκείνου μὲν διδάσκειν ὡς μάλα εὐπετῶς παρέχειν ἃ βούλεται δύναται, διὰ δὲ τούτου καὶ διελέγχειν ὡς οὐκ ἀξίους τῶν ἀγαθῶν καὶ ἐπὶ τὸν ἀμείνω βίον προτρέπειν
I think that the Ruler of the universe, exposing our wickedness, both shows us good things and again strips us of them, teaching us through the one that he can very easily grant what he wills, and through the other convicting us as unworthy of good things, and urging us toward a better life.
我想,萬有的主宰,既要指證我們的邪惡,就一面向我們顯明美善之事,一面又再度將這些美善從我們身上奪去;藉前者教導我們,他要賜下心中所願,是何等輕而易舉;又藉後者指證我們不配得那美善,並催促我們邁向更美好的生活。
1:1979
Τότε μέντοι τὴν ἀθρόαν τελευτὴν τοῦ βασιλέως οἱ στρατιῶται μεμαθηκότες ἐθρήνησαν μὲν ὡς πατέρα τὸν ἀπελθόντα, Βαλεντινια νὸν δὲ ἐκεῖνον, τὸν τῇ χειρὶ τὸν νεωκόρον πατάξαντα καὶ εἰς τὸ φρούριον ἐκπεμφθέντα, βασιλέα προὐβάλοντο, οὐκ ἀνδρείᾳ μόνον ἀλλὰ καὶ φρονήσει καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ μεγέθει σώματος διαπρέποντα
Then indeed, when the soldiers learned of the emperor's sudden death, they mourned the departed as a father, and put forward as emperor that Valentinian—the one who had struck the temple-warden with his hand and had been sent off to the garrison—a man distinguished not only for courage, but also for prudence, temperance, justice, and stature of body.
當時士兵們得知皇帝驟然離世的消息,便如喪考妣般哀悼這位已故之人;接著他們推舉那位瓦倫提尼安為皇帝——就是那位曾親手擊打廟祝、因而被貶往邊塞要塞的人——他不僅以勇敢見稱,更以審慎、節制、公義以及魁梧的體格而出眾。
1:1980
οὕτω δὲ ἦν βασιλικός τε καὶ μεγαλόφρων ὡς τῆς στρατιᾶς πειραθείσης κοινωνὸν αὐτῷ προβαλέσθαι τῆς βασιλείας, ἐκεῖνο φάναι τὸ παρὰ πάντων ᾀδόμενον·
And he was so kingly and magnanimous that, when the army attempted to put forward a colleague for him in the empire, he uttered that saying celebrated by all:
他為人如此具有帝王氣度、心胸寬大,以致當軍隊試圖為他推舉一位共治者時,他說出了那句人人傳誦的話:
1:1981
ὑμέτερον ἦν, ὦ στρατιῶται, βασιλέως οὐκ ὄντος, ἐμοὶ δοῦναι τῆς βασιλείας τὰς ἡνίας·
'It was yours, soldiers, when there was no emperor, to give me the reins of empire;
『士兵們哪,當時沒有皇帝,將帝國的韁繩交給我,那是你們的權柄;'
1:1982
ἐπειδὴ δὲ ταύτην ἐδεξάμην ἐγώ, ἐμὸν λοιπὸν καὶ οὐχ ὑμέτερον τὸ περὶ τῶν κοινῶν διασκοπεῖσθαι πραγμάτων
'but since I have received it, henceforth it is mine, and no longer yours, to deliberate concerning the affairs of state.'
『但既然我已經接受了它,此後思慮國家大事就是我的職責,不再是你們的了。』
1:1983
τούσδε τοὺς λόγους καὶ θαυμά σαντες καὶ στέρξαντες οἱ στρατιῶται εἵποντο τοῖς ἐκείνου νεύμασιν ἰθυνόμενοι
The soldiers, marveling at these words and embracing them, followed, guided by his nods.
士兵們對這些話又驚訝又心悅誠服,於是便順從他的示意而跟隨他。
1:1984
ὁ δὲ τὸν ἀδελφὸν ἐκ Πανονίας μεταπεμψάμενος, ὡς οὐκ ὤφελε, κοινωνὸν ποιεῖται τῆς βασιλείας, οὐδέπω τὴν τῶν δογ μάτων διαφθορὰν εἰσδεξάμενον·
But he, having summoned his brother from Pannonia—though he ought not to have—made him his colleague in the empire, one who had not yet been infected by the corruption of those doctrines;
然而他卻從潘諾尼亞召來自己的兄弟,立他為帝國的共治者——雖然他本不該這樣做——這位兄弟當時尚未沾染那些教義的敗壞;
1:1985
καὶ τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκῆπτρα καὶ μέντοι καὶ τῆς Αἰγύπτου, ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε
and having handed over to him the scepters of Asia, and indeed of Egypt as well, he allotted Europe to himself.
他將亞細亞的權杖,連同埃及的權杖也一併交給了他,自己則保留了歐羅巴。
1:1986
καὶ τὴν Ἑσπέραν καταλαβὼν πᾶσαν αὐτὴν ἐξεπαίδευσεν εὐνομίαν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων ἀρξάμενος
And having taken possession of the West, he thoroughly instructed it in good order, beginning from the proclamations of true religion.
他佔有西方之後,便從敬虔之道的宣講開始,將整個西方徹底教化,使之秩序井然。
1:1987
Αὐξεντίου γάρ, ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνου δὲ τὴν ἐκκλησίαν πεπιστευμένος ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς ἐπισκόπους ὁ βασιλεὺς τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις·
For when Auxentius—who had taken on the plague of Arius, and though entrusted with the church of Milan had been proscribed in a great many synods—had departed this life, the emperor summoned the bishops and addressed them with words such as these:
當時奧克森提烏斯——這人染上了阿里烏之害,雖蒙託付治理米蘭教會,卻在許多次大公會議中被革除——已經去世,皇帝便召集眾主教,對他們說了這樣的話:
1:1988
ἴστε σαφῶς, ἅτε δὴ τοῖς θείοις λογίοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνον ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι καὶ μάρ τυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν
You know clearly, nurtured as you are on the divine oracles, what sort of man ought to be deemed worthy of the high priesthood, and that it is necessary to guide those under one's charge not by word alone, but also by life, and to set oneself forth as an archetype of every virtue, and to have one's manner of life bear witness to one's teaching.
你們既在神聖的話語中受教養,就清楚知道什麼樣的人配得大祭司的職分,也知道治理所轄之人,不能單憑言語,更要憑生活來引導,並要使自己成為一切美德的典範,讓自己的行事為人為自己的教導作見證。
1:1989
τοιοῦτον δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θώκοις, ὅπως καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνωμεν κεφαλὰς καὶ τοὺς παρ' ἐκείνου γιγνομένους ἐλέγχους (ἀνθρώπους γὰρ ὄντας καὶ προσπταίειν ἀνάγκη) ὡς ἰατρικὴν ἀσπαζώμεθα θερα πείαν
Establish, then, such a man now upon the episcopal throne, so that we too, who direct the empire, may sincerely bow our heads to him, and may embrace the rebukes that come from him—for we are but men, and must inevitably stumble—as a healing remedy.
所以,如今也當立這樣的一位坐上主教的寶座,使我們這些掌理帝國的人,也能誠心向他俯首,並且將他所發出的責備——因為我們終究是人,難免會有過失——視為醫治之藥而樂於接受。
1:1990
Ταῦτα τοῦ βασιλέως εἰρηκότος, αὐτὸν ἡ σύνοδος ἠξίου ψηφίσασθαι σοφόν τε ὄντα καὶ εὐσεβείᾳ κοσμούμενον
When the emperor had said this, the synod asked him to cast the vote himself, since he was both wise and adorned with piety.
皇帝說完這話,會議的人便請求他親自投下這一票,因為他既有智慧,又飾以敬虔。
1:1991
μεῖζον ἢ καθ' ἡμᾶς τὸ ἐγχείρημα·
'The undertaking is beyond our competence;'
『這任務超乎我等所能承擔;』
1:1992
ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι ἄμεινον ψηφιεῖσθε
'for you, who have been deemed worthy of divine grace and have received that splendor, will vote better.'
『因為你們既蒙神的恩典所眷顧,又領受了那榮光,必能投出更好的一票。』
1:1993
οὗτοι μὲν οὖν ἐξελθόντες καθ' ἑαυτοὺς ἐβουλεύοντο·
So they went out and deliberated among themselves;
於是他們便退出去,彼此商議;
1:1994
οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστασίαζον, οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες
but the people who inhabited that city fell into factions, some contending that this man, others that that man, be put forward.
但住在那城裡的百姓卻分裂成派系,有人堅持要推舉這一個人,有人堅持要推舉那一個人。
1:1995
οἱ μὲν γὰρ τῆς Αὐξεντίου νόσου μετειληχότες τοὺς ὁμόφρονας ἐψηφίζοντο, οἱ δὲ τῆς ὑγιαινούσης μοίρας ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν ἡγούμενον
For those who had a share in Auxentius's disease voted for men of like mind, while those of the healthy party in turn sought to have a leader of like conviction.
那些染上奧克森提烏斯之病的人,投票支持與自己意見相同的人;而那健全的一派,則同樣尋求一位與自己信念相合的領袖。
1:1996
ταύτην Ἀμβρόσιος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, τὴν στάσιν μαθὼν καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλησίαν σὺν τάχει κατέλαβεν
Ambrose, who had been entrusted with the civil governorship of that province, learning of this faction and fearing lest some upheaval should occur, hurried at once to the church.
安波羅修當時受託治理該省的民政,得知這場紛爭後,恐怕發生什麼動亂,便急忙趕到教堂去。
1:1997
οἱ δὲ τῆς διαμάχης ἐκείνης παυσάμενοι κοινὴν ἀφῆκαν φωνήν, Ἀμβρόσιον σφίσιν ἐξαιτοῦντες προβληθῆναι ποιμένα
And they, ceasing from that strife, raised a common voice, demanding that Ambrose be put forward to them as shepherd.
百姓們就停止了那場紛爭,齊聲呼求,要求推舉安波羅修作他們的牧者。
1:1998
ταῦτα μαθὼν ὁ βασιλεὺς προσέταξε παραυτίκα καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τὸν ἀξιέπαινον ἄνδρα·
When the emperor learned of this, he ordered that this admirable man be immediately baptized and ordained;
皇帝得知此事後,便下令立即為這位可敬之人施洗,並授予聖職;
1:1999
ᾔδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκρι βεστέρας τὰς ψήφους
for he knew that Ambrose's judgment was straighter than any plumb-line, and his decisions more precise than any rule.
因為他知道安波羅修的判斷比任何準繩都更為端正,他的裁決比任何規尺都更為精確。
1:2000
ὑπέλαβε δὲ καὶ θείαν εἶναι τὴν ψῆφον, ἐκ τῆς τῶν τἀναντία φρονούντων τεκμαιρόμενος συμφωνίας
He also supposed the vote to be divine, inferring this from the concord of those who held opposing views.
他也認定這是出於神的揀選,並從那些原本意見相左之人卻能一致同意這件事上,推斷出這一點。
1:2001
ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ παναγίου βαπτίσματος ἀπήλαυσε δωρεᾶς καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτον ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ σωτῆρι καὶ δεσπότῃ τὸν ὕμνον ( καὶ γὰρ τοῖς γεγενημένοις παρῆν)·
And when Ambrose had partaken of the divine gift of most-holy baptism and had received the grace of the high priesthood, the emperor, best of all men, is said to have offered this hymn to the Savior and Master—for he himself was present at what took place:
安波羅修既領受了至聖洗禮這神聖的恩賜,又蒙受了大祭司的恩典,據說這位至善的皇帝便向救主和主宰獻上這樣的頌詞——因為他當時親身在場:
1:2002
χάρις σοι, δέσποτα παντοκράτορ καὶ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρισα σώματα, σὺ δὲ ψυχάς, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας
'Thanks be to you, Master Almighty and our Savior, that to this man I entrusted bodies, but you entrusted souls, and you have shown my judgment to be just.'
『全能的主宰、我們的救主啊,感謝你,我將人的身體託付給這人,你卻將人的靈魂託付給他,並且你已顯明我的判斷是公正的。』
1:2003
ἐπειδὴ δὲ ὀλίγων διελθουσῶν ἡμερῶν ὁ θεῖος Ἀμβρόσιος σὺν παρρησίᾳ πλείστῃ τῷ βασιλεῖ διαλεγόμενος ἐπεμέμψατό τισιν ὡς οὐκ εὖ παρὰ τῶν ἀρχόντων γεγενημένοις·
And when, a few days later, the divine Ambrose, speaking to the emperor with the utmost frankness, found fault with certain officials for things not rightly done,
過了幾天,神聖的安波羅修以極大的坦率與皇帝交談,指責某些官員行事不當,
1:2004
ταύτην σου, ἔφη ὁ βασιλεύς, καὶ πάλαι ᾔδειν τὴν παρρησίαν καὶ σαφῶς ἐπιστάμενος οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῆς χειροτονίας γεγένημαι
the emperor said, 'This frankness of yours I have known for a long time already, and knowing it well, I not only did not oppose it, but became a fellow voter for your ordination.'
皇帝便說:『你這樣的坦率,我早已知道多時了;正因深知此事,我不但沒有反對,反而在你的授職一事上與眾人同心一意地投了票。』
1:2005
ἰάτρευε οὖν, ὡς ὁ θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα
'Heal, then, as the divine law directs, the failings of our souls.'
『所以,就照著神聖的律法所指示的,來醫治我們靈魂的過犯吧。』
1:2006
ταῦτα μὲν οὖν ἐν Μεδιολάνῳ καὶ εἶπε καὶ δέδρακε
These things, then, he both said and did at Milan.
以上便是他在米蘭所說、所行的事。
1:2007
Μαθὼν δέ τινας ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παρ' ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψεν
Learning that certain persons in Asia and in Phrygia were disputing concerning the divine doctrines, he ordered a synod to be convened in Illyricum, and sent to those in dispute what had been voted and ratified by that synod.
他得知有些人在亞細亞和弗呂家對神聖的教義有所爭論,便下令在伊利里亞召開一次大公會議,並將該會議所表決、批准的內容,送交給那些起爭論的人。
1:2008
ἐψηφίσαντο δὲ οἱ συνελθόντες τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν
Those who convened voted that the faith set forth at Nicaea should prevail.
與會之人表決,應以尼西亞所頒布的信仰為準。
1:2009
ἐπέστειλε δὲ καὶ αὐτός, κοινωνὸν τῶν γραμμάτων τὸν ἀδελφὸν ποιησάμενος, ἐμμένειν τοῖς δεδογμένοις παρεγγυῶν
He himself also wrote a letter, making his brother a co-signatory of it, charging that they abide by what had been decreed.
皇帝自己也寫了一封書信,讓他的兄弟一同署名,囑咐眾人堅守所頒布的決議。
1:2010
ἀναγνώσομαι δὲ καὶ τὸν νόμον, σαφῶς αὐτοῦ κηρύττοντα τὴν εὐσέβειαν, ὡσαύτως δὲ καὶ τὴν τηνικαῦτα τοῦ Βάλεντος περὶ τὰ θεῖα δόγματα ὑγείαν δηλοῦντα
I shall now read out the edict as well, which clearly proclaims his piety, and likewise reveals the soundness that Valens then held concerning the divine doctrines.
我現在要朗讀這道法令,它清楚宣示了他的敬虔,同樣也顯明了瓦倫斯當時在神聖教義上所持守的健全。
1:2011
Αὐτοκράτορες Μέγιστοι Ἀεισέβαστοι Νικηταὶ Αὔγουστοι Οὐαλεν τινιανὸς καὶ Οὐάλης καὶ Γρατιανὸς ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν κυρίῳ χαίρειν
The Emperors, Greatest, Ever-August, Victorious, Augusti, Valentinian and Valens and Gratian, to the bishops of the diocese of Asia, Phrygia, Carophrygia, and Pacatiana, greeting in the Lord.
至偉、常尊、常勝的奧古斯都皇帝瓦倫提尼安、瓦倫斯與格拉提安,致亞細亞、弗呂家、卡羅弗呂家、帕卡提亞納各行省的眾主教,願你們在主裡平安。
1:2012
Συνόδου τηλικαύτης συγκροτηθείσης ἐν τῷ Ἰλλυρικῷ καὶ ζητή σεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπέδειξαν οἱ τρισμακαριώτατοι ἐπίσκοποι τὴν τριάδα ὁμοούσιον πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος·
When so great a synod had been convened in Illyricum, and much inquiry had been made concerning the word of salvation, the most-blessed bishops demonstrated the Trinity of Father, Son, and Holy Spirit to be consubstantial;
當如此盛大的一次會議在伊利里亞召開,並就救恩之道進行了大量的探討之後,那至為蒙福的眾主教便闡明了父、子、聖靈三位一體乃是同質的;
1:2013
ἥν, οὐδ' ὅλως ἐκκλίνοντες λειτουργίας τὰς κατὰ τὸ δίκαιον ἐπιβαλλούσας αὐτοῖς, θρησκεύουσι τὴν θρησκείαν τοῦ μεγάλου βασιλέως
and this Trinity, without in any way shrinking from the duties incumbent upon them by right, they worship with the worship due to the great King.
而這聖三一,他們並未絲毫迴避那按公義所應盡之責,反而以理當歸給那偉大君王的敬拜來敬拜祂。
1:2014
κηρύττειν δὲ ταύτην προσέταξε τὸ ἡμέτερον κράτος, οὕτως μέντοι ἵνα μὴ λέγωσί τινες ὅτι ἀνήκαμεν θρησκείᾳ βασιλέως τοῦ διέποντος τὴν γῆν ταύτην, μὴ ἀνεχόμενοι τοῦ ἐντειλαμένου ἡμῖν τὰ περὶ τῆς σωτηρίας
Our power has commanded that this be proclaimed, but in such a way that no one may say we have deferred to the religion of the emperor who governs this land, refusing to submit to him who has enjoined upon us the things concerning our salvation.
我朝已下令頒布此信仰,然而如此頒布,是為了不讓任何人說,我們是屈從於治理這片土地之皇帝的宗教,而不肯順服那位曾就救恩之事囑咐我們的那一位。
1:2015
ὡς γάρ φησι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ ἡμῶν, ὅπερ ἐπίκρισιν ταύτην ἔχει·
For as the Gospel of our Christ says, which contains this ruling:
因為正如我們基督的福音所說,其中有這樣的裁定:
1:2016
ἀπόδοτε τὰ τοῦ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ
'Render unto Caesar the things that are Caesar's, and unto God the things that are God's.'
『屬該撒的物當歸給該撒,屬神的物當歸給神。』
1:2017
τί λέγετε ὑμεῖς, οἱ ἐπίσκοποι καὶ προεστῶτες τοῦ σωτηρίου λόγου; εἰ οὕτως ἔχει τὰ τῆς ἀποδείξεως ὑμῶν, οὕτω μέντοι ἀγαπῶντες ἀλλήλους παύσασθε ἀποχρᾶσθαι ἀξιώματι βασιλέως καὶ μὴ διώκετε τοὺς ἀκριβῶς τῷ θεῷ λειτουργοῦντας, ὧν ταῖς εὐχαῖς καὶ πόλεμοι καταπαύονται ἐπὶ τῆς γῆς καὶ ἀγγέλων ἀπο στατῶν ἐπιβάσεις ἀποστρέφονται
What say you, bishops and presiding officers of the word of salvation? If your demonstration stands thus, then, loving one another in this manner, cease to misuse the dignity of the emperor, and do not persecute those who minister to God with precision, by whose prayers wars also are brought to an end upon the earth, and the assaults of apostate angels are turned back,
你們這些主教、救恩之道的領袖們,你們有何話說?倘若你們的論證確實如此,那麼就當如此彼此相愛,停止濫用皇帝的尊位,也不要逼迫那些精心事奉神的人;因這些人的禱告,戰爭得以在地上止息,叛逆天使的侵犯也得以被擊退,
1:2018
καὶ πάντας δαίμονας φθορι μαίους διὰ δεήσεως ἐπιστομίζουσιν, καὶ τὰ δημόσια κατὰ τοὺς νόμους εἰσκομίζειν ἴσασιν, καὶ οὐκ ἀντιλέγουσι τῇ τοῦ κρατοῦντος ἐξουσίᾳ, ἀλλ' εἰλικρινῶς καὶ τὴν τοῦ ἄνω θεοῦ βασιλέως ἐντο λὴν φυλάττουσι καὶ τοῖς ἡμετέροις νόμοις ὑποτάσσονται
and who through supplication silence all destroying demons, and who know how to render the public dues in accordance with the laws, and do not oppose the authority of the ruler, but sincerely keep the commandment of the King who is God above, and submit themselves to our laws.
又藉著祈求使一切毀滅性的鬼魔閉口,也懂得依法繳納公共賦稅,並不違逆掌權者的權柄,反倒誠心遵守那在上為神之君王的誡命,且順服我們的法律。
1:2019
ὑμεῖς δὲ ἀπειθεῖς ἐδείχθητε εἶναι
But you have shown yourselves to be disobedient.
但你們卻顯明自己是悖逆的。
1:2020
ἡμεῖς μὲν ἐχρησάμεθα τῷ Ἄλφα ἕως τοῦ Ω·
We indeed made use of the Alpha even to the Omega;
我等實在是從阿爾法一直用到俄梅戛;
1:2021
ὑμεῖς δὲ ἑαυτοῖς ἀπεδώκατε
but you rendered judgment unto yourselves.
但你們卻是自行判斷、自行了斷。
1:2022
ἡμεῖς μέντοι καθαροὺς ἑαυτοὺς ἀφ' ὑμῶν εἶναι θέλοντες, ὡς καὶ Πιλᾶτος ἐπὶ τῆς ἐξετάσεως τοῦ ἐν ἡμῖν πολιτευομένου Χριστοῦ, μὴ θέλοντος αὐτὸν ἀνελεῖν, καὶ ὑπὲρ τοῦ παθεῖν τὸν παρακληθέντα ἐπιστραφεὶς ἐπὶ τὰ τῆς Ἀνατολῆς μέρη καὶ αἰτήσας ὕδωρ ἐπὶ χειρῶν, ἐνίψατο αὐτοῦ τὰς χεῖρας λέγων·
We, however, wishing to keep ourselves clean of your guilt—just as Pilate too, at the examination of the Christ who dwelt among us, not wishing to put him to death, and on behalf of him who had been entreated to suffer, turned toward the regions of the East and asked for water for his hands, and washed his hands, saying:
然而我等,願使自己免於你們的罪責,正如彼拉多當年審訊那位曾在我們中間往來的基督時,並不願將祂處死;他為了那位被懇求承受苦難的人,便轉向東方之地,索取水來洗手,一面洗一面說:
1:2023
ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου, οὕτως καὶ τὸ ἡμέτερον κράτος διὰ παντὸς ἐνετείλατο μὴ διώκειν μήτε ἐπικλύζειν μήτε ζηλοῦν τοὺς ἐργαζομένους τὸ χωρίον τοῦ Χριστοῦ, μήτε τοὺς διοικητὰς ἀπελαύνειν τοῦ μεγά λου βασιλέως, ἵνα μὴ σήμερον μὲν ἐπὶ τοῦ ἡμετέρου κράτους αὔξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου παθεῖν τὰ τῆς δια θήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἵματος
'I am innocent of the blood of this righteous man'—so too our power has commanded throughout that no one persecute, nor overwhelm, nor act with envy toward those who labor in the field of Christ, nor drive away the stewards of the great King, lest, seeming today to prosper under our power, you should meanwhile suffer for the things of his covenant, him who was entreated to suffer, as happened over the blood of Zacharias.
『流這義人的血,罪不在我』——同樣,我朝也早已通令,任何人都不可逼迫、不可衝擊、不可嫉妒那些在基督的田地上勞作的人,也不可驅逐那位偉大君王的管家;免得你們今日看似在我朝之下昌盛興旺,卻在其間,就那位被懇求承受苦難者之約的事上受苦,如同從前撒迦利亞的血一般。
1:2024
ἀφίξεως ὑπὸ τοῦ ἄνωθεν βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ ἐρράγησαν, παραδοθέντες εἰς κρίσιν θανάτου, μετὰ τοῦ συνδραμόντος αὐτοῖς φθοριμαίου δαίμονος
...at the coming of our King from on high, Jesus Christ, they burst asunder, having been given over to a sentence of death, together with the destroying demon that had conspired with them.
……在我們那位從上而來的君王耶穌基督降臨之時,他們便裂開破碎,被交付死刑的審判,與那同謀害人的毀滅之鬼魔一同滅亡。
1:2025
ἅπερ καὶ αὐτὰ τὰ πραχθέντα ἀπεστάλκαμεν πρὸς ὑμᾶς, ἵνα γνῶναι ἔχητε τὰ πραχθέντα ἐν τῇ ἐναρέτῳ συνόδῳ. Τούτοις συνέζευξε τοῖς γράμμασι καὶ τῆς συνόδου τὰ δόγματα ἐν κεφαλαίῳ ταῦτα δηλώσας·
And these very proceedings we have sent to you, that you may know what was done in the virtuous synod. To this letter he joined also the decrees of the synod, setting them forth summarized as follows:
這些記錄本身,我們已一併送交給你們,好讓你們知道那次德行純正的會議所議定之事。皇帝又將該會議的決議附於此書信之後,摘要陳述如下:
1:2026
Ὁμολογοῦμεν ἀκολούθως τῇ μεγάλῃ καὶ ὀρθοδόξῳ συνόδῳ ὁμο ούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν·
We confess, in accordance with the great and orthodox synod, that the Son is consubstantial with the Father;
我們認信,遵照那偉大而正統的大公會議所定,子與父同質;
1:2027
καὶ οὐχ οὕτω νοοῦμεν τὸ ὁμοούσιον ὡς καὶ πάλαι τινὲς ἐξηγήσαντο μὴ ἀληθινῶς ὑπογράψαντες, καὶ νῦν ἕτεροι πατέρας ἐκείνους καλοῦντες, τὴν δύναμιν τῆς λέξεως ἀθετή σαντες καὶ ἑπόμενοι τοῖς γράψασι τὸ ὅμοιον δηλοῦσθαι διὰ τοῦ ὁμοουσίου, καθ' ὃ οὐδενὶ τῶν λοιπῶν κτισμάτων τῶν δι' αὐτοῦ γενομένων ἐμφερὴς ὁ υἱός, ἀλλ' ἢ μόνῳ τῷ πατρὶ ἀφωμοίωται
and we do not understand 'consubstantial' in the way that certain persons of old expounded it, without truly subscribing to it—nor as certain others now do, calling those men 'fathers,' while setting aside the force of the term, and following those who wrote that 'likeness' is what is signified by 'consubstantial,' according to which the Son would resemble none of the other creatures made through him, but would be made like to the Father alone.
我們對『同質』一詞的理解,並不像從前某些人所解釋的那樣——他們雖如此解釋,卻並非真心認同;也不像如今另有一些人,稱那些人為『教父』,卻捨棄了這詞語本身的力量,隨從那些主張『同質』所要表明的,只是『相似』的人——照這種說法,兒子就與他所藉以受造的其餘一切受造物毫無相似之處,卻僅僅與父相似而已。
1:2028
οἱ γὰρ ταῦτα ἐξηγούμενοι κτίσμα ἐξαίρετον ἀσεβῶς τὸν υἱὸν τοῦ θεοῦ δογματίζουσιν
For those who expound it in this way impiously teach that the Son of God is an exceptional creature.
因為那些如此解釋的人,其實是不虔敬地教導說神的兒子不過是一個特殊的受造物。
1:2029
ἡμεῖς δὲ φρονοῦμεν, ὡς καὶ αἱ σύνοδοι νῦν αἵ τε κατὰ Ῥώμην καὶ ἡ κατὰ Γαλλίαν, μίαν εἶναι καὶ τὴν αὐτὴν οὐσίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐν τρισὶ προσώποις, ὅ ἐστιν ἐν τρισὶ τελείαις ὑποστάσεσιν
We, however, hold—as do also the synods now convened at Rome and in Gaul—that the substance of the Father and the Son and the Holy Spirit is one and the same, in three persons, that is, in three perfect hypostases.
我們卻認定——正如如今在羅馬及高盧所召開的大公會議一樣——父、子、聖靈乃是同一個本質,存於三個位格之中,亦即三個完全的實體之中。
1:2030
ὁμολογοῦμεν δὲ κατὰ τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ, καὶ σεσαρκῶσθαι τὸν υἱὸν τοῦ θεοῦ τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν ἀνθρώποις ἐσκη νωκέναι, καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, ἐν γενέσει καὶ πάθει καὶ ἀναστάσει καὶ τῇ εἰς οὐρανοὺς ἀναβάσει·
And we confess, in accordance with the exposition at Nicaea, that the consubstantial Son of God was made flesh of the holy Virgin Mary, and dwelt among men, and fulfilled the entire dispensation on our behalf, in his birth, his suffering, his resurrection, and his ascension into the heavens;
我們又依照尼西亞所頒布的信仰宣言,認信那與父同質的神的兒子,藉著聖童貞女馬利亞成為肉身,居住在人間,並且成全了為我們所定的整個救贖計劃,包括祂的降生、受難、復活,以及升到諸天之上;
1:2031
καὶ πάλιν ἥξειν ἀποδιδόντα τὴν ὁμοίωσιν ἡμῖν τὴν θείαν παρ' ἑαυτοῦ, θεὸν ὄντα σαρκοφόρον καὶ ἄνθρωπον θεοφόρον·
and that he will come again, restoring to us the divine likeness from himself, being God bearing flesh and man bearing God.
祂還要再來,親自將神聖的肖像歸還於我們;祂是負載肉身的神,也是負載神的人。
1:2032
καὶ τοὺς τοῖς προειρημένοις ἐναντία φρονοῦντας ἀναθεματίζομεν, καὶ τοὺς μὴ γνησίως ἀναθεματίζοντας τὸν εἰπόντα ὅτι πρὶν γεννηθῆναι οὐκ ἦν ὁ υἱός, ἀλλὰ γράψαντας ὅτι καὶ πρὶν ἐνεργείᾳ γεννηθῆναι δυνάμει ἦν ἐν τῷ πατρί
And we anathematize those who hold views contrary to what has been said above, and those who do not genuinely anathematize the one who said that before he was begotten the Son did not exist, but instead write that even before he was begotten in actuality, he existed in the Father potentially.
我們將那些持與上述相反見解的人革除教籍,也將那些不真誠地革除「在受生之前子並不存在」此說之人的教籍——他們卻寫道:在實際受生之前,子已潛在地存在於父之內。
1:2033
τοῦτο γὰρ καὶ ἐπὶ πάντων τῶν κτισμάτων ἐστὶ τῶν μὴ ἀεὶ ὄντων μετὰ τοῦ θεοῦ, καθ' ὃ ὁ υἱὸς ἀεὶ μετὰ τοῦ πατρός ἐστιν, ἀϊδίῳ γεννήσει γεγεννημένος. Ταῦτα μὲν οὖν ὁ βασιλεὺς ἐν κεφαλαίῳ δεδήλωκεν
For this is also true of all created things that have not always existed together with God, in the same way as the Son is always with the Father, having been begotten by an eternal begetting. These things, then, the emperor has set forth in summary.
因為這種說法也適用於一切並非永遠與神同在的受造物,正如子永遠與父同在,是藉永恆的受生而受生的一樣。以上便是皇帝以綱要方式所闡明的內容。
1:2034
ἐγὼ δὲ καὶ αὐτὰ τῆς συνόδου τὰ γράμματα ἐνθήσω τῇ συγγραφῇ
But I will also insert into this work the letter of the synod itself.
至於我,我將把這次大公會議本身的書信也收錄於這部著作之中。
1:2035
Οἱ ἐπίσκοποι τοῦ Ἰλλυρικοῦ ταῖς ἐκκλησίαις τοῦ θεοῦ καὶ ἐπισκόποις διοικήσεως Ἀσιανῆς, Φρυγίας, Καροφρυγίας, Πακα τιανῆς, ἐν κυρίῳ χαίρειν
The bishops of Illyricum, to the churches of God and the bishops of the diocese of Asia, of Phrygia, of Carophrygia, and of Pacatiana, greeting in the Lord.
伊利里亞的眾主教,致亞細亞轄區、弗呂家、卡羅弗呂家與帕卡提亞納諸教會與眾主教:願你們在主裡喜樂。
1:2036
Συνελθόντων ἡμῶν ἐπὶ τὸ αὐτὸ καὶ ζητήσεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπεδείξαμεν ὁμοούσιον εἶναι τὴν τριάδα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος
When we had assembled together and much inquiry had taken place concerning the saving word, we demonstrated that the Trinity of Father, Son, and Holy Spirit is consubstantial.
當我們聚集一處、並對救恩之道進行了廣泛的探究之後,我們證明了父、子、聖靈三一乃是同質同體的。
1:2037
καὶ ἦν δίκαιον γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς, οὐ σοφίσμασι τὰ τῆς θρησκείας τῆς τριάδος γράφοντας, ἀλλ' ἐν ταπεινοφροσύνῃ καταξιωθέντας
And it was right for us to draft a letter to you, writing of the worship of the Trinity not with sophistries, but having been counted worthy to do so in humility of mind.
我們理當致函於你們,並非憑詭辯來論述三位一體的敬拜之道,而是在謙卑中蒙恩配得如此行。
1:2038
τουτὶ ἡμῶν τὸ γράμμα ἀπεστάλκαμεν διὰ τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν καὶ συλλειτουργοῦ Ἐλπιδίου τοῦ πρεσβυτέρου
We have sent this letter of ours through our beloved brother and fellow-minister Elpidius the presbyter.
我們已藉著親愛的弟兄兼同工、長老埃爾皮迪烏斯,送出這封書信。
1:2039
† οὐ ταῖς γὰρ τῶν ἡμε τέρων ἐν χερσὶν γραμμάτων, ἀλλ' ἐν ταῖς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ βίβλοις·
For it is not by the letters that are in our hands, but in the books of our Savior Jesus Christ:
並非憑我們手中的文字書信,而是憑我們救主耶穌基督的經卷:
1:2040
ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ
"I am of Paul," and "I of Apollos," and "I of Cephas."
「我是屬保羅的」,「我是屬亞波羅的」,「我是屬磯法的」。
1:2041
μὴ Παῦλος ἐσταυρώθη ὑπὲρ ὑμῶν, ἢ εἰς τὸ ὄνομα Παύλου ἐβαπτίσθητε; καὶ ταῦτα μὲν ἤρκει τῇ ἡμετέρᾳ ταπεινώσει, μήτε τὸ καθόλου γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς, διὰ τὸν τηλικοῦτον φόβον ὃν αὐτόθι κηρύσσετε πάσῃ τῇ ὑφ' ὑμᾶς ἐπαρχίᾳ, ἀποχωρίζοντες τὸ ἅγιον πνεῦμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ
"Was Paul crucified for you, or were you baptized in the name of Paul?" And these words alone would have sufficed for our lowliness, so as not to draft any letter at all to you, were it not for the great terror which you are proclaiming there throughout the whole province under your jurisdiction, separating the Holy Spirit from the Father and the Son.
「保羅豈是為你們釘了十字架嗎?你們豈是奉保羅的名受洗嗎?」這些話原本足以彰顯我們的謙卑,甚至無需再向你們致函一封;但因你們在所轄全省各地宣講如此嚴重的謬妄,將聖靈與父及子分離開來,[我們不得不然]。
1:2042
ἀνάγκην οὖν ἔσχομεν πέμψαι πρὸς ὑμᾶς τὸν κύριον ἡμῶν καὶ συλλειτουργὸν Ἐλπίδιον ἀπὸ τῆς βασιλευούσης Ῥωμαίων ἀρχῆς τοῦτο τὸ γράμμα ἔχοντα, καταμαθόντα εἴ γε ἄρα οὕτως ἔχει τὸ κήρυγμα ὑμῶν
We were therefore compelled to send to you our lord and fellow-minister Elpidius from the imperial seat of the Romans, bearing this letter, so that he might ascertain whether your teaching is indeed as it has been reported.
因此,我們不得不從羅馬人的皇都,差遣我們的主內同工埃爾皮迪烏斯,攜帶這封書信前來你們那裡,以便查明你們所宣講的道理是否確實如此。
1:2043
οἱ γὰρ μὴ ὁμοούσιον τὴν τριάδα κηρύττοντες ἀνά θεμα ἔστωσαν, καὶ εἴ τις τούτοις φωραθείη κοινωνῶν, ἀνάθεμα ἔστω·
For let those who do not proclaim the Trinity to be consubstantial be anathema, and if anyone should be found in communion with them, let him be anathema;
凡不宣講三一為同質同體者,當被革除教籍;若有人被查出與這等人相通,也當被革除教籍;
1:2044
τοῖς δὲ κηρύττουσιν ὁμοούσιον τὴν τριάδα ἡ βασιλεία τῶν οὐρανῶν ἡτοίμασται
but for those who proclaim the Trinity to be consubstantial, the kingdom of heaven has been prepared.
至於宣講三一為同質同體的人,天國已為他們預備妥當。
1:2045
παρακαλοῦμεν οὖν ὑμᾶς, ἀδελφοί, μὴ ἑτεροδι δασκαλεῖν, μὴ ἑτεροκαινοδοξεῖν, ἀλλ' ὁμοούσιον ἀεὶ καὶ διὰ παντὸς κηρύττοντες τὴν τριάδα δυνηθῆτε κληρονομῆσαι τὴν τοῦ θεοῦ βασιλείαν
We exhort you, therefore, brothers, not to teach otherwise, not to hold new and strange opinions, but by always and in every respect proclaiming the Trinity to be consubstantial, to be able to inherit the kingdom of God.
所以,弟兄們,我們勸勉你們:不要教導異端邪說,不要標新立異,而要始終如一、徹頭徹尾地宣講三一為同質同體,使你們得以承受神的國。
1:2046
ἔχοντες ἐχαράξαμεν τουτὶ ἡμῶν τὸ γράμμα, καὶ περὶ τῶν καθισταμένων ἐπισκόπων ἢ κατα σταθέντων συλλειτουργῶν, ἐὰν μὲν εἶεν, ἐκ τῶν τέλει χρησαμένων ἐπισκόπων ὑγιεῖς, εἰ δὲ μή, ἐξ αὐτοῦ τοῦ πρεσβυτερίου·
With this in view we have drawn up this our letter, and concerning bishops who are to be appointed, or fellow-ministers who have already been appointed: if there be, from among bishops who have completed their term, sound candidates, [they should be chosen] from these; but if not, from the presbyterate itself.
抱持此意,我們寫下這封書信,並就將被任命之主教、或已被任命之同工一事[作出規定]:若有出身於已卸任之主教中信仰純正者,當從其中選立;若無,則從長老團中選立。
1:2047
ὁμοίως τε καὶ πρεσβυτέρους καὶ διακόνους, ἐξ αὐτοῦ τοῦ ἱερατικοῦ τάγματος, ἵνα ὦσιν ἀνεπίληπτοι πανταχόθεν, καὶ ἀπὸ τοῦ βουλευτηρίου καὶ στρατιωτικῆς ἀρχῆς
and likewise presbyters and deacons should be chosen from the priestly order itself, so that they may be blameless in every respect, including with regard to the town council and to military office.
同樣地,長老與執事也當出自聖職團體本身,使其在各方面均無可指摘,包括在議會及軍職方面亦然。
1:2048
εἰς τοῦτο οὖν αὐτὸ οὐκ ἠβουλήθημεν διὰ πολλῶν ἀποχαράξαι, διὰ τὸ ἀποσταλῆναι ἕνα ἐκ πάντων τὸν κύριον ἡμῶν καὶ συλλειτουργὸν Ἐλπίδιον, ἐπισπούδως καταμαθόντα τὸ κήρυγμα ὑμῶν, εἴ γε οὕτως ἔχει ὥσπερ ἀκηκόαμεν παρὰ τοῦ κυρίου ἡμῶν καὶ συλλειτουργοῦ Εὐσταθίου
On this very matter, then, we did not wish to write at length, since one man out of all of us, our lord and fellow-minister Elpidius, has been sent, to ascertain diligently your teaching, whether it is indeed as we have heard from our lord and fellow-minister Eustathius.
因此,關於此事本身,我們不願多加贅述,因我們已從眾人中差遣一位——我們的主內同工埃爾皮迪烏斯——前來,使他能迅速查明你們所宣講的道理,是否確如我們從主內同工歐斯塔提烏斯處所聽聞的那樣。
1:2049
Λοιπὸν εἰ καί ποτε ἐν πλάνοις γεγενημένοι ἦτε, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον ἐνδύσασθε τὸν καινόν
Finally, if you have at any time fallen into error, put off the old man and put on the new.
最後,倘若你們曾一度陷入迷途,願你們脫去舊人,穿上新人。
1:2050
καὶ γὰρ καὶ ὁ αὐτὸς ἀδελφὸς καὶ συλλειτουργὸς Ἐλπίδιος διδάξει ὑμᾶς κηρῦξαι τὴν ἀληθῆ πίστιν·
For indeed this same brother and fellow-minister Elpidius will teach you to proclaim the true faith:
因為這同一位弟兄兼同工埃爾皮迪烏斯,必將教導你們宣講真實的信仰:
1:2051
ὅτι ἡ ἁγία τριάς, ἡ ὁμοούσιος τῷ θεῷ καὶ πατρί, σὺν υἱῷ καὶ ἁγίῳ πνεύματι ἡγίασται, δεδόξασται, πεφανέρωται, πατὴρ ἐν υἱῷ, υἱὸς ἐν πατρί, σὺν ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας
that the Holy Trinity, consubstantial with God the Father, together with the Son and the Holy Spirit, has been sanctified, glorified, and made manifest — the Father in the Son, the Son in the Father, together with the Holy Spirit, unto the ages.
即:聖三一——與神及父同質同體,偕同子與聖靈——已被聖化、被榮耀、已顯明;父在子內,子在父內,偕同聖靈,直到永永遠遠。
1:2052
φανερωθέντος γὰρ τούτου, φανερῶς δυνησόμεθα τὴν ἁγίαν τριάδα ὁμολογεῖν ὁμοούσιον, κατὰ τὴν πάλαι ἐκτεθεῖσαν πίστιν τὴν ἐν Νικαίᾳ, ἣν καὶ οἱ πατέρες ἐβεβαίωσαν
For once this has been made manifest, we shall be able openly to confess the Holy Trinity as consubstantial, according to the faith set forth long ago at Nicaea, which the fathers also confirmed.
因為此事一旦得以顯明,我們便能公開宣認聖三一為同質同體,正如昔日在尼西亞所訂立、並經眾教父確認的信仰一般。
1:2053
κηρυττομένης οὖν τῆς πίστεως ταύτης, δυνησόμεθα τοῦ ἀλιτηρίου δαίμονος ἐκφυγεῖν τὰς μεθοδίας·
When this faith is thus proclaimed, we shall be able to escape the wiles of the accursed demon;
這信仰既得如此宣講,我們便能逃脫那可惡邪魔的詭計;
1:2054
σβεσθέντος γὰρ τούτου, δυνησόμεθα εἰρηνικοῖς γράμμασιν ἑαυτοὺς προσκυνεῖν ἐν εἰρήνῃ διάγοντες
for when this has been quenched, we shall be able, living in peace, to greet one another with letters of peace.
因為此患一旦被撲滅,我們便能安居於和平之中,彼此以和平的書信互相致意。
1:2055
ἐγράψαμεν οὖν ὑμῖν, ἵνα εἰδέναι ἔχητε τοὺς καθαιρεθέντας Ἀρειομανίτας, τοὺς μὴ ὁμολογοῦν τας ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν μήτε τὸ ἅγιον πνεῦμα, ὧν τὰ ὀνόματα ὑπετάξαμεν·
We have written to you, therefore, so that you may know the deposed Arian-madmen, who do not confess the Son and the Holy Spirit to be of the substance of the Father — whose names we have appended below:
因此,我們寫信給你們,好使你們知悉那些已被罷黜的「阿里烏狂徒」——即不承認子與聖靈皆出於父之本質者——其姓名我們已附列於下:
1:2056
Πολυχρόνιος, Τηλέμαχος, Φαῦστος, Ἀσκλη πιάδης, Ἀμάντιος, Κλεόπατρος
Polychronius, Telemachus, Faustus, Asclepiades, Amantius, Cleopatrus.
波呂克羅尼烏斯、忒勒馬科斯、浮士都斯、阿斯克勒庇亞德斯、阿曼提烏斯、克萊奧帕特羅斯。
1:2057
καὶ ταῦτα μὲν οὕτως εἰς δόξαν πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν
And so let these things be, to the glory of the Father, the Son, and the Holy Spirit, unto the ages of ages. Amen.
凡此種種,皆歸榮耀於父、子、聖靈,直到永永遠遠,阿們。
1:2058
ἐρρῶσθαι ὑμᾶς εὐχόμεθα τῷ πατρὶ καὶ τῷ υἱῷ σωτῆρι Χριστῷ, σὺν ἁγίῳ πνεύματι, πολλαῖς ἐτῶν περιόδοις. Ὁ μὲν δὴ πανεύφημος βασιλεὺς τοσαύτην τῶν ἀποστολικῶν δογμάτων ἐποιεῖτο φροντίδα
We pray that you may fare well, in the Father and in the Son our Savior Christ, together with the Holy Spirit, for many circling years. Such, then, was the great concern the most illustrious emperor showed for the apostolic doctrines.
我們祈願你們在父、及救主基督子、偕同聖靈之內,安康度過綿長歲月。以上便是那位備受讚譽的皇帝,對使徒教義所懷抱的深切關懷。
1:2059
Αὐδαῖος δέ τις, Σύρος καὶ τὸ γένος καὶ τὴν φωνήν, καινῶν εὑρετὴς δογμάτων κατ' ἐκεῖνον ἐγένετο τὸν καιρόν, πάλαι μὲν τῶν πονηρῶν ὠδίνων ἀρξάμενος, τότε δὲ δῆλος γενόμενος
And a certain Audaeus, a Syrian both by race and by speech, arose about that time as the inventor of new doctrines, having long before begun the wicked labor pains of his heresy, but only then becoming manifest.
大約在此時,出現了一位名叫奧達尤斯的人,無論血統或語言皆屬敘利亞人,他成為新異端的創始者。他早已懷著邪惡的胎動,直到此時方才顯露出來。
1:2060
πρῶτον μὲν γὰρ ἀνοήτως νενοηκὼς τὸ ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, ἀνθρω πείαν ἔχειν μορφὴν τὸ θεῖον ὑπέλαβε, καὶ τὰ τοῦ σώματος περι κεῖσθαι ἐτόπασε μόρια, τῆς θείας γραφῆς οὐ κατιδὼν τὴν διάνοιαν
For in the first place, having foolishly understood the words "Let us make man according to our image and likeness," he supposed that the divine possesses a human form, and imagined that it is furnished with bodily members, not having perceived the meaning of the divine Scripture.
首先,他愚昧地理解了「我們要照著我們的形像、按著我們的樣式造人」這句經文,因而臆斷神具有人的形貌,並猜想神也具備肉身的肢體,卻未能領會神聖經文的真正意涵。
1:2061
πολλάκις γὰρ ταῖς θείαις ἐνεργείαις τὰ τῶν ἀνθρωπίνων μορίων ὀνόματα περιτίθησιν, ἐπειδὴ ῥᾷον οἱ τῶν λεπτοτέρων ἐπαΐειν οὐ δυνάμενοι διὰ τούτων τοῦ θεοῦ τὴν προμήθειαν μανθάνουσι
For Scripture frequently applies the names of human members to the divine operations, since those who are unable to comprehend more subtle matters more readily learn of God's providence through such expressions.
因為經文常將人體肢體的名稱套用於神聖的作為之上,這是因為那些無法領會較精微道理的人,藉此更容易明白神的眷顧。
1:2062
προσ τέθεικε δὲ τῇδε τῇ δυσσεβείᾳ καὶ ἕτερα παραπλήσια
To this impiety he added also other similar errors.
除此不敬虔之說外,他還添加了其他類似的謬論。
1:2063
ἐκ γὰρ τῆς τοῦ Μάνεντος πλάνης ἐρανισάμενος, οὔτε τοῦ πυρὸς οὔτε τοῦ σκό τους ἔφη εἶναι δημιουργὸν τὸν τῶν ὅλων θεόν
For, having borrowed from the error of Mani, he asserted that the God of all is the creator neither of fire nor of darkness.
因為他從摩尼的謬說中擷取觀點,宣稱萬有之神既非火的創造者,也非黑暗的創造者。
1:2064
ἀλλὰ ταῦτα μὲν καὶ ὅσα τοιαῦτα κατακρύπτουσιν οἱ τῆς ἐκείνου συμμορίας
But these things, and whatever else is of this kind, those of his faction keep hidden.
然而,這些主張以及其他類似的說法,皆被其黨羽所隱瞞。
1:2065
φά σκουσι δὲ τῶν ἐκκλησιαστικῶν ἀπεσχοινίσθαι συλλόγων, ἐπειδὴ τινὲς μὲν τὸν ἐπάρατον εἰσπράττουσι τόκον, τινὲς δὲ γυναιξὶν οὐ νόμῳ γάμου συνοικοῦντες παρανόμως βιοῦσιν, οἱ δὲ τούτων ἀπηλλαγμένοι τούτοις ἀδεῶς κοινωνοῦσι
They claim that they have separated themselves from the assemblies of the church because some in it exact the accursed practice of usury, while others cohabit with women outside the law of marriage and live unlawfully, and those who are free from such practices associate with them without scruple.
他們宣稱之所以自教會的集會中分離出來,是因為其中有人索取可咒詛的利息,有人未依婚姻律法而與女子同居、過著違法的生活,而那些自身潔身自好者卻毫無顧忌地與這等人來往交通。
1:2066
διὰ ταῦτά φασιν ἐκεῖνοι καθ' ἑαυτοὺς βιοτεύειν, τὴν τῶν δογμάτων ἀποκρύπτοντες βλασφημίαν
For these reasons, they say, they live apart by themselves, thereby concealing the blasphemy of their doctrines.
他們聲稱正是為此緣故,才自成一派、獨立生活,藉此掩蓋其教義中的褻瀆之處。
1:2067
ἔστι μέν τοι καὶ ἡ σκῆψις ἀλαζονείας μεστὴ καὶ τῆς Φαρισαϊκῆς διδασκαλίας ἀπόγονος
Yet this pretext is indeed full of arrogance, and is the offspring of Pharisaic teaching.
然而,這種藉口實則充滿了自負傲慢,乃是法利賽人教訓的後裔。
1:2068
καὶ γὰρ ἐκεῖνοι κατηγόρουν τοῦ τῶν ψυχῶν καὶ σωμάτων ἰατροῦ, τοῖς ἱεροῖς λέγοντες ἀποστόλοις·
For those Pharisees also accused the physician of souls and bodies, saying to the holy apostles:
因為那些法利賽人也曾指控那位醫治靈魂與身體的醫者,對聖使徒們說道:
1:2069
ἵνα τί μετὰ τῶν τελω νῶν καὶ ἁμαρτωλῶν ἐσθίει ὁ διδάσκαλος ὑμῶν ; καὶ διὰ τοῦ προφήτου δὲ περὶ τῶν τοιούτων φησὶν ὁ θεός·
"Why does your teacher eat with tax collectors and sinners?" And concerning such people God also says through the prophet:
「你們的老師為甚麼與稅吏和罪人一同吃飯?」神也曾藉先知論到這等人說:
1:2070
οἱ λέγοντες καθαρός εἰμι, μή μου ἅπτου·
"Those who say, 'I am clean, do not touch me' —"
「那些說『我是潔淨的,不要挨近我』的人——」
1:2071
οὗτος καπνὸς τοῦ θυμοῦ μου
"this is smoke in my nostrils."
「這是在我鼻中的煙。」
1:2072
ἀλλὰ τὴν τούτων διελέγχειν ἄνοιαν οὐ τοῦ παρόντος καιροῦ·
But to refute their folly is not the task of the present occasion;
然而,駁斥他們的愚妄並非此刻所宜;
1:2073
οὗ δὴ ἕνεκα ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι τῆς διηγήσεως
for this reason I shall proceed to the remainder of the narrative.
有鑑於此,我將繼續進行餘下的敘述。
1:2074
Κατὰ τοῦτον τὸν χρόνον καὶ ἡ τῶν Μεσσαλιανῶν ἐβλάστησεν αἵρεσις·
At this time also the heresy of the Messalians sprang up:
大約在此時,麥薩利安派的異端也開始萌芽興起:
1:2075
Εὐχίτας δὲ τούτους προσαγορεύουσιν οἱ εἰς τὴν Ἑλλάδα φωνὴν τοὔνομα μεταβάλλοντες
those who translate the name into the Greek tongue call them "Euchites" [Praying-people].
那些把這個名字轉譯成希臘語的人,稱他們為「歐奇泰」(意即「祈禱者」)。
1:2076
Ἐνθουσιασταὶ γὰρ καλοῦνται, δαίμονός τινος ἐνέργειαν εἰσδεχόμενοι καὶ πνεύματος ἁγίου παρουσίαν ταύτην ὑπολαμβάνοντες
For they are also called "Enthusiasts," since they receive the operation of a certain demon and suppose this to be the presence of the Holy Spirit.
他們也被稱為「恩瑟希亞斯泰」(即「附魔狂熱者」),因為他們接受某種邪魔的作為,卻以為那就是聖靈的臨在。
1:2077
οἱ δὲ τελείαν τὴν νόσον εἰσδεδεγμένοι ἀποστρέ φονται μὲν τὴν τῶν χειρῶν ἐργασίαν ὡς πονηρίαν, ὕπνῳ δὲ σφὰς αὐτοὺς ἐκδιδόντες τὰς τῶν ὀνείρων φαντασίας προφητείας ἀπο καλοῦσι
Those who have wholly received this disease turn away from manual labor as an evil, and, giving themselves over to sleep, call the fantasies of their dreams prophecies.
凡完全染上此病者,皆摒棄勞力工作,視之為邪惡之事;他們沉溺於睡眠之中,並將夢中的幻象稱為預言。
1:2078
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ζήσεται εἰς τὸν αἰῶνα
"He who eats my flesh and drinks my blood shall live forever."
「吃我肉、喝我血的人,必永遠活著。」
1:2079
κρύπτειν δὲ τὴν νόσον πειρώμενοι, καὶ μετὰ ἐλέγχους ἀναιδῶς ἐξαρνοῦνται, καὶ ἀποκηρύττουσι τοὺς ταῦτα φρονοῦντας ἅπερ ἐν ταῖς ψυχαῖς περι φέρουσι
Attempting to conceal their disease, even after being refuted they shamelessly deny it, and they publicly disown those who hold the very views which they themselves carry about within their own souls.
他們企圖隱藏這病症,即使遭到駁斥揭發,仍厚顏否認,並公開譴責那些持有——其實正是他們自己內心所懷抱——那些見解的人。
1:2080
Λητώϊος μὲν οὖν ὁ τὴν Μελιτηνῶν ἐκκλησίαν ἰθύνας, ἀνὴρ ζήλῳ θείῳ κοσμούμενος, πολλὰ τῆς νόσου ταύτης σπάσαντα θεασά μενος μοναστήρια, μᾶλλον δὲ σπήλαια λῃστρικά, ἐνέπρησε ταῦτα καὶ τοὺς λύκους ἐκ τῆς ποίμνης ἐξήλασεν
Now Letoius, who governed the church of Melitene, a man adorned with divine zeal, on seeing that many monasteries had drawn deeply from this disease — or rather, that they were robbers' dens — burned them down and drove the wolves out of the flock.
治理美利提尼教會的萊托伊烏斯,是一位滿懷神聖熱忱之人。他眼見許多修道院——與其說是修道院,不如說是強盜的巢穴——已深深沾染此病,遂將其付之一炬,並將群狼逐出羊群。
1:2081
ὡσαύτως δὲ καὶ Ἀμφιλόχιος ὁ πανεύφημος, τὴν Λυκαόνων μητρόπολιν νέμειν πεπιστευμένος καὶ ἅπαν ἰθύνων τὸ ἔθνος, ἐπισκήψασαν αὐτόσε τὴν λύμην ταύτην μαθών, ἐξανέστησε πάλιν καὶ τὰ ὑπ' αὐτοῦ νεμόμενα τῆς λώβης ἐκείνης ἠλευθέρωσε ποίμνια
Likewise also the most illustrious Amphilochius, who had been entrusted with the administration of the metropolis of the Lycaonians and governed the entire nation, upon learning that this pestilence had also attacked there, rose up again against it and freed the flocks under his care from that plague.
同樣,備受尊崇的安菲羅基烏斯,受託治理呂考尼亞的都主教區、統管全境,當他得知此禍害亦已侵襲該地,便再度奮起應對,使其治下的羊群得以脫離那場災害。
1:2082
Φλαβιανὸς δὲ ὁ πολυθρύλητος τῆς Ἀντιοχέων ἀρχιερεύς, ἐν Ἐδέσσῃ τούτους διάγειν μαθὼν τὸν οἰκεῖον τοῖς πελάζουσιν ἐγχριπτομένους ἰόν, συμμορίαν μοναχῶν ἀποστείλας ἤγαγέ τε εἰς τὴν Ἀντιόχειαν καὶ τὴν νόσον ἐξαρνουμένους τόνδε τὸν τρόπον διήλεγξε
Flavian, the much-renowned high priest of Antioch, on learning that these people were residing in Edessa, injecting their own poison into those who came near them, sent a company of monks who brought them to Antioch; and when they denied the disease, he refuted them in the following manner.
安提阿那位聲名遠播的大祭司(主教)弗拉維安,得知這些人正居留於埃德薩,將自身的毒害注入接近他們的人,便派遣一隊修士將他們押解至安提阿;當他們矢口否認染病時,弗拉維安便以如下方式駁倒他們。
1:2083
τοὺς μὲν γὰρ κατηγόρους ἔφη συκοφαντεῖν καὶ τοὺς μάρτυρας ψεύδεσθαι·
He said that the accusers were slandering falsely and the witnesses were lying;
他先是佯稱:控告者是在誣陷、見證人是在說謊;
1:2084
τὸν δὲ Ἀδέλφιον, ἄγαν ὄντα πρε σβύτην, ἠπίως τε καλέσας καὶ πλησίον καθεσθῆναι κελεύσας·
and gently calling forward Adelphius, who was a very old man, he bade him sit down close by him:
接著溫和地喚來年事已高的阿德爾菲烏斯,並吩咐他坐在自己身旁:
1:2085
ἡμεῖς, ἔφη, ὦ πρεσβύτα, τὸν πλείω βεβιωκότες βίον, ἀκριβέστερον καὶ τὴν ἀνθρωπείαν ἐμάθομεν φύσιν καὶ τὰ τῶν ἀντιπάλων δαιμόνων ἔ γνωμεν μηχανήματα, πείρᾳ δὲ καὶ τὴν τῆς χάριτος ἐδιδάχθημεν χορηγίαν·
"We," he said, "O old man, having lived the longer life, have learned more precisely both human nature and the devices of the hostile demons, and by experience we have also been taught the bestowal of grace;
他說道:「老先生啊,我們活得比較久,因而更精確地認識了人性,也了解了敵對邪魔的種種詭計,並藉由親身經歷領悟了恩典的施予;
1:2086
οὗτοι δὲ νέοι ὄντες καὶ τούτων οὐδὲν ἀκριβῶς ἐπιστά μενοι, πνευματικωτέρων ἐπακοῦσαι λόγων οὐ φέρουσι
but these men, being young and knowing none of these things precisely, cannot bear to hear more spiritual discourse."
但這些人還年輕,對此毫無精確的認識,無法承受聽聞較為深奧的屬靈言論。」
1:2087
τοιγάρτοι εἰπέ μοι, ὅπως φατὲ καὶ τὸ πνεῦμα τὸ ἐναντίον ὑποχωρεῖν καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν ἐπιφοιτᾶν
"Tell me, then, how you say both that the hostile spirit withdraws and that the grace of the all-holy Spirit comes to dwell."
「所以,告訴我,你們是如何描述那敵對之靈退去、而至聖之靈的恩典降臨的呢?」
1:2088
τούτοις ὁ πρεσβύτης ἐκεῖνος τοῖς λόγοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰόν, καὶ ἔφη μηδεμίαν μὲν ἐκ τοῦ θείου βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον ἐξελαύνειν
Beguiled by these words, that old man vomited forth all the hidden poison, and said that no benefit at all accrues from divine baptism to those who receive it, but that only fervent prayer drives out the indwelling demon.
那位老者被這番話所誘惑,竟吐露出所有隱藏的毒害,宣稱受洗者從神聖的洗禮中得不到任何益處,唯有懇切的祈禱方能驅逐內住的邪魔。
1:2089
ἕλκειν γὰρ ἕκαστον τῶν τικτομένων ἔλεγεν ἐκ τοῦ προπάτορος, ὥσπερ τὴν φύσιν, οὕτω δὴ καὶ τὴν τῶν δαιμό νων δουλείαν·
For he said that every person who is born inherits from the forefather, just as he inherits nature, so likewise also enslavement to demons;
他說:凡出生之人皆從始祖那裡承繼而來,正如承繼了本性一般,也同樣承繼了受制於邪魔的奴役;
1:2090
τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινή σεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης
and when these demons are driven out by fervent prayer, the all-holy Spirit thereafter comes to dwell, signifying its own presence perceptibly and visibly, and freeing the body from the movement of the passions, and delivering the soul entirely from the inclination toward what is worse — so that thereafter there is no longer any need either of fasting to afflict the body, or of teaching to restrain it and train it to walk in good order.
當這些邪魔被懇切的祈禱所驅逐後,至聖之靈便隨即降臨,以可感可見的方式彰顯自身的臨在,使肉身脫離情慾的騷動,也使靈魂完全擺脫向惡的傾向;如此一來,便再也不需要以禁食來苦待身體,也不需要以教導來約束它、訓練它循規蹈矩了。
1:2091
οὐ μόνον δὲ ὁ τούτου τετυχηκὼς τῶν τοῦ σώματος ἀπαλλάττεται σκιρτημάτων, ἀλλὰ καὶ σαφῶς τὰ μέλλοντα προορᾷ καὶ τὴν τριάδα τὴν θείαν τοῖς ὀφθαλμοῖς θεωρεῖ
Not only is the one who has attained this freed from the leapings of the body, but he also clearly foresees the future and beholds the divine Trinity with his own eyes.
得此恩典之人,不僅得以擺脫肉體的躁動,更能清楚預知未來之事,並以肉眼親睹那神聖的三一。
1:2092
οὕτως ὁ θεῖος Φλαβιανὸς τὴν δυσώδη διορύξας πηγὴν καὶ γυμνῶσαι παρασκευάσας τὰ θανατικὰ νάματα, πρὸς τὸν δύστηνον ἔφη πρεσβύτην·
Thus the divine Flavian, having dug open the foul-smelling spring and caused the deadly waters to be laid bare, said to the wretched old man:
神聖的弗拉維安就這樣挖開了那股惡臭的泉源,使那致命的水流暴露無遺,隨即對那可憐的老者說道:
1:2093
πεπαλαιωμένε ἡμε ρῶν κακῶν, ἐλέγξαι σε τὸ σὸν στόμα καὶ οὐκ ἐγώ·
"You who are grown old in evil days, let your own mouth convict you, and not I;
「你這在邪惡歲月中變得老朽之人啊,讓你自己的口定你的罪,而不是我;
1:2094
τὰ δὲ χείλη σου καταμαρτυρήσαι σου
and let your own lips testify against you."
願你自己的嘴唇作見證控告你。」
1:2095
δήλης δὲ ταύτης τῆς νόσου γεγενη μένης, τῆς μὲν Συρίας ἐξηλάθησαν, εἰς δὲ τὴν Παμφυλίαν ἐχώρησαν καὶ ταύτην τῆς λώβης ἐνέπλησαν
When this disease had thus become manifest, they were driven out of Syria, and withdrew into Pamphylia, and filled that region too with their plague.
這病症既已如此暴露無遺,他們遂被逐出敘利亞,轉而遷往潘菲利亞,並使該地也充滿了這種禍害。
1:2096
Ἐγὼ δὲ τῆς ἱστορίας τὰ λοιπὰ διηγήσομαι καὶ τῆς καταιγίδος, ἣ τὰς πολλὰς κατὰ τῶν ἐκκλησιῶν τρικυμίας ἐκίνησε, τὴν ἀρχὴν ἐπιδείξω
I shall now narrate the remainder of the history, and shall show the beginning of the storm which stirred up the many towering waves against the churches.
我現在將繼續敘述這部史書其餘的內容,並揭示那場風暴的起因——正是這場風暴掀起了多次衝擊眾教會的滔天巨浪。
1:2097
ὁ γὰρ Βάλης τὴν βασιλείαν παραλαβὼν τοῖς ἀποστολικοῖς τὰ πρῶτα δόγμασιν ἐκοσμεῖτο
For Valens, upon assuming the imperial rule, at first adorned himself with the apostolic doctrines.
瓦倫斯即位掌權之初,起初以使徒的正統教義自我修飾。
1:2098
τῶν δὲ Γότθων τὸν Ἴστρον διαβάν των καὶ τὴν Θρᾴκην ληϊζομένων, στρατιάν τε συναθροῖσαι καὶ στρατεῦσαι κατ' αὐτῶν ἐβουλεύσατο
But when the Goths crossed the Ister and were plundering Thrace, he resolved to muster an army and march against them.
然而,當哥德人渡過伊斯特河(多瑙河)並劫掠色雷斯之時,他決意集結軍隊、出征討伐他們。
1:2099
τοῦ παναγίου βαπτίσματος πανοπλίᾳ φραξάμενον
...having been fortified with the full armor of the all-holy baptism.
……以至聖洗禮的全副軍裝武裝自己……
1:2100
καὶ τοῦτο μὲν εὖ γε ἔδοξε καὶ μάλα σοφῶς·
And this indeed seemed to be well and very wisely done:
這一決定看來確實是妥當且十分明智的:
1:2101
τὸ δὲ μετὰ τοῦτο πολλὴν τῆς ψυχῆς μαλακίαν καὶ τῆς ἀληθείας προδοσίαν δηλοῖ
But what happened after this reveals great softness of soul and betrayal of the truth.
此後所發生的事,顯明了靈魂極大的軟弱與對真理的背棄。
1:2102
τὸ γὰρ ὅμοιον πέπονθεν ὁ ταλαίπωρος πάθος Ἀδὰμ τῷ προπάτορι
For the wretched man suffered the same misfortune as Adam our forefather.
因為這可憐的人所遭遇的,與我們的始祖亞當所受的苦難相同。
1:2103
τοῖς γὰρ τῆς ὁμόζυγος λόγοις καὶ οὗτος καταθελχθεὶς ἐξηνδραποδίσθη, καὶ γέγονεν οὐ δορυάλωτος, ἀλλ' ἀπατηλῶν καὶ γυναικείων ῥημάτων ὑπήκοος
For he too, beguiled by the words of his consort, was enslaved, and became not a captive taken by the spear, but obedient to deceitful and womanish words.
因為他也被配偶的話語所迷惑而被奴役,不是被長矛所擄,而是順從了欺詐的婦人言辭。
1:2104
τῆς γάρ τοι Ἀρεια νικῆς ἐξαπάτης ἐκείνη πρότερον θήραμα γενομένη συνεθήρευσε καὶ τοῦτον, καὶ σὺν αὐτῇ πεσεῖν εἰς τὸ τῆς βλασφημίας ἀνέπεισε βάρα θρον
For she, having herself first become prey to the Arian deception, hunted him down as well, and persuaded him to fall with her into the pit of blasphemy.
因為她自己先前已成為亞流異端欺騙的獵物,如今又把他也一併獵捕,說服他與她一同墮入褻瀆的深淵。
1:2105
ἡγεῖτο δὲ ξεναγῶν καὶ μυσταγωγῶν ὁ Εὐδόξιος·
Eudoxius led the way, acting as guide and initiator into these mysteries.
歐多克西烏斯在前引路,充當嚮導與這些奧祕的引領者。
1:2106
αὐτὸς γὰρ ἔτι τῆς ἐκκλησίας Κωνσταντινουπόλεως κατεῖχε τοὺς οἴακας, οὐκ ἰθύνων ἀλλὰ βαπτίζων τὸ σκάφος
For he still held the helm of the church of Constantinople, not steering the vessel but sinking it.
因為他當時仍握著君士坦丁堡教會的舵,不是在駕駛這艘船,而是使其沉沒。
1:2107
τότε δὴ οὖν παρ' αὐτὸν τῆς μυήσεως τὸν καιρὸν ὅρκοις δεσμεῖ τὸν τρισάθλιον, ὥστε καὶ τῇ τοῦ δόγματος δυσσεβείᾳ προσμεῖναι, καὶ τοὺς τἀναντία φρονοῦντας πάν τοθεν ἐξελάσαι
At that time, then, at the very moment of initiation, he bound the thrice-wretched man with oaths, both to abide in the impiety of the doctrine and to drive out from everywhere those who thought otherwise.
就在那時,正值入教之際,他用誓言捆綁了這三重可悲的人,使他既要堅持此教義的不敬虔,又要把持異見者從各處驅逐出去。
1:2108
Οὕτω τὴν ἀποστολικὴν ἐκεῖνος διδασκαλίαν καταλιπών, τῆς ἐναντίας μερίδος ἐγένετο·
Thus that man, having abandoned the apostolic teaching, went over to the opposing party.
那人就這樣拋棄了使徒的教導,轉投對立的一派。
1:2109
καὶ βραχέος διεληλυθότος χρόνου τὰ λει πόμενα τῶν ὀμωμοσμένων ἐπλήρωσεν
And after a short time had passed, he fulfilled the rest of what he had sworn.
過了不久,他便履行了他所立誓言中剩餘的部分。
1:2110
ἐξήλασε μὲν γὰρ ἐκ τῆς Ἀντιόχου τὸν μέγαν Μελέτιον, ἐκ δὲ Σαμοσάτων τὸν θεῖον Εὐσέ βιον, Λαοδίκειαν δὲ Πελαγίου τοῦ θαυμασίου ποιμένος ἐστέρησεν·
For he drove the great Meletius out of Antioch, and the divine Eusebius out of Samosata, and deprived Laodicea of Pelagius, its admirable shepherd.
他把偉大的美勒提烏斯逐出安提阿,把神聖的優西比烏逐出撒摩撒他,又使勞迪基亞失去了牧者──那位令人景仰的佩拉吉烏斯。
1:2111
ὃς ἐδέξατο μὲν νέος ὢν τὸν τοῦ γάμου ζυγόν, ἐν αὐτῇ δὲ τῇ παστάδι, τῇ πρώτῃ τῶν γάμων ἡμέρᾳ, τὴν ἁγνείαν ἔπεισε τῆς κοινωνίας προτιμῆσαι τὴν νύμφην καὶ φιλοστοργίαν ἀδελφικὴν ἀντὶ γαμικῆς συναφείας ἔχειν αὐτὴν ἐξεπαίδευσεν
This man, while still a young man, had taken upon himself the yoke of marriage, but on the very bridal night, on the first day of the wedding, he persuaded his bride to prefer chastity to conjugal union, and taught her to hold toward him a sisterly affection instead of the marriage bond.
他年輕時曾負起婚姻之軛,然而就在洞房之夜、婚禮的第一天,他便說服新娘寧取貞潔而捨夫妻之合,教導她以姊妹般的親愛之情,取代夫妻的結合。
1:2112
οὕτω μὲν δὴ τὴν σωφροσύνην κατώρθωσεν
Thus indeed he achieved chastity.
他就是這樣成就了貞潔。
1:2113
εἶχε δὲ καὶ τὰς ταύτης ἀδελφὰς ἀρετὰς ἐν ἑαυτῷ σὺν αὐτῇ χορευούσας·
And he also possessed within himself, dancing together with it, the sister virtues of chastity.
他自身也擁有與貞潔相伴同舞的姊妹諸德。
1:2114
οὗ δὴ ἕνεκα ψήφῳ κοινῇ τὴν προεδρίαν ἐδέξατο
For this reason, by common vote, he received the presidency of the see.
正因如此,他經眾人一致表決而承受了主教的職位。
1:2115
ἀλλ' ὅμως οὐδὲ αἱ τῆς πολιτείας ἀκτίνες κατῄδεσαν τὸν τῆς ἀλη θείας πολέμιον·
But nevertheless not even the rays of his virtuous conduct shamed the enemy of the truth.
然而,即使他德行的光輝,也未能使真理的仇敵感到羞愧。
1:2116
ἀλλὰ τοῦτον μὲν εἰς τὴν Ἀραβίαν ἐξέπεμψεν, εἰς δὲ τὴν Ἀρμενίαν τὸν θεῖον Μελέτιον, εἰς δέ γε τὴν Θρᾴκην Εὐσέβιον τὸν τοῖς ἀποστολικοῖς ἱδρῶσι περιρρεόμενον
But he sent him off to Arabia, and sent the divine Meletius to Armenia, and Eusebius, drenched in apostolic labors, to Thrace.
反倒把他放逐到阿拉伯,把神聖的美勒提烏斯放逐到亞美尼亞,又把飽經使徒勞苦浸潤的優西比烏放逐到色雷斯。
1:2117
Οὗτος γὰρ πολλὰς τῶν ἐκκλησιῶν ἐρήμους εἶναι ποιμένων μαθών, στρατιωτικὸν ἀμπεχόμενος σχῆμα καὶ τιάρᾳ καλύπτων τὴν κεφαλήν, καὶ τὴν Συρίαν περιῄει καὶ τὴν Φοινίκην καὶ τὴν Παλαι στίνην, πρεσβυτέρους χειροτονῶν καὶ διακόνους καὶ τὰ ἄλλα τάγματα τῆς ἐκκλησίας ἀναπληρῶν·
For he, learning that many of the churches were bereft of shepherds, put on the garb of a soldier and covered his head with a cap, and went about Syria and Phoenicia and Palestine, ordaining presbyters and deacons and filling up the other orders of the church.
他得知許多教會缺乏牧者,便穿上士兵的裝束,以頭巾遮蓋頭部,走遍敘利亞、腓尼基與巴勒斯坦,按立長老與執事,補足教會其餘的品位。
1:2118
εἰ δέ ποτε καὶ ἐπισκόπων ὁμογνωμόνων ἐπέτυχε, καὶ προέδρους ταῖς δεομέναις ἐκκλησίαις προὐβάλλετο
And if ever he chanced upon bishops of like mind, he would also put forward presidents for the churches in need.
若偶然遇見志同道合的主教,他也會為有需要的教會推舉主教。
1:2119
Ὁπόσην δὲ ἀνδρείαν τε καὶ σοφίαν ἐπεδείξατο βασιλικὸν δεξά μενος νόμον ὃς ἐκέλευεν αὐτὸν τὴν Θρᾴκην καταλαβεῖν, ἀναγκαῖον οἶμαι τοὺς ἀγνοοῦντας μαθεῖν
How much courage and wisdom he displayed upon receiving the imperial edict which ordered him to reach Thrace, I think it necessary for those who do not know to learn.
他在接到那道命令他前往色雷斯的皇帝敕令時,展現出何等的勇氣與智慧,我認為有必要讓不知情的人明白。
1:2120
ἀφίκετο μὲν γὰρ ὁ τοῦτον κομίζων τὸν νόμον περὶ δείλην ὀψίαν·
For the man carrying this edict arrived about late evening.
原來攜帶這道敕令的人,是在傍晚時分抵達的。
1:2121
ὁ δέ οἱ σιγῆσαί τε παρηγγύησε καὶ κρύψαι τῆς ἀφίξεως τὴν αἰτίαν
And he charged him to keep silent and to conceal the reason for his arrival.
他便囑咐那人要保持緘默,隱瞞來意的緣由。
1:2122
εἰ γὰρ μάθοι, ἔφη, τὸ πλῆθος ζήλῳ θείῳ συντεθραμμένον, σὲ μὲν κατακοντιοῦσιν, ἐγὼ δὲ τὰς ὑπὲρ τῆς σῆς τελευτῆς εἰσπραχθήσομαι δίκας
"For if the people, nurtured on divine zeal, should learn of it," he said, "they will pierce you through with spears, and I shall be made to pay the penalty for your death."
他說:「因為民眾若得知此事──他們自幼培養出對神的熱誠──必用長矛刺穿你,而我則要為你的死承擔懲罰。」
1:2123
ταῦτα εἰπὼν καὶ τὴν ἑσπερινὴν λειτουργίαν συνήθως ἐπιτελέσας, περὶ αὐτὰς τοῦ ὕπνου τὰς εἰσβολάς, ἑνὶ θαρρήσας τῶν οἰκετῶν, μόνος ἐξελήλυθεν ὁ πρεσβύτης βαδίζων·
Having said this and performed the evening liturgy as usual, about the very onset of sleep, trusting only one of his servants, the old man went out alone on foot.
說完這話,他照常主持了晚禱禮儀,及至將要就寢之時,只信任一名僕人,這位老人便獨自步行離去。
1:2124
εἵπετο δὲ ὁ θεράπων, προσκεφάλαιον μόνον καὶ βιβλίον κομίζων
And the attendant followed, carrying only a pillow and a book.
那僕人隨行在後,只攜帶了一個枕頭與一卷書。
1:2125
καταλαβὼν δὲ τοῦ ποταμοῦ τὴν ὄχθην ( παρ' αὐτοὺς γὰρ τοῦ ἄστεως τοὺς περιβόλους ὁ Εὐφράτης ἔχει τὸν πόρον), ἐπέβη τε πορθμείου καὶ τοῖς ἐρέταις ἐλαύνειν ἐπὶ τὸ Ζεῦγμα προσέταξεν
And reaching the bank of the river (for the Euphrates flows right by the very walls of the city), he boarded a ferry-boat and ordered the oarsmen to row to Zeugma.
他來到河岸(幼發拉底河正緊貼著這座城的城牆流過),登上一艘渡船,命令船夫划往澤烏格瑪。
1:2126
ἡμέρας δὲ γενομένης, ὁ μὲν τὸ Ζεῦγμα κατέλαβεν, τὰ δὲ Σαμόσατα ὀδυρμῶν ἦν καὶ θρήνων μεστά
When day came, he reached Zeugma, while Samosata was filled with wailing and lamentation.
天亮之時,他已抵達澤烏格瑪,而撒摩撒他城則充滿了哀號與悲泣。
1:2127
τοῦ γὰρ οἰκέτου ἐκείνου τοῖς γνωρίμοις τὰ προστεταγμένα μηνύσαντος, καὶ τίνας μὲν αὐτῷ συνεκδημῆσαι προσή κει, ποίας δὲ βίβλους κομίσαι, ὠλοφύροντο μὲν ἅπαντες τοῦ ποι μένος τὴν στέρησιν, πλήρης δὲ ὁ τοῦ ποταμοῦ πόρος τῶν πλεόντων ἐγένετο
For when that servant had disclosed to their acquaintances the instructions given—both who ought to accompany him abroad, and which books to bring—all lamented the loss of their shepherd, and the river crossing became full of those sailing after him.
因為那僕人向相識之人透露了所受的吩咐──誰該隨他出行、該攜帶哪些書卷──眾人便為失去牧者而哀悼,河渡口擠滿了乘船趕去的人。
1:2128
ἐπειδὴ δὲ ἀφίκοντο καὶ τὸν ποθούμενον εἶδον ποιμένα, ὀδυρόμενοι μὲν καὶ στένοντες καὶ πηγὰς δακρύων προχέοντες πείθειν ἐπειρῶντο μένειν, καὶ μὴ προέσθαι τοῖς λύκοις τὰ πρόβατα
And when they arrived and saw the beloved shepherd, wailing and groaning and pouring forth fountains of tears, they tried to persuade him to stay, and not to abandon the sheep to the wolves.
他們趕到、見到那思慕已久的牧者時,哀哭呻吟,淚如泉湧,竭力想說服他留下,不要把羊群棄於群狼之口。
1:2129
ἐπειδὴ δὲ οὐκ ἔπεισαν ( ἤκουσαν δὲ αὐτοῦ τὸν ἀποστολικὸν ἀναγινώσκοντος νόμον ὃς διαγορεύει σαφῶς ἀρχαῖς καὶ ἐξουσίαις ὑποτάσσεσθαι ) οἱ μὲν αὐτῷ χρυσίον προσήνεγκαν, οἱ δὲ ἀργύριον, ἄλλοι δὲ ἐσθῆτα, ἕτεροι δὲ οἰκέτας, ὡς εἰς ξένην καὶ ἑκὰς κειμένην ἀπαίροντι γῆν
And when they failed to persuade him (for they heard him reading the apostolic precept which clearly commands submission to rulers and authorities), some brought him gold, others silver, others clothing, others servants, as to one setting out for a foreign and far-distant land.
他們未能說服他(因為他們聽見他誦讀使徒的教訓,那教訓明明吩咐人要順服掌權者與官長),於是有人送他金子,有人送銀子,有人送衣物,有人送僕役,如同送別一位將要前往遙遠異邦的人。
1:2130
γνωριμωτέρων λαβὼν καὶ διδασκαλίαις ἅπαντας καὶ προσευχαῖς καθοπλίσας καὶ τῶν ἀποστολικῶν ὑπερμα χεῖν δογμάτων παρεγγυήσας, ἐπὶ τὸν Ἴστρον ἀπῆρεν
Taking some of his more intimate acquaintances, and having armed all with teachings and prayers and having charged them to fight for the apostolic doctrines, he departed for the Danube.
他帶著幾位較親近的相識,以教導與禱告武裝眾人,並囑咐他們要為使徒的教義力戰,然後便啟程前往多瑙河。
1:2131
οἱ δὲ τὸ σφέ τερον ἄστυ καταλαβόντες καὶ ἀλλήλους παραθήξαντες, προσέμενον τῶν λύκων τὰς προσβολάς
And they, returning to their own city and encouraging one another, awaited the attacks of the wolves.
他們則回到自己的城中,彼此激勵,等候著群狼的來襲。
1:2132
ἐπειδὴ γὰρ οἱ τῆς Ἀρείου συμμορίας, τοῦ πάντα ἀρίστου ποιμένος τὴν ποίμνην γυμνώσαντες, ἕτερον ἀντ' ἐκείνου προὐβάλοντο πρόεδρον, οὐδεὶς τῶν τὴν πόλιν ἐκείνην οἰκούντων, οὐ πενίᾳ συζῶν, οὐ πλούτῳ κομῶν, οὐκ οἰκέτης, οὐ χειροτέχνης, οὐ γηπόνος, οὐ φυτοκόμος, οὐκ ἀνήρ, οὐ γυνή, οὐ νέος, οὐ πρεσβύτης, εἰς ἐκκλη σιαστικὸν συνήθως ἀφίκετο σύλλογον·
For when those of the faction of Arius, having stripped the flock of its altogether best shepherd, put forward another president in his place, none of those dwelling in that city—neither poor nor rich, neither servant nor craftsman, neither farmer nor gardener, neither man nor woman, neither young nor old—came as usual to the church assembly.
因為當亞流一派的人,既已使羊群喪失那位最卓越的牧者,另立一人為主教之後,那城中所有居民──無論貧富,無論僕役或工匠,無論農夫或園丁,無論男女老少──都不再照常前往教會的聚會。
1:2133
μόνος δὲ διῆγεν ἐκεῖνος, οὐδε νὸς αὐτὸν οὔτε ὁρῶντος οὔτε λόγου μεταδιδόντος, καίτοι φασὶν αὐτὸν ἐπιεικείᾳ συνεζηκέναι πολλῇ
But that man lived on alone, no one either looking at him or exchanging a word with him, although they say he had lived with much gentleness.
而那人卻獨自度日,無人看他一眼,也無人與他交談一句,儘管據說他為人相當溫和謙遜。
1:2134
ἐρῶ δὲ καὶ τούτου τεκμήριον
And I shall tell also a proof of this.
我也要講述證明此事的一個例子。
1:2135
Ἐπειδὴ γὰρ λούσασθαι βουληθέντος οἱ οἰκέται τοῦ βαλανείου τὰς θύρας ἔκλεισαν τοὺς εἰσελθεῖν βουλομένους κωλύοντες, πλῆθος πρὸ τῶν θυρῶν θεασάμενος ἀναπετάσαι ταύτας ἐκέλευσε, καὶ ἀδεῶς τοῦ λουτροῦ τοὺς πάντας κοινωνῆσαι προσέταξε
For when he wished to bathe, his servants shut the doors of the bath-house, preventing those who wished to enter; but seeing a crowd before the doors, he ordered them to be thrown open, and commanded that all should share the bath without fear.
原來當他想要沐浴時,僕人們關上了浴場的門,阻止想要進入的人;但他看見門前聚集了一群人,便命令把門打開,並吩咐眾人可以毫無畏懼地一同入浴。
1:2136
ταὐτὸ δὲ τοῦτο καὶ ἔνδον ἐν τοῖς θόλοις πεποίηκε
And he did this same thing also inside, in the vaulted chambers.
他在裡面的穹頂浴室內,也做了同樣的事。
1:2137
λουομένῳ γὰρ αὐτῷ παρεστηκότας ἰδών, συμμετασχεῖν τῶν θερμῶν ὑδάτων ἐκέλευσεν·
For seeing them standing by while he was bathing, he bade them share in the hot water together with him.
他沐浴時,見眾人站在一旁,便邀他們一同分享那熱水。
1:2138
οἱ δὲ σιγῶντες εἱστήκεισαν
But they stood in silence.
但他們卻默然而立。
1:2139
ὁ δὲ τιμὴν τὴν στάσιν ὑπολαβών, θᾶττον ἀναβὰς ἐξε λήλυθεν
And he, taking their standing there as a mark of respect, quickly got up and went out.
他把他們的站立視為一種敬意,便匆忙起身離去。
1:2140
οἱ δὲ τοῦ τῆς αἱρέσεως ἄγους καὶ τὸ ὕδωρ μετεσχηκέναι νομίσαντες, ἐκεῖνο μὲν τοῖς ὑπονόμοις παρέπεμψαν, ἕτερον δὲ αὐτοῖς κερασθῆναι προσέταξαν
But they, supposing that the water itself had partaken of the pollution of the heresy, sent that water off into the drains, and ordered other water to be mixed for themselves.
而他們卻以為那水本身已沾染了異端的污穢,便將那水排入下水道,另外吩咐為自己調配他水。
1:2141
τοῦτο μαθὼν ἐκεῖνος ᾤχετο τὴν πόλιν καταλιπών, πόλιν οἰκεῖν ἀπεχθανομένην καὶ κοινὴν δυσμένειαν ἔχου σαν ἀβέλτερον εἶναι νομίσας καὶ λίαν ἀνόητον
When he learned this, he departed, abandoning the city, judging it foolish and utterly senseless to dwell in a city that hated him and held toward him a common hostility.
他得知此事後便離去,棄城而去,因為他認定居住在一座憎惡他、對他懷有普遍敵意的城中,實在是愚昧至極、毫無理智。
1:2142
Τοῦ δὲ Εὐνομίου τὰ Σαμόσατα καταλιπόντος (οὕτω γὰρ ὠνο μάζετο), Λούκιον αὐτοῖς ἀντ' ἐκείνου προὐβάλοντο, προφανῆ λύκον καὶ τῶν προβάτων ἐπίβουλον
When Eunomius (for that was his name) had abandoned Samosata, they put forward Lucius in his place, a manifest wolf and plotter against the sheep.
當歐諾米烏斯(此為其名)棄撒摩撒他而去之後,他們便立盧修為其接替者,此人是個明目張膽的豺狼,圖謀加害於羊群。
1:2143
ἀλλὰ καὶ ποιμένος ἔρημα ὄντα τὰ πρόβατα τὰ ποιμένων εἰργάζετο·
But the sheep, though bereft of a shepherd, performed the works of shepherds.
然而羊群雖無牧者,卻自行做起了牧者的工作。
1:2144
διετέλεσαν γὰρ τὴν ἀποστολικὴν διδασκαλίαν φυλάττοντες ἄσυλον
For they continued to guard the apostolic teaching inviolate.
因為他們始終堅守使徒的教訓,不受絲毫侵犯。
1:2145
ὅπως δὲ καὶ τοῦτον ἅπαντες ἐμυσάττοντο, ἕτερον διδάξει διήγημα
And how all abhorred this man too, another story will show.
至於眾人如何同樣厭惡此人,另一則記事將可證明。
1:2146
Μειράκια γὰρ δὴ κατὰ τὴν ἀγορὰν σφαῖραν ἀλλήλοις ἀντέπεμπον, τερπόμενα τῇ παιδιᾷ
For young boys in the marketplace were throwing a ball back and forth to one another, delighting in the game.
原來有些少年在市集中彼此互擲皮球,樂在其中。
1:2147
συνέβη τὴν σφαῖραν ἐκπεσοῦσαν διὰ τῶν τοῦ ὄνου διαβῆναι ποδῶν
It happened that the ball, falling out, passed between the legs of a donkey.
碰巧那球滾落,從一頭驢子的腿間穿過。
1:2148
οἱ δὲ ἀνωλόλυξαν, μύσους ἀναπλησθῆναι τὴν σφαῖραν ὑπειληφότες·
And they cried out, supposing that the ball had become filled with pollution.
他們便大聲哀叫,以為那球已沾滿了污穢。
1:2149
ὁ δὲ συνεὶς ἐκέλευσεν ἑνὶ τῶν ἑπομένων προσμεῖναι καὶ γνῶναι τὸ δρώμενον
And he, understanding, ordered one of his attendants to stay behind and find out what was being done.
他察覺此事後,便吩咐隨從中一人留下,探查發生了什麼事。
1:2150
οἱ δὲ παῖδες πῦρ ἀνάψαντες καὶ τὴν σφαῖραν διὰ τῆς φλογὸς ἀκοντίσαντες, οὕτω καθαίρειν ὑπέλαβον
And the boys, kindling a fire and hurling the ball through the flame, in this way supposed they were purifying it.
那些孩子點起火來,把球擲穿火焰,以為這樣便能潔淨那球。
1:2151
καὶ οἶδα μὲν ὡς μειρακιῶδες τοῦτο καὶ τῆς παλαιᾶς λείψανον συνηθείας·
And I know that this is a boyish thing, and a remnant of old custom.
我知道這不過是孩童的把戲,是古老習俗的遺跡。
1:2152
ἱκανὸν δὲ ὅμως τεκμηριῶσαι τὸ μῖσος ὁπόσον εἶχεν ἡ πόλις ἐκείνη περὶ τὴν Ἀρείου συμμορίαν
But nevertheless it is sufficient to prove how great was the hatred that city held toward the faction of Arius.
然而,這已足以證明那座城對亞流一派懷有何等深切的憎惡。
1:2153
Ὁ μέντοι Λούκιος οὐκ ἐζήλωσε τὴν Εὐνομίου πραότητα, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους τῶν ἱερωμένων ἐξοστρακίσαι τοὺς ἄρχοντας ἔπεισε, τοὺς δέ γε διαφερόντως τῶν θείων ὑπερμαχοῦντας δογμάτων εἰς αὐτὰ ἐξέπεμψε τῆς Ῥωμαίων ἡγεμονίας τὰ τέρματα·
Lucius, however, did not emulate the mildness of Eunomius, but persuaded the rulers to banish many others of the clergy, and those especially who fought vigorously for the divine doctrines he sent off to the very ends of the Roman dominion.
然而盧修並不效法歐諾米烏斯的溫和,反倒說服官長流放了許多其他神職人員,尤其把那些奮力為神聖教義爭戰的人,發配到羅馬帝國疆域的極邊之地。
1:2154
Εὐόλκιον μὲν διακονίας ἠξιωμένον, εἰς Ὄασιν εἰς τὸ ἔρημον πολυθρύλητον, Ἀντίοχον δέ, καὶ τῇ Εὐσεβίου τοῦ μεγάλου συγγενείᾳ κοσμούμενον (ἀδελφιδοῦς γὰρ αὐτοῦ ἐτύγχανεν ὤν), καὶ πολλοῖς οἰκείοις κατορθώ μασι λαμπρυνόμενον, καὶ μὲν δὴ καὶ ἱερωσύνης ἠξιωμένον, εἴς τινα τῆς Ἀρμενίας ἐσχατιάν
Evolcius, who had been deemed worthy of the diaconate, he sent to Oasis, to the much-talked-of desert; and Antiochus, who was adorned by kinship with the great Eusebius (for he happened to be his nephew), and who was distinguished by many personal achievements, and who indeed had also been deemed worthy of the priesthood, he sent to a certain remote region of Armenia.
他把已蒙授執事之職的優歐爾基烏斯,發配到俄阿西斯──那個聲名遠播的曠野;又把安提阿古──此人因與偉大的優西比烏有親屬關係(原是其姪子)而增光,並以許多個人的德行操守而顯揚,且同樣已蒙授司鐸之職──發配到亞美尼亞的某個邊遠之地。
1:2155
ὅπως δὲ οὗτος τῶν θείων ὑπερήθλει δογ μάτων, τὰ μετὰ ταῦτα δηλώσει
And how this man contended for the divine doctrines, what follows will show.
至於此人如何為神聖的教義力戰,後文將加以說明。
1:2156
Ἐπειδὴ γὰρ ὁ θεῖος Εὐσέβιος μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τὰς ἰσαρίθμους νίκας καὶ τὸ τῶν μαρτύρων ἐδέξατο τέλος, συνῆλθε μὲν συνήθως τοῦ ἔθνους ἡ σύνοδος, ἀφίκετο δὲ καὶ Ἰοβῖνος, τῆς Πέρρης τηνικαῦτα ἐπίσκοπος ὤν
For when the divine Eusebius, after his many struggles and equally numerous victories, received the end of the martyrs, the synod of the province assembled as usual, and there also came Jovinus, who was then bishop of Perrha.
神聖的優西比烏經過多番爭戰、獲得同樣多次勝利之後,領受了殉道者的結局;此後該省的教會會議照常召開,其時佩拉的主教約維努斯也前來與會。
1:2157
ὀλίγον δέ τινα χρόνον οὗτος τῆς τῶν Ἀρειανιζόντων ἠνέσχετο κοινωνίας
This man had for a short time tolerated communion with those who Arianized.
此人曾有一段短暫的時期,容忍與亞流化者相通。
1:2158
ἀλλὰ ταῦτα μὲν μετ' οὐ πολὺν χρόνον ἐγένετο·
But this happened not long afterward.
但此事發生於不久之後。
1:2159
τότε δὲ εἰς τὴν Ἀρμενίαν τὴν ἐνδοτέραν ἀπήχθη
But at that time he was led away to inner Armenia.
而那時他已被押往內亞美尼亞。
1:2160
ὁ δὲ θεῖος Εὐσέβιος παρὰ τὸν Ἴστρον διῆγε, τῶν Γότθων τὴν Θρᾴκην ληϊζομένων καὶ τὰς πόλεις πολιορκούντων, ὡς τὰ παρ' ἐκείνου γραφέντα δηλοῖ
And the divine Eusebius was living by the Danube, while the Goths were plundering Thrace and besieging its cities, as the letters written by him make clear.
神聖的優西比烏當時居於多瑙河畔,其時哥特人正在劫掠色雷斯,圍攻其城邑,這由他親筆所寫的書信可以清楚看出。
1:2161
Βάρσην δέ, οὗ καὶ νῦν πολὺ τὸ κλέος οὐκ ἐν Ἐδέσσῃ μόνον ἣν ἴθυνε καὶ ταῖς ταύτης πλησιοχώροις πόλεσιν, ἀλλὰ καὶ ἐν Φοινίκῃ καὶ ἐν Αἰγύπτῳ καὶ Θηβαΐδι ( ταῦτα γὰρ πάντα διελήλυθε τὰ ἔθνη διὰ τὴν τῆς ἀρετῆς περιφερόμενος λαμπηδόνα), πρῶτον μὲν αὐτὸν ὁ Βάλης Ἄραδον οἰκεῖν τὴν νῆσον προσέταξεν·
As for Barses—whose fame is even now great, not only in Edessa, which he governed, and the cities neighboring it, but also in Phoenicia and in Egypt and the Thebaid (for he passed through all these nations, being carried about by the brightness of his virtue)—Valens first ordered him to dwell on the island of Arados.
至於巴爾塞斯──他的美名至今仍廣為流傳,不僅在他所治理的埃德薩及其鄰近諸城,也遠及腓尼基、埃及與底比斯(因他憑其德行的光輝,走遍了這一切地方)──瓦倫斯起初命他遷居阿拉多斯島。
1:2162
ἐπειδὴ δὲ ἔγνω μυρία πάντοθεν πρὸς αὐτὸν συρρέοντα πλήθη (ἀποστολικῆς γὰρ χάριτος ἀνάπλεως ὢν λόγῳ τὰς νόσους ἐξήλαυνεν), εἰς Ὀξύρυγχον αὐτὸν τὴν Αἰγυπτίαν ἐξέπεμψε πόλιν
But when he learned that countless multitudes were streaming toward him from every side (for, being full of apostolic grace, he drove out diseases by his word), he sent him off to Oxyrhynchus, the Egyptian city.
但當他得知有無數群眾從四面八方湧向他(因為他滿有使徒的恩典,能憑一言驅除疾病)之後,便將他發配到埃及的俄克喜林庫斯城。
1:2163
ὡς δὲ κἀκεῖ τὸ τούτου κλέος συνή γειρεν ἅπαντας, εἰς φρούριον ἔσχατον τοῖς ἐκεῖ γειτονεῦον βαρβάροις ( Φηνὼ δὲ τούτῳ ὄνομα) ὁ τῶν οὐρανῶν ἄξιος ἀπήχθη πρεσβύτης
But when there too his fame gathered everyone together, this old man, worthy of heaven, was led away to a remote fortress bordering on the barbarians there (Phenoe was its name).
但當他的聲名在那裡同樣使眾人聚集之時,這位配得上天的老人,便被押往當地與蠻族接壤的一座極邊要塞(其名為菲諾)。
1:2164
ἐν δὲ τῇ Ἀράδῳ φασὶ τὴν ἐκείνου μέχρι καὶ τήμερον μεμενηκέναι κλίνην, πλείστης ἀξιουμένην τιμῆς
And they say that on Arados his bed has remained even to this day, deemed worthy of very great honor.
據說他在阿拉多斯所用的床榻,至今仍然留存,備受極高的尊崇。
1:2165
πολλοὶ γὰρ τῶν ἀρρωστούν των ἐπ' ἐκείνης κατακλινόμενοι τὴν ὑγείαν διὰ τῆς πίστεως δρέ πονται
For many of the sick, lying down upon it, reap health through faith.
因為許多病人躺臥其上,便憑著信心獲得痊癒。
1:2166
Πάλιν τοίνυν ὁ Βάλης, τὴν ποίμνην τοῦ ποιμένος γυμνώσας, λύκον ἀντὶ ποιμένος ἐπέστησεν
Again, then, Valens, having stripped the flock of its shepherd, set a wolf over it in place of a shepherd.
瓦倫斯就這樣再度使羊群失去牧者,另立一頭狼代替牧者統管羊群。
1:2167
ἐπειδὴ δὲ ἅπαντες τὴν πόλιν κατα λιπόντες πρὸ τοῦ ἄστεως συνηθροίζοντο, ἀφίκετο μὲν αὐτὸς εἰς τὴν Ἔδεσσαν, τῷ δὲ ὑπάρχῳ προσέταξε (Μόδεστος δὲ τηνικαῦτα ἦν) τούς τε ὑπ' αὐτὸν στρατιώτας ἀθροῖσαι οἳ τὰς εἰσφορὰς εἰσπράττειν εἰώθασι, καὶ τῆς ὁπλιτικῆς δυνάμεως τοὺς παρόντας παραλαβεῖν καὶ τὸ συναθροιζόμενον σκεδάσαι πλῆθος, καὶ ῥάβδοις παίοντας καὶ ῥοπάλοις καὶ τοῖς ἄλλοις πολεμικοῖς ὀργάνοις εἰ δεήσοι χρωμένους
But when all, abandoning the city, gathered outside the walls, he himself came to Edessa, and ordered the prefect (Modestus was then in that office) to muster the soldiers under him who were accustomed to exact the taxes, and to take along those present of the armed forces, and to disperse the assembled crowd, striking with rods and clubs and, if necessary, using the other instruments of war.
當眾人棄城、聚集於城外之時,他本人親臨埃德薩,並命令總督(其時任總督者為摩德斯圖斯)召集手下慣於徵收賦稅的士兵,率領在場的武裝部隊,驅散聚集的群眾,用棍棒杖責,若有必要,亦可動用其他兵器。
1:2168
ὑπὸ τὴν ἕω τοίνυν ὁ ὕπαρχος τὸ κελευόμενον ἔδρα
At dawn, then, the prefect did what had been commanded.
黎明時分,總督便照所受的命令行事。
1:2169
διιὼν δὲ τὴν ἀγορὰν εἶδε γύναιον βρέφος φέρον ἐν ταῖς χερσὶ καὶ μάλα γε ἐπειγό μενον·
And as he passed through the marketplace, he saw a woman carrying an infant in her arms and hastening along very much.
他經過市集時,看見一名婦人懷抱著嬰孩,正急急忙忙地趕路。
1:2170
καὶ γὰρ καὶ τὴν τῶν ἡγουμένων διέκοψε τάξιν, πάντων ἐκεί νων καταφρονήσασα
For she even broke through the ranks of the leading men, disregarding all of them.
因為她竟衝破了那些領頭者的隊列,全然不顧他們眾人。
1:2171
ψυχὴ γὰρ ὑπὸ θείου ζήλου πυρπολουμένη οὐδὲν ἀνθρώπινον εἰσδέχεται δέος, ἀλλὰ τὰ τοιαῦτα δείματα γέλωτα νομίζει καὶ παιδιάν
For a soul set ablaze by divine zeal admits no human fear, but reckons such terrors as laughter and child's play.
因為被神聖熱忱所燃燒的靈魂,不接受任何屬人的懼怕,反而把這樣的恐嚇看作是笑柄與兒戲。
1:2172
τότε δὴ ταύτην ὁ ὕπαρχος θεασάμενος καὶ συνεὶς τὸ γιγνόμενον, ἤγαγέ τε καὶ ἤρετο ὅποι βαδίζοι
Then the prefect, seeing her and understanding what was happening, had her brought before him and asked where she was going.
當時總督看見了她,明白事情的經過,便把她帶來,問她要往哪裡去。
1:2173
μεμά θηκα, ἔφη, τὰς κατὰ τῶν θείων θεραπόντων τυρευθείσας ἐπιβου λὰς καὶ θέλω τοὺς ὁμοπίστους καταλαβεῖν, ὀριγνωμένη ἵνα σὺν ἐκεί νοις δέξωμαι τὰς ὑφ' ὑμῶν ἐπιφερομένας σφαγάς
"I have learned," she said, "of the plots contrived against the servants of God, and I wish to go and join those who share my faith, longing to receive along with them the slaughter you are bringing upon them."
她說:「我已得知你們對神的僕人們所策劃的陰謀,我要去投奔與我同信仰的人,渴望與他們一同承受你們所加諸的殺戮。」
1:2174
τὸ δὲ βρέφος, ἔφη ὁ ὕπαρχος, τί δή ποτε φέρεις; ἡ δὲ ἔφη·
"But the infant," said the prefect, "why ever are you carrying it?" And she said:
總督說:「那你抱著的嬰兒,究竟是為了什麼呢?」她回答說:
1:2175
ἵνα καὶ τοῦτό μοι τῆς ἀξιεράστου τελευτῆς κοινωνήσῃ
"So that this child too may share with me in a death so worthy of love."
「好讓這孩子也能與我一同分享這值得眷愛的死亡。」
1:2176
ταῦτα ὁ ὕπαρχος παρὰ τῆς ἀνθρώπου μαθὼν καὶ διὰ ταύτης τὴν ἁπάντων ἐγνωκὼς προθυμίαν, ἀπήγγειλέ τε τῷ βασιλεῖ καὶ τὸν ἐσόμενον μάτην ἐδήλωσε φόνον·
Having learned this from the woman, and through her having come to know the eagerness of them all, the prefect reported it to the emperor and made clear that the slaughter to come would be in vain;
總督從這婦人那裡得知這些事,並藉此明白了眾人的熱忱,便向皇帝稟報,說明將要進行的殺戮只會是徒然;
1:2177
δύσκλειαν γάρ, ἔφη, μόνον ἐκ τοῦ δρωμένου δρεψόμεθα, ἐκείνων δὲ τὴν προθυμίαν οὐ σβέσομεν
"for we shall reap nothing from this act but ill repute," he said, "and we shall not extinguish their eagerness."
他說:「因為我們從這行動中只會收穫惡名,卻無法澆熄他們的熱忱。」
1:2178
Ἀλλὰ ταῦτα εἰπὼν τὸ μὲν πλῆθος πεῖραν λαβεῖν τῶν προσδοκη θέντων οὐκ εἴασε λυπηρῶν·
Having said this, he did not allow the multitude to undergo the trial of the grievous things that had been expected;
他說了這話之後,便沒有讓群眾經歷所預期的那些痛苦的試煉;
1:2179
τοὺς δὲ τούτων ἡγουμένους, πρεσβυτέ ρους φημὶ καὶ διακόνους, ἀγαγεῖν τε προσετάχθη καὶ δυοῖν θάτερον, ἢ πεῖσαι κοινωνῆσαι τῷ λύκῳ, ἢ τοῦ ἄστεως ἐξελάσαι καὶ εἴς τινας ἐσχατιὰς παραπέμψαι
but he was ordered to bring their leaders—I mean the presbyters and deacons—and to do one of two things: either persuade them to commune with the wolf, or drive them out of the city and send them off to some remote regions.
但他被下令把他們的領袖——我是指長老與執事們——帶來,並在兩者之中擇一而行:要麼說服他們與那狼同領聖餐,要麼將他們逐出城外,發配到某些邊陲之地。
1:2180
ἐπειδὴ δὲ συνήθροισεν ἅπαντας, ἠπίοις χρώ μενος λόγοις πείθειν ἐπειρᾶτο ταῖς βασιλέως νομοθεσίαις ἀκολουθεῖν·
When he had gathered them all together, he used gentle words and tried to persuade them to follow the emperor's decrees;
當他把眾人聚集起來之後,便用溫和的言辭,試圖說服他們遵從皇帝的法令;
1:2181
παραπληξίας γὰρ ἔλεγεν εἶναι μεστὸν τῷ βασιλεῖ τηλικούτων καὶ τοσούτων ἡγουμένῳ εὐαριθμήτους ἀντιτείνειν ἀνθρώπους
for he said it was full of madness for a mere handful of men to resist an emperor who ruled over so great and so many peoples.
他說,區區少數幾個人竟敢抗拒一位統治如此廣大、如此眾多百姓的皇帝,實在是充滿了瘋狂。
1:2182
ἐπειδὴ δὲ σιγῶντες εἱστήκεισαν ἅπαντες, πρὸς τὸν τούτων ἡγούμενον ( Εὐ λόγιος δὲ ἦν, ἀνὴρ ἀξιέπαινος,) εἶπεν ὁ ὕπαρχος·
But since they all stood there in silence, the prefect said to their leader (he was Eulogius, a man worthy of praise):
但眾人都默然肅立,總督便對他們的領袖(此人名叫歐羅奇烏,是一位值得稱讚的人)說道:
1:2183
τί δή ποτε οὐκ ἀποκρίνῃ πρὸς τὰ παρ' ἡμῶν εἰρημένα; ὁ δέ·
"Why in the world do you not answer what has been said by us?" And he replied:
「你究竟為什麼不回答我們所說的話呢?」他回答說:
1:2184
οὐκ ᾠήθην, ἔφη, χρῆναι μηδὲν ἐρωτηθεὶς ἀποκρίνεσθαι
"I did not think it right," he said, "to answer when I had not been asked anything."
他說:「我認為,若無人問及,就不應當回答。」
1:2185
καὶ μήν, ὁ ὕπαρχος ἔφη, πολλοὺς διεξελήλυθα λόγους παραινῶν ὑμῖν τὰ συνοίσοντα
"But surely," said the prefect, "I have gone through many words, exhorting you to what will be of benefit."
總督說:「但我確實已經說了許多話,勸勉你們去行那有益的事。」
1:2186
ὁ δὲ Εὐλόγιος πρὸς ἅπαντας ἔφη ἐκεῖνα εἰρῆσθαι, καὶ ἄτοπον ὑπειληφέναι τοὺς ἄλλους παρωσάμενον ἀποκρίνασθαι
But Eulogius said that those words had been addressed to all of them, and that he considered it improper to push the others aside and answer on his own;
歐羅奇烏卻說,那些話是對眾人所說的,他認為,若撇開其他人自己回答,是不恰當的;
1:2187
εἰ δὲ ἐμὲ μόνον ἔροιο, τὴν γνώμην δηλώσω τὴν ἐμαυτοῦ
"but if you should ask me alone, I will declare my own opinion."
「但若你單獨問我,我就會表明我自己的意見。」
1:2188
Τοιγάρτοι, ἔφη ὁ ὕπαρχος, κοινώνησον τῷ βασιλεῖ
"Well then," said the prefect, "commune with the emperor."
總督說:「那麼,去與皇帝同領聖餐吧。」
1:2189
ὁ δὲ εἰρωνικῶς τε καὶ μάλα χαριέντως·
And he replied ironically and with much wit:
他卻語帶諷刺、極其詼諧地回答說:
1:2190
αἰσθόμενος ἐχαλέπηνε, καὶ λοιδορίαις κατὰ τοῦ πρεσβύτου χρησάμενος καὶ ταῦτα προστέθεικεν·
Perceiving this, the prefect grew angry, and heaping abuse upon the old man, he added the following as well:
總督察覺到這一點便惱怒起來,對這位老者加以辱罵,並且又補上了這些話:
1:2191
οὐ τοῦτο εἶπον, ἐμβρόντητε, ἀλλ' οἷς κοινωνεῖ ὁ βασιλεύς, κοινωνῆ σαι ὑμῖν παρῄνεσα
"That is not what I said, you dolt, but I exhorted you to commune with those with whom the emperor communes."
「我說的不是這個意思,你這蠢材,我是勸你們與皇帝所同領聖餐的人一同領聖餐。」
1:2192
ἐπειδὴ δὲ εἶπεν ὁ πρεσβύτης καὶ ποιμένα ἔχειν καὶ τοῖς ἐκείνου νεύμασιν ἕπεσθαι, ὀγδοήκοντα κατὰ ταὐτὸν συλλα βὼν εἰς τὴν Θρᾴκην ἐξέπεμψεν
And when the old man said that he too had a shepherd and followed his directions, the prefect at once seized eighty of them together and sent them off to Thrace.
這位老者說,他自己也有一位牧者,並遵從其指引而行;於是總督便把八十人一同拘捕,發配到色雷斯去。
1:2193
ἀπαγόμενοι δὲ θεραπείας ἀπήλαυον ὅτι μάλιστα πλείστης·
As they were being led away, they enjoyed the greatest possible attention and care;
他們在被押送途中,受到了最盛大的照料與款待;
1:2194
καὶ πόλεις γὰρ ὑπήντων καὶ κῶμαι, γεραίρου σαι τοὺς νικηφόρους ἀγωνιστάς
for cities and villages came out to meet them, honoring these victorious contestants.
因為城市與鄉村都出來迎接他們,尊崇這些得勝的鬥士。
1:2195
ἀλλ' ὁ φθόνος τοὺς ἀντιπάλους ὁπλίσας φάναι τῷ βασιλεῖ παρεσκεύασεν, ὡς τιμὴν παμπόλλην τοῖς ἀνδράσιν ἐκείνοις ἡ νομισθεῖσα προὐξένησεν ἀτιμία
But envy, arming their adversaries, prompted them to tell the emperor that the disgrace intended for those men had procured them the greatest honor.
但嫉妒武裝了他們的對手,使他們去對皇帝進言,說原本要加諸那些人的恥辱,反而為他們帶來了極大的榮耀。
1:2196
ταῦτα μαθὼν ὁ Βάλης ἀνὰ δύο διαιρεθῆναι προσέταξε, καὶ τοὺς μὲν εἰς τὴν Θρᾴκην, τοὺς δὲ εἰς τὰς τῆς Ἀραβίας ἐσχατιάς, ἄλλους δὲ εἰς τὰς τῆς Θηβαΐδος διασπαρῆναι πολίχνας
On learning this, Valens ordered them to be divided into pairs, and to be scattered—some to Thrace, others to the remote regions of Arabia, and others to the small towns of the Thebaid.
瓦倫斯得知這事後,便下令將他們兩人一組分開,有的被分散到色雷斯,有的分散到阿拉伯的邊境,還有的分散到底比斯地區的各個小城鎮。
1:2197
φασὶ δὲ καὶ οὓς ἡ φύσις συνέ ζευξε διαζεῦξαι τοὺς ὠμοτάτους, καὶ ἀδελφοὺς ὄντας ἀπ' ἀλλήλων χωρίσαι
They say that these most cruel men even separated those whom nature had joined together, and parted brothers from one another.
據說,這些極其殘忍的人甚至拆散了大自然所結合的人,把親兄弟彼此分離。
1:2198
Εὐλόγιον δὲ τὸν τῶν ἄλλων ἡγούμενον καὶ Πρωτογένην τὸν μετ' ἐκεῖνον εἰς Ἀντινὼ τὴν Θηβαίων ἐξέπεμψεν
Eulogius, the leader of the others, and Protogenes, who came next after him, he sent to Antinoë, a city of the Thebans.
他把眾人的領袖歐羅奇烏,以及次於他的普羅托革涅斯,發配到底比斯人的城市安提諾伊去。
1:2199
Ἐγὼ δὲ οὐδὲ τὴν τούτων ἀρετὴν παραδώσω τῇ λήθῃ
But I, for my part, will not consign their virtue to oblivion.
至於我自己,我絕不會讓他們的美德被遺忘所淹沒。
1:2200
ἐπειδὴ γὰρ ὁμογνώμονα τὸν τῆς πόλεως εὑρόντες ἐπίσκοπον τῶν ἐκκλησι αστικῶν ἐκοινώνουν συλλόγων, μάλα δὲ ὀλίγους εἶδον συναθροιζο μένους, καὶ πυθόμενοι ἔγνωσαν Ἕλληνας εἶναι τοὺς τὴν πόλιν οἰ κοῦντας, ἤλγησαν μὲν ὡς εἰκὸς καὶ τὴν ἀπιστίαν ἐθρήνησαν·
For when they found that the bishop of the city was of like mind with them, they took part in the church assemblies; but seeing that very few gathered there, and inquiring into it, they learned that those who inhabited the city were pagans, and, as was fitting, they were grieved and lamented this unbelief;
因為當他們發現該城的主教與他們同心合意時,便參與教會的聚會;但他們看見聚集的人數極少,一經探問便得知住在該城的人都是希臘異教徒,他們理所當然地感到痛心,並為這不信哀慟;
1:2201
οὐ μὴν ἀποχρῆναι ἐνόμισαν τὸ θρηνεῖν, ἀλλ' εἰς δύναμιν τῆς τούτων ἰατρείας ἐπεμελήθησαν
yet they did not think that lamenting alone was sufficient, but as far as they were able, they devoted their care to healing them.
但他們並不認為僅僅哀慟就已足夠,反而竭盡所能,致力於醫治這些人。
1:2202
ὁ μὲν γὰρ θεῖος Εὐλόγιος, ἐν οἰκίσκῳ καθειργμένος, πανημέριον καὶ παννύχιον τὸν τῶν ὅλων ἠντιβόλει θεόν
For the divine Eulogius, shut up in a small dwelling, entreated the God of all the whole day and the whole night through.
因為神聖的歐羅奇烏被幽禁在一間小屋裡,日以繼夜、通宵達旦地懇求萬有之神。
1:2203
Πρωτο γένης δὲ ὁ ἀξιάγαστος, τὰ Εὐνομίου γράμματα πεπαιδευμένος καὶ γράφειν εἰς τάχος ἠσκημένος, τόπον εὑρὼν ἐπιτήδειον καὶ τοῦτον διδασκαλεῖον καὶ παιδαγωγεῖον ἀποφήνας, μειρακίων κατέστη διδά σκαλος, καὶ κατὰ ταὐτὸν γράφειν τε εἰς τάχος ἐδίδασκε καὶ τὰ θεῖα ἐξεπαίδευε λόγια
But the admirable Protogenes, who had been trained in the shorthand script devised by Eunomius and practiced in writing with speed, found a suitable place and, turning it into a schoolroom and place of instruction, became a teacher of boys, and at the same time taught them to write swiftly and instructed them in the divine oracles.
至於令人欽佩的普羅托革涅斯,精通歐諾米烏所發明的速記文字,並熟習疾速書寫的技巧,他找到一處合適的地方,將其闢為學堂與教習所,成為孩童們的教師;同時教導他們疾速書寫之術,並教授他們神聖的經言。
1:2204
ἑνὸς δὲ τῶν μειρακίων νόσῳ περιπεσόντος, ἀφίκετό τε εἰς τὴν οἰκίαν καὶ τῆς δεξιᾶς τοῦ νοσοῦντος ἁψάμενος προσευχῇ τὴν νόσον ἐξή λασε
When one of the boys fell ill, he went to the house, and, taking hold of the sick boy's right hand, drove out the disease by prayer.
有一次,一名男童染病,他便前往那家中,握住病童的右手,藉著祈禱驅除了疾病。
1:2205
τοῦτο μεμαθηκότες οἱ τῶν ἄλλων παίδων πατέρες ἦγόν τε αὐτὸν εἰς τὰς οἰκίας καὶ τοῖς ἀρρωστοῦσιν ἐπικουρεῖν ἠντιβόλουν
When the fathers of the other children learned of this, they brought him to their houses and entreated him to help those who were sick.
其他孩童的父親們得知此事後,便把他請到自己家中,懇求他救助生病的人。
1:2206
ὁ δὲ οὐ πρότερον ἔφη τὸν θεὸν ἱκετεύσειν ἀπελάσαι τὴν νόσον, πρὶν ἀξιωθῆναι τὸν ἄρρωστον τῆς τοῦ βαπτίσματος δωρεᾶς
But he said he would not entreat God to drive out the disease until the sick person had first been deemed worthy of the gift of baptism.
他卻說,除非病人先蒙受洗禮的恩賜,他不會懇求神驅除疾病。
1:2207
οἱ δὲ προ θύμως ὑπήκουον (κατήπειγε γὰρ αὐτοὺς τῆς ὑγείας ὁ πόθος), καὶ κατὰ ταὐτὸν ψυχῆς τε καὶ σώματος τὴν ὑγείαν ἐδρέποντο
And they eagerly obeyed (for their longing for health impelled them), and thus they reaped health of soul and body at the same time.
他們便欣然順從(因為對健康的渴望催逼著他們),於是同時獲得了靈魂與身體的康健。
1:2208
εἰ δέ ποτέ τινα τῶν ἐρρωμένων ἔπεισε τῆς θείας μεταλαχεῖν χάριτος, ἀπῆγε τοῦτον πρὸς τὸν Εὐλόγιον, καὶ πατάσσων τὴν θύραν ἀνοῖξαι παρεκάλει καὶ τὴν δεσποτικὴν ἐπιθεῖναι τῷ θηρευθέντι σφραγίδα
And if he ever persuaded one of the healthy to partake of divine grace, he would lead him to Eulogius, and, knocking at the door, would beg him to open it and to set the Lord's seal upon the one thus caught.
若他有時說服某個健康的人領受神聖的恩典,他便會帶著此人去見歐羅奇烏,敲門請他開門,並為這被捕獲之人蓋上主的印記。
1:2209
ἐκείνου δὲ δυσχεραίνοντος ὡς διακοπτομένης τῆς προσευχῆς, οὗτος ἔλεγεν ἀναγκαιοτέραν εἶναι τῶν πλανωμένων τὴν σωτηρίαν
And when Eulogius was displeased at having his prayer interrupted, Protogenes would say that the salvation of those who were straying was more urgent.
歐羅奇烏因祈禱被打斷而感到不悅時,普羅托革涅斯便說,那些迷失之人的救恩更為緊要。
1:2210
ἐθαύ μαζον δὲ ἅπαντες τὸν Πρωτογένην, θεώμενοι τοιαῦτα μὲν θαυμα τουργοῦντα, τοσούτοις δὲ τοῦ τῆς θεογνωσίας μεταδιδόντα φωτός, καὶ τῷ Εὐλογίῳ τῶν πρωτείων παραχωροῦντα καὶ τοὺς ἀγρευο μένους ἐκείνῳ προσάγοντα
And all marveled at Protogenes, seeing him work such wonders, and impart the light of the knowledge of God to so many, and yet yield the first place to Eulogius and bring those he had caught to him.
眾人都對普羅托革涅斯驚嘆不已,眼見他行如此的神蹟,又向如此多人分授神知識之光,卻仍將首席之位讓給歐羅奇烏,並把他所捕獲的人都帶去給他。
1:2211
ἐτόπαζον δὴ οὖν εἰκότως πολλῷ πλείονα εἶναι τὴν ἐκείνου καὶ ὑπερτέραν ἀρετήν
Thus they naturally reckoned that his (Eulogius's) virtue was far greater and more excellent.
因此他們理所當然地推斷,歐羅奇烏的美德遠為更大、更為超卓。
1:2212
ἐπειδὴ δὲ τοῦ κλύδωνος παυσαμένου καὶ καθαρᾶς γενομένης γαλήνης ἐπανελθεῖν προσετά χθησαν, προὔπεμψαν αὐτοὺς ἅπαντες ὀλοφυρόμενοι καὶ δακρύοντες, οὐχ ἥκιστα δὲ ὁ τῆς ἐκκλησίας ἡγούμενος, τῆς ἐκείνων γεωργίας ἐστερημένος
And when the storm had ceased and a clear calm had come, and they were ordered to return, all escorted them on their way, wailing and weeping, not least the leader of the church, who was being deprived of their cultivation.
當風暴止息、天朗氣清之後,他們奉命返回;眾人都為他們送行,哀哭流淚,尤其是那教會的主教,因失去他們的耕耘牧養而更為傷痛。
1:2213
ἐπειδὴ δὲ τὴν ἐνεγκοῦσαν κατέλαβον, ὁ μὲν θεῖος Εὐ λόγιος, Βάρσου τοῦ μεγάλου μεταστάντος εἰς τὸν ἄλυπον βίον, τῆς ὑπ' ἐκείνου κυβερνωμένης ἐκκλησίας ἐπιστεύθη τοὺς οἴακας·
And when they reached their native land, the divine Eulogius, since the great Barses had passed on to the life free of grief, was entrusted with the helm of the church that Barses had governed;
當他們回到故土時,由於偉大的巴爾蘇斯已經離世進入無憂的生命,神聖的歐羅奇烏便受託掌管他先前所治理教會的舵柄;
1:2214
ὁ δὲ ἀξιάγαστος Πρωτογένης γεωργεῖν ἐτάχθη τὰς Κάρρας, πόλιν κεχερ σωμένην καὶ ἀκανθῶν Ἑλληνικῶν πεπληρωμένην καὶ πολλῆς δεο μένην φιλοπονίας
while the admirable Protogenes was appointed to cultivate Carrhae, a city that lay untilled, full of pagan thorns, and in need of much diligent labor.
而令人欽佩的普羅托革涅斯則被指派去耕耘卡爾雷城,那是一座荒蕪之城,長滿了希臘異教的荊棘,極需辛勤的耕作。
1:2215
ταῦτα μὲν οὖν μετὰ τὴν τῶν ἐκκλησιῶν εἰρήνην ἐγένετο
These things, then, took place after the peace of the churches.
這些事,便是在教會恢復和平之後所發生的。
1:2216
Ὁ δὲ Βάλης, πᾶσαν ὡς ἔπος εἰπεῖν ἐκκλησίαν τοῦ ποιμένος γυμνώσας, εἰς τὴν Καισάρειαν ὥρμησεν ἧς οἰκήτορες Καππαδόκαι ἡγεῖτο δὲ ταύτης τηνικαῦτα Βασίλειος, ὁ τῆς οἰκουμένης φωστήρ
But Valens, having stripped almost every church, so to speak, of its shepherd, set out for Caesarea, whose inhabitants were Cappadocians; and at that time Basil, the luminary of the whole world, presided over it.
瓦倫斯幾乎剝奪了每一個教會的牧者之後,便前往凱撒利亞,那裡的居民是卡帕多西亞人;當時治理該城教會的,正是巴西流——普世的明燈。
1:2217
ὕπαρχον, ἐντειλάμενος ἢ πεῖσαι τὸν Βασίλειον τὴν πρὸς Εὐδόξιον ἀσπάσασθαι κοινωνίαν ἢ μὴ πειθόμενον ἐξελάσαι
He dispatched the prefect, charging him either to persuade Basil to embrace communion with Eudoxius, or, if he would not be persuaded, to drive him out.
他派遣了總督,並囑咐他,要麼說服巴西流接受與歐多克西烏斯的聯合,要麼若無法說服,就將他驅逐。
1:2218
τοῦ γὰρ ἀνδρὸς τὸ κλέος προπεπυσμένος πρώτῳ προσβαλεῖν οὐκ ἠθέλησεν, ἵνα μὴ γενναίως τὴν προσβολὴν δεξάμενος καὶ ταύτην ἀποκρουσάμενος ἀνδρείας τοῖς ἄλλοις ἀρχέτυπος γένηται
For having heard beforehand of the man's renown, he did not wish to attack him first, lest, by nobly receiving the assault and repelling it, he should become a model of courage for the others.
因為他早已聽聞這人的聲譽,不願意率先向他發動攻擊,唯恐此人英勇地承受了攻擊並將其擊退,反而成為其他人效法勇氣的典範。
1:2219
ἀλλ' ἀρά χνης ἱστῷ τὸ μηχάνημα παραπλήσιον ὤφθη
But the scheme proved to resemble a spider's web.
然而,這個詭計卻顯得如同蜘蛛網一般不堪一擊。
1:2220
ἤρκεσε γὰρ τοῖς ἄλλοις ἀρχιερεῦσιν εἰς ὠφέλειαν τὰ παλαιὰ διηγήματα, καὶ οἷόν τινες πύργοι τὸν τῆς πίστεως περίβολον ἀκλινῆ διετήρησαν
For the old accounts sufficed for the benefit of the other bishops, and like towers, they kept the wall of the faith unshaken.
因為古老的事蹟已足以造益其他主教,使他們如同一座座堡壘,守護信仰的城牆屹立不搖。
1:2221
ὁ μέντοι ὕπαρχος εἰς τὴν Καισάρειαν ἀφικόμενος καὶ Βασίλειον τὸν μέγαν μεταπεμψά μενος, τιμῆς τε ἠξίωσε καὶ λόγοις πρὸς αὐτὸν ἠπίοις ἐχρήσατο, εἶξαί τε τῷ καιρῷ παραινῶν καὶ μὴ προέσθαι τοσαύτας ἐκκλησίας δι' ὀλίγην δογμάτων ἀκρίβειαν·
The prefect, however, having arrived at Caesarea and summoned Basil the Great, treated him with honor and used gentle words toward him, exhorting him to yield to the circumstances and not to abandon so many churches for the sake of a slight precision of doctrines;
然而,總督抵達凱撒利亞後,召見了大巴西流,以尊榮相待,並對他好言相勸,勸他順應時勢,不要因為在教義上些微的嚴謹之爭,而拋棄如此眾多的教會;
1:2222
ὑπισχνεῖτο δὲ καὶ τὴν βασιλέως φιλίαν καὶ τὰς ἐκ ταύτης δι' αὐτοῦ πολλοῖς ἐσομένας εὐεργεσίας
and he promised also the emperor's friendship, and the benefits that would come to many through him as a result of it.
他還承諾,巴西流將獲得皇帝的友誼,並藉此為許多人帶來種種恩惠。
1:2223
ὁ δὲ θεῖος ἐκεῖνος ἀνὴρ μειρακίοις ἔφη τούτους ἁρμόττειν τοὺς λόγους
But that divine man said that such words were fitting for mere boys.
但那位神聖之人卻說,這樣的話只適合說給孩童聽。
1:2224
ἐκεῖνοι γὰρ καὶ οἱ ἐκείνοις προσόμοιοι περὶ τὰ τοιαῦτα κεχήνασιν·
For it is they, and those like them, who gape after such things;
因為正是他們,以及與他們相似的人,才會對這類事物垂涎渴求;
1:2225
οἱ δὲ τοῖς θείοις λογίοις ἐντεθραμμένοι προέσθαι μὲν τῶν θείων δογμάτων οὐδεμίαν ἀνέχονται συλλαβήν, ὑπὲρ δὲ τούτων, εἰ δέοι, καὶ πάσας τοῦ θανάτου τὰς ἰδέας ἀσπάζονται
but those who have been nurtured in the divine oracles cannot bear to abandon a single syllable of the divine doctrines, and for their sake, if need be, they embrace every kind of death.
但那些自幼在神聖經言中受教養的人,絕不容忍捨棄神聖教義中的任何一個音節,並且為此,若有必要,甚至甘願擁抱各種形式的死亡。
1:2226
τὴν δὲ βασιλέως φιλίαν μέγα μὲν ἡγοῦμαι μετ' εὐσεβείας, δίχα δὲ ταύτης ὀλεθρίαν ἀποκαλῶ
As for the friendship of the emperor, I consider it a great thing when joined with piety, but apart from piety I call it destructive.
至於皇帝的友誼,若與敬虔相結合,我視之為極大的美事;但若脫離了敬虔,我便稱之為毀滅性的。
1:2227
τοῦ δὲ ὑπάρχου χαλεπήναντος καὶ ἀνόητον εἶναι φήσαντος, ὁ θεῖος ἔφη Βασίλειος·
When the prefect grew angry and said that he was foolish, the divine Basil said:
總督聽了大怒,說他是個愚蠢之人;神聖的巴西流便說道:
1:2228
ταύτην ἔχειν εἰς ἀεὶ τὴν ἄνοιαν εὔχομαι
"I pray that I may keep this folly forever."
「我祈願能永遠保有這樣的愚拙。」
1:2229
ἐπειδὴ δὲ ἐξελθεῖν προσετάχθη καὶ τὸ πρακτέον βουλεύσασθαι καὶ τῇ ὑστεραίᾳ δηλῶσαι τὴν γνώμην ( συνῆπτο δὲ τοῖς λόγοις καὶ ἀπειλή), φάναι λέγεται ὁ πανεύφημος ἐκεῖνος ἀνήρ·
And when he was ordered to depart, to deliberate on what should be done, and to declare his decision on the following day (and a threat was attached to these words as well), that all-glorious man is said to have replied:
當他被命令退下,去思考應當如何行事,並於次日宣佈他的決定時(這些話中還附帶著威脅),據說這位榮耀無比之人如此回答:
1:2230
ἐγὼ μὲν ὁ αὐτός σοι καὶ αὔριον ἥξω·
"I, for my part, shall come to you tomorrow the very same man I am today;
「我明日前來時,仍將是今日同樣的我;
1:2231
σὺ δὲ μὴ μεταβάλῃς τὴν γνώμην, ἀλλὰ χρῆσαι ταῖς ἀπειλαῖς
but do not you change your mind—rather, carry out your threats."
而你也不要改變心意,儘管施行你的威脅吧。」
1:2232
μετὰ τούσδε τοὺς λόγους ὁ ὕπαρχος ὑπαντήσας τῷ βασιλεῖ ἀπήγγειλέ τε τὰ εἰρημένα καὶ τὴν τοῦ ἀνδρὸς ἀνεδίδαξεν ἀρετήν, καὶ τὸ τῆς ψυχῆς ἀνδρεῖον καὶ θαρραλέον ἐμήνυσε
After these words, the prefect, going to meet the emperor, reported what had been said, and made known the man's virtue, and revealed the courage and boldness of his soul.
說完這些話之後,總督便前去晉見皇帝,稟報了所說的一切,並且述說了此人的美德,揭示了他靈魂中的剛毅與無畏。
1:2233
καὶ τότε μὲν σιγήσας ὁ βασιλεὺς εἰσελήλυθεν
And at that time the emperor, remaining silent, entered the city.
當時皇帝便默然無語地進入了城中。
1:2234
Ἐπειδὴ δὲ κατὰ τῆς οἰκίας εἶδεν θεηλάτους καταπεμφθείσας πληγὰς (ὅ τε γὰρ υἱὸς αὐτοῦ ἀρρωστήσας παρ' αὐτὰς ἦν τοῦ θανά του τὰς πύλας καὶ τὴν γαμετὴν διάφορα ἐπολιόρκει παθήματα) καὶ τὴν αἰτίαν ἐπέγνω τῶν σκυθρωπῶν, τὸν θεῖον ἄνθρωπον, ὃν κολά σειν ἠπείλησεν, ἐλθεῖν εἰς τὴν οἰκίαν ἠντιβόλησεν
But when he saw that plagues sent by God had fallen upon his household (for his son, having fallen ill, was at the very gates of death, and various afflictions were besieging his wife), and when he recognized the cause of these grim events, he entreated the divine man—whom he had threatened to punish—to come to his house.
但當他看見神所降下的災殃臨到自己家中(因為他的兒子病重,已在死亡的門口徘徊,而他的妻子也正被種種病痛所困擾)之時,他明白了這些不祥之事的緣由,便懇求那位他曾威脅要懲罰的神聖之人前來他的家中。
1:2235
οἱ δὲ στρατηγοὶ τοῖς βασιλικοῖς διηκόνουν προστάγμασι
And the generals carried out the imperial commands.
將軍們便執行了皇帝的命令。
1:2236
τότε ὁ μέγας Βασίλειος καταλαβὼν τὰ βασίλεια καὶ τὸν τοῦ βασιλέως υἱὸν παρ' αὐτὴν ὄντα τὴν τελευτὴν θεασάμενος, πρὸς τὴν ζωὴν τοῦτον ἀναστρέψειν ὑπέ σχετο, εἰ τοῦ παναγίου διὰ τῶν εὐσεβούντων ἀξιωθείη βαπτίσματος·
Then the great Basil, arriving at the palace and seeing the emperor's son at the very point of death, promised that he would be restored to life if he were deemed worthy of the most holy baptism at the hands of the orthodox;
於是,偉大的巴西流來到宮中,見皇帝之子已瀕臨死亡邊緣,便應許,若這孩子能藉著虔信正道之人蒙受至聖的洗禮,他便會恢復生命;
1:2237
καὶ ταῦτα εἰπὼν ἐξελήλυθεν
and having said this, he departed.
說完這話,他便離去了。
1:2238
ὁ δὲ τῶν ὅρκων κατὰ τὸν ἀνόητον μεμνημένος Ἡρώδην τοῖς συμπαροῦσιν αὐτῷ ἐκ τῆς Ἀρείου συμμορίας βαπτίσαι τὸ παιδίον προσέταξε·
But he, remembering his oaths after the manner of the foolish Herod, ordered those present with him from the Arian faction to baptize the child;
但瓦倫斯卻如那愚昧的希律王一般,惦念著自己的誓言,便命令隨侍在側、出自亞流派系的人為這孩子施洗;
1:2239
τὸ δὲ παραυτίκα τοῦ βίου τὸ τέλος ἐδέξατο
and the child immediately met the end of his life.
這孩子隨即便迎來了生命的終結。
1:2240
Μεταμεληθεὶς δὲ Βάλης καὶ τὴν ἐπιβλαβῆ τῶν ὅρκων ἀλήθειαν λογισάμενος, εἴς τε τὸν θεῖον νεὼν εἰσελήλυθε καὶ τῆς τοῦ μεγάλου Βασιλείου διδασκαλίας ἀπήλαυσε καὶ τῷ θυσιαστηρίῳ τὰ εἰωθότα προσενήνοχε δῶρα
And Valens, repenting and reflecting on the harmful truthfulness of his oaths, entered the divine temple, enjoyed the teaching of the great Basil, and offered the customary gifts at the altar.
瓦倫斯後悔了,並反思到堅守誓言竟帶來如此有害的後果,於是便進入了那神聖的殿堂,聆聽了大巴西流的教導,並在祭壇前獻上了慣常的供物。
1:2241
καὶ εἴσω δὲ αὐτῶν τῶν παραπετασμάτων ἔνθα καθῆστο γενέσθαι κελεύσας, πολλοὺς πρὸς αὐτὸν περὶ τῶν θείων δογμάτων ἐποιήσατο λόγους καὶ δὴ καὶ λέγοντος ἤκουσεν
And having ordered him to come within the very curtains where he was seated, he engaged him in much conversation concerning divine doctrines, and indeed heard him speak.
他下令將他帶入自己所坐的帷幕之內,與他多次談論神聖教義之事,且確實聽他講論。
1:2242
ὁ δὲ θεῖος Βασίλειος μειδιάσας·
And the divine Basil, smiling, [said]:
那神聖的巴西流微笑著〔說〕:
1:2243
ἐπειδὴ δὲ ἐκεῖνος πλέον δυσχεράνας ἠπείλησε·
But when that man, growing still more indignant, threatened him:
但那人愈發忿怒,出言恐嚇之後:
1:2244
σόν ἐστιν, ἔφη ὁ μέγας Βασίλειος, τῆς τῶν ζωμῶν καρυκείας φροντί ζειν·
"It is your business," said the great Basil, "to concern yourself with the seasoning of sauces;"
偉大的巴西流說:「這是你的本分,該去操心那些肉湯的調味;
1:2245
δογμάτων γὰρ θείων ἐπαΐειν οὐ δύνασαι, βεβυσμένας ἔχων τὰς ἀκοάς
"for you cannot comprehend divine doctrines, since your ears are stopped up."
因為你不能領悟神聖的教義,你的聽覺已被堵塞了。」
1:2246
ταῦτα μὲν δὴ πρὸς τοῦτον ἔφη
This, then, is what he said to him.
他就是這樣對那人說的。
1:2247
ὁ δὲ βασιλεὺς οὕτως ἠγάσθη τὸν ἄνδρα ὡς καὶ χωρία τὰ κάλλιστα ὧν εἶχεν αὐτόθι τοῖς ὑπ' αὐτοῦ φροντιζομένοις δωρήσασθαι πένησιν, οἳ τὸ σῶμα ἅπαν λελωβημένοι πλείονος ὅτι μάλιστα θεραπείας προσδέονται·
But the emperor so admired the man that he even bestowed the finest estates he possessed there upon the poor who were cared for by him — those maimed in their whole body who stand in especial need of the greatest care.
皇帝如此欽佩此人,甚至將他在那地所擁有最美好的產業,賜給了由他所照顧的窮人——那些全身殘廢、最需要照顧的人。
1:2248
Τὴν μὲν οὖν πρώτην τοῦ Βάλεντος προσβολὴν οὕτω διέφυγεν ὁ μέγας Βασίλειος
Thus, then, did the great Basil escape the first assault of Valens.
偉大的巴西流就這樣躲過了華倫斯的第一次進逼。
1:2249
τῆς τῶν ἐναντίων αὐτὸν αὖθις γενέσθαι μερίδος παρῄνεσεν, εἶτα μὴ πείσας τὸν περὶ τῆς ἐξορίας γραφῆναι νόμον ἐκέλευσε
He again exhorted him to join the party of the opponents, and then, failing to persuade him, ordered the decree of exile to be drawn up.
〔他〕又勸他歸入敵對的一方;此計不成後,便下令擬定放逐他的法令。
1:2250
τοῦτον δὲ τῇ χειρὶ πειραθεὶς βεβαιῶσαι οὐδεμίαν στοιχείου κεραίαν ἐξέτεινεν·
But when he attempted to confirm this with his own hand, he did not draw out a single stroke of a letter;
但當〔皇帝〕試圖親手簽署確認此令時,竟未能畫出一筆一劃;
1:2251
ἐπειδὴ δὲ καὶ ὁ δεύτερος καὶ ὁ τρίτος κάλαμος ταὐτὸ πάθος ὑπέμεινε καὶ βεβαιῶσαι τὸν δυσσεβῆ νόμον ἐκεῖνον ἐφιλονείκει, ἐσείσθη μὲν ἡ δεξιὰ καὶ τρόμον ἐδέξατο·
and when the second and the third reed-pen also suffered the same fate, while he persisted in his effort to ratify that impious law, his right hand was shaken and seized with trembling;
等到第二枝、第三枝蘆葦筆也遭遇同樣的境況,他仍固執要確認那不敬虔的法令,他的右手竟顫抖起來;
1:2252
δείματος δὲ πλήρης ἡ ψυχὴ γενομένη ἀμφοῖν τοῖν χεροῖν τὸν χάρτην διέρρηξε
and his soul, filled with terror, tore the document apart with both hands.
他的靈魂充滿了恐懼,便用雙手將那文書撕碎了。
1:2253
καὶ πέπεικε τῶν ὅλων ὁ πρύτανις ὡς καὶ τοὺς ἄλλους αὐτὸς ἐνδέ δωκεν ἐκεῖνα παθεῖν, καὶ τοῦτον τῶν ἐπιβουλῶν ἀπέφηνε κρείττονα·
And the Ruler of the universe so persuaded him that he himself gave up, and let the others too be spared that fate, and showed this man to be superior to the plots laid against him;
萬有的主宰如此說服了他,使他自己放棄,也讓其他人免受同樣的遭遇,並顯明此人勝過了那些陰謀;
1:2254
διὰ μὲν τῶν περὶ τοῦτον γεγενημένων τὴν δύναμιν τὴν οἰκείαν δεικνύς, διὰ δὲ τῆς ἑτέρας οἰκονομίας τῶν ἀρίστων ἀνδρῶν τὴν ἀν δρείαν κηρύττων
through what happened concerning this man displaying His own power, and through the other dispensation proclaiming the courage of the best of men.
藉著發生在此人身上的事,顯明神自己的大能;又藉著另一種安排,宣揚那些最卓越之人的勇毅。
1:2255
ἐνταῦθα μὲν οὖν ὁ Βάλης προσβαλὼν τῆς ἐλπίδος ἐψεύσθη
Here, then, Valens, having made his assault, was disappointed of his hope.
這樣,華倫斯在此的進犯落空了。
1:2256
Ἐν Ἀλεξανδρείᾳ δέ, Ἀθανασίου τοῦ νικηφόρου μετὰ τοὺς πολλοὺς ἀγῶνας καὶ τοὺς ἰσαρίθμους στεφάνους λύσιν τῶν πόνων εἰληφότος καὶ εἰς τὴν πόνων ἐλευθέραν βιοτὴν μεταστάντος, Πέτρος ἀνὴρ ἄριστος τὴν προεδρίαν ἐδέξατο, πρώτης μὲν τῆς μακαρίας ἐκείνης ψηφισαμένης αὐτὸν κεφαλῆς, πάντων δὲ συμψήφων γεγενημένων, καὶ τῶν ἱερωμένων καὶ τῶν ἐν τέλει καὶ ἀξιωτάτων
But in Alexandria, when Athanasius the victorious, after his many contests and his crowns equal in number, had received release from his labors and passed into the life free from toil, Peter, a most excellent man, received the primacy — that blessed head having first cast his vote for him, and all having come to agree with it, both the clergy and those in office of highest rank.
在亞歷山大城,得勝者亞他那修經過多次爭戰、獲得同等數目的冠冕之後,已卸下勞苦,遷入那脫離勞苦的生活;卓越非凡的伯多祿接任了主教之位,那有福的元首〔亞他那修〕首先投票選立他,眾人也隨即一致贊同——無論是聖職人員,還是在位掌權、極有聲望之人。
1:2257
καὶ ὁ λαὸς δὲ ἅπας ταῖς εὐφημίαις ἐδήλου τὴν ἡδονήν·
And all the people too made known their delight by their acclamations;
全體百姓也以歡呼表達了他們的喜悅;
1:2258
τῶν γὰρ Ἀθανασίου συμμετέ σχεν ἱδρώτων καὶ ἐνδημοῦντί τε καὶ ἀποδημοῦντι συνῆν καὶ τοὺς παντοδαποὺς σὺν ἐκείνῳ κινδύνους ὑπέμεινεν
for he had shared in the toils of Athanasius, had been with him both when he was at home and when he was abroad, and had endured with him dangers of every kind.
因為他曾參與亞他那修的辛勞,無論其在或不在時都與他同在,並與他一同承受各樣的危難。
1:2259
διά τοι τοῦτο καὶ τῶν ἀρχιερέων συνέδραμον οἱ πελάζοντες, καὶ τὰς ἀσκητικὰς κατα λιπόντες παλαίστρας οἱ ἐν ἐκείναις διάγοντες τὸν Ἀθανασίου θρόνον κληρονομῆσαι τὸν Πέτρον ἠξίουν
On this account also the bishops nearby assembled together, and those who spent their time in the ascetic arenas, leaving them, deemed Peter worthy to inherit the throne of Athanasius.
正因如此,附近的主教們都趕來聚集,那些身居苦修競技場中的人也離開苦修之所,都認為伯多祿配得繼承亞他那修的座位。
1:2260
Ἐπειδὴ δὲ τοῖς ἀρχιερατικοῖς αὐτὸν ἐνίδρυσαν θώκοις, εὐθὺς ὁ τοῦ ἔθνους ἡγούμενος, τὸν Ἑλληνικὸν καὶ Ἰουδαϊκὸν ὅμιλον συναθροίσας, τοὺς τῆς ἐκκλησίας ἐκύκλωσε περιβόλους ἐξιέναι τῷ Πέτρῳ παρεγγυῶν·
But when they had established him upon the episcopal throne, immediately the governor of the province, having gathered together the pagan and Jewish crowd, surrounded the precincts of the church, ordering Peter to come out;
他們才將他立於主教的寶座上,那省的總督立刻召集了希臘人〔外邦人〕與猶太人的群眾,圍住了教會的院牆,命令伯多祿出去;
1:2261
καὶ γὰρ ἄκοντα ἐξελάσειν ἠπείλει
for he even threatened to drive him out against his will.
他甚至揚言即使伯多祿不願,也要強行將他逐出。
1:2262
ἐποίει δὲ ταῦτα τῷ βασιλεῖ μὲν δῆθεν τὰ θυμήρη πραγματευόμενος καὶ τοὺς τἀναντία φρονοῦντας ἀναπιμπλὰς συμφορῶν, τῇ δέ γε ἀληθείᾳ τῆς δυσσεβοῦς ὀργῆς ἐμφορούμενος
He did these things ostensibly to gratify the emperor and to fill those of opposing views with calamities, but in truth he was sating himself with impious rage.
他這樣做,表面上是為了討皇帝的喜悅,並使持異見者遭受苦難,實際上卻是在放縱他那不敬虔的怒氣。
1:2263
τῆς γὰρ τῶν εἰδώλων θεραπείας ἐξήρτητο, καὶ λαμπροτάτην ὑπελάμβανεν ἑορτὴν τῆς ἐκκλησίας τὴν ζάλην
For he was devoted to the worship of idols, and considered the tempest that had befallen the church a most splendid festival.
因為他一向沉迷於偶像崇拜,並將教會所遭受的這場風暴,視為最輝煌的節慶。
1:2264
Πέτρος μὲν οὖν ὁ θαυμάσιος, τὸν ἀδόκητον θεασάμενος πόλεμον, λαθὼν ἐξελήλυθε καὶ σκάφους ἐπιβὰς εἰς τὴν Ῥώμην ἀπῆρεν
The admirable Peter, then, seeing this unexpected war, went out secretly, and boarding a ship, set sail for Rome.
於是那令人讚歎的伯多祿,見到這場突如其來的爭戰,便悄悄離去,登船駛往羅馬。
1:2265
Ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, Εὐζώϊος ἀπὸ Ἀντιοχείας Λού κιον ἄγων ἀφίκετο καὶ τὰς ἐκκλησίας ἐκείνῳ παρέδωκεν, οὗ τῆς δυσσεβείας καὶ παρανομίας καὶ τὰ Σαμόσατα πεῖραν ἔλαβε
A few days later, Euzoius arrived from Antioch bringing Lucius, and handed the churches over to him — Lucius, of whose impiety and lawlessness Samosata too had had experience.
過了不多幾日,歐佐伊烏斯從安提阿帶著路奇烏斯前來,將教會交付給他;路奇烏斯的不敬與不法,連撒摩薩他城也曾親身領教過。
1:2266
τὸ δὲ πλῆθος ταῖς Ἀθανασίου διδασκαλίαις ἐντεθραμμένον, εἶτα ἐναντίαν τροφὴν θεασάμενον, τῶν ἐκκλησιαστικῶν ἀπέστη συλλόγων
But the multitude, having been nourished on the teachings of Athanasius, and then seeing food of the opposite kind set before them, withdrew from the assemblies of the church.
那素來受亞他那修教導所滋養的群眾,如今見到相反的教訓,便離棄了教會的聚會。
1:2267
ὁ δὲ Λούκιος, δορυφόροις κεχρημένος τοῖς τῶν εἰδώλων θεραπευταῖς τοὺς μὲν ᾐκίζετο, τοὺς δὲ καθεῖργε, τοὺς δὲ δραπετεύειν ἠνάγκαζεν, ἄλλων δέ, βαρβάρων δίκην, ἐπόρθει τὰς οἰκίας
Lucius, employing the servants of the idols as his bodyguard, tortured some, imprisoned others, forced others to flee, and, after the manner of barbarians, plundered the houses of still others.
路奇烏斯以事奉偶像者為侍衛,對這些人施以虐待,將那些人囚禁,逼另一些人逃亡,又像蠻族一般,劫掠其他人的家宅。
1:2268
ἀλλὰ ταῦτα ἄμεινον ὁ ἀξιάγαστος Πέτρος ἐν ἐπιστολῇ διηγήσατο·
But these things the admirable Peter has related better in a letter;
不過,這些事,令人敬佩的伯多祿在一封書信中敘述得更好;
1:2269
ἐγὼ δὲ μίαν ἀνοσιουρ γίαν τοῦ Λουκίου διηγησάμενος ἐκείνην ἐνθήσω τῇ συγγραφῇ τὴν ἐπιστολήν
and I, after relating one unholy deed of Lucius, will insert that letter into my history.
我在此僅敘述路奇烏斯的一樁褻瀆惡行之後,便要把那封書信收入這部史書之中。
1:2270
Ἄνδρες ἐν Αἰγύπτῳ τὴν τῶν ἀγγέλων πολιτείαν ζηλώσαντες τοὺς μὲν πολιτικοὺς θορύβους ἀπέδρασαν, τὴν ἐν ἐρήμῳ δὲ προεί λαντο βιοτὴν καὶ τὴν ψαμμώδη καὶ ἄκαρπον καρποφόρον ἀπέφηναν, καρπὸν τῷ θεῷ ἥδιστόν τε καὶ κάλλιστον φέροντες ἣν ἐνομοθέτησεν ἀρετήν
Men in Egypt who emulated the way of life of the angels fled from the tumults of civic life and chose instead the life in the desert, rendering the sandy and barren land fruitful, bringing forth to God, as their sweetest and fairest fruit, the virtue which He had ordained.
埃及有些人渴慕天使般的生活方式,逃離了世俗的紛擾,選擇了曠野中的生活,將那沙漠不毛之地變為結實纍纍之地,向神獻上祂所立定的美德,作為最甘甜、最美好的果實。
1:2271
ταύτης πολλοὶ μὲν ἦρξαν καὶ ἄλλοι τῆς πολιτείας, παιδο τρίβης δὲ ἄριστος τῶν ἀσκητικῶν ἐγένετο συνταγμάτων Ἀντώνιος ἐκεῖνος ὁ πολυύμνητος, ἀρετῆς παλαίστραν τοῖς ἀσκηταῖς ἀποφήνας τὴν ἔρημον
Of this way of life many others too were founders, but the best trainer of the ascetic communities was that much-hymned Antony, who made the desert a wrestling-school of virtue for the ascetics.
這種生活方式,許多人都曾開創過,但那位備受頌揚的安東尼,才是苦修團體中最卓越的訓練者,他使曠野成為苦修者操練美德的競技場。
1:2272
τοὺς ἐκείνου οὖν θιασώτας ( αὐτὸς γὰρ μετὰ τῶν με γίστων τε καὶ καλλίστων φορτίων εἰς τοὺς ἀπηνέμους λιμένας καθ ώρμιστο) ὁ δύστηνος ἐξήλασεν καὶ τρισάθλιος
The followers of that man, then (for he himself had already put in, laden with the greatest and fairest cargoes, at the windless harbors), that wretched and thrice-miserable man drove out;
至於他的那些門徒(因為他自己已滿載著最重大、最美好的貨物,停泊在那無風的港灣了),這位可悲、三重不幸的〔路奇烏斯〕竟將他們驅逐了。
1:2273
τοὺς δὲ τῶν θείων ἐκείνων ἡγουμένους χορῶν, Μακάριόν τε τὸν ἀοίδιμον καὶ τὸν ἐκεί νου γε ὁμώνυμον καὶ Ἰσίδωρον καὶ τοὺς ἄλλους ἐκ τῶν σπηλαίων ἐξαγαγών, εἴς τινα νῆσον ἐξέπεμψεν ὑπὸ δυσσεβῶν οἰκουμένην ἀν θρώπων καὶ μηδένα πώποτε δεξαμένην εὐσεβείας διδάσκαλον
and leading forth from their caves the leaders of those divine choirs — the celebrated Macarius, and his namesake, and Isidore, and the others — he sent them off to a certain island inhabited by impious men, which had never before received any teacher of piety.
他把那些神聖詩班的領袖——著名的馬迦里烏、與他同名的另一位馬迦里烏、以及依西多祿,還有其他人——從他們的洞穴中帶出,遣送到一座由不敬虔之人居住、從未接受過任何敬虔導師的島上。
1:2274
καταλιπὼν εἴδωλον, ὅπερ εἶχε παλαιὸν οἰκη τήριον, τὴν τοῦ ἱερέως ἐξέμηνε θυγατέρα καὶ βακχευομένην πρὸς τὴν ἀκτὴν ἐξήγαγεν, ᾗ τὸ πορθμεῖον οἱ ἐρέται προσώρμισαν·
For the idol, leaving the ancient dwelling it possessed, drove the priest's daughter mad, and led her, raving like a Bacchant, down to the shore, where the boatmen had moored the ferry;
偶像離開了它原本所居的舊居所,使那祭司的女兒發狂,帶著她如酒神信女般狂亂地衝到岸邊,船夫們正把渡船停泊在那裡;
1:2275
ὀργάνῳ δὲ τῇ γλώττῃ χρησάμενος τῆς κόρης, ἐβόα δι' αὐτῆς ἅπερ ἐν Φιλίπποις ἡ τὸ πνεῦμα τοῦ Πύθωνος ἔχουσα
and using the girl's tongue as an instrument, it cried out through her the very words that the woman possessed by the spirit of Python had cried at Philippi.
〔那魔鬼〕以那女子的舌頭為工具,藉她之口喊出當年在腓立比城中那被畢頓〔阿波羅〕之靈附身的女子所喊出的話。
1:2276
ἤκουον δὲ ἅπαντες, καὶ ἄνδρες καὶ γυναῖκες, ἐκείνου τοῦ δαίμονος λέγοντος·
And all heard, both men and women, that demon saying:
眾人,無論男女,都聽見那魔鬼在說:
1:2277
ὢ τῆς ὑμετέρας δυνα στείας, ὦ θεράποντες τοῦ Χριστοῦ, πανταχόθεν παρ' ὑμῶν ἐληλά μεθα ἀπὸ πόλεων καὶ κωμῶν, ἀπὸ ὀρέων καὶ βουνῶν, ἀπὸ τῆς οἰ κητόρων ἐστερημένης ἐρήμου
"O your power, O servants of Christ! We have been driven by you from everywhere — from cities and villages, from mountains and hills, from the desert bereft of inhabitants."
「唉,你們的權能啊,基督的僕人啊!我們已被你們從四面八方趕逐——從城鎮、從鄉村,從山嶺、從丘陵,從空無人煙的曠野。
1:2278
ἠλπίσαμεν ἐν τῷδε τῷ νησυδρίῳ διάγοντες τῶν ὑμετέρων ἀπηλλάχθαι βελῶν, καὶ τῆς ἐλπίδος ἐψεύ σθημεν·
"We hoped that, dwelling on this little island, we should be rid of your darts, but we have been cheated of our hope;"
我們原盼望在這座小島上棲身,能擺脫你們的箭矢,如今我們的盼望落空了;
1:2279
ἐνταῦθα γὰρ ὑμᾶς ἐξέπεμψαν οἱ διώκοντες, οὐχ ἵνα ὑμᾶς ἀνιάσωσιν, ἀλλ' ἵνα ἡμᾶς δι' ὑμῶν ἐξελάσωσιν
"for it was those who persecute you who sent you here — not to distress you, but to drive us out through you."
因為那迫害你們的人,正是把你們遣送到這裡來,並非要苦待你們,而是要藉著你們把我們驅逐出去。
1:2280
ἀφιστάμεθα καὶ τῆς νησίδος·
"We are departing even from this little island;"
我們如今也要離開這座小島了;
1:2281
ταῖς γὰρ τῆς ἀρετῆς ὑμῶν ἀκτίσι βαλλόμεθα
"for we are being struck by the rays of your virtue."
因為我們正被你們美德的光芒所擊打。」
1:2282
ταῦτα λέ γοντες καὶ τὰ τούτοις προσόμοια, εἰς μὲν τὸ ἔδαφος τὴν κόρην κατέβαλον, αὐτοὶ δὲ φροῦδοι πάμπαν ἐγένοντο
Saying these things and others like them, they cast the girl down to the ground, and themselves vanished utterly.
〔那些魔鬼〕如此說著,以及諸如此類的話語,便將那女子摔倒在地,自己則完全消失無蹤。
1:2283
ὁ δὲ θεῖος ἐκεῖνος χορὸς προσευξάμενος τὴν κόρην ἀνέστησεν, καὶ τῷ γεγεννηκότι σωφρο νοῦσάν τε καὶ ἐρρωμένην ἀπέδωκεν·
But that divine company, praying, raised the girl up, and restored her to her father sound of mind and in good health;
那神聖的一行人便祈禱,使那女子重新站起,並把她清醒健康地交還給她的父親;
1:2284
οἱ δὲ τοῦ θαύματος θεαταὶ πρὸ τῶν ἁγίων ἐκείνων ποδῶν κυλινδούμενοι τῶν τῆς σωτηρίας ἐφοδίων μεταλαχεῖν ἠντιβόλησαν
and the spectators of the miracle, rolling before the feet of those holy men, besought to partake of the provisions of salvation.
目睹此神蹟的人們便俯伏在那些聖者的腳前打滾,懇求分享救恩的憑藉。
1:2285
καὶ τὸ μὲν τῶν εἰδώλων κατέλυσαν τέμε νος, ταῖς δὲ τῆς διδασκαλίας ἀκτίσι καταυγασθέντες τῆς τοῦ πανα γίου βαπτίσματος ἠξιώθησαν χάριτος
And they demolished the precinct of the idols, and, illumined by the rays of their teaching, were deemed worthy of the grace of most holy baptism.
於是他們拆毀了偶像的廟宇,又因蒙受教導之光的照耀,配得領受至聖洗禮的恩典。
1:2286
τούτων ἐν τῷ ἄστει δήλων γεγενημένων, πανδημεὶ συνῆλθον ἅπαντες, τῷ Λουκίῳ λοιδορούμενοι καὶ θεήλατον σφὰς ὀργὴν καταλήψεσθαι λέγοντες εἰ μὴ τῶν ἁγίων ἐκείνων ὁ θεῖος ἀφεθείη χορός·
When these things had become known in the city, all the people gathered together in a body, reviling Lucius and declaring that divine wrath would overtake them unless that holy company of saints were released;
這些事在城中傳開之後,全城百姓便一同聚集起來,斥責路奇烏斯,並宣稱除非釋放那些聖人所組成的神聖一行,否則神譴之怒必將臨到他們身上;
1:2287
οὕτω δείσας ὁ Λούκιος τὸν τῆς πό λεως θόρυβον ἐπανελθεῖν τοῖς θεσπεσίοις ἀνδράσιν ἐπέτρεψεν εἰς τὰ σπήλαια
and Lucius, fearing thus the uproar of the city, permitted those divine men to return to their caves.
路奇烏斯如此懼怕城中的騷動,便准許那些神聖的人回到他們的洞穴中去。
1:2288
Ἱκανὰ μὲν δὴ καὶ ταῦτα δεῖξαι τὴν ἐκείνου βδελυρίαν τε καὶ ἀσέβειαν·
These things, then, are sufficient to show that man's abomination and impiety;
這些事已足以顯明那人的可憎與不敬虔;
1:2289
σαφέστερον δὲ τὰς τολμηθείσας διδάξει παρανομίας τοῦ θαυμασίου Πέτρου τὰ γράμματα
but the letter of the admirable Peter will teach more clearly the lawless deeds that were dared.
而那位令人讚歎的伯多祿的書信,將更清楚地說明他們所敢行的種種不法之事。
1:2290
ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ ἐν μέσῳ κείμενα τῆς ἐπιστολῆς ἐνθήσω τῇ συγγραφῇ
But I, avoiding excessive length, will insert into my history what lies in the body of the letter.
我為避免篇幅過長,只將那封書信中間的部分收入這部史書。
1:2291
Ὁ τοῦ ἔθνους ἡγεμονεύων Παλλάδιος, ἐθνικὸς ὢν τὴν αἵρεσιν καὶ τῶν εἰδώλων ἀεὶ προκυλινδούμενος, κατὰ Χριστοῦ στρατεύεσθαι πολλάκις μελετήσας, τὰ προειρημένα συναθροίσας πλήθη, ὁρμᾷ κατὰ τῆς ἐκκλησίας ὡς ὑποτάξαι βαρβάρους ἐπειγόμενος
Palladius, the governor of the province, being a pagan in religion and always grovelling before idols, having often contemplated waging war against Christ, gathered together the aforesaid crowds and rushed against the church, as though hastening to subdue barbarians.
那省的總督帕拉狄烏,本身信奉異教,向來對偶像俯伏膜拜,屢次圖謀對基督發動戰爭;此時他召集了前述那些群眾,向教會發起攻擊,彷彿急於征服蠻族一般。
1:2292
τότε δὴ τὰ χεί ριστα γέγονεν
Then indeed the worst things happened.
那時,最惡劣的事情終於發生了。
1:2293
ἀλλὰ καὶ μόνον ὑπαγορεῦσαι θέλων, τῆς μνήμης ὀδύνην μοι παρασχούσης, ἐπαφῆκα δακρύων ἄμετρον φοράν·
But even merely wishing to dictate this, since the memory caused me such pain, I let loose an unmeasured flood of tears;
然而,我甚至只是想要口述此事,記憶便令我痛苦難當,我不禁淚如泉湧、無以自制;
1:2294
καὶ ἐπὶ πολὺ ἔμεινα ἂν τοῦτο πάσχων, εἰ μὴ θείῳ λογισμῷ λωφῆσαι παρε σκεύασα
and I would have remained long in this state, had I not, by a divine reasoning, brought myself to find relief.
若非藉著神聖的思念使自己得以平息,我恐怕會長久沉溺於這種悲痛之中。
1:2295
ἐν γὰρ τῇ καλουμένῃ ἐκκλησίᾳ Θεωνᾶ ἐπεισελθόντα τὰ πλήθη ἀντὶ ῥημάτων σεμνῶν εἰδώλων εὐφημίας ἐπήφιον, ἀντὶ θείων γραφῶν ἀναγνώσεως κρότους χειρῶν ἀσέμνους καὶ κεκλασμένας μετ' αἰσχρότητος φωνάς, κατὰ τῶν τοῦ Χριστοῦ παρθένων ὕβρεις, ἃς ἡ γλῶττα προφέρειν οὐκ ἀνέχεται·
For in the church called after Theonas, the crowds, having burst in, raised, instead of solemn words, acclamations in praise of idols; instead of the reading of the divine Scriptures, indecent clapping of hands and effeminate voices mixed with shamefulness; and against the virgins of Christ, insults which the tongue cannot bear to utter;
在那座名為特奧納的教堂裡,群眾闖入其中,不再是莊嚴的言辭,而是高唱讚美偶像的頌詞;不再是誦讀神聖經文,而是不莊重的鼓掌,以及夾雜著羞恥之言的破碎聲音;他們對基督的貞女施以侮辱,其言語甚至舌頭都不忍說出;
1:2296
αἰσχρὸν γάρ ἐστι καὶ λέγειν
for it is shameful even to speak of it.
因為連提及也是可恥的。
1:2297
καὶ γὰρ μόνον τις τῶν εὖ φρονούντων ταῦτα ἀκούσας ἔβυσε τὰς ἀκοάς, καὶ μᾶλλον ηὔξατο ἂν γενέσθαι κωφὸς ἢ αὐτήκοος γενέσθαι τῆς αἰσχρολογίας αὐτῶν
Indeed, anyone of right mind who heard these things would have stopped his ears, and would rather have prayed to become deaf than to be an ear-witness of their shameful speech.
確實,凡有正見之人,一聽見這些便掩住了耳朵,寧願祈求自己成為聾子,也不願親耳聽見他們那污穢的言語。
1:2298
Ἀλλ' εἴθε λόγοις ἀρκούμενοι μόνον ἐξημάρτανον καὶ μὴ πράξει τὴν τῶν·
But would that they had erred by words alone, being content with these, and had not proceeded also in deed to the...
但願他們僅止於言語上犯罪,安於此而不再進而行出……
1:2299
εὐύποιστος γὰρ ἡ λοιδορία, κἂν οἵα δή ποτ' οὖν τυγχάνῃ, παρ' οἷς οἰκεῖ Χριστοῦ φρόνησις καὶ θεῖα διδάγματα
for reviling, whatever kind it may happen to be, is easy to bear among those in whom the mind of Christ and divine teachings dwell.
因為侮辱之言,無論是何種形式,對於那些心中住有基督之心思與神聖教訓的人來說,是容易忍受的。
1:2300
αὐτοὶ τοίνυν οὗτοι ὀργῆς σκεύη τυγχάνοντες κατ ηρτισμένα εἰς ἀπώλειαν, τὴν ῥῖνα σιμώσαντες, ψόφον ἀσελγῆ ἀπὸ τῶν μυκτήρων μακρόν, καὶ ἵν' οὕτως εἴπω, ὡς ἀπὸ κρουνοῦ προχέοντες, τὴν μὲν ἐσθῆτα διέρρησσον τῶν ἁγίων τοῦ Χριστοῦ παρθένων, ὧν ἡ ἄσκησις τύπον ἁγίων <ἀγγέλων> ἐχαρακτήριζεν, ὡς δ' ἡ φύσις ἔχει γυμνὰς πᾶσαν τὴν πόλιν ἐθριάμβευον, διαπαίζοντες μετὰ ἀσελγείας ὃν τρόπον ἐβούλοντο, καὶ ὅλως ὠμὰ καὶ ξένα τὰ γενόμενα
These men, then, being vessels of wrath fitted for destruction, wrinkling up their noses and pouring forth, so to speak, a long, lewd snorting from their nostrils as from a spout, tore the garments of the holy virgins of Christ, whose asceticism bore the mark of the holy angels, and paraded them naked, as nature made them, in triumph through the whole city, mocking them wantonly in whatever manner they pleased; and altogether the things done were cruel and monstrous.
這些人正是那預備遭毀滅的忿怒之器皿,他們皺起鼻子,從鼻孔中發出一種放蕩而悠長的聲響——可以說,如同從水管中噴出一般——撕裂了基督聖潔貞女們的衣衫(她們的苦修生活本是聖天使的形像),並將她們赤身露體,按照本然的樣子,遊行示眾於全城,肆意戲弄、任意妄為,所行之事,殘忍而駭人聽聞。
1:2301
εἰ γοῦν τις ἐπὶ τούτοις συμπαθὼν ἐκώλυεν παραινέσεως χρώμενος λόγοις, τραυματίας ἀπελύετο
If, then, anyone, moved with compassion at these things, tried to stop them with words of exhortation, he was let go only after being wounded.
若有人出於同情,欲以勸誡的言語加以阻止,便會身受重傷才被放走。
1:2302
ἀλλὰ φεῦ τῶν συμφορῶν, πολλαὶ βίαιον φθορὰν ὑπέστησαν σώματος, πολλαὶ τῶν παρθένων ῥοπάλοις κατὰ κεφαλῆς τυπτόμεναι ἔμενον ἀχανεῖς, οὐκ ἐπιτρεπο μένων τῶν σωμάτων οὐδὲ τῇ ὁσίᾳ παραδίδοσθαι·
But alas for the calamities! Many suffered violent corruption of body; many of the virgins, struck on the head with clubs, remained speechless and lifeless, their bodies not even being permitted to be given over for holy burial;
唉,這些災禍啊!許多人身體遭受強暴的摧殘,許多貞女的頭部被棍棒擊打,當場氣絕身亡,甚至連遺體都不准交付安葬;
1:2303
Ἀλλὰ τί τὰ μικρὰ πρὸς τὰ μεγάλα διεξέρχομαι; τί δὲ τούτοις ἐμβραδύνω καὶ μὴ σφοδρῶς ἐπὶ τὰ κατεπείγοντα βαίνω; ἐφ' οἷς εὖ οἶδ' ὅτι θαυμάσετε καὶ μενεῖτε ἐπὶ πολὺ σὺν ἡμῖν ἀχανεῖς, ἐξιστά μενοι τῆς φιλανθρωπίας τὸν κύριον ὅτι μὴ ἄρδην τὸ ὅλον συνέστει λεν
But why do I recount small things in the presence of great ones? Why do I linger over these instead of pressing swiftly on to what is more urgent — matters at which, I well know, you will marvel and, like us, remain speechless for a long time, astonished at the Lord's loving-kindness, that He did not utterly destroy the whole?
但我為何要在大事之前細述這些小事?為何要在此遲延,而不迅速趕向更迫切之事?我深知,聽聞以下之事,你們必將驚駭,也必如我們一般久久默然無語,驚異於主的仁愛,竟未將全體一舉滅絕。
1:2304
ἃ γὰρ κατὰ τὸ γεγραμμένον μήτε γέγονε μήτε ἠκούσθη ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, ταῦτα ἐπ' αὐτοῦ τοῦ θυσια στηρίου ἐπετέλουν οἱ δυσσεβεῖς
For things which, according to what is written, neither happened nor were heard of in the days of our fathers — these the impious men performed upon the very altar.
因為那些依照經上所記,「從未發生過,也未曾在我們列祖的日子裡聽聞過」的事,這些不敬虔之人竟在祭壇之上親自施行。
1:2305
ὡς γὰρ ἐν κρηπίδι σκηνῆς ἀτάκτου, παῖδα τὴν ἄρρενα φύσιν ἐξαρνησάμενον καὶ τὴν γυναικείαν ποθή σαντα, στίβει τοὺς ὀφθαλμοὺς κατὰ τὸ γεγραμμένον διαχρισάμε νον καὶ φύκει τὰς ὄψεις ἐρυθήναντα, ὡς τὰ παρ' αὐτοῖς εἴδωλα, θηλυμόρφῳ τῷ σχήματι, ἐπ' αὐτοῦ τοῦ θυσιαστηρίου ἔνθα κάθοδον τοῦ ἁγίου πνεύματος ἐπικαλούμεθα, εὐκύκλῳ τῇ στροφῇ ὧδε κἀκεῖσε τὼ χεῖρε σχηματιζόμενον, ὀρχεῖσθαι παρεσκεύασαν, πλατὺ μὲν γελῶν τες, ἀθέσμους δὲ ἐπαφιέντες φωνάς
For as on the platform of a disorderly stage, they made a boy — one who had denied his male nature and desired the female, and who, as it is written, had painted his eyes with antimony and reddened his face with rouge, after the effeminate fashion of their idols — dance upon the very altar, where we invoke the descent of the Holy Spirit, turning about in a circle and gesturing this way and that with both hands, while they themselves laughed broadly and let loose lawless cries.
正如在一座無秩序的舞台的臺基上,他們讓一個否認自己男性本質、渴望女性身份的男童,依經上所記,用眼影塗抹雙眼,用胭脂使面容泛紅,裝扮成他們那些偶像女性化的模樣,就在那祭壇之上——我們正是在那裡祈求聖靈降臨——強令他隨著雙手擺出各種姿態、旋轉起舞,他們自己則放聲大笑,口出不法的喧嚷之聲。
1:2306
οἱ δὲ πάλιν καὶ τοῦτο πρὸς ἀταξίαν ἡγησάμενοι καὶ τὰ παρῳχηκότα εὐπρεπῆ μᾶλλον ἤπερ ἄθεσμα λογισάμενοι, ἐξ αὐτῶν ἕνα γνωριμώτατον ἐν αἰσχρότητι, ὁμοῦ τὴν ἐσθῆτα καὶ τὴν αἰδῶ γυμνωσάμενον ὡς ἡ φύσις ἔχει σχήματος, τῷ τῆς ἐκκλησίας ἐπιβιβάσαντες θρόνῳ δημηγόρον αἰσχρὸν κατὰ Χριστοῦ προσηγόρευσαν
But others again, considering even this to be disorderly, and reckoning what had gone before to be more decent than lawless, took one of their own number, most notorious for shamefulness, stripped him of both his garments and his modesty, exposing him just as nature had shaped him, set him upon the throne of the church, and proclaimed him a shameful orator against Christ.
另一些人又認為此事仍不夠悖亂,反倒覺得先前所行的還算得體,並非不法,於是他們從自己人中挑出一個在污穢之事上最為聲名狼藉之人,將他的衣衫與羞恥心一併剝去,赤身裸體,一如本然的模樣,把他扶上教會的寶座,宣稱他為攻詰基督的可恥演說者。
1:2307
ἀντὶ γὰρ θείων ῥημάτων αἰσχρότητα προὐβάλλετο, ἀντὶ σεμνῶν λόγων ἀσέλγειαν, ἀντ' εὐσεβείας ἀσέβειαν, ἀντὶ ἐγκρα τείας πορνείαν, μοιχείαν, ἀρσενοκοιτίαν, κλοπήν, πόσιν καὶ βρῶσιν τῷ βίῳ πρὸς τοῖς ἄλλοις εἰσηγούμενος εἶναι χρήσιμα
For instead of divine words he put forward shamefulness; instead of solemn discourse, wantonness; instead of piety, impiety; instead of self-control, fornication, adultery, sodomy, theft, and, besides other things, drunkenness and gluttony, urging that these were profitable for life.
他不用神聖的言語,卻宣揚污穢;不用莊重的言辭,卻宣揚放縱;不宣揚敬虔,卻宣揚不敬虔;不宣揚節制,反倒宣揚淫亂、姦淫、雞姦、偷盜,此外還教導醉酒與饕餮於人生是有益之事。
1:2308
Τούτων δὲ οὕτως ἐχόντων κἀμοῦ τῆς ἐκκλησίας ὑπαναχωρήσαν τος (πῶς γὰρ οὐχί, ὅπου στρατιωτῶν ἔφοδοι, ὅπου δῆμος πρὸς ἀτα ξίαν ἀργυρώνητος, ὅπου φιλοτιμίαι χρημάτων καὶ ἐθνικῶν πλήθη μετὰ μεγίστων ὑποσχέσεων;) ἡμέτερος δῆθεν ἀποστέλλεται διάδοχος, χρυσίῳ τὴν ἐπισκοπὴν ὡς ἀξίωμα κοσμικὸν ἡγησάμενος, Λούκιός τις, λύκου τὴν πονηρίαν καὶ τὰς πράξεις ἔχειν ἐσπουδακώς, οὐκ ἐπισκόπων ὀρθοδόξων συνόδῳ, οὐ ψήφῳ κληρικῶν ἀληθινῶν, οὐκ αἰτήσει λαῶν, ὡς οἱ τῆς ἐκκλησίας διαγορεύουσι θεσμοί
These things being so, and I myself having withdrawn from the church (for how could it be otherwise, where there were incursions of soldiers, a populace bribed to riot, and lavish gifts of money and crowds of pagans brought in with the greatest of promises?), one Lucius was sent, ostensibly as my successor — a man who regarded the bishopric, purchased with gold, as a worldly dignity, and who was eager to possess the wickedness and the deeds of a wolf — appointed not by a synod of orthodox bishops, not by the vote of true clergy, not at the request of the people, as the ordinances of the church prescribe.
事情既是如此,我自己也就退出了教會(怎能不如此呢?那時到處是軍隊的突襲,民眾被收買以製造混亂,還有以重金收買、伴以極大許諾聚集而來的外邦群眾);於是,有一個名叫路奇烏斯的人,名義上被派來作我的繼任者,他把主教之位視為可以用金錢買來的世俗尊榮,一心效法豺狼般的奸惡與行徑,既非出於正統主教會議的推選,也非出於真正聖職人員的投票,更非出於百姓的請求——這一切均非按照教會所訂定的規章而行。
1:2309
τῷ δὴ τοιούτῳ συνῆσαν ( ἁπλῇ γὰρ εἰσόδῳ τῆς πόλεως ἐπιβαίνειν οὐκ ἠδύ νατο) οὐκ ἐπισκόπων τινές, οὐ πρεσβυτέρων, οὐ διακόνων, οὐ λαῶν πλήθη, οὐ προῆγον τοῦτον μονάζοντες ὕμνους ἐκ γραφῶν ἀναμέλ ποντες, ἀλλ' Εὐζώϊος ἦν, ὁ πρώην μὲν σὺν Ἀρείῳ καθαιρεθείς, διά κονος ὢν τῆς καθ' ἡμᾶς Ἀλεξανδρείας, ἐν τῇ κατὰ Νίκαιαν ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἄρτι δὲ προστασίᾳ τὴν Ἀντιοχέων λυμαινόμενος, καὶ ὁ τῶν κομητατησίων δὲ λαργιτιόνων κόμης, στρατιωτῶν ἐπαγό μενος ἄμετρον πληθύν, ὁ ἐν πάσῃ ἀσεβείᾳ ἀεὶ γνωριζόμενος Μάγνος τοὔνομα·
Accompanying such a man (for he could not enter the city by an ordinary entrance) were none of the bishops, none of the presbyters, none of the deacons, no crowds of the people; nor did monks go before him chanting hymns from the Scriptures; but there was Euzoius, who had formerly been deposed together with Arius — a deacon of our own Alexandria — at the holy and great synod of Nicaea, and who now, invested with authority, was ravaging the church of Antioch; and there was also the count of the imperial largesses, bringing with him an unmeasured multitude of soldiers, a man ever notorious in every impiety, Magnus by name;
陪同這樣一個人的(因為他無法以尋常的方式進城)並沒有任何主教,沒有任何長老,沒有任何執事,也沒有百姓的群眾;也沒有修士在他前頭邊行邊唱經文中的聖詩;相反,跟隨他的乃是歐佐伊烏斯——此人先前曾與阿里烏一同在尼西亞那神聖而大公的會議中被廢黜,原是我們亞歷山大教會的執事,如今卻正以主事之名毒害安提阿教會;還有那位掌管御用賞賜之庫的伯爵,帶著數目龐大、不可勝計的士兵——此人一向以在各樣不敬虔之事上聞名,名叫瑪格努斯;
1:2310
ὃς ἐν τοῖς Ἰουλιανοῦ καιροῖς τὴν Βηρυτίων ἐκκλησίαν ἐμπρήσας ( Φοινίκων δ' αὕτη πόλις ἐπιφανής), ἐπὶ τοῖς τοῦ τῆς μακαρίας μνήμης Ἰοβιανοῦ χρόνοις ἐξ οἰκείων ταύτην ἀνορθῶσαι κατηναγκάσθη, ὀλίγου καὶ τὴν κεφαλὴν τμηθείς, εἰ μὴ φιλανθρωπίας ἐκ πολλῆς περιδρομῆς ἔτυχε βασιλικῆς
who, in the days of Julian, had burned down the church of the Berytians (this being a distinguished city of Phoenicia), and who, in the times of Jovian of blessed memory, was compelled to restore it at his own expense, and came within a little of having his head cut off, had he not, through much running about, obtained the imperial clemency.
這人曾在儒利安在位之時,焚毀了貝魯特人的教堂(此城乃腓尼基一座著名城市),到了蒙福紀念的約維亞努在位之時,他被強令自費將其重建,幾乎因此被斬首,若非他多方奔走求情,蒙得皇帝的仁慈寬恕,恐難逃此劫。
1:2311
Ἀναλογίσασθαι τοίνυν ἐκ τούτου τὸν ὑμέτερον ζῆλον προσήκει, ὃν διεγερθῆναι πρὸς ἐκδικίαν τῶν γενομένων παρακαλῶ, οἷα καὶ ἡλίκα τὰ πλημμεληθέντα κατὰ τῆς τοῦ θεοῦ ἐκκλησίας, τοιούτου τυράννου τοῦ προειρημένου καθ' ἡμῶν ἐπαναστάντος
It is fitting, then, that your zeal should take account from this of the sort and magnitude of the wrongs committed against the church of God, when so great a tyrant as the aforesaid rose up against us — a zeal which I entreat may be roused to avenge what has taken place.
因此,你們的熱忱理應由此思量:既有如此一個前述的暴君興起攻擊我們,那加諸神的教會之上的過犯是何等樣式、何等嚴重;我懇求這熱忱當被激起,為所發生的事伸張正義。
1:2312
ἅμα γὰρ ὁ παρὰ τῆς ὑμετέρας θεοσεβείας καὶ τῶν ἁπανταχοῦ ὀρθοδόξων ἐπι σκόπων πολλάκις ἀπαγορευθεὶς Λούκιος τῆς πρὸς αὐτὸν ἀπεχθῶς διακειμένης ἐπ' εὐλόγοις ταῖς προφάσεσιν ἐπέστη πόλεως
For Lucius, who had repeatedly been disavowed by your piety and by the orthodox bishops everywhere, straightway entered the city that was — for good reason — hostilely disposed toward him.
因為那屢次被你們的敬虔及各處正統主教所拒絕的路求,隨即進入了那座——理由充分地——對他懷有敵意的城市。
1:2313
οὐ γὰρ μόνον, ὡς ὁ δύσφημος ἐν Ψαλμοῖς ἄφρων, λέγει·
For not only does he say, like the ill-famed fool in the Psalms:
因為他不僅像《詩篇》中那惡名昭彰的愚頑人一樣說:
1:2314
οὐκ ἔστι θεὸς ἀληθινὸς ὁ Χριστός, ἀλλὰ καὶ τοῖς ἐπιτηδεύμασι διεφθάρη καὶ διέφθειρε, χαίρων ἐπὶ ταῖς κατὰ τοῦ σωτῆρος πεμπομέναις βλασφη μίαις παρὰ τῶν τῇ κτίσει λατρευόντων παρὰ τὸν κτίσαντα
"Christ is not the true God" — but he has also been corrupted in his ways and has corrupted others, rejoicing at the blasphemies hurled against the Savior by those who worship the creature rather than the Creator.
「基督不是真神」——他不僅這樣說,更在行為上敗壞了自己,也敗壞了別人,並因那些敬拜受造之物過於敬拜造物主者所發出的、針對救主的褻瀆之言而歡喜。
1:2315
πῶς γὰρ οὐχί; ὅπου γε παραπλήσιον Ἕλλησιν ἔχων τὸ φρόνημα πρόσ φατον τολμᾷ ὁ ἀλιτήριος σέβειν θεόν
And how could it be otherwise? For, holding a mind akin to that of the Greeks, this accursed man has of late dared to worship a novel god.
這怎能不然呢?因為此人心思與希臘人相仿,這該咒詛的傢伙近來竟敢敬拜一個新造的神。
1:2316
ἐπ' ὄψεσι γὰρ αὐτῷ τούτους τοὺς ἐπαίνους ἔπεμπον·
For before his very eyes they sent forth these praises:
因為當著他的面,人們向他獻上這樣的頌詞:
1:2317
καλῶς ἦλθες, ἐπίσκοπε, υἱὸν μὴ λέγων·
"Well have you come, O bishop!" — not calling him "son"
「主教啊,你來得好!」——並不稱他為「子」
1:2318
ὁ Σάραπίς σε φιλῶν εἰσήνεγκε, τὸ πάτριον εἴδωλον ἑαυτῶν ὀνομά ζοντες
"Serapis, loving you, has brought you here!" — naming their ancestral idol.
「撒拉皮斯愛你,把你迎進來了!」——他們如此稱呼自己祖傳的偶像。
1:2319
ἀσεβείας αὐτοῦ κοινωνὸς ἀδιαίρετος καὶ δορυφόρος πικρὸς καὶ σατράπης ὠμότατος, συναθροίσας καὶ τὰ ὑπὸ τὴν ἑαυτοῦ φροντίδα ἐπανακείμενα πλήθη, πρεσβυτέρους καὶ διακόνους τὸν ἀριθμὸν ἐν νεακαίδεκα συλλαβόμενος, ὧν τινες τὸ ὀγδοηκοστὸν ὑπερβεβήκασιν ἔτος, ὡς ἁλόντας ἐπὶ μυσαρῷ τινι καὶ νόμῳ Ῥωμαίων ἐχθρῷ, δη μόσιον ὁρίσας κριτήριον, κατηνάγκαζεν, οὐκ εἰδὼς τοὺς ὑπὲρ τῆς ἀρετῆς Χριστιανῶν νόμους, τὴν πατρῴαν παρὰ τῶν ἀποστόλων διὰ τῶν πατέρων ἀποδοθεῖσαν ἡμῖν προδιδόναι πίστιν, ἡδόμενον ἐπὶ τούτῳ καὶ τὸν φιλανθρωπότατον Αὔγουστον Οὐάλεντα διισχυρι ζόμενος·
An inseparable partner in his impiety, a bitter henchman, and a most savage satrap, having gathered together the crowds placed under his own charge, seized presbyters and deacons, nineteen in number — some of whom had passed their eightieth year — as though they had been caught in some abominable crime hostile to Roman law; and, setting up a public tribunal, he tried to compel them (not knowing the laws that uphold the virtue of Christians) to betray the ancestral faith handed down to us by the apostles through the fathers, taking pleasure in this and insisting that the most humane Augustus Valens approved.
有一位與他不可分割的邪惡同夥、殘酷的爪牙、極其兇殘的太守,召集了在自己管轄下的群眾,捕捉了十九位長老和執事——其中有些人已年過八十——彷彿他們犯了某種可憎的、觸犯羅馬法律的罪行;他設立公堂,強逼他們(他根本不曉得那保障基督徒美德的律法)背棄那由使徒藉諸位教父傳給我們的祖傳信仰,並以此為樂,堅稱最仁慈的奧古斯都瓦倫斯也是如此。
1:2320
πείσθητε, τάλανες, λέγων μεγάλῃ τῇ φωνῇ, τῷ τῶν Ἀρει ανῶν φρονήματι πείσθητε·
"Be persuaded, you wretches," he said with a loud voice, "be persuaded to the mind of the Arians."
「你們這些可憐蟲,聽從吧!」他大聲喊道,「聽從亞流派的思想吧!」
1:2321
συγγνωμονήσει γὰρ ὑμῖν τὸ θεῖον, κἂν ἀληθῆ σέβητε θρησκείαν, οὐκ αὐθαιρέτως ἀλλὰ πρὸς ἀνάγκην τοῦτο πράξασι
"For the Divine will pardon you, even though you still hold the true religion in your hearts, if you do this not of your own free will but under compulsion."
「因為神明必寬恕你們,即使你們心中仍持守真信仰,只要你們這樣做不是出於自願,而是出於被迫。」
1:2322
τῇ μὲν γὰρ ἀνάγκῃ ἀπολογία περιλείπεται, τῷ δὲ αὐθαι ρέτῳ ἀκολουθεῖ κατηγορία
"For to compulsion a defense remains, but upon willingness follows accusation."
「因為出於被迫尚有申辯的餘地,出於自願卻招來控告。」
1:2323
διὸ τοιούτους λογισμοὺς πρὸ ὀφθαλμῶν τιθέμενοι ἥκετε πρόθυμοι, μελλησμὸν ἀποθέμενοι πάντα, τῷ Ἀρείου ὑπογράφοντες δόγματι, ὃ νῦν κηρύττει ὀνομαστὶ λέγων Λούκιος, εὖ εἰδότες ὡς πειθαρχοῦντες χρήματα καὶ πόρους καὶ γέρα παρὰ βα σιλέως ἕξετε, ἀπαναινόμενοι δὲ εἱρκτῆς καὶ στρεβλῶν καὶ βασάνων καὶ μαστίγων καὶ δαμαστηρίων πεῖραν λήψεσθε, χρημάτων ὁμοῦ καὶ κτημάτων στερηθέντες καὶ τῆς πατρίδος μεταναστάντες, εἰς χαλεποὺς οἰκῆσαι τόπους κατακριθήσεσθε
"Therefore, setting such reasonings before your eyes, come readily, laying aside all delay, subscribing to the doctrine of Arius, which Lucius now proclaims by name, knowing well that, if you obey, you will have money and resources and honors from the emperor; but if you refuse, you will experience prison and racks and tortures and scourges and houses of correction, and, deprived at once of money and property and banished from your homeland, you will be condemned to dwell in harsh places."
「所以,把這樣的道理擺在眼前,甘心前來吧,放下一切遲疑,在亞流的教義下簽署——路求現在正以此名宣講——你們要清楚知道:若順服,就必從皇帝那裡得著金錢、資財和榮譽;若拒絕,就要嘗到監禁、拷問、酷刑、鞭笞和苦役所的滋味,同時被剝奪錢財產業,被逐出故土,被判流放到艱苦之地居住。」
1:2324
Ἀλλ' οὗτος μὲν ὁ γενναῖος, ἀπάτῃ τὴν ἀπειλὴν κεράσας, μετα ναστῆναι τῆς εὐσεβοῦς τοὺς πάντας καὶ προὐτρέπετο καὶ κατηνάγκαζε γνώμης
But this "noble" man, mixing deceit with threat, both urged and compelled everyone to depart from their pious conviction.
然而,這位「高貴」的人,將欺騙與威嚇混合在一起,既勸誘又強逼眾人背離他們敬虔的信念。
1:2325
οἱ δὲ πικρότερον βασάνου πάσης τὴν εἰς εὐσέβειαν προδοσίαν ἡγησάμενοι (ἔχει γὰρ οὕτω), τοιοῖσδε πρὸς αὐτὸν ἀναγκαζόμενοι ἀπήντησαν ῥήμασιν, ἀρετῇ καὶ γενναίῳ φρονήματι ὁμοῦ τὴν ἀπάτην καὶ τὰς ἀπειλὰς ὑποτάξαντες·
But they, considering treachery to piety more bitter than every torment (for so it is), when compelled, answered him with such words as these, subjecting both his deceit and his threats to virtue and noble resolve alike:
但他們認為背叛敬虔比一切酷刑更為苦澀(事實確是如此),在被強逼之下,用以下的話回應他,以德行與高貴的志氣,將他的欺騙與威嚇一同制服:
1:2326
πέπαυσο λοιπόν, πέπαυσο τούτοις ἡμᾶς ἐκφοβῶν τοῖς ῥήμασιν·
"Cease, then; cease trying to frighten us with these words."
「住口吧!住口吧!別再用這些話來恐嚇我們了!」
1:2327
ἔπεχε εἰκαῖα προφέρειν ῥήματα·
"Refrain from uttering vain words."
「不要再說這些空洞無用的話了。」
1:2328
ἡμεῖς οὔτε νέηλυν οὔτε πρόσφατον σέβοντες θεόν, κἂν ἐπαφρίζῃς κυ μαίνων εἰκῆ καὶ προσρήσσῃς ὡς βίαιος ἄνεμος, τοῖς εὐσεβείας ἄχρι θανάτου ἐμπολιτευόμεθα δόγμασιν, οὐκ ἀδύναμον, οὐκ ἄσοφον, οὐ χωρὶς ἀληθείας πώποτε φρονήσαντες θεόν, οὐ ποτὲ μὲν ὄντα πατέρα, ποτὲ δὲ μὴ ὄντα, κατὰ τὸν δυσσεβῆ τοῦτον Ἀρειανόν, χρονικὸν ἢ πρόσκαιρον δοξάζοντες τὸν υἱόν
"We worship neither a newly-come nor a recent god; and even though you foam as you rage in vain and dash against us like a violent wind, we live as citizens according to the doctrines of piety even unto death — never having thought of God as powerless, unwise, or apart from truth, nor as at one time being a Father and at another not, as this impious Arian holds, glorifying the Son as merely temporal or transient."
「我們所敬拜的,既非新近興起的,也非時興的神;縱使你像狂風般徒然咆哮翻騰,猛烈衝撞,我們仍要以敬虔的教義為國度而活,直到至死。我們從未認為神是無能的、無智慧的,也從未認為神脫離真理;也不像這位不敬虔的亞流派人一樣,認為神有時是父,有時卻不是,將聖子當作是有時間性的、暫時的來頌揚。」
1:2329
εἰ γὰρ κτίσμα κατὰ τοὺς Ἀρειο μανίτας ὁ υἱός, οὐχ ὑπάρχων πατρί, εἰς τὸ εἶναι συστήσεται καὶ ὁ πατήρ, οὐχ ὑφεστῶτος τοῦ υἱοῦ οὐκ ὤν ποτε κατ' αὐτοὺς πατήρ
"For if, according to the Arian madmen, the Son is a creature who did not exist alongside the Father, then the Father himself must also have come into being; for while the Son did not yet subsist, according to them God was at one time not a Father."
「因為照亞流狂徒的說法,若聖子是受造之物,並非與父同在,那麼父自己也必是被構成而存在的;因為聖子尚未存在之時,照他們的說法,神那時也還不是父。」
1:2330
εἰ δὲ ἀεὶ πατήρ ἐστιν, ὑφεστῶτος δηλονότι τοῦ ἐξ αὐτοῦ ἀληθινοῦ καὶ οὐ κατὰ ἀπόρροιαν γεννήματος (ἀπαθὴς γὰρ ὁ θεός), πῶς οὐκ ἄφρων καὶ μανιώδης ὁ ἦν ὅτε οὐκ ἦν φρονῶν τὸν υἱόν, δι' οὗ τὰ πάντα εἰς τὸ εἶναι κατὰ χάριν συνέστη; οἱ γοῦν ἡμέτεροι κατὰ πᾶσαν τὴν οἰκουμένην πατέρες, ὧν ἐκπεσόντες οὗτοι εἰκότως ἀπάτορες γεγόνασιν, ἐν Νικαίᾳ συνελθόντες, ἀναθεματίσαντες τὴν Ἀρείου κακοδοξίαν, ἧς ὁ νεώτερος οὗτος νῦν προΐσταται, οὐχ ἑτεροούσιον, ὃ νῦν ἡμᾶς εἰπεῖν καταναγκάζεις, τὸν υἱὸν εἰρήκασι τοῦ πατρός, ἀλλ' ἐκ τῆς αὐτοῦ οὐσίας·
"But if He is always Father, then obviously the one truly begotten of Him subsists eternally, and not by way of emanation (for God is impassible); how then is he not foolish and raving mad who thinks that there was a time when the Son — through whom all things were graciously brought into being — did not exist? Our fathers, at any rate, from every part of the world — from whom these men, having fallen away, have fittingly become fatherless — assembled at Nicaea and anathematized the evil doctrine of Arius, which this younger man now champions; they declared the Son to be, not of a different substance from the Father, as you now compel us to say, but of the same substance."
「但若神永遠是父,那麼由祂所生的真子顯然是永恆常存的,並非藉著流溢而生(因為神是不受影響的),那麼認為『曾有一時聖子不存在』的人,怎能不是愚昧而瘋狂呢?萬有正是藉著這聖子、本乎恩典而被建立存在的啊!我們遍及普天下的教父們——這些人既已墮落,理所當然地成了『無父之人』——在尼西亞聚集,將亞流的邪說定罪,這邪說如今正由這位後輩所擁護;他們宣告聖子與父不是『異質』(你現在硬逼我們如此說),而是『出於同一本質』。」
1:2331
ὃ καλῶς μετ' εὐσεβοῦς διανοίας νοήσαντες, ἐκ πολλῆς τῶν θείων ῥημάτων συλλογῆς ὁμοούσιον ὡμολόγησαν. Τὰ δὴ τοιαῦτα καὶ τὰ τούτοις παραπλήσια λέγοντας καθεῖρξεν ἡμερῶν πολλῶν, οἰόμενος τῆς εὐσεβοῦς μετακινήσειν γνώμης
"Having rightly understood this with pious mind, from a great collection of divine sayings, they confessed the Son to be consubstantial." Those who spoke such things, and things like them, he imprisoned for many days, thinking to shift them from their pious resolve.
「他們懷著敬虔的心思正確地領悟了這一點,從大量神聖經文的彙集中,宣認聖子與父同質。」說這些話、以及與此相近之言的人,他將他們囚禁多日,以為能藉此動搖他們敬虔的信念。
1:2332
οἱ δὲ μᾶλλον, ὥσπερ ἐν σταδίῳ τῶν ἀθλητῶν οἱ γενναιότατοι, δειλίαν πᾶσαν ἀποσβέσαντες, ἐπαλείφοντες ἑαυτοὺς τοῖς τῶν πατέρων διὰ θείων λογισμῶν ἀνδραγαθήμασι, γενναιότερον εἶχον περὶ τὴν εὐσέ βειαν τὸ φρόνημα, γυμνάσιον ἀρετῆς τὰς στρέβλας ἡγούμενοι
But they, rather, like the noblest athletes in the stadium, having extinguished all cowardice, anointing themselves with the manly deeds of the fathers through divine reasonings, held their resolve toward piety all the more nobly, considering the racks a gymnasium of virtue.
然而他們反倒像賽場上最勇敢的運動員,徹底熄滅一切怯懦,以歷代教父藉屬神思維所成就的英勇事蹟來塗抹自己,對敬虔的信念持守得更加堅毅,將酷刑視為操練美德的體育場。
1:2333
οὕτω τοίνυν ἀγωνιζομένων καὶ θέατρον ὡς ὁ μακάριος ἀπόστολος γράφει γενομένων καὶ ἀγγέλοις καὶ ἀνθρώποις, ἐπέτρεχεν ἡ πόλις ἅπασα, ἀθλητὰς θεασαμένη Χριστοῦ καρτερίᾳ τοῦ βασανίζοντος δικαστοῦ νικῶντας τὰς μάστιγας καὶ τρόπαια δι' ὑπομονῆς κατὰ ἀσεβείας ἐπαίροντας καὶ θριάμβους κατὰ Ἀρειανῶν ἐπιδεικνυμένους·
So then, as they contended and became a spectacle, as the blessed apostle writes, to both angels and men, the whole city ran together, beholding the athletes of Christ overcoming the scourges of the tormenting judge by endurance, and raising trophies through patience against impiety, and displaying triumphs over the Arians.
就這樣,他們奮力爭戰,正如那位有福的使徒所寫的,成了天使與世人共觀的一場戲劇;全城的人都爭相跑來,觀看基督的運動員們憑著堅忍勝過那用刑法官的鞭笞,藉忍耐豎立起抵抗不敬虔的凱旋標記,並向眾人展示戰勝亞流派的凱旋。
1:2334
οὓς ὑποτάξας ὁ πικρὸς οὗτος πολέμιος δι' ἀπειλῶν καὶ ἀπάτης τοῖς εἰς Χριστὸν ἀσεβοῦσιν ἐκδώσειν ἐνόμιζεν
This bitter enemy, thinking to subdue them through threats and deceit, supposed he would hand them over to those who were impious toward Christ.
這殘酷的仇敵以為,藉著威嚇與欺詐可以制服他們,把他們交給那些對基督不敬虔的人。
1:2335
Ἀποκακήσας τοιγαροῦν ταῖς τῶν βασάνων δι' ἐπινοίας χαλεπῆς προσβολαῖς, ἁπάντων τῶν λαῶν ὀδυρομένων ποικίλως διὰ πολλὰ τῷ θρήνῳ, ὁ πικρὸς καὶ πάσης ἀποδέων φιλανθρωπίας, τὰ συνήθη πάλιν πρὸς ἀταξίαν συναθροίσας πλήθη, ἐπὶ κρίσιν αὐτούς, μᾶλλον δὲ ἕωλον κατάκρισιν, καλεῖ πρὸς τῷ τῆς θαλάσσης λιμένι, πολυωνήτων συνήθως κατ' αὐτῶν ἐπαφιεμένων τῶν βοῶν παρὰ τῶν εἰδωλολατρῶν καὶ τῶν Ἰουδαίων
Having thus abandoned hope in the assaults of tortures devised with cruel ingenuity — while all the people mourned variously and for many reasons — this bitter man, devoid of all humanity, once more gathered together the customary crowds for tumult, and summoned them to judgment, or rather to a foregone condemnation, at the harbor of the sea, while, as usual, the hired shouts of the mob were let loose against them by the idolaters and the Jews.
因此,這殘忍、毫無人性可言的人,在用盡各種苦心設計出的酷刑折磨仍歸徒然、而全城百姓因種種緣故而各樣哀慟之後,再度召集慣常用來製造混亂的群眾,將他們召到海港前受審——與其說是審判,不如說是早已定案的判決;照慣例,那些收買來的偶像崇拜者和猶太人,向他們發出陣陣叫囂。
1:2336
καὶ μὴ θελησάντων εἶξαι τῇ προφανεῖ δυσσεβείᾳ τῶν Ἀρειομανιτῶν, ἀποφαίνεται, τῶν λαῶν πρὸ τοῦ δικαστηρίου πάντων ὀδυρομένων, τῆς Ἀλεξανδρείας μεταναστάντας τὴν Ἡλιούπολιν τῆς Φοινίκης οἰκῆσαι, ἔνθα τῶν ἐνοικούντων οὐδεὶς κἂν ἀκοῦσαι τὸ τοῦ Χριστοῦ ἀνέχεται ὄνομα·
And since they were unwilling to yield to the manifest impiety of the Arian madmen, he pronounces sentence — while all the people mourned before the tribunal — that, having removed from Alexandria, they should dwell in Heliopolis of Phoenicia, where none of the inhabitants can even bear to hear the name of Christ.
由於他們不肯屈服於亞流狂徒明顯的不敬虔,他便宣判——在全體百姓於審判庭前哀哭之際——判定他們遷離亞歷山大城,去腓尼基的赫利歐波利斯居住,那裡的居民甚至連聽見基督之名都無法忍受。
1:2337
παραυτὰ σκάφους ἐπιβῆναι προστάξας, αὐτὸς ἑστηκὼς ἐπὶ τοῦ λιμένος ( πλησίον γὰρ ἐν δημοσίῳ λουτρῷ τὴν κατάκρισιν κατ' αὐτῶν ὥρισε) γυμνὸν ἐπιδεικνύ μενος τὸ ξίφος, νομίσας ἐκ τούτου φοβεῖν τοὺς τῇ διστόμῳ μαχαίρᾳ τοὺς πολεμίους δαίμονας πολλάκις κατατρώσαντας, οὕτω δὴ οὖν ἀποπλεῖν αὐτοὺς κελεύει, οὐκ ἐμβαλλομένους ἐπιτήδεια, οὐ παραμύθιόν τι τὸ σύνολον τῆς ἐξορίας ἔχοντας, καὶ τὸ θαυμαστὸν καὶ ἄπιστον, τῆς θαλάττης ἐπαφριζούσης καὶ δυσχερῶς οἶμαι δι' αὐτὸ τοῦτο φερούσης καὶ μὴ βουλομένης, ἵν' οὕτως εἴπω, δι' ὑποδοχῆς τῶν ἀνδρῶν ἀδίκῳ κοινωνῆσαι κελεύσματι·
Having ordered them immediately to board a ship, he himself, standing at the harbor (for he had determined their condemnation nearby, in a public bath), displaying a naked sword, thinking by this to frighten those who had often wounded the hostile demons with the double-edged sword, thus he commands them to sail off, without embarking with necessary provisions, having no comfort whatsoever for their exile; and — the wonderful and incredible thing — the sea itself foamed, and, I think for this very reason, bore them with difficulty and, so to speak, was unwilling to share in the unjust command by receiving the men.
他隨即下令他們立刻登船,自己則站在港口(因為他就近在一座公共浴場裡判定了對他們的定罪),亮出出鞘的劍,以為藉此能嚇住那些屢屢用雙刃劍重創仇敵眾魔的人;他就這樣命令他們啟航,既不准攜帶必需的食物,流放途中也沒有絲毫慰藉。而令人驚奇、難以置信的是——海水本身也翻騰起泡,我想正因如此,海水才如此艱難地承載他們,彷彿——容我這樣說——不願藉著接納這些人而參與這不義的命令。
1:2338
ἐνέφαινε γὰρ καὶ τοῖς ἀγνοοῦσι καὶ τοῦ κρίναντος τὴν βάρβαρον προαίρεσιν
For it made plain, even to those who did not know, the barbarous purpose of the one who had passed judgment.
因為這也向那不知情的人,彰顯了那定罪者野蠻的用心。
1:2339
ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ
The heaven was astonished at this.
諸天也因此而驚駭。
1:2340
ἐστέναξε γὰρ ἡ πόλις ἅπασα καὶ μέχρι δὲ νῦν θρηνεῖ
For the whole city groaned, and even to this day it mourns.
因為全城都發出哀嘆,直到如今仍在悲慟。
1:2341
καὶ οἱ μὲν ἀλλεπάλλῃ τῇ χειρὶ κτύπον ἐκ στηθῶν μακρὸν ἀπέπεμπον, οἱ δὲ τὰς χεῖρας ὁμοῦ καὶ τοὺς ὀφθαλμοὺς εἰς οὐρανὸν ἀνέτεινον τὴν βίαν διαμαρτυρόμενοι, μόνον οὐχὶ λέγοντες·
Some, striking their breasts repeatedly with their hands, sent forth a long sound of lamentation; others lifted up their hands together with their eyes toward heaven, protesting against the violence, all but saying:
有些人不住地捶胸,發出悠長的悲聲;也有些人同時舉起雙手與雙眼望向天空,見證這暴行,幾乎要說出:
1:2342
ἄκουε, οὐρανέ, καὶ ἐνω τίζου, γῆ, ὅτι παράνομα τὰ γιγνόμενα
"Hear, O heaven, and give ear, O earth, for what is happening is unlawful."
「諸天哪,要聽!大地啊,要側耳!因為所發生的事是不合法的!」
1:2343
καὶ ὅλως οἰμωγῆς τὸ πᾶν ἐπεπλήρωτο, καὶ μέλη καὶ θρῆνος ἦν ἐν πάσῃ τῇ πόλει χορεύων, καὶ ποταμὸς ἐκ δακρύων σχεδὸν καλύπτων πλημμύρᾳ τὴν θάλατταν τοῖς ἅπασιν ἄφνω προσεγίνετο
And altogether everything was filled with wailing, and dirges and lamentation went dancing through the whole city, and a river of tears, almost covering the sea with its flood, suddenly came upon all.
一切都充滿了悲號,哀歌與慟哭在全城中如舞蹈般迴盪;一條由淚水匯成的河流,幾乎以其氾濫掩蓋了海洋,忽然臨到眾人身上。
1:2344
ὅτε τοίνυν ὁ προειρημένος ἐπὶ τοῦ λιμένος παρὼν τοῖς ἐρέσσουσιν ὑψοῦν τὰ ἱστία προσέταττε, τότε σύμμικτος οἰμωγὴ παρθένων καὶ γυναικῶν, πρεσβυτῶν καὶ νέων, καὶ θρῆνοι προσπεπλεγμένοι δάκρυσιν ὀξέσιν, αἱ τῶν ἁπάντων βοαὶ τῆς ἐπαφριζούσης θαλάσσης † τὸν προσρησσόμενον σωρὸν τῷ κύματι κτύ πον ἐκάλυπτον
When, then, the aforesaid man, present at the harbor, ordered the oarsmen to raise the sails, then the mingled wailing of virgins and women, of old men and young, and lamentations intertwined with bitter tears — the cries of all — drowned out even the roar of the foaming sea as it dashed its surging mass of waves against the shore.
當那前述之人在港口下令槳手升起船帆時,處女與婦人、老人與青年混雜的哀號,以及交織著辛酸淚水的悲泣,眾人的哭喊聲竟蓋過了那翻騰泡沫的海浪拍岸轟然的巨響。
1:2345
Ἀλλ' οὕτω τῶν προειρημένων ἀποπλεόντων εἰς τὴν Ἡλιούπολιν, ἔνθα δεισιδαιμονῶν πᾶς, ἔνθα τοῦ διαβόλου τὰ πρὸς ἡδονὴν ἐπιτη δεύματα, ἔνθα θηρίων ἐφέστια φοβερά (ὄρη γὰρ κύκλῳ πανταχόθεν οὐρανῷ προσπελάζοντα), οἱ πάντες λοιπὸν μέσῃ τῇ πόλει, κοινῇ καὶ ἕκαστος ἰδίᾳ ὀλοφυρόμενοι καὶ στεναγμῶν ἐπιπέμποντες ῥήματα, οὐδὲ δακρύειν ἐπετρέποντο κελεύσει τοῦ τῆς πόλεως ἐπάρχου Παλλαδίου, δεισιδαιμονεστάτου καὶ αὐτοῦ τυγχάνοντος
But thus, as the aforesaid men sailed away to Heliopolis — where everyone is superstitious, where are the devil's devices for pleasure, where are the fearsome dens of wild beasts (for mountains reach the sky all around on every side) — all the people, then, in the middle of the city, lamenting both together and each one privately, and sending up words of groaning, were not even permitted to weep, by the order of Palladius, the prefect of the city, who himself happened to be most superstitious.
就這樣,前述那些人航向赫利歐波利斯——那裡人人都迷信偶像,那裡充斥著魔鬼引誘享樂的種種伎倆,那裡野獸出沒的巢穴令人生畏(因為四周群山環繞,高聳入雲)——而城中所有的人,無論是集體或各自私下悲慟,發出聲聲嘆息,卻連哭泣都不被允許,因為城中的總督帕拉狄烏斯——他自己也是極其迷信的人——下令禁止。
1:2346
πολλοὶ γὰρ τῶν κλαι όντων ἁρπαζόμενοι καὶ φυλακιζόμενοι πρότερον, εἶτ' αἰκιζόμενοι, ξεόμενοι, βασανιζόμενοι, τοῖς Φεννησίοις καὶ Προκονησίοις παρεδί δοντο μετάλλοις, ἄνθρωποι τῆς ἐκκλησίας δι' ἔνθεον ζῆλον ὑπέρμα χοι
For many of those who wept were seized and first imprisoned, then maltreated, flayed, tortured, and handed over to the mines of Phaeno and Proconnesus — men of the church, champions through divine zeal.
因為許多哭泣的人先被抓走囚禁,接著遭受虐待、皮開肉綻、嚴刑拷打,然後被送往斐諾和普羅孔內索斯的礦場——他們都是為神聖熱忱而奮戰的教會之人。
1:2347
οἱ πλείους γὰρ ἦσαν μονάζοντες, ἐρημίαν οἰκοῦντες δι' ἄσκη σιν·
For most of them were monks, dwelling in the wilderness for the sake of ascetic discipline.
因為他們大多數是修道人,為了苦修而住在曠野之中。
1:2348
ὃς φονέων βασάνοις ἐπέκεινα κοινωνήσας, λίθοις καὶ μολιβδίσι κατ' αὐτῶν τῶν αὐχένων ἐπὶ πολὺ μαστιζόμενος ἐπέβαινε σκάφους ἐπὶ θαλάττης παραπλησίως τοῖς ἄλλοις, τοῦ θείου σταυροῦ τὸ σημεῖον ἐπὶ μετώπου χαρακτηρίσας, οὐ τημελείας οὐ θε ραπείας τυχών, τοῖς κατὰ Φέννησον παραδοθῆναι μετάλλοις·
He, having endured torments beyond those suffered by murderers, was scourged for a long time with stones and leaden weights upon the very neck, and boarded a ship upon the sea just as the others did, having marked the sign of the divine cross upon his forehead, receiving neither care nor treatment, to be handed over to the mines of Phaeno.
他所受的酷刑甚至超過殺人犯所受的,被人用石頭和鉛塊在頸項上長時間鞭打,然後和其他人一樣登上海上的船,額上劃了神聖十字的記號,未得絲毫照料或醫治,被送往斐諾的礦場。
1:2349
πόλεως μίαν αὐτοῖς αἰτούντων δοθῆναι τὴν ὑστάτην ταύτην παράκλησιν
The people asked that one city be given to them — this last consolation.
人們懇求至少能給他們一座城市作為最後的安慰。
1:2350
ἀλλ' ὢ πολλῆς ἀπανθρωπίας τοῦ δικάσαντος, μᾶλλον δὲ τοῦ κατακρί ναντος, οἱ δι' εὐσέβειαν ἀθλήσαντες φονεῦσιν οὐ συνεκρίνοντο, ἄτα φοι μένοντες τὰ σώματα·
But oh, the great inhumanity of the one who judged, or rather of the one who condemned! Those who had contended for piety were not classed with murderers, yet their bodies remained unburied.
唉,那審判者——或者更確切地說,那定罪者——是何等的殘忍無情啊!那些為敬虔而奮戰的人,本不該與殺人犯同列,他們的屍身卻無人埋葬。
1:2351
οἱ καλῶς ἀγωνιζόμενοι θηρίοις καὶ πτη νοῖς πρὸς βορὰν ἐρρίπτοντο·
Those who had fought the good fight were thrown to beasts and birds as food.
那些奮力打過美好一仗的人,被丟給野獸和飛鳥作食物。
1:2352
οἱ συμπαθῆσαι βεβουλημένοι πατράσι διὰ τὴν συνείδησιν τὴν κεφαλὴν ὡς παράνομα δράσαντες ἀπετέμνοντο
Those who had wished to sympathize with the fathers, on account of conscience, had their heads cut off as though they had done something unlawful.
那些出於良心、想要對這些教父表示同情的人,竟被當作犯了不法之事一般,被砍去了頭顱。
1:2353
ποῖος νόμος Ῥωμαίων, ποία δὲ γνώμη βαρβάρων τοὺς πατράσι συμ παθοῦντας ἠμύνατο; ποῦ τις τῶν παλαιῶν ποτε ἔδρασέ τι τοιοῦτον παράνομον; ἐκέλευσέ ποτε Φαραὼ ἀναιρεῖσθαι τῶν Ἑβραίων τὰ ἄρρενα·
What law of the Romans, what judgment even of barbarians, ever punished those who sympathized with fathers in this way? Where did any of the ancients ever do such an unlawful thing? Pharaoh once commanded that the male children of the Hebrews be destroyed—
羅馬有哪一條法律、蠻族有哪一種律例,曾這樣懲罰那些同情教父的人?古人之中,何曾有誰做過如此不法之事?昔日法老曾下令殺害希伯來人的男嬰——
1:2354
ἀλλὰ φθόνος καὶ δέος ὑπέβαλε τοῦτο τὸ πρόσταγμα
but envy and fear suggested that command.
但那道命令的背後,是嫉妒與恐懼所驅使的。
1:2355
πόσῳ τὰ τότε τῶν νῦν φιλανθρωπότερα; πόσῳ ποθεινὰ πρὸς αἵρεσιν ἀδικήματος; πόσῳ βελτίονα πρὸς σύγκρισιν ἀνομήματος, κἂν ἀλλήλων αἱ κακίαι μὴ χωρίζωνται; ἄπιστα τὰ λεγόμενα, ἀπάνθρωπα καὶ δεινά, ὠμὰ καὶ βάρβαρα, ἀνελεῆ καὶ πικρά
How much more humane were the deeds of that time than those of now? How much more desirable, if a choice of wrongdoing had to be made? How much better by comparison of transgression, even though the evils are not wholly separable from one another? Incredible are the things being told — inhuman and terrible, cruel and barbarous, merciless and bitter.
那時的作為,比起如今,是何等地更近人情呢?若必須在罪行之間作選擇,那時的又是何等更可取呢?就罪過相比而言,又是何等地更為輕微呢——即便這些邪惡彼此本難以完全區分?我所述說的事,實在令人難以置信:慘無人道、可怖至極、殘忍野蠻、無情又苦毒。
1:2356
ἀλλ' ἐν τούτοις ἐγαυρίων οἱ τῆς Ἀρείου μανίας ὑπήκοοι χορεύοντες
But in these things the followers of the madness of Arius exulted, dancing with joy.
然而,那些追隨亞流狂妄之人,竟因這些事而洋洋自得,歡欣起舞。
1:2357
Τῆς δὲ πόλεως πάσης ὀλοφυρομένης, οὐκ ἦν γὰρ οἰκία ἐν ᾗ οὐκ ἦν τεθνηκώς, ὡς ἐν τῇ Ἐξόδῳ γέγραπται, οὐκ ἠρέμησαν πάλιν οἱ τὴν ἕξιν ἀκόρεστον πρὸς παρανομίαν ἀσκήσαντες
While the whole city lamented — for there was no house in which there was not a dead man, as it is written in Exodus — those who had trained themselves in an insatiable habit toward lawlessness did not rest again.
全城都在哀慟,因為沒有一家不死人的,正如《出埃及記》所記載的;然而那些已將自己操練成對不法之事貪得無厭之人,卻仍不肯罷休。
1:2358
ἐπὶ γὰρ τὰ χείρω τὴν προ αίρεσιν γυμνάζοντες, μέχρι τῶν τῆς ἐπαρχίας ἐπισκόπων τὸν ἴδιον τῆς κακίας ἰὸν ἐπεκτείνοντες, δορυφόρῳ πρὸς ἀδικίας τῷ τῶν λαργιτιόνων χρώμενοι κόμητι τῷ προειρημένῳ Μάγνῳ, τοὺς μὲν βουλευτηρίῳ παρέ δοσαν, τοὺς δὲ ἄλλους ὃν ἐβούλοντο τρόπον ἐνήδρευον, πανταχόθεν πρὸς ἀσέβειαν τοὺς πάντας θηρεῦσαι βουλόμενοι, οὐδὲν ἀφέντες ἀτόλμητον·
For, exercising their purpose toward ever worse deeds, extending their own venom of wickedness even to the bishops of the province, using as their instrument of injustice the aforesaid Magnus, count of the largesses, they handed some over to the council chamber, and ensnared the rest in whatever manner they wished, wanting from every side to hunt down everyone into impiety, leaving nothing undared.
因為他們把心志操練到愈發邪惡的地步,將自己邪惡的毒液擴散到本省的主教身上,利用前述那位掌管御賜恩賞的伯爵馬格努斯作為施行不義的爪牙,將一些主教交付議事廳審判,又用他們所願的任何手段暗算其餘的人,一心要從各方面把所有人都獵捕入不敬虔之中,沒有一件事是他們不敢做的。
1:2359
ἀλλὰ γὰρ καὶ πάντα περιερχόμενοι, κατὰ τὸν ἴδιον τῆς αἱρέσεως πα τέρα διάβολον, ζητοῦντες τίνα καταπιεῖν
For indeed, going about in all directions, after the manner of the devil, the father of their own heresy, seeking whom they might devour
他們四處奔走,如同他們異端之父魔鬼一般,「遍地遊行,尋找可吞吃的人」
1:2360
καὶ ὅμως, ὡς ὁ ᾅδης ἐπὶ θα νάτῳ τῶν ἀδελφῶν οὐκ ἐμπιπλάμενοι, ἁπανταχοῦ γῆς ἐτόλμησαν οἱ παράφρονες καὶ ἀβέλτεροι τῆς οἰκείας ὠμότητος καταλεῖψαι μνημό συνα, ἐκ κακῶν ἔχειν τὸ γνώρισμα βουλόμενοι
And yet, like Hades never satisfied with the death of the brethren, these deranged and senseless men dared, in every part of the earth, to leave behind memorials of their own cruelty, wishing to have their mark made known through evil deeds.
然而,如同陰間永不因弟兄之死而滿足一樣,這些喪心病狂、愚昧無知的人,竟敢在天下各處留下自己殘暴的紀念,一心只想藉著邪惡留名。
1:2361
ἰδοὺ γὰρ πάλιν κλη ρικοὺς τῆς καθολικῆς ἐκκλησίας ἐν Ἀντιοχείᾳ διατρίβοντας ἅμα σπου δαίοις μονάζουσι τὰ τῆς δραματουργίας αὐτῶν διαμαρτύρασθαι προθεμένους, βασιλικὰς ἠχήσαντες κατ' αὐτῶν ἀκοάς, τὴν Νεοκαι σάρειαν τοῦ Πόντου οἰκεῖν παρεσκεύασαν, οἳ τάχα καὶ τοῦ ζῆν ἐστε ρήθησαν διὰ τὴν τῶν τόπων ἀγριότητα. Τοιαύτας ὁ καιρὸς ἐκεῖνος ἐδέξατο τραγῳδίας, σιγῆς μὲν καὶ λήθης ἀξίας, ἐν συγγράμμασι δὲ τιθεμένας εἰς ἔλεγχον τῶν κατὰ τοῦ μονογενοῦς κινησάντων τὰς γλώττας·
For behold, again, clergy of the catholic church residing in Antioch, along with earnest monks who had set out to bear witness against their machinations, having sounded reports into the imperial ears against them, they caused them to dwell in Neocaesarea of Pontus, where perhaps they were even deprived of life on account of the harshness of the place. Such tragedies did that age receive — worthy indeed of silence and oblivion, yet set down in writings for the refutation of those who moved their tongues against the Only-Begotten.
看哪,又有一次,居住在安提阿的大公教會聖職人員,連同一些熱心的修道人,本欲挺身作見證、揭露他們(異端)的種種伎倆,這些人卻讓謠言傳入御耳,控告他們,於是使他們被迫遷往本都的新凱撒利亞居住,那裡地勢荒僻,他們或許甚至因此喪命。那個時代所承受的,正是這樣的悲劇——本當緘默、任其被遺忘,卻仍被記載於文字之中,為要駁斥那些妄動舌頭、褻瀆獨生子的人。
1:2362
οἳ τὴν τῆς βλασφημίας εἰσδεξά μενοι λύτταν, οὐ μόνον τὸν τῶν ὅλων δεσπότην τοξεύειν ἐπιχειροῦ σιν, ἀλλὰ καὶ κατὰ τῶν εὔνων αὐτοῦ θεραπόντων τὸν ἄσπονδον ἀνεδέξαντο πόλεμον
Who, having received the madness of blasphemy, attempt not only to shoot arrows at the Master of all, but have also taken up an implacable war against his devoted servants.
他們接受了褻瀆的瘋狂,不僅企圖向萬有的主宰射出箭矢,更向祂忠心的僕人們發動了一場無可調解的戰爭。
1:2363
Κατ' ἐκεῖνον τὸν χρόνον τῶν Ἰσμαηλιτῶν τὰ φῦλα τὰς πελαζού σας τῆς Ῥωμαίων ἡγεμονίας ἐληΐζετο χώρας
At that time the tribes of the Ishmaelites were plundering the regions bordering on the Roman dominion.
就在那時,以實瑪利人(即撒拉森人)的部族正在劫掠羅馬帝國邊境的地區。
1:2364
Μαβία δὲ τούτων ἡγεῖτο, οὐχ ὁρῶσα μὲν ἣν ἔλαχε φύσιν, ἀνδρείῳ δὲ φρονήματι κεχρημένη
Mavia led them — a woman who paid no heed to the nature allotted to her, but possessed a manly, courageous spirit.
瑪維雅是他們的首領——她雖是女子,卻不顧自己天生的柔弱,具有男子般剛毅的氣概。
1:2365
αὕτη μετὰ παμπόλλας συμπλοκὰς σπεισαμένη, εἶτα τῆς θεογνωσίας εἰσδε ξαμένη τὸ φῶς, ᾔτησεν ἀρχιερέα προβληθῆναι τῷ ἔθνει Μωϋσῆν τινα ἐν μεθορίῳ τῆς Αἰγύπτου καὶ Παλαιστίνης ἐσκηνημένον
She, after very many engagements, made a truce, and then, having received the light of the knowledge of God, asked that a certain Moses, encamped on the borders of Egypt and Palestine, be appointed high priest for her nation.
她在經歷了無數次交戰之後,締結了和約;隨後,她領受了認識神的真光,便請求為她的族人立一位名叫摩西的人為大祭司(主教),此人當時正隱居在埃及與巴勒斯坦交界之處。
1:2366
ταύτην δεξά μενος ὁ Βάλης τὴν αἴτησιν, εἰς τὴν Ἀλεξάνδρειαν ἀπαχθῆναι τὸν θεῖον ἄνδρα προσέταξε, κἀκεῖθεν αὐτὸν τὴν ἀρχιερατικὴν ὑποδέ ξασθαι χάριν·
Valens, having received this request, ordered the godly man to be brought to Alexandria, and that from there he should receive the grace of the high-priesthood.
瓦倫斯接受了這項請求,下令將這位屬神的人押送到亞歷山大城,好讓他在那裡領受主教的恩職。
1:2367
ἐκείνη γὰρ μᾶλλον ἐπέλαζεν
for that city was rather nearer.
因為那座城市距離較近。
1:2368
ἐπειδὴ δὲ ἀπήχθη καὶ τὸν Λούκιον εἶδεν ἐπιθεῖναί οἱ τὴν χεῖρα πειρώμενον·
But when he had been brought there and saw Lucius attempting to lay his hand upon him—
然而,當他被押到那裡,看見路求正試圖按手在他身上時——
1:2369
μὴ γένοιτο, ἔφη, παρὰ τῆς σῆς με χειροτονηθῆναι χειρός·
"God forbid," he said, "that I should be ordained by your hand."
他說:「斷不能如此!我豈能被你的手按立!」
1:2370
πόθεν ταῦτα, ἔφη, τοπάζων λέγεις; ὁ δέ·
"On what grounds," he said, "do you say this — are you just guessing?" And he said:
路求說:「你憑什麼這樣說?只是猜測嗎?」摩西回答說:
1:2371
οὐ τοπάζω, εἶπεν, ἀλλ' οἶδα σαφῶς·
"I do not guess," he said, "but I know clearly."
「我不是猜測,」他說,「而是清楚知道。」
1:2372
τοῖς τε γὰρ ἀποστολικοῖς δόγμασι διαμάχῃ καὶ ἀντίπαλα φθέγγῃ, καὶ τοῖς βλασφήμοις λόγοις συμβαίνει τὰ παρανόμως γιγνόμενα
"For you fight against the apostolic doctrines and utter things contrary to them, and the things done unlawfully correspond to your blasphemous words."
「因為你與使徒的教義為敵,說出與之相悖的話語;而你那不法所行之事,正與你褻瀆的言論相稱。」
1:2373
τίς γὰρ διὰ σὲ δυσσεβὴς τοῖς ἐκκλησιαστικοῖς συλλόγοις οὐκ ἐπεκώμασεν; τίς τῶν ἀξιεπαίνων ἀνδρῶν οὐκ ἐλήλαται; ποίαν θηριωδίαν βαρβαρικὴν οὐκ ἀπέκρυψε τὰ παρὰ σοῦ καθ' ἑκάστην ἡμέραν τολμώμενα; ταῦτα ὁ μὲν θαρραλέως ἔλεγεν, ὁ δὲ φονῶν ἤκουε·
"For what impious person has not, because of you, rioted against the assemblies of the church? Which of the praiseworthy men has not been driven out? What barbarous savagery has not been eclipsed by what you dare every day?" These things he said boldly, while the other listened, murderous with rage.
「因為誰不是因你的緣故,才敢對教會的聚會肆意施暴?哪一位當受稱讚的人物不曾被你驅逐?你天天所敢行之事,還有什麼野蠻的殘暴不曾被它比下去呢?」這些話他大膽地說出來,而路求則帶著殺氣聽著。
1:2374
καὶ σφαγῆς μὲν ἐφίετο, ἐδεδίει δὲ μὴ πάλιν ἐξάψῃ τὸν διαπαυσάμενον πόλεμον
He longed for slaughter, but feared lest he rekindle the war that had ceased for a time.
他心中渴望能將其殺害,卻又害怕再次點燃那暫時平息的戰事。
1:2375
οὗ δὴ χάριν ἑτέροις αὐτὸν ἐπισκόποις προσαχθῆναι προσέταξεν οὓς ἐκεῖνος ἐξῄ τησε
For this reason he ordered him to be brought to other bishops — those whom Moses himself had requested.
因此,他下令將他帶到其他主教那裡受按立——那些正是摩西自己所要求的主教。
1:2376
μετὰ τῆσδε τῆς ἀξιαγάστου πίστεως τὴν ἀρχιερατικὴν εἰσδε ξάμενος χάριν, πρὸς τοὺς αἰτήσαντας παρεγένετο καὶ ταῖς ἀποστο λικαῖς διδασκαλίαις τε καὶ θαυματουργίαις πρὸς τὴν ἀλήθειαν ἐπο δήγησεν
Having received the grace of the high-priesthood with this admirable faith, he came to those who had requested him, and by apostolic teachings and by wonder-working he guided them toward the truth.
他以這樣可敬可佩的信仰,領受了主教的恩職,來到那些曾懇求他的人那裡,以使徒般的教導及神蹟奇事,引導他們歸向真理。
1:2377
ἐν μὲν οὖν τῇ Ἀλεξανδρείᾳ τοιαῦτα ὑπό τε Λουκίου ἐτολ μήθη καὶ ὑπὸ τῆς θείας προμηθείας ᾠκονομήθη
Such, then, were the things dared by Lucius in Alexandria, and such the things ordered by divine providence.
以上便是路求在亞歷山大城所膽敢做出的種種行徑,也是神聖天意所施行的種種安排。
1:2378
Ἐν δὲ Κωνσταντινουπόλει σκάφος εὐσεβῶν πρεσβυτέρων ἐμπλή σαντες οἱ τῆς ἀνοσίου συμμορίας ἀφῆκαν ἀνερμάτιστον εἰς τὸ πέλα γος·
In Constantinople, the members of the unholy faction, having filled a ship with pious presbyters, set it adrift, without ballast, upon the open sea.
在君士坦丁堡,那不敬的一夥人,將一艘船裝滿了敬虔的長老,然後把它放到海上任其漂流,船上沒有壓艙物。
1:2379
εἶτα, τινὰς τῶν ὁμογνωμόνων εἰς πορθμεῖον ἕτερον ἐμβιβάσαντες, πῦρ ἐπαφεῖναι τῷ σκάφει τῶν πρεσβυτέρων ἐκέλευσαν
Then, having put some of their own accomplices on board another boat, they ordered them to set fire to the presbyters' ship.
接著,他們把一些志同道合的黨羽送上另一艘小艇,命令他們放火焚燒那載著長老的船。
1:2380
οὗ γενομέ νου, πυρὶ καὶ θαλάττῃ μαχόμενοι τέλος τῷ βυθῷ παρεπέμφθησαν καὶ τοῦ μαρτυρίου τὸν στέφανον ἀνεδήσαντο
When this was done, struggling against both fire and sea, they were finally consigned to the deep, and bound upon themselves the crown of martyrdom.
這事發生之後,他們在烈火與海浪之間掙扎奮戰,最終沉入深淵,並為自己戴上了殉道者的冠冕。
1:2381
Ἐν Ἀντιοχείᾳ δὲ ὁ Βάλης χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, ἅπασι μὲν ἄδειαν ἐδεδώκει καὶ Ἕλλησι καὶ Ἰουδαίοις καὶ τοῖς ἄλλοις ὅσοι τὸ Χριστιανῶν ὄνομα περικείμενοι τἀναντία ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι
While Valens spent the greatest possible length of time in Antioch, he granted freedom to all alike—to Greeks and Jews and to all others who, wearing the name of Christian, preach things contrary to the teachings of the Gospel.
瓦倫斯在安提阿逗留了相當長的一段時間,他對眾人都給予自由——無論是希臘人、猶太人,還是其他一切雖披著基督徒之名、卻宣講與福音教訓相反之事的人。
1:2382
καὶ γὰρ τὰς Ἑλληνικὰς τελετὰς ἐπετέλουν οἱ τῇ πλάνῃ δεδουλωμένοι, καὶ τὴν μετὰ Ἰουλιανὸν ὑπὸ Ἰοβιανοῦ σβεσθεῖσαν ἐξαπάτην ἀνθῆσαι πάλιν συνεχώρησεν οὗτος·
For indeed those enslaved to error performed the Greek rites, and this man permitted the deception, which had been extinguished by Jovian after Julian, to flourish once more.
那些被謬妄所奴役的人果然舉行了希臘式的祭儀,而瓦倫斯竟容許這欺妄——它本已在儒利安之後被約維安撲滅——重新滋長。
1:2383
μόνοις δὲ πολέμιος ἦν τοῖς τὴν ἀποστολικὴν διδα σκαλίαν πρεσβεύουσι
But he was hostile only toward those who upheld the apostolic teaching.
唯獨對那些持守使徒教訓的人,他才心懷敵意。
1:2384
πρῶτον μὲν γὰρ αὐτοὺς τῶν ἱερῶν ἐξήλασεν οἴκων·
For first he drove them out of the sacred houses;
因為他首先把他們逐出了聖所;
1:2385
αὐτοῖς γὰρ Ἰοβιανὸς ὁ πανεύφημος ἐδεδώκει καὶ τὴν νεόδμητον ἐκκλησίαν
for the all-renowned Jovian had given them even the newly-built church.
因為那位備受讚譽的約維安曾把那座新建的教堂賜給了他們。
1:2386
ἐπειδὴ δὲ παρὰ τὴν τοῦ ὄρους συνιόντες κρηπίδα ὕμνοις τε τὸν δεσπότην ἐγέραιρον καὶ τῶν θείων λογίων ἀπήλαυον, τῶν ἐναντίων τοῦ ἀέρος ἀνεχόμενοι προσβολῶν καὶ ποτὲ μὲν ὑετοῦ καὶ νιφετοῦ καὶ κρυμοῦ, ποτὲ δὲ σφοδροτάτου φλογμοῦ, οὐδὲ τῆς ἐπιπόνου ταύτης ὠφελείας αὐτοὺς μεταλαχεῖν συνεχώρησεν, ἀλλ' ἀποστείλας στρατιώτας ἐσκέδασεν
But since, gathering at the foot of the mountain, they honored the Master with hymns and enjoyed the divine oracles, enduring the hostile assaults of the weather—now rain and snowstorm and frost, now the most violent heat—he did not allow them to share even in this hard-won benefit, but sent soldiers and scattered them.
由於他們聚集在山腳下,以聖詩尊崇主,並享受神聖的話語,忍受著天氣的種種侵襲——時而風雨雪霜,時而酷熱難當——他竟連這份得來不易的福分也不容他們享有,反倒派遣士兵將他們驅散。
1:2387
Μελετίου γὰρ τοῦ σφετέρου ποιμένος ἑκὰς διάγειν ἠναγκασμένου, οὗτοι τῆς ποίμνης ἐπεμελοῦντο, τοῖς μὲν λύκοις ἀντιτάττοντες τὴν οἰκείαν ἀνδρείαν τε καὶ σοφίαν, τοῖς δὲ προβάτοις προσφέροντες τὴν ἁρμόττουσαν θεραπείαν
For since Meletius their own shepherd had been compelled to live far away, these men cared for the flock, arraying their own courage and wisdom against the wolves, while offering the sheep the treatment fitting for them.
因為他們自己的牧者美勒提烏既被迫遠離,這些人便照管羊群,用自己的勇氣與智慧來對抗豺狼,並向羊群施以合宜的照料。
1:2388
ἐκ δὴ οὖν τῆς ὑπωρείας ἐξελαθέντες παρὰ τὰς ὄχθας τοῦ γείτονος ποταμοῦ τὰ πρό βατα ἔνεμον
So then, having been driven out from the foothills, they pastured the sheep along the banks of the neighboring river.
於是他們被逐出山麓之後,便在鄰近那條河的河岸邊放牧羊群。
1:2389
οὐ γὰρ ἠνέσχοντο κατὰ τοὺς ἐν Βαβυλῶνι δορυαλώτους κρεμάσαι τὰ ὄργανα, ἀλλ' ὕμνουν τὸν ποιητήν τε καὶ εὐεργέτην ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ
For they did not, like those taken captive by the spear in Babylon, endure to hang up their instruments, but hymned the Maker and Benefactor in every place of his dominion.
因為他們不像那些在巴比倫被擄的人那樣,忍心將樂器掛起,反倒在主宰的一切領域中,處處歌頌那創造者與施恩者。
1:2390
ἀλλ' οὐδὲ τὴν ἐν τῷδε τῷ χωρίῳ σύνοδον ἤνεγκε τῶν εὐσεβῶν ὁ μόνων τῶν τὸν δεσπότην Χριστὸν θεολογούντων πολέμιος
But not even this gathering of the pious in that place could he who was the enemy only of those who confess the Lord Christ as God endure.
然而,即使是虔信者在那地方的這場聚集,那位唯獨敵視那些宣認主基督為神者的人,也不能容忍。
1:2391
πάλιν δὴ οὖν τῶν θαυμασίων ἐκείνων ὑποποιμένων ἡ ξυνωρίς, εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ἐπεδείκνυ πόαν
So again the pair of those wondrous under-shepherds, gathering the divine sheep into the military exercise ground, set forth the spiritual pasture.
於是那對奇妙的助牧者,再次把神聖的羊群聚集到練兵場上,向他們展示屬靈的草場。
1:2392
καὶ τὴν μὲν τοῦ γένους οὐκ ἐλογί ζετο περιφάνειαν, τὴν δὲ ὑπὲρ τῆς πίστεως ταλαιπωρίαν ἀσπασίως ὑπέμενεν
And he took no account of the distinction of his lineage, but gladly endured the hardship suffered for the faith.
他並不看重自己家世的顯赫,卻甘心樂意地為信仰忍受艱辛。
1:2393
παρεῖχεν ἀφθονίαν ἐνθυμημάτων τε καὶ γραφικῶν νοημάτων
He supplied an abundance of arguments and scriptural insights.
他提供了豐富的論證與聖經義理。
1:2394
καὶ οἱ μὲν ἔτεινον κατὰ τῆς Ἀρείου βλασφημίας τὰ τόξα, οὗτος δὲ καθάπερ ἔκ τινος ὁπλοθήκης, ἐκ τῆς διανοίας τὰ βέλη προσέφερεν·
And while the others drew their bows against the blasphemy of Arius, he, as though from an armory, supplied arrows out of his own understanding;
眾人張弓抵抗阿里烏的褻瀆之言,他則彷彿一座軍械庫,從自己的心智中源源不絕地供應箭矢;
1:2395
οἴκοι μέντοι καὶ δημοσίᾳ διαλεγόμενος, τῶν αἱρετικῶν τὰς ἄρκυς ῥᾳδίως διέσπα καὶ ἀράχνια ἐδείκνυ τὰ ἐκείνων προβλήματα
indeed, speaking both privately and in public, he easily tore apart the snares of the heretics and showed their arguments to be mere spider webs.
無論在私下還是在公開場合辯論,他都輕易撕破異端的羅網,並揭露他們的論點不過是蛛絲一般脆弱。
1:2396
Συνηγωνίζετο δὲ τούτοις καὶ Ἀφραάτης ἐκεῖνος, οὗ τὴν πολι τείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ
The famous Aphrahat also strove alongside these men, whose way of life we have recorded in the Philotheus History.
那位著名的阿弗拉哈特也與這些人一同奮戰,他的生平我們已記載於《慕道史》(Philotheus History)中。
1:2397
τὴν γὰρ τῶν προβάτων σωτηρίαν προτιμήσας τῆς ἡσυχίας, τὴν ἀσκητικὴν καταλιμπάνων κα λύβην τῶν ποιμενικῶν ἱδρώτων ἠνείχετο
For preferring the salvation of the sheep to his quiet retreat, he left behind his ascetic hut and endured the toils of a shepherd.
因為他把羊群的得救看得比自己隱修的安靜更重要,便離開了苦修的小屋,忍受牧養的辛勞。
1:2398
ὁπόσον μὲν οὖν οὗτος ἀρετῆς συνέλεξε πλοῦτον, περιττὸν ἡγοῦμαι νῦν λέγειν, ἐν ἑτέρᾳ πραγ ματείᾳ ταῦτα συγγεγραφώς·
Now how great a wealth of virtue he amassed, I consider it superfluous to say here, having already written of these things in another work;
至於他積蓄了多麼豐厚的德行,我認為此處無需贅述,因為我已在另一部著作中詳加記述;
1:2399
ἓν δὲ μόνον τῶν ἐκείνου διηγήσομαι μάλα προσῆκον τῇδε τῇ ἱστορίᾳ
but I shall relate just one incident concerning him, one very fitting to this history.
但我要在此敘述有關他的一件事,這件事極為適合放在這部史書之中。
1:2400
Βορρᾶθεν μὲν Ὀρόντης ὁ ποταμὸς παραρρεῖ τὰ βασίλεια, ἐκ δὲ μεσημβρίας στοὰ μεγίστη διόροφος τῷ τῆς πόλεως ἐπῳκοδόμηται περιβόλῳ, πύργους ὑψηλοὺς ἑκατέρωθεν ἔχουσα
From the north the river Orontes flows past the palace, while on the south a very great two-storied colonnade has been built onto the city wall, having tall towers on either side.
王宮北面有奧龍特斯河流過,南面則沿著城牆築有一座極為宏偉的兩層柱廊,兩端各有高聳的塔樓。
1:2401
μεταξὺ δὲ τῶν τε βασιλείων καὶ τοῦ ποταμοῦ λεωφόρος ἐστὶν ὑποδεχομένη τοὺς ἐκ τῶν τῇδε πυλῶν ἐκ τοῦ ἄστεως ἐξιόντας καὶ εἰς τοὺς προαστείους ἀγροὺς παραπέμπουσα
And between the palace and the river there is a great road which receives those going out of the city through the gates there, and leads them on to the suburban fields.
在王宮與那條河之間,有一條大道,接應那些從城門出城的人,並引導他們前往郊外的田野。
1:2402
διὰ ταύτης Ἀφραάτης παριὼν ὁ θεσπέσιος εἰς τὸ πολεμικὸν ἀπῄει γυμνάσιον, τῶν θείων προβάτων τὴν προσή κουσαν ποιησόμενος θεραπείαν
Along this road the inspired Aphrahat used to pass on his way to the military exercise ground, going to render the fitting care to the divine sheep.
神感的阿弗拉哈特便常沿著這條路前往練兵場,去為神聖的羊群施行應有的照顧。
1:2403
τοῦτον ἄνωθεν ἐκ τῆς βασιλείου στοᾶς διακύπτων ὁ βασιλεὺς εἶδε σισύραν τε ἀναβεβλημένον καὶ ἐν γήρᾳ βαθεῖ συντόνως βαδίζοντα·
The emperor, peering down from the royal colonnade above, saw him wrapped in a rough sheepskin cloak and, despite his advanced old age, walking briskly along;
皇帝從王宮柱廊上俯視下望,看見他披著一件粗糙的羊皮斗篷,儘管年事已高,卻步履矯健地走著;
1:2404
καί τινος εἰρηκότος ὡς Ἀφραάτης οὗτος, οὗ τὸ τῆς πόλεως ἐξήρτηται πλῆθος, ἔφη πρὸς αὐτόν·
and when someone said that this was Aphrahat, on whom the multitude of the city depended, he said to him:
有人告訴他,這人就是阿弗拉哈特,全城的百姓都仰賴於他,皇帝便對他說:
1:2405
ὁ δὲ σοφῶς ἅμα καὶ προσφόρως·
And he replied, both wisely and fittingly:
他隨即以智慧而得體的方式回答:
1:2406
ὑπὲρ τῆς σῆς, ἔφη, προσευξόμενος βασιλείας
"To pray," he said, "for your reign."
他說:「是為了替陛下的國度祈禱。」
1:2407
ἀλλ' οἴκοι σε μένειν ἐχρῆν, ὁ βα σιλεὺς ἔφη, καὶ ἔνδον κατὰ τὸν μοναχικὸν προσεύχεσθαι νόμον
"But you ought to stay at home," the emperor said, "and pray indoors according to the monastic rule."
皇帝說:「但你理當留在家中,按照修道規矩在室內祈禱才是。」
1:2408
εὖ μάλα, ἔφη, λέγεις, ὦ βασιλεῦ·
"You speak very well indeed, O king," he said;
他說:「陛下所言極是;
1:2409
καὶ τοῦτο δρῶν μέχρι καὶ νῦν διετέλεσα, ἕως εἰρήνης ἀπήλαυε τοῦ σωτῆρος τὰ πρόβατα
"and I continued doing this right up until now, so long as the Savior's sheep enjoyed peace."
我一直都是這樣做的,直到如今——只要救主的羊群還享有平安的時候。」
1:2410
ἐπειδὴ δὲ πολὺν ὑπομεμένηκε θόρυβον καὶ πολὺς ἐπικρέμαται κίνδυνος μὴ θηριάλωτα γένηται, πάντα κινεῖν πόρον ἀνάγκη καὶ διασώζειν τὰ θρέμματα
"But since it has now endured much turmoil, and great danger hangs over it lest it be seized by wild beasts, it is necessary to set every resource in motion and to save the flock."
「但既然如今這羊群已飽受動盪,又有巨大的危險逼近——恐怕牠們會被野獸吞噬——就必須竭盡一切辦法來拯救這群羊了。」
1:2411
εἰπὲ γάρ μοι, ἔφη, ὦ βασιλεῦ, εἰ κόρη τις ἐτύγχανον ἔνδον ἐν θαλάμῳ καθημένη καὶ ταλασίας ἐπιμελουμένη, εἶτα ἐθεασάμην ἐμπεσοῦσαν φλόγα καὶ τὴν πατρῴαν οἰκίαν νεμομένην, τί με δρᾶσαι προσῆκεν εἰπέ μοι; ἔν δον καθῆσθαι καὶ τὴν οἰκίαν ἐμπιπραμένην περιορᾶν καὶ τῆς φλογὸς προσμένειν τὴν ἐμβολήν, ἢ τῷ θαλάμῳ χαίρειν εἰποῦσαν διαθέειν ἄνω καὶ κάτω καὶ ὑδροφορεῖν καὶ σβεννύναι τὴν φλόγα; δῆλον ὅτι τοῦτο ἐρεῖς·
"For tell me, O king," he said, "if I happened to be a young girl sitting indoors in a chamber, occupied with spinning wool, and then I saw fire fall in and consume my father's house, what ought I to have done—tell me? Sit indoors and watch the house burning and wait for the flame's attack, or, bidding farewell to the chamber, run about here and there, carrying water and quenching the fire? Clearly you will say this."
他說:「陛下,請告訴我:假若我恰好是一名少女,坐在閨房裡忙著紡織羊毛,忽然看見大火竄入、吞噬我父親的房屋,我該怎麼做才對,請告訴我?是坐在屋內、眼睜睜看著房子被焚燒、等待烈焰撲來,還是該辭別閨房,四處奔走、汲水滅火呢?顯然陛下您會選擇後者。」
1:2412
τοῦτο γὰρ κόρης ἀγχίνου τε καὶ φρενήρους
"For this is the mark of a shrewd and sensible girl."
「因為這才是聰慧明理的少女所當為之事。」
1:2413
σοῦ γὰρ εἰς τὴν πατρῴαν ἡμῶν οἰκίαν ἐμβαλόντος τὴν φλόγα, περιθέομεν κατασβέσαι ταύτην πειρώμενοι
"For since you have thrown fire into our father's house, we run about, trying to quench it."
「既然是陛下把火投入了我們父親的房屋,我們就四處奔走,努力設法將它撲滅。」
1:2414
ταῦτα ὁ μὲν εἶπεν, ὁ δὲ σιγήσας ἠπείλησεν
These things the one said, but the other fell silent and made a threat.
阿弗拉哈特說了這些話,皇帝則默然不語,隨即發出威嚇。
1:2415
εἷς δὲ τῶν περὶ τὸν βασιλικὸν κοι τῶνα, θρασύτερον ἀπειλήσας τῷ θείῳ ἀνδρί, τοιόνδε τι πέπονθε
And one of those attending the royal bedchamber, who had rather boldly threatened the divine man, suffered the following fate.
而侍奉皇室寢宮的一名侍從,曾相當放肆地威嚇過這位神聖的人,結果遭遇了如下之事。
1:2416
Τοῦ βαλανείου πεπιστευμένος τὴν ἐπιμέλειαν, εὐθὺς μετὰ τούσδε τοὺς λόγους κατῆλθε τοῦτο εὐτρεπίσων τῷ βασιλεῖ·
Entrusted with the care of the bath, he went down immediately after these words to prepare it for the emperor;
他負責管理浴室,說完這些話後,隨即下去為皇帝準備沐浴之事;
1:2417
εἴσω δὲ γενόμενος καὶ τὰς φρένας πληγεὶς εἰς τὸ θερμότατον ὕδωρ τὸ ἄκρατον κατελήλυθέ τε καὶ τετελεύτηκεν
but once inside, and struck out of his senses, he went down into the hottest undiluted water and died.
然而一進入浴室,他忽然神智昏亂,竟跌入那滾燙未經冷卻的熱水中,因而喪命。
1:2418
καθῆστο δὲ ὁ βασιλεὺς προσμένων ἐκεῖνον ὥστε οἱ μηνῦσαι τὴν εἴσοδον
Now the emperor sat waiting for that man to announce that it was time to enter.
皇帝當時正坐著等候那人前來稟報,可以入內沐浴了。
1:2419
ἐπειδὴ δὲ πολὺς ἀνηλώθη καιρός, ἀπέστει λεν ἑτέρους ὁ βασιλεὺς τῆς μελλήσεως τὴν αἰτίαν μηνύσοντας
But since a great deal of time had elapsed, the emperor sent others to report the reason for the delay.
但由於過了許久,皇帝便派遣了其他人前去查明延誤的原因。
1:2420
οἱ δὲ εἴσω γενόμενοι καὶ πάντα περισκοπήσαντες εὗρον ἐκεῖνον ἐν τῷ ἀκράτῳ τεθνεῶτα καὶ διαλυθέντα θερμῷ
And they, having gone inside and searched everywhere, found that man dead in the undiluted water, his body dissolved by the heat.
他們進入之後四處查看,發現那人已死在那滾熱的水中,屍身竟被高溫所熔化。
1:2421
καὶ τούτου δήλου γενο μένου τῷ βασιλεῖ, ἔγνωσαν μὲν τῆς Ἀφραάτου προσευχῆς τὴν ἰσχύν, τῶν δογμάτων δὲ τῶν δυσσεβῶν οὐκ ἐξέστησαν, ἀλλ' ἐσκλήρυναν κατὰ τὸν Φαραὼ τὴν καρδίαν αὐτῶν·
And when this became known to the emperor, they recognized the power of Aphrahat's prayer, but they did not depart from their impious doctrines; rather, like Pharaoh, they hardened their heart;
這件事傳到皇帝耳中後,他們雖然認識到阿弗拉哈特禱告的能力,卻仍不肯放棄那不敬虔的教義,反倒像法老一樣硬著心;
1:2422
καὶ τὴν τοῦ ἵππου δὲ θαυμα τουργίαν μεμαθηκώς, ὁ ἐμβρόντητος μεμένηκε κατὰ τῆς εὐσεβείας λυττῶν
and even after learning of the miracle concerning the horse, that thunderstruck man remained raging against piety.
甚至在得知那匹馬的神蹟之後,這位被雷擊般昏聵的皇帝仍舊繼續猖狂地與敬虔為敵。
1:2423
Κατὰ τοῦτον δὲ τὸν καιρὸν καὶ Ἰουλιανὸς ἐκεῖνος ὁ πολυύμνητος, οὗ καὶ πρόσθεν ἐμνήσθην, καταλιπεῖν μὲν τὴν ἔρημον, εἰς δὲ τὴν Ἀντιόχειαν εἰσελθεῖν ἠναγκάσθη
At this same time that much-celebrated Julian, whom I have also mentioned before, was compelled to leave the desert and enter Antioch.
就在這段時期,那位備受讚頌的儒利安——我先前也曾提及此人——被迫離開曠野,進入安提阿城。
1:2424
καὶ ὅσα μὲν οὗτος καὶ ἀπιὼν καὶ ἐπανιὼν καὶ ἐν αὐτῇ δὲ τῇ μεγίστῃ πόλει τεθαυμα τούργηκεν, ἐν τῇ Φιλοθέῳ ἡμῖν συγγέγραπται Ἱστορίᾳ, ᾗ ῥᾴδιον ἐντυ χεῖν τοὺς ταῦτα βουλομένους μαθεῖν
And all the wonders he worked, both on his way there and back, and in that very great city itself, have been recorded by us in the Philotheus History, which those wishing to learn of these things may easily consult.
而他在往返途中以及在這座極大的城市裡所行的種種奇事,我們都已記載於《慕道史》之中,凡有意知悉此事者,皆可輕易查閱。
1:2425
ὅτι δὲ ἅπαν τὸ τῆς πόλεως πλῆθος εἰς τὸν ἡμέτερον συνήθροισε σύλλογον, οὐδένα ἐνδοιάζειν οἶμαι τῶν τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένων·
And that he gathered the whole multitude of the city into our congregation, I think no one who has studied human nature would doubt;
至於他把全城的百姓都聚集到了我們的教會中,我想任何研究過人性的人都不會對此有所懷疑;
1:2426
πέφυκε γὰρ τὰ παράδοξα ἕλκειν ἅπαντας ὡς ἐπίπαν πρὸς ἑαυτά
for it is the nature of marvels, for the most part, to draw all people to themselves.
因為凡是奇異之事,大體上總是會把眾人吸引到自己身邊,這是自然的道理。
1:2427
ὅτι δὲ καὶ μεγάλα εἰργάσατο θαύματα, μαρτυροῦσι καὶ οἱ τῆς ἀληθείας πολέμιοι
And that he also worked great wonders, even the enemies of the truth themselves testify.
而他確實行了大而奇妙的事蹟,這一點連真理的仇敵也不得不作見證。
1:2428
Τοῦτο δὲ καὶ ἐν Ἀλεξανδρείᾳ πρὸ τοῦδε τοῦ χρόνου πεποίηκεν ἐν τοῖς Κωνσταντίου καιροῖς Ἀντώνιος ἐκεῖνος ὁ πάνυ
This same thing that great Antony had also done in Alexandria before this time, in the days of Constantius.
這同樣的事,那位偉大的安東尼也曾在此之前,於君士坦提烏斯在位期間,在亞歷山大城做過。
1:2429
καταλιπὼν γὰρ τὴν ἔρημον ἅπαν ἐκεῖνο περιῄει τὸ ἄστυ, διδάσκων ἅπαντας ὡς τῆς ἀποστολικῆς διδασκαλίας κήρυξ ἐστὶν Ἀθανάσιος καὶ ὡς ἀντί παλοι τῆς ἀληθείας οἱ τῆς Ἀρείου συμμορίας
For leaving the desert, he went about that whole city, teaching all that Athanasius was a herald of the apostolic teaching, and that those of Arius's faction were adversaries of the truth.
因為他離開曠野,走遍了那整座城市,教導眾人:亞他那修乃是使徒教訓的宣講者,而阿里烏一黨之人則是真理的敵對者。
1:2430
οὕτως ᾔδεσαν οἱ θεῖοι ἄνδρες ἐκεῖνοι τὰ πρόσφορα ἑκάστῳ προσαρμόττειν καιρῷ, καὶ πηνίκα μὲν χρὴ τὴν ἡσυχίαν ἀσπάζεσθαι, πηνίκα δὲ προτιμᾶν τὰς πόλεις τῆς ἐρημίας
So well did these divine men know how to adapt what was fitting to each occasion, and when it was necessary to embrace quiet solitude, and when to prefer the cities to the desert.
這些神聖之人就是如此深諳如何因時制宜,知道何時當擁抱寂靜的隱修生活,何時又當選擇城市而非曠野。
1:2431
Ἦσαν δὲ καὶ ἄλλοι κατ' ἐκεῖνον τὸν καιρὸν τὰς τῆς μοναχικῆς φιλοσοφίας ἀφιέντες μαρμαρυγάς·
There were also others at that time who let shine forth the radiant sparks of the monastic philosophy;
那時還有其他一些人,也散發出隱修哲學的光輝;
1:2432
ἐν μὲν τῇ Χαλκιδέων ἐρήμῳ Ἄβιτος καὶ Μαρκιανὸς καὶ Ἀβραάμης καὶ ἕτεροι πρὸς τούτοις οὐκ εὐαρί θμητοι, ἐν παθητοῖς σώμασι τὴν ἀπαθῆ βιοτὴν μελετῶντες·
in the desert of Chalcis, Abitus and Marcianus and Abraham, and besides these others not easily numbered, practicing in passible bodies a life free from passion;
在卡爾基斯的曠野,有阿比圖斯、瑪爾齊亞努斯、亞伯拉罕,以及其他為數難以計算的人,在會受苦的肉身中修煉那不受情慾左右的生活;
1:2433
ἐν δὲ τῇ Ἀπαμέων χώρᾳ Ἀγαπητὸς καὶ Συμεώνης καὶ Παῦλος·
and in the region of Apamea, Agapetus and Symeon and Paul;
在阿帕梅亞地區,有阿加佩托斯、西默盎和保羅;
1:2434
ἐν δὲ τῇ Ζευγματέων, Πούπλιος καὶ Παῦλος καὶ ἄλλοι τὴν ἄκραν φιλοσοφίαν συλλέγοντες
and in that of Zeugma, Publius and Paul and others gathering the highest philosophy.
在澤烏格瑪地區,則有普布利烏斯、保羅,以及其他追求至高哲學的人。
1:2435
ἐν δὲ τῇ Κυρεστῶν, ὁ μὲν πανεύφημος Ἀκεψεμᾶς ἐν οἰκίσκῳ καθεῖρκτο, καὶ ἑξηκοντούτην χρόνον τοῦτον ἐβίω τὸν τρόπον, οὔτε ὁρώμενος οὔτε φθεγγόμενος·
And in the region of Cyrrhus, the all-renowned Acepsimas was shut up in a small cell, and lived in this manner for sixty years, neither seen nor speaking;
在居魯士地區,那位備受尊崇的阿克普西馬斯被關在一間小屋裡,如此度過了六十年,既不被人看見,也不出聲說話;
1:2436
Ζευγμάτιος δὲ ὁ ἀξιάγαστος, καίτοι τὸ βλέπειν ἀφῃρημένος, περιῄει στηρίζων τὰ πρόβατα καὶ τοῖς λύκοις μαχόμενος, οὗ δὴ χάριν αὐτοῦ τὴν ἀσκητικὴν καλύβην ἐνέπρησαν
And Zeugmatius, worthy of admiration, though deprived of his sight, went about strengthening the sheep and fighting against the wolves, on account of which they set fire to his ascetic hut.
而那位令人敬佩的澤烏格馬提烏斯,雖然雙目失明,卻四處奔走,堅固羊群,與豺狼搏鬥,也正因如此,有人放火燒毀了他苦修的小屋。
1:2437
ἀλλὰ Τραϊανὸς ὁ πιστότατος στρατηγὸς ἑτέραν ἐδείματο καὶ τῆς ἄλλης θεραπείας μετέδωκεν
But Trajan, the most faithful general, built him another one and provided for his other needs as well.
但那位極為忠信的將軍特拉揚為他另建了一座小屋,並供給他其他一切所需的照料。
1:2438
ἐν δὲ τῇ Ἀντιοχέων, Μαριανὸς καὶ Εὐ σέβιος καὶ Ἀμμιανός, Παλλάδιός τε καὶ Συμεώνης καὶ Ἀβραάμης καὶ ἄλλοι πρὸς τούτοις τὴν εἰκόνα τὴν θείαν ἀκήρατον διασώσαντες
And in the region of Antioch, Marianus and Eusebius and Ammianus, Palladius and Symeon and Abraham, and besides these others who preserved the divine image undefiled.
在安提阿地區,則有瑪利亞努斯、優西比烏、阿米安努斯,帕拉迪烏斯、西默盎、亞伯拉罕,以及其他保守神聖形像純潔無瑕的人。
1:2439
καὶ τούτων δὲ κἀκείνων τὸν βίον ἀνάγραπτον πεποιήκαμεν
And we have set down in writing the lives both of these and of those mentioned before.
這些人與前面所提到的人,其生平我們也都已詳加記載。
1:2440
καὶ τὸ ὄρος δὲ τὸ τῇ μεγίστῃ παρακείμενον πόλει λειμῶσι παραπλησίοις ὡράϊστο·
And the mountain lying next to that greatest city was likewise adorned with similar meadows;
而毗鄰那座極大城市的那座山,同樣也因類似的草場而顯得美麗;
1:2441
καὶ γὰρ ἐν τούτῳ Πέτρος ὁ Γαλάτης διέλαμπε, καὶ ὁ τούτου γε ὁμώνυμος ὁ Αἰγύπτιος, καὶ Ῥωμανὸς καὶ Σευῆρος καὶ Ζήνων, Μωϋσῆς τε καὶ Μάλχος καὶ ἄλλοι πλεῖστοι, παρὰ μὲν τῶν πολλῶν ἀγνοούμενοι, παρὰ δὲ τοῦ θεοῦ γινωσκόμενοι
For on it Peter the Galatian shone forth, and his namesake the Egyptian, and Romanus and Severus and Zeno, Moses and Malchus, and very many others, unknown to the multitude but known to God.
因為在這山上,加拉太人彼得大放光彩,還有與他同名的埃及人彼得、羅馬努斯、塞維魯斯、齊農,以及摩西、瑪爾庫斯,以及其他為數眾多、雖不為世人所知、卻為神所知的人。
1:2442
καὶ οὗτος μὲν τῇ Σύρων κεχρημένος φωνῇ τῆς πνευματικῆς χάριτος τὰς ἀκτίνας ἠφίει·
And this man, using the Syriac tongue, sent forth the rays of spiritual grace;
而這人使用敘利亞語,散發出屬靈恩典的光輝;
1:2443
παιδείας γὰρ οὐ γεγευμένος Ἑλληνικῆς, τούς τε πολυσχιδεῖς τῶν Ἑλλήνων διήλεγξε πλάνους καὶ πάσης αἱρετικῆς κακοτεχνίας ἐγύμνωσε τὴν ἀσθένειαν
for although he had not tasted of Greek learning, he refuted the many-branched errors of the Greeks and laid bare the weakness of every heretical sophistry.
因為他雖未曾涉獵希臘的學問,卻能駁斥希臘人那紛繁多歧的謬誤,並揭露一切異端詭辯的軟弱無力。
1:2444
καὶ ἐπειδὴ Ἁρμόνιος ὁ Βαρδησάνου ᾠδάς τινας συνετεθείκει πάλαι καὶ τῇ τοῦ μέλους ἡδονῇ τὴν ἀσέβειαν κεράσας κατεκήλει τοὺς ἀκού οντας καὶ πρὸς ὄλεθρον ἤγρευε, τὴν ἁρμονίαν τοῦ μέλους ἐκεῖθεν λαβὼν ἀνέμιξε τὴν εὐσέβειαν καὶ προσενήνοχε τοῖς ἀκούουσιν ἥδιστον ὁμοῦ καὶ ὀνησιφόρον φάρμακον
And since Harmonius, the son of Bardaisan, had long ago composed certain odes and, mixing impiety with the pleasure of melody, had charmed his hearers and hunted them down to their ruin, he took the harmony of that melody from him, blended piety with it, and offered to his hearers a remedy at once most pleasant and most beneficial.
由於巴爾德撒尼之子哈爾莫尼烏斯早年曾編寫過一些聖詠,將不敬虔之意摻入悅耳的旋律之中,藉此迷惑聽者,誘使他們走向滅亡,於是這人便取用了那旋律的和諧,摻入敬虔之意,向聽眾獻上一劑既最為悅耳、又最為有益的良藥。
1:2445
ταῦτα καὶ νῦν τὰ ᾄσματα φαιδρο τέρας τῶν νικηφόρων μαρτύρων τὰς πανηγύρεις ποιεῖ
And even now these songs make the festivals of the victorious martyrs more joyous.
直到如今,這些聖詠仍使那些得勝殉道者的節慶更加歡欣喜樂。
1:2446
ἀριθμητικῆς τε καὶ γεωμετρίας καὶ ἀστρονομίας καὶ τῶν Ἀριστοτέλους συλλογισμῶν καὶ τῆς Πλά τωνος εὐεπείας διὰ τῶν ἀκοῶν εἰσεδέξατο τὰ μαθήματα, οὐχ ὡς ἀλήθειαν ἐκπαιδεύοντα, ἀλλ' ὡς ὅπλα τῆς ἀληθείας κατὰ τοῦ ψεύδους γιγνόμενα
He received through hearing the teachings of arithmetic and geometry and astronomy, and the syllogisms of Aristotle, and the eloquence of Plato—not as instructing him in truth, but as becoming weapons of truth against falsehood.
他透過聽聞,接受了算術、幾何、天文,以及亞里斯多德的三段論證與柏拉圖辭藻之學問——並非把這些當作教導真理之學,而是把它們當作對抗虛謊、捍衛真理的武器。
1:2447
καὶ μέντοι καὶ τῆς θείας γραφῆς μεμάθηκεν οὐ μόνον τὰ γράμματα, ἀλλὰ καὶ τὰ τούτων νοήματα
Moreover, he learned of the divine Scripture not only the letters, but also their inner meanings.
此外,他對於神聖經卷的學習,不僅止於文字本身,更深入了其中的義理。
1:2448
φροντισταῖς οὗτοι κατ' ἐκεῖνον διέλαμπον τὸν καιρόν
As teachers these men shone forth at that time.
這些人便是那個時代大放異彩的師表人物。
1:2449
Ἐν ἐπισκόποις δὲ Γρηγόριος ἑκάτερος, ὅ τε Ναζιανζοῦ καὶ ὁ Νύσ σης, ὁ μὲν ἀδελφός, ὁ δὲ σύσκηνός τε καὶ συνεργὸς τοῦ μεγάλου Βασιλείου τυγχάνων
Among the bishops there were the two Gregorys, the one of Nazianzus and the one of Nyssa—the latter being his brother, the former being the companion and fellow-worker of the great Basil.
主教之中,有納西盎的貴格利與尼撒的貴格利二人——後者是大巴西流的親兄弟,前者則是他的同修夥伴與同工。
1:2450
οὗτοι μὲν οὖν ἐν Καππαδοκίᾳ τῆς εὐσεβείας ὑπερμαχοῦντες ἠρίστευον
These men, then, distinguished themselves in Cappadocia, valiantly championing piety.
這些人便是在卡帕多細亞為敬虔奮力爭戰、表現卓越的人物。
1:2451
συνηρίστευε δὲ αὐτοῖς καὶ Πέτρος, γεννήτορας μὲν Βασι λείῳ καὶ Γρηγορίῳ τοὺς αὐτοὺς ἐσχηκώς, τῆς δὲ θύραθεν παιδείας οὐ μετειληχὼς σὺν ἐκείνοις, τὰς δὲ τοῦ βίου μαρμαρυγὰς ἀφιείς
And Peter also strove alongside them nobly, having had the same parents as Basil and Gregory, though he had not shared with them in secular learning, yet he sent forth the radiance of his life.
彼得也與他們一同英勇奮鬥,他與巴西流和貴格利有同一對父母,雖然沒有與他們一同領受世俗的學問,卻散發出生命的光輝。
1:2452
ἐν Πισιδίᾳ δὲ Ὄπτιμος καὶ Ἀμφιλόχιος ἐν Λυκαονίᾳ, γενναίως ὑπὲρ τῆςπρογονικῆς παραταττόμενοι πίστεως, τὰς ἐναντίας ἀπεκρούοντο προσ βολάς
In Pisidia, Optimus, and in Lycaonia, Amphilochius, contending nobly for the faith of their forefathers, repelled the opposing assaults.
在皮西迪亞有敖普提穆斯,在呂高尼亞有安菲羅基烏,他們為祖傳的信仰英勇奮戰,擊退了敵對的攻擊。
1:2453
καὶ μετὰ τούτων οἱ τὰς ἐσχατιὰς οἰκεῖν ἠναγκασμένοι γράμμασι καὶ τοὺς οἰκείους ἐστήριζον καὶ τοὺς πολε μίους κατέλυον
And together with these, those who were compelled to dwell in the remotest regions both strengthened their own people and overthrew their enemies by their writings.
與他們同時,那些被迫居住在邊陲之地的人,也藉著書信堅固了自己人,並駁倒了仇敵。
1:2454
ἀντιρρόπους γὰρ τῷ μεγέθει τοῦ κλύδωνος ἔδωκε κυβερνήτας τῶν ὅλων ὁ πρύτανις, καὶ τῇ τῶν πολέμων σφοδρότητι τὴν τῶν στρατηγῶν ἀντέταξεν ἀρετήν, καὶ πρόσφορα τῇ τοῦ καιροῦ δυσκολίᾳ τὰ ἀλεξίκακα ἔδωκε φάρμακα
For the Ruler of the universe gave pilots to counterbalance the magnitude of the storm, and set the valor of these commanders against the fierceness of the wars, and gave remedies to avert evil, suited to the difficulty of the times.
因為萬有的主宰賜下與風浪之猛烈相稱的舵手,以將領們的德行對抗戰爭的猛烈,並依照時局的艱難,賜下相稱的驅邪良藥。
1:2455
Οὐ μόνον δὲ ταύτης τῆς προμηθείας ταῖς ἐκκλησίαις μετέδωκεν ὁ φιλάνθρωπος κύριος, ἀλλὰ καὶ ἑτέρας αὐτὰς κηδεμονίας ἠξίωσε
But not only did the loving Lord impart this providence to the churches; He also deemed them worthy of yet another care.
仁愛的主不僅將這樣的眷顧賜給眾教會,也使她們蒙受了另一種看顧。
1:2456
τὸ γὰρ τῶν Γότθων ἔθνος παρακινήσας εἰς πόλεμον ἐπὶ τὸν Βόσπο ρον εἵλκυσε τὸν κατὰ μόνων τῶν εὐσεβῶν μεμαθηκότα στρατεύειν
For, having stirred up the nation of the Goths to war, He drew to the Bosporus that man who had learned to make war only against the pious.
祂激動哥德民族發動戰爭,把那個只曉得對敬虔者用兵的人引到了博斯普魯斯海峽。
1:2457
τότε δὴ τὴν οἰκείαν ἀσθένειαν ὁ μάταιος ἐγνωκὼς ἀπέστειλε πρὸς τὸν ἀδελφὸν στρατιὰν ἐξαιτῶν
Then indeed, that vain man, recognizing his own weakness, sent to his brother, begging for an army.
那時,這愚妄的人自知力量不足,便派人去見他的兄弟,懇求援軍。
1:2458
ὁ δὲ ἐπέστειλεν ὡς οὐχ ὅσιον ἐπα μύνειν ἀνδρὶ πολεμοῦντι θεῷ, δίκαιον δὲ τὴν τούτου καταπαύειν θρα σύτητα
But he wrote back that it was not holy to come to the aid of a man who was warring against God, but that it was just to put an end to his insolence.
他卻回信說,援助一個與神為敵的人並不敬虔,反倒應當制止他的狂妄。
1:2459
ταῦτα τὸν δείλαιον ἐκεῖνον μείζονος ἀνίας ἐνέπλησεν·
These things filled that wretched man with even greater anguish;
這番話使那可憐的人心中充滿了更大的憂苦;
1:2460
οὐ μὴν ἐξέληξε τῆς θρασύτητος, ἀλλ' ἐπέμεινε κατὰ τῆς ἀληθείας παρα ταττόμενος
yet he did not cease from his insolence, but persisted in warring against the truth.
然而他並未停止狂妄,反而繼續與真理為敵。
1:2461
Ἐπανῆκε μὲν γὰρ ἀπὸ τῆς Ἀρμενίας Τερέντιος τρόπαια στήσας·
For Terentius returned from Armenia, having set up trophies of victory;
特倫提烏從亞美尼亞凱旋而歸,立下了勝利的紀念碑;
1:2462
ἦν δὲ στρατηγὸς ἄριστος καὶ εὐσεβείᾳ κοσμούμενος
he was an excellent general, and one adorned with piety.
他是一位傑出的將領,並且以敬虔為裝飾。
1:2463
τούτῳ δωρεὰν ὁ Βάλης αἰτῆσαι προσέταξεν·
Valens bade him ask for a gift.
瓦倫斯吩咐他可以求一個恩賜。
1:2464
ὁ δὲ ἀπήγγειλεν ἥνπερ ἔδει τὸν εὐσεβείᾳ συντεθραμμένον
And he asked for that very thing which a man reared in piety ought to ask.
他所求的,正是一個在敬虔中長大的人所應當求的。
1:2465
ᾔτησε γὰρ οὐ χρυσὸν οὐδὲ ἄργυρον, οὐ χωρίον, οὐ δυναστείαν, οὐκ οἰκίαν, ἀλλ' ἐκκλησίαν παρασχεθῆναι μίαν τοῖς τῆς ἀποστολικῆς διδασκαλίας προκινδυνεύουσιν
For he asked neither gold nor silver, neither land, nor power, nor a house, but that one church be granted to those who were risking their lives for the apostolic teaching.
因為他所求的,既不是金銀,也不是田產、權勢或房舍,而是求恩准將一座教堂交給那些為使徒的教導冒生命危險的人。
1:2466
ὁ δὲ τὴν ἱκετείαν δεξά μενος καὶ γνοὺς τὰ ἐγκείμενα, χαλεπήνας διέρρηξε καὶ οἱ ἄλλα τινὰ αἰτῆσαι προσέταξεν
But he, having received the petition and learned what it contained, was angered and tore it up, and bade him ask for something else.
瓦倫斯接過這請願書,得知其中所求後勃然大怒,把它撕毀,並命他改求別的東西。
1:2467
ὁ δὲ τῆς ἱκεσίας συλλέξας τὰ ῥήγματα·
But he gathered up the torn fragments of the petition, and said:
他卻把那被撕碎的請願書碎片撿拾起來,說:
1:2468
ἐδεξά μην, ἔφη, ὦ βασιλεῦ, καὶ ἔχω τὸ δῶρον καὶ ἕτερον οὐκ αἰτήσω·
"I have received it, O Emperor," he said, "and I have the gift, and I will not ask for another."
「陛下,我已經領受了,」他說,「我已得著這恩賜,不再求別的了。」
1:2469
σκοποῦ γὰρ κριτὴς ὁ τῶν ὅλων κριτής
For the Judge of all things is the judge of intention.
因為萬有的審判者,正是鑒察心意的審判者。
1:2470
Ἐπειδὴ δὲ τὸν Βόσπορον διαβὰς εἰς τὴν Θρᾴκην ἀφίκετο, πρῶ τον μὲν ἐν Κωνσταντινουπόλει πλεῖστον διέτριψε χρόνον δειμαίνων τὸν πόλεμον·
When he had crossed the Bosporus and arrived in Thrace, at first he spent a very long time in Constantinople, in dread of the war;
當他渡過博斯普魯斯海峽抵達色雷斯後,起初因懼怕這場戰爭,在君士坦丁堡逗留了很長一段時間;
1:2471
Τραϊανὸν δὲ σὺν τῇ στρατιᾷ τὸν στρατηγὸν κατὰ τῶν βαρβάρων ἀπέστειλεν
but he sent the general Trajan with the army against the barbarians.
他派遣將領特拉揚率軍前去對抗蠻族。
1:2472
ἐπειδὴ δὲ ἡττηθεὶς ἐπανῆλθεν ἐκεῖνος, ἐλοι δορεῖτο λίαν ὁ Βάλης, μαλακίαν αὐτῷ καὶ δειλίαν ἐγκαλῶν
But when that man returned defeated, Valens reviled him bitterly, accusing him of softness and cowardice.
但當特拉揚戰敗歸來時,瓦倫斯大加斥責,指控他軟弱怯懦。
1:2473
ὁ δὲ παρρησίᾳ χρησάμενος ἀνδρὶ γενναίῳ πρεπούσῃ·
But he, using the frankness befitting a noble man, said:
他卻以一位英勇之人應有的坦率回答說:
1:2474
οὐκ ἐγώ, ἔφη, ὦ βασιλεῦ, ἥττημαι·
"It is not I, O Emperor," he said, "who have been defeated;
「陛下,戰敗的不是我,」他說,
1:2475
ἀλλὰ σὺ προΐῃ τὴν νίκην, κατὰ τοῦ θεοῦ παρα ταττόμενος καὶ τὴν ἐκείνου ῥοπὴν προξενῶν τοῖς βαρβάροις·
but you cast away the victory, warring against God and thereby procuring His favor for the barbarians;
「乃是陛下您親手拋棄了勝利,因為您與神為敵,反倒為蠻族招來了祂的助力;」
1:2476
παρὰ σοῦ γὰρ πολεμούμενος ἐκείνοις συντάττεται
for, being warred against by you, He ranges Himself with them.
因為祂被您所攻擊,就與他們結為同一陣線。
1:2477
τῷ δὲ θεῷ ἡ νίκη ἕπεται καὶ τοῖς ὑπὸ τοῦ θεοῦ στρατηγουμένοις προσγίνεται
Victory follows God, and comes to those who are led into battle by God.
勝利總是跟隨著神,並臨到那些由神親自率領作戰的人。
1:2478
ἢ οὐκ οἶσθα, ἔφη, τίνας τῶν ἐκκλησιῶν ἐξελάσας, τίσι παρέδωκας ταύτας; ταῦτα καὶ Ἀρίνθεος καὶ Βίκτωρ (στρατηγὼ γὰρ ἤστην καὶ τούτω) συνωμο λογησάτην οὕτως ἔχειν, καὶ τῷ βασιλεῖ μὴ χαλεπαίνειν παρῃνεσάτην ἐπ' ἐλέγχοις ἀληθείᾳ συνεζευγμένοις
"Or do you not know," he said, "whom you drove out of the churches, and to whom you handed these over?" This both Arinthaeus and Victor (for these two were also generals) together confirmed to be so, and they advised the emperor not to be angry at reproofs that were joined with truth.
「難道陛下不知道,您把哪些人趕出了教會,又把教會交給了什麼人嗎?」阿林特烏和維克托(他們二人也是將軍)都一同證實情況確實如此,並勸皇帝不要因這與真理相合的責備而動怒。
1:2479
Φασὶ δὲ καὶ Ἰσαάκην σκηνὴν αὐτόθι μοναχικὴν ἔχοντα, ἐπειδὴ εἶδεν αὐτὸν συνεξιόντα τῇ στρατιᾷ, βοῇ χρησάμενον φάναι·
They also say that Isaac, who had a monastic tent there, when he saw him setting out with the army, cried out with a loud voice and said:
據說當時有一位依撒克,在那裡有一座修道帳篷,他見皇帝隨軍出征,便高聲喊叫說:
1:2480
ποῖ βαδίζεις, ὦ βασιλεῦ, κατὰ θεοῦ στρατευόμενος καὶ τοῦτον οὐκ ἔχων ἐπίκουρον; αὐτὸς γὰρ κατὰ σοῦ τοὺς βαρβάρους κεκίνηκεν, ἐπειδὴ καὶ σὺ κατ' αὐτοῦ πολλὰς γλώττας εἰς βλασφημίαν παρέθηξας καὶ τοὺς ἐκεῖνον ὑμνοῦντας τῶν θείων οἴκων ἐξήλασας
"Where are you going, O Emperor, campaigning against God, and having Him not as your helper? For He Himself has stirred up the barbarians against you, since you also have sharpened many tongues against Him unto blasphemy, and have driven those who sing His praises out of the houses of God.
「陛下,您要往哪裡去?您正在與神為敵作戰,卻沒有祂作您的幫助!正是祂親自激動蠻族來攻擊您,因為您磨利了許多人的舌頭來褻瀆祂,又把那些頌讚祂的人趕出了神的殿堂。」
1:2481
παῦσαι δὴ οὖν πολεμῶν καὶ παύσει τὸν πόλεμον
Therefore cease from warring, and He will cease the war.
所以,請停止爭戰,這樣祂也必止息這場戰事。
1:2482
ἀπόδος ταῖς ποίμναις τοὺς ἀρίστους νομέας καὶ λήψῃ τὴν νίκην ἀπονητί
Restore to the flocks their best shepherds, and you shall obtain the victory without toil.
把最優秀的牧者歸還給羊群,您便能不費力氣地獲得勝利。
1:2483
εἰ δὲ τούτων μηδὲν δεδρακὼς παρα τάξαιο, μαθήσῃ τῇ πείρᾳ ὅπως σκληρὸν τὸ πρὸς κέντρα λακτί ζειν ·
But if you go out to battle without having done any of these things, you will learn by experience how hard it is to kick against the goads;
但若您未行此事便出戰,您必以親身的經歷體會,用腳踢刺是何等艱難之事;
1:2484
οὔτε γὰρ ἐπανήξεις καὶ προσαπολέσεις τὴν στρατιάν
for you will not return, and you will destroy your army besides."
因為您將一去不返,還會白白喪失您的軍隊。」
1:2485
ὀργι σθεὶς δὲ ὁ βασιλεύς·
But the emperor, enraged, said:
皇帝聽了大怒,說:
1:2486
καὶ ἐπανήξω, ἔφη, καὶ κατακτενῶ σε καὶ τῆς ψευδοῦς προαγορεύσεως εἰσπράξομαι δίκας
"I will indeed return," he said, "and I will kill you, and I will exact justice for your false prophecy."
「我必定會回來,」他說,「而且我要殺了你,向你追討這虛假預言的懲罰。」
1:2487
ὁ δὲ ἥκιστα δείσας τὴν ἀπειλὴν ἔφη βοῶν·
But he, not fearing the threat in the least, cried out and said:
但他絲毫不畏懼這威嚇,大聲呼喊說:
1:2488
κτεῖνον, εἰ φωραθείη τῶν λόγων τὸ ψεῦδος
"Kill me, if the falsehood of my words should be found out.
「若我所說的話被查出是虛謊,就殺了我吧!
1:2489
ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην
I spoke of your testimonies before kings, and was not ashamed."
我也要在君王面前論說你的法度,並不至於羞愧。」
1:2490
Ὁ δὲ τῶν συμβούλων ἐκείνων τῶν ἀρίστων καταφρονήσας, τὴν μὲν στρατιὰν εἰς τὴν παράταξιν προὔπεμψεν, αὐτὸς δὲ ἔν τινι κώμῃ καθήμενος τὴν νίκην προσέμενεν
But he, despising those excellent counselors, sent the army ahead into battle array, while he himself sat in a certain village and awaited the victory.
皇帝卻藐視這些卓越的忠告者,把軍隊派往前線列陣,自己則坐在某個村莊裡,靜候勝利的消息。
1:2491
οἱ δὲ στρατιῶται τῶν βαρβάρων οὐκ ἐνεγκόντες τὴν ῥύμην ἐτρέποντο καὶ κατεκτείνοντο διωκόμενοι·
But the soldiers, unable to withstand the onrush of the barbarians, turned to flight and were cut down as they were pursued;
但那些兵士無法承受蠻族的猛烈衝殺,潰逃四散,在追擊中被大肆屠戮;
1:2492
καὶ οἱ μὲν ἔφευγον κατὰ τάχος, οἱ δὲ κατὰ κράτος ἐδίωκον
and some fled with all speed, while others pursued with all their might.
有些人急速逃竄,另一些人則竭力追擊。
1:2493
κατα λαβόντες δὲ τὴν κώμην ἐκείνην οἱ βάρβαροι ἔνθα ὁ Βάλης τὴν ἧτταν μεμαθηκὼς ἐπειράθη λαθεῖν, πῦρ ἐμβαλόντες ἐνέπρησαν σὺν τῇ κώμῃ καὶ τὸν τῆς εὐσεβείας ἀντίπαλον
And the barbarians, having overtaken that village where Valens, upon learning of the defeat, had tried to hide, threw in fire and burned, together with the village, the adversary of piety.
蠻族追及了那個村莊——瓦倫斯得知戰敗消息後正試圖藏身其中——他們縱火焚燒,把這位敬虔的仇敵連同村莊一起燒毀。
1:2494
οὕτω μὲν οὖν ἐκεῖνος κἀν τῷ παρόν τι βίῳ ποινὴν ἔτισεν ὑπὲρ ὧν ἐπλημμέλησεν
Thus, then, did that man pay the penalty even in this present life for the things in which he had transgressed.
就這樣,那人甚至在今生便已為自己所犯的過錯付上了應得的懲罰。
1:2495
Ἐγὼ δὲ προὔργου νομίζω διδάξαι τοὺς ἀγνοοῦντας ὅπως οἵδε οἱ βάρβαροι τὴν Ἀρειανικὴν εἰσεδέξαντο νόσον
But I think it profitable to teach those who do not know how these barbarians received the Arian disease.
我認為有必要向不知情的人說明,這些蠻族是如何染上亞流異端這場疾病的。
1:2496
ὅτε τὸν Ἴστρον διαβάντες πρὸς τὸν Βάλεντα τὴν εἰρήνην ἐσπείσαντο, τηνικαῦτα παρὼν Εὐδόξιος ὁ δυσώνυμος ὑπέθετο τῷ βασιλεῖ πεῖσαί οἱ κοινωνῆσαι τοὺς Γότθους·
When they had crossed the Ister and concluded peace with Valens, at that time Eudoxius, of ill-omened name, being present, suggested to the emperor that he persuade the Goths to enter into communion with him;
當他們渡過伊斯特河(多瑙河)與瓦倫斯締結和約時,那位惡名昭彰的歐多克修恰好在場,向皇帝建議說服哥德人與他共融合一;
1:2497
πάλαι γὰρ τὰς τῆς θεογνωσίας ἀκτίνας δεξάμενοι τοῖς ἀπο στολικοῖς ἐνετρέφοντο δόγμασι
for long ago, having received the rays of the knowledge of God, they had been nurtured in the apostolic doctrines.
因為他們早已領受了認識神的光輝,並在使徒的教義中受教成長。
1:2498
βεβαιοτέραν γάρ, ἔφη, τὸ κοινὸν τοῦ φρονήματος τὴν εἰρήνην ἐργάσεται
"For," he said, "a common mind will make the peace more secure."
他說:「思想上的一致,必使這和平更加穩固。」
1:2499
ταύτην ἐπαινέσας τὴν γνώ μην ὁ Βάλης προὔτεινε τοῖς ἐκείνων ἡγεμόσι τῶν δογμάτων τὴν συμφωνίαν·
Valens, approving this counsel, proposed to their leaders agreement in doctrines;
瓦倫斯讚許這個建議,便向哥德人的首領們提議在教義上達成一致;
1:2500
οἱ δὲ οὐκ ἀνέξεσθαι ἔλεγον τὴν πατρῴαν καταλείψειν διδασκαλίαν
but they said they would not endure abandoning their ancestral teaching.
但他們回答說,他們絕不容許自己放棄祖傳的教導。
1:2501
κατ' ἐκεῖνον δὲ τὸν χρόνον Οὐλφίλας αὐτῶν ἐπίσκοπος ἦν, ᾧ μάλα ἐπείθοντο, καὶ τοὺς ἐκείνου λόγους ἀκινήτους ὑπελάμβα νον νόμους
At that time Ulfilas was their bishop, whom they obeyed very readily, and they regarded his words as immovable laws.
當時他們的主教是烏爾斐拉,他們對他極其順服,把他的話當作不可更動的律法。
1:2502
τοῦτον καὶ λόγοις κατακηλήσας Εὐδόξιος καὶ χρήμασι δελεάσας, πεῖσαι παρεσκεύασε τοὺς βαρβάρους τὴν βασιλέως κοινωνίαν ἀσπάσασθαι
Eudoxius, having beguiled him with words and enticed him with money, contrived to persuade the barbarians to embrace communion with the emperor.
歐多克修以言語迷惑他,又以金錢誘惑他,設法讓他去說服蠻族接受與皇帝的共融合一。
1:2503
ἔπεισε δὲ φήσας ἐκ φιλοτιμίας γεγενῆσθαι τὴν ἔριν, δογμάτων δὲ μηδεμίαν εἶναι διαφοράν
And he persuaded him by saying that the strife had arisen out of rivalry, and that there was no difference at all in doctrines.
他這樣說服了他:這場爭端只是出於好勝爭勝之心而起,教義上其實並無任何差異。
1:2504
οὗ δὴ εἵνεκα μέχρι καὶ τή μερον οἱ Γότθοι μείζονα μὲν τὸν πατέρα λέγουσι τοῦ υἱοῦ, κτίσμα δὲ τὸν υἱὸν εἰπεῖν οὐκ ἀνέχονται, καίτοι κοινωνοῦντες τοῖς λέγουσιν
For this reason, even to this day, the Goths say the Father is greater than the Son, but they will not tolerate calling the Son a creature, although they are in communion with those who say so.
正因如此,哥德人直到今日仍說父比子偉大,卻不能容忍有人稱子為受造之物,儘管他們仍與如此宣稱的人保持共融。
1:2505
ἀλλ' ὅμως οὐ παντάπασι τὴν πατρῴαν διδασκαλίαν κατέλιπον·
But nevertheless, they did not altogether abandon their ancestral teaching;
然而即便如此,他們並未完全捨棄祖傳的教導;
1:2506
καὶ γὰρ Οὐλφίλας Εὐδοξίῳ καὶ Βάλεντι κοινωνῆσαι πείθων αὐτοὺς οὐκ εἶναι δογμάτων ἔφη διαφοράν, ἀλλὰ ματαίαν ἔριν ἐργάσασθαι τὴν διάστασιν
for indeed Ulfilas, in persuading them to enter into communion with Eudoxius and Valens, said that there was no difference of doctrines, but that the division had been produced by vain contention.
因為烏爾斐拉在說服他們與歐多克修及瓦倫斯共融時,也宣稱教義並無差異,這場分裂不過是出於無謂的爭執所致。
1:2507
Περὶ τῆς Γρατιανοῦ τοῦ βασιλέως εὐσεβείας
Concerning the piety of the Emperor Gratian.
論格拉先皇帝的敬虔。
1:2508
Περὶ τῆς ἐπανόδου τῶν ἐπισκόπων
Concerning the return of the bishops.
論眾主教的歸返。
1:2509
Περὶ τῆς Παυλίνου φιλονεικίας, καὶ τῆς Ἀπολιναρίου τοῦ Λαο δικέως καινοτομίας, καὶ τῆς Μελετίου φιλοσοφίας τε καὶ φιλο θεΐας
Concerning the contentiousness of Paulinus, and the innovation of Apollinarius of Laodicea, and the philosophy and love of God of Meletius.
論保林努的爭競、老底嘉的阿波利納留之異說革新,以及默勒丟的哲學修養與愛神之心。
1:2510
Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων
Concerning Eusebius, bishop of Samosata.
論撒摩撒他主教優西比烏。
1:2511
Περὶ τῆς Θεοδοσίου στρατηγίας
Concerning the generalship of Theodosius.
論德奧多西的將才。
1:2512
Περὶ τῆς τούτου βασιλείας καὶ ὧνπερ εἶδεν ὀνείρων
Concerning his reign, and the dreams which he saw.
論他的統治,以及他所見的異夢。
1:2513
Τίνες ἐπίσημοι τῆς Ἀρείου δυσσεβείας ἐγένοντο προστάται
Who the notable champions of the impiety of Arius were.
亞流不敬虔異端有哪些著名的擁護者。
1:2514
Περὶ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου
Concerning the council assembled at Constantinople.
論在君士坦丁堡召開的大公會議。
1:2515
Συνοδικὸν παρὰ τῆς ἐν Κωνσταντινουπόλει συναθροισθείσης συνόδου γραφὲν πρὸς τοὺς δυτικοὺς ἐπισκόπους
A synodical letter written by the council assembled at Constantinople to the western bishops.
在君士坦丁堡召開的大公會議致西方眾主教的公函。
1:2516
Ἄλλο τοῦ αὐτοῦ συνοδικὸν κατὰ διαφόρων αἱρέσεων
Another synodical letter of the same council, against various heresies.
同一大公會議另一份反駁各種異端的公函。
1:2517
Περὶ τῆς Γρατιανοῦ τελευτῆς καὶ τῆς Μαξίμου τυραννίδος
Concerning the death of Gratian, and the tyranny of Maximus.
論格拉先之死,以及馬克西穆的僭政。
1:2518
Περὶ Ἰουστίνης τῆς Βαλεντινιανοῦ γαμετῆς, καὶ τῆς κατὰ Ἀμ βροσίου γεγενημένης ἐπιβουλῆς
Concerning Justina, the wife of Valentinian, and the plot formed against Ambrose.
論瓦倫提尼安之妻猶斯提娜,以及針對安波羅修所發動的陰謀。
1:2519
Περὶ τῶν παρὰ Μαξίμου τοῦ τυράννου Βαλεντινιανῷ τῷ νέῳ δηλωθέντων
Concerning the things declared by the tyrant Maximus to Valentinian the younger.
論僭主馬克西穆向小瓦倫提尼安所傳達之事。
1:2520
Περὶ τῶν παρὰ Θεοδοσίου τοῦ βασιλέως περὶ τούτου γραφέν των
Concerning the things written by the Emperor Theodosius about this.
論德奧多西皇帝就此事所寫之信。
1:2521
Περὶ Ἀμφιλοχίου τοῦ ἐπισκόπου Ἰκονίου
Concerning Amphilochius, bishop of Iconium
論以哥念主教安菲羅基烏斯
1:2522
Περὶ τῶν ἐν Θεσσαλονίκῃ γεγενημένων σφαγῶν
Concerning the massacres that took place in Thessalonica
論帖撒羅尼迦所發生的屠殺
1:2523
Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου παρρησίας καὶ τῆς τοῦ βασι λέως εὐσεβείας
Concerning the boldness of Ambrose the bishop and the piety of the emperor
論主教安波羅修的直言無懼,以及皇帝的敬虔
1:2524
Περὶ Πλακίλλης τῆς βασιλίδος
Concerning Placilla the empress
論皇后普拉琪拉
1:2525
Περὶ τῆς ἐν Ἀντιοχείᾳ γεγενημένης στάσεως
Concerning the sedition that took place in Antioch
論安提阿所發生的暴動
1:2526
Περὶ τῶν πανταχοῦ γῆς καταλυθέντων εἰδωλικῶν ναῶν
Concerning the idol temples destroyed throughout the earth
論遍地被拆毀的偶像廟宇
1:2527
ἐπισκόπου Ἀπαμείας καὶ τῶν ὑπ' αὐτοῦ καταλυθέντων εἰδωλικῶν ναῶν
Concerning the bishop of Apamea, and the idol temples destroyed by him
論亞帕米亞主教,以及他所拆毀的偶像廟宇
1:2528
Περὶ Θεοφίλου τοῦ Ἀλεξανδρείας ἐπισκόπου, καὶ τῶν ἐν τῇ καθαι ρέσει τῶν εἰδώλων αὐτόθι γεγενημένων
Concerning Theophilus, bishop of Alexandria, and the events that took place there in the destruction of the idols
論亞歷山大主教德奧斐羅,以及當地拆毀偶像時所發生之事
1:2529
Περὶ Φλαβιανοῦ τοῦ Ἀντιοχείας ἐπισκόπου, καὶ τῆς διὰ Παυλῖνον γεγενημένης τοῖς δυτικοῖς διαστάσεως
Concerning Flavian, bishop of Antioch, and the division with the Westerners that arose on account of Paulinus
論安提阿主教弗拉維安,以及因保利努斯之故與西方教會所生的分裂
1:2530
Περὶ τῆς Εὐγενίου τυραννίδος καὶ τῆς Θεοδοσίου τοῦ βασιλέως διὰ πίστεως νίκης
Concerning the tyranny of Eugenius, and the victory of the emperor Theodosius through faith
論優金尼烏斯的僭權,以及皇帝狄奧多西藉信仰所得的勝利
1:2531
Περὶ τῆς Θεοδοσίου τοῦ βασιλέως τελευτῆς
Concerning the death of the emperor Theodosius
論皇帝狄奧多西之死
1:2532
Περὶ Ὀνωρίου τοῦ βασιλέως, καὶ Τηλεμαχίου τοῦ μονάζοντος
Concerning the emperor Honorius, and Telemachus the monk
論皇帝霍諾里烏斯,以及修士德勒馬庫斯
1:2533
Περὶ τῆς Ἀρκαδίου τοῦ βασιλέως εὐσεβείας, καὶ τῆς Ἰωάννου τοῦ ἐπισκόπου χειροτονίας
Concerning the piety of the emperor Arcadius, and the ordination of John the bishop
論皇帝阿卡狄烏斯的敬虔,以及主教約翰的按立
1:2534
Περὶ τῆς κατὰ θεὸν τοῦδε τοῦ ἐπισκόπου παρρησίας
Concerning this bishop's godly boldness
論這位主教合乎神的直言無懼
1:2535
Περὶ τῶν ἐν τῇ Φοινίκῃ δι' αὐτοῦ καταλυθέντων εἰδωλικῶν ναῶν
Concerning the idol temples in Phoenicia destroyed through him
論腓尼基境內藉他所拆毀的偶像廟宇
1:2536
Περὶ τῆς ἐκκλησίας τῶν Γότθων
Concerning the church of the Goths
論哥特人的教會
1:2537
Περὶ τῆς εἰς τοὺς Σκύθας ὑπ' αὐτοῦ γεγενημένης προνοίας, καὶ τοῦ κατὰ τῶν Μαρκιονιστῶν ζήλου
Concerning the provision he made for the Scythians, and his zeal against the Marcionites
論他為西古提人所作的照顧,以及他反對馬吉安派的熱心
1:2538
Περὶ τῆς Γαϊνᾶ αἰτήσεως καὶ τῆς Ἰωάννου τοῦ ἐπισκόπου ἀν τιρρήσεως
Concerning the demand of Gainas, and the refusal of John the bishop
論蓋納斯的要求,以及主教約翰的拒絕
1:2539
Περὶ τῶν κατ' αὐτοῦ τυρευθέντων
Concerning the plots fabricated against him
論那些捏造出來陷害他的陰謀
1:2540
Περὶ τῶν δι' αὐτὸν συμβεβηκότων
Concerning the events that befell on his account
論因他而發生的種種事件
1:2541
Περὶ Ἀλεξάνδρου τοῦ ἐπισκόπου Ἀντιοχείας
Concerning Alexander, bishop of Antioch
論安提阿主教亞歷山大
1:2542
Περὶ τῆς ὕστερον γεγενημένης τοῖς πεπολεμηκόσιν Ἰωάννῃ τῷ ἐπισκόπῳ μεταμελείας, καὶ τῆς τῶν λειψάνων αὐτοῦ μετακομιδῆς
Concerning the repentance that later came upon those who had warred against John the bishop, and the translation of his relics
論後來那些與主教約翰為敵者所生的悔悟,以及他遺骸的遷葬
1:2543
Περὶ τῆς πίστεως Θεοδοσίου τοῦ βασιλέως καὶ τῶν ἀδελφῶν αὐτοῦ
Concerning the faith of the emperor Theodosius and his sisters
論皇帝狄奧多西與其姊妹的信仰
1:2544
Περὶ Θεοδότου τοῦ ἐπισκόπου Ἀντιοχείας
Concerning Theodotus, bishop of Antioch
論安提阿主教德奧多圖斯
1:2545
Περὶ τοῦ ἐν Περσίδι διωγμοῦ καὶ τῶν ἐκεῖ μαρτυρησάντων
Concerning the persecution in Persia, and those who were martyred there
論波斯的逼迫,以及在那裡殉道的人
1:2546
Περὶ Θεοδώρου τοῦ ἐπισκόπου Μοψουεστίας
Concerning Theodore, bishop of Mopsuestia
論摩普綏提亞主教狄奧多若
1:2547
οἷον γάρ τισι σταθμοῖς καὶ ζυγοῖς οἴκτῳ καὶ δικαιοσύνῃ χρώμενος ὁ φιλάνθρωπος, ὅταν ἴδῃ τινὰ τῷ μεγέθει τῶν πλημμελη μάτων ὑπερβάλλοντα τῆς φιλανθρωπίας τὰ μέτρα, τῇ δικαίᾳ τιμω ρίᾳ κωλύει τὴν ἐπὶ τὰ πρόσω φοράν
For the lover of mankind, employing, as it were, certain scales and weights of mercy and justice, whenever He sees someone exceeding the measures of loving-kindness by the greatness of his offenses, restrains by just punishment his further headlong course.
因為那愛世人者,彷彿使用某種秤與權衡,以憐憫與公義行事;每當祂看見有人因罪過之重而超越了慈愛的限度,便以公正的懲罰攔阻其繼續向前奔馳。
1:2548
Γρατιανὸς δέ, ὁ Βαλεντινιανοῦ μὲν υἱός, Βάλεντος δὲ ἀδελφιδοῦς, πᾶσαν τὴν Ῥωμαίων ἡγεμονίαν παρέλαβε
Gratian, son of Valentinian and nephew of Valens, took over the whole dominion of the Romans.
格拉先,瓦倫提尼安之子、瓦倫斯之姪,承接了羅馬人全部的統治權。
1:2549
πάλαι μὲν γὰρ τῆς Εὐρώπης παρειλήφει τὰ σκῆπτρα μετὰ τὴν τοῦ πατρὸς τελευτήν·
For long before, after his father's death, he had already received the scepter of Europe;
因為早在其父去世之後,他便已承接了歐洲的權杖;
1:2550
καὶ ἐκείνου δέ γε περιόντος ἐκοινώνει τῆς βασιλείας
and indeed while his father was still living, he shared in the sovereignty.
而且,即使父親在世之時,他也已與其共享王權。
1:2551
προσέλαβεν οὖν καὶ τὴν Ἀσίαν καὶ τὰ λειπόμενα τῆς Λιβύης, ἄπαιδος ἀναιρεθέντος τοῦ Βάλεντος
He therefore also added Asia and the remainder of Libya, when Valens perished childless.
於是,當瓦倫斯無嗣而亡之後,他便又加取了亞細亞,以及利比亞餘下的領地。
1:2552
Εὐθὺς μέντοι τὴν εὐσέβειαν ἣν εἶχεν ἐκδηλοτέραν κατέστησε καὶ τῆς βασιλείας τὰς ἀπαρχὰς τῷ παμβασιλεῖ τῶν ὅλων προσήνεγκε
Immediately, however, he made manifest the piety which he possessed, and offered the firstfruits of his reign to the King of all.
然而他隨即彰顯出自己所懷的敬虔,將其統治之初熟果子獻給了萬有的大君王。
1:2553
μετὰ Λιβέριον δὲ τὴν τῆς ἐκκλησίας παρειλήφει κηδεμονίαν
and after Liberius he had received the stewardship of the Church;
在利比里烏斯之後,他已接掌了教會的監管之職;
1:2554
συνεξέπεμψε δὲ τῷ νόμῳ καὶ Σάπωρα τὸν στρατηγὸν ὀνομαστότατον τηνικάδε ὄντα·
and together with the law he also sent forth Sapor, the general who at that time was most renowned;
他隨這道律法一同差遣了當時最負盛名的將軍薩波爾;
1:2555
καὶ τῆς μὲν Ἀρείου βλασφημίας τοὺς κήρυκας, οἷόν τινας θῆρας, τῶν ἱερῶν σηκῶν ἐξελάσαι, τοῖς δὲ ἀρίστοις ποιμέσι καὶ τοῖς θείοις ποιμνίοις τούτους ἀποδοῦναι προσέταξε
and he commanded that the heralds of Arius's blasphemy be driven out of the sacred sanctuaries like wild beasts, and that these be restored to the best shepherds and to the divine flocks.
並吩咐要將亞流褻瀆之說的傳播者,如同猛獸一般驅出聖所,並將這些聖所歸還給最優秀的牧者與神聖的羊群。
1:2556
καὶ ἐν ἑκάστῳ μὲν ἔθνει τοῦτό γε ἀδηρίτως ἐγένετο, ἐν Ἀντιοχείᾳ δὲ τῇ τῆς Ἑῴας ἡγουμένῃ ἔρις ἐγένετο περὶ τοῦδε τοιάδε
And in every province this indeed took place without dispute; but in Antioch, the leading city of the East, a contention arose concerning this matter, as follows:
在每一省份,此事確實毫無爭議地成就了;但在東方的首邑安提阿,關於此事卻起了如下的紛爭:
1:2557
καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν κατ' Εὐσταθίου τοῦ μεγάλου τυρευθεῖσαν ἐπιβουλὴν τὴν Ἀρειανικὴν βδελυξάμενοι βδελυρίαν καὶ κατὰ σφὰς αὐτοὺς ἀθροιζόμενοι, Παυλῖνον εἶχον ἡγούμενον·
For some, immediately after the plot fabricated against the great Eustathius, having abhorred the Arian abomination and gathering by themselves, had Paulinus as their leader;
有些人,在陷害偉大的優斯塔提烏斯的陰謀發生之後,隨即厭惡亞流派的可憎之舉,自行聚集,以保利努斯為首領;
1:2558
Πρὸς δὲ τούτοις Ἀπολινάριος ὁ Λαοδικεὺς ἑτέρας συμμορίας ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν·
In addition to these, Apollinaris of Laodicea declared himself the leader of another faction;
此外,老底嘉的阿波里納留自命為另一黨派的首領;
1:2559
ὃς τὸ τῆς εὐσεβείας περιθέμενος προσω πεῖον καὶ τῶν ἀποστολικῶν δόξας ὑπερασπίζειν δογμάτων, μικρὸν ὕστερον, προφανὴς ὤφθη πολέμιος
who, having put on the mask of piety and seeming to defend the apostolic doctrines, a little later was seen to be its open enemy.
此人戴上敬虔的面具,看似在維護使徒的教義,不久之後卻被看出乃是其公然的仇敵。
1:2560
καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις βαθμούς τινας ἀξιωμάτων γεννήσας, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην ἐστερῆσθαι τῆς γεγενημένης ἔφησε σωτηρίας
For indeed, concerning the divine nature, he used counterfeit arguments, fashioning certain grades of dignity, and he dared to declare the mystery of the divine economy imperfect, and asserted that the rational soul entrusted with governing the body had been deprived of the salvation that was wrought.
因為關於神聖的本性,他使用了虛假的論證,虛構出若干等級的尊位,並膽敢宣稱那救恩的奧祕(即道成肉身的計畫)是不完全的,又聲稱那被託付以治理身體的理性靈魂,已被剝奪了所成就的救恩。
1:2561
οὐκ εἰληφὼς γὰρ ταύτην κατὰ τὸν ἐκείνου λόγον ὁ θεὸς λόγος, οὔτε ἰατρείας ἠξίωσεν, οὔτε τιμῆς μετέ δωκεν·
For since, according to his argument, God the Word had not assumed it, He neither deemed it worthy of healing nor imparted honor to it;
因為照他的說法,神‧道既未取用那理性靈魂,便既未使其得蒙醫治,也未曾賜予其尊榮;
1:2562
ἀλλὰ τὸ μὲν σῶμα τὸ γήϊνον ὑπὸ τῶν ἀοράτων προσκυνεῖται δυνάμεων, ἡ δὲ ψυχὴ ἡ κατ' εἰκόνα θείαν γεγενημένη κάτω μεμένηκε, τὴν τῆς ἁμαρτίας ἀτιμίαν περικειμένη
but the earthly body is worshipped by the invisible powers, while the soul, which was made according to the divine image, has remained below, clothed with the dishonor of sin.
反倒是那屬地的身體受到無形諸能者的敬拜,而那按著神聖形像所造的靈魂,卻仍留在下界,披著罪的羞辱。
1:2563
πολλὰ δὲ πρὸς τούτοις καὶ ἕτερα ἐνεόχμωσεν ἐσφαλμένῃ καὶ τυφλωττούσῃ διανοίᾳ
And besides these, with an erring and blind mind, he introduced many other innovations as well.
除此之外,他以錯謬且盲目的心思,還引進了許多其他的新說。
1:2564
ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ θεῷ λόγῳ συγκατεληλυθέναι ἔφη σεν, ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα
For at one time he himself agreed that the flesh had been assumed from the holy Virgin; at another time he said that it had come down from heaven together with God the Word; and at yet another time, that He Himself had become flesh, having taken nothing from us.
因為他有時親自承認,肉身是取自聖童女;有時卻說,這肉身是與神‧道一同從天而降的;又有時說,祂自己就成了肉身,並未從我們身上取用任何東西。
1:2565
καὶ ἑτέρους δὲ μύθους καὶ λήρους ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν, οὓς καὶ λέγειν περιττὸν ἐπὶ τοῦ παρόντος νενόμικα
And he also joined other myths and absurdities to the divine promises, which I have judged it superfluous to relate at present.
他還將其他一些神話與荒誕之詞,摻入神聖的應許之中,這些我認為眼下不必贅述。
1:2566
ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων οὐ μόνον τοὺς οἰκείους τῆς λύμης ἐνέπλησεν, ἀλλὰ καί τισι τῶν ἡμετέρων τῆς λώβης μετέδωκε
He, then, saying such things, not only filled his own followers with the plague, but also imparted the contagion to some of our own people.
他如此立論,不僅使自己的黨羽充滿了敗壞,也將這禍害傳染給了我們當中的一些人。
1:2567
χρόνῳ γὰρ ὕστερον τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν καὶ τὴν τῆς ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον·
For in the course of time, seeing their own paltriness and beholding the splendor of the Church, all but a few were reunited and shared again in the communion of the Church;
因為過了一段時日,他們見自己勢單力薄,又目睹教會的輝煌,除少數人外,眾人都重新聯合,再度分享了教會的團契;
1:2568
τὴν δὲ προτέραν οὐκ ἀπέ θεντο νόσον, ἀλλὰ καὶ πολλοὺς τῶν πάλαι ἐρρωμένων ταύτης ἐνέ πλησαν
yet they did not lay aside their former disease, but even infected many who had long been sound with it.
然而他們並未除去先前的痼疾,反倒使許多素來健全的人也染上了此病。
1:2569
ἐκ τῆσδε τῆς ῥίζης ἐν ταῖς ἐκκλησίαις ἐβλάστησεν ἡ μία τῆς σαρκὸς καὶ τῆς θεότητος φύσις καὶ τὸ τῇ θεότητι τοῦ μονογενοῦς προσάπτειν τὸ πάθος καὶ τἄλλα ὅσα τοῖς τε λαοῖς καὶ τοῖς ἱερεῦσι τὴν διαμάχην γεγέννηκεν
From this root there sprang up in the churches the doctrine of the one nature of the flesh and the Godhead, and the attaching of the passion to the Godhead of the Only-Begotten, and all the other teachings that have engendered strife among both the peoples and the priests.
正是從這根源,「肉身與神性同為一性」之說,以及「將受難歸於獨生者神性」之說,還有其他種種在信眾與祭司之間引發紛爭的教訓,便在眾教會中萌生了出來。
1:2570
ἀλλὰ ταῦτα μὲν ὕστερον γεγένηται
But these things came to pass later.
然而這些事乃是後來才發生的。
1:2571
ὁ δὲ θεῖος Μελέτιος ἡσυχῇ καθῆστο, τῆς ἐκείνων ἀνεχόμενος ἔριδος
But the divine Meletius sat quietly, bearing with their strife.
但那神聖的美勒提烏斯卻靜坐不動,容忍著他們的紛爭。
1:2572
Φλαβιανὸς δὲ ὁ σοφώτατος, τῷ τῶν πρεσβυτέρων ἐγκατειλεγμένος ἔτι χορῷ, πρῶτον μὲν πρὸς τὸν Παυλῖνον ἔφη τοῦ στρατηγοῦ ἐπαΐ οντος·
But Flavian, the most wise, who was still enrolled among the company of the presbyters, first spoke to Paulinus, in the general's hearing, as follows:
但那極有智慧的弗拉維安,此時仍列在長老之列,先當著將軍的面對保利努斯說:
1:2573
ἐκεῖνος γὰρ μίαν τὴν τῆς τριάδος οὐσίαν ὁμολογῶν τὰς τρεῖς ὑποστάσεις διαρρήδην κη ρύττει, σὺ δὲ ἄντικρυς τῶν ὑποστάσεων ἀναιρεῖς τὴν τριάδα
for that man, while confessing the one essence of the Trinity, openly proclaims the three hypostases; whereas you, on the contrary, by denying the hypostases, do away with the Trinity.
「因為他一面承認三一的一個本體,一面卻明白宣告三個位格;而你恰恰相反,你藉著否認位格,便廢除了三一。
1:2574
δεῖξον δὴ οὖν τῶν δογμάτων τὴν συμφωνίαν καὶ λάβε τὰς ἐκκλησίας κατὰ τὸν νόμον
Show, then, the agreement of your doctrines, and take the churches according to the law.
那麼就請你們顯明彼此教義的一致,然後依律法接管教會吧。」
1:2575
οὕτως ἐκεῖνον τοῖς ἐλέγχοις ἐπιστομίσας, πρὸς τὸν Ἀπολινάριον ἔφη·
Having thus silenced him with these refutations, he said to Apollinaris:
他如此以駁斥使那人啞口無言之後,又對阿波里納留說:
1:2576
τὸν γὰρ νοῦν τὸν ἡμέτερον τῆς σωτηρίας ἀποστερεῖς
for you deprive our mind of salvation.
「因為你使我們的心靈被剝奪了救恩。」
1:2577
ὁ μὲν οὖν σοφώτατος Φλαβιανὸς τοῖς ἀληθέσι λόγοις τὴν ἐκείνων κατέ παυσε παρρησίαν
So the most wise Flavian, by his true arguments, put a stop to their boldness of speech.
如此,那極有智慧的弗拉維安,便以真確的論證止住了他們放肆的言辭。
1:2578
Μελέτιος δέ, ὁ πάντων ἀνθρώπων πραότατος, φιλοφρόνως ἅμα καὶ ἠπίως ἔφη πρὸς τὸν Παυλῖνον·
But Meletius, the gentlest of all men, spoke kindly and mildly to Paulinus, saying:
但美勒提烏斯,這眾人中最溫和的人,便和藹又溫柔地對保利努斯說:
1:2579
ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων ἐνεχείρισε κύριος καὶ σὺ τῶν ἄλλων ἀναδέδεξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην·
Since the Lord of the sheep has entrusted to me the care of these sheep, and you likewise have taken up the charge of the others, and since the flocks share piety with one another in common, let us, my friend, join our flocks together and put an end to our contention over the primacy;
「既然眾羊的主已將這群羊的照管託付於我,你也承擔了照管另一群羊的職責,而這兩群羊本是彼此共享同一敬虔,那麼,朋友啊,讓我們合併羊群,止息這場關於首席之位的爭執吧;
1:2580
κοινῇ δὲ τὰ πρόβατα νέμοντες κοινὴν αὐτοῖς προσενέγκωμεν θεραπείαν
and, tending the sheep in common, let us offer them a common care.
讓我們共同牧養這群羊,向他們付出同一份照料。
1:2581
εἰ δὲ ὁ μέσος θῶκος τὴν ἔριν γεννᾷ, ἐγὼ καὶ ταύτην ἐξελάσαι πει ράσομαι
But if the middle seat breeds this strife, I will endeavor to remove that too.
但若這爭執是因那居中的座位而起,我也願設法除去它。
1:2582
ἐν γὰρ τούτῳ τὸ θεῖον προτεθεικὼς εὐαγγέλιον, ἑκατέρωθεν ἡμᾶς καθῆσθαι παρεγγυῶ
For, having set the divine Gospel upon it, I propose that we sit on either side of it.
因為我提議,將神聖的福音書安放其上,讓我們分坐兩側。
1:2583
καὶ εἰ μὲν πρῶτος ἐγὼ δεξαίμην τοῦ βίου τὸ πέρας, μόνος σχήσεις, ὦ φιλότης, τὴν τῆς ποίμνης ἡγεμονίαν·
And if I should be the first to reach the end of my life, you alone, my friend, will hold the leadership of the flock;
倘若我先於你走到人生的盡頭,那麼,朋友啊,這群羊的領導權將單獨歸於你;
1:2584
εἰ δὲ σὺ πρότερος τοῦτο πάθοις, ἐγὼ πάλιν εἰς δύναμιν τῶν προβάτων ἐπιμελήσομαι
but if this should befall you first, I in turn will, to the best of my ability, take care of the sheep.
但若此事先臨到你身上,我便會再度盡力照顧這群羊。」
1:2585
ταῦτα ἠπίως μὲν ἅμα καὶ φιλοφρόνως ὁ θεῖος εἶπε Μελέτιος, ὁ δὲ Παυλῖνος οὐκ ἔστερξεν
These things the divine Meletius said, both gently and kindly at once; but Paulinus did not accept them.
這些話,神聖的美勒提烏斯是既溫柔又和藹地說出的;但保利努斯卻不肯接受。
1:2586
ὁ δὲ στρατηγὸς κριτὴς τῶν εἰρημένων γενόμενος τῷ μεγάλῳ Μελετίῳ τὰς ἐκκλησίας παρέδωκεν, ὁ δὲ Παυλῖνος διέμεινε τῶν ἐξ ἀρχῆς ἀποκριθέντων προβάτων ἡγού μενος
So the general, having become the judge of what had been said, delivered the churches to the great Meletius, while Paulinus continued to lead the sheep that had separated from the beginning.
於是那位將軍,就他們所言作出裁斷,將眾教會交給了偉大的美勒提烏斯,而保利努斯則仍繼續領導那自始便分離出來的羊群。
1:2587
Ἀπολινάριος δὲ τῆς τῶν ἐκκλησιῶν ἡγεμονίας διαμαρτών, διαρ ρήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε καὶ τῆς αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν
But Apollinaris, having failed to obtain the leadership of the churches, thereafter openly proclaimed his newly-fabricated teaching and declared himself the founder of the heresy.
至於阿波里納留,既未能取得眾教會的領導權,此後便公然宣揚他新創的教義,並自命為此異端的創始人。
1:2588
καὶ αὐτὸς μὲν ἐν Λαοδικείᾳ τὰ πλεῖστα διέτριβεν·
And he himself spent most of his time in Laodicea;
他自己大半時間住在老底嘉;
1:2589
ἐν Ἀντιοχείᾳ δὲ ἤδη πρότερον ἐκεχειροτονήκει Βιτάλιον, βίῳ μὲν ἀρίστῳ κοσμούμενον καὶ τοῖς ἀποστολικοῖς δόγ μασιν ἐντεθραμμένον, ὕστερον δὲ τὴν νόσον δεξάμενον
but already before this he had ordained Vitalius in Antioch, a man adorned with an excellent life and nurtured in the apostolic doctrines, though he later fell into the disease of the heresy.
但在此之前,他已在安提阿按立了維塔里烏斯——此人素有美好的德行為裝飾,且在使徒的教義中受教養成,然而後來卻染上了這病症。
1:2590
Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὃς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώ μασι δὲ μᾶλλον οἰκείοις ἢ προγονικοῖς ἐλαμπρύνετο·
And he entrusted the episcopal charge of Apamea to John, who indeed possessed the distinction of noble birth, but shone more by his own achievements than by those of his ancestors;
他又將亞帕米亞的主教職務託付給約翰——此人固然出身顯赫,但他所以聲名昭著,更多是因著自己的功績,而非祖先的功業;
1:2591
κατὰ ταὐτὸν γὰρ αὐτὸν καὶ λόγος ἐκόσμει καὶ βίος
For in him alike both eloquence and manner of life shed their adornment.
因為在他身上,言辭與生活同樣使他增光。
1:2592
οὗτος ἐν τῷ τῆς ζάλης καιρῷ τὸν τῶν ὁμοπίστων ἐκυβέρνησε σύλλογον, συνεργὸν δὲ εἶχε τὸν ἀξιέπαινον Στέφανον
This man, in the time of the storm, governed the assembly of those of like faith, having as his fellow-worker the praiseworthy Stephen.
此人在風暴之時治理了信仰相同者的會眾,並有可敬的司提反作為同工。
1:2593
ἀλλὰ καὶ τοῦτον ὁ θεῖος Μελέτιος εἰς ἑτέρους ἀγῶνας μετέστησε
But this man too the divine Meletius transferred to other contests.
但神聖的美勒提烏斯也把此人調往別的爭戰。
1:2594
μαθὼν γὰρ ὑπὸ τῆς Εὐδοξίου λώβης διεφθάρθαι τὴν Γερμανίκειαν, τοῦτον ἀπέστειλεν ἰατρὸν ἀλεξίκακον·
For learning that Germanicia had been corrupted by the plague of Eudoxius, he sent this man there as a healing physician;
因為得知革爾瑪尼基亞已被歐多克西烏斯的禍害所敗壞,他便差遣此人前去作驅災的醫者;
1:2595
καὶ διὰ πάσης γὰρ ἦκτο παιδείας Ἑλληνικῆς καὶ τοῖς θείοις ἐνετέθραπτο δόγ μασι
for he had been trained in the whole of Greek learning, and had been nurtured in the divine doctrines,
因為他既精通全部希臘學問,又在神聖教義中受過薰陶,
1:2596
καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη·
and he was not deceived of his hope;
而他的盼望也沒有落空;
1:2597
τῇ γὰρ πνευματικῇ χρώμενος διδασκαλίᾳ μετέβαλε τοὺς λύκους εἰς πρόβατα
for by employing spiritual teaching he changed the wolves into sheep.
因為他運用屬靈的教導,使豺狼變成了綿羊。
1:2598
Ὁ δὲ μέγας Εὐσέβιος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν Ἀκάκιον μέν, οὗ πολὺ τὸ κλέος, ἐν Βεροίᾳ κεχειροτόνηκεν, ἐν Ἱεραπόλει δὲ Θεόδοτον, οὗ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾄδουσιν ἅπαντες, Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον ἀξιαγάστω δὲ ἤστην ἄμφω καὶ ζήλῳ θείῳ κεκοσμημένω
And the great Eusebius, having returned from his exile, ordained Acacius, whose fame was great, in Beroea; and in Hierapolis Theodotus, whose ascetic manner of life all still sing of even to this day; and Eusebius over Chalcis; and Isidore over our own Cyrrhus—both men worthy of admiration and adorned with divine zeal.
大優西比烏從流放之地歸來後,在貝羅亞按立了聲名遠播的阿卡基烏斯;在希拉波利按立了提阿多都——他的苦修生活直到今日眾人仍傳頌不已;又按立卡爾基斯的優西比烏,以及我們居魯士的伊西多爾——二人皆是可敬可佩、飾以神聖熱忱之人。
1:2599
φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιον ἐκεῖνον, τὸν ὑπὲρ τῶν ἀποστολικῶν ἠγωνισμένον δογμάτων καὶ εἰς τὴν Ἀντινὼ μετὰ Πρωτογένους ἀπεσταλμένον, τῆς Ἐδέσσης κεχειροτονηκέναι ποιμένα·
They say that he also ordained as shepherd of Edessa that famous Eulogius, who had contended on behalf of the apostolic doctrines and had been sent, together with Protogenes, to Antinoë;
據說他也按立了那位著名的優羅吉烏斯作以德撒的牧者——此人曾為使徒的教義爭戰,並曾與普羅托格尼斯一同被放逐至安提諾;
1:2600
Βάρσης γὰρ ὁ θεσπέσιος ἤδη τοῦ βίου τὸ τέλος ἐδέδεκτο
for the divinely-inspired Barses had by then already received the end of his life.
因為神聖的巴爾塞斯此時已然走到了生命的終點。
1:2601
Εὐλόγιος δὲ Πρωτογένην, τῶν ἀγώνων τὸν κοινωνόν, ταῖς Κάρραις ἐπέστησεν, ἰατρὸν ἀλεξίκακον οὐκ εὖ διακειμένῃ δωρησάμενος πόλει
And Eulogius set Protogenes, his partner in the contests, over Carrhae, bestowing a healing physician upon a city that was in ill condition;
優羅吉烏斯又派普羅托格尼斯——他爭戰中的同伴——治理卡爾雷,將一位驅災的醫者賜給那狀況不佳的城市;
1:2602
πολίχνη δὲ αὕτη σμικρὰ καὶ τῆς Ἀρειανικῆς νόσου κατ' ἐκεῖνο καιροῦ μετειλήφει
for this was a small town, and at that time it had partaken of the Arian disease.
因為這是一座小城,當時已沾染了亞流派的疾病。
1:2603
εἰσιόντι δὲ αὐτῷ γυνή τις τῆς Ἀρειανικῆς νόσου ἐμπεπλησμένη κέραμον ἄνωθεν ἐπαφῆκεν ἀπὸ τοῦ στέγους, ὃς τήν τε κεφαλὴν συνέτριψε καὶ μετ' ὀλίγον εἰς τὸν ἀμείνω βίον παρέ πεμψεν
As he was entering, a certain woman filled with the Arian disease let fall a tile from above, from the roof, which crushed his head and shortly afterward sent him on to the better life.
當他進城之時,一個滿懷亞流派病毒的婦人從屋頂上擲下一塊瓦片,擊碎了他的頭顱,不久便送他進入了更美好的生命。
1:2604
ὁ δὲ τελευτῶν παρηγγύησεν, ὅρκοις τοὺς παρόντας πεδή σας, μηδεμίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν, καὶ τὸν οἰκεῖον γὰρ ἐζήλου δεσπότην, ὃς περὶ τῶν ἐσταυρωκότων ἔφη·
As he lay dying, he charged those present, binding them by oaths, to exact no penalty at all from the woman who had done this; for he was emulating his own Master, who said concerning those who had crucified him:
他臨終時囑咐在場的人,並以誓言約束他們,切不可向那行此事的婦人施加任何懲罰;因為他效法自己的主,主曾論到那些將祂釘十字架的人說:
1:2605
πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι, καὶ τὸν ὁμόδουλον Στέφανον μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα·
"Father, forgive them, for they know not what they do"; and he emulated also his fellow-servant Stephen, who, after the many showers of stones, cried out:
「父啊!赦免他們,因為他們所做的,他們不曉得」;他也效法他的同僕司提反,那人在遭受多番如雪片般的石頭擊打之後呼喊道:
1:2606
κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην
"Lord, lay not this sin to their charge."
「主啊!不要將這罪歸於他們。」
1:2607
τοιοῦτον μετὰ τοὺς παντοδαποὺς ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τὸ τέλος·
Such an end, after his manifold contests, did the great Eusebius receive.
大優西比烏在經歷了種種爭戰之後,就是如此迎接了他的終局。
1:2608
καὶ τοὺς ἐν Θρᾴκῃ βαρβάρους διαφυγών, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δι' ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο
And having escaped the barbarians in Thrace, he did not escape the hands of the impious heretics, but through them he bound on the crown of martyrdom.
他雖逃脫了色雷斯境內蠻族之手,卻沒有逃脫不敬虔異端者的毒手,反倒藉著他們戴上了殉道的冠冕。
1:2609
ταῦτα μὲν οὖν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο
These things, then, took place after the return of the bishops.
以上種種,便是主教們歸回之後所發生的事。
1:2610
Γρατιανὸς δὲ τὴν Θρᾴκην δῃουμένην μαθὼν ὑπὸ τῶν τὸν Βάλεντα κεκαυκότων βαρβάρων, καταλιπὼν τὴν Ἰταλίαν εἰς τὴν Πανονίαν ἀφίκετο
Gratian, on learning that Thrace was being ravaged by the barbarians who had burned Valens, left Italy and arrived in Pannonia.
格拉先得知色雷斯正遭那焚燒瓦倫斯的蠻族蹂躪,便離開意大利,抵達潘諾尼亞。
1:2611
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος διά τε τὴν τῶν προγόνων περιφάνειαν καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν ὀνομαστότατος ἦν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων τε καὶ ὁμοφύλων βαλ λόμενος ἐν ταῖς Σπανίαις διέτριβεν·
At that time Theodosius, both on account of the distinction of his forebears and on account of his own valor, was most renowned; and for this reason, being assailed by the envy of his peers and fellow-countrymen, he was living in the Spains;
當時提阿多修因祖先之顯赫及自身之英勇而極負盛名,也正因此故,遭同儕與同胞的嫉妒所攻擊,寓居於西班牙諸省;
1:2612
ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη
for it was there that he was born and reared.
因為他正是在那裡出生並長大的。
1:2613
βάρβαροι δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν), τὴν Θεοδο σίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν
(the barbarians both were, and were reputed to be, hard to fight in battle), he supposed that the generalship of Theodosius would be a solution to these evils.
(那些蠻族既被人視為、實際上也確實難以對付),他便認為委任提阿多修為將領正是解決這些禍患之道。
1:2614
αὐτίκα δὴ οὖν ἐκ τῶν Σπανιῶν τὸν ἄνδρα μεταπεμψάμενος καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς
So at once he summoned the man from the Spains, and having appointed him general, sent him out with the army that had been assembled.
於是他立刻從西班牙召回此人,任命他為將領,並派他率領已集結的軍隊出征。
1:2615
ὁ δὲ τῇ πίστει φραξά μενος θαρσαλέως ἐξώρμησε·
And he, having fortified himself with faith, set out boldly;
而他既以信仰為堅固的屏障,便勇敢地出發了;
1:2616
καὶ τῆς Θρᾴκης ἐπιβὰς καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην
and having entered Thrace and seen the barbarians advancing to close quarters, he drew up the army as for battle.
進入色雷斯之後,他見蠻族迎面逼近,便將軍隊部署成備戰陣式。
1:2617
ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν τὴν τάξιν κατέλιπον
When a skirmish took place, they, unable to bear the onset, abandoned their formation.
交鋒既起,敵軍無法承受這番衝擊,便棄陣潰散。
1:2618
τῆς δὲ τροπῆς γενομένης, οἱ μὲν ἔφευγον, οἱ δὲ κατὰ κράτος ἐδίωκον
When the rout occurred, some fled, while others pursued with all their might.
潰敗既成,一方逃竄,另一方則全力追擊。
1:2619
πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο·
And there was great slaughter of the barbarians;
蠻族因而遭受了極大的屠戮;
1:2620
οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων ἀλλὰ καὶ ὑπ' ἀλλήλων ἐκτείνοντο
for they were slain not only by the Romans but also by one another.
因為他們不僅死於羅馬人之手,也自相殘殺而死。
1:2621
οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγός, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελών, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγ γελος
Thus, when the greater part had been destroyed, and only a few who had managed to escape notice had crossed the Ister, the excellent general immediately divided the army he had among the neighboring cities, and himself, riding with all speed, came to the emperor Gratian, becoming the messenger of his own trophies.
如此,敵軍大部分被殲滅,只有少數人得以逃脫而渡過伊斯特河(即多瑙河)。這位傑出的將領隨即將所率軍隊分駐於附近諸城,自己則星夜兼程趕往格拉先皇帝那裡,親自報捷,作了自己勝利的信使。
1:2622
καὶ πιστὰ μὲν λέγειν οὐδὲ αὐτῷ ἐδόκει τῷ βασιλεῖ, ὑπερεκπλητ τομένῳ τὸ γεγονός·
And even to the emperor himself, astonished beyond measure at what had happened, it did not seem that he was speaking the truth;
皇帝聽聞此事,驚愕不已,甚至覺得他所言未必可信;
1:2623
οἱ δὲ ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενοι καὶ πεφευγέναι αὐτὸν ἔλεγον καὶ διεφθαρκέναι τὴν στρατιάν
but those who were pierced by the darts of envy said both that he had fled and that he had destroyed the army.
而那些被嫉妒之箭所刺傷的人,竟說他曾經逃跑,並且毀滅了軍隊。
1:2624
ὁ δὲ τοὺς ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος
But he requested that men be sent to those who had been posted opposite the enemy, and there to learn the number of the barbarians slain.
但他請求皇帝派人前往與敵對陣之處,查明陣亡蠻族的實際數目。
1:2625
ῥᾴδιον δὲ ἔφη καὶ ἀπὸ τῶν σκύλων ἐπιγνῶναι τὸν ἀριθμόν
He said it would also be easy to ascertain the number from the spoils.
他又說,從戰利品也可輕易查明其數目。
1:2626
τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς ἀπέστειλε τοὺς ὀψομένους τὰ πεπραγμένα καὶ ταῦτα μηνύσοντας
Yielding to these words, the emperor sent men to observe what had been done and to report it.
皇帝聽從了這番話,便派人前去查看所發生之事,並回報實情。
1:2627
Ὁ δὲ ἄριστος στρατηγὸς αὐτόθι μείνας ὄψιν εἶδε θεσπεσίαν τινὰ καὶ παρ' αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων θεοῦ
The excellent general, remaining there, saw a certain divine vision, clearly shown to him by the God of all things himself.
這位傑出的將領留在當地,得見一個神聖的異象,是萬有之神親自清楚向他顯明的。
1:2628
ἐδόκει γὰρ ὁρᾶν τὸν θεῖον Μελέτιον, τῆς Ἀντιοχέων ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ περιτιθέντα βασιλικὴν καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν
For he seemed to see the divine Meletius, president of the church of the Antiochenes, placing a royal robe about him and adorning his head with a corresponding crown.
他彷彿看見神聖的美勒提烏斯——安提阿教會的主教——將一件王袍披在他身上,並以相稱的冠冕妝飾他的頭。
1:2629
ταῦτα νύκτωρ ἰδὼν ἐμήνυσεν ἕωθεν τῶν συνήθων τινί
Having seen this by night, at dawn he disclosed it to one of his familiars.
他在夜間見此異象後,天一亮便將此事告知一位親信。
1:2630
ὁ δὲ σαφὲς εἶναι τὸ ἐνύπνιον ἔφη καὶ μηδὲν αἰνιγμα τῶδες μηδὲ ἀμφίβολον ἔχειν
And this man said that the dream was clear, and contained nothing enigmatic or ambiguous.
那人便說,這夢境明晰無疑,並無任何隱晦或含糊之處。
1:2631
ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας
After very few days had passed, the observers of what had happened returned, and reported that many myriads of the barbarians had been struck down.
又過了寥寥數日,查看戰況的使者便返回,稟報說已有數萬蠻族被殲滅。
1:2632
πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς ἄριστα ψηφισάμενος αὐτὸν στρατηγόν, βασιλέα κεχειροτόνηκε καὶ τῆς Βάλεντος μοίρας τὰ σκῆπτρα παρέδωκε
Persuaded, the emperor, judging that he had chosen an excellent general, appointed him emperor, and handed over to him the scepters of Valens' portion of the empire.
皇帝既信服,並認為自己揀選這位將領誠然明智,便冊立他為皇帝,並將瓦倫斯所轄的那部分帝國權柄交付於他。
1:2633
καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν ἐξέ πεμψεν
And he himself set out for Italy, while he sent that man to the dominion given to him.
他自己便啟程前往意大利,而將那人差往所賜予的轄區。
1:2634
Εὐθὺς δὴ οὖν τὴν βασιλείαν παραλαβὼν τῆς τῶν ἐκκλησιῶν πρὸ τῶν ἄλλων συμφωνίας ἐπεμελήθη, καὶ τοὺς τῆς οἰκείας ἡγε μονίας ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν δραμεῖν παρηγγύησεν
Immediately, then, upon assuming the sovereignty, he cared above all else for the concord of the churches, and commanded the bishops of his own dominion to hasten to Constantinople;
提阿多修一登基便即刻將教會的和睦置於一切之先而悉心照料,並下令其治下轄區的主教們速速前往君士坦丁堡;
1:2635
αὕτη γὰρ μόνη τῆς Ἀρειανικῆς ἐνεπέπληστο λώβης·
for this alone had been filled with the Arian plague;
因為唯獨這一部分已然充滿了亞流派的禍害;
1:2636
ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινε
for the West remained free of this disease.
因為西方始終未染此病。
1:2637
Κωνσταντῖνος μὲν γὰρ ὁ τῶν Κωνσταντίνου παίδων πρεσβύτατος καὶ Κώνστας ὁ νεώτατος τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν·
For Constantine, the eldest of Constantine's sons, and Constans, the youngest, preserved their paternal faith undefiled;
因為君士坦丁——君士坦丁大帝諸子中最年長者——與最幼的君士坦斯,都完好無損地持守了父傳的信仰;
1:2638
καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ τῆς Ἑσπέρας βασιλεὺς ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν
and again, Valentinian, emperor of the West, kept piety pure and unmixed.
而西方的皇帝瓦倫提尼安也同樣純全無雜地保守了敬虔之道。
1:2639
Τὸ δὲ τμῆμα τὸ ἑῷον πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο
But the eastern portion received this plague from many quarters.
然而東方地區卻從多方面接納了這禍害。
1:2640
Ἄρειός τε γάρ, Ἀλεξανδρείας τῆς Αἰγυπτίας πρεσβύτερος ὤν, ἐκεῖ τὴν βλασφημίαν ἐγέννησε·
For Arius, being a presbyter of Alexandria in Egypt, engendered the blasphemy there;
因為亞流本是埃及亞歷山大城的長老,正是在那裡孕育了這褻瀆之說;
1:2641
καὶ Εὐσέβιος καὶ Πατρόφιλος καὶ Ἀέτιος οἱ Παλαιστῖνοι, καὶ Παυλῖνος καὶ Γρηγόριος οἱ Φοίνικες, καὶ ὁ Λαοδι κείας Θεόδοτος καὶ ὁ μετὰ τοῦτον Γεώργιος, καὶ μετὰ τούτων Ἀθανάσιός τε καὶ Νάρκισσος οἱ Κίλικες τὰ κακῶς καταβληθέντα ἐξέθρεψαν σπέρματα
and Eusebius and Patrophilus and Aëtius, the Palestinians, and Paulinus and Gregory, the Phoenicians, and Theodotus of Laodicea and George who succeeded him, and along with these Athanasius and Narcissus, the Cilicians, nourished the seeds that had been wickedly sown.
巴勒斯坦人優西比烏、帕特羅菲盧斯與艾提烏斯,腓尼基人保利努斯與貴格利,老底嘉的提阿多都及其後任喬治,以及與這些人同流的基利家人阿他那修與拿爾基索斯,都培植了這惡意撒下的種子。
1:2642
Εὐσέβιός τε καὶ Θεογόνιος οἱ Βιθυνοὶ καὶ Μηνόφαντος ὁ Ἐφέσιος καὶ Θεόδωρος ὁ Περίνθιος καὶ Μάρις ὁ Χαλκηδόνιος καὶ ἕτεροί τινες ἀπὸ τῆς Θρᾴκης, ἀπὸ κακίας μόνης ἐπίσημοι, μέχρι πολλοῦ διετέλεσαν τῶν ζιζανίων τὴν σπορὰν ἀρδεύον τές τε καὶ διαθάλποντες
And Eusebius and Theogonius, the Bithynians, and Menophantus of Ephesus, and Theodore of Perinthus, and Maris of Chalcedon, and certain others from Thrace, notable for wickedness alone, continued for a long time watering and warming the sowing of the tares.
又有比提尼亞人優西比烏與提亞哥尼烏斯,以弗所人梅諾梵圖斯,佩林土斯人提阿多爾,加克敦人馬里斯,以及色雷斯的其他一些人——他們唯獨以邪惡著稱——長期不斷地澆灌並溫養著這稗子的種子。
1:2643
τοῖς δὲ κακοῖς συνέπραξε γεωργοῖς Κων σταντίου ἡ εὐκολία καὶ ἡ Βάλεντος μοχθηρία
And with these evil husbandmen the pliability of Constantius and the depravity of Valens cooperated.
而君士坦提烏的輕信與瓦倫斯的邪惡,正好與這些惡毒的園丁互相配合。
1:2644
τούτου δὴ εἵνεκα μόνης τῆς οἰκείας βασιλείας τοὺς ἐπισκόπους εἰς τὴν Κωνσταντινού πολιν συναθροισθῆναι προσέταξεν
For this reason he ordered that only the bishops of his own kingdom should be assembled at Constantinople.
正因如此,他才下令唯獨召集自己治下的主教們聚集於君士坦丁堡。
1:2645
Ἐπειδὴ δὲ ἀφίκοντο (πεντήκοντα δὲ ἦσαν καὶ ἑκατόν), παρηγ γύησε μηδένα οἱ μηνῦσαι ὅστις ὁ μέγας εἴη Μελέτιος·
When they had arrived (and they numbered a hundred and fifty), he charged that no one should reveal to him which one was the great Meletius;
待他們抵達後(共有一百五十人),他吩咐不許任何人向他指出哪一位是偉大的美勒提烏斯;
1:2646
ἐβούλετο γὰρ ἐκ τῆς τοῦ ἐνυπνίου μνήμης μηνυθῆναι τὸν ἄνδρα
for he wished the man to be revealed to him through the memory of his dream.
因為他想憑著夢中所記之影像,親自辨認出此人。
1:2647
διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει καὶ ὀφθαλμοὺς καὶ χείλη καὶ στέρνα καὶ τὴν κεφαλὴν καὶ τὴν στεφανώσασαν δεξιάν·
Having, after a long time, enjoyed the sight of him as of a father, he embraced him and kissed his eyes and lips and breast and head, and the right hand that had crowned him;
他久違地享受了如見父親般的相會之樂,便擁抱他,親吻他的雙眼、雙唇、胸膛、頭顱,以及那曾在夢中為他加冠的右手;
1:2648
ἐδήλωσε δὲ καὶ τὴν ὄψιν ἣν εἶδε
and he also disclosed the vision that he had seen.
他又將自己所見的異象向眾人說明。
1:2649
φιλοφρονησάμενος δὲ καὶ τοὺς ἄλλους ἅπαντας, βουλεύσασθαι περὶ τῶν προκειμένων ὡς πατέρας ἠξίωσε
And having received all the others also with kindness, he asked them, as fathers, to deliberate concerning the matters at hand.
他又以親切之情接待了所有其餘的主教,並請求他們如同父親一般,共同商議當前的事務。
1:2650
Κατ' ἐκεῖνον δὲ τὸν χρόνον ὁ τὴν Ναζιανζὸν τὰ τελευταῖα ποιμάνας ἐν Κωνσταντινουπόλει διέτριβε, ταῖς Ἀρειανικαῖς ἀντιτατ τόμενος βλασφημίαις·
At that time the man who had most recently shepherded Nazianzus was residing in Constantinople, opposing the Arian blasphemies;
那時,最近曾牧養納西盎蘇的那位正寓居於君士坦丁堡,抵擋著亞流派的褻瀆言論;
1:2651
καὶ τόν τε θεῖον λαὸν ταῖς εὐαγγελικαῖς ἄρδων διδασκαλίαις τούς τε τῆς ποίμνης ἔξω πλανωμένους ἀγρεύων καὶ τῆς ὀλεθρίου πόας ἐλευθερῶν, οὕτω τὴν ποίμνην ἐκείνην ἐξ ὀλίγης μεγάλην ἀπέφηνε
and watering the divine people with evangelical teachings, and capturing those who were wandering outside the flock and freeing them from the deadly pasturage, he thus made that flock, which had been small, great.
他以福音的教訓澆灌神聖的百姓,並將那些流蕩於羊群之外的人尋回,使他們脫離致命的牧草,如此便使那羊群由小變大。
1:2652
τοῦτον ἰδὼν ὁ θεῖος Μελέτιος καὶ τῶν τὸν κανόνα γεγραφότων τὸν σκοπὸν ἐπιστάμενος (τὰς γὰρ τῆς φιλαρχίας ἀφορμὰς περικόπτοντες ἐκώλυσαν τὴν μετάθεσιν), ἐβεβαίωσε τῷ θειοτάτῳ Γρηγορίῳ τὴν τῆς Κωνσταντινουπόλεως προεδρίαν
Seeing this man, and knowing the purpose of those who had drawn up the canon (for by cutting off the occasions of ambition they had forbidden translation from see to see), the divine Meletius confirmed to the most divine Gregory the presidency of Constantinople.
神聖的美勒提烏斯見此人如此,又明白那些制訂教會法規者的用意(因為他們為杜絕爭權之機而禁止主教遷調),便確認至聖的貴格利擁有君士坦丁堡的主教之位。
1:2653
ὀλίγου δὲ διελθόντος χρόνου, ὁ μὲν θεῖος Μελέτιος εἰς τὴν ἄλυπον μετέστη ζωήν, ὑπὸ πάντων τῶν λόγου μετειληχότων ταῖς ἐπιταφίοις ταινιω θεὶς εὐφημίαις
When a short time had passed, the divine Meletius departed to the life free of grief, being wreathed by all who had a share in eloquence with funeral eulogies.
過了不久,神聖的美勒提烏斯便遷入了那無憂無慮的生命,凡通曉辭令者無不以悼詞的美譽為他加冕。
1:2654
Τιμόθεος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ὃς Πέτρον διεδέξατο τὸν τῆς Ἀθανασίου προεδρίας κληρονόμον γενόμενον, ἀντὶ τοῦ θαυμασίου Γρηγορίου Μάξιμόν τινα κεχειροτόνηκε κυνικόν, εὐθὺς αὐτοῦ τὰς κυνικὰς ἀποκείρας τρίχας·
But Timothy, bishop of the Alexandrians, who succeeded Peter (who had become heir to the presidency of Athanasius), ordained, in place of the admirable Gregory, a certain Maximus, a Cynic, immediately shearing off his Cynic locks;
而亞歷山大城的主教提摩太——他繼承了彼得(即亞他那修主教之位的承繼者)——竟不按立可敬的貴格利,反倒按立了一位犬儒派的馬克西姆,並立刻剪去了他犬儒派的長髮;
1:2655
καὶ τῆς Ἀπολι ναρίου δὲ τερθρείας ἀνάπλεως οὗτος ἦν
and this man was also full of the trickery of Apollinarius.
而此人也充滿了阿波里納留那套詭辯之術。
1:2656
Ἀλλ' οὐκ ἤνεγκαν τοῦ γεγενημένου τὴν ἀτοπίαν οἱ τηνικαῦτα συνειλεγμένοι
But those who were then assembled did not tolerate the absurdity of what had happened.
但當時聚集在那裡的人卻無法容忍此事的荒謬。
1:2657
ἦσαν δὲ ἄνδρες ἀξιάγαστοι καὶ ζήλου θείου καὶ σοφίας ἀνάπλεοι·
And they were men worthy of admiration, full of divine zeal and wisdom;
他們都是令人敬佩之人,滿有神聖的熱忱與智慧;
1:2658
Ἑλλάδιος μὲν ὁ τῆς τοῦ μεγάλου Βασιλείου προεδρίας διάδοχος, Γρηγόριος δὲ καὶ Πέτρος οἱ τοὺς αὐτοὺς Βασιλείῳ πατέρας αὐχήσαντες·
Helladius, the successor to the see of the great Basil, and Gregory and Peter, who boasted the same parents as Basil;
其中有承繼大巴西流主教之位的赫拉底烏斯,以及與巴西流同父同母的貴格利與彼得;
1:2659
παρῆν δὲ καὶ Πελάγιος ὁ Λαοδικείας καὶ Εὐλόγιος ὁ Ἐδέσσης καὶ Ἀκάκιος καὶ Ἰσίδωρος ὁ ἡμέτερος καὶ Κύριλλοςὁ τῶν Ἱεροσολύμων, καὶ Γελάσιος ὁ Καισαρείας τῆς Παλαιστίνης, λόγῳ καὶ βίῳ κοσμούμενος, καὶ ἕτεροι πλεῖστοι τῆς ἀρετῆς ἀθληταί
and there were present also Pelagius of Laodicea, and Eulogius of Edessa, and Acacius, and our own Isidore, and Cyril of Jerusalem, and Gelasius of Caesarea in Palestine, adorned alike in word and in life, and very many other champions of virtue.
在場的還有老底嘉的佩拉吉烏斯、以德撒的優羅吉烏斯、阿卡基烏斯、我們的伊西多爾,以及耶路撒冷的區利羅,還有巴勒斯坦該撒利亞的基拉修——此人以言語與生活兩相輝映——此外還有極多其他德行的鬥士。
1:2660
τότε δὴ οὖν οὗτοι πάντες τῶν Αἰγυπτίων σφὰς αὐτοὺς ἀποκρίναντες, σὺν τῷ μεγάλῳ Γρηγορίῳ τὰς πανηγύρεις ἐπετέλουν τὰς θείας
Then, therefore, all these men, having separated themselves from the Egyptians, celebrated the divine festivals together with the great Gregory.
於是,這些人便都與埃及人劃清界限,與偉大的貴格利一同舉行了神聖的慶典。
1:2661
Ὁ δὲ θεῖος παρεκάλει Γρηγόριος συμφωνίας πέρι συνηθροισμένους τὴν πρὸς ἀλλήλους ὁμόνοιαν προτιμῆσαι τῆς ἑνὸς ἀνδρὸς ἀδικίας
But the divine Gregory urged those assembled to discuss concord to prefer mutual harmony to the wrong done to one man.
神聖的貴格利(貴格利)勸勉聚集商討和睦之事的眾人,寧可看重彼此間的和睦,也不要計較加諸一人身上的不義之事。
1:2662
ἐγώ τε γάρ, ἔφη, τῶν πλειόνων φροντίδων ἀπαλλαγεὶς τὴν ἐμοὶ φίλην ἀπολήψομαι ἡσυχίαν, καὶ ὑμεῖς τὴν τριπόθητον εἰρήνην μετὰ τὸν μακρὸν ἐκεῖνον καὶ χαλεπὸν ἀπολήψεσθε πόλεμον
"For I," he said, "once freed from the greater part of my cares, shall regain the quiet that is dear to me, and you shall regain, after that long and grievous war, the thrice-longed-for peace."
「因為,」他說,「我一旦擺脫了大部分的憂慮,就能重獲我所珍愛的安寧;而你們在經歷那漫長而艱辛的紛爭之後,也將重獲你們夢寐以求的和平。」
1:2663
τῶν γὰρ λίαν ἀτοπωτάτων ἄρτι τῶν πολεμικῶν ἀπαλλαγέντας βελῶν ἀλλήλους βάλλειν καὶ τὴν οἰκείαν ἀναλίσκειν ἰσχύν·
"For it is utterly absurd that, having just been freed from the weapons of war, we should turn to strike one another and squander our own strength;"
「因為最荒謬不過的事,莫過於我們才剛擺脫戰爭的箭矢,卻又互相攻擊,耗盡自己的力量;」
1:2664
ἐπίχαρτοι γὰρ οὕτω τοῖς δυσμενέσιν ἐσόμεθα
"for in this way we shall become a source of delight to our enemies."
「這樣一來,我們就會成為仇敵的笑柄了。」
1:2665
ἄνδρα δὴ οὖν ἐπιζητήσαντες ἀξιέπαινον καὶ νοῦν ἔχοντα, τῶν φροντίδων τὸ πλῆθος καὶ δέξασθαι καὶ εὖ δια θεῖναι δυνάμενον, ἀρχιερέα προβάλλεσθε. ταύταις οἱ ἄριστοι ποι μένες ταῖς ὑποθήκαις πεισθέντες, Νεκτάριον, εὐπατρίδην ἄνδρα καὶ περιφανείᾳ γένους κοσμούμενον καὶ τοῖς τῆς ἀρετῆς εἴδεσι λαμπρυ νόμενον, ἐπίσκοπον τῆς μεγίστης ἐκείνης ἐχειροτόνησαν πόλεως·
"Seek out, then, a man worthy of praise and possessed of understanding, able both to take up the multitude of these cares and to administer them well, and put him forward as high priest." Persuaded by this counsel, the best of shepherds ordained Nectarius — a man of noble family, adorned with the distinction of his lineage and resplendent with the forms of virtue — bishop of that greatest city.
「因此,你們當尋求一位堪受稱讚、明智通達之人,能承擔並妥善處理眾多繁務,推舉他作大祭司(主教)。」眾牧者中最優秀的一群,聽從了這番勸告,便選立奈克塔留(Nectarius)——一位出身名門、以家世顯赫著稱、又以種種美德光耀於世之人——為那座極大城市(君士坦丁堡)的主教。
1:2666
τὸν δὲ Μάξιμον, ὡς τῆς Ἀπολιναρίου φρενοβλαβείας μετειληχότα, τῆς ἀρχιερατικῆς ἀξίας γυμνώσαντες ἀπεκήρυξαν
Maximus, as one who had shared in the mental derangement of Apollinarius, they stripped of the episcopal dignity and publicly repudiated.
他們以馬克西謨(Maximus)曾沾染阿波里納留(Apollinarius)的精神謬妄為由,剝奪了他主教的尊位,公開加以摒棄。
1:2667
καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας
And having drawn up canons concerning good order in the Church, and having decreed that the faith set forth at Nicaea should remain firm and unshaken, they returned each to his own homeland.
他們又制定了有關教會秩序的教規,並宣告尼西亞所頒佈的信仰應堅定不移,然後各自返回本鄉。
1:2668
Τοῦ δὲ ἐπιγενομένου θέρους εἰς ἐκείνην αὖθις τὴν πόλιν οἱ πλεῖστοι τούτων παραγενόμενοι ( ἐκκλησιαστικαὶ γὰρ αὐτοὺς πάλιν συνεκάλεσαν χρεῖαι) συνοδικὴν ἐπιστολὴν τῶν τῆς Ἑσπέρας ἐπισκό πων ἐδέξαντο εἰς τὴν Ῥώμην αὐτοὺς ἀφικέσθαι προτρέπουσαν, ὡς συνόδου μεγίστης αὐτόθι συγκροτουμένης
When the following summer came, most of these bishops again gathered in that city — for ecclesiastical business once more called them together — and there they received a synodal letter from the bishops of the West, urging them to come to Rome, since a very great council was being assembled there.
到了次年夏天,這些主教中大多數人又再次聚集於該城(因為教會的事務再度召集了他們),他們收到了西方主教們的一封大公書信,邀請他們前往羅馬,因為當地正召開一場盛大的會議。
1:2669
ἀλλὰ τὴν μὲν ἀποδημίαν παρῃτήσαντο, ὡς οὐδὲν ἔχουσαν κέρδος·
But they declined the journey, as offering no advantage;
然而他們婉拒了這趟遠行,認為此行毫無益處;
1:2670
ἐπέστειλαν δὲ τόν τε κλύ δωνα τὸν κατὰ τῶν ἐκκλησιῶν ἐπαναστάντα σημαίνοντες καὶ τὴν γεγενημένην αὐτῶν ἀμέλειαν αἰνιττόμενοι, ἐν κεφαλαίῳ δὲ καὶ τὸ ἀποστολικὸν τοῖς γράμμασιν ἐνέθηκαν φρόνημα
instead they wrote back, describing the storm that had arisen against the churches and hinting at the neglect that had been shown toward them, and in summary they embodied in their letter the apostolic temper.
相反地,他們寫了一封回信,述說了那場攻擊教會的風暴,並暗示對方過去對他們的疏忽,同時在信中扼要地表達了使徒般的胸懷。
1:2671
σαφέστερον δὲ τὴν τῶν γεγραφότων ἀνδρείαν τε καὶ σοφίαν αὐτὰ δηλώσει τὰ γράμματα
The letter itself will show more clearly the courage and wisdom of its authors:
這封書信本身,將更清楚地顯明其作者的勇氣與智慧:
1:2672
Τὸ μὲν ὡς ἀγνοοῦσαν διδάσκειν τὴν ὑμετέραν εὐλάβειαν καὶ δι ηγεῖσθαι τῶν παθημάτων τὸ πλῆθος τῶν ἐπαχθέντων ἡμῖν παρὰ τῆς τῶν Ἀρειανῶν δυναστείας, περιττὸν ἴσως
To instruct your piety as though it were ignorant, and to recount the multitude of the sufferings inflicted upon us by the tyranny of the Arians, is perhaps superfluous,
向你們虔誠的心靈講述——彷彿你們一無所知一般——並細數亞流派淫威加諸我們身上的種種苦難,或許是多此一舉,
1:2673
οὔτε γὰρ οὕτω πάρ εργον τὰ καθ' ἡμᾶς κρίνειν τὴν ὑμετέραν ἡγούμεθα θεοσέβειαν ὡς δεῖσθαι τοῦ μαθεῖν ταῦτα οἷς ἐχρῆν συναλγεῖν, οὔτε τοιοῦτοί τινες οἱ περισχόντες ἡμᾶς χειμῶνες ὡς λανθάνειν ὑπὸ σμικρότητος·
for we do not think your godliness regards our affairs as so trivial a matter that it would need to be informed of things with which it was bound to sympathize, nor were the storms that beset us of so slight a kind as to pass unnoticed through their insignificance;
因為我們並不認為你們敬虔的心,會把我們的處境視為無關緊要之事,以致需要特意告知這些理應與我們同感悲痛之事;環繞我們的風暴,其規模也絕非微不足道、能悄然無聞;
1:2674
ὅ τε χρόνος τῶν διωγμῶν νεαρός, ἔναυλον ἔτι φυλάττων τὴν μνήμην οὐ τοῖς πεπονθόσι μόνον, ἀλλὰ καὶ τοῖς δι' ἀγάπην τὰ τῶν πεπονθό των οἰκειουμένοις
and the time of the persecutions is recent, keeping the memory of it still fresh, not only for those who suffered, but also for those who, through love, made the sufferings of the afflicted their own.
而且逼迫的時期距今未遠,其記憶對於遭難者固然歷歷在目,就連那些出於愛心而與受苦者感同身受之人,也同樣記憶猶新。
1:2675
χθὲς γὰρ ὡς εἰπεῖν ἔτι καὶ πρώην οἱ μὲν τῶν τῆς ἐξορίας λυθέντες δεσμῶν εἰς τὰς ἑαυτῶν ἐκκλησίας διὰ μυρίων ἐπανήκασι θλίψεων, τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς ἐξορίαις ἐπανε κομίσθη τὰ λείψανα
For it was, so to speak, only yesterday and the day before, that some, released from the bonds of exile, made their way back to their own churches through countless afflictions, while the remains of others, who had died in exile, were brought home.
因為可以說,就在昨日、前日,還有些人才剛從流放的枷鎖中獲釋,歷經無數苦難才回到自己的教會;也有些人已在流放中辭世,其遺骸如今才被迎回。
1:2676
τινὲς δὲ καὶ μετὰ τὴν τῆς ἐξορίας ἐπάνοδον, ἔτι βράζοντι τῷ τῶν αἱρετικῶν περιπεσόντες θυμῷ, πικρότερα τῶν ἐπὶ τῆς ἀλλοτρίας ἐπὶ τῆς οἰκείας ὑπέμειναν, λίθοις παρ' αὐτῶν τελειωθέντες κατὰ τὸν μακάριον Στέφανον·
and some, even after their return from exile, falling victim to the heretics' still-boiling rage, endured on their own soil things more bitter than what they had suffered abroad, being stoned to death by them after the manner of the blessed Stephen;
又有些人,甚至在流放歸來之後,仍落入異端猶未平息的暴怒之中,在自己的鄉土上所忍受的,竟比在異鄉時更加酷烈——他們被異端徒以石頭打死,如同蒙福的司提反一般;
1:2677
ἄλλοι διαφόροις κατα ξανθέντες αἰκίαις ἔτι τὰ στίγματα τοῦ Χριστοῦ καὶ τοὺς μώλω πας ἐν τῷ σώματι περιφέρουσι
others, having been mangled with various forms of violence, still bear about in their bodies the marks of Christ and the scars of their wounds;
另有一些人,遭受各種暴行的摧殘,至今身上仍帶著基督的印記與傷痕;
1:2678
χρημάτων δὲ ζημίας καὶ προστιμή σεις πόλεων, καὶ τὰς τῶν καθ' ἕνα δημεύσεις καὶ συσκευὰς καὶ ὕβρεις καὶ δεσμωτήρια τίς ἂν ἐξαριθμήσασθαι δύναιτο; πᾶσαι γὰρ ὄντως ἐφ' ἡμᾶς αἱ θλίψεις ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν, ἴσως μὲν ἐπειδὴ δίκας ἁμαρτημάτων ἐτίναμεν, ἴσως δὲ καὶ τοῦ φιλανθρώπου θεοῦ διὰ τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς γυμνάζοντος
As for financial losses and fines imposed on whole cities, and the confiscations, conspiracies, insults, and imprisonments suffered by individuals — who could possibly enumerate them? For truly every kind of affliction was multiplied upon us beyond counting, whether because we were paying the penalty for our sins, or because the God who loves mankind was training us through the abundance of our sufferings.
至於財物的損失、加諸各城的罰款,以及對個別人士的沒收財產、陰謀構陷、凌辱與監禁——這一切又有誰能一一細數呢?因為種種苦難確實在我們身上多得不可勝數,或許是因為我們正在償還罪愆的代價,又或許是因為那位仁愛世人的神,正藉著眾多苦難來磨練我們。
1:2679
Τούτων μὲν οὖν τῷ θεῷ χάρις, ὃς καὶ διὰ τοσούτων θλίψεων τοὺς ἑαυτοῦ δούλους ἐπαίδευσε, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν αὐτοῦ πάλιν ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχήν
For all this, then, thanks be to God, who both disciplined his own servants through so many afflictions and, according to the abundance of his mercies, has once more brought us out into refreshment.
為了這一切,感謝神!祂既藉著如此眾多的苦難管教了自己的僕人,又按著祂豐盛的憐憫,再次領我們進入舒暢安息之境。
1:2680
ἡμῖν δὲ μακρᾶς μὲν ἔδει σχολῆς καὶ πολλοῦ χρόνου καὶ πόνου πρὸς τὴν τῶν ἐκκλησιῶν ἐπανόρθωσιν, ἵν' ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας ταῖς κατὰ μικρὸν ἐπι μελείαις τὸ σῶμα τῆς ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν τῆς εὐσεβείας ὑγίειαν ἐπαναγάγωμεν
Yet we still needed long leisure, much time, and much labor for the restoration of the churches, so that, as if nursing the body of the Church back from a long illness through gradual care, we might lead it back to the ancient health of piety.
然而,我們仍需要長久的閒暇、大量的時間與辛勞,來從事教會的重建工作,好使我們能像照料一個久病初癒的身體那般,藉著逐步的調理,將教會的身體恢復元氣,重返敬虔的舊日康健。
1:2681
καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦ μεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότητος καὶ τὰς ἐκκλησίας χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι, πλὴν ἀλλὰ βαρεῖς ἡμῖν οἱ λύκοι καὶ μετὰ τὸ τῆς μάνδρας ἐξωσθῆναι κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν ἐκκλη σιῶν βλάβην
For even though we seem, for the most part, to have been freed from the violence of the persecutions, and the churches long held by the heretics are now at last being recovered, still the wolves weigh heavily upon us, even after being driven out of the fold, ravaging the flocks throughout the wooded glens, daring to hold rival assemblies, stirring up popular uprisings, and shrinking from nothing that might harm the churches.
因為即使我們看似大體上已擺脫逼迫的猛烈,長期被異端佔據的教會如今也逐漸收復,然而那些惡狼即便已被逐出羊圈,對我們依然是極大的威脅——牠們仍在山林間肆意撕咬羊群,膽敢另立聚會,煽動民眾暴亂,凡是能危害教會之事,無所不用其極。
1:2682
ἦν μὲν οὖν, ὅπερ εἰρήκαμεν, ἀναγκαῖον πλείονα ἡμᾶς προσασχοληθῆναι χρόνον
It was, then, as we have said, necessary for us to be occupied for a still longer time.
所以,正如我們前面所說,我們確實有必要再花更長的時間全力應付這些事務。
1:2683
Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι, σύνοδον ἐπὶ τῆς Ῥώμης θεοῦ βουλήσει συγκροτοῦντες καὶ ἡμᾶς ὡς οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρὶς ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν φωνὴν συμβασιλεύσωμεν, εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατόν, ἅπασιν ἀθρόως καταλιποῦσι τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσα σθαι
Since, however, you showed your brotherly love toward us by convening, at God's will, a council at Rome, and by your letters — sent through the most God-beloved emperor — invited us as members of your own household, so that, whereas at that time we alone were condemned to affliction, now, in this concord of the emperors concerning piety, you should not reign without us, but that we too, according to the apostolic word, might reign together with you — it was indeed our wish, if it were possible, that all of us together might leave our churches at once and so gratify either your longing or your need.
然而,既然你們展現了對我們的手足之愛,奉神的旨意在羅馬召開會議,並藉著蒙神所愛之皇帝的書信,邀請我們如同自家肢體一般前來——目的是使我們不致像從前那樣獨自承受苦難的定罪,如今在諸位皇帝於敬虔上同心協力之際,你們也不至於撇下我們而「作王」,反倒讓我們也能照使徒所言,與你們「一同作王」——我們確實有此心願:若是可行,我們眾人都能一同放下教會的事務,前來滿足你們的渴望或需要。
1:2684
ἀποδημίας μήτε προσδοκήσαντες χρείαν μήτε προακούσαντες ὅλως πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα μήτε πρὸς παρασκευὴν μακροτέρας ἀπο δημίας ἐνδιδούσης καιρὸν μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοι νωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι καὶ τὰς παρ' αὐτῶν συγκατα θέσεις λαβεῖν), ἐπειδὴ ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τὴν τῶν πραγ μάτων ἐπανόρθωσιν καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπό δειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακόν, Εὐσέβιον καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες·
— since we had neither anticipated any need of travel nor heard of it at all before we assembled in Constantinople, and moreover, the time being too short, it allowed neither opportunity to prepare for so long a journey, nor for all the bishops in communion throughout the provinces to be informed and their consent obtained — since these considerations, and many others besides, prevented the greater number of us from coming, we have done what was next best, both for the correction of affairs and as proof of our love toward you: we have persuaded our most reverend and most honored brothers and fellow ministers, the bishops Cyriacus, Eusebius, and Priscian, to undertake eagerly the labor of the journey to you.
——由於我們事先既未預料到有此遠行之需,也完全未曾在君士坦丁堡聚集之前聽聞此事;加上時間倉促,既無暇準備如此長途的旅程,也來不及知會各行省所有共融的主教並取得他們的同意——正因這些緣故,連同其他許多因素,攔阻了我們大多數人前來,於是我們採取了次善之策,既為矯正教會事務,也為證明我們對你們的愛:我們懇切勸請最可敬、最尊貴的弟兄暨同工——庫里亞庫(Cyriacus)、優西比烏(Eusebius)與普利西安(Priscian)三位主教——甘心承擔遠行至你們那裡的勞苦。
1:2685
δι' ὧν καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν καὶ σκοπὸν ἑνώσεως ἔχουσαν ἐπιδείκνυμεν, καὶ τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πί στεως φανερὸν ποιοῦμεν
through whom we demonstrate that our purpose is peaceful and aims at unity, and make manifest our zeal on behalf of the sound faith.
藉著他們,我們要表明我們的意向是和平的,其目的在於合一,並要彰顯我們為純正信仰所懷的熱忱。
1:2686
Ἡμεῖς γὰρ εἴτε διωγμούς, εἴτε θλίψεις, εἴτε βασιλείους ἀπειλάς, εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας, εἴτε τινὰ πειρασμὸν ἕτερον παρὰ τῶν αἱρετικῶν ὑπεμείναμεν, ὑπὲρ τῆς εὐαγγελικῆς πίστεως τῆς ἐν Νικαίᾳ τῆς Βιθυνίας παρὰ τῶν ˉτˉιˉη πατέρων κυρωθείσης ὑπέστημεν
For whatever persecutions, afflictions, imperial threats, cruelties of magistrates, or any other trial we have endured at the hands of the heretics, we have undergone it for the sake of the evangelical faith ratified at Nicaea in Bithynia by the three hundred and eighteen fathers.
因為無論是逼迫、患難、皇室的威嚇、官長的殘酷,或是異端所加諸的任何其他試煉,我們所忍受的一切,都是為了那由三百一十八位教父在庇推尼亞的尼西亞所批准確立的福音信仰。
1:2687
ταύτην γὰρ καὶ ὑμῖν καὶ ἡμῖν καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὸν λόγον τῆς ἀληθοῦς πίστεως συναρέσκειν † δεῖ [ἣν μόλις ποτὲ] πρε σβυτάτην τε οὖσαν καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δηλαδὴ θεότητος καὶ δυνάμεως καὶ οὐσίας μιᾶς τοῦ πα τρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πιστευομένης, ὁμοτίμου τε τῆς ἀξίας καὶ συναϊδίου τῆς βασιλείας, ἐν τρισὶ τελειοτάταις ὑπο στάσεσιν, ἤγουν τρισὶ τελείοις προσώποις, ὡς μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν συγχεομένων τῶν ὑποστάσεων εἴτ' οὖν τῶν ἰδιοτήτων ἀναιρουμένων, μήτε μὴν τὴν Εὐνομιανῶν καὶ Ἀρειανῶν καὶ Πνευματομάχων βλασφημίαν ἰσχύειν, τῆς οὐσίας ἢ τῆς φύσεως ἢ τῆς θεότητος τεμνομένης καὶ τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ τριάδι μεταγενεστέρας τινὸς ἢ κτιστῆς ἢ ἑτεροουσίου φύσεως ἐπαγο μένης
For it is necessary that this faith find favor with both you and us, and with all who do not distort the word of the true faith — a faith which is most ancient, and which accords with baptism, teaching us to believe in the name of the Father and of the Son and of the Holy Spirit, that is, believing in one Godhead, power, and substance of the Father, the Son, and the Holy Spirit, equal in honor of dignity and co-eternal in kingship, in three most perfect hypostases, or rather three perfect persons — so that neither may the disease of Sabellius find room by confusing the hypostases or abolishing their proper characteristics, nor may the blasphemy of the Eunomians, Arians, and Pneumatomachians prevail by cutting apart the substance, nature, or Godhead, and introducing into the uncreated, consubstantial, and co-eternal Trinity some later, created, or heterogeneous nature.
因為這信仰——無論對你們或對我們,以及一切不曲解真信仰真理之人——理當共同悅納;此信仰乃是最古老的,且與洗禮相合,教導我們相信父、子、聖靈之名,也就是相信父、子、聖靈同具一神性、一權能、一本質,尊榮相等,國度共永;於三個至為完全的位格(ὑπόστασις)之中,亦即三個完全的位格(πρόσωπον)之中——如此一來,既不容撒伯流之病謬有立足之地(即混淆諸位格或抹煞其各自特性),也不容猶諾米烏派、亞流派與反聖靈派的褻瀆得逞(即割裂本質、本性或神性,將某種後起的、受造的或異質的本性引入那不受造、同性同體、永恆共存的三一之中)。
1:2688
καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον οὔτε ἄνουν ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονο μίαν παραδεχόμενοι, ὅλον δὲ εἰδότες τέλειον μὲν πρὸ αἰώνων ὄντα θεὸν λόγον, τέλειον δὲ ἄνθρωπον ἐπ' ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν ἡμετέραν σωτηρίαν γενόμενον
And we preserve undistorted the doctrine of the Lord's incarnation, admitting the economy of the flesh as neither soulless, nor mindless, nor imperfect, but knowing him to be, in his entirety, perfect God the Word before the ages, and perfect man in the last days, made so for our salvation.
此外,我們也持守著關於主道成肉身之教義,不容任何曲解——我們不接受那肉身的救贖工作是無靈魂的、無理智的,或不完全的;反倒承認祂完整地是:在萬世以前為完全的神——道;而在末後的日子,為了我們的救恩,成為完全的人。
1:2689
Τὰ μὲν οὖν κατὰ τὴν πίστιν τὴν παρ' ἡμῶν ἀνυποστόλως κη ρυττομένην ὡς ἐν κεφαλαίῳ τοιαῦτα·
Such, then, in summary, are the things concerning the faith proclaimed by us without hesitation.
以上,就是我們毫無保留、直言宣講之信仰內容的概略。
1:2690
περὶ ὧν καὶ ἐπὶ πλεῖον ψυχα γωγηθῆναι δυνήσεσθε, τῷ τε ἐν Ἀντιοχείᾳ τόμῳ παρὰ τῆς ἐκεῖ συνελ θούσης συνόδου γεγενημένῳ καταξιώσαντες ἐντυχεῖν καὶ τῷ πέ ρυσιν ἐν Κωνσταντινουπόλει παρὰ τῆς οἰκουμενικῆς ἐκτεθέντι συνό δου, ἐν οἷς πλατύτερον τὴν πίστιν ὡμολογήσαμεν καὶ τῶν ἔναγχος καινοτομηθεισῶν αἱρέσεων ἀναθεματισμὸν ἔγγραφον πεποιήκαμεν
On these matters you will also be able to be more fully instructed, should you be pleased to consult the Tome composed at Antioch by the synod assembled there, and the document set forth last year in Constantinople by the ecumenical synod, in which we confessed the faith at greater length and drew up a written condemnation of the heresies recently introduced.
關於這些事,若蒙你們垂閱那部由安提阿當地會議所擬定的《大公文書》(Τόμος),以及去年在君士坦丁堡由普世大公會議所頒布的文件——其中我們更詳盡地宣認了信仰,並以書面形式對近來新興的異端加以絕罰——你們必能獲得更充分的了解。
1:2691
Περὶ δὲ τῶν οἰκονομιῶν τῶν κατὰ μέρος ἐν ταῖς ἐκκλησίαις παλαιός τε, ὡς ἴστε, θεσμὸς κεκράτηκε καὶ τῶν ἐν Νικαίᾳ ἁγίων πατέρων ὅρος, καθ' ἑκάστην ἐπαρχίαν τοὺς τῆς ἐπαρχίας καί, εἴπερ ἐκεῖνοι βούλοιντο, σὺν αὐτοῖς τοὺς ὁμόρους πρὸς τὸ συμφέρον ποι εῖσθαι τὰς χειροτονίας·
As for the particular administration of affairs in the several churches, an ancient custom, as you know, has prevailed, together with the decree of the holy fathers of Nicaea, that in each province the bishops of that province — and, should they so wish, the neighboring bishops together with them — should carry out ordinations as is expedient.
至於各教會個別事務的處置安排,如你們所知,自古以來便有一項傳統沿用至今,即尼西亞諸位聖教父所定之準則:在每一省份中,應由該省的主教們——若他們願意,也可連同鄰近省份的主教——按有益的方式來執行按立聖職之事;
1:2692
οἷς ἀκολούθως τάς τε λοιπὰς ἐκκλησίας παρ' ἡμῖν οἰκονομεῖσθαι γινώσκετε καὶ τῶν ἐπισημοτάτων ἐκκλησιῶν ἀναδεδεῖχθαι τοὺς ἱερεῖς
In accordance with this you should understand that the remaining churches among us are governed, and that the bishops of the most eminent churches have been duly appointed.
依照此原則,你們應當明白:我們這裡其餘各教會都是照此治理,最顯要諸教會之主教亦是循此方式選立。
1:2693
ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεο παγοῦς, ὡς ἂν εἴποι τις, ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος λέον τος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ τῶν οἰκτιρμῶν τοῦ θεοῦ, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νε κτάριον ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ τῆς οἰκουμενικῆς συνόδου μετὰ κοινῆς ὁμονοίας, ὑπ' ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως Θεοδοσίου παντός τε τοῦ κλήρου καὶ πάσης ἐπιψηφιζομένης τῆς πόλεως
For this reason, for the — one might say — newly founded Church of Constantinople, which we snatched, as it were, from the very mouth of the lion of heretical blasphemy, recently, through the mercies of God, we have, at the ecumenical synod and with common concord, ordained as bishop the most reverend and God-beloved Nectarius, in the sight of the most God-beloved emperor Theodosius and of all the clergy, with the whole city giving its assent.
因此,對於——可以說是——剛剛創立的君士坦丁堡教會,我們藉著神的憐憫,才剛剛將它從異端褻瀆猶如獅子之口中搶救出來,我們便在普世大公會議上,同心合意,在最蒙神所愛之皇帝提阿多修(Theodosius)與全體神職人員面前,並得全城一致贊同,按立了最可敬、最蒙神眷愛的奈克塔留為主教。
1:2694
ἀνατολικῆς διοικήσεως συν δραμόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς ἐκκλησίας ὥσπερ διὰ μιᾶς φωνῆς τὸν ἄνδρα τιμησάσης·
...the bishops of the Eastern diocese, having come together, canonically ordained him, the whole church, as if with a single voice, honoring the man;
……東方教區的主教們共同齊聚,依教規按立了他;全教會眾口一詞,如出一聲,尊崇此人;
1:2695
ἥνπερ ἔνθεσμον χειρο τονίαν ἐδέξατο καὶ τὸ τῆς συνόδου κοινόν
and this lawful ordination was accepted also by the whole body of the synod.
而這項合乎教規的按立,也獲得了大公會議全體的認可。
1:2696
τῆς δέ γε μητρὸς ἁπα σῶν τῶν ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικῶς τε παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι καὶ πλεῖστα πρὸς τοὺς Ἀρειανοὺς ἐν διαφόροις χρόνοις ἀθλήσαντα
And as for the mother of all the churches, the church in Jerusalem, we acknowledge the most reverend and God-beloved Cyril to be its bishop, canonically ordained long ago by the bishops of the province, and one who has contended vigorously against the Arians on many occasions.
至於眾教會之母——耶路撒冷教會——我們承認最可敬、最蒙神眷愛的區利羅(Cyril)為其主教,他早年已由該省主教依教規按立,並在不同時期屢次奮力抗擊亞流派。
1:2697
Οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παρ' ἡμῖν κεκρατηκόσι καὶ τὴν ὑμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς μεσι τευούσης ἀγάπης καὶ τοῦ κυριακοῦ φόβου πᾶσαν μὲν καταστέλλοντος ἀνθρωπίνην προσπάθειαν, τὴν δὲ τῶν ἐκκλησιῶν οἰκοδομὴν προτι μοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ' ἕνα συνηθείας ἢ χάριτος
We urge your piety to rejoice together with us over these men, who have thus been lawfully and canonically established among us, since spiritual love acts as mediator, and the fear of the Lord restrains all merely human partiality, holding the edification of the churches to be more precious than personal attachment or favor shown to any individual.
我們懇請你們虔誠的心,也為這些人歡喜——他們乃是依循合法合規的方式,在我們中間被確立起來的——因為屬靈的愛在其中居間調和,主的敬畏更是抑制一切人為的偏私,使教會的建造,比對個別人物的私交或恩惠更受珍視。
1:2698
οὕτω γὰρ τοῦ τε τῆς πίστεως συμφωνηθέντος λόγου καὶ τῆς Χρι στιανικῆς κυρωθείσης ἐν ἡμῖν ἀγάπης, παυσόμεθα λέγοντες τὸ παρὰ τῶν ἀποστόλων κατεγνωσμένον·
For thus, once the doctrine of the faith has been agreed upon and Christian love confirmed among us, we shall cease to say what was condemned by the apostles:
因為如此一來,信仰的教義既已一致,基督徒之間的愛既已在我們中間得以確立,我們便會停止說出那被使徒所斥責的話:
1:2699
ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ, πάντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν ἡμῖν οὐ μεμέρισται, θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς ἐκκλησίας τηρήσομεν καὶ τῷ βήματι τοῦ κυρίου μετὰ παρρησίας παραστησόμεθα. Ταῦτα κατά τε τῆς Ἀρείου καὶ Ἀετίου καὶ Εὐνομίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου, Παύλου τε τοῦ Σαμοσατέως καὶ Μακεδονίου γεγράφασιν
"I am of Paul, I am of Apollos, I am of Cephas" — but all appearing to be of Christ, who is not divided among us. By God's grace, we shall keep the body of the Church undivided, and shall stand before the tribunal of the Lord with boldness. These things they wrote against the madness of Arius, Aetius, and Eunomius, and likewise against Sabellius, Photinus, and Marcellus, Paul of Samosata, and Macedonius.
「我是屬保羅的」,「我是屬亞波羅的」,「我是屬磯法的」——反倒眾人皆顯明是屬基督的,而基督在我們中間並未被分裂;蒙神恩允,我們必持守教會身體的合一不分裂,也必坦然無懼地站在主的審判台前。他們如此撰寫,是為了對抗亞流(Arius)、埃提烏(Aetius)與猶諾米烏(Eunomius)的瘋狂謬論,同時也對抗撒伯流(Sabellius)、福提努(Photinus)、馬其略(Marcellus)、撒摩撒他的保羅(Paul of Samosata)與馬其頓紐(Macedonius)。
1:2700
ὡσαύτως δὲ καὶ τὴν Ἀπολιναρίου καινοτομίαν προφανῶς ἀπεκήρυξαν εἰρηκότες·
Likewise they also openly repudiated the innovation of Apollinarius, declaring:
同樣地,他們也公開摒棄了阿波里納留的新說,並宣告道:
1:2701
καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε ἄψυχον οὔτε ἄνουν ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχό μενοι
"And we preserve undistorted the doctrine of the Lord's incarnation, admitting the economy of the flesh as neither soulless, nor mindless, nor imperfect."
「我們也持守著關於主道成肉身之教義,不容曲解——我們不接受那肉身的救贖工作是無靈魂的、無理智的,或不完全的。」
1:2702
καὶ τοῦτο τοῖς τὴν Ἑῴαν ἰθύνουσιν ἐπισκόποις διὰ γραμμάτων δεδήλωκεν, ἅπερ ἐνθεῖναι τῇ συγγραφῇ νενόμικα χρήσιμον
This he also made known, by letter, to the bishops governing the East — a letter which I have judged it useful to insert into this history.
此事,他(教宗達馬蘇)也曾以書信曉諭治理東方的眾主教;我認為將這封書信收錄於本史著之中,實屬有益。
1:2703
Ὅτι τῇ ἀποστολικῇ καθέδρᾳ τὴν ὀφειλομένην αἰδῶ ἡ ἀγάπη ὑμῶν ἀπονέμει, ἑαυτοῖς τὸ πλεῖστον παρέχεσθε, υἱοὶ τιμιώτατοι
In that your love pays to the Apostolic See the reverence it is owed, you confer the greatest benefit upon yourselves, most honored sons.
你們的愛既然向使徒座(羅馬教座)獻上理應致予之敬意,其實你們自己蒙受的益處最大,至為尊貴的兒女們。
1:2704
καὶ γὰρ εἰ τὰ μάλιστα ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ἐν ᾗ ὁ ἅγιος ἀπόστολος καθεζόμενος ἐδίδαξε πῶς προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς ἀνεδεξάμεθα, ὅμως ὁμολογοῦμεν ἑαυτοὺς ἐλάττονας εἶναι τῆς τιμῆς
For even though it is in the holy Church where the holy apostle sat and taught how we ought to steer the helm we have received, we nevertheless confess ourselves unworthy of the honor.
誠然,即便在這座聖教會之中——聖使徒曾親自坐鎮於此,教導我們該如何掌穩我們所承接的舵——我們仍要承認,自己實在配不上這樣的尊榮。
1:2705
ἀλλὰ διὰ τοῦτο οἵῳ δή ποτε τρόπῳ σπουδάζομεν εἴ πως δυνηθεί ημεν πρὸς τὴν δόξαν τῆς μακαριότητος αὐτοῦ παραγενέσθαι
But for this very reason we strive, by whatever means we may, in the hope that we might somehow be able to attain to the glory of his blessedness.
然而正因如此,我們才竭力以各種可能的方式努力,期盼或能有朝一日,達致他(聖使徒)那蒙福的榮耀。
1:2706
Γινώσκετε τοίνυν ὅτι τὸν πάλαι Τιμόθεον τὸν βέβηλον, τὸν μαθη τὴν τοῦ Ἀπολιναρίου τοῦ αἱρετικοῦ, μετὰ τοῦ ἀσεβοῦς αὐτοῦ δόγματος καθείλομεν, καὶ οὐδαμῶς πιστεύομεν αὐτοῦ τὰ λείψανα λόγῳ τινὶ τοῦ λοιποῦ ἰσχύειν
Know, then, that we have deposed the profane Timothy of old, the disciple of Apollinarius the heretic, together with his impious doctrine, and we do not believe that any remnant of it retains force any longer, in any way whatsoever.
因此,你們當知:我們已將昔日那位褻瀆的提摩太(Timothy)——異端阿波里納留的門徒——連同其不敬虔的教義,一併廢黜;我們絕不相信,他遺留下來的任何餘緒,此後還能以任何方式維持效力。
1:2707
εἰ δ' ἔτι ἐκεῖνος ὁ ὄφις ὁ παλαιός, ἅπαξ καὶ δεύτερον καταδηχθείς, πρὸς ἰδίαν τιμωρίαν ἀναζῇ, ὅστις ἐκτὸς τῆς ἐκκλησίας ὑπάρχει, ὃς σφῆλαι τοῖς ἑαυτοῦ θανατηφόροις φαρμάκοις τινὰς ἀπίστους διαπειράζων οὐ παύεται, ταύτην ὥσπερ φθοράν τινα ἐκκλίνατε
But if that ancient serpent, though struck down once and again, still revives to his own punishment — being one who stands outside the Church, and who never ceases his attempts to trip up the unfaithful with his deadly poisons — then shun this as you would some deadly plague.
然而,倘若那古蛇——縱使一再遭受重創——仍為自取懲罰而復甦,牠既是身處教會之外者,又不斷企圖以其致命的毒液誘使某些不堅信者跌倒,你們務要如躲避瘟疫一般,遠離此人。
1:2708
ὅμως ὑμεῖς μεμνημένοι τῆς ἀποστολικῆς πίστεως, ταύτης μάλιστα ἥτις ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ἐγγράφως ἐξετέθη, βεβαίῳ βαθμῷ ἰσχυρῶς τῇ πίστει ἀμετακίνητοι διαμείνατε·
Yet do you, remembering the apostolic faith — above all that which was set down in writing by the fathers at Nicaea — remain unmoved, standing firm and strong in the faith upon a sure foundation;
然而你們仍當謹記使徒的信仰,尤其是諸教父在尼西亞以文字所頒定的那信仰,務要立場堅定,在信仰上穩固不移、堅定不搖;
1:2709
καὶ μὴ ματαιολογίας καὶ ἠφανισμένας ζητήσεις κατὰ ταύτης ὑπομείνητε ἀκούειν τοὺς κληρικοὺς ἢ τοὺς λαϊκοὺς ὑμῶν
and do not permit your clergy or your laity to give ear to idle talk and specious disputations directed against it.
也不要容讓你們的神職人員或平信徒,聽信任何反對此信仰的虛妄言談與詭辯空談。
1:2710
ἤδη γὰρ ἅπαξ τύπον ἐδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν Χριστιανὸν ἐκεῖνο φυλάττοι ὅπερ παρὰ τῶν ἀποστόλων παρεδόθη, λέγοντος τοῦ ἁγίου Παύλου·
For we have already, once for all, given this rule: that whoever knows himself to be a Christian should keep that which was handed down by the apostles, as the holy Paul says:
因為我們早已一次頒定了這條準則:凡自知是基督徒的人,都當持守使徒所傳授的教訓,正如聖保羅所說:
1:2711
εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω
"If anyone preaches to you a gospel contrary to what you received, let him be accursed."
「若有人傳福音給你們,與你們所領受的不同,他就應當被咒詛。」
1:2712
ὁ γὰρ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν τῷ γένει τῶν ἀνθρώπων διὰ τοῦ ἰδίου πάθους πληρεστάτην ἀπέδωκε τὴν σωτηρίαν, ἵνα ὅλον τὸν ἄνθρωπον ταῖς ἁμαρτίαις ἐνεχόμενον πάσης ἁμαρτίας ἐλευθερώσῃ
For Christ, the Son of God, our Lord, through his own passion rendered to the race of men the fullest salvation, that he might set the whole man, held fast in sin, free from every sin.
因為基督——神的兒子、我們的主——藉著祂自己的受難,向全人類施予了最完全的救恩,為要使那被罪所纏累的整個人,得以脫離一切的罪。
1:2713
τοῦτον εἴ τις ἤτοι ἀνθρωπότητος ἢ θεότητος ἔλαττον ἐσχηκέναι εἴποι, πνεύματος διαβόλου πεπληρωμένος τῆς γεέννης υἱὸν ἑαυτὸν ἀποδείκνυσι
If anyone says that he possessed less of either his humanity or his divinity, that person, filled with the spirit of the devil, proves himself a son of Gehenna.
若有人說:祂在人性或神性上有所欠缺,那人便是充滿了魔鬼的靈,證明自己是地獄之子。
1:2714
καθέδρας, παρόντος καὶ Πέτρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων πόλεως, καθῃρέθη ἅμα τῷ διδασκάλῳ αὐτοῦ Ἀπολιναρίῳ, ὃς καὶ ἐν ἡμέρᾳ τῆς κρίσεως τὰς ὀφειλομένας τιμωρίας καὶ βασάνους ὑπομενεῖ
...of the see, in the presence also of Peter, bishop of the city of Alexandria, was deposed together with his teacher Apollinarius, who, too, will on the day of judgment undergo the punishments and torments that are his due.
……在座前,亞歷山大城主教彼得(Peter)亦在場,此人便與其師阿波里納留一同被廢黜;阿波里納留在審判之日,也必要承受他應得的刑罰與苦楚。
1:2715
εἰ δέ τινας κουφοτέρους πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται ὅστις δή ποτε βούλεται τῷ κανόνι τῆς ἐκκλησίας ἀντιπαλαῖσαι
But if he persuades any of the more fickle, as though he had some hope to offer — he who has exchanged the true hope in Christ for his own confession — then whoever chooses to contend against the canon of the Church shall likewise perish along with him.
然而,若他還說服了某些較為輕率之人——彷彿他還存有某種盼望似的,其實他早已用自己那套認信,換走了信靠基督的真實盼望——那麼,凡是執意要與教會的準則相抗衡之人,都必將與他一同滅亡。
1:2716
ὁ θεὸς ὑμᾶς ὑγιαίνοντας διαφυλάττοι, υἱοὶ τιμιώτατοι. Καὶ ἄλλα δέ τινα συναθροισθέντες ἐν τῇ μεγάλῃ Ῥώμῃ γεγράφασι κατὰ διαφόρων αἱρέσεων, ἅπερ ἀναγκαῖον ᾠήθην ἐνθεῖναι τῇ συγγραφῇ
"May God keep you in good health, most honored sons." They also wrote, having assembled in great Rome, certain other things against various heresies, which I have thought it necessary to insert into this history.
「願神保守你們身體康健,至為尊貴的兒女們。」他們(羅馬眾主教)又曾聚集於大羅馬,針對各種異端另撰寫了若干條文,我認為有必要將之收錄於本史著之中。
1:2717
Ἐπειδὴ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν ὥστε τολμᾶν τινας βεβήλῳ στόματι εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον γεγενῆσθαι διὰ τοῦ υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης ἐλευθερίας κηρύττοντας σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τῆς μιᾶς καὶ τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον πνεῦμα
Since, after the Council of Nicaea, this error arose, whereby some dared with profane mouth to say that the Holy Spirit came into being through the Son, we anathematize those who do not proclaim with entire freedom that the Holy Spirit, together with the Father and the Son, is of one and the same substance and power.
自尼西亞大公會議之後,出現了這樣一種謬誤——竟有人膽敢以褻瀆之口宣稱聖靈是藉著子而受造的;對此,凡不肯毫無保留地宣講聖靈與父及子同屬一個本質、一種權能者,我們一概予以絕罰。
1:2718
Ὁμοίως δὲ ἀναθεματίζομεν καὶ τοὺς τῇ τοῦ Σαβελλίου ἀκολου θοῦντας πλάνῃ, τὸν αὐτὸν λέγοντας καὶ πατέρα εἶναι καὶ υἱόν
Likewise, we also anathematize those who follow the error of Sabellius, who say that the same person is both Father and Son.
同樣地,我們也絕罰那些追隨撒伯流謬論之人,他們聲稱父與子乃是同一位格。
1:2719
Ἀναθεματίζομεν Ἄρειον καὶ Εὐνόμιον, οἳ τῇ ἴσῃ δυσσεβείᾳ, εἰ καὶ τοῖς ῥήμασι διαφέροντες, τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα κτίσμα εἶναι διισχυρίζονται
We anathematize Arius and Eunomius, who, with equal impiety, though differing in their language, maintain that the Son and the Holy Spirit are creatures.
我們絕罰亞流與猶諾米烏,此二人雖措辭有異,卻同樣不敬虔地堅稱子與聖靈皆為受造之物。
1:2720
Ἀναθεματίζομεν τοὺς Μακεδονιανούς, οἵτινες ἐκ τῆς τοῦ Ἀρείου ῥίζης καταγόμενοι οὐχὶ τὴν ἀσέβειαν ἀλλὰ τὴν προσηγορίαν ἐνήλλαξαν
We anathematize the Macedonians, who, springing from the root of Arius, have changed not their impiety, but only their name.
我們絕罰馬其頓紐派,他們雖然出自亞流的根源,改換的卻只是名稱,而非其不敬虔的本質。
1:2721
Ἀναθεματίζομεν Φωτεινόν, ὃς τὴν τοῦ Ἐβίωνος αἵρεσιν ἀνακαινίζων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μόνον ἐκ τῆς Μαρίας ὡμολόγει
We anathematize Photinus, who, reviving the heresy of Ebion, confessed our Lord Jesus Christ to exist only from Mary.
我們絕罰福提努,他重申以便尼派之異端,宣稱我們的主耶穌基督僅僅出自馬利亞。
1:2722
Ἀναθεματίζομεν καὶ τοὺς δύο υἱοὺς εἶναι διισχυριζομένους, ἕνα πρὸ τῶν αἰώνων καὶ ἄλλον μετὰ τὴν τῆς σαρκὸς ἐκ τῆς Μαρίας ἀνάληψιν
We also anathematize those who maintain that there are two Sons, one before the ages, and another after the assumption of flesh from Mary.
我們也絕罰那些堅稱有兩個兒子之人——一個是萬世以前就存在的,另一個則是從馬利亞取了肉身之後才有的。
1:2723
Ἀναθεματίζομεν κἀκείνους οἵτινες ἀντὶ λογικῆς ψυχῆς διισχυρί ζονται ὅτι ὁ τοῦ θεοῦ λόγος ἐστράφη ἐν τῇ ἀνθρωπίνῃ σαρκί
We also anathematize those who maintain that, in place of a rational soul, the Word of God was converted into the human flesh.
我們也絕罰那些堅稱:神的道並非取了有理性的靈魂,而是自身轉化為人的肉身之人。
1:2724
αὐτὸς γὰρ ὁ υἱὸς ὁ τοῦ θεοῦ λόγος οὐχὶ ἀντὶ τῆς λογικῆς καὶ νοερᾶς ψυχῆς ἐν τῷ ἑαυτοῦ σώματι γέγονεν, ἀλλὰ τὴν ἡμετέραν, τουτέστι λογικὴν καὶ νοεράν, ἄνευ τῆς ἁμαρτίας ψυχὴν ἀνέλαβέ τε καὶ ἔσωσεν
For the Son himself, the Word of God, did not take the place of a rational and intelligent soul within his own body, but rather assumed and saved our soul — that is, a rational and intelligent soul — apart from sin.
因為神的兒子——道自身,並非在自己的身體之內取代了有理性、有靈智的靈魂;相反地,祂乃是取了並拯救了我們的靈魂,也就是那有理性、有靈智,卻無罪的靈魂。
1:2725
Ἀναθεματίζομεν καὶ τοὺς λέγοντας τὸν λόγον τοῦ θεοῦ τῇ ἐκτάσει καὶ τῇ συστολῇ ἀπὸ τοῦ πατρὸς κεχωρίσθαι, καὶ ἀνυπόστατον αὐτὸν ἢ μέλλειν τελευτᾶν βλασφημοῦντας
We also anathematize those who say that the Word of God was separated from the Father through expansion and contraction, and who blasphemously assert that he is without hypostasis, or that he will one day come to an end.
我們也絕罰那些聲稱神的道是藉由伸展與收縮而與父分離之人,以及那些褻瀆地宣稱祂沒有實質位格、或聲稱祂終將滅亡之人。
1:2726
Τοὺς δὲ ἀπὸ ἐκκλησιῶν εἰς ἑτέρας ἐκκλησίας μετελθόντας ἄχρι τοσούτου ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀλλοτρίους ἔχομεν, ἄχρις οὗ πρὸς αὐτὰς ἐπανέλθωσι τὰς πόλεις ἐν αἷς πρῶτον ἐχειροτονήθησαν
As for those who have transferred from one church to another, we regard them as estranged from our communion until such time as they return to the cities in which they were first ordained.
至於那些從一個教會轉遷至另一個教會的人,我們視他們與我們的共融相隔絕,直到他們返回自己最初受按立的城市為止。
1:2727
ἐὰν δέ τις, ἄλλου ἀπὸ τόπου εἰς τόπον μετελθόντος, ἐν τόπῳ τοῦ ζῶντος ἐχειροτονήθη, ἄχρι τοσούτου σχολάσῃ ἀπὸ τοῦ ἱερατικοῦ ἀξιώματος ὁ τὴν ἰδίαν πόλιν καταλείψας ἄχρις οὗ ὁ διαδεξάμενος αὐτὸν ἀναπαύσηται ἐν κυρίῳ
But if, when a bishop has moved from one place to another, someone else is ordained to fill his place while he still lives, then let the one who abandoned his own city be suspended from the priestly office until his successor falls asleep in the Lord.
然而,若有人從一地遷往另一地,卻在原任主教仍在世之時,另有他人被按立取代其位,那麼這位捨棄本城之人,當被停止其祭司職權,直到繼任者於主內安息為止。
1:2728
Εἴ τις μὴ εἴπῃ ἀεὶ τὸν πατέρα καὶ ἀεὶ τὸν υἱὸν καὶ ἀεὶ τὸ πνεῦμα τὸ ἅγιον εἶναι, ἀνάθεμα ἔστω
If anyone does not say that the Father always is, and the Son always is, and the Holy Spirit always is, let him be anathema.
若有人不承認父永遠存在、子永遠存在、聖靈永遠存在,他就應當被絕罰。
1:2729
Εἴ τις μὴ εἴπῃ τὸν υἱὸν γεννηθέντα ἐκ τοῦ πατρός, τουτέστιν ἐκ τῆς οὐσίας τῆς θείας αὐτοῦ, ἀνάθεμα ἔστω
If anyone does not say that the Son was begotten of the Father, that is, of his divine substance, let him be anathema.
若有人不承認子是從父所生,亦即出於父神聖的本質,他就應當被絕罰。
1:2730
Εἴ τις μὴ εἴπῃ ἀληθινὸν θεὸν τὸν υἱὸν τοῦ θεοῦ, ὡς ἀληθινὸν θεὸν τὸν πατέρα αὐτοῦ, καὶ πάντα δύνασθαι καὶ πάντα εἰδέναι, καὶ τῷ πατρὶ ἴσον, ἀνάθεμα ἔστω
If anyone does not say that the Son of God is true God, even as his Father is true God, and that he is able to do all things and knows all things, and is equal to the Father, let him be anathema.
若有人不承認神的兒子是真神,如同祂的父是真神一樣,且祂全能全知,與父同等,他就應當被絕罰。
1:2731
Εἴ τις εἴπῃ ὅτι ἐν σαρκὶ διάγων ὁ υἱὸς τοῦ θεοῦ, ὅτε ἦν ἐν τῇ γῇ, ἐν τοῖς οὐρανοῖς καὶ σὺν τῷ πατρὶ οὐκ ἦν, ἀνάθεμα ἔστω
If anyone says that the Son of God, while dwelling in the flesh, when He was on earth, was not in the heavens and with the Father, let him be anathema.
「若有人說,神的兒子在世上以肉身生活時,並不在諸天之上、也不與父同在,願他被咒詛。」
1:2732
Εἴ τις εἴπῃ ὅτι ἐν τῷ πάθει τοῦ σταυροῦ τὴν ὀδύνην ὑπέμεινεν ὁ υἱὸς τοῦ θεοῦ θεός, καὶ οὐχὶ ἡ σὰρξ σὺν τῇ ψυχῇ ἥνπερ ἐνεδύσατο μορφὴν δούλου ἥνπερ ἑαυτῷ ἀνέλαβεν, ὡς εἴρηκεν ἡ ἁγία γραφή, ἀνάθεμα ἔστω
If anyone says that the Son of God, being God, endured the anguish in the passion of the cross, and not the flesh together with the soul which He put on—the form of a servant which He took upon Himself, as the holy Scripture has said—let him be anathema.
「若有人說,神的兒子在十字架受難中,是以神的身分親自忍受了痛苦,而不是他所穿上的肉身連同靈魂——就是他為自己所取的僕人的形像,如聖經所說——在忍受痛苦,願他被咒詛。」
1:2733
Εἴ τις μὴ εἴπῃ ὅτι ἐν τῇ σαρκὶ ἥνπερ ἀνέλαβε καθέζεται ἐν τῇ δεξιᾷ τοῦ πατρός, ἐν ᾗ καὶ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς, ἀνάθεμα ἔστω
If anyone does not say that in the flesh which He took He sits at the right hand of the Father, in which He will also come to judge the living and the dead, let him be anathema.
「若有人不承認他是以所取的肉身坐在父的右邊,並要以此肉身再來審判活人死人,願他被咒詛。」
1:2734
Εἴ τις μὴ εἴπῃ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς εἶναι ἀληθῶς καὶ κυρίως, ὡς καὶ τὸν υἱὸν ἐκ τῆς θείας οὐσίας καὶ θεὸν θεοῦ λόγον, ἀνάθεμα ἔστω
If anyone does not say that the Holy Spirit is truly and properly from the Father, just as the Son is from the divine essence and is God the Word of God, let him be anathema.
「若有人不承認聖靈真實而本然地出於父,正如子出於神的本質、是神、是神的道,願他被咒詛。」
1:2735
Εἴ τις μὴ εἴπῃ πάντα δύνασθαι τὸ πνεῦμα τὸ ἅγιον καὶ πάντα εἰδέναι καὶ πανταχοῦ παρεῖναι, ὡς καὶ τὸν υἱὸν καὶ τὸν πατέρα, ἀνάθεμα ἔστω
If anyone does not say that the Holy Spirit is able to do all things, knows all things, and is present everywhere, just as the Son and the Father are, let him be anathema.
「若有人不承認聖靈無所不能、無所不知、無所不在,正如子與父一樣,願他被咒詛。」
1:2736
Εἴ τις εἴπῃ τὸ πνεῦμα τὸ ἅγιον ποίημα ἢ διὰ τοῦ υἱοῦ γεγε νῆσθαι, ἀνάθεμα ἔστω
If anyone says that the Holy Spirit is a creature, or that He came into being through the Son, let him be anathema.
「若有人說聖靈是受造之物,或說他是藉著子而產生的,願他被咒詛。」
1:2737
τις μὴ εἴπῃ πάντα διὰ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος τὸν πατέρα πεποιηκέναι, τουτέστι τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀνά θεμα ἔστω
If anyone does not say that the Father made all things through the Son and the Holy Spirit, that is, things visible and invisible, let him be anathema.
「若有人不承認父是藉著子與聖靈造了萬有,就是一切看得見的與看不見的,願他被咒詛。」
1:2738
Εἴ τις μὴ εἴπῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύμα τος μίαν θεότητα, ἐξουσίαν, θειότητα, δυναστείαν, μίαν δόξαν, κυριότητα, μίαν βασιλείαν, μίαν θέλησιν καὶ ἀλήθειαν, ἀνάθεμα ἔστω
If anyone does not say that the Father and the Son and the Holy Spirit have one Godhead, authority, divinity, dominion, one glory, lordship, one kingdom, one will and truth, let him be anathema.
「若有人不承認父、子、聖靈同有一個神性、權柄、神格、大能,同有一榮耀、一主權、一國度、一旨意與真理,願他被咒詛。」
1:2739
Εἴ τις τρία πρόσωπα μὴ εἴπῃ ἀληθινά, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἴσα, ἀεὶ ζῶντα, τὰ πάντα κατέχοντα τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, πάντα δυνάμενα, πάντα κρίνοντα, πάντα ζωοποιοῦντα, πάντα δημιουργοῦντα, πάντα σώζοντα, ἀνάθεμα ἔστω
If anyone does not say that there are three true persons—of the Father and the Son and the Holy Spirit—equal, always living, holding all things visible and invisible, able to do all things, judging all things, giving life to all things, creating all things, saving all things, let him be anathema.
「若有人不承認父、子、聖靈是三個真實的位格,彼此平等,永遠常活,掌管一切看得見的與看不見的,無所不能,審判萬有,賜萬有生命,創造萬有,拯救萬有,願他被咒詛。」
1:2740
Εἴ τις μὴ εἴπῃ προσκυνητὸν τὸ πνεῦμα τὸ ἅγιον παρὰ πάσης τῆς κτίσεως, ὡς καὶ τὸν υἱὸν καὶ τὸν πατέρα, ἀνάθεμα ἔστω
If anyone does not say that the Holy Spirit is to be worshiped by all creation, just as the Son and the Father are, let him be anathema.
「若有人不承認聖靈當受一切受造之物的敬拜,正如子與父一樣,願他被咒詛。」
1:2741
Εἴ τις περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καλῶς φρονήσει, περὶ δὲ τοῦ ἁγίου πνεύματος οὐκ ὀρθῶς ἔχει, αἱρετικός ἐστιν ὅτι πάντες οἱ αἱρετικοί, περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ περὶ τοῦ ἁγίου πνεύματος κακῶς φρονοῦντες, ἐν τῇ τῶν Ἰουδαίων καὶ τῶν ἐθνικῶν ἀπιστίᾳ τυγχάνειν ἐλέγχονται
If anyone thinks rightly concerning the Father and the Son, but does not hold correctly concerning the Holy Spirit, he is a heretic; for all heretics, thinking wrongly concerning the Son of God and concerning the Holy Spirit, are proven to be found in the unbelief of the Jews and the gentiles.
「若有人對父與子持守正確的思想,卻對聖靈不持守正確的道理,那人就是異端;因為凡對神的兒子與聖靈存錯謬想法的異端分子,都被證明是陷在猶太人與外邦人的不信之中。」
1:2742
Εἴ τις δὲ μερίσῃ θεὸν τὸν πατέρα λέγων καὶ θεὸν τὸν υἱὸν καὶ θεὸν τὸ πνεῦμα τὸ ἅγιον, καὶ διισχυρίσαιτο θεοὺς λέγεσθαι καὶ οὐχὶ θεὸν διὰ τὴν μίαν θεότητα καὶ δυναστείαν, ἥνπερ εἶναι πιστεύομεν καὶ οἴδαμεν, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, θεὸν ἕνα, ὑπεξελόμενος δὲ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς μόνον ὑπονοήσει τὸν πατέρα θεὸν λέγεσθαι ἢ πιστεύεσθαι ἕνα θεόν, ἀνάθεμα ἔστω
But if anyone divides God, calling the Father God and the Son God and the Holy Spirit God, and insists that they are called gods and not God because of the one Godhead and dominion—which we believe and know to belong, as one God, to the Father and the Son and the Holy Spirit—yet excepts the Son and the Holy Spirit, so as to suppose that the Father alone is called God or believed to be the one God, let him be anathema.
「但若有人分割神,稱父為神、稱子為神、稱聖靈為神,卻堅稱他們當被稱為『諸神』而非『一神』——雖然我們所信所知的,正是父、子、聖靈因著同一神性與主權而同為一神——竟又將子與聖靈排除在外,以致認為唯獨父可被稱為神、或被信為獨一的真神,願他被咒詛。」
1:2743
Τὸ γὰρ ὄνομα τῶν θεῶν καὶ τοῖς ἀγγέλοις καὶ τοῖς πᾶσιν ἁγίοις παρὰ τοῦ θεοῦ ἐτέθη καὶ ἐχαρίσθη·
For the name 'gods' was given and granted by God both to the angels and to all the saints;
「因為『諸神』這個稱號,是神所賜予、所恩賜給天使與眾聖徒的;」
1:2744
περὶ δὲ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, διὰ τὴν μίαν καὶ ἴσην θεότητα, οὐχὶ τῶν θεῶν ὀνόματα ἀλλὰ τοῦ θεοῦ ἡμῶν ἐνδείκνυται καὶ σημαίνεται, ἵνα πιστεύω μεν ὅτι εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μόνον βαπτιζόμεθα, καὶ οὐχὶ εἰς τὰ τῶν ἀρχαγγέλων καὶ ἀγγέλων ὀνόματα, ὡς αἱρετικοὶ ἢ ὡς Ἰουδαῖοι ἢ ἐθνικοὶ παραφρονοῦντες
but concerning the Father and the Son and the Holy Spirit, because of the one and equal Godhead, it does not signify the names of gods but of our God, so that we may believe that we are baptized only into the Father and the Son and the Holy Spirit, and not into the names of archangels and angels, as heretics or Jews or gentiles madly suppose.
「但論到父、子、聖靈,因著同一而平等的神性,這稱號所表明、所指的並非『諸神』之名,而是我們獨一之神的名,好叫我們相信我們是單單受洗歸入父、子、聖靈,而不是歸入天使長與天使的名下,如異端、猶太人或外邦人狂妄所想的那樣。」
1:2745
αὕτη τοίνυν ἡ τῶν Χριστια νῶν σωτηρία ἐστὶν ὥστε πιστεύοντες τῇ τριάδι, τουτέστι τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ βαπτιζόμενοι εἰς αὐτήν, μίαν θεό τητα καὶ δυναστείαν καὶ θειότητα καὶ οὐσίαν, εἰς αὐτὸν πιστεύομεν. Ταῦτα μὲν οὖν Γρατιανοῦ περιόντος ἐγένετο
This, then, is the salvation of Christians: that believing in the Trinity, that is, in the Father and the Son and the Holy Spirit, and being baptized into it—one Godhead and dominion and divinity and essence—we believe in Him. These things, then, took place while Gratian was still alive.
「這便是基督徒的救恩:就是信奉三一——即父、子、聖靈——並受洗歸入其中,那同一的神性、主權、神格與本質,我們便信入他之中。以上這些事,都是在格拉先在世時發生的。」
1:2746
ἐπειδὴ δὲ ἐκεῖνος ἔν τε πολέμοις ἀριστεύων καὶ τὰς πόλεις σωφρόνως τε καὶ δικαίως ἰθύνων ἐξ ἐπιβουλῆς ἐτελεύτησε, παῖδας μὲν οὐ καταλιπὼν κλη ρονόμους τῆς βασιλείας, ἀδελφὸν δὲ κομιδῇ νέον ὁμώνυμον τοῦ πατρός, Μάξιμός τις τῆς Βαλεντινιανοῦ καταφρονήσας νεότητος ἥρπασε τὴν τῆς Ἑσπέρας ἡγεμονίαν
But since he, having distinguished himself in wars and governed the cities with moderation and justice, died as the result of a conspiracy, leaving behind no children as heirs to the throne, but a very young brother bearing his father's own name, a certain Maximus, scorning the youth of Valentinian, seized the sovereignty of the West.
然而,這位皇帝雖在戰爭中英勇卓著、又以節制與公義治理城邦,卻因陰謀而喪命,未留下子嗣繼承王位,只留下一位與父親同名、年紀尚幼的弟弟。有一個名叫馬克西姆斯的人,輕視瓦倫提尼安的年幼,篡奪了西方的統治權。
1:2747
Κατ' ἐκεῖνον δὲ τὸν χρόνον Ἰουστίνα, ἡ Βαλεντινιανοῦ μὲν τοῦ μεγάλου γαμετή, τοῦ δὲ νέου μήτηρ, ἃ πάλαι τῆς Ἀρειανικῆς διδα σκαλίας ἐδέξατο σπέρματα δῆλα πεποίηκε τῷ παιδί
At that time Justina, the wife of Valentinian the Great and mother of the young Valentinian, made plain to her son the seeds of Arian teaching which she had long ago received.
當時,大瓦倫提尼安的妻子、少年瓦倫提尼安的母親尤斯提娜,向她的兒子表明了她早年所領受的阿里烏派教訓的種子。
1:2748
τοῦ μὲν γὰρ ὁμόζυγος τὸ θερμὸν ἐπισταμένη τῆς πίστεως, λαθεῖν ἅπαντα τὸν χρόνον ἐσπούδασε·
For while her husband was alive, being aware of the ardor of his faith, she took pains to conceal it the whole time;
因為當她丈夫在世時,她深知他信仰的熱誠,便一直竭力隱藏此事;
1:2749
τοῦ δὲ παιδὸς τὸ τῶν φρενῶν ἁπαλὸν καὶ εὔει κτον θεωμένη προσενεγκεῖν τὴν ἐξαπάτην ἐθάρρησεν
but seeing the softness and pliability of her son's mind, she ventured to bring forward her deception.
但當她看見兒子心思柔軟、容易受人左右時,便大膽地施展了她的詭計。
1:2750
ὁ δὲ τῆς μητρὸς τὰς ὑποθήκας ὀνησιφόρους ὑπολαβὼν ( εἰς γὰρ τὸ τῆς φύσεως δέλεαρ ἀποβλέπων τὸ θανατηφόρον ἄγκιστρον οὐχ ἑώρα), Ἀμβροσίῳ πρώτῳ τοὺς περὶ τούτων προσενήνοχε λόγους, ἡγούμενος, εἰ τοῦτον μετα πείσοι, τῶν ἄλλων ῥᾳδίως ἂν περιέσεσθαι καὶ οὐδένα ἀντίπαλον ἔσεσθαι
He, supposing his mother's counsels to be beneficial (for, gazing at nature's bait, he did not see the deadly hook), first brought forward his arguments concerning these matters to Ambrose, thinking that if he could win him over, he would easily prevail over the rest, and there would be no opponent left.
他以為母親的勸告有益(因為他只顧看著天性的誘餌,卻沒看見那致命的魚鉤),便首先向安波羅修提出這些論點,心想若能說服此人,便可輕易勝過其餘眾人,再無任何對手了。
1:2751
ὁ δὲ τῆς τε τοῦ πατρὸς ἀνεμίμνησκεν εὐσεβείας καὶ τὸν κλῆρον παρεκάλει φυλάττειν ὃν παρέλαβεν ἄσυλον·
But Ambrose reminded him of his father's piety, and exhorted him to guard inviolate the flock which he had received;
安波羅修卻提醒他父親的敬虔,並勸他要保守他所接受的羊群不受侵犯;
1:2752
ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφοράν, καὶ ὅπως τὰ μὲν τῇ τοῦ κυρίου διδα σκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασι, τὰ δὲ ἄντικρύς ἐστιν ἐναντία καὶ τῇ πνευματικῇ νομοθεσίᾳ μαχόμενα
he also taught him the difference between the doctrines, and how some accord with the teaching of the Lord and the preaching of the apostles, while others are directly opposed and contend against the spiritual law.
他又教導他各種教義之間的差異,指出有些與主的教導、使徒的宣講相符,有些卻正相反、與屬靈的律法相牴觸。
1:2753
ὁ δὲ νέος, οἷα δὴ νέος καὶ παρὰ μητρὸς ἠπατημένης θηγόμενος, οὐ μόνον οὐ προσίετο τὰ λεγόμενα, ἀλλὰ καὶ θυμοῦ πλήρης ἐγίγνετο καὶ λόχοις ὁπλιτῶν τε καὶ πελταστῶν τοὺς ἐκκλησιαστικοὺς περιβόλους ἐκύκλου
But the young man—young as he was, and being incited by his deceived mother—not only would not accept what was said, but was also filled with rage, and surrounded the church precincts with companies of heavy-armed and light-armed soldiers.
然而這位少年——正因年少,又被受騙的母親所煽動——不但不接受這些話,反而怒氣填胸,率領重裝與輕裝士兵的隊伍將教會的院落團團圍住。
1:2754
ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα οὐδὲν ἐδεδίξατο τῶν ὑπ' αὐτοῦ γενομένων ( μορμολύκεια γὰρ ὑπέλαβε ταῦτα, μειρακυλλίοις ὑπό τινων προσφερόμενα), τότε δὴ χαλεπήνας προφανῶς αὐτὸν ἐκέλευσε τῶν ἱερῶν ἔξω βῆναι προθύρων
But since that greatest champion was not frightened by anything he did (for he took these to be mere bogeys, such as are used by some to scare small children), then indeed, growing openly furious, he ordered him to go outside the sacred doors.
然而那位最偉大的鬥士對他所做的一切毫不畏懼(因為他認為這些不過是有人拿來嚇唬小孩的鬼怪把戲),於是這位少年統治者公然大怒,命令他退出聖堂大門之外。
1:2755
ἑκὼν εἶναι τοῦτο, ἔφη, οὐ
'Of my own will,' he said, 'I will not
他說:『我絕不會心甘情願地
1:2756
δράσω, οὐδὲ προδώσω τοῖς λύκοις τὸν τῶν προβάτων σηκόν, οὐδὲ τοῖς βλασφημοῦσι τὸν θεῖον παραδώσω νεών·
do this, nor will I betray the fold of the sheep to the wolves, nor will I hand over the divine temple to those who blaspheme it;
做這件事,也絕不會把羊群交給豺狼,也絕不會把神聖的殿宇交給褻瀆者;
1:2757
ἀλλ' εἴ σοι κτεῖναι δοκεῖ, ἔνδον ἐπένεγκέ μοι τὸ ξίφος ἢ τὴν αἰχμήν·
but if it seems good to you to kill me, bring in to me the sword or the spear;
但你若決意要殺我,就把刀劍或長矛拿進來刺我吧;
1:2758
ἀσπα σίως γὰρ δέξομαι τὴν τοιαύτην σφαγήν
for I will gladly receive such a slaughter.'
因為我必樂意領受這樣的殺戮。』
1:2759
Χρόνου δὲ συχνοῦ τριβομένου, μεμάθηκε μὲν ὁ Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας τολμώμενα, ἐπέστειλε δὲ τῷ Βαλεντινιανῷ, τὸν κατὰ τῆς εὐσεβείας πόλεμον καταλῦσαι παρεγγυῶν καὶ παραινῶν μὴ προέσθαι τὴν πατρῴαν εὐσέβειαν·
After a considerable time had passed, Maximus learned of what was being dared against the great-voiced herald of the truth, and he wrote to Valentinian, urging and advising him to put an end to his war against piety and not to abandon his ancestral piety;
過了相當長的時間,馬克西姆斯得知有人竟敢如此對待這位聲名遠揚的真理使者,便寫信給瓦倫提尼安,敦促並勸誡他終止對敬虔的爭戰,不可背棄祖傳的敬虔信仰;
1:2760
προστέθεικε δὲ καὶ τοῦ πολέμου τὴν ἀπειλὴν εἰ μὴ πείθοιτο, καὶ μέντοι καὶ τοῖς λόγοις τὸ ἔργον ἐπέθηκε
he also added the threat of war, should he not be persuaded, and indeed he followed his words with action.
他還加上警告,若不聽從便要興兵,而且他確實言出必行。
1:2761
τὴν γὰρ στρατιὰν ἀγείρας ἐπὶ τὴν Μεδι όλανον ὥρμησεν ἔνθα ἐκεῖνος διῆγεν
For, gathering his army, he set out for Milan, where Valentinian was residing.
因為他聚集軍隊,向米蘭進發,瓦倫提尼安當時正住在那裡。
1:2762
ὁ δὲ μαθὼν τὴν ἔφοδον εἰς Ἰλλυρίους ᾤχετο φεύγων, τῇ πείρᾳ μαθὼν τίνων ἐκ τῆς μητρῴας ἀπώνατο συμβουλῆς
But he, learning of the advance, fled to Illyricum, having learned by bitter experience what he had gained from his mother's counsel.
瓦倫提尼安得知敵軍逼近,便逃往伊利里亞,這時他才親身體會到,從母親的勸告中究竟得到了什麼。
1:2763
Πυθόμενος δὲ Θεοδόσιος ὁ πανεύφημος βασιλεὺς τά τε παρὰ τοῦ βασιλέως πραχθέντα καὶ τὰ παρὰ τοῦ τυράννου γραφέντα, ἔγραψε τῷ πεφευγότι νέῳ μὴ χρῆναι θαυμάζειν, εἰ τῷ μὲν βασιλεῖ τὸ δέος, τῷ δὲ τυράννῳ τὸ κράτος συνέζευκται·
When Theodosius, the all-glorious emperor, learned both of what had been done by the emperor and of what had been written by the usurper, he wrote to the fugitive youth that he ought not to marvel that fear was yoked to the emperor while power was yoked to the usurper;
當那位聲譽卓著的皇帝狄奧多西,得知這位皇帝所遭遇的事、以及那篡位者所寫的信之後,便寫信給這位逃亡的少年,說他不應驚訝:懼怕為何與皇帝相隨、而權勢卻與篡位者相伴;
1:2764
τῇ γὰρ εὐσεβείᾳ πεπολέμηκε μὲν ὁ βασιλεύς, ὁ δὲ τύραννος ἐπεκούρησε
for the emperor had warred against piety, while the usurper had come to its aid.
因為這位皇帝曾與敬虔為敵作戰,而那篡位者卻援助了敬虔。
1:2765
καὶ ὁ μὲν ταύτην προ έμενος ἀποδιδράσκει γυμνός, ὁ δὲ ταύτῃ καθωπλισμένος τοῦ γεγυμνω μένου κρατεῖ·
And the one who abandoned it flees naked, while the other, armed with it, overpowers him who has been stripped bare;
凡棄絕敬虔的人,必赤身逃竄;凡以敬虔為武裝的人,卻能制伏那赤身之人;
1:2766
τῇ γὰρ εὐσεβείᾳ καὶ ὁ ταύτης σύνεστι νομοθέτης
for the lawgiver of piety Himself is present with piety.
因為敬虔的立法者本身,也與敬虔同在。
1:2767
ταῦτα μὲν οὖν ἑκὰς ὢν ἐπέστειλεν
These things, then, he wrote while still far away.
以上便是他遠在他方時所寫下的信。
1:2768
ἐπειδὴ δὲ τὴν φυγὴν μεμαθηκὼς εἰς ἐπικουρίαν ἀφίκετο καὶ τὴν μὲν οἰκείαν καταλελοιπότα βασιλείαν εἰς δὲ τὴν αὐτοῦ παραγενόμενον εἶδε, πρῶτον μὲν τῇ ψυχῇ τὴν θεραπείαν προσήνεγκε καὶ τὴν ἐπιγενομένην τῆς ἀσεβείας ἐξήλασε νόσον καὶ εἰς τὴν πατρῴαν εὐσέβειαν ἐπανήγαγεν·
But when, having learned of the flight, he came to his aid, and saw him who had abandoned his own kingdom now arrived in his own territory, first he applied healing to his soul, and drove out the disease of impiety that had befallen him, and brought him back to his ancestral piety;
但當他得知瓦倫提尼安出逃的消息、前來相助,並見到這位已喪失自己國土的人,如今來到自己的境內時,他首先醫治了他的靈魂,驅除了他所染上的不敬虔之病,將他帶回祖傳的敬虔信仰;
1:2769
εἶτα θαρρεῖν παρεγ γυήσας καὶ κατὰ τοῦ τυράννου στρατεύσας, ἀναιμωτὶ μὲν τῷ νέῳ τὴν βασιλείαν παρέδωκε, τὸν δὲ τύραννον ἔκτεινεν
then, having exhorted him to take courage and having made war upon the usurper, he handed over the kingdom to the young man without bloodshed, and put the usurper to death.
隨後,他勉勵他要鼓起勇氣,並向篡位者興兵,最終兵不血刃地將王國交還給這位少年,並將篡位者處死。
1:2770
ἀδικεῖν γὰρ ὑπέλαβεν καὶ τὰς πρὸς Γρατιανὸν γεγενημένας παραβαίνειν συνθήκας, εἰ μὴ ποινὴν τοὺς ἀπεκταγκότας εἰσπράξαιτο τῆς σφαγῆς
For he judged it unjust—a violation of the agreements made with Gratian—if he did not exact from the murderers the penalty for that slaughter.
因為他認為,若不向那些殺害格拉先的兇手追討殺戮之罪,便是不義的,也是違背了與格拉先所立的約定。
1:2771
Μετὰ δὲ τὴν ἐκεῖθεν ἐπάνοδον ἀφίκετο μὲν Ἀμφιλόχιος ὁ θαυ μάσιος, οὗ πολλάκις ἐμνήσθην, ἀντιβολῶν τοὺς τῶν Ἀρειανῶν ἐκ τῶν πόλεων ἐξελαθῆναι συλλόγους·
After the return from that campaign, the admirable Amphilochius, whom I have often mentioned, arrived, beseeching that the assemblies of the Arians be driven out of the cities;
從那次征戰歸來之後,我屢次提到的那位令人敬佩的安非羅古主教前來覲見,懇求將阿里烏派的聚會逐出各城;
1:2772
ὁ δὲ βασιλεὺς ἀπηνεστέραν ὑπο λαβὼν τὴν αἴτησιν οὐκ ἐδέξατο
but the emperor, supposing the request to be too harsh, did not grant it.
但皇帝認為此請求過於嚴苛,並未應允。
1:2773
ὁ δὲ σοφώτατος Ἀμφιλόχιος παραυ τίκα σιγήσας μνήμης ἀξίαν ἐξηύρηκεν μηχανήν
But the most wise Amphilochius, falling silent at once, devised a stratagem worthy of remembrance.
然而,這位極有智慧的安非羅古當即沉默不語,卻想出了一個值得後世紀念的妙計。
1:2774
εἴσω γὰρ αὖθις τῶν βασιλείων γενόμενος καὶ παρεστῶτα τῷ βασιλεῖ τὸν υἱὸν Ἀρκά διον θεασάμενος ( νεωστὶ δὲ οὗτος κεχειροτόνητο βασιλεύς), αὐτὸν μὲν ἠσπάσατο συνήθως τὸν βασιλέα, ἀγέραστον δὲ κατέλιπε τὸν υἱόν
For coming again into the palace, and seeing Arcadius, the emperor's son, standing beside the emperor (he had recently been proclaimed emperor), he greeted the emperor himself as usual, but left the son without any mark of honor.
他再次入宮,看見皇帝的兒子阿卡狄烏斯站在皇帝身旁(他不久前才被冊封為皇帝),便照常向皇帝本人致敬,卻對這位兒子未予以任何敬意。
1:2775
ὁ δὲ βασιλεύς, ἐπιλησθῆναι νομίσας τὸν Ἀμφιλόχιον, προσελθεῖν καὶ φιλῆσαι προσέταξε τὸν υἱόν·
But the emperor, supposing that Amphilochius had forgotten him, ordered him to come forward and kiss his son;
皇帝以為安非羅古是遺忘了他的兒子,便吩咐他上前親吻自己的兒子;
1:2776
ὁ δὲ ἀποχρῆν ἔφη τὴν αὐτῷ παρ' αὐτοῦ προσενεχθεῖσαν τιμήν
but he said that the honor already shown him by Amphilochius was sufficient.
但安非羅古說,他先前已向皇帝所致的敬意已經足夠了。
1:2777
ὁ δὲ δυσχεράνας οἰκείαν ἐκάλει παροινίαν τὴν τοῦ παιδὸς ἀτιμίαν
The emperor, displeased, called the dishonoring of his child his own insult.
皇帝聞言不悅,認為兒子受辱等同於自己受辱。
1:2778
τηνικαῦτα λοιπὸν ὁ σοφώτατος Ἀμφιλόχιος ἐκκαλύπτει τὸν τοῦ γεγενημένου σκοπὸν καὶ βοῶν ἔφη·
Then at last the most wise Amphilochius revealed the purpose of what he had done, and crying aloud said:
這時,極有智慧的安非羅古才揭示了他這樣做的用意,大聲說道:
1:2779
ὁρᾷς, ὦ βασιλεῦ, ὅπως οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ τοῖς εἰς τοῦτον παροινοῦσι χαλεπαίνεις πικρῶς
'You see, O emperor, how you cannot bear the dishonoring of your son, but are bitterly angered at those who insult him;
『陛下請看,您竟不能容忍您兒子受辱,反而對那些侮辱他的人深深動怒;
1:2780
πίστευσον δὴ οὖν καὶ τὸν τῶν ὅλων θεὸν τοὺς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ βλασφημοῦντας βδελύττεσθαι, καὶ ὡς ἀχαρίστους περὶ τὸν σωτῆρα καὶ εὐεργέτην γεγενημένους μισεῖν
believe, then, that the God of all also abhors those who blaspheme His only-begotten Son, and hates those who have proved ungrateful toward their Savior and Benefactor.'
那麼,求您相信,萬有之神也同樣憎惡那些褻瀆祂獨生子的人,並且恨惡那些忘恩負義、辜負了自己救主與施恩者的人。』
1:2781
οὕτω συνεὶς ὁ βασιλεὺς καὶ τά τε πεπραγμένα καὶ τὰ εἰρη μένα θαυμάσας, νόμον εὐθὺς ἔγραψε τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντα
Thus the emperor, understanding both what had been done and what had been said, marveled, and immediately wrote a law forbidding the assemblies of the heretics.
皇帝這才明白了所發生與所說的一切,深感驚異,立刻頒布法令,禁止異端的聚會。
1:2782
Ἀλλὰ γὰρ οὐ ῥᾴδιον πάσας διαφυγεῖν τοῦ κοινοῦ τῶν ἀνθρώ πων πολεμίου τὰς ἄρκυς
But indeed it is not easy to escape all the snares of the common enemy of mankind.
然而,要逃脫人類公敵所設下的一切羅網,實在並非易事。
1:2783
πολλάκις γάρ τις διαδρὰς τῆς ἀσελγείας τὸ πάθος τῇ τῆς πλεονεξίας περιπείρεται πάγῃ·
For often someone, having escaped the passion of licentiousness, is impaled on the snare of avarice;
因為往往有人才逃脫了放蕩情慾的禍患,卻又落入了貪婪的陷阱之中;
1:2784
εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ἀναφύεται τοῦ φθόνου τὸ βάραθρον·
and even if he should prove superior to this as well, from another direction the pit of envy opens up;
即便他也勝過了這一關,另一邊卻又湧現出嫉妒的深坑;
1:2785
κἂν τοῦτο δὲ πάλιν ὑπερπηδήσῃ, τοῦ θυμοῦ τὸ δίκτυον εὑρήσει προκεί μενον·
and if he should leap over this one too, he will find the net of wrath laid before him;
若他再度躍過此坑,便會發現忿怒之網早已張設在前;
1:2786
καὶ ἄλλας δὲ μυρίας τοῖς ἀνθρώποις τίθησι ποδοστράβας, ἀγρεύων εἰς ὄλεθρον
and he sets countless other snares for men, hunting them to their destruction.
他還為世人設下數不清的其他陷阱,要將他們獵殺致死。
1:2787
καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις ὑπ' αὐτοῦ μηχαναῖς·
And he has the passions of the body serving as instruments for the devices he contrives against the soul;
他利用肉體的種種情慾,作為他用來謀害靈魂的工具;
1:2788
μόνος δὲ ὁ νοῦς ἐγρηγορὼς περιγίγνεται τῇ περὶ τὰ θεῖα ῥοπῇ τῶν μηχα νημάτων διαλύων τὴν ῥύμην
only the mind, kept vigilant, prevails, dissolving the force of these devices through its inclination toward things divine.
唯有那時刻警醒的心智,方能靠著對屬天事物的傾心,瓦解這些詭計的衝力而得勝。
1:2789
ἐρῶ δὲ καὶ τοῦτο τῆς τῶν ἐντευξομένων εἵνεκα ὠφελείας·
I will relate this also for the benefit of those who will read it;
我要將此事也記述下來,為要造福將要閱讀此書的人;
1:2790
οὐ γὰρ μόνον κατηγορίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην
for it contains not only an accusation against the admirable emperor, but also praise most worthy of remembrance.
因為此事不僅包含對這位令人敬佩的皇帝的責備,也蘊含著極值得紀念的讚美。
1:2791
Θεσσαλονίκη πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος, εἰς μὲν τὸ Μακεδόνων ἔθνος τελοῦσα, ἡγουμένη δὲ καὶ Θετταλίας καὶ Ἀχαΐας καὶ μέντοι καὶ ἄλλων παμπόλλων ἐθνῶν ὅσα τῶν Ἰλλυρίων τὸν ὕπαρχον ἡγούμενον ἔχει
Thessalonica is a very great and populous city, belonging to the nation of the Macedonians, and it governs also Thessaly and Achaea, and indeed very many other nations as well, as many as have the prefect of the Illyrians as their governor.
帖撒羅尼迦是一座極為宏偉、人口眾多的城市,屬於馬其頓民族,也管轄著帖撒利、亞該亞,以及其他許多受伊利里亞總督統轄的民族。
1:2792
ἐν ταύτῃ στάσεως γενομένης τινὸς κατελεύ σθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων τινές
In this city, a certain sedition having arisen, some of the magistrates were stoned and dragged through the streets.
在這座城中發生了某次暴亂,有些官員遭到石擊,並被拖行示眾。
1:2793
ὁ δὲ βασιλεὺς ἐξαφθεὶς ὑπὸ τῶν ἀγγελθέντων οὐκ ἤνεγκε τοῦ θυμοῦ τὴν ὁρμὴν οὐδὲ τῷ χαλινῷ τοῦ λογισμοῦ τὴν τούτου ῥύμην ἐκώλυσεν, ἀλλὰ τούτῳ τὴν ψῆφον ἐξενεγκεῖν τῆς τιμωρίας ἐπέτρεψε
But the emperor, inflamed by the reports, could not bear the onrush of his wrath, nor did he restrain its force with the bridle of reason, but entrusted to it the power to pass the sentence of punishment.
皇帝聽聞這消息後怒火中燒,未能忍住怒氣的衝動,也沒有用理智的韁繩加以約束,反而將裁定刑罰的權柄交給了這股怒氣。
1:2794
ταύτην δὲ τὴν ἐξουσίαν ἐκεῖνος λαβών, οἷα δὴ αὐτόνομός τε καὶ τύραννος τὸν δεσμὸν ἀπορρήξας καὶ τοῦ λογισμοῦ διαφυγὼν τὸν ζυγόν, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινεν
And that wrath, having received this authority, as being autonomous and tyrannical, breaking every bond and escaping the yoke of reason, drew unjust swords against all and slew the innocent together with the guilty.
這股怒氣一旦獲得這樣的權柄,便如同一位不受約束的暴君,掙脫一切羈絆、逃脫理智的軛,拔出不義的刀劍指向眾人,將無辜者與有罪者一併殺害。
1:2795
ἑπτὰ γάρ, ὥς φασιν, ἀνθρώπων ἀνῃρέθησαν χιλιάδες, οὐ κρίσεως ἡγησαμένης καὶ τῶν τὰ δεινὰ ἐκεῖνα τετολμηκότων κατακριθέντων, ἀλλ' ὡς ἐν ἀμήτῳ πάντων ὁμοῦ δίκην ἀσταχύων κατατμηθέντων
For seven thousand men, as they say, were destroyed, with no trial having taken the lead and none of those who had dared those terrible deeds having been condemned, but, as in a harvest, all alike were cut down together like ears of grain.
據說共有七千人因此喪命,事前沒有經過任何審判,也沒有先定那些膽敢犯下滔天罪行者的罪,而是如同收割一般,眾人一同被割倒,好似麥穗。
1:2796
Ταύτην μαθὼν τὴν ὀδυρμῶν γέμουσαν συμφορὰν Ἀμβρόσιος ἐκεῖνος, οὗ πολλάκις ἐμνήσθην, ἀφικόμενον εἰς τὴν Μεδιό λανον τὸν βασιλέα καὶ συνήθως εἰς τὸν θεῖον εἰσελθεῖν βουλη θέντα νεὼν ὑπαντήσας ἔξω τῶν προθύρων, ἐπιβῆναι τῶν ἱερῶν προπυλαίων τοιάδε λέγων ἐκώλυσεν·
When Ambrose, whom I have often mentioned, learned of this calamity full of lamentation, and the emperor arrived at Milan and wished, as was his custom, to enter the divine temple, Ambrose met him outside the doors and prevented him from stepping onto the sacred porch, speaking as follows:
那位我屢次提及的安波羅修,得知這場充滿哀慟的慘劇後,正值皇帝抵達米蘭、照常想要進入聖殿之時,便在殿門之外迎面攔阻他,不許他踏上聖殿的門廊,並如此說道:
1:2797
οὐκ οἶσθα ὡς ἔοικεν, ὦ βα σιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μέγεθος, οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ παῦλαν ὁ λογισμὸς ἐπέγνω τὸ τολμηθέν·
'You do not know, it seems, O emperor, the magnitude of the bloodshed that has been perpetrated, nor has your reason, even after the abating of your wrath, come to recognize what was dared;
『陛下,看來您並不知道這場屠殺的嚴重程度,即便您的怒氣已經平息,您的理智似乎仍未認清所犯下的暴行;
1:2798
οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας ἡ δυναστεία ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ' ἐπι προσθεῖ ἡ ἐξουσία τῷ λογισμῷ
for perhaps the power of your sovereignty does not allow you to recognize your sin, but your authority casts its shadow over your reason.
或許是至尊的權勢使您無法認清自己的罪過,因為權柄遮蔽了理智的判斷。
1:2799
χρὴ μέντοι εἰδέναι τὴν φύσιν καὶ τὸ ταύτης θνητόν τε καὶ διαρρέον καὶ τὸν πρόγονον χοῦν ἐξ οὗ γεγόναμεν καὶ εἰς ὃν ἀπορρέομεν, καὶ μὴ τῷ ἄνθει τῆς ἁλουργίδος ἀποβουκολούμενον ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν
Yet you must know your nature—its mortality and its transience—and the ancestral dust from which we came and to which we shall return, and must not, being led astray by the bloom of the purple robe, remain ignorant of the weakness of the body which it covers.
然而您必須認識自己的本性——它的必死與短暫——以及我們所出、所歸的祖傳塵土,切不可因紫袍的光彩而迷失,以致不知那被遮蓋的身體是何等軟弱。
1:2800
ὁμοφυῶν ἄρχεις, ὦ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων·
You rule, O emperor, over those of the same nature as yourself, and indeed also over your fellow servants;
陛下,您所統治的,是與您本性相同的人,其實也是您的同僚奴僕;
1:2801
εἷς γὰρ ἁπάντων δεσπότης καὶ βασιλεὺς ὁ τῶν ὅλων δημιουργός
For there is one Lord and King of all, the Maker of the universe.
因為萬有只有一位主宰和君王,就是萬有的創造者。
1:2802
ποίοις τοίνυν ὀφθαλμοῖς ὄψει τὸν τοῦ κοινοῦ δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτε νεῖς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; πῶς δὲ τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσοῦτο διὰ τῶν τοῦ θυμοῦ λόγων ἐκχέαντι παράνομον αἷμα; ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν καὶ δέχου τὸν δεσμόν, ᾧ ὁ θεὸς ὁ τῶν ὅλων δεσπότης ἄνωθεν γίγνεται σύμψηφος·
With what eyes, then, will you look upon the temple of our common Lord? With what feet will you tread that holy pavement? How will you stretch out hands still dripping with the blood of unjust murder? How with such hands will you receive the all-holy Body of the Lord? How will you bring to your mouth the precious Blood, you who through the words of your wrath poured out so much unlawful blood? Depart, therefore, and do not attempt to increase your former transgression by a second one, but accept the bond, to which God, the Lord of all, gives His concurring vote from above.
那麼,你將用怎樣的眼睛看那共同主宰的聖殿呢?你將用怎樣的腳踏上那神聖的地面呢?你將如何伸出那仍滴著不義兇殺之血的雙手呢?你將如何用這樣的手接受主至聖的身體呢?你這藉著忿怒的言語傾流了如此多不法之血的人,將如何用口領受那寶血呢?你且退去吧,不要企圖以第二次的過犯來加增從前的罪愆,且要領受這捆鎖,因為萬有的主宰神必從上為此投下贊同之票。
1:2803
ἰατρικὸς δὲ οὗτος καὶ πρόξενος ὑγείας. Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς λόγοις (τοῖς γὰρ θείοις λογίοις ἐντεθραμμένος ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα δὲ τῶν βασι λέων ἴδια), στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια
for this is medicinal and a means of procuring health. Yielding to these words, the emperor—for having been nurtured in the divine oracles he knew clearly what belonged to priests and what to kings—returned to the palace groaning and in tears.
這是醫治之法,也是保健的良方。皇帝聽從了這些話——因為他自幼浸潤於神聖的經言,清楚知道祭司當盡的本分與君王當盡的本分有何不同——便一面嘆息流淚,一面回到宮中。
1:2804
χρόνου δὲ συχνοῦ διελθόντος (ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες), κατέλαβεν ἡ τοῦ σωτῆρος ἡμῶν γενέθλιος ἑορτή·
When a considerable time had passed—for eight months went by—the feast of the Nativity of our Savior arrived.
過了相當長的時間(因為八個月已經過去),我們救主的誕辰節期來到了。
1:2805
ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις ὀλοφυρόμενος καθῆστο, τὴν τῶν δακρύων ἀναλίσκων λιβάδα
The emperor sat in the palace lamenting, exhausting a stream of tears.
皇帝坐在宮中哀哭,流淚不止。
1:2806
τοῦτο θεασάμενος Ῥουφῖνος ( μάγιστρος δὲ τηνικαῦτα ἦν καὶ πολλῆς μετεῖχε παρρησίας ἅτε δὴ συνηθέστερος ὤν), προσελθὼν ἤρετο τῶν δακρύων τὸ αἴτιον
Rufinus, seeing this—he was at that time master of the offices and, being on very familiar terms, enjoyed great freedom of speech—approached and asked the cause of his tears.
魯菲努斯(他當時任禁衛大臣,且因與皇帝甚為親近而享有極大的進言之權)見此情形,便上前詢問他流淚的緣故。
1:2807
ὁ δὲ πικρὸν ἀνοιμώξας καὶ σφοδρότερον προχέας τὸ δάκρυον·
He, groaning bitterly and shedding tears yet more violently, said:
皇帝痛苦地哀嘆,淚如泉湧,說道:
1:2808
σὺ μέν, ἔφη, ὦ Ῥουφῖνε, παίζεις·
"You, Rufinus," he said, "are jesting;"
「魯菲努斯啊,」他說,「你是在開玩笑;」
1:2809
τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν
"for you do not perceive my troubles."
「因為你並不了解我的苦楚。」
1:2810
ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμ φοράν, λογιζόμενος ὡς τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἄνετος ὁ θεῖος νεὼς καὶ εἰσίασιν ἀδεῶς καὶ τὸν οἰκεῖον ἀντιβολοῦσι δεσπό την, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀπο κέκλεισται
"But I groan and lament my own misfortune, considering that to servants and beggars the divine temple lies open, and they enter without fear and entreat their own Master, while to me even this is inaccessible, and besides this, heaven itself has been shut against me."
「我嘆息哀悼自己的不幸,想到僕役和乞丐都能自由進入那神聖的殿宇,無所畏懼地進去向他們的主懇求;而對我來說,這殿宇卻是不可踏入的,不僅如此,連天國也已對我關閉了。」
1:2811
μέμνημαι γὰρ τῆς δεσποτικῆς φωνῆς ἣ διαρρήδην φησίν·
"For I remember the Master's voice, which says expressly:"
「因為我記得主明明說過的話:」
1:2812
ὃν ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένος ἐν τοῖς οὐρανοῖς
"'Whatever you bind on earth shall be bound in heaven.'"
「『凡你們在地上所捆綁的,在天上也要捆綁。』」
1:2813
δραμοῦμαι, ἔφη, εἴ σοι δοκεῖ, καὶ τὸν ἀρχιερέα πείσω λιπα ρήσας λῦσαί σοι τὰ δεσμά
"I will run," he said, "if it seems good to you, and by earnest entreaty I will persuade the high priest to loose your bonds."
「若你以為好,」他說,「我就跑去,懇切求大祭司,說服他為你解開這捆鎖。」
1:2814
οὐ πείσεται, ἔφη ὁ βασιλεύς
"He will not be persuaded," said the emperor.
「他不會聽從的,」皇帝說。
1:2815
οἶδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βασι λείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον
"For I know the justice of Ambrose's judgment; he will not, out of deference to the authority of royal power, transgress the divine law."
「因為我知道安波羅修判斷的公正;他絕不會因懼怕皇權的威勢而違背神的律法。」
1:2816
καὶ αὐτὸς δὲ ὑπὸ τῆς ἐλπίδος βουκοληθεὶς ἠκολούθησε μετὰ βραχύ, ταῖς ὑποσχέσεσι τοῦ Ῥουφίνου πιστεύσας
Yet, beguiled by hope, he himself followed shortly after, trusting in Rufinus's promises.
然而,皇帝自己也被這希望所誘惑,不久便隨後前去,信了魯菲努斯的應許。
1:2817
αὐτίκα δὲ τὸν Ῥουφῖνον ἰδὼν ὁ θεῖος Ἀμβρόσιος·
As soon as the divine Ambrose saw Rufinus, he said:
聖安波羅修一見魯菲努斯,便說:
1:2818
τὴν τῶν κυνῶν, ἔφη, ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς
"You emulate, Rufinus," he said, "the shamelessness of dogs."
「魯菲努斯啊,」他說,「你是在效法狗的無恥。」
1:2819
τοσαύτης γὰρ μιαιφονίας γενόμενος σύμ βουλος τὴν αἰδῶ τῶν μετώπων ἀπέξυσας, καὶ οὔτε ἐρυθριᾷς οὔτε δέδιας, τοσοῦτον κατὰ τῆς θείας λυττήσας εἰκόνος
"For having become counselor of such bloodshed, you have scraped the shame from your brow, and neither blush nor fear, though you have raged so violently against the divine image."
「你既成了如此殘暴殺戮之事的謀士,就已把羞恥從你額上刮去,既不臉紅,也不畏懼,竟如此瘋狂地悖逆神聖的形像。」
1:2820
ἐπειδὴ δὲ ὁ Ῥουφῖνος ἠντιβόλει καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος·
But when Rufinus entreated him and said that the emperor was coming, Ambrose the divinely-inspired, inflamed by holy zeal, said:
當魯菲努斯懇求,並說皇帝即將到來時,蒙神聖熱忱所燃燒的聖安波羅修便說:
1:2821
ἐγώ, ἔφη, ὦ Ῥουφῖνε, προλέγω ὡς κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων·
"I, Rufinus," he said, "declare beforehand that I will prevent him from setting foot upon the sacred threshold;"
「魯菲努斯啊,」他說,「我預先聲明,我必阻止他踏上聖殿的門檻;」
1:2822
εἰ δὲ εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι, δέξομαι κἀγὼ μεθ' ἡδονῆς τὴν σφαγήν
"and if he turns his kingship into tyranny, I too will gladly accept slaughter."
「他若把皇權變為暴政,我也甘願喜樂地接受屠殺。」
1:2823
τούτων ὁ Ῥουφῖνος ἀκούσας ἐμήνυσε διά τινος τῷ βασιλεῖ τὸν τοῦ ἀρχιερέως σκοπὸν καὶ μένειν εἴσω τῶν βασιλείων παρῄνεσεν
Having heard this, Rufinus sent word by someone to the emperor of the high priest's resolve, and advised him to remain within the palace.
魯菲努斯聽了這話,便託人將大祭司的決意稟報皇帝,並勸他留在宮內。
1:2824
Ὁ δὲ βασιλεὺς κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών·
But the emperor, learning this while still in the midst of the forum,
皇帝在市集之中聽聞此事後,
1:2825
ἔφη, καὶ τὰς δικαίας δέξομαι παροινίας
he said, "and I will accept the just reproaches as well."
說道:「……我也甘願承受這公正的斥責。」
1:2826
ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών, πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος (ἐν δὲ τῷ ἀσπαστικῷ οἴκῳ οὗτος καθῆστο) ἐλιπάρει λυθῆναί οἱ τὸν δεσμόν
When he reached the sacred precincts, he did not enter the divine temple, but coming to the high priest—who was sitting in the reception hall—he besought him earnestly that his bond be loosed.
他到達聖區之後,並未進入神聖的殿堂,而是來到大祭司面前(大祭司當時正坐在接待廳中),懇切求他為自己解開捆鎖。
1:2827
ὁ δὲ τυραννικὴν ἐκάλει τὴν παρου σίαν, καὶ κατὰ θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε καὶ τοὺς ἐκείνου νόμους πατεῖν
But he called his presence there tyrannical, and said that Theodosius had gone mad against God and was trampling upon His laws.
大祭司卻稱他的到來為僭越之舉,說提阿多西悖逆神而發狂,踐踏了神的律法。
1:2828
οὐ θρασύνομαι, ἔφη, κατὰ τῶν κειμένων νόμων οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι, ἀλλὰ σὲ λῦσαί με τῶν δεσμῶν ἀξιῶ καὶ τὴν τοῦ κοινοῦ δεσπότου φιλανθρωπίαν λογίσασθαι καὶ μὴ κλεῖσαί μοι θύραν ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ δεσπότης ἀνέῳξεν
"I am not being insolent," he said, "against the established laws, nor do I desire unlawfully to overstep the sacred threshold; but I ask you to loose me from my bonds, and to consider the loving-kindness of our common Lord, and not to shut against me the door which the Lord has opened to all who make use of repentance."
「我並非要悖逆現行的律法逞強,」他說,「也不奢求違法踏上聖殿的門檻;我只求你為我解開捆鎖,並顧念我們共同主宰的仁愛,不要向我關閉那扇主向一切悔改之人所敞開的門。」
1:2829
ποίαν οὖν, ἔφη, μεταμέλειαν ἔδειξας μετὰ τοσαύτην παρα νομίαν; ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα; ὁ δὲ βασιλεύς·
"What repentance, then," he said, "have you shown after so great a transgression? With what remedies have you healed wounds so hard to cure?" And the emperor said:
「那麼,」他說,「你犯下如此大罪之後,表現出了怎樣的悔改?你用什麼藥方醫治了這難以治癒的創傷?」皇帝回答說:
1:2830
σὸν ἔργον, ἔφη, τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι προσφερόμενα
"It is your task," he said, "both to prescribe and to compound the remedies; mine, to receive what is administered."
「指明並調配藥方,是你的職責,」他說,「而接受所施的藥,是我的本分。」
1:2831
ἐπειδὴ τῷ θυμῷ, ἔφη, τὸ δικάζειν ἐπιτρέπεις καὶ οὐχ ὁ λογισμὸς τὴν γνῶσιν ἀλλ' ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς ποιοῦντα καὶ περιττάς
"Since," he said, "you entrust judgment to anger, and it is not reason but anger that pronounces the verdict, write a law that renders anger's verdicts void and of no effect,"
「既然,」他說,「你把判斷之權交給了忿怒,不是理智而是忿怒在下判決,那就制定一條律法,使忿怒所作的判決作廢無效,」
1:2832
καὶ τριάκοντα ἡμέρας αἱ φονικαὶ καὶ δημευτι καὶ μενέτωσαν γνώσεις ἐν γράμμασιν, τὴν τοῦ λογισμοῦ προσδε χόμεναι κρίσιν
"and let sentences of death and confiscation remain for thirty days recorded in writing, awaiting the judgment of reason;"
「讓那些處死與抄家的判決,以文字記錄下來,停留三十天,等候理智的裁斷;」
1:2833
διελθουσῶν δὲ τῶνδε τῶν ἡμερῶν, οἱ τὰ ἐγνωσμένα γεγραφότες τὰ προστεταγμένα δεικνύτωσαν
"and when these days have passed, let those who have written down the sentences produce what was ordered;"
「這些日子過去之後,讓記錄判決的人呈報所頒布的命令;」
1:2834
καὶ τηνικαῦτα τοῦ θυμοῦ πεπαυμένου, καθ' ἑαυτὸν δικάζων ὁ λογισμὸς ἐξετάσει τὰ ἐγνωσμένα καὶ ὄψεται εἴτε ἄδικα εἴτε δίκαια εἴη
"and then, when anger has ceased, reason, judging on its own, will examine the sentences and see whether they are unjust or just."
「那時忿怒既已平息,理智將獨自審查這些判決,看它們究竟是不義還是公正。」
1:2835
καὶ εἰ μὲν εὕροι ἄδικα, δῆλον ὅτι διαρρήξει τὰ γεγραμμένα·
"And if it finds them unjust, it will clearly tear up what has been written;"
「若發現是不義的,顯然就要撕毀所寫的;」
1:2836
εἰ δέ γε δίκαια, βεβαιώσει, καὶ ὁ τῶν ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις
"but if they are just, it will confirm them, and the number of days will not damage what has been rightly determined."
「若是公正的,就予以確認,而這些日子的等候也不會損害那正確判定的事。」
1:2837
ταύτην ὁ βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν καὶ ἄριστα ἔχειν ὑπολαβών, εὐθὺς γραφῆναί τε τὸν νόμον ἐκέλευσε καὶ τοῖς τῆς οἰκείας χειρὸς ἐβε βαίωσε γράμμασι·
The emperor, receiving this proposal and judging it excellent, at once commanded the law to be written and confirmed it with the writing of his own hand;
皇帝接受了這個建議,認為極為妥當,便立刻下令將此律法寫成文字,並親手簽署以示確認;
1:2838
τούτου δὲ γενομένου, διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος
and when this had been done, the divine Ambrose released him from his bond.
此事既成,聖安波羅修便解開了他的捆鎖。
1:2839
ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου, καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας καὶ τὸ μέτωπον τύπτων καὶ ταῖς τῶν δακρύων σταγόσι τοὔδαφος καταρραίνων συγγνώμης ἠντι βόλει τυχεῖν
"My soul has cleaved to the pavement; give me life according to Your word"; and plucking his hair with his hands, and beating his forehead, and drenching the ground with drops of tears, he begged to obtain forgiveness.
「我的靈魂緊貼塵埃,求你照你的話使我甦醒」;他又用雙手拔自己的頭髮,捶打自己的額頭,用淚珠灑濕地面,懇求得蒙赦免。
1:2840
ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη·
When the time came to offer the gifts at the sacred Table, he rose and, with the same tears, entered the sanctuary;
到了該向聖桌獻上禮物的時刻,他便含著同樣的淚水起身,進入聖所之中;
1:2841
προσενεγκὼν δὲ ὥσπερ εἰώθει, ἔνδον παρὰ τὰς κιγκλίδας μεμένηκεν
having made his offering, as was his custom, he remained inside near the chancel rails.
他照著慣例獻上禮物後,便留在聖所內、欄杆旁邊。
1:2842
ἀλλὰ πάλιν ὁ μέγας Ἀμβρόσιος οὐκ ἐσίγησεν, ἀλλ' ἐξεπαί δευσε τὴν τῶν τόπων διαφοράν
But again the great Ambrose did not keep silent, but instructed him in the distinction of the places.
但偉大的安波羅修再次不肯緘默,向他指明了各處地方的區別。
1:2843
καὶ πρῶτον μὲν ἤρετο εἴ τινος δέοιτο·
And first he asked whether he needed anything;
他先問他是否還需要什麼;
1:2844
τοῦ δὲ βασιλέως εἰρηκότος ὡς προσμένει τὴν τῶν θείων μυστηρίων μετάληψιν, ἐδήλωσεν ὑπουργῷ τῷ τῶν διακόνων ἡγου μένῳ χρησάμενος ὅτι·
and when the emperor said that he was waiting to partake of the divine mysteries, he made it known, using the head of the deacons as his messenger, that:
皇帝答說他正等候領受神聖的奧秘,安波羅修便藉著他所差遣的執事長,向他表明道:
1:2845
τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά, τοῖς δὲ ἄλλοις ἅπασιν ἄδυτά τε καὶ ἄψαυστα
"The inner sanctuary, O Emperor, is accessible to priests alone; to all others it is forbidden and untouchable."
「陛下,內殿唯獨祭司可以進入,其餘眾人一概不可入內,不可觸摸。」
1:2846
ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως·
"Go out, then, and share the standing-place with the others;"
「所以請出去,與眾人一同站立吧;」
1:2847
ἁλουργὶς γὰρ βασιλέας, οὐχ ἱερέας ποιεῖ
"for the purple makes emperors, not priests."
「因為紫袍造就的是君王,而不是祭司。」
1:2848
χάριν δὲ ὀφείλω, ἔφη, καὶ τῆσδε τῆς ἰατρείας
"I owe thanks," he said, "for this remedy as well."
「我也要為這一劑良藥感謝你,」他說。
1:2849
τοσαύτῃ καὶ τηλι καύτῃ καὶ ὁ ἀρχιερεὺς καὶ ὁ βασιλεὺς διέλαμπον ἀρετῇ·
With such and so great virtue did both the high priest and the emperor shine forth;
大祭司與皇帝二人,皆以如此宏大的美德閃耀光輝;
1:2850
ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι, τοῦ μὲν τὴν παρρησίαν, τοῦ δὲ τὴν εὐπείθειαν, καὶ τοῦ μὲν τὴν τοῦ ζήλου θερμότητα, τοῦ δὲ τὴν τῆς πίστεως καθαρότητα
for I myself admire both of them—the one for his boldness of speech, the other for his obedience; the one for the fervor of his zeal, the other for the purity of his faith.
對這兩人我都甚為欽佩:一位坦率直言,一位順服受教;一位有熱忱的火熱,一位有信仰的純潔。
1:2851
Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν διετήρησεν
The bounds of piety, moreover, which he had learned from the great high priest, he preserved even after returning to Constantinople.
他從這位偉大的大祭司所學得的敬虔規範,即使回到君士坦丁堡之後,仍謹守不渝。
1:2852
ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεών, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθε·
For when a holy feast again brought him to the divine temple, having offered his gifts at the sacred Table, he immediately went out;
因為有一次聖節再度引他進入神聖的殿宇,他在聖桌上獻上禮物後,隨即便退了出去;
1:2853
τοῦ δὲ τῆς ἐκ κλησίας προέδρου (Νεκτάριος δὲ τηνικαῦτα ἦν) δεδηλωκότος·
and when the bishop of the church—Nectarius was at that time bishop—remarked to him:
當時教會的主教(那時是聶克大留)向他表示:
1:2854
τί δή ποτε μὴ μεμένηκας ἔνδον; δυσχεράνας·
"Why have you not remained within?"—he, displeased, said:
「你為何不留在裡面呢?」他有些不悅,說道:
1:2855
μόγις, ἔφη, βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφοράν, μόγις γὰρ εὗρον ἀληθείας διδάσκαλον
"With difficulty," he said, "I was taught the difference between emperor and priest; with difficulty did I find a teacher of the truth."
「我好不容易,」他說,「才學到了君王與祭司的分別;我好不容易才找到一位真理的導師。」
1:2856
Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον
"For I know Ambrose alone to be worthily called a bishop."
「因為我知道,唯有安波羅修才配稱作主教。」
1:2857
τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος
So greatly does reproof profit when it is offered by a man resplendent in virtue.
由一位美德光輝照人的人所發出的責備,竟能帶來如此大的益處。
1:2858
Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὠφελείας ὁ βασιλεύς
The emperor had also another source of benefit.
皇帝還有另一個得益的機緣。
1:2859
ἡ γὰρ τοῦ γάμου τὸν ζυγὸν σὺν αὐτῷ δεξαμένη τῶν θείων αὐτὸν συνεχῶς ἀνεμίμνησκε νόμων, ἑαυτὴν τούτους πρῶτον ἀκριβῶς ἐκπαιδεύσασα
For she who had shared with him the yoke of marriage constantly reminded him of the divine laws, having first thoroughly instructed herself in them.
因為與他一同承受婚姻之軛的那位,不斷提醒他神聖的律法,自己先精確地熟習了這些律法。
1:2860
οὐ γὰρ ἐπῆρεν αὐτὴν τῆς βασιλείας ἡ δυναστεία, ἀλλὰ τὸν θεῖον πλέον ἐπύρσευσε πόθον·
For the power of her royal rank did not puff her up; rather, it kindled all the more her divine longing;
皇權的威勢並未使她驕矜自滿,反而更加點燃了她對神的渴慕;
1:2861
τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον
for the greatness of the benefit wrought in her a greater love for her Benefactor.
因為所蒙恩惠愈大,她對施恩者所懷的愛慕之情就愈深。
1:2862
αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων καὶ ἅπαντα τὰ μέλη λελωβημένων παντοδαπὴν ἐποι εῖτο φροντίδα, οὐκ οἰκέταις οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ' αὐτουργὸς γιγνομένη καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνου μένη καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα
At once, then, she took every kind of care for those maimed in body and disfigured in all their limbs, employing neither servants nor guardsmen as her attendants, but doing the work herself, going to their lodgings and supplying to each what he needed.
於是,她對那些肢體殘缺、四肢傷殘之人,無微不至地加以照料,不藉僕役或侍衛之手辦理,而是親自動手,親往他們的住處,供給每人所需。
1:2863
οὕτω καὶ τῶν ἐκκλησιῶν τοὺς ξενῶνας περινοστοῦσα τοὺς κλινοπετεῖς δι' ἑαυτῆς ἐνοσήλευεν, αὐτὴ καὶ χύτρας ἁπτομένη καὶ ζωμοῦ γευομένη καὶ τρύβλιον προσφέ ρουσα καὶ ἄρτον κλῶσα καὶ ψωμοὺς ὀρέγουσα καὶ κύλικα ἀποκλύ ζουσα καὶ τὰ ἄλλα πάντα ἐργαζομένη ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται
Thus also, going about the hospices of the churches, she herself tended those confined to their beds, handling the cooking-pots herself, tasting the broth, offering the bowl, breaking the bread, holding out the morsels, rinsing the cup, and doing all the other tasks that are held to be the work of servants and maids.
她也如此巡行教會的旅舍,親自看護臥病在床的人,親手掌廚、親口嚐湯,親自端上碗碟、擘開麵包、遞上餅屑、洗滌杯子,做一切被視為僕婢所當作的事。
1:2864
καὶ τοῖς τὴν αὐτουργίαν ἐπέχειν πειρωμένοις ἐπέ λεγεν ὡς·
And to those who tried to restrain her from doing the work herself she would say:
對那些試圖阻止她親自動手的人,她總是說:
1:2865
τὸ μὲν χρυσίον διανέμειν τῇ βασιλείᾳ προσήκει, ἐγὼ δὲ ὑπὲρ αὐτῆς γε τῆς βασιλείας τὴν αὐτουργίαν τῷ δεδωκότι προσφέρω
"It befits royalty to distribute gold; but I, on behalf of royalty itself, offer to Him who gave it the work of my own hands."
「分發金錢是皇室所當作的,但我是為了皇室本身,將這親手的勞作獻給那賜予者。」
1:2866
καὶ τῷ δὲ ὁμόζυγι συνεχῶς εἰώθει λέγειν·
And to her husband also she was accustomed constantly to say:
她也常對自己的丈夫這樣說:
1:2867
ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι τί μὲν ἦσθα πάλαι, τί δὲ γέγονας νῦν·
"It befits you, husband, always to consider what you were before and what you have now become;"
「丈夫啊,你當常常思念,從前你是什麼樣子,如今又成了什麼樣子;」
1:2868
ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ' ἣν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως, καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα
"for if you continually keep this in mind, you will not be ungrateful toward your Benefactor, but will govern lawfully the kingdom you have received, and by this you will serve Him who gave it."
「因為你若常存此念,就不會對施恩者忘恩負義,反而會依法治理你所領受的國度,並藉此事奉那賜予你國度的神。」
1:2869
τοιούτοις ἀεὶ κεχρημένη λόγοις οἷόν τινα καλλίστην ἀρδείαν καὶ πρόσ φορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς προσέφερε σπέρμασι
By always using such words, she supplied, as it were, a most excellent and fitting irrigation to the seeds of virtue in her husband.
她常用這樣的言語,如同施予最美好、最適切的灌溉,滋養她丈夫美德的種子。
1:2870
Προτέρα μέντοι τοῦ ὁμόζυγος ἐτελεύτησε·
She died, however, before her husband;
然而,她卻先於丈夫離世;
1:2871
καὶ συνέβη μετὰ χρόνον τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι, ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσεν
And it happened that, some time after her death, such a thing occurred as revealed the emperor's affection for her.
在她逝世後不久,發生了這樣一件事,顯露出皇帝對她的深情。
1:2872
Ὑπὸ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν
Being compelled by frequent wars, the emperor imposed a certain novel tax upon the cities.
皇帝因連年征戰所迫,向各城市徵收一種前所未有的新稅。
1:2873
ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν, ἀλλ' ὁρῶν ὁ δῆμος τοὺς εἰσπραττομένους κρεμαν νυμένους, ἄλλα τε ἔδρασεν ἃ ποιεῖν φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης (τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι) κατήνεγκέ τε καὶ ἐπὶ πολὺ τῆς πόλεως κατέσυρε μέρος
But the city of Antioch could not bear the new tax; rather, the populace, seeing those who were exacted from being hanged, did other things as well, such as a mob is wont to do when it takes occasion for disorder, and pulled down the bronze statue of the most celebrated Placilla (for this was the empress's name) and dragged it through a great part of the city.
安提阿城卻無法忍受這項新稅;百姓見那些被徵稅的人遭到吊死,便如群眾常在藉機生亂時所行的那樣,做出種種暴行,又把備受讚譽的普拉琪拉(這是皇后的名字)的青銅雕像推倒,拖曳穿過城中大半地區。
1:2874
ταῦτα πυθόμενος ὁ βασιλεὺς καὶ χαλεπήνας, ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο προνόμια καὶ τῇ γειτονευούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκε, ταύτῃ μάλιστα νομίζων ἀνιάσειν·
When the emperor learned of this and was angered, as was natural, he stripped the city of its privileges and gave the leading rank to the neighboring city, thinking that by this above all he would grieve it;
皇帝得知此事,理所當然地大為震怒,於是剝奪該城的特權,將首府地位轉授給鄰城,認為這樣做最能使該城感到痛苦;
1:2875
ἐζηλο τύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν
for Laodicea had long envied Antioch.
因為老底嘉城早已嫉妒安提阿城。
1:2876
μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει καὶ καταλύσειν καὶ εἰς κώμην τὸ ἄστυ μετασκευ άσειν
And after this he threatened also to burn it down, to raze it, and to reduce the city to a mere village.
此後他更揚言要焚燒該城、將其夷平,並使這座都城淪為一個村莊。
1:2877
οἱ δέ γε ἄρχοντες καὶ ἀνεῖλόν τινας παρ' αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν
The magistrates, moreover, seized some of the men at the very moment of the outrage and put them to death, before the emperor learned of the tragedy.
當地官長甚至在暴行發生的當下便拘捕若干人並處死,那時皇帝尚未得知這場悲劇。
1:2878
ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μέν, οὐκ ἐγίνετο δέ, τοῦ νόμου κωλύ οντος ὃν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν
All these things the emperor commanded, but they were not carried out, because the law which the great Ambrose had urged to be enacted stood in the way.
皇帝雖下令要行這一切,卻未能實行,因為大安波羅修所勸立的那條法律阻止了他。
1:2879
ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνας κομίζοντες, Ἐλλέβηχός τε στρατηγὸς τηνικαῦτα ὢν καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος (μάγιστρον δὲ οἱ Ῥωμαῖοι καλοῦσι τὸν ταύτην ἔχοντα τὴν ἀρχήν), ἐν δέει μὲν ἦσαν ἅπαντες τὰς ἀπειλὰς πεφρικότες
But when those who bore those threats arrived—Ellebichus, who was then general, and Caesarius, who was in charge of the palace (the Romans call the holder of this office "magister")—all were in dread, terrified at the threats.
當那些傳達威嚇之言的人抵達時——當時的將軍艾勒比庫斯,以及掌管宮廷之職的凱撒里烏斯(羅馬人稱擔任此職者為「總管」)——眾人無不因這些威嚇而戰慄惶恐。
1:2880
παρακλή σεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν
Entreaties were addressed to those men.
有人向那兩位官員提出了懇求。
1:2881
Μακεδόνιος δὲ ὁ θειότατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὤν, ἐν δὲ ταῖς τῶν ὀρέων κορυφαῖς διαιτώμενος καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῷ σωτῆρι τῶν ὅλων καθαρὰς προσ φέρων εὐχάς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβών, ἐν μέσῳ τῷ ἄστει τῆς χλανίδος θατέρου λαβόμενος ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει
But Macedonius, that most godly man, who knew nothing of the affairs of life and was wholly unversed in the divine oracles, but who dwelt upon the mountain peaks offering pure prayers to the Savior of all both night and day, unafraid of the emperor's wrath and taking no thought at all of the authority of those who had been sent, laid hold of the cloak of one of them in the middle of the city and bade both dismount from their horses.
至於那位極其敬虔的馬其頓尼烏斯,他對世俗事務一無所知,對神聖的話語也全然生疏,卻棲居於山巔,日夜向萬有的救主獻上純淨的禱告;他既不畏懼皇帝的震怒,也毫不理會那兩位使者所擁有的權柄,竟在城中央一把抓住其中一人的斗篷,命令二人都從馬上下來。
1:2882
οἱ δὲ μικρὸν γερόντιον εὐτελῆ ῥάκια περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν ἐχαλέπηναν·
They, seeing a small old man clothed in mean rags, were at first angry;
二人見一個披著破舊襤褸衣衫的矮小老者,起初大為惱怒;
1:2883
ἐπειδὴ δέ τινες τῶν ἡγουμένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετήν, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐζήτουν
but when some of the officers made known to them the man's virtue, they leaped down from their horses and, taking hold of his knees, begged forgiveness.
但當一些長官告知他們此人的德行時,二人便跳下馬來,抱住他的雙膝,懇求他的寬恕。
1:2884
Ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς τοιοῖσδε πρὸς αὐτοὺς ἐχρή σατο λόγοις·
And he, filled with divine wisdom, addressed such words as these to them:
他滿有神聖的智慧,便對他們說出如下的話:
1:2885
εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ·
"Say to the emperor, my dear friends:
「諸位朋友,請你們去告訴皇帝:
1:2886
οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος
'You are not only an emperor, but also a man.'
『你不僅是皇帝,也是一個人。』
1:2887
μὴ τοίνυν μόνην ὅρα τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου·
'Do not, then, regard your sovereignty alone, but take your nature also into account;'
『所以你不要只看見自己的王權,也要思量自己的本性;』
1:2888
ἄνθρωπος γὰρ ὢν ὁμοφυῶν βασιλεύεις·
'for being a man, you reign over those of the same nature as yourself;'
『因為你身為人,所統治的乃是與你同性的人;』
1:2889
κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις
'and human nature has been fashioned according to the divine image and likeness.'
『而人的本性乃是按照神的形像與樣式所造的。』
1:2890
μὴ τοίνυν ὠμῶς οὕτω καὶ ἀπηνῶς τοῦ θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς·
'Do not, then, so cruelly and savagely command the image of God to be slaughtered;'
『所以你不要如此殘忍冷酷地下令屠殺神的形像;』
1:2891
παροξύνεις γὰρ τὸν δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα
'for by punishing his image you provoke the Creator.'
『因為你若懲罰祂的形像,就是激怒了那造物主。』
1:2892
σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς·
'Consider that you yourself, being vexed on account of a bronze image, are doing these things;'
『你想想看:你自己正是因為一尊銅像而動怒,才做出這樣的事;』
1:2893
ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογική, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι
'and how much the ensouled, living, and rational differs from the inanimate is plain to all who possess reason.'
『而有生命、活著且有理性的存在,與無生命之物有何等的差別,凡有理智的人都清楚明白。』
1:2894
πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκό νος πολλὰς δημιουργῆσαι χαλκᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα. Ταῦτα ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα
'Besides this, let him also consider that it is easy for us to fashion many bronze images in place of the one, but for him it is altogether impossible to create even a single hair of those who have been put to death.' Having heard these things, those admirable men conveyed what had been said to the emperor and quenched the flame of his wrath.
『再者,請他也想一想:我們要造出許多青銅像來代替那一尊,是輕而易舉的事;但要為那些被殺之人重造哪怕一根頭髮,對他而言卻是完全不可能的。』那兩位可敬的人聽了這些話,便將這番話轉呈給皇帝,平息了他心中怒火的烈焰。
1:2895
καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε καὶ τῆς ὀργῆς τὴν αἰτίαν ἐδήλωσεν
And instead of those threats he wrote an apology, and disclosed the cause of his anger.
於是他不再發出那些威嚇之言,反而寫了一封辯白書,說明自己動怒的緣由。
1:2896
οὐκ ἔδει γάρ, ἔφη, ἐμοῦ πλημμελήσαντος, γυ ναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν, κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλί σαι
"It was not fitting," he said, "that, when I was the one who had erred, a woman most worthy of all praise should after her death suffer such outrageous insult; rather, those who were indignant ought to have armed their fury against me."
他說:『我犯了過失,一位配得一切讚譽的婦人,在她死後卻遭受如此的凌辱,這實在不應該;那些憤慨之人本應將怒火指向我才對。』
1:2897
προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται, τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών
He added, moreover, that he was distressed and grieved to learn that some had been put to death by the magistrates.
他又補充說,他得知有人被官長處死,感到憂傷苦惱。
1:2898
ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὃν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄνεσεν
I have related these things both because I did not think it right to consign to oblivion the boldness of that most celebrated monk, and to show how beneficial was that law which the great Ambrose urged to be written.
我之所以詳述這些事,是因為我認為不應將那位備受讚譽的隱修士的直言無隱付諸遺忘,也是為了顯明大安波羅修所勸令頒訂的那條法律是何等有益。
1:2899
Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυ θῆναι κελεύων
The most faithful emperor now turned his zeal against the error of the Greeks, and enacted laws commanding that the precincts of the idols be destroyed.
這位極其虔誠的皇帝隨後將他的熱忱轉向對抗希臘人的謬妄,頒布法律,下令拆毀偶像的廟宇。
1:2900
Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας καὶ τὴν οἰκου μένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευσε, τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν ἀλλ' ἀβάτους εἶναι προσέταξε
For Constantine the Great, who is worthy of all praise, was the first to adorn the empire with piety; seeing that the inhabited world was still in a state of frenzy, he forbade altogether the offering of sacrifice to demons, but did not destroy their temples, rather he ordered them to be closed off from entry.
原來大君士坦丁——他配得一切的讚譽——是第一位以敬虔裝飾帝國的君王;他見天下仍陷於瘋狂之中,便完全禁止向鬼魔獻祭,卻並未拆毀那些神廟,只下令將其封閉,禁止進入。
1:2901
καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκο λούθησαν ἴχνεσιν
And indeed his sons also followed in their father's footsteps.
而他的兒子們也確實承襲了父親的足跡。
1:2902
Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα
But Julian revived impiety and rekindled the flame of the old deception.
然而尤利安卻使不敬虔之風死灰復燃,重新點燃了古老欺妄的烈焰。
1:2903
Ἰοβιανὸς δὲ τὴν βασιλείαν πα ραλαβὼν πάλιν τὴν τῶν εἰδώλων ἐκώλυσε θεραπείαν
But Jovian, on taking over the empire, once again forbade the worship of idols.
約維安接掌帝位之後,再次禁止對偶像的敬拜。
1:2904
καὶ Βαλεν τινιανὸς δὲ ὁ μέγας τοιοῖσδε κεχρημένος νόμοις ἴθυνε τὴν Εὐρώπην
And Valentinian the Great also, employing such laws, governed Europe.
大瓦倫提尼安同樣也運用這樣的法律,治理著歐洲。
1:2905
ὁ δὲ Βάλης πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλονται καὶ τὰ θρησκευόμενα θεραπεύειν, μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων
But Valens allowed all others to worship as they wished and to serve the objects of their worship, while he continued to wage war only against those who championed the apostolic doctrines.
至於瓦倫斯,則容許其餘眾人隨己意敬拜,並事奉他們所敬拜的對象,唯獨對那些捍衛使徒教義的人始終不斷地加以攻擊。
1:2906
πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν·
Throughout the whole time of his reign, then, the fire upon the altars was kept burning, libations and sacrifices were offered to the idols, and public feasts were held in the marketplace;
因此,在他統治的整段時期,祭壇上的火始終燃燒不熄,人們向偶像獻上奠祭與犧牲,並在市集中舉行公眾的宴會;
1:2907
ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς πρόρ ριζά τε ἀνέσπασε καὶ λήθῃ παρέδωκε
all these things, when the most faithful emperor Theodosius found them, he tore up by the roots and consigned to oblivion.
這一切,極其虔誠的皇帝狄奧多西發現後,便將它們連根拔除,付諸遺忘。
1:2908
Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα ἄριστος, ὅπλῳ τῷ νόμῳ χρησάμενος, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν θεὸν παρρησίᾳ μᾶλλον ἢ τῇ πο λυχειρίᾳ χρησάμενος
First among the other bishops, Marcellus, excellent in every respect, using the law as his weapon, destroyed the shrines of the city entrusted to him, relying more on his boldness toward God than on numbers of hands.
在眾主教之中,那位在各方面都最優秀的馬爾伽路是第一位以法律為武器,拆毀他所受託治理之城中神廟的人;他所依憑的,與其說是眾多人手,不如說是他在神面前的坦然無懼。
1:2909
ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώ τατον
And I will relate this too, as being most worthy of remembrance.
我也要述說這件事,因為它極值得被人記念。
1:2910
ἐκεχειροτόνητο δὲ ἀντ' ἐκείνου Μάρκελλος ὁ θεῖος, ζέων τῷ πνεύματι κατὰ τὴν τοῦ ἀποστόλου νομοθεσίαν
Marcellus, that godly man, had been ordained in his place, being fervent in spirit according to the apostle's precept.
那位敬虔的馬爾伽路已被按立接替他的職位,正如使徒的教訓所言,他心中充滿聖靈的火熱。
1:2911
ἀφίκετο δὲ εἰς τὴν Ἀπάμειαν τῆς Ἑῴας ὁ ὕπαρχος, δύο χιλιάρχους σὺν τοῖς ὑπηκόοις λαβών
The prefect came to Apamea of the East, taking with him two tribunes together with the troops under their command.
當時省長來到東方的阿帕米亞城,隨行的有兩位千夫長及其麾下的部眾。
1:2912
καὶ τὸ μὲν πλῆθος διὰ τὸ τῶν στρατιω τῶν ἡσύχασε δέος
And the multitude kept quiet on account of their fear of the soldiers.
民眾因懼怕士兵而保持安靜。
1:2913
μέγιστοί τε γὰρ ἦσαν καὶ ἀλλήλοις ἄγαν συνηρμοσμένοι καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι
for they were exceedingly large and very closely fitted to one another, and indeed also fastened together with iron and lead.
因為它們(那些柱子)極為龐大,彼此緊密相接,甚至還用鐵與鉛加以固定。
1:2914
ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν ὁ θεῖος Μάρκελλος ἰδών, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει
Seeing this cowardice on the part of the prefect, the godly Marcellus sent him on ahead to the other cities, while he himself entreated God to grant a way for the destruction.
敬虔的馬爾伽路見到省長如此怯懦,便先打發他前往其他城市,自己則懇求神為拆毀之事開闢一條出路。
1:2915
Ἧκεν οὖν τις αὐτόματος ἕωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ' ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος
Then, of his own accord, there came at dawn a certain man who was neither a builder nor a stonecutter nor skilled in any other craft, but was accustomed only to carry stones and timber upon his shoulders.
於是清晨自動來了一個人,他既不是建築工,也不是石匠,也不懂任何其他技藝,只是習慣用肩膀搬運石頭與木材。
1:2916
οὗτος προσελθὼν ὑπέσχετο ῥᾷστα τὸν νεὼν καταλύσειν, δυοῖν δὲ τεχνίταιν ἀπῄτει μισθόν
This man came forward and promised that he would very easily bring down the temple, and he asked for the wages of two craftsmen.
此人前來,應許他能極其輕易地拆毀那座神廟,卻只要求兩名工匠的工錢。
1:2917
ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν ὁ θεῖος ἀρχιερεύς, τοιόνδε τι ὁ ἀνὴρ ἐκεῖνος ἐμη χανήσατο
And when the godly bishop promised to give him this, the man devised the following scheme.
當那位敬虔的主教應許給他這筆工錢後,那人便設計出如下的方法。
1:2918
στοὰν ἐκ τῶν τεττάρων πλευρῶν ὁ νεὼς εἶχεν ἐφ' ὕψους κείμενος αὐτῷ συνηρμοσμένην·
The temple, standing on a height, had a colonnade fitted to it on all four sides;
那座神廟坐落於高處,四面皆附有與之相連的柱廊;
1:2919
οἱ δὲ κίονες μέγιστοί τε ἦσαν καὶ ἰσόμετροι τῷ νεῷ, ἑκάστου δὲ ὁ κύκλος ἑξκαίδεκα πήχεων ἦν
the columns were exceedingly large and equal in height to the temple itself, and the circumference of each was sixteen cubits.
柱子極為巨大,其高度與神廟本身相等,每根柱子的周長為十六肘。
1:2920
ἡ δὲ τοῦ λίθου φύσις στερροτάτη τις ἦν καὶ οὐ ῥᾳδίως τοῖς τῶν λιθο τόμων ὀργάνοις ὑπείκουσα
The nature of the stone was extremely hard, and did not readily yield to the tools of the stonecutters.
這種石材的性質極為堅硬,不易屈服於石匠的工具。
1:2921
τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος καὶ ξύλοις ἐλαΐνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ' ἕτερον αὖθις μετέβαινεν
Digging around the base of each of these in a circle and propping up what lay above with olive-wood beams, he would then move on to the next.
他繞著每根柱子的底部挖掘一圈,用橄欖木支撐住上方的部分,接著再轉向另一根。
1:2922
οὕτω δὲ τρεῖς τῶν κιόνων ὀρύξας τὴν φλόγα τοῖς ξύλοις προσήνεγκεν
Having thus dug out three of the columns, he applied fire to the wooden props.
這樣挖空三根柱子之後,他便對那些木頭點起了火。
1:2923
ἀλλ' οὐκ εἴα κατὰ φύσιν ὑπὸ τοῦ πυρὸς τὰ ξύλα δαπανᾶσθαι δαίμων τις μέλας φαινόμενος καὶ κωλύων τῆς φλογὸς τὴν ἐνέργειαν
But a certain black demon, appearing there, would not allow the wood to be consumed by the fire as its nature required, hindering the action of the flame.
但有一個顯現出黑色形貌的鬼魔,卻不容那些木頭按其本性被火焚燒,阻礙了火焰的作用。
1:2924
ἐπειδὴ δὲ πολλάκις τοῦτο δράσαντες ἀνόνητον ἑώρων τὴν μηχανήν, ἐμήνυσαν τοῦτο τῷ ποιμένι μετὰ τὴν μεσημ βρίαν καθεύδοντι
And when, after doing this many times, they saw that the device was proving fruitless, they reported it to the shepherd, who was sleeping after midday.
他們多次這樣嘗試之後,見這個方法始終無效,便將此事稟報給正在午睡的牧者。
1:2925
Ὁ δὲ παραυτίκα εἰς τὸν θεῖον δραμὼν νεὼν καὶ εἰς ἄγγος ὕδωρ κομισθῆναι προστάξας, ἔθηκε μὲν τὸ ὕδωρ ὑπὸ τὸ θεῖον θυσιαστή ριον, αὐτὸς δὲ εἰς τὸ ἔδαφος τὸ μέτωπον θεὶς τὸν φιλάνθρωπον ἠντιβόλει δεσπότην μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ τυραννίδι τοῦ δαί μονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης
He at once ran to the divine church, and, having ordered water to be brought in a vessel, placed the water beneath the holy altar; then, placing his forehead on the ground, he entreated the loving Master not to yield any longer to the tyranny of the demon, but to expose that spirit's weakness and to display his own power, lest this become for the unbelievers an occasion of even greater harm.
他立刻跑向聖堂,吩咐人取水盛於器皿之中,將水放置在聖壇下面,自己則俯首至地,懇求那滿有慈愛的主,不要再讓那鬼魔的暴虐得逞,反要顯露那魔鬼的軟弱,彰顯祂自己的大能,免得因此成為不信之人加深毀謗的藉口。
1:2926
ταῦτα εἰπὼν καὶ ὅσα τούτοις παρόμοια καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκοίτιόν τινα διακονίας ἠξιω μένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε καὶ διὰ τάχους δραμεῖν καὶ μετὰ πίστεως διαρρᾶναι καὶ τὴν φλόγα προσενεγκεῖν
Having said these things and others like them, and having marked the water with the sign of the cross, he ordered a certain Aequitius, who had been deemed worthy of the office of deacon and was fortified with faith and zeal, to take the water, run quickly, sprinkle it in faith, and then apply the flame.
說完這些以及與之相似的話後,他在水上劃了十字的記號,便吩咐一位名叫厄奎提烏斯的人——此人蒙選擔任執事之職,且充滿信心與熱誠——取那水快步跑去,憑著信心灑水,然後點起火來。
1:2927
οὕτω τούτου γενομένου, ἀπέδρα μὲν ὁ δαίμων οὐκ ἐνεγκὼν τὴν τοῦ ὕδατος προσβολήν, τὸ δὲ πῦρ, ὡς ἐλαίῳ τῷ ἀντι πάλῳ χρησάμενον ὕδατι, ἐπελάβετό τε τῶν ξύλων καὶ ταῦτα ἐν ἀκαρεῖ κατανάλωσεν
When this had been done, the demon fled, unable to endure the assault of the water, and the fire, as though the water—its natural adversary—had served it as oil, seized upon the wood and consumed it in an instant.
事情這樣成就之後,那鬼魔無法忍受水的攻擊便逃走了,而那火——彷彿水這原本與它相剋之物竟成了助燃的油一般——立刻竄上木頭,霎時將其焚盡。
1:2928
οἱ δὲ κίονες, φρούδου τοῦ ἐρείδοντος γενομένου, αὐτοί τε κατέπεσον καὶ ἄλλους εἵλκυσαν δυοκαίδεκα
And the columns, their support having vanished, themselves fell down and dragged twelve others with them.
那些柱子失去了支撐,本身便倒塌下來,並拖帶了另外十二根柱子一同傾倒。
1:2929
καὶ τοῦ νεὼ δὲ τὸ τοῖς κίοσι συνημμένον κατηνέχθη πλευρὸν ὑπὸ τῆς ἐκείνων βίας συνελκυσθέν
And the side of the temple that was joined to the columns was also brought down, dragged along by their force.
神廟中與那些柱子相連的一側,也因它們崩塌之勢而一同被拖垮傾倒。
1:2930
ὁ δὲ κτύπος εἰς ἅπαν τὸ ἄστυ διαδραμὼν ( πολὺς γὰρ ἦν) πάντας εἰς θέαν συνήγειρεν
The crash—for it was tremendous—ran through the whole city and gathered everyone to see the sight.
那轟然巨響傳遍全城(因為聲勢浩大),將眾人都聚集起來觀看這奇景。
1:2931
ἐπειδὴ δὲ καὶ τοῦ ἀντιπάλου δαίμονος ἔμαθον τὴν φυγήν, εἰς ὑμνῳδίαν τοῦ θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησαν
And when they also learned of the flight of the hostile demon, they moved their tongues to hymn the God of all.
當眾人又得知那敵對的鬼魔已然逃遁時,便齊聲開口,歌頌萬有之神。
1:2932
οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς
In this way that godly bishop destroyed the other shrines as well.
那位敬虔的主教便以此方式,也一一拆毀了其餘的神廟。
1:2933
Πολλὰ δὲ καὶ ἄλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων ( καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι καὶ ἀντιγράφων ἐτύγχανε καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνε δήσατο στέφανον), ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μη κύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ
Although I have many other and highly admirable stories to tell concerning this man (for he used to write letters to the victorious martyrs and would receive replies, and in the end he himself too was crowned with the martyrs' wreath), I shrink from narrating them now, lest by too great prolixity I weary those who are to peruse this history.
關於此人,我還有許多其他極其令人讚嘆的事蹟可述(因為他曾致書那些得勝的殉道者,並且果真收到回信;而他本人最終也戴上了殉道者的冠冕),但我在此暫且不再詳述這些,免得因過於冗長而使將要閱讀本書的人感到厭倦。
1:2934
ἐφ' ἑτέραν τοίνυν διήγησιν τρέψομαι
I shall therefore turn to another narrative.
因此,我要轉而敘述另一件事。
1:2935
Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλητον ὁ θαυμάσιος διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας καὶ ἀνδρεῖος τὸ φρόνημα
That much-celebrated Athanasius was succeeded by the admirable Peter, Peter by Timothy, and Timothy by Theophilus, a man shrewd in mind and manly in spirit.
那位聲名遠播的亞他那修之後,由令人敬佩的彼得繼任,彼得之後是提摩太,提摩太之後則是提阿非羅,此人心思縝密,志氣剛毅。
1:2936
οὗτος τὴν Ἀλεξάνδρου πόλιν τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης
This man freed the city of Alexander from the error of idolatry.
此人使亞歷山大城從偶像崇拜的謬妄中得以解放。
1:2937
οὐ γὰρ μόνον ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα
For he not only tore up the shrines of the idols from their foundations, but also exposed to those who had been deceived the devices of the priests who had deceived them.
因為他不僅將偶像的廟宇連根拔起,還向那些受欺騙的人揭露了行騙祭司們所用的種種詭計。
1:2938
ξόανα καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα, πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν
Fitting the backs of the idols' images against the walls, they left certain hidden channels in the walls.
他們把偶像雕像的背部緊貼牆壁安放,並在牆內留下一些隱蔽的孔道。
1:2939
εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες καὶ εἴσω τῶν ξοάνων γιγνόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον·
Then, ascending through the inner sanctuaries and getting inside the images, they issued through them whatever commands they wished;
然後他們從至聖所內攀爬而上,進入雕像內部,藉此發出他們想要的任何指令;
1:2940
φενακι ζόμενοι δὲ οἱ ἐπαΐοντες ἔδρων τὸ κελευόμενον
and those who heard, being thus deceived, did what was commanded.
而那些聽見的人,就這樣受了欺騙,遵行所吩咐的事。
1:2941
ταῦτα ὁ σοφώτατος καταλύων ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις
These things the most wise bishop, as he demolished them, exposed to view for the deceived populace.
這位最有智慧的主教在拆毀這些神廟時,將這些情形展示給受欺騙的民眾看。
1:2942
Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβάς (τῶν δὲ πανταχοῦ γῆς καθὰ φασί τινες μέγιστός τε οὗτος καὶ κάλλιστος), εἶδε τὸ ξόανον παμμέγεθες καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον
Going up into the temple of Serapis (which, as some say, was of all such temples throughout the world the greatest and most beautiful), he saw the wooden cult-image, of vast size, terrifying the onlookers by its magnitude.
他登上塞拉皮斯神廟(據某些人說,這座神廟乃全地所有此類神廟中最大且最華美的),看見那尊木製神像,體積極其龐大,以其巨大使觀者驚駭。
1:2943
πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλός, ὡς εἴ τις τούτῳ πελάσοι, κλονη θήσεται μὲν ἡ γῆ, πανωλεθρία δὲ ἅπαντας καταλήψεται
In addition to its size, a deceitful legend also prevailed, that if anyone drew near it, the earth would be shaken and utter destruction would overtake all.
除了體積龐大之外,還流傳著一個騙人的傳說:若有人靠近它,大地將為之震動,眾人皆將遭遇徹底的滅亡。
1:2944
ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἶναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν
But he judged these tales to be nothing but the nonsense of drunken old women, and, scorning its size as that of a mere lifeless object, he ordered a man with an axe to strike Serapis boldly.
但他認定這些傳言不過是醉酒老婦的胡言亂語,並且蔑視其龐大身軀,視之為毫無生命之物,於是命令一名持斧之人大膽地砍擊塞拉皮斯像。
1:2945
ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἅπαντες τὸ θρυλούμενον δείσαντες·
When the man struck, everyone cried out, fearing what had been rumored.
那人一擊之下,眾人皆因懼怕那傳言中所說之事而驚呼起來。
1:2946
ὁ δὲ Σάραπις δεξάμενος τὴν πληγὴν οὔτε ἤλγησε (ξύλινος γὰρ ἦν), οὔτε φωνὴν ἀφῆκεν, ἄψυχος ὤν
But Serapis, having received the blow, felt no pain—for he was made of wood—nor did he utter any sound, being without life.
然而塞拉皮斯承受這一擊,既不感疼痛(因為他是木製的),也未發出任何聲音,因為他本無生命。
1:2947
ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μύες ἀγεληδὸν ἐξέδραμον ἔν δοθεν·
But when his head was cut off, mice ran out from within in swarms.
然而當它的頭被砍下時,成群的老鼠從裡面竄了出來。
1:2948
μυῶν γὰρ οἰκητήριον ἦν ὁ Αἰγυπτίων θεός
For the god of the Egyptians was a dwelling-place for mice.
因為這位埃及人的神原來是老鼠的巢穴。
1:2949
εἰς μικρὰ δὲ αὐτὸν διελόντες τὰ μὲν παρέδοσαν τῷ πυρί, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεως ἔσυρον, τῶν προσκυνούντων ὁρώντων καὶ τοῦ παρ' αὐτῶν προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων
Having cut it into small pieces, they consigned some to the fire, but dragged the head through the whole city, while its former worshippers looked on and mocked the weakness of the thing they themselves had worshipped.
他們把神像剁成碎塊,一部分投入火中焚燒,又把頭顱拖行遊街,走遍全城,那些曾經敬拜它的人親眼目睹,並嘲笑他們自己所敬拜之物的軟弱無能。
1:2950
οὕτω δὴ τὰ πανταχοῦ γῆς καὶ θαλάττης τῶν δαιμόνων κατελύθη τεμένη
Thus, then, the shrines of the demons throughout the whole earth and sea were destroyed.
就這樣,遍及天下陸地與海洋的鬼魔廟宇都被拆毀了。
1:2951
ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς ἐκκλησίας ἡγεμονίαν λαβεῖν, ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορός, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν·
For Paulinus desired to assume the leadership of the church, but the company of the clergy opposed him, saying that it was not right that one who had not accepted Meletius's counsels during his life should, after his death, take his throne.
保利努斯本欲接掌教會的領導權,但眾祭司群起反對,他們說:此人生前既不接受梅勒提烏斯的勸告,如今在梅勒提烏斯去世之後,便不應接續他的寶座。
1:2952
ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις καὶ ἐπὶ πλεῖστον ὑπὲρ τῶν προβάτων προκινδυνεύσαντα, προσήκει γενέσθαι ποιμένα
Rather, it was fitting that the one distinguished by many labors, who had for so long braved danger on behalf of the flock, should become shepherd.
反倒是那位因諸多勞苦而顯赫、並長久以來為羊群冒險犯難之人,才適合成為牧者。
1:2953
Τοῦτο καὶ Ῥωμαίοις καὶ Αἰγυπτίοις δυσμένειαν πρὸς τὴν Ἑῴαν μακροτάτην εἰργάσατο·
This produced a very long-lasting hostility, both among the Romans and the Egyptians, toward the East.
這件事在羅馬人與埃及人之中,對東方教會產生了極為長久的仇怨。
1:2954
οὐδὲ γὰρ τῷ Παυλίνου θανάτῳ συγκατελύθη τὸ ἔχθος, ἀλλὰ καὶ μετ' ἐκεῖνον Εὐαγρίου τὸν ἐκείνου παρειληφότος θρόνον διέμειναν τῷ μεγάλῳ Φλαβιανῷ χαλεπαίνοντες, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ τὸν ἐκκλησιαστικὸν προβεβλημένου θεσμόν
For the enmity was not dissolved even with the death of Paulinus; rather, after him, when Evagrius had succeeded to his throne, they continued to be hostile toward the great Flavian—and this even though Evagrius had been advanced contrary to ecclesiastical order.
因為這仇恨並未隨保利努斯之死而消解;相反地,在他死後,當埃瓦格里烏斯繼承其寶座時,他們依然對偉大的弗拉維安懷有敵意——儘管埃瓦格里烏斯的擢升本身就違反了教會的規章。
1:2955
μόνος γὰρ αὐτὸν ὁ Παυλῖνος προὐβάλετο, πολλοὺς κανόνας κατὰ ταὐτὸν παραβάς
For Paulinus alone had put him forward, thereby transgressing many canons at once.
因為唯獨保利努斯一人擢立了他,這樣做同時觸犯了許多教規。
1:2956
οὔτε γὰρ ἀνθ' ἑαυτοῦ τῷ τελευτῶντι χειροτονεῖν ἐπι τρέπουσι, καὶ πάντας συγκαλεῖσθαι τῆς ἐπαρχίας τοὺς ἐπισκόπους κελεύουσι, καὶ αὖ πάλιν δίχα τριῶν ἐπισκόπων ἐπισκόπου χειροτονίαν ἀπαγορεύουσι γίγνεσθαι
For the canons neither permit a dying man to ordain a successor in his own place, but require that all the bishops of the province be summoned together, nor again do they allow the ordination of a bishop to take place without at least three bishops present.
因為教規既不允許臨終者自行按立繼任者,而規定必須召集全省所有主教與會;同時也禁止在少於三位主教在場的情況下按立主教。
1:2957
ἀλλ' ὅμως τούτων οὐδὲν εἰδέναι θελήσαντες τὴν Εὐαγρίου μὲν κοινωνίαν ἠσπάζοντο, κατὰ Φλαβιανοῦ δὲ τὰς βασιλικὰς ἐκίνησαν ἀκοάς
But nevertheless, refusing to take any notice of these things, they embraced communion with Evagrius, and set the imperial ears in motion against Flavian.
然而他們仍舊不願理會這一切,依舊與埃瓦格里烏斯保持共融,並在皇帝耳邊煽動言論指控弗拉維安。
1:2958
Ἐνοχληθεὶς γὰρ πολλάκις ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντι νούπολιν καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν·
For the emperor, being repeatedly importuned, both summoned him to Constantinople and ordered him to proceed to Rome.
皇帝屢次被人纏擾,便把他召到君士坦丁堡,並命令他前往羅馬。
1:2959
ὁ δὲ Φλαβιανὸς χειμῶνά τε εἶναι φήσας καὶ ὑποσχόμενος τοῦ ἀέρος ὑπολάμποντος τὸ προστεταγμένον πληρώσειν ἐπανῆκεν εἰς τὴν πατρίδα
But Flavian, pleading that it was winter, and promising that once the season grew milder he would fulfill the command, returned home.
但弗拉維安以時值冬季為由推辭,並承諾等天氣轉晴時必當遵命而行,隨後便返回了故鄉。
1:2960
τότε Φλαβιανὸς ὁ σοφώτατος τῇ ἀξιεπαίνῳ παρρησίᾳ χρησάμενος ἔφη·
Then Flavian, the most wise, employing a praiseworthy boldness of speech, said:
那時,最富智慧的弗拉維安以值得稱頌的坦率言辭說道:
1:2961
εἰ μὲν τῆς πίστεως, ὦ βασιλεῦ, τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες ἢ τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς καὶ τὴν παρ' ἐκείνων ἐκφερομένην ἀγαπήσω ψῆφον·
"If, O emperor, some accuse my faith of being unsound, or say that my life is unworthy of the priesthood, I will make these very accusers my judges, and I will gladly accept whatever verdict they render.
「陛下啊,若有人控告我的信仰不純正,或說我的品行不配擔任聖職,我願意讓這些控告者本身充當我的審判者,並樂意接受他們所作出的裁決。
1:2962
εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ' ἐκστήσομαι καὶ τῆς προεδρίας ἀφέξο μαι
But if they are contending merely over the throne and the primacy, I will neither go to law nor fight against those who wish to seize it, but will withdraw and relinquish the primacy altogether.
但若他們只是為了寶座和首席地位而爭執,那麼我既不願訴訟,也不願與那些想奪取它的人相爭,我情願退讓,放棄這首席之位。」
1:2963
τοιγάρτοι δὸς ᾧ βούλει τὸν Ἀντιοχέων θρόνον, ὦ βασιλεῦ
"Therefore, O emperor, give the throne of Antioch to whomever you please."
「所以,陛下,安提阿的寶座,您願意賜給誰便賜給誰吧。」
1:2964
ἐγχειρισθεῖσαν ποιμαίνειν ἐκκλησίαν ἐκέλευσε
He commanded him to shepherd the church that had been entrusted to him.
他便命令他繼續牧養那已交託給他的教會。
1:2965
Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥωμαίων ἀφικόμενος πόλιν ὁ βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμεινεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων
When a considerable time had passed, the emperor, arriving in the city of Rome, again had to endure the same accusations from the bishops, namely that he was not putting an end to the tyranny of Flavian.
過了相當長的一段時間後,皇帝抵達羅馬城,又再次忍受主教們同樣的控告,說他未曾終止弗拉維安的僭權統治。
1:2966
ὁ δὲ λέγειν αὐτοὺς ἐκέλευσε τῆς τυραννίδος τὸ εἶδος, αὐτὸς εἶναι Φλαβιανὸς λέγων καὶ ἐκείνου σύνδικος προβεβλῆσθαι
But he bade them state precisely what this \"tyranny\" consisted of, declaring that he himself had, as it were, become Flavian, put forward as his advocate.
皇帝卻命令他們具體說明這「僭權」究竟為何,並宣稱自己儼然已成了弗拉維安本人,儼然被推舉為他的辯護人。
1:2967
ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάζεσθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς ἐκκλησίας συνάψαι καὶ διαλῦσαι τὴν ἔριν καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν·
When they replied that they could not go to law against the emperor, he then exhorted them to unite the churches in concord, to dissolve the strife, and to quench their fruitless contentiousness.
當他們回答說不能與皇帝對簿公堂時,皇帝便進一步勸勉他們讓眾教會重歸和睦,消弭紛爭,撲滅這無益的爭競之心。
1:2968
Παυ λῖνός τε γὰρ ἐτελεύτησε πάλαι καὶ Εὐάγριος οὐκ ἐννόμως προβέβληται, καὶ τῆς Ἑῴας αἱ ἐκκλησίαι τῆς Φλαβιανοῦ προεδρίας ἀντέχονται
"For Paulinus has long since died, and Evagrius was not legitimately advanced, while the churches of the East hold fast to the primacy of Flavian.
「因為保利努斯早已去世,而埃瓦格里烏斯的擢升本不合法,東方眾教會皆堅持擁護弗拉維安的首席地位。
1:2969
πρὸς δὲ τῇ Ἑῴᾳ καὶ τὴν Ἀσιανὴν ἅπασαν καὶ τὴν Ποντικὴν καὶ μέντοι καὶ τὴν Θρᾳκικὴν κοινωνούσας ἔχει καὶ συνημμένας·
Besides the East, he has all of Asia, and Pontus, and even Thrace in communion with him and joined to him.
除東方之外,整個亞細亞、本都,乃至色雷斯也都與他共融聯合。
1:2970
καὶ τὸ Ἰλλυρικὸν δὲ ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων ἡγούμενον
And all Illyricum likewise acknowledges him as leader of the bishops throughout the East."
就連整個伊利里庫姆也都承認他是東方諸主教的領袖。」
1:2971
ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἑσπέρας ἐπίσκοποι καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν καὶ τοὺς πεμφθησο μένους δέξασθαι πρεσβευτάς
Yielding to these exhortations, the bishops of the West promised to abandon their hostility and to receive whatever envoys should be sent to them.
西方眾主教接受了這番勸誡,承諾放棄敵意,並願意接待日後將要派來的使者。
1:2972
Τοῦτο μαθὼν ὁ θεῖος Φλαβιανὸς ἀπέστειλεν εἰς τὴν Ῥώμην καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων·
When the divine Flavian learned of this, he sent to Rome a number of praiseworthy bishops, together with certain presbyters and deacons of Antioch.
神聖的弗拉維安得知此事後,便派遣若干德高望重的主教,以及安提阿的一些長老與執事前往羅馬。
1:2973
ἡγεῖτο δὲ πάντων Ἀκάκιος, ὁ Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως τὴν ἐκκλησίαν ποιμαίνειν λαχών, πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος
At the head of them all was Acacius, who had been allotted the charge of shepherding the church of Beroea, a city in Syria, but whose fame was celebrated throughout the whole world.
領隊的是阿卡奇烏斯,他蒙分派牧養敘利亞境內比里亞城的教會,其聲名卻遠播於天下四方。
1:2974
οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, τὴν μακρὰν καταλύσας δυσμένειαν δι' ἑπτακαίδεκα ἐτῶν, ταῖς ἐκκλη σίαις ἐπρυτάνευσε τὴν εἰρήνην
He, arriving in Rome with the others, put an end to the long-standing enmity of seventeen years' duration, and secured peace for the churches.
他與其他人一同抵達羅馬,終結了那持續長達十七年的宿怨,為眾教會贏得了和平。
1:2975
τοῦτο δὲ γνόντες οἱ Αἰγύπτιοι τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν
When the Egyptians learned of this, they too extinguished their hostility and embraced harmony.
埃及人得知此事後,也同樣熄滅了敵意,欣然接受了這和睦。
1:2976
ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων ἐκκλησίας Ἰννοκέντιος, διαδεξάμενος Ἀναστάσιον,ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος·
At that time the church of Rome was led by Innocent, who had succeeded Anastasius, a man distinguished for keenness of intellect and sound understanding.
當時領導羅馬教會的是依諾增爵,他是亞納大削的繼任者,是一位以敏銳才智與明達見識著稱的人物。
1:2977
τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οὗ καὶ πρόσθεν ἐμνήσθην
And the church of Alexandria was led by Theophilus, whom I have already mentioned earlier.
而領導亞歷山大教會的則是德奧斐羅,此人我在前文已經提及過。
1:2978
τὴν μὲν οὖν τῶν ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς
In this manner, then, the most faithful emperor secured the peace of the churches.
這位最為虔誠的皇帝,便以這樣的方式為眾教會贏得了和平。
1:2979
Πρὸ δὲ τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευ τὴν καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν εἰς τὴν Εὐρώπην ἐστρά τευσε
Now before this peace had come about, upon learning both of the death of Valentinian and the usurpation of Eugenius, he led an expedition into Europe.
然而在這和平尚未達成之前,皇帝得知瓦倫提尼安駕崩以及尤金尼烏斯篡位之事,便率軍出征歐洲。
1:2980
κατ' ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν
At that time there lived in Egypt a certain John, who had embraced the ascetic life.
那時,埃及有一位名叫約翰的人,過著苦修的生活。
1:2981
οὗτος πνευματικῆς μεταλαχὼν χάριτος πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων
Having received a share of spiritual grace, he would foretell to inquirers many things that were to come.
他蒙受了屬靈的恩賜,能向前來求問的人預言許多將要發生的事。
1:2982
πρὸς τοῦτον ὁ φιλόχριστος ἀπέστειλεν βασιλεύς, εἰ πολεμητέον τοῖς τυράν νοις μαθεῖν ἐφιέμενος
To him the Christ-loving emperor sent envoys, desiring to learn whether he should go to war against the usurpers.
這位敬愛基督的皇帝派人前去請教他,希望得知自己是否應當對僭主們用兵。
1:2983
καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναι μωτὶ γενομένην προηγόρευσε νίκην, ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε
Concerning the first battle he foretold a victory won without bloodshed; but concerning the second, he predicted that the emperor would be victorious only after great slaughter.
論及第一場戰役,他預言將不流血而獲勝;但論及第二場戰役,他則預言皇帝必須經歷慘重的殺戮才能取勝。
1:2984
Μετὰ τοιαύτης ἐλπίδος στρατεύσας ὁ βασιλεὺς πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε, πολλοὺς δὲ τῶν ἐπικουρούν των αὐτῷ βαρβάρων ἀπέβαλε
With this hope, the emperor set out on campaign, and in the ensuing engagement shot down many of the enemy, but also lost many of the barbarian allies fighting on his side.
皇帝懷著這樣的盼望出征,在交戰佈陣中射殺了許多敵軍,卻也損失了許多支援他的蠻族盟軍。
1:2985
τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων καὶ ἀνακωχήν τινα δοῦναι τῷ πολέμῳ συμβουλευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν ὁ πιστότατος βασιλεύς
When the generals reported that those arrayed with him were few in number, and advised granting some truce to the war, so that at the start of spring an army might be gathered and the enemy overcome by superior numbers, the most faithful emperor did not accept this proposal.
眾將領稟報說與他並肩作戰的兵力稀少,並建議暫時休戰,待到春天開始時再召集軍隊,以優勢兵力壓倒敵人;但這位最忠信的皇帝並未接受這個提議。
1:2986
οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι·
For he said it was not right to charge the saving Cross with such weakness, while attesting such power to the image of Hercules.
因為他說:不應歸咎於救主十字架有如此的軟弱無力,卻反倒見證海克力斯的偶像具有如此強大的能力。
1:2987
ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιᾶς·
"For the Cross leads this army of ours;
「因為引領我軍的乃是十字架,
1:2988
τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη
while that image leads the army of our adversaries."
而引領敵軍的則是那尊偶像。」
1:2989
τούτων οὕτω πιστῶς εἰρημένων καὶ τῆς ὑπολειφθείσης στρατιᾶς ὀλίγης τε οὔσης καὶ λίαν ἀθυμούσης, εὑρὼν οἰκίσκον εὐκτήριον ἐν τῇ τοῦ ὄρους ἀκρωνυχίᾳ ἐν ᾧ τὸ στρατόπεδον ἦν, πάννυχος διετέλεσε τὸν τῶν ὅλων δεσπότην ἀντιβολῶν
These things having been spoken with such faith, and the remaining army being both small and greatly disheartened, he found a small oratory on the summit of the mountain where the camp was pitched, and there he spent the entire night entreating the Master of all.
說出這番充滿信心的話語後,鑒於殘餘的軍隊人數既少,士氣又極為低落,他在紮營所在的山頂上找到一座小小的祈禱室,並在那裡徹夜懇求萬有的主宰。
1:2990
Περὶ δὲ ἀλεκτρυόνων ᾠδὰς ἐνίκησε μὲν ὁ ὕπνος τὴν γνώμην
But around the time of cockcrow, sleep overcame his resolve.
但到了雞鳴時分,睡意終於戰勝了他的心志。
1:2991
ἐπὶ δὲ τοῦ δαπέδου χοῦ κείμενος ὁρᾶν ἐδόκει δύο τινὰς λευχειμονοῦν τας ἄνδρας ἐφ' ἵππων ὀχουμένους λευκῶν, οἳ θαρρεῖν τε ἐκέλευον καὶ τὸ δέος ἐξελάσαι καὶ ὑπὸ τὴν ἕω καθοπλίσαι καὶ τάξαι τὴν στρατιὰν εἰς παράταξιν·
As he lay on the bare floor, he seemed to see two men clothed in white, mounted on white horses, who bade him take courage, drive out fear, and at dawn arm and marshal the army in battle order.
他躺臥在地板的塵土上,彷彿看見兩位身著白衣的人,騎著白馬,吩咐他要鼓起勇氣,驅除恐懼,並在黎明時分整裝布陣,準備作戰。
1:2992
ἐπίκουροι γὰρ ἔλεγον ἀπεστάλθαι καὶ πρό μαχοι
"For," they said, "we have been sent as helpers and as champions to fight in the front line."
因為他們說,自己是被差遣前來作為助手與前鋒戰士的。
1:2993
καὶ ὁ μὲν Ἰωάννην ἑαυτὸν ἔλεγεν εἶναι τὸν εὐαγγελιστήν, ὁ δὲ Φίλιππον τὸν ἀπόστολον
The one said that he himself was John the Evangelist, and the other, that he was Philip the Apostle.
其中一位說自己就是使徒約翰,另一位則說自己是使徒腓力。
1:2994
ταύτην ἰδὼν τὴν ὄψιν ὁ βασιλεὺς οὐκ ἔληξε τῆς ἱκετείας, ἀλλὰ μετὰ πλείονος ταύτην προθυμίας προσέφερε
Having seen this vision, the emperor did not cease from his supplication, but rather offered it with all the greater eagerness.
皇帝見了這異象之後,並未停止祈求,反而以更加懇切的心情繼續禱告。
1:2995
στρατηγὸς καινόν τι μηνύειν ὑπολαβὼν ἀπήγγειλε ταῦτα τῷ βασιλεῖ
A general, thinking he was reporting something new, related these very things to the emperor.
有一位將軍,以為自己是在稟報一件新奇之事,便將這些情形報告給了皇帝。
1:2996
οὐκ ἐμοῦ ἕνεκα, ἔφη, ταῦτα οὗτος τε θέαται·
"It is not for my sake," he said, "that this man has beheld these things;
皇帝說:「這人所看見的異象,並非為了我的緣故;
1:2997
ἐγὼ γὰρ τοῖς τὴν νίκην ὑπεσχημένοις πεπίστευκα
for I myself have already believed those who promised the victory.
因為我自己早已相信那些應許賜下勝利的人了。
1:2998
ἀλλ' ἵνα μή τις ὑπολάβῃ με ὡς τῆς παρατάξεως ὀριγνώμενον πλάσαι τὴν ὄψιν, καὶ τούτῳ ταῦτα μεμήνυκεν ὁ τῆς ἐμῆς βασιλείας ἐπίκουρος, ἵνα μάρτυς ἀξιόχρεως γένηται τῆς ἐμῆς διηγήσεως·
But rather, so that no one might suppose I had invented the vision out of a longing for battle, the helper of my kingdom has revealed these same things to this man as well, that he might become a credible witness to my account.
但這是為了使人不至於認為,我是出於對戰事的渴望而編造了這異象——因此,那扶助我王權的神也將同樣的事顯明給這人,好使他成為我所述之事可信的見證人。
1:2999
πρώτῳ γὰρ ἐμοὶ ταύ την ὁ κοινὸς δεσπότης τὴν ὄψιν ὑπέδειξεν
For it was to me first that the common Master of all showed this vision."
因為萬有共同的主宰,是先向我顯明這異象的。」
1:3000
ἀποσκευασάμενοι δὴ οὖν τὸ δέος τοῖς προμάχοις καὶ πολεμάρχοις ἑπώμεθα, καὶ μηδεὶς τῷ πλήθει τῶν πολεμούντων σταθμάσθω τὴν νίκην, ἀλλὰ τῶν ἡγου μένων λογιζέσθω ἕκαστος τὴν δύναμιν
"Let us, then, cast off fear and follow our champions and leaders in this war; and let no one measure victory by the number of combatants, but let each reckon rather the power of our leaders."
「所以,讓我們拋開恐懼,跟隨這些戰爭中的前鋒與統帥;不要以參戰人數的多寡來衡量勝負,而應各自思量我們統帥的大能。」
1:3001
ταῦτα καὶ τοῖς στρατιώταις εἰπὼν καὶ ταύτῃ ἅπαντας προθυμίας ἐμπλήσας ἐκ τῆς τοῦ ὄρους κατήγαγε κορυφῆς
Having said these things also to his soldiers, and thereby filling them all with eagerness, he led them down from the summit of the mountain.
皇帝也把這番話告訴了士兵們,如此使眾人皆充滿了鬥志,隨即率領他們自山頂下行。
1:3002
ὁ δὲ τύραννος, πόρρωθεν ἰδὼν τοὺς στρατιώτας πολεμησείοντας, καθώπλισε τὴν στρατιὰν καὶ εἰς παράταξιν ἔταξεν
But the usurper, seeing from afar the soldiers eager for battle, armed his own army and drew it up in battle order.
而那僭主遠遠望見士兵們求戰心切,便命部隊武裝起來,列陣備戰。
1:3003
αὐτὸς δὲ ἐπί τινος γηλόφου μείνας θανατᾶν τε ἔφη τὸν βασιλέα καὶ τῆς παρούσης ἀπαλλαξείοντα βιοτῆς παρατάττεσθαι·
He himself remained on a certain hillock, declaring that the emperor was courting death, and was arraying for battle as one eager to be rid of his present life.
他自己則留在一座小山丘上,聲稱皇帝是在自尋死路,是懷著急欲脫離現世生命的心情前來佈陣的。
1:3004
καὶ τοῖς στρα τηγοῖς ἐκέλευσε ζῶντά οἱ τοῦτον καὶ πεπεδημένον προσαγαγεῖν
And he ordered his generals to bring this man to him alive and in chains.
他又命令自己的將領要將此人活捉並戴上鐐銬帶到他面前。
1:3005
Ἐπειδὴ δὲ αἱ φάλαγγες ἔστησαν, πολλαπλάσιον μὲν ἦν τῶν πολε μίων τὸ πλῆθος, εὐαρίθμητον δὲ κομιδῇ τὸ τῷ βασιλεῖ συντεταγ μένον
When the battle lines had taken their stand, the enemy's forces were many times more numerous, while those arrayed with the emperor were few enough to be easily counted.
兩軍列陣既定,敵軍人數多出許多倍,而與皇帝並肩作戰的部隊卻少得屈指可數。
1:3006
ἀρξαμένων δὲ καὶ τούτων κἀκείνων ἀφιέναι τὰ βέλη, ἔδειξαν ἀληθεῖς τὰς ὑποσχέσεις οἱ πρόμαχοι
But when both sides began to loose their missiles, the champions showed the promises to be true.
然而,正當雙方開始放箭之際,那兩位前鋒便顯明了先前所應許之事真實不虛。
1:3007
πνεῦμα γὰρ βίαιον ἀντιπρόσωπον τῶν πολεμίων φερόμενον τοὺς μὲν ἐκείνων ὀϊστοὺς ἀπέστρεφε καὶ τὰ πελτὰ καὶ τὰ δόρατα καὶ πᾶν βέλος αὐτοῖς ἄχρηστον ἦν, καὶ οὔτε ὁπλίτης οὔτε τοξότης οὔτε πελταστὴς πημαίνειν τὴν τοῦ βασι λέως ἠδύνατο στρατιάν
For a violent wind, blowing straight into the faces of the enemy, turned their arrows back upon them, and their shields and spears and every missile became useless to them; and neither heavy infantry, nor archer, nor light-armed skirmisher was able to inflict any harm on the emperor's army.
因為一陣猛烈的狂風迎面吹向敵軍,將他們的箭矢逆吹回去,連他們的盾牌、長矛與各種武器都因此變得無用;無論是重裝步兵、弓箭手,還是輕裝標槍兵,都無法對皇帝的軍隊造成任何傷害。
1:3008
καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη μύειν τὰ βλέφαρα καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν
Moreover, a vast quantity of dust, driven against their faces, forced them to shut their eyelids and to shield their beleaguered eyes.
此外,大量塵土迎面撲來,逼得他們不得不緊閉雙眼,並極力護衛那受此侵襲的眼睛。
1:3009
οἱ δὲ τοῦ βασιλέως στρατιῶται, λώβην οὐδεμίαν ἐκ τῆς καταιγίδος ἐκείνης δεξάμενοι, θαρραλέως τοὺς πολεμίους κατέκτεινον
But the emperor's soldiers, suffering no harm whatever from that storm, boldly slaughtered the enemy.
反觀皇帝的士兵們,卻絲毫未受那場風暴的傷害,勇猛地屠殺敵軍。
1:3010
οἱ δὲ ταῦτα ὁρῶντες καὶ τὴν θείαν ἐπιγνόντες ἐπικουρίαν, τὰ ὅπλα ῥίψαντες, φειδοῦς παρὰ τοῦ βασιλέως τυχεῖν ἠντιβόλουν
The enemy, seeing this and recognizing the divine assistance, threw down their weapons and begged to obtain mercy from the emperor.
敵軍見此情景,認出這是神聖的援助,便紛紛丟下武器,懇求皇帝饒他們一命。
1:3011
ὁ δὲ καὶ εἶξε καὶ οἴκτου μετέδωκεν, ἀγαγεῖν δὲ αὐτοὺς τὸν τύραννον κατὰ τάχος ἐκέλευσεν
He yielded and showed pity, and ordered them to bring the tyrant quickly.
他心軟了,動了憐憫之心,便下令火速將那篡位者帶來。
1:3012
οἱ δὲ θέοντες ἀνέβησαν εἰς τὸν λόφον οὗ καθήμενος ἐκεῖνος ἠγνόει τὰ δρώμενα
Running, they went up to the hill where he sat, unaware of what was happening.
奔跑的人上了山丘,他正坐在那裡,渾然不知所發生的事。
1:3013
ὁ δὲ πνευστιῶντας ἰδὼν καὶ τῷ ἄσθματι μηνύοντας τὴν σπουδήν, νίκης ἀγγέλους ὑπέλαβε, καὶ ἤρετο εἰ καὶ Θεοδόσιον πεπεδημένον ὡς προσετάχθησαν ἤγαγον
Seeing them panting, and their gasping breath signaling their haste, he supposed them to be messengers of victory, and asked whether they had also brought Theodosius in chains, as they had been ordered.
他見他們氣喘吁吁、上氣不接下氣地顯出急切之狀,便以為他們是報捷的使者,遂問他們是否已遵命將狄奧多西鎖上帶來。
1:3014
οὐκ ἐκεῖνον, ἔφησαν, σοὶ προσάγομεν, ἀλλὰ σὲ πρὸς ἐκεῖνον ἀπάγομεν·
"It is not him," they said, "that we are bringing to you, but you whom we are taking away to him."
他們說:「我們帶來給你的不是他,而是要把你帶到他那裡去。」
1:3015
τοῦτο γὰρ ὁ τοῦ παντὸς προσέταξε πρύτανις
"For this is what the Ruler of all has commanded."
「因為這是統管萬有者所吩咐的。」
1:3016
ταῦτα λέγοντες ἐξανέστησάν τε ἐκ τοῦ δίφρου καὶ τὰ δεσμὰ ἐπιθέντες πε πεδημένον ἀπήγαγον καὶ προσήγαγον δορυάλωτον τὸν πρὸ βραχέως μεγαλαυχούμενον
So saying, they raised him up from his seat, and putting fetters on him led him away in bonds, and brought as a captive of the spear the one who a moment before had been boasting greatly.
他們一邊說,一邊把他從座位上拉起來,加上鐐銬,將他鎖著帶走,把這不久前還在誇口自大的人,如同矛下俘虜一般帶了過去。
1:3017
ὁ δὲ βασιλεὺς τῶν τε εἰς Βαλεντινιανὸν πλημ μεληθέντων ἀνέμνησε καὶ τῆς παρανόμου τυραννίδος καὶ τῶν κατὰ τῆς ἐννόμου βασιλείας πολέμων·
The emperor reminded him of the wrongs committed against Valentinian, of his unlawful usurpation, and of the wars waged against the lawful sovereignty.
皇帝提醒他對瓦倫提尼安所犯下的種種罪過,以及他非法的篡位,還有他對抗合法政權所發動的戰爭。
1:3018
ἐκωμῴδησε δὲ καὶ τὴν Ἡρακλέους εἰκόνα καὶ τὸ μάταιον δι' ἐκείνην γενόμενον θράσος
He also ridiculed the image of Heracles and the vain audacity that had arisen on its account.
他也譏諷了赫拉克勒斯的雕像,以及因那雕像而生出的徒然狂妄。
1:3019
καὶ τότε δικαίαν καὶ ἔννομον ἐξήνεγκε τῆς κατ' αὐτοῦ τιμωρίας τὴν ψῆφον
And then he pronounced against him a just and lawful sentence of punishment.
於是他當下對他宣判了公正而合法的懲罰之判決。
1:3020
τοιοῦτος ἦν ἐκεῖνος καὶ ἐν εἰρήνῃ καὶ ἐν πολέμῳ, ἀεὶ μὲν τὴν θείαν ἐπικουρίαν αἰτῶν, ἀεὶ δὲ ταύτης μεταλαγχάνων
Such was he, both in peace and in war: always asking for divine assistance, and always obtaining a share of it.
那人無論在和平或戰爭之中都是如此:常常祈求神聖的助佑,也常常蒙受這助佑。
1:3021
Μετὰ τήνδε τὴν νίκην ἀρρωστήσας τοῖς υἱέσι τὴν βασιλείαν διένειμε
After this victory, falling ill, he divided the empire among his sons.
在這場勝利之後,他患病了,便將帝國分給了他的兒子們。
1:3022
καὶ τῷ μὲν πρεσβυτέρῳ τὴν οἰκείαν ἔδωκεν ἡγεμονίαν, τῷ δὲ νεωτέρῳ τῆς Εὐρώπης τὰ σκῆπτρα·
To the elder he gave his own dominion, and to the younger the scepter of Europe;
他把自己原有的治權賜給長子,把歐羅巴的權杖賜給幼子;
1:3023
τὴν εὐσέβειαν δὲ τελείαν καὶ τοῦτον ἔχειν κἀκεῖνον παρῄνεσε
and he exhorted both the one and the other to keep perfect piety.
又勸勉這一位和那一位都要持守完全的敬虔。
1:3024
διὰ ταύτης γάρ, ἔφη, καὶ εἰρήνη φυλάττεται καὶ πόλεμος καταλύεται καὶ πολέμιοι τρέπονται καὶ ἀνίσταται τρόπαια καὶ νίκη βραβεύεται
"For through this," he said, "peace is preserved, war is brought to an end, enemies are put to flight, trophies are raised, and victory is awarded."
他說:「因為靠著這敬虔,和平得以保守,戰爭得以平息,敵人得以敗退,戰勝紀念碑得以豎立,勝利得以裁定。」
1:3025
ἐκεῖνος μὲν οὖν ταῦτα τοῖς παισὶ παραινέσας ἐτελεύτησεν, ἀείμνηστον κλέος καταλιπών·
So he, having given this counsel to his sons, died, leaving behind a glory that will ever be remembered;
他就這樣勸勉了兒子們之後便去世了,留下了永誌不忘的美名;
1:3026
οἱ δὲ τῆς βασιλείας διάδοχοι καὶ τῆς εὐσεβείας ἐγένοντο κληρονόμοι
and his successors in the empire became heirs of his piety as well.
而繼承帝位的人,也成了他敬虔的承繼者。
1:3027
Ὀνώριος μὲν γὰρ ὁ τῆς Εὐρώπης τὴν βασιλείαν δεξάμενος τὰς ἐν Ῥώμῃ πάλαι γιγνομένας μονομαχίας κατέλυσεν, ἀφορμὴν τοιάνδε λαβών
For Honorius, who received the empire of Europe, abolished the gladiatorial combats long practiced in Rome, taking the following occasion for it.
因為接受歐羅巴帝位的霍諾里烏斯,廢止了羅馬長久以來所行的角鬥士競技,其緣由如下。
1:3028
Τηλεμάχιός τις ἦν τὸν ἀσκητικὸν ἀσπαζόμενος βίον
There was a certain Telemachus who embraced the ascetic life.
有一位名叫特勒馬庫的人,過著修道的生活。
1:3029
ἀλλήλων κεχρημένους τοῖς ὅπλοις
...men wielding weapons against one another.
……彼此以武器相向。
1:3030
τῆς δὲ μιαιφονίας οἱ θεαταὶ χαλεπήναντες καὶ τοῦ τοῖς αἵμασιν ἐκείνοις ἐπιτερπομένου δαίμονος εἰσδεξάμενοι τὴν βακχείαν, κατέλευσαν τῆς εἰρήνης τὸν πρύτανιν
The spectators, angered at his stopping the bloodshed, and having taken into themselves the frenzy of the demon who delighted in that blood, stoned to death this herald of peace.
觀眾對他阻止了那殺戮之事而發怒,接納了那嗜血作樂之魔鬼的狂暴,用石頭打死了這位和平的使者。
1:3031
τοῦτο μαθὼν ὁ θαυμαστὸς βασιλεὺς τὸν μὲν τοῖς νικηφόροις συνηρίθμησε μάρτυσι, τὴν δὲ πονηρὰν ἐκείνην ἔπαυσε θεωρίαν
Learning of this, the admirable emperor numbered him among the victorious martyrs, and put an end to that wicked spectacle.
那位令人稱奇的皇帝得知此事後,便將他列入得勝的殉道者之中,並終止了那邪惡的表演。
1:3032
Ἐν δὲ Κωνσταντινουπόλει Νεκταρίου τελευτήσαντος ὃς τὴν ἐκ κλησίαν ἐκείνην ἐποίμαινεν, Ἀρκάδιος ὁ ταύτην ἰθύνειν τὴν βασιλείαν λαχών, μαθὼν Ἰωάννην τὸν μέγαν τῆς οἰκουμένης φωστῆρα ἐν Ἀντιοχείᾳ τῷ τῶν πρεσβυτέρων ἐγκατειλέχθαι χορῷ, ἤγαγέ τε καὶ τοῖς συνειλεγμένοις ἐπισκόποις αὐτὸν τῇ θείᾳ προσαγαγεῖν παρηγ γύησε χάριτι καὶ τῆς μεγίστης ἐκείνης πόλεως ἀποφῆναι ποιμένα
When Nectarius, who had shepherded the church in Constantinople, had died, Arcadius, who had obtained the government of that empire, learning that John, the great luminary of the inhabited world, had been enrolled in the order of presbyters at Antioch, brought him there, and charged the assembled bishops to bring him forward to the divine grace and to declare him shepherd of that greatest of cities.
牧養君士坦丁堡教會的內克塔留去世之後,蒙賜掌管那帝國的阿卡狄烏斯,得知普世的偉大明燈約翰已在安提阿被列入長老之班次,便將他帶來,並吩咐聚集的眾主教藉神聖的恩典按立他,宣告他為那座至大城市的牧者。
1:3033
ἱκανὸν δὲ τοῦτο καὶ μόνον δηλῶσαι τοῦ βασιλέως τὴν περὶ τὰ θεῖα σπουδήν
This alone is sufficient to show the emperor's zeal for divine things.
光是這一件事,就足以顯明皇帝對神聖之事的熱忱。
1:3034
Κατὰ τοῦτον τὸν χρόνον Ἀντιοχείας μὲν ὁ θεῖος ἡγεῖτο Φλα βιανός, Λαοδικείας δὲ Ἐλπίδιος, τοῦ μεγάλου Μελετίου γενόμενος σύσκηνος καὶ τὴν ἐκείνου πολιτείαν ἐκμαξάμενος μᾶλλον ἢ ὁ κηρὸς τῶν δακτυλίων τοὺς τύπους (οὗτος μὲν οὖν τὸν μέγαν Πελάγιον διεδέξατο, τὸν δὲ θεῖον Μάρκελλον Ἀγαπητὸς ὁ πανεύφημος, ὃν ἐν ταῖς ἀσκητικαῖς παλαίστραις διαπρέπειν ἔφην κατὰ τὸν τῆς αἱρετικῆς ζάλης καιρόν), Σελευκείας δὲ τῆς πρὸς τῷ Ταύρῳ Μάξιμος, Ἰωάννου τοῦ πάνυ συμφοιτητής, καὶ Θεόδωρος τῆς Μοψουεστίας
At this time the divine Flavian presided over Antioch, and Elpidius over Laodicea — who had shared a tent with the great Meletius and had taken the impress of his manner of life more perfectly than wax takes the imprint of rings (this man succeeded the great Pelagius; and the divine Marcellus was succeeded by the all-renowned Agapetus, whom I said excelled in the ascetic contests at the time of the heretical storm); and over Seleucia near the Taurus presided Maximus, the fellow-student of the great John, and over Mopsuestia, Theodore.
在這時期,神聖的弗拉維安主持安提阿,埃爾皮迪烏主持勞迪凱雅——他曾與偉大的美勒提烏同帳而居,比戒指的蠟印更完整地印下了他的生活方式(此人繼承了偉大的佩拉吉烏;至於神聖的馬爾切魯,則由眾所稱譽的阿加佩托斯繼任,我曾說過此人在異端風暴之時,於修道的競技場上出類拔萃);靠近陶魯斯山的塞琉西亞,則由偉大約翰的同窗馬克西姆主持,摩普綏提亞則由狄奧多若主持。
1:3035
ἄμφω δὲ καὶ διδασκάλω ἤστην λαμπρώ
Both were also brilliant teachers.
兩人都是傑出的教師。
1:3036
διέλαμπε δὲ συνέσει τε καὶ βίῳ ὁ θεῖος Ἀκάκιος, ἰθύνων τὴν Βέροιαν·
The divine Acacius, governing Beroea, shone forth in both understanding and manner of life;
神聖的阿卡基烏以聰明和德行著稱,治理著貝羅亞;
1:3037
Λεόντιος δὲ τὸ Γαλατῶν ἐποίμαινεν ἔθνος, πολλοῖς εἴδεσιν ἀρετῆς λαμπρυνόμενος
and Leontius shepherded the nation of the Galatians, distinguished by many kinds of virtue.
萊昂提烏牧養加拉太民族,因多種美德而光彩照人。
1:3038
Ὁ δὲ μέγας Ἰωάννης τοὺς τῆς ἐκκλησίας δεξάμενος οἴακας τάς τε παρά τινων γιγνομένας ἀδικίας σὺν παρρησίᾳ διήλεγχε, καὶ βασιλεῖ καὶ βασιλίδι παρῄνει τὰ πρόσφορα, καὶ τοὺς ἱερέας ἠξίου κατὰ τοὺς κειμένους πολιτεύεσθαι νόμους, τοὺς δὲ τούτους παραβαίνειν τολ μῶντας ἐπιβαίνειν τῶν ἀνακτόρων ἐκώλυεν, οὐ χρῆναι λέγων τῆς μὲν τῶν ἱερέων ἀπολαύειν τιμῆς, τὴν δὲ τῶν ἀληθινῶν ἱερέων μὴ ζηλοῦν βιοτήν
The great John, having taken the helm of the church, boldly exposed the injustices committed by certain persons, gave the emperor and empress fitting counsel, and required the priests to conduct themselves according to the established laws; and those who dared to transgress these he barred from entering the palace, saying it was not right to enjoy the honor of priests while not emulating the life of true priests.
偉大的約翰接掌了教會之舵,便坦然無懼地揭發某些人所行的不義之事,又向皇帝和皇后勸勉合宜之道,並要求眾祭司依照既定的法規行事;凡膽敢違犯這些法規的人,他就阻止其進入宮殿,說不應當一面享受祭司的尊榮,一面卻不效法真祭司的生活。
1:3039
καὶ ταύτην ἐποιεῖτο τὴν προμήθειαν οὐ μόνον ἐκείνης τῆς πόλεως, ἀλλὰ καὶ τῆς Θρᾴκης ἁπάσης (εἰς ἓξ δὲ αὕτη ἡγεμονίας διῄρηται) καὶ τῆς Ἀσίας ὅλης ( ὑπὸ ἕνδεκα δὲ καὶ αὕτη ἀρχόντων ἰθύνεται)
And he exercised this care not only over that city, but over the whole of Thrace as well (which is divided into six provinces) and over the whole of Asia (which likewise is governed by eleven officials).
他所行的這種關懷,不僅及於那座城市,更遍及整個色雷斯(此地分為六個行省)以及全亞細亞(此地也由十一位長官治理)。
1:3040
καὶ μέντοι καὶ τὴν Ποντικὴν τούτοις κατεκόσμει τοῖς νόμοις·
Moreover he adorned the Pontic diocese also with these same laws;
此外,他也以這些規範來整頓本都地區;
1:3041
ἰσαρίθμους δὲ καὶ αὕτη ἔχει τῇ Ἀσίᾳ τοὺς ἡγουμένους
and this region too has as many governors as Asia.
這地區所擁有的長官數目,也與亞細亞相等。
1:3042
Μαθὼν δὲ τὴν Φοινίκην ἔτι περὶ τὰς τῶν δαιμόνων τελετὰς μεμηνέναι, ἀσκητὰς μὲν ζήλῳ θείῳ πυρπολουμένους συνέλεξε, νόμοις δὲ αὐτοὺς ὁπλίσας βασιλικοῖς κατὰ τῶν εἰδωλικῶν ἐξέπεμψε τεμενῶν
Learning that Phoenicia was still raving madly over the rites of the demons, he gathered ascetics who were ablaze with divine zeal, and, arming them with the imperial laws, sent them forth against the idolatrous shrines.
他得知腓尼基仍舊瘋狂地沈迷於鬼魔的祭儀,便召集了一批被神聖熱忱所焚燒的苦修者,用皇帝的律令武裝他們,派他們去攻打偶像的神廟。
1:3043
τὰ δὲ τοῖς καταλύουσι τεχνίταις καὶ τοῖς τούτων ὑπουργοῖς χορη γούμενα χρήματα οὐκ ἐκ ταμιείων βασιλικῶν λαμβάνων ἀνήλισκεν, ἀλλὰ τὰς πλούτῳ κομώσας καὶ πίστει λαμπρυνομένας γυναῖκας φιλο τίμως ταῦτα παρέχειν ἀνέπειθε, τὴν ἐκ τῆς χορηγίας φυομένην εὐ λογίαν ἐπιδεικνύς
The money paid to the workmen who demolished the shrines, and to their assistants, he did not take from the imperial treasury to spend, but he persuaded women who abounded in wealth and shone in faith to provide it generously, showing them the blessing that springs from such giving.
供給拆毀者及其助手的錢財,他並非取自皇家的府庫來花用,而是說服那些財富充盈、以信德著稱的婦女慷慨地提供,向她們指明由此供給所生出的福分。
1:3044
τοὺς μὲν οὖν ὑπολειφθέντας τῶν δαιμόνων σηκοὺς τοῦτον τὸν τρόπον ἐκ βάθρων ἀνέσπασεν
In this way he tore up from their foundations the shrines of the demons that still remained.
他就是以這種方式,將那些殘存的鬼魔神龕連根拔起。
1:3045
Ὁρῶν δὲ καὶ τὸν Σκυθικὸν ὅμιλον ὑπὸ τῆς Ἀρειανικῆς θηρευ θέντα σαγήνης, ἀντεμηχανήσατο καὶ αὐτὸς καὶ πόρον ἄγρας ἐξηῦρεν
Seeing also that the Scythian multitude had been caught in the net of Arian heresy, he in turn devised a counter-scheme and found a way to catch them.
他又看見斯基泰的群眾被亞流異端的網羅所擄獲,便自己也設法反制,找到了一條捕獲他們的門路。
1:3046
ὁμογλώττους γὰρ ἐκείνοις πρεσβυτέρους καὶ διακόνους καὶ τοὺς τὰ θεῖα ὑπαναγιγνώσκοντας λόγια προβαλλόμενος, μίαν τούτοις ἀπένειμεν ἐκκλησίαν, καὶ διὰ τούτων πολλοὺς τῶν πλανωμένων ἐθήρευσεν
For putting forward presbyters and deacons and readers of the divine oracles who spoke their own tongue, he assigned to them a single church, and through these he caught many of those who had gone astray.
因為他推舉了與他們語言相通的長老、執事以及誦讀神聖經文的人,撥給他們一座教會,並藉此人捕獲了許多迷失的人。
1:3047
αὐτός τε γὰρ θαμινὰ ἐκεῖσε φοιτῶν διελέγετο, ἑρμηνευτῇ χρώ μενος τὴν ἑκατέραν γλῶτταν ἐπισταμένῳ τινί·
For he himself frequently went there and preached, using as interpreter a certain man who knew both languages;
他自己也常常前往那裡講道,藉一位精通雙語的翻譯員傳話;
1:3048
καὶ τοὺς λέγειν ἐπι σταμένους τοῦτο παρεσκεύαζε δρᾶν
and he had those who knew how to speak the language do the same.
也讓其他懂得那語言的講道者照樣去做。
1:3049
ταῦτα μὲν οὖν ἔνδον ἐν τῇ πόλει διετέλει ποιῶν καὶ πολλοὺς τῶν ἐξηπατημένων ἐζώγρει, τῶν ἀποστολικῶν κηρυγμάτων ἐπιδεικνὺς τὴν ἀλήθειαν
These things he continued doing within the city, and he captured alive many of those who had been deceived, demonstrating to them the truth of the apostolic teachings.
他就這樣不斷在城內做這些事,捕獲了許多受欺哄之人,向他們展明使徒教訓的真理。
1:3050
Μαθὼν δέ τινας τῶν νομάδων Σκυθῶν παρὰ τὸν Ἴστρον ἐσκηνημένους διψῆν μὲν τῆς σωτηρίας, ἐστερῆσθαι δὲ τοῦ τὸ νᾶμα προσφέροντος, ἐπεζήτησεν ἄνδρας τὴν ἀποστολικὴν φιλοσοφίαν ἐζηλω κότας, καὶ τούτους ἐκείνοις ἐπέστησεν
Learning also that some of the nomadic Scythians encamped along the Ister were thirsting for salvation, but were deprived of anyone to offer them the saving stream, he sought out men who had emulated the apostolic way of life, and set these over them.
他又得知有些游牧的斯基泰人紮營於伊斯特河畔,渴慕得救,卻缺乏供水之人,便尋求那些效法使徒之道的人,將他們安置在那些人中間。
1:3051
ἐγὼ δέ τοι καὶ γράμμασιν ἐντετύχηκα παρ' αὐτοῦ γραφεῖσι πρὸς Λεόντιον τὸν Ἀγκύρας ἐπίσκο πον, δι' ὧν καὶ τῶν Σκυθῶν ἐδήλωσε τὴν μεταβολὴν καὶ πεμφθῆναί οἱ ἄνδρας πρὸς τὴν τούτων ποδηγίαν ἐπιτηδείους ἠξίωσεν
I myself have come upon letters he wrote to Leontius, bishop of Ancyra, in which he made known the conversion of the Scythians and requested that men suitable to guide them be sent to him.
我本人也讀過他寫給安基拉主教萊昂提烏的信,信中他說明了斯基泰人的歸信,並請求差遣適合引導他們的人前來。
1:3052
τὴν Μαρκίωνος νόσον κώμαις τισὶν ἐπισκῆψαι μαθών, ἐπέστειλε τῷ τηνικαῦτα ποιμαίνοντι, καὶ προτρέπων ἐξελάσαι τὴν νόσον καὶ τὴν ἀπὸ τῶν βασιλικῶν νόμων ἐπικουρίαν ὀρέγων
Learning that the disease of Marcion had fallen upon certain villages, he wrote to the one then shepherding that region, urging him to drive out the disease and offering him the assistance of the imperial laws.
他得知馬吉安的邪說侵襲了某些村落,便寫信給當時牧養該地的人,勸勉他驅除這邪說,並提供皇家律令的援助。
1:3053
ὅπως μὲν οὖν τὴν τῶν ἐκκλησιῶν μέριμναν ἐν τῇ ψυχῇ περιέφερε κατὰ τὸν θεῖον ἀπόστολον, ἱκανὰ καὶ ταῦτα διδάξαι
So then, how he carried about in his soul the care of the churches, after the manner of the divine apostle — these things too are sufficient to teach.
至於他如何按照那神聖使徒的樣式,把眾教會的掛慮常懷於心,這些事也足以說明。
1:3054
ἔστι δὲ καὶ ἑτέρωθεν αὐτοῦ τὴν παρρησίαν μαθεῖν
It is also possible to learn of his boldness of speech from another episode.
從另一件事上,也可看出他坦然無懼的作風。
1:3055
Γαϊνάς τις, Σκύθης μὲν τὸ γένος, βαρβαρικώτερος δὲ τὴν γνώμην, φρονήματι τυραννικῷ κεχρημένος ἐστρατήγει κατ' ἐκεῖνον τὸν χρόνον, πολλοὺς μὲν καὶ τῶν ὁμοφύλων ὑπηκόους ἔχων, ἄγων δὲ μετὰ τούτων καὶ τῶν Ῥωμαίων τήν τε ἱππικὴν καὶ τὴν πεζὴν στρατιάν
A certain Gainas, a Scythian by race but even more barbarous in disposition, possessed of a tyrannical mindset, held the rank of general at that time, having many of his own countrymen as subjects, and commanding alongside them also the cavalry and infantry forces of the Romans.
有一位名叫蓋納斯的人,出身斯基泰族,心性尤為野蠻,懷著篡逆的意圖,在那時擔任將軍之職,統轄許多同族之人為部屬,並率領他們連同羅馬的騎兵和步兵部隊。
1:3056
ἐπεφρί κεσαν δὲ αὐτὸν οὐ μόνον οἱ ἄλλοι πάντες, ἀλλὰ καὶ αὐτὸς ὁ βασιλεὺς τὴν μελετωμένην ὑφορώμενος τυραννίδα
Not only did everyone else shudder at him, but the emperor himself as well, suspecting the usurpation he was contemplating.
不僅眾人都對他感到戰慄,連皇帝本人也懷疑他正在圖謀的篡位而心生恐懼。
1:3057
οὗτος καὶ τῆς Ἀρείου λώβης μεταλαχών, ἕνα οἱ ἠξίου δοῦναι τὸν βασιλέα τῶν θείων σηκῶν
This man, having also partaken of the blight of Arius, demanded that the emperor give him one of the divine shrines.
這人也沾染了亞流的邪毒,要求皇帝賜給他一座神聖的殿宇。
1:3058
ὁ δὲ σκοπήσειν ἔφη καὶ θεραπεύσειν αὐτὸν ἐπηγγείλατο
The emperor said he would consider it, and promised to satisfy him.
皇帝說他會考慮,並應允要設法滿足他。
1:3059
καὶ τὸν θεῖον μεταπεμψάμενος Ἰωάννην, καὶ τὴν αἴτησιν εἶπε καὶ τῆς δυναστείας ἀνέμνησε καὶ τὴν μελετωμένην ὑπῃνίξατο τυραννίδα καὶ παρεκάλει τῇ δόσει χαλινῶσαι τὸν τοῦ βαρβάρου θυμόν
And summoning the divine John, he told him of the request, reminded him of Gainas's power, hinted at the usurpation he was contemplating, and urged him to bridle the barbarian's temper by granting the gift.
於是他召來了神聖的約翰,告知他這個要求,提醒他蓋納斯的權勢,暗示了他正圖謀的篡位,並懇求他藉此賜予來安撫這蠻族人的怒氣。
1:3060
ὁ δὲ γενναῖος ἐκεῖνος ἀνήρ·
But that noble man said:
但那位高尚的人卻說:
1:3061
μὴ τοιαῦτα, ἔφη, ὦ βασιλεῦ, ὑπισχνοῦ μηδὲ διδόναι παρα κελεύου τὰ ἅγια τοῖς κυσίν
"Do not," he said, "O emperor, promise such things, nor command that holy things be given to dogs."
「陛下啊,不要應許這樣的事,也不要吩咐把聖物給狗。」
1:3062
οὐ γὰρ ἀνέξομαι τοὺς μὲν τὸν θεὸν λόγον θεολογοῦντάς τε καὶ ὑμνοῦντας ἐξαγαγεῖν, τοῖς δὲ τοῦτον βλασφημοῦσιν ἐκδοῦναι τὸν θεῖον νεών
"For I will not endure that those who confess God the Word and sing his praises be driven out, while the divine temple is handed over to those who blaspheme him."
「因為我絕不能容忍:把那些宣講並頌讚身為道的神之人趕出去,卻把神聖的殿宇交給那些褻瀆祂的人。」
1:3063
καὶ μή τοι δείσῃς τὸν βάρ βαρον ἐκεῖνον, ὦ βασιλεῦ, ἀλλ' ἄμφω καλέσας, ἐμέ τε κἀκεῖνον, σὺ μὲν ἡσυχῆ τῶν λεγομένων ἐπάκουε, ἐγὼ δὲ ἐκείνου χαλινώσω τὴν γλῶτταν καὶ πείσω ἥκιστα αἰτῆσαι ὃ μὴ δοῦναι συμφέρει
"And do not fear that barbarian at all, O emperor; rather, call both of us, myself and him, and you quietly listen to what is said, while I will bridle his tongue and persuade him not to ask at all for what it is not fitting to give."
「陛下啊,也不要懼怕那蠻族之人;請把我們二人都召來,你只需靜靜聆聽所說的話,我會勒住他的舌頭,說服他絕不去求那不宜給予之物。」
1:3064
Τούτων ἀκούσας ὁ βασιλεὺς ἥσθη τε καὶ τῇ ὑστεραίᾳ ἀμφοτέ ρους ἐκάλεσε
Hearing this, the emperor was pleased, and on the following day summoned both of them.
皇帝聽了這話,心中歡喜,次日便召來了他們二人。
1:3065
καὶ ὁ μὲν Γαϊνὰς τὴν ἐπαγγελίαν ἐξῄτει, ὁ δὲ μέγας Ἰωάννης ἀντέλεγε φάσκων οὐκ ἐξεῖναι βασιλεῖ τῶν θείων κατατολμᾶν, εὐσεβεῖν γε προαιρουμένῳ
And Gainas demanded the fulfillment of the promise, but the great John opposed him, declaring that it was not permitted for an emperor, if he chose to be pious, to lay violent hands on things divine.
蓋納斯要求兌現先前的許諾,偉大的約翰卻反駁道:若皇帝有心敬虔行事,就絕不容妄自侵犯神聖之事。
1:3066
ἐκείνου δὲ λέγοντος ὡς χρὴ καὶ αὐτὸν εὐκτήριον ἔχειν οἶκον·
And when he said that he too ought to have a house of prayer —
那人卻說,他自己也應當有一座祈禱之所——
1:3067
ἅπας σοι, ἔφη ὁ μέγας Ἰωάννης, θεῖος οἶκος ἀνέῳκται καὶ οὐδείς σε εἴργει προσεύξασθαι προθυμούμενον
"Every divine house is open to you," said the great John, "and no one hinders you, if you are eager to pray."
偉大的約翰說:「一切神聖的殿宇都為你敞開,若你熱切願意禱告,沒有人會阻攔你。」
1:3068
ἀλλ' ἐγώ, ἔφη ὁ Γαϊνάς, ἑτέρας ὑπάρχω συμμορίας καὶ σὺν ἐκείνοις ἕνα θεῖον ἔχειν οἶκον αἰτῶ·
"But I," said Gainas, "belong to another party, and together with them I ask to have one divine house of our own;
蓋納斯說:「但我屬於另一派,我要求與那些人共有一座神聖的殿宇;
1:3069
καὶ μάλα γε δικαίως αἰτῶ, πολλοὺς ὑπὲρ Ῥωμαίων πολεμικοὺς ὑπομένων ἀγῶνας. ἀλλ' ἔχεις, ἔφη, μείζους τῶν πόνων τὰς ἀντιδόσεις·
and indeed I ask most justly, since I endure many warlike struggles on behalf of the Romans." "But," he said, "you have rewards greater than your labors."
而且我這樣要求,實在是理所當然的,因為我為了羅馬人的緣故,承受了許多戰爭的艱苦。」約翰說:「但你所得的回報,遠比你的勞苦更為豐厚。
1:3070
στρατηγός τε γὰρ εἶ καὶ τῆς ὑπατικῆς ἠξιώθης στολῆς, καὶ χρή σε σκοπῆσαι τί μὲν ἦσθα πάλαι, τί δὲ γεγένησαι νῦν, καὶ τίς μὲν ἡ προτέρα πενία, τίς δὲ ἡ παροῦσα περιουσία, καὶ ὁποίοις μὲν ἐσθήμασιν ἐκέχρησο πρὶν διαβῆναι τὸν Ἴστρον, ὁποῖα δὲ νῦν περιβέβλησαι
"For you are a general, and have been deemed worthy of the consular robe; and you ought to consider what you once were and what you have now become, what was your former poverty and what your present abundance, and what sort of garments you wore before you crossed the Ister, and what sort you now wear."
因為你身居將軍之職,又蒙賜執政官的服飾;你該想想你從前是何等模樣,如今又變成了什麼;從前是何等的貧窮,如今又是何等的富足;渡過伊斯特河之前,你穿的是怎樣的衣裳,如今又披的是怎樣的裝束。
1:3071
σκόπησον τοίνυν ὡς ὀλίγοι οἱ πόνοι, μέγιστα δὲ τὰ γέρα, καὶ μὴ γίνου περὶ τοὺς τετιμηκότας ἀχάριστος
"Consider, then, how small your labors are, and how very great your rewards, and do not become ungrateful toward those who have honored you."
所以你當思量:你的勞苦何其微小,而你所得的獎賞何其浩大,不要對那些尊崇你的人忘恩負義。」
1:3072
τοιοῖσδε χρώμενος λόγοις ὁ τῆς οἰκουμένης διδάσκαλος ἐπεστόμισε τὸν Γαϊνὰν καὶ σιγὴν ἄγειν ἠνάγκασε
Using such words, the teacher of the inhabited world silenced Gainas and compelled him to keep his peace.
這位普世的教師便用這樣的話語,堵住了蓋納斯的口,迫使他保持沉默。
1:3073
Χρόνου δὲ διελθόντος τὴν πάλαι μελετηθεῖσαν ἐκεῖνος ἐγύμνωσε τυραννίδα, καὶ τὴν στρατιὰν ἐν τῇ Θρᾴκῃ συναγαγὼν ἐληΐζετό τε καὶ ἐδῄου τὰ πλεῖστα
But as time passed, he laid bare the usurpation he had long been contemplating, and gathering his army in Thrace, he plundered and ravaged most of the region.
但過了一段時間,他終究暴露了那早已圖謀的篡逆,在色雷斯聚集軍隊,四處劫掠並焚毀了大部分地區。
1:3074
ταῦτα μεμαθηκότες κατέπτηξαν ἅπαντες καὶ ἄρχοντες καὶ ἀρχόμενοι, καὶ οὔτε παρατάττεσθαί τις πρὸς ἐκεῖνον ἐβούλετο οὔτε πρεσβεύεσθαι ἀδεὲς ὑπελάμβανε·
Learning this, all were terrified, both rulers and ruled, and no one was willing to draw up in battle against him, nor did anyone suppose it safe to go to him as an envoy;
眾人得知此事後,無論治理者或被治者,都膽戰心驚;沒有人願意與他列陣對敵,也沒有人認為前去作使者是安全的;
1:3075
τὸ γὰρ τῆς γνώμης βάρβαρον ἕκαστος ὑφωρᾶτο
for each one dreaded the barbarity of his temper.
因為每個人都對他心性中的野蠻有所忌憚。
1:3076
τότε τοὺς ἄλλους ἅπαντας ὡς δεδιότας καταλιπόντες, τὸν μέγαν τοῦτον ἔπεισαν ἀριστέα τὴν πρεσβείαν ποιήσασθαι
Then, leaving aside all the others as being afraid, they persuaded this great champion to undertake the embassy.
於是眾人撇下所有其他因恐懼而卻步的人,說服這位偉大的勇士承擔這出使的任務。
1:3077
ὁ δὲ οὔτε τὴν γεγενημένην ἀντίστασιν λογισάμενος οὔτε τὴν ἐξ ἐκείνης φυεῖσαν διαφοράν, προθύμως εἰς τὴν Θρᾴκην ἐξώρ μησε
And he, reckoning neither the opposition that had taken place nor the enmity that had grown from it, eagerly set out for Thrace.
他既未思量先前所發生的對峙,也未思量由此而生的嫌隙,便欣然前往色雷斯。
1:3078
γνοὺς δὲ ἐκεῖνος τὸν πρεσβευτὴν καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας γεγενημένην ἐνθυμηθεὶς παρρησίαν, ὑπήντησέ τε πόρρωθεν καὶ τὴν ἐκείνου δεξιὰν τοῖς ὀφθαλμοῖς περιτέθεικε, καὶ μέντοι καὶ τοὺς παῖδας τοῖς ἱεροῖς αὐτοῦ προσεκόμισε γόνασιν
And Gainas, recognizing the envoy and calling to mind the boldness he had shown on behalf of piety, went to meet him from afar and pressed his right hand to his own eyes, and moreover brought his children to be laid at his sacred knees.
蓋納斯認出這位使者,想起他先前為敬虔所表現的坦然無懼,便從遠處迎上前去,把他的右手貼在自己的雙眼上,甚至還讓自己的孩子俯伏在他神聖的膝前。
1:3079
οὕτω πέφυκεν ἀρετὴ καται δεῖν τε καὶ καταπλήττειν καὶ τοὺς ἄγαν δυσμενεστάτους
Such is the nature of virtue, to inspire reverence and awe even in those who are most hostile.
美德的本性就是如此,連最為凶暴敵意之人,也會為之敬畏懾服。
1:3080
Ἀλλ' οὐκ ἤνεγκεν ὁ φθόνος τὰς τῆς ἐκείνου φιλοσοφίας μαρ μαρυγάς, ἀλλὰ ταῖς οἰκείαις χρησάμενος μηχαναῖς τὴν βασιλεύουσαν πόλιν, μᾶλλον δὲ τὴν οἰκουμένην ἅπασαν, τῆς ἐκείνου γλώττης ἐστέρησε καὶ φρενός
But envy could not bear the brilliant flashes of his wisdom, and employing its own devices, it deprived the imperial city — or rather, the whole inhabited world — of his tongue and mind.
但嫉妒卻無法忍受他哲思智慧所發出的光輝,便運用自己慣用的伎倆,使那皇城——或不如說是全世界——喪失了他的口舌與心智。
1:3081
ἐγὼ δὲ ἐν τῷδε τῷ μέρει τῆς ἱστορίας γενό μενος οὐκ οἶδ' ὅ τι πάθω
But I, having arrived at this part of the history, do not know what I should do.
我在歷史撰述進行到此處時,實在不知該如何是好。
1:3082
τολμηθεῖσαν ἀδικίαν βουλόμενος τὴν ἄλλην ἀρετὴν τῶν ἠδικηκότων αἰσχύνομαι
Wishing to record the injustice that was dared, I feel shame for the otherwise virtuous character of those who committed the wrong.
因為想要記述這件被人膽敢犯下的不義之事,我竟為那些行不義者其餘的美德感到羞愧。
1:3083
οὗ δὴ χάριν αὐτῶν καὶ τὰς προσηγορίας κατακρύψαι πειράσομαι
For this very reason I shall try to conceal even their names.
正因如此,我將設法隱去他們的名字。
1:3084
οὗτοι διαφόρους δυσμενείας ἐσχηκότες προφάσεις, τὴν μὲν ἀστράπτουσαν τοῦ ἀνδρὸς ἰδεῖν οὐκ ἠθέλησαν ἀρετήν, δυστήνους δέ τινας κατηγόρους εὑρόντες καὶ τῆς συκοφαντίας τὸ προφανὲς θεώμενοι, πόρρω τοῦ ἄστεως ἐκάθισαν τὸ συνέδριον καὶ τὴν ψῆφον ἐξήνεγκαν
These men, having various pretexts for hostility, were unwilling to see the man's shining virtue, but having found certain wretched accusers and beholding for themselves the obviousness of the calumny, they held their tribunal far from the city and pronounced their verdict.
這些人心懷各種敵意的藉口,不願正視那人光輝燦爛的美德,反倒找了幾個可悲的控告者,眼見誣告之事昭然若揭,卻仍在遠離京城之處召開會議,作出了判決。
1:3085
ὁ δὲ βασιλεὺς ὡς ἱερεῦσι πιστεύσας πόρρω αὐτὸν τοῦ ἄστεως γενέσθαι προσέταξεν
And the emperor, trusting them as if they were priests, ordered that he be taken far away from the city.
皇帝既信任他們如同信任祭司一般,便下令將他驅逐到遠離京城之地。
1:3086
ὁ δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ' οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν·
But he, having neither heard the accusation nor offered a defense, was compelled to leave the city as though he had been convicted of the charges laid against him, and he reached Hieron, which lies at the mouth of the Pontus;
他既未曾聽聞控訴,也未曾提出申辯,卻彷彿已被證實所控罪狀屬實一般,被迫離開該城,來到位於本都海口的希倫(Hieron);
1:3087
οὕτω γὰρ ἐκεῖνο τὸ ἐπίνειον ὀνομάζουσι
for so they call that port town.
因為那個港埠正是如此稱呼的。
1:3088
σεισμοῦ δὲ μεγίστου νύκτωρ γεγενημένου καὶ δείματος τὴν βασιλίδα κατεσχηκότος, πρέσβεις ὑπὸ τὴν ἕω πρὸς τὸν ἐληλαμένον ἀπεστάλησαν, ἀντιβολοῦντες ὡς τάχιστα τὸ ἄστυ καταλαβεῖν καὶ στῆσαι τῇ πόλει τὸν κίνδυνον
And when a very great earthquake occurred at night and terror seized the imperial city, envoys were sent at dawn to the man who had been driven out, entreating him to reach the city as quickly as possible and to put a stop to the danger threatening it.
當夜間發生極大地震,京城陷入恐懼之際,黎明時分眾使者被派往那被逐之人處,懇求他儘速返回京城,止息那威脅全城的危難。
1:3089
καὶ ἕτεροι δὲ μετ' ἐκείνους ἐπέμφθησαν καὶ ἄλλοι μετὰ τούτους, καὶ πλήρης ὁ Βόσπορος τῶν πεμπομένων ἐγένετο
And others were sent after them, and still others after these, until the Bosporus was full of those being sent.
此後又有他人被派遣前往,繼而又有更多人前往,博斯普魯斯海峽因而擠滿了前去迎接的人。
1:3090
ἐπειδὴ δὲ τοῦτο ὁ πιστότατος ἔγνω λεώς, ἐκάλυψεν τοῖς πορθμείοις τῆς Προποντίδος τὸ στόμα·
And when the most faithful people learned of this, they covered the mouth of the Propontis with their ferry-boats;
當最忠信的百姓得知此事,便以渡船遮蔽了普羅龐提斯海口;
1:3091
πάντες γὰρ ὑπήντησαν τὰς ἐκ κηροῦ λαμπάδας προσάπτοντες
for they all went out to meet him, kindling torches of wax.
因為眾人都出來迎接他,手持點燃的蠟燭。
1:3092
Τότε μὲν οὖν τὸ τῶν δυσμενῶν διελύθη στῖφος
At that time, then, the throng of enemies was dispersed.
於是,那時仇敵的黨羽便告解散。
1:3093
ὀλίγων δὲ διελθόντων μηνῶν συνηθροίσθησαν αὖθις καὶ δίκας εἰσέπραττον οὐ τῶν ψευδῶν ἐκείνων γραφῶν, ἀλλὰ τῆς μετὰ τὴν καθαίρεσιν λει τουργίας
But when a few months had passed, they gathered together again and exacted a penalty, not for those false charges, but for the ministry he performed after his deposition.
然而數月之後,他們又再度聚集,這次追究的不是先前那些虛假的控狀,而是他在被廢黜之後仍行使聖職一事。
1:3094
ὁ δὲ ἔλεγε μήτε δικάσασθαι μήτε τῶν γραφῶν ἐπακοῦσαι μήτε ἀπολογίαν ποιήσασθαι μήτε μὴν κατακριθῆναι παρών, ἀλλ' ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι
But he said that he had neither stood trial nor heard the charges nor made a defense nor even been condemned while present, but had been driven out by the emperor and then in turn recalled.
他卻聲稱自己既未曾受審,也未曾聽聞任何控狀,也未曾提出申辯,甚至也未曾在場被定罪,只不過是被皇帝驅逐、其後又被召回而已。
1:3095
καὶ συνόδου συγκροτηθείσης ἑτέρας, οὐκ ἐδεήθησαν δίκης οἱ δυσμενεῖς, ἀλλὰ τὸν βασιλέα πείσαντες ἔννομον καὶ δικαίαν εἶναι τὴν ψῆφον οὐ μόνον τῆς πόλεως ἐκείνης ἐξήλασαν, ἀλλὰ καὶ εἴς τινα πολίχνην σμικράν τε καὶ ἔρημον τῆς Ἀρμενίας ἐξέπεμψαν·
And when another synod had been convened, his enemies had no need of a trial, but having persuaded the emperor that their verdict was lawful and just, they not only drove him out of that city but sent him away to a small and desolate little town of Armenia;
於是又召開了另一次會議,仇敵們無需審判,只消說服皇帝相信那先前的判決乃合法而公正,便不僅將他逐出該城,還把他遣送到亞美尼亞境內一座又小又荒僻的小鎮;
1:3096
κἀκεῖθεν δὲ ἐξαγαγόντες εἰς Πιτυοῦντα μετῴκισαν·
and from there, leading him out, they removed him to Pityus;
其後又把他從那裡帶出,遷徙至皮提烏斯(Pityus);
1:3097
τέρμα δὲ τοῦτο καὶ τοῦ Πόντου καὶ τῆς Ῥωμαίων ἡγεμονίας, τοῖς ὠμοτάτοις γειτο νεῦον βαρβάροις
and this is the very boundary of both Pontus and the Roman dominion, bordering on the most savage barbarians.
那裡正是本都以及羅馬治權的盡頭,與極其凶殘的蠻族為鄰。
1:3098
ἀλλ' ὁ φιλάνθρωπος οὐκ εἴασε δεσπότης εἰς ἐκεῖνο τὸ νησύδριον ἀπαχθῆναι τὸν καλλίνικον ἀθλητήν·
But the loving Master did not allow the ever-victorious champion to be led away to that little island;
但那仁慈的主宰不容這位常勝的鬥士被押解到那座小島;
1:3099
εἰς γὰρ τὰ Κόμανα παραγενόμενον εἰς τὸν ἀγήρω καὶ ἄλυπον μετέθηκε βίον
for when he arrived at Comana, He translated him into the ageless and griefless life.
因為他行至科馬納(Comana)時,主便使他遷入那不老、無憂的生命之中。
1:3100
τὸ δέ γε καλῶς ἀγωνισάμενον σῶμα παρὰ τὴν θήκην ἀπετέθη Βασιλίσκου τοῦ μάρτυρος, τοῦτο δι' ὀνείρατος προστεταχότος τοῦ μάρτυρος
And his body, which had contended so well, was laid to rest beside the tomb of the martyr Basiliscus, the martyr himself having ordered this through a dream.
他那奮力爭戰過的遺體,便安葬於殉道者巴西利斯庫斯(Basiliscus)的墓穴旁,這是那位殉道者親自藉夢命令的。
1:3101
Ὁπόσοι μὲν οὖν τῶν ἐπισκόπων δι' ἐκεῖνον τῶν ἐκκλησιῶν ἐξηλάθησαν καὶ αὐτὰς ᾤκησαν τὰς τῆς οἰκουμένης ἐσχατιάς, ὁπόσοι δὲ καὶ τῶν τὴν ἀσκητικὴν φιλοσοφίαν ἠγαπηκότων τοῖς ἴσοις παθή μασι περιέπεσον, περιττὸν οἶμαι διηγεῖσθαι καὶ μηκύνειν τὴν συγ γραφήν, ἄλλως τε καὶ χρῆναι νομίζω συστέλλειν τὰ σκυθρωπὰ καὶ τῶν δεδρακότων ὁμοπίστων ὄντων συγκαλύπτειν τὰ πλημμελήματα
As for how many bishops were driven out of their churches on his account and came to dwell in the very ends of the inhabited world, and how many of those who loved the ascetic philosophy fell into the same sufferings, I think it superfluous to narrate and to lengthen this history; and besides, I consider it right to pass over the sorrowful events in silence and to conceal the offenses of those who committed them, since they are of the same faith.
至於有多少主教因他之故被逐出教會,遷居到普天下的極邊之地,又有多少愛慕苦修生活的人也陷入同樣的苦難,我認為實在無須一一敘述,以免使這部史書冗長;況且我也認為理當收斂這些令人哀傷之事,並且遮蓋那些同屬一信之人所犯的過失。
1:3102
ἔδοσαν μέντοι καὶ δίκας τῶν ἠδικηκότων οἱ πλεῖστοι καὶ τοῖς ἄλλοις δι' ὧν ἔπαθον τὴν ὠφέλειαν προσήνεγκαν
Most of the wrongdoers, however, also paid the penalty for the wrongs they had done, and by what they suffered brought benefit to others.
不過,大多數行不義的人終究也為自己所行的惡受了懲罰,並且藉著他們所受的苦難,使旁人蒙受益處。
1:3103
Ταύτην ἐβδελύξαντο διαφερόντως τὴν ἀδικίαν οἱ τῆς Εὐρώπης ἐπίσκοποι·
This injustice the bishops of Europe abhorred exceedingly;
歐羅巴(Europe)諸主教對這樣的不義尤其深惡痛絕;
1:3104
τῆς γὰρ τῶν δεδρακότων σφὰς αὐτοὺς ἀπέκριναν κοινωνίας
for they cut themselves off from communion with those who had done it.
因為他們與那些行此事者斷絕了共融。
1:3105
καὶ Ἰλλύριοι δὲ πάντες τῆς μερίδος ἐκείνης ἐγένοντο
And all the Illyrians too took that side.
而全體伊利里亞人(Illyrians)也都歸屬那一派。
1:3106
τῶν δὲ πρὸς ἥλιον ἀνίσχοντα πόλεων οἱ πλεῖστοι ἔφυγον μὲν τῆς ἀδικίας τὴν κοινωνίαν, τὸ δὲ τῆς ἐκκλησίας οὐκ ἐμέρισαν σῶμα
But of the cities toward the rising sun, most avoided sharing in the injustice, yet did not divide the body of the church.
至於日出之地(東方)的城邑,大多數雖避免參與這不義之事,卻沒有因此分裂教會的身體。
1:3107
καὶ τελευτήσαντος δὲ τοῦ μεγάλου διδασκάλου τῆς οἰκουμένης, οὐ πρότερον οἱ τῆς Ἑσπέρας ἐπίσκοποι τῶν ἐν Αἰγύπτῳ καὶ τῇ Ἑῴᾳ καὶ τῶν ἐν τῷ Βοσπόρῳ καὶ τῇ Θρᾴκῃ τὴν κοινωνίαν ἠσπάσαντο ἕως ἐκείνου τοῦ θεσπεσίου ἀνδρὸς τοὔνομα τοῖς τεθνεῶσιν ἐπισκόποις συνέταξαν
And when the great teacher of the world had died, the bishops of the West did not embrace communion with those in Egypt and the East and those on the Bosporus and in Thrace, until they had inscribed the name of that divinely inspired man among the deceased bishops.
那普世的大師去世之後,西方諸主教一直不肯與埃及、東方,以及博斯普魯斯與色雷斯的諸主教恢復共融,直到他們把那位神聖之人的名字列入已故主教的名冊之中。
1:3108
καὶ Ἀρσάκιον μέν, ὃς μετ' ἐκεῖνον ἐγένετο, προσρήσεως οὐκ ἠξίωσαν·
And Arsacius, who succeeded him, they did not deem worthy even of greeting;
至於在他之後繼任的阿爾薩基烏斯(Arsacius),他們不屑與之通問;
1:3109
Ἀττικὸν δὲ τὸν Ἀρσακίου διάδοχον, πολλάκις μὲν πρεσβευσάμενον, πολλάκις δὲ τῆς εἰρήνης τυχεῖν ἀξιώσαντα, χρόνῳ ὕστερον ἐδέξαντο τὴν προσηγορίαν ἐγγράψαντα
but Atticus, the successor of Arsacius, who often sent embassies and often asked to obtain peace, they received later in time, once he had inscribed the name.
而阿爾薩基烏斯的繼任者阿提庫斯(Atticus),雖屢次遣使,屢次懇求得享和平,他們卻是過了許久之後,等他把那名字載入名冊,才接納了他的通問。
1:3110
Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, Θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών
At this time Cyril was bishop of Alexandria, the nephew of Theophilus, having obtained the presidency from his uncle,
當此之時,亞歷山大里亞的主教乃是區利羅(Cyril),他是提阿非羅(Theophilus)的姪子,承繼其叔而獲得主教之位——
1:3111
διαδεξάμενος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν
having succeeded him, of whom we have made mention before.
即繼承了我們先前提過的那一位。
1:3112
τὴν δὲ Ἀντιοχέων Ἀλέξανδρος ἐποίμαινε, συμβαίνουσαν ἔχων τῇ ἀρχιερωσύνῃ τὴν πολιτείαν
And Alexander shepherded the church of the Antiochenes, having a manner of life in keeping with his high priesthood.
而安提阿人的教會,則由亞歷山大(Alexander)牧養,他的生活方式與其大祭司之職相稱。
1:3113
ἐν ἀσκητικῇ γὰρ παλαίστρᾳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον καὶ γυμνασάμενος ἐπὶ πλεῖστον, ὤφθη γενναῖος ἀγωνιστὴς καὶ λόγῳ παιδεύων καὶ βεβαιῶν τῷ βίῳ τὸν λόγον
For having spent the time before his episcopate in the arena of asceticism and having trained himself extensively there, he showed himself a noble contender, both instructing by word and confirming that word by his life.
因為他在受任主教之前,長年在苦修的競技場中操練,鍛鍊甚勤,因而顯明自己是一位高貴的鬥士,既以言辭施教,又以自己的生活印證所教之言。
1:3114
οὗτος Πορφύριον διεδέξατο, ὃς μετὰ Φλαβιανὸν τοὺς οἴακας ἐκείνους παραλαβὼν πολλὰ μνημεῖα φιλανθρωπίας κατέλιπεν
He succeeded Porphyry, who, having taken up that helm after Flavian, left behind many monuments of benevolence.
他繼承了波爾費里烏斯(Porphyry)之職;波爾費里烏斯在弗拉維安(Flavian)之後接掌了那舵柄,留下了許多仁愛的紀念。
1:3115
ἐκεῖνος μὲν οὖν τῇ πυκνότητι διέπρεπε τῶν φρενῶν, ὁ δὲ θεῖος Ἀλέξανδρος ἀσκήσει καὶ φιλοσοφίᾳ καὶ ἀκτήμονι βίῳ καὶ τῷ ῥεύματι τῆς γλώττης καὶ μυρίοις ἑτέροις πλεονεκτήμασι χάριτος
He, then, was distinguished for the acuteness of his mind, while the divine Alexander excelled in asceticism and philosophy and a life without possessions and fluency of speech and countless other gifts of grace.
波爾費里烏斯以心思之縝密見長,而神聖的亞歷山大則以苦修、哲學、無所擁有的生活、辯才的流暢,以及無數其他優美的恩賜著稱。
1:3116
Οὗτος καὶ τὴν Εὐσταθίου τοῦ μεγάλου συμμορίαν, ἣν πάλαι συναφθῆναι Παυλῖνος οὐκ εἴασε καὶ μετ' ἐκεῖνον Εὐάγριος, πειθοῖ καὶ παρακλήσει χρώμενος τῷ λοιπῷ συνήρμοσε σώματι, καὶ ἐσχεδίασεν ἑορτὴν ἧς παραπλησίαν οὐδεὶς ἐθεάσατο πώποτε
This man also, by using persuasion and exhortation, joined to the rest of the body the faction of the great Eustathius, which Paulinus had long before refused to let be reunited, and after him Evagrius; and he improvised a festival the like of which no one had ever seen.
此人也把偉大的優斯塔提烏斯(Eustathius)一派——這一派人先前保林(Paulinus)不肯讓其復合,其後埃瓦格里烏斯(Evagrius)亦然——用勸勉與懇求,使之與其餘的教會身體重新聯合,並即興舉辦了一場慶典,其盛況前所未見。
1:3117
πάντας γὰρ τοὺς ὁμοπίστους παραλαβών, καὶ τοὺς ἱερωμένους καὶ τοὺς πολλούς, ἀφίκετο πρὸς τὴν ἐκείνων ὁμήγυριν
For taking with him all who shared the faith, both the clergy and the multitude, he went to their assembly.
因為他率領所有同信之人,無論聖職人員或平民百姓,一同前往那一派人的會眾之中。
1:3118
καὶ παραλαβὼν ψάλλοντας καὶ μίαν ὑμνῳδίας ἁρμονίαν ὑφήνας, ἀπὸ τῆς πρὸς ἑσπέραν τετραμμένης πυλίδος μέχρι τοῦ μεγίστου νεὼ πᾶσαν τὴν ἀγορὰν ἀνθρώπων ἐπλήρωσε καὶ ποταμὸν ἔδειξε λογικὸν τὸν παραρρέοντα μιμούμενον ποταμόν
And taking them up singing, and weaving one harmony of hymnody, he filled the whole marketplace with people, from the little gate facing west as far as the greatest temple, and displayed a rational river imitating the river that flows beside the city.
他帶領眾人歌唱聖詠,編織成一曲和諧的頌歌,從朝西的小門一直到那最大的聖殿,使整個市集擠滿了人,展現出一條摹擬那流經此城之河的靈性之河。
1:3119
ταῦτα δὲ ὁρῶντες καὶ Ἰουδαῖοι καὶ οἱ τὴν Ἀρείου λώβην εἰσδεδεγμένοι καὶ τὸ βραχύτατον τῶν Ἑλλήνων λείψανον ἔστενον καὶ ὠδύροντο, καὶ τοὺς ἄλλους θεώμενοι ποταμοὺς εἰς τὴν τῆς ἐκκλησίας εἰσβάλλοντας θάλασσαν
Seeing these things, both the Jews and those who had received the corruption of Arius and the very small remnant of the Greeks groaned and lamented, beholding the other rivers pouring into the sea of the church.
猶太人、接受了亞流謬毒的人,以及僅存極少數的希臘人(異教徒),眼見這景象,都不禁悲嘆哀哭,看著眾河匯流入教會這片大海。
1:3120
Οὗτος τὴν Ἰωάννου τοῦ πάνυ προσηγορίαν πρῶτος τοῖς ἐκκλη σιαστικοῖς διπτύχοις ἐνέταξε
He was the first to enter the name of the great John into the ecclesiastical diptychs.
此人也是第一位將那位偉大的約翰(John)之名列入教會名冊(雙冊)之中的人。
1:3121
Χρόνῳ μέντοι ὕστερον καὶ αὐτὰ τοῦ διδασκάλου τὰ λείψανα εἰς τὴν βασιλεύουσαν μετεκόμισαν πόλιν
Later in time, however, they also transferred the very relics of the teacher to the imperial city.
後來,過了一段時日,人們又把這位大師的遺骨遷移到那京城之中。
1:3122
καὶ πάλιν ὁ πιστὸς ὅμιλος, ὡς ἠπείρῳ τῷ πελάγει διὰ τῶν πορθμείων χρησάμενος, τοῦ Βοσπόρου τὸ πρὸς τῇ Προποντίδι στόμα ταῖς λαμπάσι κατέκρυψε
And again the faithful crowd, using the ferries as though the sea were dry land, covered with torches the mouth of the Bosporus that faces the Propontis.
於是那忠信的群眾又一次以渡船代替陸地穿越海洋,將面向普羅龐提斯的博斯普魯斯海口以火炬遮蔽。
1:3123
Τοῦτον δὲ ἐκείνῃ τῇ πόλει τὸν θησαυρὸν ὁ νῦν βασιλεύων προσή νεγκεν, ὁ τοῦ πάππου καὶ τὴν προσηγορίαν λαχὼν καὶ τὴν εὐσέβειαν φυλάξας ἀκήρατον
This treasure the emperor now reigning brought to that city, he who obtained both the name of his grandfather and preserved his grandfather's piety undefiled.
如今在位的皇帝將這件寶物迎入那座城中;他不但承襲了祖父的名號,也保守了祖父的敬虔,絲毫未曾玷污。
1:3124
οὗτος ἐπιθεὶς τῇ λάρνακι καὶ τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον ἱκετείαν ὑπὲρ τῶν γεγεννηκότων προσήνεγκε, συγ γνῶναι τοῖς ἐξ ἀγνοίας ἠδικηκόσιν ἀντιβολήσας
He, laying both his eyes and his forehead upon the coffin, offered a supplication on behalf of those who had begotten him, entreating that pardon be granted to those who had done wrong out of ignorance.
他將自己的雙眼與額頭伏在那靈柩之上,為生他養他的先人獻上懇求,祈求赦免那些出於無知而行不義之人。
1:3125
Πάλαι μὲν γὰρ ἐτεθνήκεσαν οἱ τούτου γονεῖς, κομιδῇ νέον ἐν ὀρφανίᾳ καταλιπόντες
For his parents had died long before, leaving him quite young in orphanhood.
因為他的雙親早已去世,撇下他年幼而孤苦無依。
1:3126
ἀλλὰ πεῖραν αὐτὸν λαβεῖν τῆς ὀρφανίας οὐκ εἴασεν ὁ τῶν πατέρων καὶ προγόνων θεός·
But the God of the fathers and forefathers did not allow him to experience the trial of orphanhood;
但列祖列宗的神並不容他真正嚐到孤兒的痛苦;
1:3127
τροφῆς τε γὰρ αὐτὸν μεταλαχεῖν εὐσεβοῦς παρεσκεύασε καὶ τὴν βασιλείαν ἐφύλαξεν ἀστα σίαστον καὶ τὰς τυραννικὰς ἐχαλίνωσε γνώμας
for He provided that he should receive a pious upbringing, and He kept the empire free from sedition, and He curbed tyrannical designs.
因為神使他得以承受敬虔的教養,又保守他的國度不生動亂,並約束了那些懷有僭越之心者的圖謀。
1:3128
τῶνδε τῶν εὐεργε σιῶν μεμνημένος ἀεὶ τὸν εὐεργέτην γεραίρει τοῖς ὕμνοις·
Mindful of these benefits, he continually honors his Benefactor with hymns;
他常常記念這些恩惠,總以頌歌來尊崇這位施恩者;
1:3129
ἔχει δὲ κοινωνοὺς τῆς ὑμνῳδίας τὰς ἀδελφὰς διὰ βίου τὴν παρθενίαν ἀσκού σας καὶ τρυφὴν ἡγουμένας μεγίστην τὴν τῶν θείων λογίων μελέτην καὶ θησαυρὸν ἄσυλον νομιζούσας τῶν δεομένων τὰς χρείας
and he has as companions in this hymnody his sisters, who practice virginity throughout their life and count the study of the divine oracles their greatest delight, and who regard the needs of those in want as an inviolable treasure.
與他一同唱頌讚美的,還有他的姊妹們——她們終身守貞,把研讀神聖經言視為最大的喜樂,並把周濟窮乏之人的需要當作不可侵犯的寶藏。
1:3130
αὐτὸν μέντοι τὸν βασιλέα πολλὰ μὲν καὶ ἄλλα κοσμεῖ, οὐχ ἥκιστα δὲ φιλαν θρωπία καὶ πραότης καὶ γαλήνη ψυχῆς ζάλην οὐ δεχομένη, καὶ πίστις ἀκραιφνής τε καὶ δόκιμος·
As for the emperor himself, many other things adorn him, but not least of all his benevolence and gentleness, and a calm of soul that admits no storm, and a faith both pure and approved;
至於皇帝本人,有許多美德使他增光,其中尤以仁愛、溫和,以及那不容風暴侵擾的心靈平靜,還有純正而經得起考驗的信仰為最;
1:3131
καὶ ταύτης σαφὲς ἐπιδείξω τεκμήριον
and of this I shall give a clear proof.
關於這信仰,我將舉出一個明確的例證。
1:3132
Ἀνήρ τις ἀσκητικὸν μὲν ἀσπαζόμενος βίον, θρασυτέρᾳ δὲ χρώ μενος γνώμῃ, προσελήλυθε τῷ βασιλεῖ περί τινος δεόμενος
A certain man, embracing an ascetic life but of a rather bold disposition, approached the emperor with a request about something.
有一位過著苦修生活、卻性情較為魯莽的人,來到皇帝面前,有所祈求。
1:3133
ἐπειδὴ δὲ τοῦτο δράσας πολλάκις οὐκ ἔτυχε, τῆς ἐκκλησιαστικῆς αὐτὸν κοινωνίας ἐκώλυσε καὶ τὸν δεσμὸν ἐπιθεὶς ὑπεχώρησεν
And when, having done this many times, he did not obtain what he asked, he barred him from ecclesiastical communion, and having imposed this bond, withdrew.
他屢次如此求告卻未能如願,於是他(那位苦修者)便將皇帝拒於教會的共融之外,加上了絕罰的束縛,然後離去。
1:3134
ὁ δὲ πιστό τατος βασιλεὺς παραγενόμενος εἰς τὰ βασίλεια, καὶ τοῦ καιροῦ κα λοῦντος εἰς εὐωχίαν καὶ τῶν συσσίτων παρόντων, οὐκ ἔφη πρὶν λυθῆναί οἱ τὸν δεσμὸν μετασχήσειν τροφῆς·
But the most faithful emperor, having come to the palace, and though the occasion called for a banquet and his table-companions were present, said that he would not partake of food until the bond had been loosed for him;
這位最忠信的皇帝來到宮中,適逢設宴的時刻,同席之人皆已在座,他卻表示:在那束縛未被解除之前,他絕不進食;
1:3135
καὶ τούτου δὴ εἵνεκα πρὸς τὸν ἀρχιερέα τινὰ τῶν οἰκειοτάτων ἔπεμψε, παρακαλῶν ἐπι τρέψαι τῷ δεδεκότι τὸν δεσμὸν διαλῦσαι
and for this reason he sent one of his closest attendants to the bishop, urging him to permit the one who had bound him to loose the bond.
為此,他便派遣一位最親近的人去見那位主教,懇求他准許那位曾施加束縛之人親自解除這束縛。
1:3136
τοῦ δὲ ἐπισκόπου φήσαντος μὴ χρῆναι παρὰ παντὸς ὁτουοῦν δέχεσθαι τὸν δεσμὸν καὶ δεδηλω κότος ὡς λέλυται, οὐκ ἐδέξατο τὴν λύσιν ἕως ὁ δήσας σὺν πολλῷ πόνῳ ζητηθεὶς τὴν κοινωνίαν ἀπέδωκεν·
But the bishop said that the bond ought not to be accepted as loosed from just anyone, and though he declared that it had already been loosed, the emperor did not accept this loosing, until the one who had bound him, being sought out with much trouble, himself restored communion;
然而那主教卻表示,這束縛不應由任何人隨意解開,並宣告說束縛其實已經解除了;但皇帝並不接受這樣的解釋,直到費了許多工夫尋得那位下令束縛的人,親自恢復了他的共融為止;
1:3137
οὕτω τοῖς θείοις πεπίστευκε νόμοις
so firmly has he trusted in the divine laws.
他就是這樣信靠神聖的律法。
1:3138
Τούτου δὴ εἵνεκα καὶ αὐτὰ τῶν εἰδωλικῶν σηκῶν τὰ λειπόμενα ἐκ βάθρων ἀνασπασθῆναι προσέταξεν, ὥστε τοὺς μεθ' ἡμᾶς ἐσομένους μηδὲ ἴχνος τῆς προτέρας ἐξαπάτης θεάσασθαι·
For this reason he also commanded that the remains of the idolatrous shrines be torn up from their foundations, so that those who come after us should not see even a trace of the former deception;
正因如此,他也下令把偶像神龕殘存的部分連根拔起,使得我們身後之人連從前那欺騙之事的一絲痕跡都看不到;
1:3139
περὶ τούτων ἐντέθεικε νόμῳ
concerning these matters he has enacted a law.
關於這些事,他已明文立法。
1:3140
Τούτων δὲ τῶν ἀγαθῶν σπερμάτων διηνεκῶς δρέπεται τοὺς καρπούς·
And from these good seeds he continually reaps the fruits;
這些美好的種子,如今持續結出果實;
1:3141
τὸν γὰρ τῶν ὅλων δεσπότην προμηθούμενον ἔχει
for he has the Master of all things watching over him with providence.
因為他有萬有的主宰在眷顧看護他。
1:3142
καὶ γὰρ ἡνίκα Ῥωΐλας, Σκυθῶν τῶν νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης καὶ τήν τε Θρᾴκην ἐδῄου καὶ ἐληΐζετο καὶ τὴν βασιλίδα πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ θεὸς καὶ πρη στῆρσι βαλὼν καὶ αὐτὸν κατέφλεξε καὶ τὴν στρατιὰν κατανάλωσεν ἅπασαν
For indeed, when Rhoilas, leader of the nomadic Scythians, crossed the Ister with as great an army as possible, and ravaged and plundered Thrace, and threatened to besiege the imperial city and take it by storm and lay it utterly waste, God, striking from above with thunderbolts and lightning, both consumed him with fire and destroyed his entire army.
當那率領遊牧斯基泰人的羅烏拉斯(Rhoilas)率領極為龐大的軍隊渡過伊斯特河(多瑙河),蹂躪劫掠色雷斯,並且揚言要圍攻京城、不戰而下、將其夷為廢墟之時,神便從天上以雷霆與閃電將其擊打,把他自己燒盡,也把他全軍消滅殆盡。
1:3143
Τοιουτότροπόν τι κἀν τῷ Περσικῷ πολέμῳ πεποίηκεν
He did something of the same kind also in the Persian War.
在波斯戰爭中,神也曾行過類似的事。
1:3144
ἐπειδὴ γὰρ ἐκεῖνοι τὴν Ῥωμαίων ἀσχολίαν μεμαθηκότες κατὰ τῶν ἀστυγειτό νων ἐστράτευσαν, τὰς περὶ τῆς εἰρήνης παραβεβηκότες σπονδάς, ἐπεκούρει δὲ τοῖς πολεμουμένοις οὐδείς (τῇ γὰρ εἰρήνῃ τεθαρρηκὼς ὁ βασιλεὺς εἰς ἑτέρους πολέμους καὶ τοὺς στρατηγοὺς καὶ τοὺς στρα τιώτας ἐξέπεμψεν), ὑετῷ λαβροτάτῳ καὶ χαλάζῃ βαλὼν μεγίστῃ τὴν ἐπὶ τὰ πρόσω πορείαν ἐκώλυσε καὶ τὸν τῶν ἵππων ἐπέδησε δρόμον·
For when the Persians, having learned of the Romans' preoccupation elsewhere, marched against their neighbors, having transgressed the treaty concerning peace, and no one came to the aid of those under attack (for the emperor, confident in the peace, had sent both generals and soldiers off to other wars), God, striking with a most violent rain and the greatest hail, hindered their forward march and shackled the running of their horses;
當波斯人得知羅馬人正忙於他處,便違背了先前所立的和約,出兵攻打鄰國,卻無人前去援救那些遭受攻擊的人(因為皇帝自恃已與波斯締結和平,早已把將領與士兵派往其他戰場),神便降下極猛烈的大雨與極大的冰雹,阻擋了他們前進的路程,並使他們的馬匹寸步難行;
1:3145
καὶ ἐν εἴκοσι ἡμέραις ἰσαρίθμους ἐξανύσαι σταδίους οὐκ ἴσχυσαν, ἕως οἱ στρατηγοί τε ἀφίκοντο καὶ τοὺς στρατιώτας συνήθροισαν
and in twenty days they were not able to accomplish an equal number of stades, until the generals arrived and gathered the soldiers together.
二十天之內,他們竟連二十斯塔迪昂的路程都無法走完,直到我方將領趕到,重新集結了士兵為止。
1:3146
Καὶ ἐν τῷ προτέρῳ δὲ πολέμῳ τούτους αὐτοὺς τὴν ἐπώνυμον τοῦ βασιλέως πολιορκοῦντας πόλιν καταγελάστους ἀπέφηνε
And in the earlier war too, He made these same men, while besieging the city named after the emperor, an object of ridicule.
在先前那次戰爭中,神也使這些人——當他們圍攻那以皇帝之名命名的城市時——淪為笑柄。
1:3147
πλείους γὰρ ἢ τριάκοντα ἡμέρας πανσυδὶ Γοροράνου τὴν προειρημένην κυ κλώσαντος πόλιν, καὶ πολλὰς μὲν ἑλεπόλεις προσενεγκόντος, μηχαναῖς δὲ χρησαμένου μυρίαις, καὶ πύργους ἔξωθεν ὑψηλοὺς ἀντεγείραντος, μόνος ἀντέσχεν ὁ θεῖος ἀρχιερεὺς ( Εὐνόμιος δὲ τούτῳ ὄνομα ἦν) καὶ τῶν προσφερομένων μηχανῶν τὴν ῥύμην διέλυσε
For when Gororanes, with his whole force, had surrounded the aforesaid city for more than thirty days, and had brought up many siege-engines, and employed countless machines, and raised high towers outside in response, the divine bishop alone withstood him (his name was Eunomius) and broke the force of the engines brought against the city.
因為戈羅拉努斯(Gororanes)率領全部兵力,將那城圍困了三十多天,運來許多攻城塔,動用了無數的機械,並在城外築起高聳的塔樓與之相抗,唯獨那位聖潔的主教(其名為優諾米烏斯,Eunomius)獨力抵擋,瓦解了那些攻城機械的威力。
1:3148
καὶ τῶν στρατηγῶν τῶν ἡμετέρων τὴν πρὸς τοὺς πολεμίους ἀπειρηκότων μάχην καὶ τοῖς πολιορκουμένοις ἐπαρκεῖν οὐ τολμώντων, οὗτος ἀντιπαραταττόμενος ἀπόρθητον τὴν πόλιν ἐφύλαξεν
And when our generals had given up the fight against the enemy and did not dare to relieve those under siege, he, arraying himself against them, kept the city unconquered.
當我方將領已放棄與敵軍交戰、不敢援助被圍困之人時,正是他親自佈陣抵禦,使這座城池得保未被攻陷。
1:3149
ἑνὸς δὲ τῶν ὑπὸ τῶν βαρβάρων τελούντων βασιλέων τὴν συνήθη βλασφημίαν τετολμηκότος καὶ τὰ Ῥαψάκου καὶ Σενναχηρεὶμ φθεγξαμένου καὶ μανικῶς ἀπειλήσαντος τὸν θεῖον πυρπολήσειν νεών, οὐκ ἐνεγκὼν τὴν λύτταν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τὸ λιθοβόλον ὄργανον παρὰ τὴν ἔπαλξιν τεθῆναι κελεύσας, ὃ τοῦ ἀποστόλου Θωμᾶ ἐπώνυμον ἦν, καὶ λίθον μέγαν ἐπιτεθῆναι παρεγγυήσας, ἐν τῷ ὀνόματι τοῦ βλασφημηθέντος ἀφεῖναι προσέταξεν
And when one of the kings subject to the barbarians dared the customary blasphemy, and uttered the words of Rabshakeh and Sennacherib, and madly threatened to burn down the divine temple, that divine man, unable to bear the madness, ordered the stone-throwing engine — which bore the name of the apostle Thomas — to be set beside the battlement, and having directed a great stone to be placed upon it, commanded it to be released in the name of Him who had been blasphemed.
當時,那些臣服於蠻族的王之中,有一人竟膽敢說出那慣常的褻瀆之言,說出拉伯沙基(Rabshakeh)與西拿基立(Sennacherib)那般的話語,並瘋狂地揚言要焚燒那神聖的聖殿,那位神聖的主教無法忍受這樣的猖狂,便下令將那架名為使徒多馬(Thomas)的投石機安置在城垛旁,命人在其上安放一塊巨石,並奉那被褻瀆者的名,下令將石發射出去。
1:3150
ὁ δὲ κατευθὺ τοῦ δυσσεβοῦς βασιλέως ἐκείνου κατενεχθεὶς καὶ τῷ στόματι πελάσας τῷ μυσαρῷ, τό τε πρόσωπον διέφθειρε καὶ τὴν κεφαλὴν συνέτριψεν ἅπασαν καὶ τὸν ἐγκέφαλον διέρανε τῇ γῇ
And the stone, borne straight down upon that impious king and coming close to his loathsome mouth, both destroyed his face and crushed his entire head and scattered his brains upon the ground.
那石頭徑直落在那不敬神的君王身上,正中他那污穢的口,摧毀了他的臉面,粉碎了他整個頭顱,將他的腦漿散落於地。
1:3151
τοῦτο θεασάμενος ὁ τὴν στρατιὰν ἀγείρας καὶ τὴν πόλιν αἱρήσειν ἐλπίσας ᾤχετο, τὴν ἧτταν διὰ τῶν πραγμάτων ὁμο λογήσας, καὶ δείσας τὴν εἰρήνην ἐσπείσατο
Seeing this, the man who had gathered the army and hoped to capture the city departed, acknowledging his defeat by the facts themselves, and out of fear made peace.
看到這情形,那召集軍隊、盼望攻取此城的人便退去了,以行動承認了自己的失敗,並因懼怕而締結了和平。
1:3152
οὕτως ὁ τῶν ὅλων παμβασιλεὺς τοῦ πιστοτάτου κήδεται βασιλέως
Thus the King of all cares for the most faithful emperor.
萬有的大君王就是如此眷顧那位最忠信的皇帝。
1:3153
καὶ γὰρ δὴ καὶ οὗτος τὴν δουλείαν ὁμολογεῖ καὶ τὴν ἁρμόττουσαν τῷ δεσπότῃ θεραπείαν προσφέρει
For indeed he too confesses his servitude and offers the service befitting his Master.
因為他確實也承認自己為僕役,並向主人獻上相稱的事奉。
1:3154
Οὗτος τοῦ μεγάλου φωστῆρος τῆς οἰκουμένης τὰ λείψανα τῇ ποθούσῃ ἀποδέδωκε πόλει·
This emperor restored the relics of the great luminary of the world to the city that had longed for them;
這位皇帝將普世的大光的遺骨,歸還給了那渴慕已久的城市;
1:3155
ἀλλὰ ταῦτα μὲν ὕστερον ἐγένετο
but these things happened later.
然而這些事乃是後來才發生的。
1:3156
Ἰννοκέντιον δὲ ἐκεῖνον τὸν ἄριστον τῆς Ῥώμης ἐπίσκοπον Βονιφάτιος διεδέξατο, Ζώσιμος δὲ Βονιφάτιον, τὸν δὲ Ζώσιμον Κελεστῖνος
That excellent Innocent, bishop of Rome, was succeeded by Boniface, Boniface by Zosimus, and Zosimus by Celestine.
那位卓越的羅馬主教英諾森之後,由波尼法繼任,波尼法之後是佐西默斯,佐西默斯之後則是塞萊斯廷。
1:3157
ἐν Ἱεροσολύμοις δὲ μετὰ τὸν θαυμάσιον Ἰωάννην Πραΰλιος τὴν τῆς ἐκκλησίας ἐπιστεύθη κηδεμονίαν, ἀνὴρ τῷ ὄντι φερώνυμος
In Jerusalem, after the admirable John, Praylius was entrusted with the guardianship of the church, a man truly worthy of his name.
在耶路撒冷,繼那令人讚歎的約翰之後,普拉伊留斯受託掌管教會,此人名副其實(其名意為「溫和」)。
1:3158
ἐν Ἀντιοχείᾳ δὲ μετὰ τὸν θεῖον Ἀλέξανδρον Θεόδοτος, τῆς σωφροσύνης ὁ μαργαρίτης, τὴν τῆς ἐκκλησίας προεδρίαν παρέλαβε, πραότητι μὲν διαπρέπων, ἀκριβείᾳ δὲ βίου κοσμούμενος
In Antioch, after the divine Alexander, Theodotus, the pearl of temperance, took up the presidency of the church, distinguished by gentleness and adorned by the strictness of his life.
在安提阿,繼那神聖的亞歷山大之後,狄奧多圖斯——這位節制的明珠——接掌了教會的主教職位,以溫良著稱,並以生活的嚴謹自守為飾。
1:3159
οὗτος τὴν Ἀπολιναρίου φατρίαν τοῖς ἄλλοις προβάτοις ἀνέμιξε, λιπαρηθεὶς αὐτοὺς ἑνῶσαι τῇ ποίμνῃ·
This man, having been earnestly entreated to unite them with the flock, mingled the faction of Apollinarius with the rest of the sheep;
此人在受到懇切請求、要使他們與其餘羊群合一之後,便將阿波里納里的黨派併入了其餘羊群之中;
1:3160
πολλοὶ δὲ τούτων διέμειναν τὴν προτέραν λώβην ἐπίση μον ἔχοντες
but many of them remained, plainly bearing their former disfigurement.
然而他們當中許多人仍然存留,明顯帶著先前敗壞的印記。
1:3161
Κατὰ τοῦτον τὸν χρόνον Ἰσδιγέρδης ὁ Περσῶν βασιλεὺς τὸν κατὰ τῶν ἐκκλησιῶν ἐκίνησε πόλεμον, πρόφασιν ἐνθένδε λαβών
At this time Yazdegerd, king of the Persians, stirred up war against the churches, taking his pretext from the following occasion.
在此期間,波斯王伊斯迪吉爾德挑起了針對眾教會的戰爭,其藉口緣起如下。
1:3162
Ἄβδας τις ἐπίσκοπος ἦν, πολλοῖς κοσμούμενος εἴδεσιν ἀρετῆς·
There was a certain bishop named Abdas, adorned with many forms of virtue;
有一位名叫阿卜達斯的主教,具備多種美德為其莊嚴;
1:3163
οὗτος οὐκ εἰς δέον τῷ ζήλῳ χρησάμενος πυρεῖον κατέλυσε
this man, employing his zeal at an inopportune time, destroyed a fire-temple.
此人因不合時宜地運用了自己的熱心,竟拆毀了一座拜火廟。
1:3164
πυρεῖα δὲ κα λοῦσιν ἐκεῖνοι τοῦ πυρὸς τοὺς νεώς·
They call the temples of fire "pyreia";
他們把祭火的神廟稱為「拜火廟」(pyreia);
1:3165
θεὸν γὰρ τὸ πῦρ ὑπειλήφασι
for they suppose fire to be a god.
因為他們認為火是一位神明。
1:3166
τοῦτο μαθὼν παρὰ τῶν μάγων ὁ βασιλεὺς μετεστείλατο τὸν Ἄβδαν
Learning of this from the magi, the king sent for Abdas.
王從祆僧那裡得知此事,便召見了阿卜達斯。
1:3167
καὶ πρῶτον μὲν ἠπίως τὸ πραχθὲν ᾐτιάσατο καὶ τὸ πυρεῖον οἰκοδο μῆσαι προσέταξεν·
At first he gently reproached him for what he had done and ordered him to rebuild the fire-temple;
起初他溫和地責備了他所做的事,並命令他重建那座拜火廟;
1:3168
ἐκείνου δὲ ἀντιλέγοντος καὶ τοῦτο δράσειν ἥκιστα φάσκοντος, πάσας καταλύσειν τὰς ἐκκλησίας ἠπείλησε, καὶ μέντοι καὶ τέλος ἐπέθηκεν οἷς ἠπείλησε
but when Abdas refused and declared that he would by no means do this, the king threatened to destroy all the churches, and indeed carried his threats into effect.
但當阿卜達斯拒絕、並宣稱自己絕不會如此行時,王便揚言要拆毀所有的教會,並且果真實行了他的威脅。
1:3169
πρότερον γὰρ τὸν θεῖον ἄνδρα ἐκεῖνον ἀναιρεθῆναι κελεύσας, καταλυθῆναι τὰς ἐκκλησίας προσέταξεν
For he first ordered that divine man to be put to death, and then commanded that the churches be destroyed.
因為他先下令將那位神聖之人處死,然後才命令拆毀眾教會。
1:3170
Ἐγὼ δὲ τὴν μὲν τοῦ πυρείου κατάλυσιν οὐκ εἰς καιρὸν γεγενῆσθαί φημι
For my part, I say that the destruction of the fire-temple was not done at the proper time;
至於我,我要說拆毀拜火廟這件事並非行在恰當的時機;
1:3171
οὐδὲ γὰρ ὁ θεῖος ἀπόστολος, εἰς τὰς Ἀθήνας ἀφικόμενος καὶ τὴν πόλιν κατείδωλον θεασάμενος, τῶν βωμῶν τινα τῶν ὑπ' ἐκείνων τιμωμένων κατέλυσεν, ἀλλὰ λόγῳ καὶ τὴν ἄγνοιαν ἤλεγξε καὶ τὴν ἀλήθειαν ἔδειξε
for not even the divine apostle, when he came to Athens and saw the city full of idols, destroyed any of the altars honored by them, but by argument both refuted their ignorance and demonstrated the truth.
因為就連那神聖的使徒,來到雅典、看見滿城偶像時,也沒有拆毀他們所敬奉的任何祭壇,而是藉著言語既駁斥了他們的無知,又彰顯了真理。
1:3172
τὸ δὲ τὸν καταλυθέντα μὴ ἀνοικοδομῆσαι νεὼν ἀλλὰ τὴν σφαγὴν ἑλέσθαι μᾶλλον ἢ τοῦτο δρᾶσαι, κομιδῇ θαυ μάζω καὶ στεφάνων τιμῶμαι·
But that he did not rebuild the temple he had destroyed, but chose slaughter rather than do so, I altogether admire, and I honor him with crowns of glory;
但他不肯重建自己所拆毀的神廟,寧可選擇被殺也不肯如此行,這一點我極為欽佩,並以榮耀的冠冕尊崇他;
1:3173
ἴσον γάρ μοι δοκεῖ τοῦ προσκυνῆσαι τὸ πῦρ τὸ τούτῳ τέμενος δείμασθαι
for it seems to me equivalent to worshiping the fire, to build a shrine for it.
因為在我看來,為火建造神殿,等同於敬拜那火。
1:3174
Ἐντεῦθεν ὁ κλύδων ἀρχὴν λαβὼν παγχάλεπά τε καὶ ἄγρια κατὰ τῶν τῆς εὐσεβείας τροφίμων ἐκίνησε κύματα
From this the storm, taking its beginning, stirred up utterly harsh and savage waves against the nurslings of piety.
由此,這場風暴興起,掀起了極其猛烈、殘酷的浪濤,衝擊那些敬虔的子民。
1:3175
καὶ τριάκοντα διελη λυθότων ἐνιαυτῶν ἡ ζάλη μεμένηκεν, ὑπὸ τῶν μάγων καθάπερ ὑπό τινων καταιγίδων ῥιπιζομένη
And after thirty years had passed, the tempest still remained, fanned by the magi as though by certain gales.
三十年過去了,這場暴風依然未曾平息,被祆僧們如狂風般不斷煽動。
1:3176
( μάγους δὲ καλοῦσιν οἱ Πέρσαι τοὺς τὰ στοιχεῖα θεοποιοῦντας·
(The Persians give the name "magi" to those who deify the elements;
(波斯人把那些將自然元素神化的人稱為「祆僧」(magi);
1:3177
τὴν δὲ τούτων μυθολογίαν ἐν ἑτέρῳ συγγράμματι δεδηλώκαμεν, ἐν ᾧ τὴν λύσιν ταῖς τούτων πεύσεσι προσηνέγκαμεν.) καὶ Γοροράνης δὲ ὁ Ἰσδιγέρδου μετὰ τὴν τοῦ πατρὸς τελευτὴν σὺν τῇ βασιλείᾳ καὶ τὸν κατὰ τῆς εὐσεβείας διεδέξατο πό λεμον, καὶ τελευτῶν ἄμφω ταῦτα συνεζευγμένα καταλέλοιπε τῷ παιδί
we have set forth their mythology in another treatise, in which we also offered a refutation of their doctrines.) And Gororanes, son of Yazdegerd, after his father's death, inherited along with the kingdom the war against piety as well, and at his death he left both of these, yoked together, to his own son.
他們的神話我們已在另一部著作中闡明,並在其中對他們的教義作出了駁斥。)伊斯迪吉爾德之子戈羅拉尼斯,在父親去世後,隨同王位一併承接了這場迫害敬虔之戰,臨終時又將這兩者一同留給了自己的兒子。
1:3178
Τὰς δὲ τῶν τιμωριῶν ἰδέας καὶ τῶν κολαστηρίων τὰς ἐπινοίας ἃς τοῖς εὐσεβέσι προσήνεγκαν οὐ ῥᾴδιον φράσαι
It is not easy to describe the kinds of tortures and the ingenious devices of punishment which they inflicted on the pious.
他們對敬虔之人所施加的各種酷刑形式,以及那些殘酷刑具的巧思設計,實在難以一一描述。
1:3179
τῶν μὲν γὰρ τὰς χεῖρας ἀπέδειραν, τῶν δὲ τὰ νῶτα·
For from some they flayed the hands, from others the backs;
因為有人被剝去了雙手的皮,也有人被剝去了背部的皮;
1:3180
ἄλλων δὲ τὰς κεφαλὰς ἀπὸ τῶν μετώπων ἐναρξάμενοι μέχρι τοῦ ἰνίου γυμνὰς τῶν δερμάτων εἰργά σαντο
and from the heads of others, beginning at the forehead and proceeding as far as the back of the head, they stripped the skin entirely.
又有人從額頭起始,一直到後腦,被剝去了頭上的整片皮膚。
1:3181
ἐνίους δὲ καλάμοις ἡμιτόμοις καλύψαντες καὶ τὰς τομὰς τῷ σώματι προσαρμόσαντες, εἶτα δεσμὰ στεγανὰ ἀπὸ τῆς κεφαλῆς μέχρι τῶν ποδῶν περιθέντες, βίᾳ ἕκαστον τῶν καλάμων ἐξεῖλκον, ἵνα τὸ πελάζον τοῦ δέρματος παρασύροντες πικρὰς τὰς ὀδύνας ἐργάσωνται
Some they covered with split reeds, fitting the cut edges against the body, then binding them fast with bonds from head to foot, and violently pulled out each of the reeds one by one, so that by tearing away the adjacent skin they might produce bitter pains.
又有人被人以劈開的蘆葦包裹,將切口貼合於身體,然後從頭到腳緊緊束縛捆綁,再一根一根用力抽出蘆葦,藉此撕扯附著的皮膚,造成劇烈的痛苦。
1:3182
καὶ λάκκους δὲ ὀρύξαντες καὶ τούτους ἀκριβῶς καταχρίσαντες, μυῶν μεγάλων ἀγέλας ἐν τούτοις καθεῖρξαν καὶ τροφὴν αὐτοῖς τοὺς τῆς εὐσεβείας προσέφερον ἀθλητάς, καὶ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας δεσμοῦντες ὅπως ἀπὸ σφῶν αὐτῶν ἀπελαύνειν τὰ θηρία μὴ δύνωνται
And digging pits and coating them thoroughly, they shut up in them herds of large rats and offered the champions of piety to them as food, binding their hands and feet so that they would be unable to drive the beasts away from themselves.
又有人挖掘坑穴,將坑壁仔細塗抹,把成群的大鼠關養在裡面,並把那些敬虔的鬥士作為鼠群的食物投入其中,還捆綁他們的手腳,使他們無法將那些野獸從自己身上驅趕開。
1:3183
οἱ δὲ μύες ὑπὸ τοῦ λιμοῦ πιεζόμενοι κατὰ βραχὺ τὰς τῶν ἁγίων κατανήλισκον σάρκας, μακρὰν αὐτοῖς καὶ ἀλγεινὴν τὴν τιμωρίαν προσφέροντες
And the rats, driven by hunger, gradually consumed the flesh of the saints, inflicting on them a prolonged and agonizing torment.
那些老鼠因飢餓所迫,一點一點地啃食聖徒們的血肉,使他們承受漫長而痛苦的刑罰。
1:3184
καὶ ἄλλας δὲ τούτων χαλεπωτέρας ἐπενόησαν τι μωρίας, τὸν τῆς φύσεως ἀλάστορα καὶ τῆς ἀληθείας πολέμιον διδά σκαλον ἔχοντες
And they devised still other torments more grievous than these, having as their instructor the avenging enemy of nature and adversary of truth.
他們還設計出比這些更為殘酷的刑罰,因為他們的師傅正是那自然的仇敵、真理的敵對者。
1:3185
ἀλλ' οὐκ ἤλεγξαν τῶν ἀθλητῶν τὴν ἀνδρείαν·
But they did not disprove the courage of the champions;
然而他們並未使那些鬥士的勇氣受挫;
1:3186
αὐτόματοι γὰρ ἔτρεχον, τὸν τῆς ἀνωλέθρου ζωῆς πρόξενον λαβεῖν ὀριγνώμενοι θάνατον
for they ran forward of their own accord, longing to obtain death as the procurer of imperishable life.
因為他們自願奔向前去,渴望獲得那能成就不朽生命的死亡。
1:3187
δύο δὲ ἢ τριῶν μνησθήσομαι ἵνα διὰ τούτων ἐπιδείξω καὶ τὴν τῶν ἄλλων ἀνδρείαν
I shall mention two or three, so that through them I may also display the courage of the rest.
我將提及其中兩三位,藉此也彰顯其餘眾人的勇氣。
1:3188
Ὁρμίσδης τις τῶν ἄγαν περιφανῶν παρὰ Πέρσαις ἐτύγχανεν ὤν, Ἀχαιμενίδης ἀνήρ, πατέρα ὕπαρχον ἐσχηκώς
There was a certain Hormisdas, one of the exceedingly distinguished men among the Persians, an Achaemenid by descent, whose father had been a provincial governor.
有一位名叫霍米斯達斯的人,是波斯人中極為顯赫者之一,出身阿契美尼德家族,其父曾任總督。
1:3189
τοῦτον Χριστιανὸν εἶναι μεμαθηκὼς ὁ βασιλεὺς ἤγαγέ τε καὶ προσέταξεν ἀρνηθῆναι τὸν σεσωκότα θεόν
Learning that this man was a Christian, the king had him brought and commanded him to deny the God who had saved him.
王得知此人是基督徒後,便將他帶來,命令他否認那拯救了他的神。
1:3190
ὁ δὲ ἔφη μήτε δίκαια μήτε συμφέροντα προστετα χέναι τὸν βασιλέα
But he said that the king had commanded neither just nor advantageous things.
他卻回答說,王所命令的事既不公義,也無益處。
1:3191
ὁ γάρ τοι παιδευόμενος ῥᾳδίως τοῦ θεοῦ τῶν ὅλων καταφρονεῖν καὶ τοῦτον ἀρνεῖσθαι, ῥᾷον ἂν καὶ βασιλέως κατα φρονήσοι·
For indeed, one who is taught to despise the God of all things and to deny him with ease would all the more readily despise the king as well;
因為一個被教導可以輕易輕慢萬有之神、否認祂的人,就會更加容易地輕慢君王;
1:3192
ἄνθρωπος γὰρ δὴ οὗτος, θνητὴν φύσιν κεκληρωμένος
for this one is but a man, having received a mortal nature.
因為這一位也不過是人,領受的是必死的本性。
1:3193
εἰ δὲ τιμωρίας ἐσχάτης ἄξιος ὁ τὰ σά, ὦ βασιλεῦ, ἀρνούμενος σκῆπτρα, πολλαπλασίων κολάσεων ἀξιώτερος ὁ τὸν τοῦ παντὸς ἀρνούμενος ποιητήν
But if one who denies your scepter, O king, deserves the ultimate punishment, then one who denies the Maker of the universe deserves punishments many times over.
王啊,若否認你王權的人理當受到極刑,那麼否認那萬有創造者的人,就更當受到多倍的懲罰。
1:3194
ὁ δὲ βασιλεύς, τὴν τῶν εἰρημένων δέον θαυμάσαι σοφίαν, ἐγύμνωσε μὲν καὶ τοῦ πλούτου καὶ τῶν ἀξιωμάτων τὸν γενναιότατον ἀγωνιστήν, γυμνὸν δὲ ἕλκειν τῆς στρατιᾶς τὰς καμήλους ἐκέλευσε, διαζώματι χρώμενον μόνῳ
The king, though he ought to have admired the wisdom of what was said, instead stripped that most noble champion of both his wealth and his honors, and commanded him, naked and wearing only a loincloth, to lead the camels of the army.
然而王本應對這番話的智慧感到欽佩,卻反而剝奪了這位最高貴的鬥士的一切財富與尊位,命令他只圍一條腰布,赤身牽引軍隊的駱駝。
1:3195
πολλῶν δὲ διελθουσῶν ἡμερῶν, διακύψας ἀπὸ τῆς καμάρας εἶδε τὸν ἄριστον ἄνδρα ἐκεῖνον ὑπὸ τῆς ἀκτίνος φλεγόμενον καὶ κόνεως ἀναπιμπλάμενον
After many days had passed, he peered out from the vaulted chamber and saw that excellent man scorched by the sun's rays and covered with dust.
過了許多天以後,王從拱頂殿閣中窺望出去,看見那位卓越之人被烈日灼曬、渾身沾滿塵土。
1:3196
καὶ τῆς πατρῴας περι φανείας ἀναμνησθεὶς ἤγαγέ τε καὶ ἐνδύσασθαι χιτωνίσκον ἐκ λίνου πεποιημένον ἐκέλευσεν
And, remembering the distinction of his father, he had him brought and ordered him to put on a small tunic made of linen.
王想起他父親的顯赫地位,便將他帶來,命令他穿上一件用亞麻布製成的小外衣。
1:3197
εἶτα νομίσας ὑπό τε τοῦ προτέρου πόνου καὶ τῆς γεγενημένης φιλανθρωπίας μαλακισθῆναι τὸ φρόνημα·
Then, supposing that his resolve had been softened both by his former suffering and by the kindness now shown him,
隨後,王認為他的意志必已因先前的苦難以及此刻所受的恩待而軟化,
1:3198
νῦν γοῦν, ἔφη, τῆς ἔριδος ἐκείνης ἀπαλλαγεὶς ἀρνήθητι τοῦ τέκτονος τὸν υἱόν
"Now then," he said, "having been rid of that former contention, deny the carpenter's son."
便說道:「如今你既已脫離先前的爭執,就否認那木匠的兒子吧。」
1:3199
ὁ δὲ ζήλου θείου πλησθεὶς διέρρηξέ τε τὸν χιτωνίσκον καὶ προσέρριψεν εἰπών·
But he, filled with divine zeal, tore the tunic and flung it away, saying:
他卻滿懷神聖的熱心,撕破那件外衣並將其擲開,說道:
1:3200
εἰ διὰ τοῦτό με οἴει τῆς εὐσεβείας ἐκστή σεσθαι, ἔχε τὸ δῶρον μετὰ τῆς δυσσεβείας
"If you think that because of this I shall turn aside from piety, keep your gift along with your impiety."
「若你以為我會因此離棄敬虔,那你就連同你的不敬虔,把這禮物一併收回去吧。」
1:3201
ταύτην αὐτοῦ τὴν ἀνδρείαν ὁ βασιλεὺς θεασάμενος γυμνὸν οὕτω τῆς βασιλείας ἐξήλασε
Seeing this courage of his, the king drove him out of the kingdom, naked as he was.
王目睹了他這般的勇氣,便讓他如此赤身被逐出國境。
1:3202
Καὶ Σαήνην δὲ χιλίων οἰκετῶν δεσπότην, ἀντειπόντα αὐτῷ καὶ ἀρνηθῆναι τὸν ποιητὴν οὐκ ἀνεχόμενον, ἐρόμενος ὅστις εἴη τῶν οἰκετῶν ὁ κάκιστος, ἐκείνῳ τῶν ἄλλων τὴν δεσποτείαν παρέδωκε καὶ τὸν δεσπότην ἐκείνῳ δουλεύειν προσέταξε
And as for Saenes, master of a thousand household servants, who had spoken against the king and would not consent to deny the Maker, the king asked which of his servants was the most wicked, handed over to that one the mastery of the rest, and ordered the master himself to serve him as a slave.
又有一位名叫薩埃涅斯的人,擁有一千名家僕,因頂撞王、拒絕否認那創造者,王便詢問誰是這些家僕中最惡劣的一個,將主人之位交給了那個最惡劣的僕人,並命令原本的主人向他為奴服事。
1:3203
συνέζευξε δὲ αὐτῷ καὶ τὴν δέσποιναν τὴν τοῦ δεσπότου ὁμόζυγα, ταύτῃ μεταπείσειν ὑποτοπήσας τῆς ἀληθείας τὸν πρόμαχον
He also joined to that man the mistress, the master's own wife, supposing that by this means he would persuade the champion of the truth to change his mind.
王還將女主人——原主人的妻子——一併配給了那人,猜想藉此可以說服這位真理的捍衛者改變心意。
1:3204
ἀλλ' ἐψεύσθη τῆς ἐλπίδος·
But he was disappointed in his expectation;
但他的期望落空了;
1:3205
ἐπὶ γὰρ τῆς πέτρας ᾠκοδομημένην εἶχε τὴν οἰκίαν
for Saenes had built his house upon the rock.
因為薩埃涅斯的房屋乃是建在磐石之上的。
1:3206
Βενιαμὶν δέ τινα διάκονον συλλαβὼν καθεῖρξε
And having seized a certain deacon named Benjamin, he imprisoned him.
王又拘捕了一位名叫本雅明的執事,將他囚禁起來。
1:3207
δύο δὲ διελη λυθότων ἐτῶν, πρεσβευτὴς Ῥωμαίων ἀφίκετο περὶ ἑτέρων τινῶν πρεσβεύων πραγμάτων·
When two years had passed, an envoy of the Romans arrived, negotiating concerning certain other matters;
兩年過去後,一位羅馬使者為了其他一些事務前來交涉;
1:3208
εἶτα τοῦτο μαθὼν ᾔτησε τὸν βασιλέα τοῦ διακόνου τὴν ἄφεσιν
and then, learning of this, he requested of the king the release of the deacon.
隨後他得知此事,便向王請求釋放這位執事。
1:3209
ὁ δὲ βασιλεὺς ὑποσχέσθαι προσέταξε τὸν Βενιαμὶν ὡς οὐδενὶ τῶν μάγων τὴν Χριστιανικὴν διδασκαλίαν προσ οίσει
The king commanded that Benjamin promise that he would present the Christian teaching to none of the magi.
王便命令本雅明承諾,絕不向任何祆僧傳講基督教義。
1:3210
καὶ ὁ μὲν πρεσβευτὴς φυλάξειν τὸν Βενιαμὶν τὰ προσταχθέντα ἐπηγγείλατο
And the envoy promised that Benjamin would keep what had been commanded.
使者便代為承諾,本雅明將遵守此命令。
1:3211
ὁ δὲ Βενιαμὶν ἀκούσας τῶν τοῦ πρεσβευτοῦ παραινέ σεων·
But Benjamin, having heard the envoy's exhortations, said:
但本雅明聽了使者的勸告後,說道:
1:3212
ἀδύνατον, ἔφη, μὴ μεταδοῦναί με τοῦ φωτὸς οὗ μετέλαχον
"It is impossible," he said, "for me not to share the light of which I myself have partaken."
「我若不將自己所領受的光分享給人,是不可能的,」他說。
1:3213
ὁπόσης γὰρ ἄξιον τιμωρίας τὸ κατακρύψαι τὸ τάλαντον, ἡ τῶν ἱερῶν εὐαγγελίων ἱστορία διδάσκει
For how great a punishment the hiding of the talent deserves, the narrative of the holy Gospels teaches.
因為隱藏那一他連得所應受的懲罰有多重,聖福音書的記載已經教導我們了。
1:3214
ἀλλὰ τούτων μὲν οὐδὲν τηνι καῦτα γνοὺς ὁ βασιλεὺς ἐκέλευσεν αὐτὸν τῶν δεσμῶν ἀφεθῆναι
But the king, knowing nothing of this at that time, ordered him to be released from his bonds.
然而王當時對此一無所知,便下令將他從囚禁中釋放。
1:3215
ἐκεῖνος δὲ τὰ συνήθη δρῶν διετέλει, καὶ ζωγρῶν τοὺς τῷ ζόφῳ τῆς ἀγνοίας κατεχομένους καὶ τῷ νοερῷ προσάγων φωτί
But he continued to do his accustomed work, capturing alive those held fast by the darkness of ignorance and leading them to the light of the mind.
他卻依然故我,持續其素常所行之事,將那些被無知的幽暗所轄制的人俘獲過來,引領他們歸向那屬靈的光明。
1:3216
ἐνιαυτοῦ δὲ διελθόντος, ἐμηνύθη τῷ βασιλεῖ τὰ παρ' ἐκείνου γιγνόμενα, καὶ ἀγαγὼν αὐτὸν ἀρνηθῆναι προσέταξε τὸν ὑπ' αὐτοῦ προσκυνούμενον·
When a year had passed, what he was doing was reported to the king, and having had him brought, the king commanded him to deny the one whom he worshiped;
一年過去後,他所行的事被人密報給王,王便將他帶來,命令他否認自己所敬拜的那一位;
1:3217
ὁ δὲ ἤρετο τὸν βασιλέα τίνος τιμᾶται τὸν τὴν μὲν ἑαυτοῦ καταλιπόντα βασιλείαν, ἑτέραν δὲ προαιρούμενον
but he asked the king with what a man is rightly requited who abandons his own kingdom and chooses another instead.
他卻反問王,若有人捨棄自己本國的王權,而選擇歸順另一位君王,這人理當受何種對待。
1:3218
ἐκείνου δὲ εἰπόντος ὅτι θανάτου καὶ τιμωρίας ἐσχάτης, εἶπεν ὁ σοφώτατος ἀνήρ·
And when the king said, "With death and the ultimate punishment," the most wise man said:
王回答說:「當受死刑與極刑。」這位最有智慧的人便說:
1:3219
τί οὖν οὐκ ἂν πάθοι δικαίως ἄνθρωπος, τὸν μὲν ποιητὴν καὶ δημιουργὸν καὶ τροφέα καὶ σωτῆρα καταλιμπάνων, ἕνα δὲ τῶν ὁμοδούλων θεοποιῶν καὶ τὸ ὀφειλόμενον ἐκείνῳ σέβας τούτῳ προσφέρων; χαλεπήνας δὴ οὖν πρὸς τοὺς τοιούτους λόγους ὁ βασιλεύς, εἴκοσι καλάμους ὀξύνας τοῖς τῶν χειρῶν καὶ τῶν ποδῶν ἐνέπειρεν ὄνυξιν
"What, then, might a man not justly suffer, who abandons his Maker and Creator and Nourisher and Savior, and deifies one of his fellow servants, offering to this one the reverence owed to that One?" The king, then, enraged at such words, sharpened twenty reeds and drove them under the nails of his hands and feet.
「那麼,一個人若捨棄了自己的創造者、造物主、養育者與救主,反倒將某個同為僕役者神化,把本應歸給那一位的敬拜獻給了這一位,他理當受何種懲罰呢?」王聽了這樣的話勃然大怒,便削尖了二十根蘆葦,刺入他手指與腳趾的指甲之下。
1:3220
ἐπειδὴ δὲ ἑώρα παίγνιον τὴν τιμωρίαν ὑπολαμβάνοντα, ἕτερον αὖ πάλιν κάλαμον ὀξύνας ἐνέβαλε τῷ παιδογόνῳ μορίῳ καὶ τοῦτον συνεχῶς ἐξαίρων τε καὶ ἐνείρων ἀρρήτους τινὰς ἀλγηδόνας εἰργάζετο
But when he saw that he regarded the torment as mere sport, the king again sharpened yet another reed and thrust it into his generative member, and by continually drawing it out and thrusting it in again, produced unspeakable pains.
然而王見他把這刑罰視若兒戲一般,便又削尖另一根蘆葦,插入他的生殖器官,並不斷地抽出又刺入,造成了難以言喻的劇痛。
1:3221
μετὰ τήνδε τὴν τιμωρίαν ὁ δυσσεβὴς καὶ θηριώδης ῥάβδον παχεῖαν ὄζους πάντοθεν ἔχουσαν εἰσωθῆναι διὰ τῆς ἕδρας ἐκέλευσεν
After this punishment, the impious and savage man ordered a thick rod, full of knots on every side, to be thrust in through his fundament.
在這次刑罰之後,那不敬虔而殘暴的人又下令,將一根四面佈滿節瘤的粗棍從肛門插入。
1:3222
οὕτω τὸ πνεῦμα παρέδωκεν ὁ γενναῖος ἀγωνιστής
Thus the noble contender gave up his spirit.
這位英勇的鬥士就這樣交出了他的靈魂。
1:3223
καὶ ἄλλα δὲ μυρία τοιαῦτα παρ' ἐκείνων ἐτολμήθη τῶν δυσσεβῶν
And countless other such deeds were dared by those impious men.
那些不敬虔之人還膽敢做出無數其他這類的事。
1:3224
Οὐ χρὴ δὲ θαυμάζειν ὅτι τῆς ἐκείνων θηριωδίας καὶ δυσσεβείας ἀνέχεται τῶν ὅλων ὁ πρύτανις
One should not marvel that the Ruler of all things endures their savagery and impiety.
我們不必驚訝,萬有的主宰竟容忍他們的殘暴與不敬虔。
1:3225
καὶ γὰρ πρὸ τῆς Κωνσταντίνου τοῦ μεγάλου βασιλείας ὅσοι Ῥωμαίων ἐγένοντο βασιλεῖς κατὰ τῶν θιασωτῶν τῆς ἀληθείας ἐλύττησαν
For indeed, before the reign of Constantine the Great, as many as became emperors of the Romans raged madly against the devotees of the truth.
因為,在大君士坦丁登基之前,凡作過羅馬皇帝的人,無不對真理的追隨者狂怒逞兇。
1:3226
ἀλλ' ἐννέα διεληλυθότων ἐτῶν αὐταὶ μὲν ἤνθησαν καὶ πολλαπλάσιον ἐδέξαντο μέγεθός τε καὶ κάλλος, ἐκεῖνος δὲ μετὰ τῆς δυσσεβείας ἀπέσβη
But after nine years had passed, they flourished and received a many-fold increase in both greatness and beauty, while he was extinguished together with his impiety.
但九年過去之後,眾教會反而興旺起來,規模與榮美都倍增,而那人卻隨著他的不敬虔一同熄滅了。
1:3227
καὶ τοὺς πολέμους δὲ τούτους προείρηκεν ὁ δεσπότης καὶ τὸ τῆς ἐκκλησίας ἀήττητον
And the Master foretold both these wars and the invincibility of the Church.
主也曾預言這些戰爭,以及教會不可被戰勝之事。
1:3228
καὶ αὐτὰ δὲ ἡμᾶς διδάσκει τὰ πράγματα ὡς πλείονα ἡμῖν τῆς εἰρήνης ὁ πόλεμος πορίζει τὴν ὠφέλειαν·
The very facts themselves also teach us that war provides us with greater benefit than peace.
事實本身也教導我們:戰爭為我們帶來的益處,其實比和平更多。
1:3229
ἡ μὲν γὰρ ἁβροὺς ἡμᾶς καὶ ἀνειμένους καὶ δειλοὺς ἀπεργάζεται, ὁ δὲ πόλεμος τά τε φρονήματα παραθήγει καὶ τῶν παρόντων ὡς ῥεόντων παρασκευάζει καταφρονεῖν
For the one makes us soft, slack, and cowardly, whereas war sharpens our resolve and prepares us to despise present things as things that flow away.
因為和平使我們變得柔弱、鬆懈、怯懦,而戰爭卻磨礪我們的心志,使我們預備好輕看眼前的事物,因它們如流水般消逝。
1:3230
ἀλλὰ ταῦτα μὲν καὶ ἐν ἑτέραις πραγματείαις πολλάκις εἰρήκαμεν
But these things I have often said also in other works.
不過這些話,我在其他著作中也已多次說過。
1:3231
Κατ' ἐκεῖνον δὲ τὸν χρόνον καθ' ὃν ὁ θεῖος Θεόδοτος τὴν Ἀντιοχέων ἴθυνεν ἐκκλησίαν, Θεόδωρος ὁ Μοψουεστίας μὲν ἐπίσκοπος, πάσης δὲ ἐκκλησίας διδάσκαλος κατὰ πάσης φάλαγγος αἱρετικῆς ἀριστεύσας, τοῦ βίου τὸ τέλος ἐδέξατο
At that time, during which the divine Theodotus was guiding the church of the Antiochenes, Theodore, bishop of Mopsuestia and teacher of the whole Church, who had excelled in valor against every heretical battle-line, reached the end of his life.
就在那時,即神聖的提阿多多治理安提阿教會之時,摩普綏提亞的主教狄奧多若——他是普世教會的教師,曾在對抗一切異端陣營的戰鬥中英勇超群——結束了他的一生。
1:3232
τριάκοντα ἐν τῇ προεδρίᾳ διετέλεσεν ἔτη, κατὰ τῆς Ἀρείου καὶ Εὐνομίου παραταττόμενος φάλαγγος καὶ τὸν λῃστρικὸν Ἀπολιναρίου καταγωνιζόμενος λόχον καὶ τὴν ἀρίστην πόαν τοῖς θείοις προβάτοις προσφέρων
He spent thirty years in the episcopal office, drawing up his forces against the battle-line of Arius and Eunomius, warring down the brigand company of Apollinarius, and offering the finest pasture to the divine sheep.
他在主教之位上度過了三十年,排兵佈陣以對抗阿里烏與歐諾米烏的陣營,與阿波里納里烏那盜匪之隊奮戰到底,並將最好的牧草獻給神聖的群羊。
1:3233
καὶ ὁ τούτου δὲ ἀδελφὸς Πολυχρόνιος τὴν Ἀπαμέων ἐκκλησίαν ἐποίμαινεν ἄριστα, καὶ τῇ τοῦ λόγου χάριτι καὶ τῇ τοῦ βίου λαμπρότητι χρώμενος
And his brother Polychronius shepherded the church of the Apameans most excellently, drawing upon both the grace of his eloquence and the brilliance of his life.
他的兄弟波利赫羅尼烏也極其出色地牧養阿帕米亞教會,兼具言辭的恩賜與生活的光彩。
1:3234
Ἐγὼ δὲ τῆς συγγραφῆς ἐνταῦθα παυσάμενος, τοὺς ἐντευξομένους ἀντιβολῶ προσευχαῖς τὸν πόνον ἀμείψασθαι
But I, having here brought my composition to a close, entreat those who shall read it to repay my labor with their prayers.
至於我,既已在此擱筆,結束這部著作,便懇求日後閱讀之人以禱告來回報我的辛勞。
1:3235
πέντε μέντοι καὶ ἑκατὸν ἐτῶν ἥδε ἡ ἱστορία περιέχει χρόνον, ἀρξαμένη μὲν ἀπὸ τῆς Ἀρείου λύττης, δεξαμένη δὲ πέρας τῶν ἀξιεπαίνων ἀνδρῶν Θεοδώρου καὶ Θεοδότου τὴν τελευτήν
This history, however, embraces a period of one hundred and five years, having begun from the madness of Arius and having received its close in the death of those praiseworthy men, Theodore and Theodotus.
然而,這部歷史所涵蓋的年代共計一百零五年,起自阿里烏的狂妄,終於那兩位值得稱頌之人——狄奧多若與提阿多多——的辭世。
1:3236
Καταλέξω δὲ κατὰ τάξιν καὶ τοὺς μετὰ τὸν διωγμὸν τῶν μεγάλων ἡγεμονεύσαντας πόλεων
I shall also list in order those who, after the persecution, presided over the great cities.
我還要按順序列出,在那場逼迫之後治理各大城教會的主教們。
1:3237
Βιτάλιος, Φιλογόνιος, Εὐστάθιος·
Vitalius, Philogonius, Eustathius;
維塔利烏、菲羅格尼烏、優斯塔修斯;
1:3238
μετὰ τούτους αἱρετικοὶ δῆθεν κοινωνικοί·
after these came heretics who were, so to speak, in communion with the orthodox;
在他們之後,是一些名義上與正統相通、實為異端之人;
1:3239
Εὐλάλιος, Εὐφρόνιος, Φλάκιτος, Στέφανος, Λεόντιος, Εὐδόξιος
Eulalius, Euphronius, Flacillus, Stephen, Leontius, Eudoxius —
歐拉利烏、優弗羅尼烏、弗拉基路、斯特凡諾、勒翁提烏、優多克修斯——
1:3240
Μελέτιος, Φλαβιανός, Πορφύριος, Ἀλέξανδρος, Θεόδοτος·
Meletius, Flavian, Porphyry, Alexander, Theodotus;
梅勒提烏、弗拉維安、波菲利烏、亞歷山大、提阿多多;
1:3241
καὶ συνήφθησαν τούτοις Παυλῖνος, Εὐάγριος
and joined together with these were Paulinus and Evagrius.
與這些人並列在一起的,還有保利努斯和優瓦格利烏。
1:3242
Ἀχιλλᾶς, Ἀλέξανδρος, Ἀθανάσιος, εἶτα Γρηγόριος αἱρετικός, εἶτα πάλιν Ἀθανάσιος, Γεώργιος αἱρετικός, εἶτα πάλιν Ἀθανάσιος, μετὰ τοῦτον Πέτρος, εἶτα Λούκιος αἱρετικός, εἶτα πάλιν ὁ αὐτὸς Πέτρος, Τιμόθεος, Θεόφιλος, Κύριλλος
Achillas, Alexander, Athanasius, then Gregory the heretic, then Athanasius again, George the heretic, then Athanasius again, after him Peter, then Lucius the heretic, then the same Peter again, Timothy, Theophilus, Cyril.
阿基拉斯、亞歷山大、阿塔納修斯,其後是異端格里高利,其後阿塔納修斯再度〔在位〕,異端格奧爾格,其後阿塔納修斯又再度〔在位〕,其後是彼得,其後是異端盧基烏,其後同一位彼得再度〔在位〕,提摩太、提阿非羅、區利羅。
1:3243
Μακάριος, Μάξιμος, Κύριλλος, Ἰωάννης, Πραΰλιος, Ἰουβενάλιος
Macarius, Maximus, Cyril, John, Praylius, Juvenal.
馬卡里烏、馬克西穆斯、區利羅、約翰、普拉烏利烏、猶維納利。
1:3244
Ἀλέξανδρος, εἶτα Εὐσέβιος ὁ ἐκ Νικομηδείας ἐκ μεταθέσεως, αἱρετικός, μετὰ τοῦτον Παῦλος ὀρθόδοξός τε καὶ μάρτυς, μετὰ τοῦτον Μακεδόνιος αἱρεσιάρχης πνευματομάχος·
Alexander, then Eusebius, transferred from Nicomedia, a heretic; after him Paul, orthodox and martyr; after him Macedonius, the heresiarch who fought against the Spirit;
亞歷山大,其後是由尼科米底亞轉任而來的優西比烏,此人為異端;其後是保羅,正統而且是殉道者;其後是馬其頓尼烏,此人為異端首領、反對聖靈者;
1:3245
τοῦτον παρωσάμενος Εὐδόξιος ὁ δυσσεβὴς κατέσχε τὴν ἐκκλησίαν·
having thrust him aside, the impious Eudoxius took possession of the church;
不敬虔的優多克修斯將他排擠開,佔據了這教會;
1:3246
εἶτα Γρηγόριος ὁ Ναζιανζοῦ γενόμενος ὕστερον, μετὰ τοῦτον Νεκτάριος, Ἰωάννης, Ἀρσάκιος, Ἀττικός, Σισίννιος
then Gregory, [previously bishop] of Nazianzus, who afterward became [bishop of this see]; after him Nectarius, John, Arsacius, Atticus, Sisinnius.
其後是納西盎的格里高利——他後來成為(此教座的)主教;其後是內克塔里烏、約翰、阿爾撒基烏、阿提庫斯、西辛尼烏。