📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Commentary on the Twelve Prophets

Theodoret

Commentary on the Twelve Prophets 1 part 11/19

Greek original · 211 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:2059–1:2269 (3828 verses in all)

← prev partnext part →
1:2059
Ταῦτα γὰρ τὰ ἔθνη θεώμενα, αἰσχύνης ἀναπλησθήσεται, καὶ τῆς οἰκείας δυνάμεως τὴν ἀσθένειαν βλέποντα, Ἐπιθήσουσι χεῖρας ἐπὶ τὸ στόμα αὑτῶν, καὶ τὰ ὦτα αὐτῶν ἀποκωφωθήσεται
For when these nations behold these things, they shall be filled with shame, and seeing the weakness of their own power, 'They shall lay hands upon their mouth, and their ears shall be made deaf.'
因為這些邦國看見這些事,必滿心羞愧,看見自己力量的軟弱,「就必用手摀口,他們的耳朵也必發聾。」
1:2060
(ιζʹ.) Λείξουσι γὰρ χοῦν ὡς ὄφεις σύροντες γῆν, συγχυθήσονται ἐν συγκλεισμῷ αὑτῶν ἐπὶ Κυρίῳ τῷ Θεῷ ἡμῶν·
(v. 17) 'For they shall lick the dust like serpents that drag along the ground; they shall be confounded in their enclosure before the Lord our God;'
(第十七節)「他們必舔土如蛇,如在地上爬行的物;他們必在耶和華我們神面前,在自己的圍困中驚惶;」
1:2061
ἐκ στήσονται καὶ φοβηθήσονται ἀπὸ σοῦ. Ὁρῶντες γάρ σου τὴν ἐξαίφνης γινομένην εὐπραξίαν, καὶ τὴν παρ' ἐμοῦ χορηγουμένην βοήθειαν, οὐδὲ λόγους ἀπ ηχεῖς κατὰ σοῦ τολμήσουσι φθέγξασθαι·
'they shall be astonished and afraid of you.' For seeing the prosperity that suddenly comes upon you, and the help supplied by me, they shall not dare even to utter discordant words against you;
「他們必驚恐,懼怕你。」因為他們看見那突然臨到你的興盛,以及我所供應的幫助,就連刺耳的話也不敢向你出口;
1:2062
ἰλυσπωμένων καταπεσοῦνται, οὐδὲν οὔτε δρᾶσαι, οὔτε εἰπεῖν τι τολμῶντες
writhing, they shall fall down, daring neither to do nor to say anything.
他們必扭動爬伏、跌倒在地,既不敢有所行動,也不敢說什麼。
1:2063
Τούτοις προφήτης διακονήσας τοῖς λόγοις, τὴν θείαν ἐκπλητ τόμενος φιλανθρωπίαν, ἐβόησε·
The prophet, having ministered in these words, and being amazed at the divine loving-kindness, cried out:
先知既以這些話語盡了職事,又驚嘆於神的仁慈,就呼喊說:
1:2064
ἀλλ' ὅταν παιδεύσας μικρὰν μεταμέ λειαν ἴδῃς, παρορᾷς τὰ ἐπταισμένα, ὑπερβαίνεις τὰ ἠσεβημένα·
but whenever, after chastising, you see a little repentance, you overlook the transgressions, you pass over the impieties committed;
但每逢你懲戒之後,看見些微的悔改,你就不追究所犯的過錯,越過所行的不虔;
1:2065
ὅπερ δὴ καὶ νῦν εἰς τὸν σὸν εἰργάσω λαόν
which indeed you have now also wrought toward your people.
這正是你如今也向你百姓所行的。
1:2066
Οὐκ εἰς τέλος ὀργισθήσε ται, οὔτε εἰς τὸν αἰῶνα μηνιεῖ·
'He will not be angry to the end, nor will he be wroth for ever;'
「祂不長久發怒,也不永遠懷恨;」
1:2067
οὐ κατὰ τὰς ἁμαρ τίας ἡμῶν ἐποίησεν ἡμῖν, οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν. Καὶ θεσπέσιος τοίνυν Μιχαίας βοᾷ, ὅτι Τὴν ὀργὴν οὐκ ἐφύλαξεν ἐπὶ πλεῖ στον εἰς ἔλεγχον καὶ μαρτυρίαν τῆς τοῦ λαοῦ παρα νομίας, ἀλλ' ἐλέῳ χρώμενος ἐπιστρέψει
'he has not dealt with us according to our sins, nor requited us according to our iniquities.' And so the divine Micah also cries out that He has not kept His anger to the uttermost for the reproof and testimony of the people's transgression, but employing mercy He will turn back.
「祂沒有按我們的罪過待我們,也沒有照我們的罪孽報應我們。」因此,神聖的彌迦也呼喊說:祂並未將怒氣存到極處,作為對百姓罪過的責備和見證,反倒施行憐憫而回轉。
1:2068
Ἐπιστρέψει, καὶ οἰκτειρήσει ἡμᾶς, κατα δύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πᾶσαι αἱ ἁμαρτίαι ἡμῶν. Τούτοις παραπλήσια καὶ αὐτὸς τῶν ὅλων Θεὸς διὰ Ἡσαΐου τοῦ προφήτου βοᾷ·
'He will turn back, and have compassion on us; he will sink our sins, and all our sins shall be cast into the depths of the sea.' Things closely resembling these, the very God of all cries out through Isaiah the prophet:
「祂必回轉憐憫我們,將我們的罪孽踏在腳下;我們一切的罪必被投入深海。」與此極其相似的話,萬有的神也藉著先知以賽亞呼喊說:
1:2069
Ἐγώ εἰμι, ἐγώ εἰμι αὐτὸς ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνη σθῶ τῶν ἀδικιῶν σου. Τοῦτο γὰρ δὴ τὸ παράδοξον, ὅτι οὐ μόνον ἀφίησιν, ἀλλὰ καὶ τῆς μνήμης ἐκβάλλει, καὶ οἷόν τινι βυθῷ παραδίδωσι τῇ λήθῃ
'I, I am he who blots out your iniquities, and I will remember your sins no more.' For this is the marvel indeed, that he not only forgives, but even casts them out of remembrance, and consigns them, as it were, to oblivion in some abyss.
「惟有我,我是那塗抹你過犯的,我必不再記念你的罪。」因為這確是奇妙之事:祂不但赦免,且將這些從記念中除去,彷彿投入某個深淵交給遺忘。
1:2070
Τοῦτο γὰρ παραδηλῶν καὶ μακάριος ἔφη Μιχαίας·
For indicating this same thing, the blessed Micah also said:
為要指明這同一件事,蒙福的彌迦也說:
1:2071
Κατα δύσει τὰς ἁμαρτίας ἡμῶν, καὶ ἀποῤῥιφήσονται εἰς τὰ βάθη τῆς θαλάσσης πᾶσαι αἱ ἁμαρτίαι ἡμῶν. Ὥσπερ γὰρ τὸ εἰς τὸν βυθὸν τῆς θαλάττης βαλλό μενον, ἀφανές ἐστι παντελῶς·
'He will sink our sins, and all our sins shall be cast into the depths of the sea.' For just as that which is cast into the depth of the sea is utterly out of sight;
「祂必將我們的罪踏下,我們一切的罪必被投入深海。」因為正如那投入海底之物完全不見蹤影;
1:2072
οὕτω, φησὶ, καὶ τὰς ἁμαρτίας ἡμῶν λήθῃ παντελεῖ παραδώσει, διὰ τὰς πρὸς τοὺς ἡμετέρους προγόνους συνθήκας
so, he says, he will also consign our sins to total oblivion, on account of the covenants made with our forefathers.
他說,祂也照樣要將我們的罪交給徹底的遺忘,這是因祂與我們祖先所立的約。
1:2073
Ἐμνήσθη εἰς τὸν αἰῶνα διαθήκης αὑτοῦ·
'He remembered his covenant for ever;'
「祂永遠記念祂的約;」
1:2074
λόγου οὗ ἐνετείλατο εἰς χιλίας γενεὰς, ὃν διέθετο τῷ Ἀβραὰμ, καὶ τοῦ ὅρκου αὑτοῦ τῷ Ἰσαάκ·
'the word which he commanded to a thousand generations, which he made with Abraham, and his oath to Isaac;'
「就是祂所吩咐、直到千代的話,是祂與亞伯拉罕所立的約,並祂向以撒所起的誓;」
1:2075
τὰς δὲ ἡμετέρας εἰς τὴν ἱερὰν καὶ θείαν ἐξαλείφει κολυμβήθραν, ἧς Ἐρυθρὰ θάλασσα, κατὰ τὸν θεῖον Ἀπόστολον, γεγένηται τύπος, ἣν διελθὼν λαὸς, τῆς Αἰγύπτου ἀπηλλάγη δουλείας
but our sins he blots out in the sacred and divine font, of which the Red Sea, according to the divine Apostle, became a type—which the people passed through and were delivered from the servitude of Egypt.
至於我們的罪,祂在那神聖的洗禮池中塗抹,照著神聖的使徒所說,紅海成了這池的預表——百姓經過紅海,就脫離了埃及的奴役。
1:2076
Κατ' ἐκεῖνον καὶ ἡμεῖς τὸν τύπον, διὰ τῆς ἁγίας κολυμβήθρας τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθερούμενοι, τῆς οἰκείας σωτηρίας φροντίσωμεν·
According to that type, let us too, being set free from the tyranny of the devil through the holy font, take thought for our own salvation;
照著那預表,讓我們也藉著那聖潔的洗禮池,從魔鬼的暴政中得釋放,並顧念我們自己的救恩;
1:2077
διηνεκῶς τὸν εὐεργέτην ὑμνοῦντες, καὶ τοῖς ἐκείνου νόμοις ἀκολουθοῦντες, καὶ τὴν ἀπὸ τῶν ἁγίων τετριμμένην πορείαν ὁδεύον τες·
continually hymning our Benefactor, and following his laws, and travelling the path worn smooth by the saints;
不斷歌頌那賜恩的主,遵行祂的律法,行走那被眾聖徒踏平的道路;
1:2078
ἵνα σὺν αὐτοῖς εἰς τὸ ἀγαθὸν τῆς ὁδοῦ φθάσωμεν τέλος, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
that together with them we may attain to the good end of the way, by the grace and loving-kindness of our Lord Jesus Christ, with whom to the Father be glory, together with the Holy Spirit, now and ever, and unto the ages of ages.
使我們得以與他們一同到達那道路美好的終點,這是靠著我們主耶穌基督的恩典與仁慈,願榮耀藉著祂歸於父,與聖靈同得,從今直到永遠,世世無盡。
1:2079
Οἱ Νινευῖται τὴν θείαν δείσαντες ἀπειλὴν, ἣν θεσπέσιος αὐτοῖς ἐκήρυξεν Ἰωνᾶς, μεταμελείᾳ σπου δαίᾳ χρησάμενοι, τὴν σωτηρίαν ηὕραντο
The Ninevites, fearing the divine threat which the inspired Jonah proclaimed to them, and employing earnest repentance, found salvation.
尼尼微人懼怕受感的約拿向他們宣告的神聖警告,就切實悔改,得著了拯救。
1:2080
Ἀντὶ γὰρ τῆς ἀπειληθείσης πανωλεθρίας, τῆς θείας φιλανθρω πίας ἀπήλαυσαν
For in place of the threatened utter destruction, they enjoyed the divine loving-kindness.
因為他們所享受的不是所警告的徹底毀滅,反倒是神的仁慈。
1:2081
Χρόνου δὲ βραχέος διελθόντος, τῆς ἀφάτου μὲν ταύτης ἐπελάθοντο χάριτος, εἰς δὲ τὴν προτέραν πονηρίαν ἐπανελθόντες, ἄλλα τε μυρία παράνομα δεδράκασι, καὶ τὰς κατὰ τοῦ Ἰσραὴλ τε τολμήκασι στρατείας·
But when a short time had passed, they forgot this ineffable grace, and returning to their former wickedness, they committed countless other lawless deeds, and dared to make expeditions against Israel;
但過了不久,他們就忘了這說不盡的恩典,回到先前的邪惡,又行了無數其他不法之事,甚至膽敢出兵攻打以色列;
1:2082
Σαλμανάσαρ ἐξανδραποδίσαντες αἰχμαλώτους ἀπήγαγον·
Shalmaneser, having reduced them to slavery, led them away as captives;
撒縵以色把他們奴役,擄掠而去;
1:2083
κατὰ δὲ τῆς Ἰουδαίας Σεν ναχηρεὶμ στρατεύσας, ἄλλας τε πόλεις εἷλε πολιορ κίᾳ, καὶ δὴ κατὰ τῆς Ἱερουσαλὴμ τὴν στρατιὰν ἀποστείλας, κατ' αὐτοῦ τοῦ Θεοῦ τῶν ὅλων τὴν γλῶτ ταν ἐκίνησεν
and Sennacherib, having campaigned against Judea, both took other cities by siege, and indeed, having dispatched his army against Jerusalem, moved his tongue against the very God of all.
西拿基立出兵攻打猶大,用圍攻奪取了別的城邑,並且果然差遣軍隊攻打耶路撒冷,向那萬有的神本身動了舌頭辱罵。
1:2084
Ἀλλὰ παραυτίκα μὲν ἀοράτως δι' ἀγ γέλου ἑνὸς αἱ πολλαὶ τῷ θανάτῳ παρεπέμφθησαν μυριάδες·
But immediately, invisibly, through a single angel the many myriads were dispatched to death;
但立時,藉著一位天使,暗中把那許多萬人送入死亡;
1:2085
καὶ αὐτὸς δὲ τούτων βασιλεὺς, ταύτην διαφυγὼν τὴν πληγὴν, καὶ κῆρυξ τῆς θεηλάτου τι μωρίας γενόμενος ( τούτου γὰρ χάριν σῶον αὐτὸν διαφυγεῖν ἐνδέδωκεν Θεὸς), ἐν αὐτοῖς τοῖς βασιλείοις ὑπὸ τῶν φύντων δέχεται τὴν πληγήν
and their very king, having escaped this blow, and having become a herald of the God-sent punishment (for it was for this reason that God permitted him to escape unharmed), received the blow in his very palace at the hands of his own offspring.
他們的王本身逃過了這打擊,又成了那從神而來之刑罰的傳報者(因為正是為此,神容許他平安逃脫),卻在自己的王宮中死於自己親生兒子的手中。
1:2086
Καὶ μικρὸν ὕστερον εἰς Βαβυλῶνα τῆς βασιλείας μετατεθείσης, ἐσβέσθη μὲν ἅπαν τοῦτο τῶν βασιλέων τὸ γένος, ἀνάστατος δὲ πόλις ἐγένετο, καὶ ἐρημίᾳ παντελεῖ παρεδόθη
And a little later, when the kingdom had been transferred to Babylon, this whole royal line was extinguished, and the city was overthrown and given over to utter desolation.
不久之後,國權遷到巴比倫,這整個王族就被剪除,那城被傾覆,交給了徹底的荒涼。
1:2087
Οὗ χάριν τὸν μὲν Ἰσραὴλ ἠσεβηκότα παραδέδωκεν Ἀσσυρίοις·
For this reason he delivered Israel, who had acted impiously, to the Assyrians;
為此,祂把那行了不虔之事的以色列交給了亞述人;
1:2088
Ἀσσυρίους δὲ θηριωδῶς τούτοις προσενεχθέντας, καὶ ὠμότητι χρησαμένους, πολλὰς δι' ἑτέρων πάλιν εἰσεπράξατο δίκας
but the Assyrians, who had treated them like wild beasts and dealt with them in cruelty, he again requited with many penalties through others.
但亞述人像野獸般對待他們、施以殘暴,祂又藉著別人向他們追討了許多刑罰。
1:2089
Οὔτε γὰρ ὡς θείᾳ βουλῇ διακονού μενοι τὴν κατὰ τοῦ Ἰσραὴλ ἐποιήσαντο στρατείαν,. ἀλλ' αὐθαδείᾳ καὶ θρασύτητι χρώμενοι, καὶ τὴν οἰ κείαν δυναστείαν κατὰ πάντων ἐκτείνειν πειρώμενοι
For neither did they make their campaign against Israel as ministers of the divine will, but employing self-will and insolence, and attempting to extend their own dominion over all.
因為他們出兵攻打以色列並非作為執行神旨意的僕役,乃是憑著剛愎與狂傲,企圖將自己的權勢伸展到萬國之上。
1:2090
Εἴασε δὲ αὐτοὺς τῶν ὅλων Θεὸς εἰς ἔργον ἀγαγεῖν τὸ ἐγχείρημα, δίκας δι' αὐτῶν τὸν Ἰσραὴλ εἰσπρατ τόμενος
The God of all permitted them to carry their undertaking into effect, exacting through them penalties from Israel.
萬有的神容許他們將所圖謀的付諸實行,藉著他們向以色列追討刑罰。
1:2091
Ὡς ἂν δὲ μὴ νομίσῃ ἐν οἰκείᾳ δυνάμει τοῦτο κατορθωκέναι, πασῶν τῶν ἄλλων περιγενο μένους πόλεων, παρ' αὐτοὺς τῆς Ἱερουσαλὴμ τοὺς περιβόλους τὰς πολλὰς κατηκόντισε μυριάδας
But lest he should think that he had accomplished this by his own power, having prevailed over all the other cities, right by the very walls of Jerusalem he struck down the many myriads.
但為免他以為這是憑自己的力量成就的——他曾勝過其餘一切的城——神就在耶路撒冷的城牆旁擊倒了那許多萬人。
1:2092
Ταύτας ἔχει τὰς προῤῥήσεις τοῦ μακαρίου Ναοὺμ προφητεία·
These are the predictions which the prophecy of the blessed Nahum contains;
這些就是蒙福的那鴻的預言所含的預告;
1:2093
ἀρκτέον δὲ λοιπὸν τῆς τῶν ῥητῶν ἑρμηνείας
and now we must make a beginning of the interpretation of the words.
如今我們該開始解釋這些話語了。
1:2094
τισὶ δὲ ἐνήχει τινὰ ὡς ἐβούλετο, καὶ ἀκούειν ἐδόκουν προσδιαλεγομένου τινός·
and to some he sounded certain things as he willed, and they seemed to hear someone conversing with them;
祂向有些人隨己意鳴響某些話,他們就彷彿聽見有一位在與他們交談;
1:2095
ἄλλοις ἐνέπνει τὴν προφητείαν, καὶ διὰ τῆς ἐκείνων ἐφθέγ γετο ἐβούλετο γλώττης
into others he breathed the prophecy, and through their tongue uttered what he willed.
祂又向另一些人吹入預言,藉著他們的舌頭說出祂所願說的。
1:2096
Ἐξαπιναίως γὰρ τῆς τού των ἐπιλαμβανομένη διανοίας προφητικὴ χάρις, καὶ τῶν ἀνθρωπείων αὐτοὺς ἁπάντων χωρίζουσα, ὑπουργεῖν καὶ διακονεῖν τοῖς προφητικοῖς παρ εσκεύαζε λόγοις
For the prophetic grace, suddenly seizing their understanding, and separating them from all things human, prepared them to serve and minister to the prophetic words.
因為那先知的恩典突然抓住他們的心思,使他們與一切屬人的事分離,預備他們去服事並供職於那先知的話語。
1:2097
Τοῦτο οὖν προφήτης λῆμμα προσηγόρευσε, τῆς διανοίας τὴν λῆψιν, καὶ τὴν ἀπὸ τῶν ἀνθρωπίνων μετάθεσιν
This, then, the prophet called 'a burden' (lēmma)—the seizing of the understanding, and its transference away from human things.
所以,先知稱這為「默示」(意即擷取)——就是心思被抓取、從屬人之事中被遷移出來。
1:2098
Ληφθεῖσα γάρ μου, φη σὶν, ὑπὸ τοῦ θείου Πνεύματος διάνοια, προεῖδε τὰ τῇ Νινευῒ συμβησόμενα
'For my understanding,' he says, 'being seized by the divine Spirit, foresaw the things that would befall Nineveh.'
他說:「因為我的心思被神聖的靈抓住,就預見了要臨到尼尼微的事。」
1:2099
Θεὸς ζηλωτὴς, καὶ ἐκδικῶν Κύριος τοὺς ὑπεναντίους αὑτοῦ, καὶ ἐξαίρων αὐτὸς τοὺς ἐχθροὺς αὑτοῦ. Ἐπειδὴ γὰρ κατὰ τῆς Ἱερουσαλὴμ λυττήσαντες βλασφήμοις κατὰ τοῦ Θεοῦ τῶν ὅλων ἐχρήσαντο λόγοις, εἰκότως ὑπεναντίους αὐτοὺς καὶ ἐχθροὺς ὀνομάζει, καὶ τὸν ὄλεθρον ἀπειλεῖ
'God is jealous, and the Lord avenges his adversaries, and himself removes his enemies.' For since, raging against Jerusalem, they employed blasphemous words against the God of all, he fittingly names them adversaries and enemies, and threatens destruction.
「神是忌邪的,主向祂的敵人施行報復,親自除滅祂的仇敵。」因為他們向耶路撒冷發狂,用褻瀆的話攻擊那萬有的神,祂便合宜地稱他們為敵人和仇敵,並警告要毀滅他們。
1:2100
Ζῆ λον δὲ τὴν δικαίαν ὀργὴν προσηγόρευσεν
And by 'jealousy' he designated righteous anger.
他以「忌邪」稱那公義的忿怒。
1:2101
Οὕτω γὰρ νομοθετῶν φησιν·
For thus the Lawgiver speaks:
因為那頒布律法者如此說:
1:2102
Οὐ ποιήσεις παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς, ὅτι ἐγὼ Κύριος Θεός σου, Θεὸς ζηλωτὴς, πῦρ κατα ναλίσκον. Οὕτω καὶ μέγας Ἠλίας φησί·
'You shall not make the likeness of anything, of whatever is in heaven above, or whatever is on the earth beneath, or whatever is in the waters under the earth; for I am the Lord your God, a jealous God, a consuming fire.' Thus also the great Elijah says:
「你不可為任何在上天、在下地、或在地下水中的事物製造形像,因為我是耶和華你的神,是忌邪的神,是烈火。」偉大的以利亞也如此說:
1:2103
Ζηλῶν ἐζήλωσα Κυρίῳ παντοκράτορι Θεῷ Ἰσραήλ· ἀντὶ τοῦ, Κατὰ τῶν εἰς Θεὸν ἀσεβούντων ἀγανακτῶ
'I have been very jealous for the Lord Almighty, the God of Israel'; that is to say, 'I am indignant against those who act impiously toward God.'
「我為耶和華全能的神——以色列的神——大發熱心」;意思是說:「我對那些褻慢神的人感到憤慨。」
1:2104
Κύριος μακρόθυμος, καὶ μεγάλη ἰσχὺς αὐ τοῦ, καὶ ἀθωῶν οὐκ ἀθωώσει. Οὐκ εὐθὺς, φησὶ, καὶ παραυτίκα τὰς τιμωρίας ἐπάγει, ἀλλὰ μακρο θυμίᾳ πλείστῃ χρώμενος
'The Lord is longsuffering, and great is His power, and He will by no means clear the guilty.' He does not, he says, bring on punishments at once and immediately, but employing very great longsuffering.
「耶和華不輕易發怒,大有能力,萬不以有罪的為無罪。」他說,神並非立刻、當下就施行懲罰,而是以極大的忍耐相待。
1:2105
Τούτου μάρτυρες ὑμεῖς οἱ Νινευῗται, μεταμελείᾳ χρησάμενοι, καὶ τὴν σωτηρίαν εὑράμενοι, καὶ πάλιν πονηρίᾳ πλείστῃ χρησάμενοι, καὶ τέως δίκας ὑπὲρ ταύτης οὐ τίσαντες·
Of this you Ninevites are witnesses, who, having exercised repentance, found salvation; and again, having practiced very great wickedness, have thus far paid no penalty for it.
對此,你們尼尼微人就是見證:你們曾悔改,因而尋得救恩;後來又行了極大的惡,至今卻尚未為此受罰。
1:2106
Ἀθωῶν οὐκ ἀθωώσει· ἀντὶ τοῦ, τὸν κολάσεως ἄξια πλημμελήσαντα, τῆς τιμωρίας οὐκ ἀπαλλάξει
'He will by no means clear the guilty'; that is to say, He will not release from punishment the one who has committed offenses worthy of chastisement.
「萬不以有罪的為無罪」;意思是說,凡犯了當受懲罰之罪的人,祂必不使他免於刑罰。
1:2107
Κύριος, ἐν συντελείᾳ καὶ ἐν συσσει σμῷ ὁδὸς αὐτοῦ. Οὐκέτι φιλανθρωπίας, φησὶ, μεταδώσει ὑμῖν τῶν ὅλων Θεὸς, ἀλλὰ τὸν ὄλεθρον ἐπάξει
'The Lord: in destruction and in whirlwind is His way.' No longer, he says, will the God of all impart to you His lovingkindness, but He will bring on destruction.
「耶和華——祂的道路在毀滅與旋風之中。」他說,萬有的神不再向你們施予祂的慈愛,卻要降下毀滅。
1:2108
Τούτῳ ἔοικε τὸ ἐν τῷ ψαλμῷ εἰρημένον·
To this is like what is said in the psalm:
與此相似的,是詩篇中所說的:
1:2109
Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια. γὰρ ἀλήθεια οὐ φιλανθρωπίαν μόνην, ἀλλὰ καὶ τιμωρίαν ἔχει δικαίαν
'All the ways of the Lord are mercy and truth.' For truth involves not lovingkindness alone, but also just punishment.
「耶和華的一切道路都是慈愛和信實。」因為信實不僅包含慈愛,也包含公義的懲罰。
1:2110
Ὁδὸν τοίνυν κἀνταῦθα κἀκεῖ τὴν πρᾶ ξιν νοητέον
Here too, then, and there also, 'way' is to be understood as action.
所以在這裡,以及在那裡,「道路」都應理解為作為。
1:2111
Καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ. Ἁρμοδίως μάλα τὸν κονιορτὸν τῇ ὁδῷ προστέθεικε
'And the clouds are the dust of His feet.' Very fittingly he has joined the dust to the 'way.'
「雲彩是祂腳下的塵土。」他極為恰當地把塵土與「道路」聯繫起來。
1:2112
Βούλεται δὲ εἰπεῖν, ὅτι Νῦν οὐκέτι μακροθυμίᾳ χρή σεται, ἀλλ' ὄλεθρον ὑμῖν ἐπάξει, πανταχόθεν ὑμῖν τῶν κακῶν ἐπιστήσας τὸ νέφος
He means to say that now He will no longer employ longsuffering, but will bring destruction upon you, setting over you from every side the cloud of evils.
他的意思是說:如今神不再以忍耐相待,而要把毀滅降在你們身上,從四面八方使災禍之雲籠罩你們。
1:2113
Καὶ διδάσκων, ὡς ῥᾳδίως πᾶν τι ἂν ἐθελήσῃ ποιεῖ, ἐπήγαγεν·
And teaching that He easily does whatever He wills, he added:
為要教導人:凡祂所願的祂都輕而易舉地成就,他接著說:
1:2114
Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν. Εἰ γὰρ δοκι μάσειεν ἅπαν τῆς τε θαλάττης καὶ τῶν ποταμῶν φροῦδον ποιῆσαι τὸ ὕδωρ, ἐν ἀκαρεῖ τοῦτο δρᾶσαι δυνήσεται·
'Threatening the sea and drying it up, and making all the rivers desolate.' For if He should determine to make all the water of both the sea and the rivers vanish, He will be able to accomplish this in an instant.
「祂斥責海,使海乾涸,又使一切江河枯竭。」因為若祂決意使海與江河的一切水消逝,祂能在頃刻之間成就此事。
1:2115
καὶ τούτου τὴν ἀπόδειξιν ἀπὸ τῶν ἤδη γε γενημένων παρέσχεν
And of this He provided the proof from things that have already come to pass.
而祂已從那些已然發生的事上提出了明證。
1:2116
Ὠλιγώθη Βασανῖτις καὶ Κάρμηλος, καὶ πάντα τὰ ἐξανθοῦντα τοῦ Λιβά νου ἐξέλιπε. Ποινὴν γὰρ ἀπαιτῆσαι βουληθεὶς τούς τε τὴν Βασανῖτιν, καὶ τὸν Κάρμηλον, καὶ τὸν Λίβα νον οἰκοῦντας, ὑμῖν τούτους παρέδωκα
'Bashan is brought low, and Carmel, and all the blossoms of Lebanon have failed.' For, willing to exact a penalty from those inhabiting Bashan and Carmel and Lebanon, I delivered them into your hands.
「巴珊衰殘,迦密也是如此,黎巴嫩的一切花朵都凋謝了。」神說:我既願向那些居住在巴珊、迦密和黎巴嫩的人索取懲罰,就把他們交在你們手中。
1:2117
Ὑμεῖς δὲ τὰς τούτων χώρας δῃώσαντες, καὶ τὰς πόλεις πορ θήσαντες, καὶ τοὺς ἐνοικοῦντας ἐξανδραποδίσαντες, ἐρημία παντελεῖ παρεδώκατε
But you, having laid waste their lands and sacked their cities and reduced the inhabitants to slavery, gave them over to utter desolation.
然而你們卻蹂躪了他們的地土,攻破了他們的城邑,把居民擄為奴隸,使他們陷入徹底的荒涼。
1:2118
Τὰ ὄρη ἐσείσθησαν ἀπ' αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν, καὶ ἀνεστάλη γῆ ἀπὸ προσώπου αὐ τοῦ σύμπασα, καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἐπειδὴ γάρ τινες ὑπελάμβανον αὐτὸν μόνον Ἰουδαίων εἶναι Θεὸν, εἰκότως προφήτης διδάσκει, ὅτι ὄρη, καὶ βουνοὺς, καὶ πᾶσαν τὴν γῆν σὺν τοῖς κατοικοῦσι νεύματι μόνῳ συσσείει·
'The mountains were shaken by Him, and the hills were moved, and the whole earth recoiled before His face, and all who dwell in it.' For since some supposed that He was the God of the Jews only, the prophet fittingly teaches that with a mere nod He shakes mountains and hills and the whole earth together with its inhabitants.
「諸山因祂震動,岡陵也搖撼,全地並其上所有的居民都在祂面前退縮。」因為既有人以為祂只是猶太人的神,先知就恰當地教導人:祂只憑一個示意,便震動諸山、岡陵和全地,連同其上的居民。
1:2119
τὸ δὲ, ἀνεστάλη γῆ, μὲν Ἀκύλας, ἔφριξεν, εἶπεν·
As for the phrase 'the earth recoiled,' Aquila rendered it 'shuddered.'
至於「全地退縮」一語,亞居拉則譯作「戰慄」。
1:2120
Πρὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑπο στήσεται; καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐ τοῦ; θυμὸς αὐτοῦ τήκει ἀρχὰς, καὶ πέτραι διεθρύβησαν ἀπ' αὐτοῦ. Εἰ γὰρ τοὺς ἐπὶ δυνα στείαις βρενθυομένους, καὶ πετρῶν ἔχειν ἰσχὺν ὑπειλημμένους, εὐπετῶς μάλα συντρίβει καὶ κατα λύει·
'Before the face of His anger who shall stand? And who shall withstand in the anger of His wrath? His wrath melts down principalities, and rocks are shattered by Him.' For if those who pride themselves on their dominions and are supposed to have the strength of rocks He very readily crushes and destroys,
「祂發怒,誰能在祂面前站立得住呢?祂發烈怒,誰能與祂抗衡呢?祂的烈怒熔化執政掌權者,磐石也因祂崩裂。」因為那些以權勢自誇、被認為擁有磐石般力量的人,祂尚且極輕易地粉碎並毀滅,
1:2121
τίς ἱκανὸς ἀντιστῆναι τῇ ἐκεῖθεν φερομένῃ παιδείᾳ; Ἀλλ' ὥσπερ τοὺς ἀλαζόνας καταλύει ῥᾳ δίως, οὕτως χρηστός ἐστι Κύριος τοῖς ὑπομένουσιν αὐτὸν ἐν ἡμέρᾳ θλίψεως, καὶ γινώσκων τοὺς εὐλα βουμένους αὐτόν
who is able to withstand the chastisement borne down from thence? But just as He readily destroys the boastful, so 'the Lord is good to those who wait for Him in the day of tribulation, and He knows those who reverence Him.'
那麼誰能抵擋那從那裡臨下的管教呢?然而,正如祂輕易地毀滅自誇的人,照樣「耶和華本為善,在患難的日子作那等候祂之人的保障,也認得那些敬畏祂的人。」
1:2122
Καὶ ἐν κατακλυσμῷ πορείας συντέλειαν ποιήσεται·
'And with an overflowing flood He will make a complete end of the place;
「祂必以漫溢的洪水使那地方全然滅絕;
1:2123
τοὺς ἐξεγειρομένους καὶ τοὺς ἐχθροὺς αὐτοῦ διώξεται σκότος. Πανωλεθρίᾳ γὰρ καὶ σκότῳ διηνεκεῖ τοὺς κατ' αὐτοῦ θρασυνομένους παραδώσει
and those who rise up and His enemies darkness shall pursue.' For to utter destruction and to perpetual darkness He will deliver those who behave insolently against Him.
追趕祂仇敵的,必有黑暗。」因為凡狂妄抵擋祂的人,祂必交付於徹底的毀滅和永久的黑暗。
1:2124
Κατακλυσμὸν γὰρ καὶ συντέλειαν, τὴν πανωλε θρίαν ἐκάλεσεν
For by 'flood' and 'complete end' he named utter destruction.
因為他以「洪水」和「滅絕」來稱那徹底的毀滅。
1:2125
Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; Ποίαν, φη σὶν, ὑπολαμβάνετε δύναμιν αὐτὸν ἔχειν; Συντέλειαν αὐτὸς ποιήσει, καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. Ἀθρόαν, φησὶν, ὑμῖν ἐπάξει τὴν τιμω ρίαν, ὥστε μὴ δεηθῆναι δευτέρας πληγῆς
'What do you devise against the Lord?' What power, he says, do you suppose Him to have? 'He Himself will make a complete end, and He will not take vengeance twice at once in tribulation.' All at once, he says, He will bring the punishment upon you, so that there will be no need of a second blow.
「你們設何謀攻擊耶和華呢?」他說,你們以為祂有何等能力?「祂必將這地方滅絕淨盡,災難不再興起。」他說,神必一舉將懲罰降在你們身上,以致不需第二次擊打。
1:2126
Ὅτι ἕως θεμελίου αὑτῶν χερσωθήσονται, καὶ ὡς σμίλαξ περιπλεκομένη, βρωθήσονται, καὶ ὡς καλάμη ξηρασίας μεστή. Ὥσπερ γὰρ τὸ πῦρ ξη ρὰν καλάμην καταναλίσκει ῥᾳδίως, καὶ παρὰ τοὺς φραγμοὺς φυομένη βοτάνη, καὶ τοῖς παλιούροις μάλιστα συμπλεκομένη, οὔτε ἐκείνους ἀνθεῖν ἐᾷ, καὶ αὕτη τῷ χρόνῳ διαφθείρεται·
'For down to their foundation they shall be laid waste, and like clinging bindweed they shall be devoured, and like stubble full of dryness.' For just as fire readily consumes dry stubble, and the weed that grows along the hedges and entangles itself especially with the thorns neither allows those to flourish and is itself destroyed in time,
「他們必被剷除,直到根基,如同纏繞的旋花被吞滅,又像枯乾的禾稭。」因為正如火輕易地燒盡枯乾的禾稭,又如那沿籬笆生長、尤其纏繞荊棘的野草,既不容荊棘繁茂,自己也隨時間敗壞,
1:2127
οὕτως ὑμεῖς τὰς τῶν ἄλλων καταλύσαντες βασιλείας, καὶ τῆς βασιλείας αὐτῆς γυμνωθήσεσθε, καὶ ὀλέθρῳ παραδοθήσεσθε
so you, having overthrown the kingdoms of others, shall be stripped even of your own kingdom and shall be given over to destruction.
照樣,你們既傾覆了別人的國度,也必被剝奪你們自己的國度,並被交付於毀滅。
1:2128
Καὶ τῆς τιμωρίας τὸ δίκαιον δεικνὺς, ἐπήγαγεν·
And showing the justice of the punishment, he added:
為要顯明這懲罰的公義,他接著說:
1:2129
Ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ Κυρίου, πονηρὰ βουλευόμενος ἐναντία. Ταῦτα δὲ πείσῃ διὰ τὰς μανικὰς τῆς σῆς ἐννοίας ὠδῖνας
'Out of you shall come forth a device against the Lord, plotting wicked things, contrary things.' These things you shall suffer because of the frenzied birth-pangs of your own thinking.
「有一人從你那裡出來,圖謀邪惡,設惡計攻擊耶和華。」你必因你自己心思那狂亂的陣痛而遭受這些事。
1:2130
Ἐν ἐκείναις γὰρ ταῖς βίβλοις Σενναχηρεὶμ ἀναγέγραπται, τὴν βλασ φημίαν ἐκείνην κατὰ τοῦ Θεοῦ τῶν ὅλων λυττήσας·
For in those books Sennacherib is recorded, who raged in that blasphemy against the God of all:
因為在那些書卷中,記載了西拿基立,他曾狂亂地說出那褻瀆萬有之神的話:
1:2131
Τάδε λέγει βασιλεὺς μέγας, βασιλεὺς τῶν Ἀσσυρίων·
'Thus says the great king, the king of the Assyrians:
「亞述大王如此說:
1:2132
σὺ πέποιθας ἐπ' αὐτῷ, ὅτι ῥύσεται τὴν Ἱερουσαλὴμ ἐκ χειρός μου. Καὶ τὰ ἄλλα τὰ τού τοις προσόμοια
you trust in Him, that He will deliver Jerusalem out of my hand.' And the other things similar to these.
你倚靠祂,指望祂救耶路撒冷脫離我的手。」以及其他諸如此類的話。
1:2133
Ταύτην αὐτοῦ τὴν ἀλαζονείαν ὑπο δεικνὺς Θεὸς ἔλεγε διὰ τοῦ προφήτου·
Pointing out this arrogance of his, God said through the prophet:
神為要指出他這樣的狂傲,就藉先知說:
1:2134
Ἐπι σκέψομαι ἐπὶ τὸν νοῦν τὸν μέγαν, τὸν βασιλέα τῶν Ἀσσυρίων· οὕτω τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζο νείαν γυμνοῖ
'I will visit upon the great mind, the king of the Assyrians'; thus He lays bare the arrogance of his reasonings.
「我必懲罰那大心,就是亞述王」;祂如此揭露他思慮中的狂傲。
1:2135
Τάδε λέγει Κύριος, κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτω διασταλήσονται. Πλῆθος ὑδάτων τὸ πλῆ θος τῶν Βαβυλωνίων καλεῖ, τὸ κατὰ τῆς Νινευῒ στρα τεῦσαν, δίκην ὑδάτων τοῖς λόχοις διαιρεθὲν, εἰς τὴν τῆς πόλεως πολιορκίαν ἐχώρησε
'Thus says the Lord, who rules over many waters, and thus they shall be divided.' By 'multitude of waters' he calls the multitude of the Babylonians who campaigned against Nineveh, which, divided like waters into companies, advanced to the siege of the city.
「掌管眾水的耶和華如此說,眾水也必如此被分開。」他以「眾水」稱那攻打尼尼微的巴比倫大軍;這軍隊如水一般分成隊伍,進攻圍困那城。
1:2136
Τούτου δὲ, φησὶ, γενομένου, ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι. Λήθῃ γὰρ παντελεῖ παραδοθήσῃ
'And when this has come to pass,' he says, 'your report shall no longer be heard. For you shall be given over to utter oblivion.'
他說:「這事既已成就,你的名聲必不再被聽見。因為你必被交付於徹底的遺忘。」
1:2137
Καὶ νῦν συντρίψω τὴν ῥάβδον αὐτοῦ ἀπὸ σοῦ, καὶ τοὺς δεσμούς σου διαῤῥήξω. Λήψομαι γὰρ φησὶ, σοῦ τὴν ἐξουσίαν, ἣν ἔδωκά σοι πάλαι·
'And now I will break his rod from off you, and I will burst your bonds.' For I will take away from you, He says, the authority which I once gave you;
「現在我必折斷他加在你身上的杖,扯斷你的繩索。」神說:我必從你奪去我從前所賜你的權柄;
1:2138
καὶ καταλύσω σου τὴν δυναστείαν, τοὺς ταύτης διαῤῥή ξας συνδέσμους
and I will destroy your dominion, bursting apart its bonds.
又必拆毀你的權勢,扯斷維繫它的束縛。
1:2139
Ῥάβδον γὰρ τὴν ἐξουσίαν καλεῖ·
For by 'rod' he calls authority;
因為他以「杖」稱權柄;
1:2140
καὶ τοῦτο σαφῶς ἡμᾶς διὰ Ἡσαΐου τοῦ προφήτου. διδάσκει·
and this the prophet Isaiah teaches us clearly:
先知以賽亞也清楚地把這事教導我們:
1:2141
ῥάβδος τοῦ θυμοῦ μου καὶ τῆς ὀργῆς μου ἔστιν ἐν ταῖς χερσὶν αὐ τῶν. ιδʹ
'the rod of my fury and of my wrath is in their hands.'
「我惱怒和忿怒的杖在他們手中。」
1:2142
Καὶ ἐντελεῖται περὶ σοῦ Κύριος. Ἐμοῦ γὰρ νεύοντος ταῦτα πείσῃ
'And the Lord will give command concerning you.' For at My nod you shall suffer these things.
「耶和華必發命令論到你。」因為你必按我的示意遭受這些事。
1:2143
Οὐ σπαρήσεται ἐκ τοῦ ὀνόματός σου ἔτι. Οὐκέτι γὰρ σὴ προσηγορία τοῖς ὑπηκόοις ἐπιτεθήσεται·
'There shall no more be sown any of your name.' For your appellation shall no longer be laid upon your subjects;
「你的名不再有後裔傳留。」因為你的稱號必不再加在你的臣民身上;
1:2144
ἔθος γὰρ ἀπὸ τῶν βασιλευόν των τοὺς ἀρχομένους καλεῖσθαι·
for it is the custom that the subjects be named from their rulers;
因為按著慣例,臣民都是以他們的統治者為名;
1:2145
οὕτως ἀπὸ Βαβυ λῶνος Βαβυλώνιοι·
so from Babylon the Babylonians;
如此,巴比倫人得名於巴比倫;
1:2146
καὶ ἀπὸ Κύρου τοῦ Πέρσου Πέρσαι·
and from Cyrus the Persian the Persians;
波斯人得名於波斯人居魯士;
1:2147
καὶ Μακεδόνες ἀπὸ Μακεδόνων ὕστερον·
and the Macedonians afterward from the Macedonians;
馬其頓人後來也得名於馬其頓人;
1:2148
καὶ νῦν ἀπὸ Ῥώμης Ῥωμαῖοι
and now the Romans from Rome.
如今羅馬人得名於羅馬。
1:2149
Ἐξ οἴκου Θεοῦσου ἐξολοθρεύσω γλυπτὰ, καὶ χωνευτὰ θήσομαι τα φήν σου, ὅτι ἠτιμώθης. Κοινωνήσουσι δέ σοι τῆς ἀπωλείας καὶ οἱ χειρόκμητοί σου θεοὶ, οὓς εἰς τὴν γῆν κατακρύψεις, καὶ ὡς ἐν τάφοις τισὶ καταχώ σεις, ἵνα μὴ καὶ αὐτοὶ λάφυρα γένωνται τῶν πολε μίων
'Out of the house of your God I will destroy the graven images, and I will make your grave a molten thing, because you have been dishonored.' Your handmade gods too shall share in your destruction with you, whom you shall hide in the earth and bury as in certain graves, so that they too may not become spoil for the enemy.
「我必從你神的廟中除滅雕刻的偶像,因你被藐視,我必以你的墳墓作為鑄成之物。」你那些親手所造的神明也要與你一同歸於滅亡;你要把它們埋藏在地裡,如埋在某些墳墓中,免得它們也淪為仇敵的擄物。
1:2150
Ὅτι ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη πόδες εὐαγ γελιζομένου, καὶ ἀπαγγέλλοντος εἰρήνην. Τούτων δὲ κατὰ σοῦ γιγνομένων, πολλοὶ δραμοῦνται τοῖς τὴν Ἰουδαίαν οἰκοῦσι τὰ τῆς εἰρήνης κομίζοντες εὐαγγέ λια
'For behold, swift upon the mountains are the feet of one bringing good tidings, and proclaiming peace.' When these things come to pass against you, many shall run bearing to those who dwell in Judea the good tidings of peace.
「看哪,那報好信、傳平安之人的腳蹤,在山上何等疾速。」當這些事臨到你時,必有許多人奔跑,把平安的佳音帶給那些住在猶大地的人。
1:2151
Ἑόρταζε, Ἰούδα, τὰς ἑορτάς σου ἀπόδος τῷ Θεῷ τὰς εὐχάς σου
'Keep your feasts, O Judah; pay to God your vows;
「猶大啊,守你的節期,向神還你的願吧;
1:2152
συντετέλεσται, ἐξῆρ ται. Ὑμεῖς δὲ, φησὶν, ἀκούσαντες τὴν τῶν πο λεμίων κατάλυσιν, τὰς νενομισμένας ἐπιτελεῖτε τῷ Θεῷ πανηγύρεις, καὶ τὰς ἐξ ἔθους θυσίας προσ φέρετε·
it is finished, it is done away.' You, he says, having heard of the overthrow of the enemy, celebrate the appointed festivals to God, and offer the customary sacrifices;
因為那事已經完結,已被除去。」他說,你們既聽見仇敵被傾覆,就當向神舉行所定的節慶,獻上照例的祭物;
1:2153
παντελῆ γὰρ ὑπέμεινε τὸν ὄλεθρον τὰς πολλὰς καθ' ὑμῶν ποιησάμενος στρατείας, καὶ οὐκέτι οἱονεὶ ἀναλῶσαι καὶ δαπανῆσαι ὑμᾶς ἐπι χειρήσει
for he who made his many campaigns against you has undergone utter destruction, and no longer, as it were, will he attempt to consume and to spend you.
因為那多次興兵攻打你們的,已遭徹底的毀滅,不再像從前那樣試圖吞滅耗盡你們了。
1:2154
Ἀνέβη ἐμφυσῶν εἰς πρόσωπόν σου, ἐξαιρούμε νός σε ἐκ θλίψεως. Τούτων δέ σοι αἴτιος Θεὸς, τῷ οἰκείῳ νεύματι, οἷόν τινι ἐμφυσήματι, ἐκείνους μὲν καταλύσας, σὲ δὲ τῆς ἐκείνων δυναστείας ἐλευ θερώσας
'He has come up who breathes into your face, delivering you out of tribulation.' Of these things God is the author for you, having by His own nod, as by a certain breath, destroyed those men, and set you free from their dominion.
「那向你面前吹氣的已經上來,救你脫離患難。」這些事的作者對你而言乃是神;祂憑自己的示意,如同一陣氣息,毀滅了那些人,並使你脫離他們的權勢。
1:2155
Ὥσπερ γὰρ τῷ Ἀδὰμ ἐμφυσήσας πνοὴν ζωῆς, ἐποίησεν αὐτὸν εἰς ψυχὴν ζῶσαν·
For just as, having breathed into Adam the breath of life, He made him a living soul;
因為正如祂把生命的氣息吹入亞當,使他成了有靈的活人;
1:2156
οὕτω σοὶ τῷ τῆς ζωῆς ἐμφυσήματι τὴν σωτηρίαν παρέχει
so to you, by the breath of life, He grants salvation.
照樣,祂也藉生命的氣息把救恩賜給你。
1:2157
Ἐνεφύσησε γὰρ αὐ τοῖς, καὶ εἶπε·
For 'He breathed on them, and said':
因為「祂向他們吹氣,說」:
1:2158
Ἀλλ' ἐπὶ τὴν ἱστορίαν ἐπανέλθωμεν
But let us return to the historical narrative.
但讓我們回到歷史的敘述上來。
1:2159
Σκόπευσον ὁδὸν, κράτησον ὀσφύος·
'Watch the way, gird up your loins';
「你要察看道路,束緊你的腰」;
1:2160
παρ' ἐκείνων κομιζόμενα εὐαγγέλια δέ χεσθαι, καὶ ἀντὶ τῆς προτέρας δειλίας ἀνδρείαν ἀνα λαβεῖν
to receive the good tidings brought by those men, and in place of your former cowardice to take up courage.
就是要接受那些人所帶來的佳音,並以勇敢取代你先前的怯懦。
1:2161
Τοῦτο γὰρ εἶπε, Κράτησον ὀσφύος·
For this is what he said, 'Gird up your loins';
因為這正是他所說的:「束緊你的腰」;
1:2162
ἀντὶ τοῦ, Τὴν προτέραν ἀπόθου δειλίαν
that is to say, 'Put off your former cowardice.'
意思是說:「脫去你先前的怯懦。」
1:2163
Οὕτως μακάριος Ἠλίας ἔσφιγξε τὴν ὀσφὺν αὑτοῦ, καὶ ἔτρεχε πρὸ τοῦ ἅρματος τοῦ Ἀχαάβ
So the blessed Elijah girded up his loins and ran before the chariot of Ahab.
如此,蒙福的以利亞束緊了腰,奔跑在亞哈的車前。
1:2164
Οὕτως τῷ Ἰώβ φησιν Θεός·
So God says to Job:
如此,神對約伯說:
1:2165
Ζῶσαι ὡς ἀνὴρ τὴν ὀσφύν σου. Καὶ θεῖος παρακελεύεται Παῦλος, ζώσασθαι τὰς ὀσφύας ἐν ἀληθείᾳ
'Gird up your loins like a man.' And the divine Paul exhorts us to gird up our loins with truth.
「你要像勇士束腰。」神聖的保羅也勸勉我們用真理束腰。
1:2166
Κἀνταῦθα τοίνυν θαῤῥεῖν τῷ Ἰούδᾳ παρα κελεύεται, ὅτι ἀπέστρεψε Κύριος τὴν ὕβριν τοῦ Ἰα κὼβ, καθὼς ὕβριν Ἰσραήλ
Here too, then, He exhorts Judah to take courage, because 'the Lord has turned back the arrogance of Jacob, even as the arrogance of Israel.'
所以在這裡,祂也勸勉猶大要放膽壯膽,因為「耶和華已使雅各的驕傲轉回,正如以色列的驕傲。」
1:2167
Ἰστέον δὲ, ὅτι τὸ μὲν Ἰακὼβ ὄνομα ὑπὸ τῶν πατέρων ἐτέθη τῷ Ἰακώβ·
It must be known that the name Jacob was given to Jacob by his fathers;
當知道,雅各這名字是他的先祖給雅各起的;
1:2168
τὸ δὲ Ἰσραὴλ ὑπὸ τοῦ Θεοῦ·
but the name Israel was given by God;
而以色列這名字則是神所賜的;
1:2169
ἀμφοτέρων δὲ τῶν ὀνομάτων μετέλαχεν ἐξ Ἰακὼβ λαός
and the people descended from Jacob shared in both names.
從雅各而出的百姓則兼有這兩個名字。
1:2170
Λέγει τοίνυν, ὅτι Τῶν εἰς σὲ τὸν Ἰακὼβ γεγενημένων ὑπὸ τῶν Ἀσσυρίων δεινῶν δίκας αὐτοὺς εἰσεπραξάμην διὰ τὴν τοῦ προπάτορος ἀρετὴν, ἧς εἵνεκα καὶ τὴν Ἰσραὴλ αὐτῷ προσηγορίαν ἐπέθηκα
He says, then, that 'For the terrible things that were done to you, Jacob, by the Assyrians, I exacted a penalty from them for the sake of the virtue of the forefather, on account of which I also bestowed on him the appellation Israel.'
所以祂說:「雅各啊,為著亞述人加在你身上的那些可怕之事,我已向他們索取了懲罰,這是為著你先祖的美德;正因這美德,我也把以色列的稱號賜給了他。」
1:2171
(γʹ.) Ὅπλα δυναστείας αὐτοῦ ἐξ ἀνθρώπων. Ὃν τρόπον οἱ τὰ τῆς ἀμ πέλου, φησὶν, ἐκτινάσσοντες κλήματα, πάντα δια φθείρουσι τὸν καρπόν·
(3.) 'The weapons of his dominion are from men.' Just as those who shake off the branches of the vine, he says, destroy the whole crop,
(三)「他權勢的武器出於人。」他說,正如那些搖動葡萄樹枝條的人,把全部的果實都毀壞了,
1:2172
οὕτως οἱ τούτοις ἐπελθόντες πολέμιοι, καὶ τὴν δυναστείαν αὐτῶν κατέλυσαν, καὶ τὰς πανοπλίας ἀφείλοντο, καὶ τοὺς τὸν θάνατον δια φυγόντας δουλεύειν ἠνάγκασαν
so those enemies who came against these men both dissolved their dominion, and stripped away their full armour, and forced those who had escaped death to serve as slaves.
照樣,那些來攻擊他們的仇敵,既拆毀了他們的權勢,又奪去了他們全副的軍裝,並強迫那些逃過死亡的人為奴。
1:2173
Καὶ δεικνὺς, ὡς οὐ δι' ἀσθένειαν ταῦτα πείσονται, ἀλλὰ διὰ τὴν ὑπ' αὐ τοῦ κατ' αὐτῶν ἐξενεχθεῖσαν ψῆφον, ἐπήγαγεν·
And showing that they would suffer these things not through weakness, but on account of the sentence pronounced against them by him, he added:
他為要顯明他們遭受這些事並非因著軟弱,乃是因著他向他們所發出的判決,便接著說:
1:2174
Ἄν δρες δυνατοὶ ἐμπαίζοντες ἐν πυρί. Τοσαύτῃ γὰρ ἐχρῶντο θρασύτητι, ὡς καὶ αὐτοῦ κατατολμᾷν τοῦ πυρός
'Mighty men making sport in the fire.' For they employed such great insolence that they even dared to defy the fire itself.
「大能的勇士在火中戲耍。」因為他們仗著這樣大的膽量,竟連火本身也敢冒犯。
1:2175
Αἱ ἡνίαι τῶν ἁρμάτων αὐτῶν ἐν ἡμέρᾳ ἑτοι μασίας αὐτῶν, καὶ οἱ ἱππεῖς θορυβηθήσονται
'The reins of their chariots in the day of their preparation, and the horsemen shall be thrown into confusion.'
「在他們預備的日子,他們車輛的韁繩必亂,馬兵也必驚惶擾亂。」
1:2176
(δʹ.) Ἐν ταῖς ὁδοῖς συγχυθήσεται τὰ ἅρματα, καὶ συμ πλακήσονται ἐν ταῖς πλατείαις. Οὐδὲν γὰρ, φησὶν, ὑμᾶς ὀνήσει, οὐ τὸ πλῆθος τῶν ηὐτρεπισμένων ἁρ μάτων, οὐχ ἱππικὴ δύναμις·
(4.) 'In the roads the chariots shall be thrown into confusion, and they shall clash together in the broad ways.' For nothing, he says, shall profit you—neither the multitude of your well-equipped chariots, nor the strength of your cavalry;
(四)「車輛在街道上必亂竄,在寬闊處彼此衝撞。」他說,這一切都不能使你們得益——無論是你們預備妥當的眾多車輛,還是騎兵的力量;
1:2177
ἀπὸ γὰρ τοῦ θορύβου τῶν ἐπιόντων πολεμίων ἄχρηστα πάντα γενήσεται ἀλλήλοις ἐν ταῖς ὁδοῖς συμπλεκόμενα, καὶ ὑπὸ ἀλ λήλων συμπατούμενα
for by reason of the tumult of the enemies coming upon them, all these things shall become useless, entangling one another in the roads and being trampled down by one another.
因為由於來犯之敵所造成的擾亂,這一切都要變為無用,在街道上彼此糾纏,並互相踐踏。
1:2178
ὅρασις αὐτῶν ὡς λαμ πάδες πυρὸς, καὶ ὡς ἀστραπαὶ διατρέχουσαι. Καὶ μὴν, φησὶ, γενναῖον εἴχετε πάλαι φρόνημα, καὶ τὸ θυμοειδὲς διὰ τῶν ὀφθαλμῶν ἐδηλοῦτε, καὶ οἷόν τισι. λαμπάσι καὶ ἀστραπαῖς ἐξεδειματοῦτε τοὺς ὑπηκόους·
'Their appearance is like torches of fire, and like lightnings that dart to and fro.' Indeed, he says, you once had a noble spirit, and you displayed your fierceness through your eyes, and as with certain torches and flashes of lightning you struck terror into your subjects;
「他們的形狀如火把,又如奔馳的閃電。」他說,你們從前的確有豪邁的氣概,藉著眼目顯出你們的凶猛,好像用火把和閃電般使你們的臣民驚駭;
1:2179
ἀλλ' ἐν τῇ τῶν πολεμίων προσβολῇ δειλία ὑμᾶς ἀντὶ τῆς ἀνδρείας καθέξει
but at the assault of the enemies, cowardice instead of courage shall seize you.
但在仇敵的攻擊之下,膽怯必要代替勇敢抓住你們。
1:2180
Τοῦτο γὰρ διὰ τῶν ἐπαγομέ νων ἐδήλωσε
For this he indicated through what follows.
因為這一點他藉著下文所加的話顯明出來。
1:2181
Μνησθήσονται γὰρ, φησὶν, οἱ μεγιστᾶνες αὐ τῶν, καὶ φεύξονται ἡμέρας, καὶ ἀσθενήσουσιν ἐν τῇ πορείᾳ αὑτῶν·
'For their nobles shall remember,' he says, 'and shall flee by day, and shall grow faint in their march;
他說:「他們的貴冑必想起來,白晝逃跑,在行進中疲乏無力;
1:2182
σπεύσουσιν ἐπὶ τὰ τείχη, καὶ ἑτοι μάσουσι τὰς προφυλακὰς αὑτῶν. Οἱ γὰρ ἐπὶ τῇ δυναστείᾳ πάλαι μέγα φρονοῦντες, πάντα πόρον κι νήσουσι διαφυγεῖν πειρώμενοι·
they shall hasten to the walls, and shall prepare their outposts.' For those who once prided themselves greatly on their dominion shall set every means in motion, trying to escape;
他們必急奔城牆,預備防守的哨兵。」因為那些從前為著自己的權勢極其自誇的人,必要動用一切辦法,設法逃脫;
1:2183
καὶ τούτου δὲ δια μαρτάνοντες, πάλιν εἰς τοὺς περιβόλους ἀναβήσονται, καὶ τῆς φυλακῆς φροντιοῦσι τῆς πόλεως·
and failing in this too, they shall again go up into the fortified enclosures, and shall busy themselves with the defence of the city.
他們在這事上也要失敗,便再上到城垣圍牆之內,忙於守衛那城。
1:2184
( ʹ.) ἀλλ' ὅμως οὐδὲν ἧττον καὶ αἱ πύλαι ἀνοιγήσονται, καὶ τὰ βασίλεια ὑπὸ τοῖς πολεμίοις γενήσεται, καὶ οἱ ἐν τοῖς βασιλείοις ληφθήσονται θησαυροί
(5.) But nevertheless none the less the gates shall be opened, and the palace shall fall under the enemies' power, and the treasures in the palace shall be seized.
(五)然而,儘管如此,城門仍要被打開,宮殿也要落在仇敵手中,宮中的寶藏都要被奪去。
1:2185
Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς·
For this he intimated when he said:
因為他說這話時就暗示了這事:
1:2186
ὑπόστασις ἀπεκαλύφθη. Ἀντὶ τοῦ, τὰ πάλαι κεκρυμμένα, καὶ πολλοῖς κλεί θροις ἠσφαλισμένα, δῆλα πᾶσιν ἐγένετο
'The substance was uncovered.' That is to say, the things long hidden and secured with many bolts became manifest to all.
「所積蓄的財寶都露出來。」意思就是說,那久已隱藏、用許多門閂緊鎖的東西,都向眾人顯露出來了。
1:2187
Καὶ αὕτη ἀνέβαινε. Τὴν Νινευῒ λέγει·
'And she went up.' He means Nineveh;
「她被擄上去。」他是指尼尼微說的;
1:2188
Καὶ αἱ δοῦλαι αὐτῆς ἤγοντο, καὶ ὡς περιστε ραὶ φθεγγόμεναι ἐν καρδίᾳ ἑαυτῶν. Κοινωνήσουσι δὲ αὐτῇ τῆς αἰχμαλωσίας καὶ αἱ ὑπήκοοι πόλεις καὶ κῶμαι, κατὰ διάνοιαν στενάζουσαι, καὶ τῶν περιστε ρῶν μιμούμεναι τὴν ἠχήν
'and her handmaids were led away, moaning as doves in their hearts.' Her subject cities and villages shall share her captivity, groaning in their minds and imitating the sound of doves.
「她的婢女被牽走,心中哀鳴如同鴿子。」她所轄的城邑鄉村必與她一同被擄,內心悲歎,仿效鴿子的哀聲。
1:2189
Καὶ Νινευῒ, ὡς ὕδατα κολυμβήθρας τὰ ὕδατα αὐτῆς, καὶ αὐτοὶ φεύγοντες οὐκ ἔστησαν, καὶ οὐκ ἦν ἐπιβλέπων. Τοσοῦτοι γὰρ ὄντες οἱ τὴν πόλιν ἐκείνην οἰκοῦντες, ὡς ἀπεικάζεσθαι αὐτὴν κολυμβή θρᾳ ὑδάτων πεπληρωμένῃ, καὶ ἐκβλυζούσῃ τὰ πε ριττὰ, πρὸς φυγὴν εἶδον ἅπαντες, οὐδὲ ἐπιστραφῆ ναι πάλιν εἰς τοὐπίσω τολμήσαντες
'And Nineveh, her waters are like the waters of a pool, and they flee and do not stand, and there was none to look back.' For those who inhabited that city, being so numerous that she was likened to a pool filled with waters and overflowing at the brim, all turned to flight, not even daring to turn back again.
「尼尼微自古以來如同聚水的池,她的水如今卻要流去;他們雖喊叫,卻無人回顧。」因為住在那城中的人如此眾多,以致把她比作滿溢並向四邊溢流的水池;如今眾人都轉身逃跑,連再回頭都不敢。
1:2190
Εἶτα τὴν προ τέραν αὐτῶν ἀδικίαν διέξεισι
Then he recounts their former injustice.
接著他細述他們從前的不義。
1:2191
Βε βάρυνται γὰρ ὑπὲρ πάντα τὰ σκεύη αὐτῆς τὰ ἐπι θυμητά. Κατὰ τούτων γὰρ, φησὶ, τῶν θησαυρῶν τὸ πλῆθος χωρήσει τῶν πολεμίων
'For they are laden beyond all her precious vessels.' For against these treasures, he says, the multitude of the enemies shall advance.
「她一切可羡慕的珍寶都堆積如山。」他說,因為仇敵的大軍必要進攻這些寶藏。
1:2192
κατὰ τὸ οἰκεῖον τῆς Γραφῆς ἰδίωμα
according to the peculiar idiom of Scripture.
這是照著聖經特有的用語習慣說的。
1:2193
Ἐκτιναγμὸς, καὶ ἀνατιναγμὸς, καὶ βρασμὸς, καὶ καρδίας θόρυβος, καὶ ὑπόλυσις γονάτων, καὶ ὠδῖνες ἐπὶ πᾶσαν ὀσφὺν, καὶ τὰ πρόσωπα πάντων ὡς πρόσκαυμα χύτρας. ἐπὶ τῶν σεισμῶν εἴωθε γίνεσθαι τινασσομένης τῆς γῆς, καὶ παλλούσης, ταυ τὰ καὶ ἐπὶ τῆς τῶν πολεμίων τέθεικε προσβολῆς·
'A shaking out, and a tossing up, and a seething, and tumult of heart, and loosing of knees, and pangs upon every loin, and the faces of all as the blackening of a pot.' The things that are wont to happen in earthquakes, when the earth is shaken and quivers, these same things he has set down also with respect to the assault of the enemies;
「傾倒、抖動、震盪、心慌意亂、雙膝發軟、腰間疼痛、眾人的臉都變如燒黑的鍋底。」凡在地震中地被搖撼顫動時慣常發生的事,他都同樣用來形容仇敵的攻擊;
1:2194
ὅτι τῶν καρδιῶν τῷ δέει βαλλομένων, καὶ αἱ τῶν γονάτων ἁρμονίαι λυθήσονται, καὶ ταῖς τικτούσαις παραπλησίως ὀδυνήσονται, καὶ τὰ πρόσωπα, τοῦ αἵ ματος παγέντος, πελιδνωθήσονται, ὡς ἐκείνῳ τῷ μέρει τῆς χύτρας προσεοικέναι, τῷ πυρὶ προσ ομιλεῖν εἴωθε
namely, that as their hearts are smitten with dread, the joints of their knees shall be loosed, and they shall be in anguish like women in travail, and their faces, as the blood congeals, shall turn livid, so as to resemble that part of the pot which is wont to come into contact with the fire.
就是說,他們的心既被恐懼所擊打,膝關節必要發軟,他們必如臨產的婦人一般疼痛,並且他們的臉,因血凝結,必變為青黑,以致像那常與火接觸的鍋底部分。
1:2195
Ποῦ ἐστι τὸ κατοικητήριον τῶν λεόντων, καὶ νομὴ οὖσα τοῖς σκύμνοις; Καὶ καλεῖ μὲν. τὸ κατοικητήριον τῶν λεόντων τὴν Νινευῒ, λέοντας δὲ τοὺς βασιλεῖς, σκύμνους δὲ τοὺς τούτων υἱεῖς, νομὴν δὲ, τούτων τὰς ὑπηκόους πόλεις
'Where is the dwelling-place of the lions, and the pasture that belonged to the lions' whelps?' And he calls Nineveh the dwelling-place of the lions, the kings the lions, their sons the whelps, and their subject cities the pasture.
「獅子的住處,少壯獅子的牧場在哪裡呢?」他稱尼尼微為獅子的住處,稱諸王為獅子,稱他們的兒子為少壯獅子,稱他們所轄的城邑為牧場。
1:2196
Οἱ πάλαι, φησὶ, λεόντων δίκην τὴν Νινευῒ μὲν οἰκοῦντες, πᾶσι δὲ ἀδεῶς ἐπιόντες, καὶ τροφὴν τοῖς σκύμνοις πορί ζοντες, πῶς νῦν οὐδὲν τοιοῦτον δρᾶτε, πολεμίων ὑμῖν ἐπελθόντων; Καὶ ἐπιμένων τῇ τροπῇ·
Those, he says, who of old dwelt in Nineveh like lions, coming fearlessly upon all and providing food for their whelps—how is it that you now do no such thing, when the enemies have come upon you? And continuing in the figure:
他說,你們這些從前像獅子般住在尼尼微、無所畏懼地襲擊眾人、為少壯獅子預備食物的人,如今仇敵臨到你們,你們怎麼不再做這樣的事呢?他繼續用這個比喻:
1:2197
Ποῦ ἐπορεύ θη, φησὶ, λέων τοῦ εἰσελθεῖν; Ἀλλ' ἆρα, φησὶ, μὴ κατά τινων στρατείαν κινήσας ἀποδημῶν ἐτύγ χανες, ἡνίκα τῶν ἐναντίων τὸ στίφος προσέβαλεν; ἀλλ' οὐκ ἔστι ταῦτα·
'Whither did the lion go to enter in?' he says. But surely, he says, you were not away on some campaign that you had launched against certain peoples, when the throng of your adversaries fell upon you? But this is not so;
他說:「獅子往哪裡進去了呢?」他說,難道你外出,正發動某次征討某些民族的戰役,恰逢你仇敵的隊伍前來攻擊嗎?其實並非如此;
1:2198
Ἐκεῖ γὰρ, φησὶ, σκύμνοι λέοντος, καὶ οὐκ ἦν ἐκφοβῶν. Οὐκ αὐτὸς γὰρ μόνος τηνικαῦτα ἐνδημῶν ἐτύγχανες, ἀλλὰ καὶ οἱ στρατηγοὶ ἅπαντες, οἱ πάλαι μηδένα δειμαίνοντες, ἀλλὰ τὰς ἄλλας καταλύοντες βασιλείας, καὶ τὸν ἐκεῖ θεν φόρον ἀθροίζοντες, καὶ τοῖς ἐκγόνοις τροφὴν πορίζοντες
'For there,' he says, 'were the lion's whelps, and there was none to make them afraid.' For not you alone were then at home, but also all the generals, who of old feared no one, but overthrew other kingdoms, and gathered the tribute from thence, and provided food for their offspring.
他說:「因為少壯獅子在那裡,卻無人使牠們驚嚇。」因為當時不只你一人在家,連眾將領也都在,他們從前無所畏懼,反倒傾覆別的國度,從那裡搜取貢物,為他們的後裔預備食物。
1:2199
Τοῦτο γὰρ παρεδήλωσε δι' ὧν ἐπ ήγαγε·
For this he intimated through what he added:
因為他藉著所加的話暗示了這事:
1:2200
Λέων ἥρπασε τὰ ἱκανὰ αὑτοῦ τοῖς σκύ μνοις, καὶ ἀπέπνιξε τοῖς λέουσιν αὑτοῦ·
'The lion seized enough for his whelps, and strangled prey for his lionesses;
「獅子為牠的少壯獅子撕碎足夠的食物,為牠的母獅掐死獵物;
1:2201
καὶ ἔπλησε θήρας νοσσιὰν αὑτοῦ, καὶ τὸ κατοικητήριον αὑτοῦ ἁρπαγῆς. Εἴωθε γὰρ τὰ θηρία ἀποπνίγειν τὰ θη ρώμενα ζῶα, καὶ οὕτω τοῖς ἐξ αὑτῶν προσφέρειν τροφήν
and he filled his lair with spoil, and his dwelling-place with plunder.' For the wild beasts are wont to strangle the animals they hunt, and thus to bring food to their offspring.
「牠使洞穴充滿獵物,使住處充滿掠奪之物。」因為野獸慣於掐死牠們所獵取的動物,如此為牠們的幼子帶來食物。
1:2202
Καὶ οἱ Ἀσσύριοι δὲ, τὰς τῶν ἐθνῶν κατα λύοντες βασιλείας, τὸν ἐκεῖθεν ἐκαρποῦντο δασμόν
And the Assyrians likewise, overthrowing the kingdoms of the nations, reaped the tribute from thence.
亞述人也是如此,傾覆列國的國度,從那裡收取貢賦。
1:2203
Ταύτης δὲ τῆς παρανομίας ἐγώ σε εἰσπράξομαι δί κας
But for this lawlessness I will exact penalties from you.
但為著這不法的事,我必向你追討刑罰。
1:2204
Ἰδοὺ γὰρ ἐγὼ ἐπὶ σὲ, λέγει Κύριος παντο κράτωρ, καὶ ἐκκαύσω ἐν καπνῷ πλῆθός σου, καὶ τοὺς λέοντάς σου καταφάγεται μάχαιρα, καὶ ἐξολο θρεύσω ἐκ τῆς γῆς τὴν θήραν σου, καὶ οὐ μὴ ἀκου σθῇ ἔτι τὰ ἔργα σου. Ἐπειδὴ τροπικῶς ἄνω λεόν των, καὶ σκύμνων, καὶ θήρας, καὶ νομῆς ἐμνημό νευσεν, εἰκότως καὶ τὴν τούτων ἀναίρεσιν τροπικῶς προθεσπίζει
'For behold, I am against you, saith the Lord Almighty, and I will burn up your multitude in smoke, and the sword shall devour your lions, and I will cut off your prey from the earth, and your works shall no longer be heard.' Since he had figuratively mentioned above lions, and whelps, and prey, and pasture, fittingly he foretells their destruction also in a figurative manner.
「主全能者說:看哪,我與你為敵,我必在煙中燒盡你的群眾,刀劍必吞滅你的少壯獅子,我必從地上剪除你的獵物,你的作為必不再被聽見。」既然他在上文以比喻提到獅子、少壯獅子、獵物和牧場,他也就恰當地以比喻的方式預言他們的毀滅。
1:2205
Καὶ ἐπειδὴ τὰ ἐν ἄντροις τισὶ κεκρυμ μένα θηρία, καὶ προκύπτειν οὐ βουλόμενα, καπνὸν ταῖς εἰσόδοις προσφέροντες οἱ θηρεύοντες, ἐξιέναι καταναγκάζουσι, καὶ ἐξιόντα δέχονται ταῖς αἰχμαῖς, εἰκότως ἔφη καπνῷ παραδώσειν τὸ πλῆθος, καὶ τοὺς λέοντας τῇ ῥομφαίᾳ·
And since hunters, when wild beasts are hidden in certain caves and unwilling to come forth, bring smoke to the entrances and compel them to come out, and receive them upon their spear-points as they come out, fittingly he said that he would deliver the multitude to smoke, and the lions to the sword;
又因為當野獸藏在某些洞穴中不肯出來時,獵人便將煙送到洞口,強迫牠們出來,並在牠們出來時用矛尖迎接牠們;他便恰當地說,他要將那群眾交給煙,將那些獅子交給刀劍;
1:2206
σημαίνει δὲ τὸν τῆς πόλεως ἐμπρησμὸν, καὶ τὴν τῶν βασιλέων σφαγὴν, ὧν γενο μένων καὶ θήρα παῦλαν ἔλαβεν
and he signifies the burning of the city and the slaughter of the kings, at whose coming-to-pass the prey too came to an end.
他所指的乃是那城被焚燒,並諸王被殺戮,這些事既已發生,那獵物也就止息了。
1:2207
Εἶτα κατὰ ταυτὸν καὶ τραγῳδεῖ αὐτῆς τὴν πονη ρίαν, ψευδῆ ἅπασαν καὶ ἄδικον ἀποκαλῶν·
Then in the same manner he also depicts as tragedy her wickedness, calling it wholly false and unjust;
接著他照樣把她的邪惡描述為悲劇一般,稱它為全然虛假和不義的;
1:2208
καὶ διηγεῖται τὰ ἐπελθόντα δεινὰ, σεισμῷ ἐοικέναι λέγων τῶν ἁρμάτων τὸν κτύπον, καὶ τὸν τῶν ἵππων χρε μετισμὸν, καὶ τῶν ἱππέων τὸν θόρυβον
and he describes the terrible things that came upon her, saying that the din of the chariots resembled an earthquake, together with the neighing of the horses and the tumult of the horsemen.
他描述那臨到她的可怕之事,說車輛的響聲如同地震,還有馬匹的嘶鳴和馬兵的喧嚷。
1:2209
Καταπλήτ τει δὲ καὶ τῇ περὶ τῶν ὅπλων ἐξηγήσει, ἀστράπτειν λέγων τοὺς θώρακας καὶ τὰς ῥομφαίας
And he strikes terror also by his account of the weapons, saying that the breastplates and the swords flash like lightning.
他又藉著對兵器的描述使人驚駭,說那些胸甲和刀劍閃爍如同閃電。
1:2210
Προλέγει δὲ καὶ τῶν πιπτόντων τὸ πλῆθος, καὶ τῶν εἰς ἐπικου ρίαν συνελθόντων ἐθνῶν τὴν ἀναίρεσιν
And he foretells also the multitude of the fallen, and the destruction of the nations that had come together to give aid.
他也預言那些倒斃者的眾多,以及那些前來相助的列國的滅亡。
1:2211
Ὀλίγους δὲ τοὺς ἐντεῦθεν διασωζομένους φησί
And he says that few are those who are saved from this.
他又說,從這場災禍中得救的人是少數。
1:2212
Τοῦτο γὰρ ἐδή λωσεν εἰρηκώς·
For this he indicated when he said:
因為他說這話時就指明了這事:
1:2213
Ἀσθενήσουσιν ἐν τοῖς ἔθνεσιν αὑτῶν
'They shall grow faint among their nations.'
「他們在自己的列邦中必疲乏無力。」
1:2214
(δʹ.) Ἀπὸ πλήθους πορνείας. Εἰς ὀλίγους γὰρ, φησὶ, περιλει φθήσεται τὸ πλῆθος αὐτῶν, διά τε τὴν περὶ τὰ εἴδωλα πλάνην, καὶ τὴν πλείστην ἀκολασίαν·
(3.) 'From the multitude of harlotry.' For their multitude, he says, shall be reduced to few, both on account of their error concerning the idols and on account of their utter licentiousness;
(三)「因淫行之多。」他說,因為他們的眾多必減至無幾,一則因著他們拜偶像的迷惑,二則因著他們極度的放蕩;
1:2215
ἀμφότερα γὰρ ἐνταῦθα πορνείαν καλεῖ
for both of these he here calls harlotry.
因為這兩樣他在此都稱為淫行。
1:2216
Καὶ τοῦτο σαφέστερον τὰ ἐπαγόμενα διδάσκει·
And this the following words teach more clearly:
這一點下文所加的話教訓得更為清楚:
1:2217
σε πλείστης μεταμεληθεῖσαν ἠξίωσε, τῇ γοητείᾳ σαυτὴν ἀνατέθεικας, καὶ δι' ἐκείνης ἅπαντα διετέλεσας δρῶσα
…he deemed you worthy of the fullest opportunity to repent, yet you devoted yourself to sorcery, and through it you persisted in doing all these things.
……他曾賜你極大的機會來悔改,你卻把自己交給了邪術,並藉著邪術一味地行這一切的事。
1:2218
πωλοῦσα τὰ ἔθνη ἐν τῇ πορνείᾳ αὑτῆς, καὶ φυλὰς ἐν τοῖς φαρμάκοις αὑ τῆς. Τῇ οἰκείᾳ δὲ ἀσεβείᾳ μὴ ἀρκουμένη, καὶ τοὺς ὑπηκόους ἠνάγκαζες ταυτὰ σοὶ φρονεῖν
'She who sells nations by her harlotry, and tribes by her enchantments.' Not content with your own impiety, you also forced your subjects to hold the same views as yourself.
「她藉淫行賣了列國,藉邪術賣了萬族。」你既不以自己的不虔為足,還強迫你的臣民與你懷抱同樣的心思。
1:2219
Ἐγὼ τῶν ὅλων Κύριος ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, καὶ δείξω ἔθνεσι τὴν αἰσχύνην σου, καὶ βασιλείαις τὴν ἀτιμίαν σου
'I, the Lord of all, will uncover your skirts upon your face, and I will show the nations your shame, and kingdoms your disgrace.'
「我,萬有的主,必揭起你的裙子蒙在你臉上,使列國看見你的羞恥,使列邦看見你的醜態。」
1:2220
Καὶ ἐπιῤῥίψω ἐπὶ σὲ βδελυγμὸν κατὰ τὰς ἀκαθαρ σίας σου. Τὸ, Ἀποκαλύψω τὰ ὀπίσω σου ἐπὶ τὸ πρόσωπόν σου, ἐκ μεταφορᾶς εἴρηται τῶν εἰς ὕβριν μείζονα ἀποδυομένων οἰκετῶν καὶ μαστιγου μένων
'And I will cast abomination upon you according to your uncleannesses.' The words, 'I will uncover your skirts upon your face,' are spoken by a metaphor drawn from household slaves who are stripped for greater humiliation and are scourged.
「我必照你的污穢把可憎之物拋在你身上。」「我必揭起你的裙子蒙在你臉上」這話,是取喻於那些為受更大的凌辱而被剝去衣服、遭受鞭打的家奴。
1:2221
Καὶ θήσομαί σε παράδειγμα
'And I will make you a spectacle.'
「我必使你成為眾人注目的鑑戒。」
1:2222
(ζʹ.) Καὶ ἔσται, πᾶς ὁρῶν σε καταβήσεται ἀπὸ σοῦ, καὶ ἐρεῖ·
(7.) 'And it shall come to pass that everyone who sees you shall go down from you, and shall say:'
(七)「凡看見你的都必躲避你,說:」
1:2223
Καταβήσεται ἀπὸ σοῦ, καὶ θρήνου τρόπον ἐπι ζητήσει τῆς ἐρημίας ἄξιον
He shall go down from you, and shall seek out a manner of lamentation worthy of the desolation.
他必躲避你,並要尋求一種與這荒涼相稱的哀歌方式。
1:2224
Ἅρμοσαι χορδὴν, ἑτοίμασαι, μερὶς Ἀμμὼν, κατοικοῦσα ἐν ποταμοῖς·
'Tune a string, make ready, O portion of Ammon, you who dwell among the rivers;
「調準琴弦,預備妥當,亞捫的分啊,你這住在眾河之間的;
1:2225
ὕδωρ κύκλῳ αὐτῆς, ἧς ἀρχὴ αὐτῆς θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐ τῆς. Τῇ Αἰγύπτῳ ταῦτα παρακελεύεται δεινὰ καὶ ἀλγεινὰ παρὰ Ἀσσυρίων παθούσῃ
water round about her, whose beginning is the sea, and water are her walls.' These things he enjoins upon Egypt, which suffered terrible and grievous things at the hands of the Assyrians.
「有水環繞著她,她的根基是海,海水是她的城牆。」這些話是他吩咐埃及的,就是那從亞述人手中遭受了可怕而慘痛之事的埃及。
1:2226
Καὶ τοῦτο ἀπὸ τῶν ἄλλων μεμαθήκαμεν προφητῶν, οἳ τοῖς Ἰσραη λίταις προηγόρευσαν, ὡς οὐδὲ φυγόντες εἰς τὴν Αἴ γυπτον σωτηρίας τεύξονται, ἀλλ' ἐκεῖ καταληφθέντες ὑπὸ τῶν πολεμίων θανάτῳ παραδοθήσονται
And this too we have learned from the other prophets, who foretold to the Israelites that not even by fleeing into Egypt would they obtain safety, but being overtaken there by the enemies they would be delivered to death.
這一點我們也從別的先知學到了,他們曾向以色列人預言,說他們即使逃到埃及也得不到拯救,反倒要在那裡被仇敵追上,交於死亡。
1:2227
Ὥσπερ τοίνυν ἐν τοῖς ἔμπροσθεν εἰρημένοις τῷ Ἰούδᾳ παρακε λεύεται ἑορτάζειν, ἅτε δὴ τῆς Νινευϊτῶν καταλυθείσης βασιλείας·
Just as, then, in what was said before he bids Judah keep festival, inasmuch as the kingdom of the Ninevites had been overthrown,
所以,正如在前面所說的話中,他因尼尼微人的國度已被傾覆,便吩咐猶大守節,
1:2228
οὕτω δὴ καὶ ἐνταῦθα τῇ Αἰγύπτῳ χορεύειν παρακελεύεται
so here too he bids Egypt dance for joy.
照樣他在此也吩咐埃及歡欣起舞。
1:2229
Μερίδα δὲ Ἀμμὼν, ὡς οἶμαι, αὐτὴν καλεῖ, ὡς Ἀμμῶνι ἀνακειμένην τῷ δαίμονι
And he calls her, as I think, the portion of Ammon, as being dedicated to the demon Ammon.
我想,他稱她為亞捫的分,是因為她獻給了那名叫亞捫的鬼魔。
1:2230
Οὗτος γὰρ ἦν ἐπίσημος πάλαι, ὡς καὶ πολλοὺς ἀπὸ τῆς Ἑλλάδος χρησμῶν χάριν ἐκεῖσε ἀπαίρειν
For this one was of old renowned, so that many even set out thither from Greece for the sake of oracles.
因為這鬼魔從前極有名聲,甚至有許多人為求神諭從希臘動身前往那裡。
1:2231
Φασὶ δὲ καὶ Ἀλέξανδρον, τὸν τῶν Μακεδόνων βασιλεύσαντα πρῶτον, οἱ τὰ ἐκείνου συγγεγραφότες, πρὸς ἐκεῖ νον δραμεῖν, καὶ χρησμοὺς ἐκεῖθεν λαβεῖν
And those who have written the history of Alexander, who first reigned over the Macedonians, say that he too ran to that one, and received oracles from thence.
那些記述亞歷山大——就是首先作馬其頓人之王的那位——事蹟的人也說,他也曾奔往那鬼魔那裡,並從那裡領受神諭。
1:2232
Ἐπειδὴ. τοίνυν ταύτης κατεχούσης τῆς ἐξαπάτης, ἤρτητο τοῦ δαίμονος τούτου διαφερόντως Αἴγυπτος, μερίδα αὐ τὴν Ἀμμὼν ὀνομάζει, καὶ παρακελεύεται αὐτῇ χορεύειν, ὡς τῆς Νινευῒ τὸν ὄλεθρον δεξαμένης
Since, then, while this deception prevailed, Egypt was attached to this demon above all, he names her the portion of Ammon, and bids her dance for joy, inasmuch as Nineveh had received destruction.
既然當這迷惑盛行的時候,埃及尤其依附於這鬼魔,他便稱她為亞捫的分,並吩咐她歡欣起舞,因為尼尼微已遭受了毀滅。
1:2233
Ποταμοὺς δὲ κύκλῳ αὐτῆς τὰς διόρυγας λέγει
And by 'rivers round about her' he means the canals.
他所說「環繞著她的眾河」,是指那些運河渠道。
1:2234
Εἶτα τοὺς ἐπικούρους ἀπαριθμεῖται, τοὺς Αἰθίοπας, τοὺς Λίβυας, καὶ τοὺς ἑσπερίους Λίβυας τοὺς νῦν Ἀφροὺς καλουμένους·
Then he enumerates her allies, the Ethiopians, the Libyans, and the western Libyans, those now called Africans;
接著他列舉她的盟友,就是古實人、呂彼亞人,和那些西方的呂彼亞人,就是如今稱為非洲人的;
1:2235
Φοὺδ γὰρ τούτους ἐκάλεσεν
for these he called Put.
因為他把這些人稱為弗。
1:2236
Ἀλλ' ὅμως καὶ τοσούτους ἔχουσα συμμάχους, καὶ ὑπὸ θαλάσσης καὶ ποταμῶν κυκλουμένη, οὐδὲ αὕτη, φησὶν, ἀπείρατος μενεῖ κακῶν, ἀλλ' εἰς μετοικεσίαν πορεύσεται αἰχμάλωτος
But nevertheless, even having so many allies, and being encircled by sea and rivers, not even she, he says, shall remain untried by calamities, but shall go into exile as a captive.
然而,儘管她有這麼多盟友,又被海和眾河環繞,他說連她也不能免受災禍的試煉,反倒要作俘虜被擄去。
1:2237
Καὶ τὰ νήπια αὐτῆς ἐδα φιοῦσιν ἐπ' ἀρχαῖς ὁδῶν αὐτῆς, καὶ ἐπὶ πάντα τὰ ἔνδοξα αὐτῆς βαλοῦσι κλήρους, καὶ πάντες οἱ μεγι στᾶνες αὐτῆς δεθήσονται χειροπέδαις. Ταῦτα δὲ καὶ Ναβουχοδονόσορ εἰς αὐτὴν εἰργάσατο, καὶ Καμ βύσης ὕστερον Κύρου, τὴν βασιλείαν αὐτῆς κατα λύσας, ὑπὸ τὴν αὐτοῦ δυναστείαν τελεῖν κατηνάγ κασε·
'And her infants they shall dash to pieces at the beginnings of her streets, and upon all her glorious things they shall cast lots, and all her nobles shall be bound with fetters.' These things both Nebuchadnezzar wrought upon her, and afterwards Cambyses the son of Cyrus, who, having overthrown her kingdom, compelled her to be subject under his dominion;
「他們要在她各街道的口摔死她的嬰孩,為她一切榮華的物件拈鬮,她所有的貴冑都要被鎖鏈捆綁。」這些事,尼布甲尼撒曾向她施行,後來居魯士的兒子岡比西斯也曾如此,他傾覆了她的國度,強迫她臣服於他的權下;
1:2238
καὶ Ἀλέξανδρος δὲ μετὰ πολλὰς γενεὰς ὑπὸ τὴν Μακεδονικὴν αὐτὴν ἐποίησε βασιλείαν
and Alexander too, many generations later, brought her under the Macedonian kingdom.
亞歷山大也在許多世代之後,把她納入馬其頓的國度之下。
1:2239
Ταῦτα περὶ τῆς Αἰγύπτου προθεσπίσας, πάλιν πρὸς τὴν Νινευῒ μεταφέρει τὸν λόγον
Having foretold these things concerning Egypt, he again transfers his discourse to Nineveh.
他既預言了關於埃及的這些事,便再把他的話轉回到尼尼微。
1:2240
Καὶ σὺ μεθυσθήσῃ, καὶ ἔσῃ παρεωραμένη, καὶ σὺ ζητήσεις ἑαυτῇ στάσιν ἐξ ἐχθρῶν σου. Καθάπερ γάρ τινι μέθῃ παραδοθήσῃ τῇ συμφορᾷ, καὶ τῇδε κἀκεῖσε διαθέουσα, ἀπαλλαγήν τινα τῶν κατεχόντων ζητήσεις δεινῶν, καὶ οὐχ εὑρήσεις
'And you too shall be made drunk, and shall be overlooked, and you too shall seek for yourself a stand against your enemies.' For as if delivered to some drunkenness by the calamity, and running hither and thither, you shall seek some deliverance from the terrors that hold you fast, and shall not find it.
「你也必喝醉,必被藐視隱藏,你也必為自己尋找一個抵擋仇敵的立足之處。」因為你必如同被交給某種醉態一般被交於這災禍,四處奔竄,尋求脫離那緊緊抓住你的可怕之事,卻尋不著。
1:2241
Πα ραπλησίως δὲ σοὶ καὶ αἱ ὀχυραί σου πόλεις παραδο θήσονται τοῖς πολεμίοις
And in like manner your fortified cities also shall be handed over to the enemy.
照樣,你那些堅固的城邑也必被交在仇敵手中。
1:2242
Τοῦτο γὰρ διὰ τῆς εἰκόνος ἐδήλωσε
For this he signified by means of the image.
因為他藉著這比喻表明了這一點。
1:2243
καὶ οἱ γενναῖοι δέ σου στρατιῶται οὐδὲν διοίσουσι γυναικῶν, δειλίᾳ κατεχόμενοι·
And your valiant soldiers shall differ in nothing from women, being gripped by cowardice.
你那些勇猛的兵丁也必與婦女無異,被膽怯所轄制。
1:2244
δαπανῶντος, καὶ τῶν ἐναν τίων χειμάῤῥου δίκην διὰ τούτων εἰσβαλλόντων
as the enemy consume it, and as the adversaries burst in through these breaches like a rushing torrent.
仇敵吞滅它,敵人像洪流一般藉著這些缺口衝進來。
1:2245
Ὕδωρ γὰρ, φησὶ, περιοχῆς ἐπίσπασαι σεαυ τῇ. Εἶτα κατ' εἰρωνείαν·
For he says, 'Draw for yourself water for the siege.' Then, by way of irony:
因為經上說:「你要為圍困打水儲存。」接著以譏諷的口吻說:
1:2246
Καὶ κατακράτησον τῶν ὀχυρωμάτων. Χρῆσαι, φησὶ, τῇ δυνάμει σου, περιβόλους ἔχουσα, καὶ τάφρους ἔξω τῶν περιβό λων
'And take firm hold of your strongholds.' Make use, he says, of your power, since you have ramparts, and trenches outside the ramparts.
「並要牢牢把守你的堅壘。」他說,既然你有城牆,城牆外又有壕溝,你就使用你的力量吧。
1:2247
Ἔμβηθι εἰς πηλὸν, καὶ συμπατήθητι ἐν ἀχύροις, καὶ κατακράτησον ὑπὲρ πλίνθον
'Enter into the clay, and be trodden down among the straw; take firm hold, work harder than a brick-maker.'
「你要踏進泥中,在草秸裡被踐踏;要牢牢用力,勝過作磚的人。」
1:2248
( ιεʹ, ι ʹ.) Ἐκεῖ κα ταφάγεταί σε πῦρ, ἐξολοθρεύσει σε μάχαιρα, καὶ καταφάγεταί σε ὡς ἀκρὶς, καὶ βαρυνθήσῃ ὡς βροῦ χος
(15, 16.) 'There fire shall devour you, the sword shall utterly destroy you, and it shall consume you like the locust, and you shall be weighed down like the caterpillar.'
(十五、十六節。)「在那裡火必吞滅你,刀劍必徹底毀滅你,並要像蝗蟲吞吃你,你必如螞蚱般沉重。」
1:2249
Ἐπλήθυνας τὰς ἐμπορίας σου ὑπὲρ τὰ ἄστρα τοῦ οὐρανοῦ. Μὴ θάῤῥει, φησὶ, τοῖς ὀχυρώμασιν·
'You have multiplied your merchandise above the stars of heaven.' Do not take courage, he says, in your strongholds;
「你增添你的貿易,多過天上的星辰。」他說,不要倚仗你的堅壘;
1:2250
οὐδεμίαν γὰρ ἕξεις ἐκεῖθεν βοήθειαν·
for from there you shall have no help at all;
因為你從那裡得不到任何幫助;
1:2251
ἀλλὰ δίκην πηλοῦ εἰς πλινθουργίαν μετ' ἀχύρου συμπατουμέ νου, ὑπὸ τῶν ἐπιόντων σοι πολεμίων συμπατηθήσῃ·
but like clay trodden down together with straw for brick-making, so shall you be trodden down by the enemies who come upon you;
反倒像那與草秸一同被踐踏、用來作磚的泥,你必被前來攻擊你的仇敵踐踏;
1:2252
καὶ τὴν μὲν πόλιν ἐμπρήσουσιν, ὑμᾶς δὲ τοὺς κατοι κοῦντας τοῖς παντοδαποῖς κατασφάξουσι βέλεσιν·
and the city they shall set on fire, and you the inhabitants they shall slaughter with weapons of every kind;
他們必焚燒那城,並要用各樣的兵器屠殺你們這些居民;
1:2253
ἀκρίδος δὲ δίκην καὶ βρούχου ἄρδην ἅπαντας ὑμᾶς. δαπανήσουσι, καὶ ὃν πανταχόθεν συνηθροίσατε πλοῦ τον, οὐδὲ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενον καθάπερ τὰ ἄστρα τοῦ οὐρανοῦ, οἱ δυσμενεῖς λήψονται
and like the locust and the caterpillar they shall consume you all utterly, and the wealth which you gathered from every quarter—wealth that could not easily even be numbered, like the stars of heaven—the foes shall seize.
他們必像蝗蟲和螞蚱般把你們全都吞滅淨盡,並且你們從四面八方所積聚、多到如同天上星辰難以計數的財富,仇敵都必奪去。
1:2254
Βροῦχος ὥρμησε, καὶ ἐξεπετάσθη
'The caterpillar rushed forth, and flew away.'
「螞蚱猛然衝出,飛去了。」
1:2255
( ιζʹ.) Ἐξ ήλατο ὡς ἀττέλαβος σύμμικτός σου, ὡς ἀκρὶς ἐπι βεβηκυῖα ἐπὶ φραγμὸν ἐν ἡμέρᾳ πάγους·
(17.) 'Your mingled multitude leaped up like the grasshopper, like a locust settled upon a fence in a day of frost;
(十七節。)「你那混雜的群眾如蚱蜢躍起,如蝗蟲在寒霜之日停在籬笆上;
1:2256
ἥλιος ἀνέτειλε, καὶ ἀφήλατο, καὶ οὐκ ἐπεγνώσθη τό πος αὐτῆς. Καθάπερ γὰρ, φησὶν, ἀκρὶς καὶ βροῦχος, καὶ τὰ τούτοις προσόμοια, δρόσου μὲν ἐπικειμένης ἐφιζάνει τοῖς θάμνοις, ἀποπτῆναι μὴ δυνάμενα·
the sun arose, and it flew off, and its place was not recognized.' For just as, he says, the locust and the caterpillar and creatures like them, while dew lies upon them, perch on the bushes, being unable to fly away;
太陽一出,牠就飛走,人也不知牠停在何處。」他說,正如蝗蟲、螞蚱和牠們同類的,當露水落在牠們身上時,就停棲在灌木上,飛不起來;
1:2257
τῆς δὲ ἡλιακῆς προσβαλλούσης ἀκτῖνος ἀνίσταται, καὶ πετάννυσι τὰ πτερὰ, καὶ εἰς ἕτερον μεταβαίνει τόπον·
but when the sun's ray strikes them, it rises up, and spreads its wings, and passes over to another place;
然而當太陽的光線一照射,牠就起來,展開翅膀,遷往別處;
1:2258
οὕτως οἱ εἰς ἐπικουρίαν σου πα ραγενόμενοι, τῶν πολεμίων τὴν προσβολὴν θεασάμε νοι, τῆς σφῶν αὐτῶν σωτηρίας φροντιοῦσι, καὶ φυγῇ χρησάμενοι, μόνην σε καταλείψουσιν
so those who came to your aid, when they behold the enemies' assault, will care for their own safety, and taking to flight will leave you alone.
照樣,那些前來援助你的人,一看見仇敵的攻擊,就要顧念自己的安全,逃跑而去,撇下你獨自一人。
1:2259
( ιηʹ.) Ἐνύσταξαν οἱ ποιμένες σου, βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου·
(18.) 'Your shepherds slumbered, the king of Assyria put your mighty men to sleep;
(十八節。)「你的牧人打盹,亞述王使你的貴胄長眠;
1:2260
ἀπῆρεν λαός σου ἐπὶ τὰ ὄρη, καὶ οὐκ ἦν ἐκδε χόμενος. Καὶ ἐκ τούτων δῆλον, ὡς καὶ τὸν Βαβυ λώνιον Ἀσσύριον θεία προσαγορεύει Γραφή
your people departed to the mountains, and there was none to gather them.' And from this it is plain that the divine Scripture also calls the Babylonian an Assyrian.
你的百姓上了山,無人招聚。」由此也可看出,神聖的經文也稱那巴比倫王為亞述人。
1:2261
Οὕ τω δὲ καὶ οἱ ἔξω συγγραφεῖς αὐτὸν ὀνομάζουσι
And thus the outside historians too name him.
外邦的史家也是這樣稱呼他。
1:2262
Τοὺς μὲν γὰρ τῆς Νινευῒ βασιλέας ἔφη νυστάξαι·
For he said that the kings of Nineveh slumbered;
因為他說尼尼微的諸王打盹;
1:2263
ὕπνον δὲ τὸν θάνατον ὀνομάζει
and by sleep he means death.
而他所說的睡眠,乃是指死亡。
1:2264
Ἀπὸ ἐπιτιμήσεώς σου, Θεὸς Ἰακὼβ, ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοῖς ἵπποις. Τούτους δὲ τοὺς βασιλέας κοιμηθῆναι εἴρηκε·
'At your rebuke, O God of Jacob, they that mounted the horses slumbered.' These, the kings, he said were put to sleep;
「雅各的神啊,因你的斥責,那些騎馬的都打盹了。」他說這些人,就是諸王,都長眠了;
1:2265
Βασιλεὺς Ἀσσύριος ἐκοίμισε τοὺς δυνάστας σου. Τούτων δὲ ἀναιρεθέντων ἀπῆρεν λαός σου ἐπὶ τὰ ὄρη φυγῇ χρώμενος, καὶ οὐκ ἦν ἐκδεχόμενος, οὐδὲ ἀντιστῆναι δυνάμενος
'The king of Assyria put your mighty men to sleep.' And when these were slain, 'your people departed to the mountains,' taking to flight, 'and there was none to gather them,' nor any able to withstand.
「亞述王使你的貴胄長眠。」這些人既被殺,「你的百姓」便逃跑「上了山」,「無人招聚」,也無人能抵擋。
1:2266
Εἶτα τὸ ἀνήκεστον τῶν κακῶν προσημαίνων·
Then, foretelling the incurableness of the evils:
接著,預先指明這些災禍無法醫治:
1:2267
Οὐκ ἔστιν ἴασις τῇ συντριβῇ σου. Ἐπειδὴ τροπικῶς τὴν συντριβὴν καὶ τὴν ἴασιν τέθεικεν, ὡσαύτως ἐπήγαγεν·
'There is no healing for your ruin.' Since he had used 'ruin' and 'healing' figuratively, he added in like manner:
「你的傷損無法醫治。」既然他用「傷損」與「醫治」是比喻的說法,他便照樣接著說:
1:2268
Ἐφλέγμανεν πληγή σου. Ἀνιάτοις, φησὶ, παρεδόθησαν κακοῖς
'Your wound has festered.' They were handed over, he says, to incurable evils.
「你的傷處化膿了。」他說,他們被交付於無法醫治的災禍。
1:2269
Πάντες οἱ ἀκούσαντες τὴν ἀγγελίαν σου, κροτήσουσι χεῖρας ἐπὶ σὲ, διότι ἐπὶ τίνα οὐκ ἦλθεν κακία σου διαπαντός; Ἀναμιμνησκόμενοι, φησὶ, τῶν εἰς αὐτοὺς ὑπὸ σοῦ γενομένων κακῶν, ἐφησθήσονταί σοι ταῦτα παθούσῃ, καὶ τὰς χεῖρας κροτήσουσιν
'All that hear the report of you shall clap their hands over you, for upon whom has not your wickedness come continually?' Remembering, he says, the evils done to them by you, they will rejoice at your suffering these things, and will clap their hands.
「凡聽見你消息的,必都向你拍掌,因為你的惡行豈不是不斷臨到眾人身上嗎?」他說,人們回想你向他們所行的惡,就必因你遭受這些事而歡喜,並要拍掌。
← prev partnext part →
1