📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Greek Fathers › Commentary on the Twelve Prophets

Theodoret

Commentary on the Twelve Prophets 1 part 18/19

Greek original · 213 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 1:3558–1:3770 (3828 verses in all)

← prev partnext part →
1:3558
οἱ δὲ ὑπὸ τοῦ Θεοῦ στρατηγούμενοι Ἰουδαῖοι θεαταὶ μόνον τοῦ θανάτου γενόμενοι, τὸν ἐκείνων σκυλεύσουσι πλοῦτον, χρυ σὸν ὅτι πλεῖστον, καὶ ἄργυρον, καὶ ἐσθῆτα πολύ τιμον κομιζόμενοι·
while the Jews, being marshalled by God and becoming mere spectators of the slaughter, shall despoil the wealth of those men, carrying off gold in great abundance, and silver, and precious raiment;
而那些由神率領、僅作這場屠殺之旁觀者的猶太人,必掠奪那些人的財富,帶走極多的金子、銀子和貴重的衣裳;
1:3559
οἱ γὰρ ἵπποι, σὺν τοῖς ὄνοις, καὶ ἡμιόνοις, καὶ καμήλοις, φθορᾷ μετὰ τῶν ἀνθρώ πων παραδοθήσονται
for the horses, together with the asses and mules and camels, shall be given over to destruction along with the men.
因為那些馬匹,連同驢、騾和駱駝,都要與人一同交付滅亡。
1:3560
Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται ἐνιαυτὸν κατ' ἐνιαυτὸν τοῦ προσ κυνεῖν τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς Σκηνοπηγίας. Ταύτης δὲ τῆς νίκης, φησὶ, γενομένης, τοσοῦτο δέος ἐπι πεσεῖται τοῖς καταλειπομένοις τῶν ἀλλοφύλων ἐθνῶν, ὡς κατ' ἐνιαυτὸν εἰς τὴν Ἱερουσαλὴμ τρέχειν, καὶ τῷ Κυρίῳ τῶν ὅλων τὸ σέβας προσφέρειν, καὶ μετὰ τοῦ λαοῦ πανηγυρίζειν τῆς Σκηνοπηγίας τὴν ἑορ τήν·
'And it shall come to pass, that as many as are left of all the nations that came against Jerusalem shall go up year by year to worship the King, the Lord Almighty, and to keep the feast of Tabernacles.' When this victory, He says, has taken place, so great a dread shall fall upon those left of the foreign nations, that they shall run year by year to Jerusalem, and offer their worship to the Lord of all, and together with the people celebrate the feast of Tabernacles;
「必有這樣的事:凡曾攻打耶路撒冷的列國中所剩下的人,都必年年上來敬拜大君王萬軍之主,並守住棚節。」祂說,這場勝利發生之後,如此大的懼怕必臨到那些外邦列國中所剩下的人,以致他們必年年奔向耶路撒冷,向萬有的主獻上敬拜,並與那民一同慶祝住棚節;
1:3561
ἐπιτήδειος γὰρ εἰς ἀποδημίας ταύτης καιρὸς, θέρους ὑπάρχων καιρός
for the season of this feast is suitable for travelling, being the season of summer.
因為這節期的時節適於出行,因為那正是夏天的時節。
1:3562
Καὶ ἔσται, ὅσοι μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται, καὶ οὐκ ἔσται ἐπ' αὐτοὺς ὑετός
'And it shall be, that whosoever of all the tribes of the earth shall not go up to Jerusalem to worship the King, the Lord Almighty, even these shall be added to those, and there shall be no rain upon them.'
「必有這樣的事:地上萬族中,凡不上耶路撒冷敬拜大君王萬軍之主的,這些人也必歸入那一類,並且必無雨降在他們身上。」
1:3563
Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτους ἔσται πληγὴ, ἢν πατάξει Κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας
'And if the tribe of Egypt go not up, nor come thither, upon these also shall be the plague with which the Lord shall smite all the nations, as many as go not up to keep the feast of Tabernacles.'
「埃及族若不上來、不進前來,這災必臨到他們,就是主所要擊打那不上來守住棚節的列國的災。」
1:3564
Αὕτη ἔσται ἁμαρτία Αἰγύπτου, καὶ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας. Ὅσοι δὲ, φησὶ, τῶν ἐθνῶν εὐσεβεῖν δοκιμάσαντες, εἶτα κατολιγωρήσαντες ὧν εὖ καὶ καλῶς προείλαντο, μὴ ἀφίκωνται κατὰ τὸ ἔθος εἰς τὴν προειρημένην πανήγυριν, ταυτὰ πεί σονται τοῖς ἐπιστρατεύσασι καὶ δεξαμένοις τὴν τιμω ρίαν
'This shall be the sin of Egypt, and the sin of all the nations, as many as go not up to keep the feast of Tabernacles.' As many of the nations, He says, as have resolved to be godly, and then, growing negligent of the good and noble things they had chosen, do not come according to custom to the aforesaid festival, shall suffer the same things as those who made war and received their punishment.
「這必是埃及的罪,也是列國中凡不上來守住棚節之人的罪。」祂說,列國中凡曾決意敬虔、後來卻對他們所選定的美善之事漸生怠慢、不照慣例前來上述節慶的人,必遭受與那些發動戰爭而受了刑罰之人同樣的事。
1:3565
Καὶ οὗτοι γὰρ, φησὶν, ἐκείνοις προστεθή σονται, καὶ οὐκ ἔσται ἐπ' αὐτοὺς ὑετός· ἀντὶ τοῦ, φιλανθρωπίας οὐδεμιᾶς ἀπολαύσουσιν
'For these too,' He says, 'shall be added to those, and there shall be no rain upon them'—meaning that they shall enjoy no measure of God's loving-kindness.
祂說:「因為這些人也必歸入那一類,並且必無雨降在他們身上」——意思是他們必得不著神絲毫的慈愛。
1:3566
Εἴτε δὲ Αἰ γύπτιοι, εἴτε ἄλλοι τινὲς, ἐκπλαγέντες τὴν τοῦ Θεοῦ δύναμιν, καταμελήσωσι ταύτης τῆς ἑορτῆς, καὶ τὸ προσῆκον ἐν αὐτῇ τῷ Θεῷ μὴ προσενέγκωσι σέβας, καὶ ἐπ' αὐτοῖς, φησὶν ἔσται πτῶσις·
But whether Egyptians or any others, being astounded at the power of God, should neglect this feast, and not offer in it the reverence due to God, upon them also, He says, shall be the fall;
但無論是埃及人或其他任何人,若因驚駭於神的大能,卻仍忽略這節期,不在其中向神獻上當獻的敬拜,祂說,那傾覆也必臨到他們身上;
1:3567
ἐπειδὴ χαλεπὰ πλημμελοῦσι, μεμαθηκότες μὲν τὴν τῶν οἰκείων εἰδώλων ἀσθένειαν, προφανῶς δὲ θεασάμενοι τοῦ Θεοῦ τὴν ἰσχὺν, καὶ τῇ προτέρᾳ ῥᾳθυμίᾳ προσ μένοντες
since they sin grievously, having indeed learned the weakness of their own idols, and having manifestly beheld the strength of God, yet persisting in their former slothfulness.
因為他們犯了嚴重的罪:他們既已認清自己偶像的軟弱,又親眼明明看見神的能力,卻仍持守他們先前的懶散。
1:3568
Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ ἐπὶ τὸν χαλινὸν τοῦ ἵππου ἅγιον Κυρίῳ παντοκράτορι καὶ ἔσονται οἱ λέβητες ἐν τῷ οἴκῳ Κυρίου, ὡς φιά λαι πρὸ προσώπου τοῦ θυσιαστηρίου
'In that day there shall be upon the bridle of the horse, Holiness to the Lord Almighty; and the cauldrons in the house of the Lord shall be as bowls before the altar.'
「那日,馬的轡頭上必有『歸主萬軍之主為聖』的字樣;主殿中的鍋必如壇前的碗一樣。」
1:3569
Καὶ ἔσται πᾶς. λέβης ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Ἰούδᾳ ἅγιος τῷ Κυρίῳ παντοκράτορι, καὶ ἥξουσι πάντες οἱ θυσιά ζοντες, καὶ λήψονται ἐξ αὐτῶν, καὶ ἑψήσουσιν ἐν αὐτοῖς. Τῶν γὰρ μυρίων ἐκείνων ἀναιρεθέντων ἐθνῶν, οἷον ἀκροθίνια προσέφερον τῷ Θεῷ τῶν σκύ λων τὰ πλεῖστα
'And every cauldron in Jerusalem and in Judah shall be holy to the Lord Almighty, and all who sacrifice shall come and take of them, and boil in them.' For, when those countless nations had been destroyed, they offered as it were first-fruits to God the greater part of the spoils.
「凡在耶路撒冷和猶大的鍋,都必歸主萬軍之主為聖;凡獻祭的都必來取這鍋,在其中煮肉。」因為當那無數的列國被除滅之後,他們便將戰利品中大部分的東西,好像初熟之物一樣獻給神。
1:3570
Καὶ χαλινοὺς γὰρ ἀνέθηκαν, χάριν ὁμολογοῦντες ὑπὲρ τῆς τῶν ἵππων σφαγῆς·
For they also dedicated the bridles, giving thanks for the slaughter of the horses.
因為他們也把那些轡頭獻上,為那些馬匹被殺一事獻上感謝。
1:3571
Πᾶς γὰρ δεόμενος ἕνα τούτων λαμβάνων ἥψει τῶν ἱερέων τὰ κρέα
For everyone in need, receiving one of these, would touch the flesh of the priests.
因為凡有需要的人,領受其中一份,便會摸著祭司的肉。
1:3572
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν τῆς θείας εὐεργεσίας λαμπούσης, Οὐκ ἔσται Χανα ναῖος ἐν τῷ οἴκῳ Κυρίου παντοκράτορος. Τουτέστι, τὰ Χαναναίων φρονῶν, ἀσεβείᾳ συζῶν, παρανομίᾳ χρώμενος
But at that season, when the divine benefaction shone forth, 'there shall be no Canaanite in the house of the Lord Almighty.' That is, no one minded like the Canaanites, living in ungodliness, given over to lawlessness.
然而在那時,當神聖的恩惠照耀之際,「在全能之主的殿中必不再有迦南人。」這就是說,沒有懷著迦南人心思的、與不敬虔同住的、行不法之事的人。
1:3573
Παράσχοι δὲ τῶν ὅλων Κύριος τήνδε τὴν φωνὴν ἐπαληθεῦσαι καὶ νῦν, καὶ μηδένα ἐν ἡμῖν Χαναναῖον ὀφθῆναι, ἀλλὰ πάντας κατὰ τοὺς εὐαγγελικοὺς πολιτεύεσθαι νόμους, καὶ τὴν μακα ρίαν περιμένειν ἐλπίδα, καὶ τὴν ἐπιφάνειαν τοῦ με γάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων
May the Lord of all grant that this utterance be verified even now, and that no Canaanite be seen among us, but that all conduct their lives according to the evangelical laws, and await the blessed hope and the appearing of our great God and Saviour Jesus Christ; with whom, together with the Holy Spirit, be glory to the Father, now and ever, and unto the ages of ages.
願萬有之主使這話如今也得以應驗,使我們中間看不見一個迦南人,反倒眾人都照著福音的律法而行,並等候那有福的盼望,以及我們偉大的神和救主耶穌基督的顯現;願榮耀藉著祂、同著聖靈歸與父,從今直到永永遠遠。
1:3574
Μωσῆς μὲν μέγας νομοθέτης, πρῶτος ἡμῖν ἀνάγραπτα τὰ θεῖα καταλέλοιπε λόγια·
Moses the great, the lawgiver, first left us the divine oracles in written form;
偉大的立法者摩西,最先將神聖的聖言以文字留給我們;
1:3575
δὲ θεσπέ σιος Μαλαχίας μετὰ πάντας, τοὺς προφητείαν συγ γεγραφότας τὰ θεῖα θεσπίσματα συγγραφῇ παραδέ δωκε
but the inspired Malachi, after all those who had composed prophecy, delivered the divine pronouncements in writing.
而受神啟示的瑪拉基,在所有寫下預言的人之後,將神聖的預言以著作傳授下來。
1:3576
Τὸν δὲ χρόνον, τοῖς ἄλλοις παραπλησίως, οὐκ εἴρηκεν·
The date, like the others, he has not stated;
至於年代,他像其他先知一樣,並未言明;
1:3577
ἐδήλωσε δὲ δι' ὧν προεφήτευσεν, ὡς μετὰ τὴν οἰκοδομίαν τοῦ θείου ναοῦ, καὶ τοῦ λαοῦ τὴν εἰρήνην, ταύτης ἠξιώθη τῆς χάριτος
but he made clear through what he prophesied that it was after the building of the divine temple and the peace of the people that he was deemed worthy of this grace.
只是他藉著所預言的內容表明,是在神聖聖殿建造完成、百姓得享平安之後,他才蒙得這恩典。
1:3578
Οὐ ῥᾳθυμίαν γὰρ αὐτοῖς ἐγκαλεῖ τὴν περὶ τὴν οἰκοδομίαν, καθ άπερ Ἀγγαῖος καὶ Ζαχαρίας οἱ μακάριοι, ἀλλὰ ἀνα μιμνήσκει αὐτοὺς τῶν θείων εὐεργεσιῶν·
For he does not charge them with negligence concerning the building, as did the blessed Haggai and Zechariah, but reminds them of the divine benefactions;
因為他並不像蒙福的哈該和撒迦利亞那樣,責備他們在建殿之事上的怠惰,反倒提醒他們神聖的恩惠;
1:3579
ἐγκαλεὶ. δὲ χωρὶς μὲν τοῖς ἱερεῦσι, χωρὶς δὲ τοῖς ἄλλοις, τὰς ὑπ' αὐτῶν τολμωμένας παρανομίας φέρων εἰς μέσον
and he brings his charge separately against the priests and separately against the rest, setting forth publicly the transgressions ventured by them.
他分別向祭司、又分別向其餘的人提出控告,將他們所膽敢犯下的不法之事公開陳明。
1:3580
Προθε σπίζει δὲ καὶ τῶν ἐθνῶν τὴν κλῆσιν, καὶ Ἰουδαίων τὴν ἀπιστίαν, καὶ πρὸς τούτοις τὴν δευτέραν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν
He also foretells the calling of the Gentiles, and the unbelief of the Jews, and in addition to these the second appearing of our God and Saviour.
他還預先宣告外邦人的蒙召、猶太人的不信,此外又預言我們的神和救主的第二次顯現。
1:3581
Ἄγγελος δὲ τῇ Ἑλλάδι καλεῖται φωνῇ, Μαλαχίας δὲ τῇ Ἑβραίων
In the Greek tongue he is called 'Angel' (Messenger), but in that of the Hebrews 'Malachi.'
在希臘文中他被稱為「使者」,而在希伯來文中則稱為「瑪拉基」。
1:3582
Ἄρχεται δὲ τῆς προφητείας οὕτως·
He begins his prophecy thus:
他這樣開始他的預言:
1:3583
Λῆμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ, ἐν χειρὶ ἀγγέλου αὐτοῦ. Ληφθεῖσά μου, φησὶν, διά νοια ὑπὸ θείας χάριτος, καὶ τῶν ἀνθρωπίνων ἁπάν των ἐκτὸς γενομένη, τὴν περὶ τοῦ Ἰσραὴλ ἐδέξατο προαγόρευσιν·
'The burden of the word of the Lord to Israel by the hand of his messenger.' My mind, he says, being taken up by divine grace and coming to be outside all human things, received the foretelling concerning Israel;
「耶和華藉祂使者的手向以色列所說之言的默示。」他說,我的心思被神聖的恩典提去,超脫了一切屬人之事,領受了關乎以色列的預告;
1:3584
οὐχ ἵνα μόνος ταύτην ἔχω τὴν γνῶ σιν, ἀλλ' ἵνα καὶ αὐτοῖς ἐπαγγείλω τὰ δηλωθέντα
not that I alone might have this knowledge, but that I might also announce to them the things revealed.
並非要我獨自擁有這知識,乃是要我也將所啟示的事宣告給他們。
1:3585
Τούτου χάριν ἑαυτὸν ἄγγελον προσηγόρευσεν, ὡς τοῖς θείοις λόγοις ὑπηρετοῦντα
For this reason he called himself a messenger, as one ministering to the divine words.
為此緣故,他稱自己為使者,因他是服事神聖言語的人。
1:3586
Οὕτως ὑποδείξας τὸν δι' αὐτοῦ φθεγγόμενον Κύριον, παραινεῖ τῷ λαῷ προσέχειν τοῖς λεγομένοις
Having thus pointed out the Lord who speaks through him, he exhorts the people to give heed to what is said.
他既如此指明那藉他說話的主,便勸勉百姓留心所說的話。
1:3587
Θέσθε δὴ ἐπὶ τὰς καρ δίας ὑμῶν. Ἀντὶ τοῦ, Σὺν ἀκριβείᾳ πάσῃ τοῖς θεί οις λογίοις προσέχετε
'Lay it, then, upon your hearts.' Instead of: With all exactness give heed to the divine oracles.
「當把這事放在你們心上。」意思就是:要以全然的精確留心神聖的聖言。
1:3588
Ἠγάπησα ὑμᾶς, λέγει Κύριος, καὶ εἴπατε·
'I have loved you, says the Lord, and you said:'
「耶和華說:我曾愛你們,你們卻說:」
1:3589
Ἐν τίνι ἠγάπησας ἡμᾶς; Οὐχ ὡς ἐρωτήσεως τοιαύτης ὑπὸ τοῦ λαοῦ γενομένης τέθεικεν·
'In what have you loved us?' He has set this down not as though such a question had been raised by the people;
「你在何事上愛了我們呢?」他這樣寫下,並非因為百姓真的提出了這樣的問題;
1:3590
ἀλλὰ τὸ ἄγνωμον αὐτῶν τῆς διανοίας ἐλέγχει, ὅτι τοσαύτης ἀγάπης παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀπολαύσαντες, οὐ μόνον ἀγνώμονες περὶ τὸν εὐεργέτην ἐγένοντο, ἀλλὰ καὶ αὐτὸ τοῦτο ἠγνόησαν, ὅτι ἠγαπήθησαν
but he reproves the thanklessness of their mind, that having enjoyed so great a love from the God of all, they became not only ungrateful toward their benefactor, but were even ignorant of this very thing—that they had been loved.
乃是為責備他們心思的忘恩,指出他們雖從萬有之神領受了如此大的愛,卻不但對施恩者忘恩負義,甚且連自己曾被愛這件事本身也茫然不知。
1:3591
Οὐκ ἀδελφὸς ἦν Ἡσαῦ τοῦ Ἰακὼβ, λέγει Κύριος·
'Was not Esau brother to Jacob? says the Lord;'
「耶和華說:以掃不是雅各的哥哥嗎?」
1:3592
καὶ ἠγάπησα τὸν Ἰακὼβ (γʹ.), τὸν δὲ Ἡσαῦ ἐμίσησα; Ἴστε σαφῶς, φησὶ, καὶ ὑμεῖς ταῖς Μω σαϊκαῖς ἐντρεφόμενοι διηνεκῶς ἱστορίαις, ὡς Ἡσαῦ καὶ Ἰακὼβ ὑμέτερος γενάρχης, καὶ τὸν αὐτὸν ἔσχον πατέρα, καὶ ἐκ μιᾶς ἐβλάστησαν μήτρας, καὶ τὴν αὐτὴν κατ' αὐτὸν ᾤκησαν γαστέρα·
'and I loved Jacob, but Esau I hated.' You know clearly, he says, even you who are continually nourished on the Mosaic histories, that Esau and Jacob your forefather both had the same father, and sprang from one womb, and dwelt in the same belly according to him;
「我卻愛雅各,惡以掃。」他說,就連你們這些不斷以摩西的史記為滋養的人,也清楚知道:以掃與你們的先祖雅各同有一父,出於一胎,照樣住在同一母腹之中;
1:3593
ἀλλ' ὅμως οὐδὲ κοινωνία τῆς φύσεως, οὔτε χρόνος τῆς γεν νήσεως εἷς ὢν ἀμφοτέρων, ἴσην αὐτοῖς παρεσκεύασε τὴν ἐμὴν δοῦναι διάθεσιν·
yet neither the community of nature, nor the time of their birth being one for both, procured for them an equal share in my disposition of favour toward them;
然而,無論是本性的相通,還是二人出生時間相同,都不曾使他們同得我對他們同等的眷愛;
1:3594
ἀκολουθοῦντος, καὶ τῷ Ἡσαῦ δοῦναι τὰ πρωτοτόκια φιλονεικοῦντος, τὸν Ἰακὼβ ἀντ' ἐκείνου τὰ πρεσβεῖα λαβεῖν ᾠκονόμησα
for though [Esau] followed and contended to obtain the birthright, I arranged that Jacob should receive the rights of the firstborn in his stead.
因為以掃雖然隨後力爭要得長子的名分,我卻安排使雅各代他領受了長子的權利。
1:3595
Τὸν μὲν γὰρ ἐμίσησα, διὰ τὴν πονηρίαν τοῦ τρόπου·
For him I hated, on account of the wickedness of his character;
我恨那一位,是因他品性的邪惡;
1:3596
ἠγάπησα δὲ τὸν Ἰακὼβ, ὡς ἀρετῆς ἐραστήν
but Jacob I loved, as a lover of virtue.
我愛雅各,因他是愛慕德行的人。
1:3597
Καὶ μέντοι καὶ τὸ γένος τοῦ Ἡσαῦ, ἐπειδὴ τοῦ προπάτορος τὸν τρόπον ἐζήλωσεν, ἀμελούμενον παρ' ἐμοῦ διετέλεσε
And indeed, the race of Esau also, since it emulated the character of its forefather, continued to be neglected by me.
誠然,以掃的後裔,因效法其先祖的品性,也就一直被我所忽略。
1:3598
τοῦτο γὰρ διὰ τῶν ἐπαγομένων ἐδή λωσε
For this he made clear through what follows.
這一點他藉著接下來的話說明了出來。
1:3599
Καὶ ἔταξα τὰ ὅρια αὐτοῦ εἰς ἀφανισμὸν, καὶ τὴν κληρονομίαν αὐτοῦ εἰς δώματα ἐρήμου
'And I set his borders for destruction, and his inheritance for dwellings of the wilderness.'
「我使他的境界荒涼,使他的產業變為曠野的居所。」
1:3600
Ἰδουμαία κατέστραπται, καὶ ἐπιστρέψωμεν, καὶ ἀνοικοδομήσωμεν τὰς ἠρημωμένας αὐτῆς·
'Edom has been overthrown; and let us return and rebuild her desolate places;'
「以東已被傾覆;讓我們回去重建她那荒廢之處吧;」
1:3601
τάδε λέγει Κύριος παντοκράτωρ·
'thus says the Lord Almighty:'
「全能之主如此說:」
1:3602
Αὐτοὶ οἰ κοδομήσουσι, καὶ ἐγὼ καταστρέψω, καὶ ἐπικλη θήσεται αὐτοῖς ὅρια ἀνομίας, καὶ λαὸς, ἐφ' ὃν παρα τέτακται Κύριος ἕως αἰῶνος. Κἂν γὰρ ἐπιχειρή σωσι τὰς οἰκείας οἰκοδομῆσαι πόλεις, ψευδεῖς αὐτῶν ἀποφανῶ τὰς ἐλπίδας, καὶ λήψονται τῆς ἀνομίας τὴν ἐρημίαν καρπόν
'They shall build, and I will overthrow; and they shall be called borders of lawlessness, and a people against whom the Lord has set himself in array for ever.' For even if they undertake to build their own cities, I will show their hopes to be false, and they shall reap as the fruit of their lawlessness only desolation.
「他們必建造,我卻必傾覆;人必稱他們為不法的境界,稱他們為耶和華永遠惱怒、擺陣攻擊的民。」因為他們縱然著手重建自己的城邑,我也必使他們的指望歸於虛空,他們必收取不法所結的荒涼為果子。
1:3603
Καὶ ἐπικληθήσεται αὐτοῖς ὅρια ἀνομίας. Καὶ ταύτην παρ' ἐμοῦ μέχρι τέλους λήψονται τὴν ἀράν
'And they shall be called borders of lawlessness.' This curse too they shall receive from me even to the end.
「人必稱他們為不法的境界。」這咒詛他們也必從我領受,直到末了。
1:3604
Καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται, καὶ ὑμεῖς ἐρεῖτε·
'And your eyes shall see, and you shall say:'
「你們必親眼看見,你們也必說:」
1:3605
Ἐμεγαλύνθη Κύριος ὑπεράνω τῶν ὁρίων Ἰσραήλ. Τοῦτο δὲ θεασάμενοι γνώσεσθε, ὅσης ὑμεῖς ἀπολαύετε παρ' ἐμοῦ προμηθείας
'The Lord is magnified beyond the borders of Israel.' And beholding this you shall know how great is the providence that you enjoy from me.
「耶和華在以色列境界之上被尊為大。」你們看見這事,就必知道你們從我所享受的看顧是何等的大。
1:3606
Οὕτω δείξας ἣν ἔσχε περὶ αὐτοὺς ἀγάπην, τὴν πολλὴν αὐτῶν ἀγνω μοσύνην ἐλέγχει
Having thus shown the love which he had toward them, he reproves their great thanklessness.
他既如此顯明自己對他們所懷的愛,便責備他們極大的忘恩。
1:3607
Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὑτοῦ φοβηθήσεται·
'A son honours his father, and a servant will fear his own master;'
「兒子尊敬父親,僕人敬畏自己的主人;」
1:3608
ἀλλ' μὲν υἱοῖς, δὲ δού λοις ἁρμόττει
but the one befits sons, the other servants.
但前者適合於兒子,後者則適合於僕人。
1:3609
Ἐγὼ δὲ ὑμῖν ἀμφοτέρων τῶν ὀνομά των μετέδωκα·
I, however, have imparted to you both of these names;
然而我卻將這兩個名分都賜給了你們;
1:3610
οὐ γὰρ μόνον δούλους, ἀλλὰ καὶ υἱοὺς προσηγόρευσα·
for I called you not only servants, but also sons:
因為我不但稱你們為僕人,也稱你們為兒子:
1:3611
Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καί·
'You are gods, and all of you sons of the Most High.' And:
「你們是神,都是至高者的兒子。」又說:
1:3612
Υἱοὺς ἐγέννησα καὶ ὕψωσα. Καί·
'I have begotten sons and exalted them.' And:
「我養育兒女,將他們養大。」又說:
1:3613
Υἱὸς πρωτότοκός μου Ἰσραήλ. Εἰ μὲν οὖν τὴν τῶν υἱῶν προσηγορίαν ἀσπάζεσθε, δείξασθε τὸ γέρας, ὅπερ ὡς πατρὶ προσφέρειν ἐπείγεσθε
'Israel is my firstborn son.' If, then, you welcome the appellation of sons, show forth the honour which you hasten to offer to a father.
「以色列是我的長子。」那麼,你們若欣然接受兒子的稱號,就當顯出你們急於向父親所獻的那份尊敬。
1:3614
Εἰ δὲ δούλους σφᾶς αὐτοὺς ὑπολαμβάνετε, τί δήποτε τὸ δέος, προσήκει δούλους ἔχειν, οὐκ ἔχετε; καὶ ταῦτα τοιοῦτον ἔχοντες Κύριον, ὃς πάν των ὁμοῦ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων κρατεῖ; Μέχρι μὲν οὖν τούτου κοινῇ πᾶσιν αὐτοῖς ἐπεμέμ ψατο·
But if you regard yourselves as servants, why then do you not have the fear which it becomes servants to have? and that, having such a Lord, who rules over all things together, both the visible and the invisible? Up to this point, then, he reproached them all in common;
但你們若把自己看作僕人,為何又不存那作僕人所當有的敬畏呢?何況你們所有的是這樣一位主,祂統管萬有,無論是可見的還是不可見的?至此,他是向他們眾人共同責備;
1:3615
ἐντεῦθεν δὲ κατὰ διαίρεσιν τὴν κατηγορίαν ποιεῖται·
but from here on he makes his accusation by division;
但從此以後,他便分門別類地提出控告;
1:3616
καὶ πρῶτον τῶν ἱερέων διελέγχει τὰ πλημ μελήματα, ἐπειδὴ καὶ μειζόνων ἐγκλημάτων ἦσαν ἄξιοι, οὐ μόνον αὐτοὶ παρανομοῦντες, ἀλλὰ καὶ παρανομίας ἀρχέτυπον τοῖς ἄλλοις γενόμενοι
and first he convicts the offences of the priests, since they were deserving of the greater charges, not only transgressing themselves, but also becoming a pattern of transgression to the rest.
他首先揭發祭司的過犯,因為他們理當受更重的指控,他們不但自己犯法,更成了叫其餘人效法的不法典型。
1:3617
Ὑμεῖς οἱ ἱερεῖς, οἱ φαυλίζοντες τὸ ὄνομά μου, καὶ εἴπατε·
'You priests, who despise my name, and you said:'
「你們這藐視我名的祭司啊,你們卻說:」
1:3618
Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου; περὶ τὴν ἱερατικὴν λειτουργίαν ὑμῶν καταφρό νησις εὐτελῆ μέ τινα καὶ οὐδενὸς ἄξιον λόγου παρὰ. τοῖς πολλοῖς δείκνυσιν·
'In what have we despised your name?' Your contempt concerning your priestly ministry shows me to be, in the eyes of the many, some paltry thing and worthy of no account;
「我們在何事上藐視了你的名呢?」你們對於祭司職事的輕慢,使我在眾人眼中顯為某種微不足道、不值一提之物;
1:3619
ὑμεῖς δὲ οὐδὲ τούτου λαμβά νετε αἴσθησιν, οὐδὲ γινώσκειν τὸ πλημμελούμενον βούλεσθε
yet you take no perception even of this, nor are you willing to recognise the offence being committed.
你們卻連這一點也毫無知覺,也不肯認識自己所犯的過錯。
1:3620
Ἐν τίνι ἐφαυλίσαμεν τὸ ὄνομά σου; τοῦτο δηλοῖ·
'In what have we despised your name?' this makes plain;
「我們在何事上藐視了你的名呢?」這話正說明了此點;
1:3621
οὐκ ἐπειδὴ ῥήμασι τοιούτοις ἐκέχρηντο, ἀλλ' ἐπειδὴ λογισμοὺς τοιούτους ἐκέκτηντο
not because they had used such words, but because they had acquired such reasonings.
並非因為他們說過這樣的話,乃是因為他們懷有這樣的心念。
1:3622
Εἶτα καὶ τοῦ φαυλισμοῦ λέγει τὰ αἴτια
Then he also states the causes of the contempt.
接著他也陳明這藐視的原因。
1:3623
Προσάγοντες πρὸς τὸ θυσιαστήριόν μου τοὺς ἄρτους ἠλισγημένους, καὶ εἴπατε·
'Offering polluted loaves upon my altar, and you said:'
「你們將污穢的食物獻在我的壇上,你們卻說:」
1:3624
Ἐν τίνι ἠλισγή σαμεν αὐτούς; Ἐν τῷ λέγειν ὑμᾶς·
'In what have we polluted them?' In your saying:
「我們在何事上污穢了它們呢?」就在你們說:
1:3625
Τράπεζα Κυρίου ἐξουδενωμένη ἐστί·
'The table of the Lord is contemptible;'
「耶和華的桌子是可藐視的;」
1:3626
καὶ τὰ ἐπιτιθέμενα ἐξουδενώ σατε. Τοὺς ἠλισγημένους οἱ περὶ τὸν Ἀκύλαν καὶ Σύμμαχον μεμολυσμένους ἡρμηνεύκασιν, ἀντὶ τοῦ, οὐ κατὰ νόμον εἰργασμένους, ἀλλὰ παρανόμως γεγενημένους
'and the things laid upon it you have set at nought.' Those 'polluted' Aquila and Symmachus and their circle have rendered as 'defiled,' instead of: not wrought according to the law, but produced unlawfully.
「其上所擺設的,你們也都輕看了。」那「污穢的」一詞,亞居拉、西馬庫及其一派譯為「被玷污的」,意思就是:不是照律法所辦的,乃是不法而成的。
1:3627
Ταῦτα δὲ ἐτολμᾶτε, οὐχ ἡγούμενοι σεπτὴν εἶναι τὴν ἀφιερωμένην μοι τράπεζαν
These things you dared to do, not accounting the table consecrated to me as venerable.
這些事你們竟敢去行,是因你們不把那分別歸我為聖的桌子看為可敬。
1:3628
Εἰ γὰρ ἐκείνῃ τὸ προσῆκον ἀπενείμετε σέβας, πάσης ἂν ἠξιώσατε σπουδῆς τὰ ἐπ' αὐτῆς μοι προσφερόμενα
For if you had rendered to it the reverence that is fitting, you would have deemed worthy of all diligence the things offered to me upon it.
因為你們若向它獻上當獻的敬畏,就必以一切殷勤來對待在其上獻給我的物。
1:3629
Ἔπειτα οὐ δεσποτικῶς, ἀλλὰ πατρικῶς αὐτοῖς ἐγ καλεῖ, ὅτι καὶ τυφλὰ καὶ χωλὰ προσέφερον θύματα, ἄρτια τοῦ νόμου σαφῶς ἱερατεύειν κελεύοντος
Then not in a lordly manner but in a fatherly manner he brings his charge against them, that they offered both blind and lame victims, though the law plainly commanded that unblemished sacrifices be offered.
然後他不是以主人的口吻,乃是以父親的口吻控告他們,指出他們獻上瞎眼和瘸腿的祭牲,而律法明明吩咐要獻無殘疾的祭。
1:3630
Καὶ δεικνὺς τὴν τῆς ἀσεβείας ὑπερβολήν·
And showing the excess of their impiety:
他又顯明他們不敬虔的過分之處:
1:3631
Εἶτα χρήσασθαι μεταμελείᾳ συμβου λεύει, καὶ τὴν οἰκείαν εὐμένειαν ὑπισχνεῖται
Then he counsels them to make use of repentance, and promises his own favourable disposition.
接著他勸他們當存悔改,並應許自己必以恩慈相待。
1:3632
Καὶ νῦν ἐξιλάσκεσθε τὸ πρόσωπον τοῦ Θεοῦ ὑμῶν, καὶ δεήθητε αὐτοῦ, ἵνα ἐλεήσῃ ὑμᾶς
'And now propitiate the face of your God, and beseech him, that he may have mercy on you.'
「現在你們要懇求神的面,祈求祂,使祂憐憫你們。」
1:3633
Καὶ πλείονα αὐτοῖς αἴσθησιν ἐντιθεὶς τοῦ τολμήματος, ἐναργέστερον ποιεῖται τὸν ἔλεγχον·
And instilling in them a fuller perception of their audacity, he makes the reproof more vivid:
他又在他們裡面灌注對自己膽大妄為之事更深的知覺,使這責備更為鮮明:
1:3634
Ἐν χερσὶν ὑμῶν γέγονε ταῦτα, οὐ πατρῴαν ὑμῖν ἐγκαλῶ παρανομίαν, ἀλλ' ἔτι καὶ νῦν ὑφ' ὑμῶν τολμωμένην
'These things have come to pass by your hands'—I do not charge you with an ancestral transgression, but with one even now still being ventured by you.
「這些事都是你們親手作的」——我所控告你們的並非祖先的過犯,乃是如今仍為你們所膽敢犯下的。
1:3635
Εἰ λήψομαι ἐξ ὑμῶν πρόσωπα; λέγει Κύριος παντοκράτωρ. Τοῦτο κατ' ἐρώτησιν ἀναγνωστέον·
'Shall I accept your persons? says the Lord Almighty.' This is to be read as a question;
「我豈能悅納你們的臉面呢?全能之主如此說。」這話當作疑問句讀;
1:3636
οὐ γὰρ ἀνέξομαι μάτην θυσίας προσφέρεσθαι, οὐδενὸς τὴν ἐντεῦθεν ὄνησιν δεχομένου
for I will not endure that sacrifices be offered in vain, when no one receives any benefit therefrom.
因為我斷不容忍徒然獻上祭物,既無人從中得著益處。
1:3637
Οὕτως Ἰουδαίοις προαγορεύσας τῆς νομικῆς ἱερουργίας τὴν παῦλαν, τὴν καθαρὰν καὶ ἀναίμακτον τῶν ἐθνῶν προκηρύττει θυσίαν
Having thus foretold to the Jews the cessation of the legal sacrificial service, he proclaims the pure and bloodless sacrifice of the Gentiles.
他既如此向猶太人預告了律法祭祀之禮的止息,便宣告外邦人那潔淨且不流血的祭。
1:3638
Καὶ πρῶτον μὲν πρὸς αὐτοὺς Ἰουδαίους φησίν·
And first he says to the Jews themselves:
他首先對猶太人自己說:
1:3639
Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. Εἶτα τῶν ἐθνῶν προδηλοῖ τὴν εὐσέ βειαν·
'I have no pleasure in you, says the Lord Almighty, and I will not accept a sacrifice from your hands.' Then he foreshows the piety of the Gentiles:
「全能之主說:我不喜悅你們,也不從你們手中收納祭物。」然後他預示外邦人的敬虔:
1:3640
διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ. Ὑμᾶς μὲν οὖν ἀπώσομαι παντελῶς·
'for my name is great among the Gentiles, says the Lord Almighty.' You therefore I will utterly reject;
「因為我的名在外邦人中為大,全能之主如此說。」因此你們,我必全然棄絕;
1:3641
βδελύττομαι γὰρ κομιδῇ τὰ παρ' ὑμῶν γινόμενα·
For I utterly abhor the things done by you;
因為我極其憎惡你們所行的事;
1:3642
διότι καὶ τὰς παρ' ὑμῶν προσφερομένας ἀποστρέφομαι θυσίας·
wherefore I also turn away from the sacrifices offered by you;
為此我也厭棄你們所獻上的祭物;
1:3643
ἀνθ' ὑμῶν δὲ πᾶσαν ἔχω σεβομένην τὴν οἰκουμένην
and instead of you I have the whole inhabited world giving me worship.
我卻要以全地的居民代替你們,向我敬拜。
1:3644
Οἱ γὰρ πᾶσαν οἰκοῦντες τὴν γῆν, ἣν ἥλιος ἀνίσχων τε καὶ δυόμενος καταλάμπει, καὶ θυμίαμά μοι προσοίσουσι πανταχοῦ, καὶ τὴν θυσίαν ἱερεύσουσι τὴν καθαρὰν καὶ φίλην ἐμοί
For those who dwell in all the earth, which the sun both at its rising and its setting illumines, shall offer me incense in every place, and shall sacrifice the sacrifice that is pure and dear to me.
因為住在全地上的人,就是日出日落所照耀之地的居民,必在各處向我獻香,並要獻上那潔淨而為我所喜悅的祭物。
1:3645
Γνώσονται γάρ μου τὸ ὄνομα, καὶ τὸ βούλημα, καὶ τὸ πρόσφορον προσάξουσι σέβας
For they shall know my name and my will, and shall render the fitting worship.
因為他們必認識我的名和我的旨意,並要獻上合宜的敬拜。
1:3646
Οὕτω καὶ Κύριος πρὸς τὴν Σαμαρεῖτιν ἔφη·
So too the Lord said to the Samaritan woman:
主也照樣對那撒瑪利亞婦人說:
1:3647
Γύναι, πίστευσόν μοι, ὅτι ἔρχεται ὥρα, καὶ νῦν ἐστιν, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ, οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ Πατρί. – Πνεῦμα γὰρ Θεὸς, καὶ τοὺς προσκυνοῦν τας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Ταῦτα πεπαιδευμένος μακάριος Παῦλος, ἐν παντὶ τόπῳ κελεύει προσεύχεσθαι, αἴροντας ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμῶν
'Woman, believe me, that the hour is coming, and now is, when you shall worship the Father neither on this mountain nor in Jerusalem. For God is a Spirit, and those who worship him must worship in spirit and in truth.' Having been instructed in these things, the blessed Paul commands that men pray in every place, lifting up holy hands without wrath and disputing.
「婦人,你當信我,時候將到,如今就是了,你們拜父,也不在這山上,也不在耶路撒冷。神是個靈,所以拜他的,必須用心靈和誠實拜他。」蒙受這教訓的有福的保羅,吩咐人在各處禱告,舉起聖潔的手,不動怒,不起爭論。
1:3648
Καὶ θεῖος δὲ Μαλα χίας σαφῶς ἡμᾶς διὰ τούτων ἐδίδαξε τὴν νῦν πολι τευομένην εὐσέβειαν·
And the divine Malachi also clearly taught us through these words the piety now practised;
神聖的瑪拉基也藉這些話清楚地教導了我們如今所奉行的敬虔;
1:3649
πέπαυται μὲν γὰρ περιγε γραμμένη τῶν ἱερέων λατρεία, πᾶς δὲ τόπος ἐπιτή δειος εἰς τὴν τοῦ Θεοῦ θεραπείαν νενόμισται·
for the circumscribed service of the priests has ceased, and every place has come to be regarded as fit for the worship of God;
因為那侷限一處的祭司職事已經止息,凡各處都被視為適宜於敬奉神;
1:3650
καὶ τῶν μὲν ἀλόγων θυμάτων τέλος ἔλαβεν σφαγὴ, μόνος δὲ ἄμωμος ἀμνὸς ἱερεύεται, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ ὥσπερ τι σύμβολον τῆς ἀρετῆς τὸ εὐῶδες θυμίαμα
and the slaughter of irrational victims has come to its end, and only the spotless Lamb is offered in sacrifice, who takes away the sin of the world, and, as a kind of symbol of virtue, the fragrant incense.
宰殺無理性牲畜之事已到了盡頭,惟有那無瑕疵的羔羊被獻為祭,就是除去世人罪孽的那一位,並有那馨香的香作為德行的一種象徵。
1:3651
Ἰουδαῖοι δὲ κατὰ τὴν θείαν πρόῤῥησιν ἀπεβλήθησαν·
But the Jews, according to the divine prediction, have been cast off:
但猶太人照著神的預言被丟棄了:
1:3652
Ὅτι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν
'Because my name is great among the nations.'
「因為我的名在列邦中為大。」
1:3653
( ιβʹ.) Ὑμεῖς δὲ βεβηλοῦτε αὐτὸ, ἐν τῷ λέγειν ὑμᾶς·
(v. 12.) 'But you profane it, in that you say:
(第十二節)「你們卻褻瀆我的名,說:
1:3654
Τρά πεζα Κυρίου ἠλισγημένη ἐστὶ, καὶ τὰ ἐπιτιθέμενα ἐξουδένωται βρώματα αὐτοῦ. Εἰς τοσαύτην γὰρ ἀσέβειαν ἐξετράπητε, ὡς μὴ μόνον παρανόμως προσ φέρειν, ἀλλὰ καὶ εὐτελῆ προσαγορεύειν τὴν ἀφιερω μένην μοι τράπεζαν·
The table of the Lord is defiled, and the foods set upon it are despised, his meat.' For you have turned aside to such great impiety that you not only offer unlawfully, but even call the table dedicated to me worthless;
耶和華的桌子是污穢的,其上所擺的食物,就是他的祭物,是可藐視的。』因為你們墮入如此大的不敬虔,以致不但違法獻祭,甚至稱那奉獻給我的桌子為卑賤的;
1:3655
καὶ ἐγκαλούμενοι, τί δήποτε τοιαῦτα δῶρα προσφέρετε, εἰπεῖν τετολμήκατε, ὡς Καὶ ταῦτα μετὰ πολλῶν ἱδρώτων καὶ κόπων συλλέ γομεν
and when reproved as to why in the world you offer such gifts, you have dared to say: 'These things too we gather with much sweat and toil.'
當你們被責問為何獻上這樣的禮物時,竟敢說:『這些也是我們流許多汗、費許多力才收集來的。』
1:3656
Οὗ χάριν καὶ ταύτης ὑμᾶς γυμνώσω τῆς εὐ πορίας·
For which cause I will strip you also of this abundance;
為此我也要剝奪你們這豐富的家業;
1:3657
ταῦτα γὰρ διὰ τῶν ἐπαγομένων ἐσήμανε
for this he signified through what follows.
因為他藉著下面所附加的話表明了這事。
1:3658
Ταῦτα ἐκ κακοπαθείας ἐστί
'These things come from hardship of labour.'
「這些是從勞苦愁煩而來的。」
1:3659
Καὶ ἐξεφύσησα αὐτὰ, λέγει Κύριος παντοκράτωρ. Εἶτα ἐπαρᾶται τοῖς εὐποροῦσι μὲν ἀῤῥένων θρεμ μάτων, καὶ ὑποσχομένοις ἱερεῖα ταῦτα προσοίσειν, καὶ καταλιμπάνουσιν μὲν ἐκεῖνα, ἄλλα δὲ ἀντ' ἐκεί νων πεπηρωμένα προσφέρουσι
'And I blew them away, says the Lord Almighty.' Then he pronounces a curse upon those who, having male animals in plenty and promising to offer these as victims, yet leave those aside and offer instead of them others that are maimed.
「我把它們吹散了,這是全能之主說的。」然後他咒詛那些有充足公牲畜、又應許要獻這些為祭牲,卻把那些留下、反倒獻上有殘疾之物的人。
1:3660
Καὶ νῦν ἐντολὴ αὕτη πρὸς ὑμᾶς, ἱε ρεῖς. Ἐὰν δὲ μὴ βουληθῆτε σπουδαίως προσχεῖν τοῖς ὑπ' ἐμοῦ λεγομένοις, καὶ πάντων ὁμοῦ τὸ σέβας τὸ ἐμὸν προτιμῆσαι, Ἐξαποστελῶ ἐφ' ὑμᾶς τὴν κατάραν, καὶ ἐπικαταράσομαι τὴν εὐλογίαν ὑμῶν, καὶ καταράσομαι αὐτὴν, καὶ διασκεδάσω τὴν εὐλο γίαν ὑμῶν, καὶ οὐκ ἔσται ἐν ὑμῖν, ὅτι ὑμεῖς οὐ τίθεσθε εἰς καρδίαν ὑμῶν. Εὐλογίαν καλεῖ τὴν ἱερωσύνην αὐτὴν, ἣν κατὰ θείαν ἔλαβον χάριν·
'And now, O priests, this commandment is to you. But if you will not be willing diligently to give heed to the things spoken by me, and above all things to prefer the worship due to me, I will send forth upon you the curse, and I will curse your blessing, and I will curse it, and I will scatter your blessing, and it shall not be among you, because you lay it not to your heart.' By 'blessing' he means the priesthood itself, which they received by divine grace;
「眾祭司啊,這誡命是給你們的。你們若不肯聽從,也不放在心上,尊我的名為大,我就使咒詛臨到你們,把你們的福分變為咒詛;我已經咒詛了,因你們不把誡命放在心上,我必咒詛它,並且驅散你們的福分,使它不在你們中間。」他稱那祭司之職為「福分」,就是他們按神的恩典所領受的;
1:3661
ταύ την ἠπείλησε καταλύσειν καὶ διασκεδάσειν διὰ τὴν περὶ αὐτὴν γεγενημένην ἀτοπίαν
this he threatened to abolish and to scatter, because of the impropriety that had arisen concerning it.
因著在這職分上所發生的悖謬,他威嚇要廢除它、驅散它。
1:3662
Ἰδοὺ ἐγὼ ἀφορίζω ὑμῖν τὸν ὦμον, καὶ διασκορπιῶ ἔνυστρον ἐπὶ τὰ πρόσωπα ὑμῶν, ἔνυστρον ἑορτῶν ὑμῶν, καὶ λήψομαι ὑμᾶς εἰς τὸ αὐτό. Τοῦτο Ἀκύλας ἡρμήνευσεν·
'Behold, I set apart for you the shoulder, and I will scatter the maw upon your faces, the maw of your feasts, and I will take you to the same.' This Aquila rendered:
「看哪,我為你們分出那肩,又要把那胃囊撒在你們臉上,就是你們節期祭牲的胃囊,並要把你們一同帶到那裡去。」這句亞居拉譯作:
1:3663
Ἰδοὺ ἐγὼ ἐπιτιμῶ ὑμῖν σὺν τῷ βραχίονι, καὶ λικμήσω κόπρον ἐπὶ πρόσωπα ὑμῶν, κόπρον ἑορτῶν ὑμῶν. Ἐπειδὴ γὰρ τοῖς ἱερεῦσι κατὰ νόμον ἀφώριστό τε τὸ στηθύ νιον, καὶ βραχίων δεξιὸς, ἀπειλεῖ καὶ αὐτοὺς ἀποῤῥίψειν, καὶ τὸν ἀφορισθέντα αὐτοῖς βραχίονα·
'Behold, I rebuke you together with the arm, and I will winnow dung upon your faces, the dung of your feasts.' For since to the priests according to the law both the breast and the right arm were set apart, he threatens to cast even these away, and the arm that had been set apart for them;
「看哪,我要連同那膀臂責備你們,又要把糞簸揚在你們臉上,就是你們節期的糞。」因為按律法,胸和右膀臂原是分別出來歸給祭司的,所以他威嚇要把這些連同分別給他們的膀臂一併丟棄;
1:3664
ἀντὶ δὲ τοῦ στηθυνίου τὸ ἔνυστρον τέθεικε, τὸ τῆς κόπρου δοχεῖον
and in place of the breast he set the maw, the receptacle of the dung.
他又用那胃囊,就是盛糞的器皿,取代了那胸。
1:3665
Πάλαι μὲν γὰρ αὐτοῖς εὐσεβοῦσιν Θεὸς τὸν βραχίονα τὸν δεξιὸν ἀπένειμεν, ὡς σύμβο λον τῆς πρακτικῆς ἀρετῆς·
For of old, while they were pious, God assigned to them the right arm, as a symbol of active virtue;
因為從前當他們敬虔的時候,神將右膀臂分給他們,作為實行之德的象徵;
1:3666
τὸ δὲ στηθύνιον, τῆς καρδίας καθάπερ τις θώραξ προβέβληται, φυλάττον αὐτὴν καὶ καλύπτον, σύμβολον τῶν τῆς εὐσεβείας δογμάτων
and the breast, which like a kind of breastplate is set before the heart, guarding it and covering it, was a symbol of the doctrines of piety.
至於那胸,好像護心鏡一般擋在心前,保護並遮蓋著心,乃是敬虔教義的象徵。
1:3667
Ἐπειδὴ δὲ καὶ τῆς εὐσεβείας ἑκόντες ἐξ έστησαν, καὶ τῆς ἀρετῆς ἐγυμνώθησαν, τὸ ἔνυστρον λέγει, τὸ τῆς κόπρου δοχεῖον, εἰς τὰ πρόσωπα αὐτῶν σκεδαννύναι, τὴν αἰσχύνην καὶ τὴν ἀτιμίαν διὰ τού των σημαίνων
But since they willingly departed from piety and were stripped of virtue, he says that he scatters the maw, the receptacle of the dung, upon their faces, signifying by these things the shame and dishonour.
但因他們甘心離棄敬虔、被剝去德行,他就說要把那胃囊,就是盛糞的器皿,撒在他們臉上,藉此表明羞辱與卑賤。
1:3668
Τούτου δὲ, φησὶ, γινομένου, γνώ σεσθε ὡς ἐγὼ τοῖς ὑμετέροις προγόνοις ἔδωκα τὴν περὶ τῶν θυσιῶν ἐντολήν
'And when this comes to pass,' he says, 'you shall know that I gave to your forefathers the commandment concerning the sacrifices.'
他說:「這事臨到的時候,你們就知道,是我將論到祭物的誡命賜給你們的先祖。」
1:3669
Εἶτα μέμνηται διὰ τοῦ Λευῒ τοῦ Ἀαρὼν τοῦ πρώτου ἱερέως
Then, through Levi, he makes mention of Aaron the first priest.
然後他藉著利未,題起頭一位祭司亞倫。
1:3670
Καὶ ἐπιγνώσεσθε, ὅτι ἐγὼ Κύριος ἐξαπ έσταλκα πρὸς ὑμᾶς τὴν ἐντολὴν ταύτην, τοῦ εἶναι τὴν διαθήκην μου πρὸς τοὺς Λευΐτας, λέγει Κύριος παντοκράτωρ. Εἶτα τούτοις ἐπήγαγεν·
'And you shall know that I the Lord have sent forth to you this commandment, that my covenant might be with the Levites, says the Lord Almighty.' Then to these he added:
「你們就知道是我耶和華將這誡命傳給你們,好使我的約與利未人常存,這是全能之主說的。」然後他又接著說:
1:3671
διαθήκη μου ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν. Ταῦτα γὰρ ποιοῦντι, φησὶ, ζωὴν καὶ εἰρήνην ἐπηγ γειλάμην μισθόν·
'My covenant of life and of peace was with him, and I gave it to him that he should fear me with fear, and be abashed before the face of my name.' For to him who does these things, he says, I promised as reward life and peace;
「我曾與他立生命和平安的約,我把這約賜給他,是要他敬畏我,並在我名的面前存敬畏之心。」他說:「因為凡行這些事的,我應許以生命和平安為賞賜;
1:3672
τούτου γὰρ εἵνεκα ζωῆς καὶ εἰρή νης αὐτὴν προσηγόρευσε διαθήκην, ὡς ταῦτα προ ξενοῦσαν τοῖς πειθομένοις
for on this account he called it a covenant of life and of peace, as procuring these for those who obey.
正因如此,他稱這約為生命和平安的約,因為它為順從的人帶來這些福分。
1:3673
Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ ηὑρέθη ἐν τοῖς χείλεσιν αὐτοῦ·
'The law of truth was in his mouth, and iniquity was not found in his lips;
「真理的律法在他口中,他嘴唇裡也不見不義;
1:3674
ἐν εἰ ρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. γὰρ ἁμαρτία τὴν πρὸς Θεὸν ἔχθραν ἐργάζεται·
in peace directing his way he walked with me, and he turned many away from iniquity.' For sin works enmity toward God;
他以平安正直與我同行,又使許多人回頭離開罪孽。」因為罪造成與神為敵;
1:3675
δικαιοσύνη δὲ πραγ ματεύεται τὴν εἰρήνην
but righteousness procures peace.
惟有義帶來平安。
1:3676
Λέγει τοίνυν ὅτι τὴν εὐθεῖαν. ὁδεύων, καὶ τιμῶν τὴν ἀλήθειαν, καὶ τὴν ἀδικίαν μυσαττόμενος, ἵλεών με εἶχεν, καὶ τῆς ἐμῆς ἀπο λαύων εἰρήνης, πολλοῖς πλανωμένοις ἐγένετο πρὸς ἀλήθειαν ποδηγός·
He says therefore that, travelling the straight road, and honouring the truth, and abhorring iniquity, he had me gracious to him, and, enjoying my peace, he became a guide to the truth for many who were wandering astray;
所以他說:他走那正直的道路,尊重真理,憎惡不義,因此蒙我恩待,並享受我的平安,又為許多迷失的人作了引向真理的嚮導;
1:3677
δίκαιον γὰρ διαφερόντως τὸν ἱε ρέα εἶναι τῶν θείων νόμων ἐργάτην·
for it is especially fitting that the priest be a righteous worker of the divine laws;
因為祭司理當格外作神聖律法的行者,這是特別合宜的;
1:3678
ἅτε δὴ κεχει ροτονημένον τῶν ἄλλων διδάσκαλον, καὶ τὰ θεῖα λό για διαπορθμεύειν πεπιστευμένον·
inasmuch as he has been ordained a teacher of the rest, and entrusted to convey the divine oracles;
因為他被按立為眾人的教師,並受託傳遞神聖的話語;
1:3679
ἄγγελος γὰρ Κυ ρίου παντοκράτορός ἐστιν, ἀπαγγέλλων τοῖς ἄλλοις τοῦ Θεοῦ βούλημα
'for he is a messenger of the Lord Almighty,' announcing to the others the will of God.
「因為他是全能之主的使者」,向眾人宣告神的旨意。
1:3680
Ὑμεῖς δὲ ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ μου, καὶ ἠσθενήσατε πολλοὺς ἐν νόμῳ, διεφθείρατε τὴν δια θήκην τοῦ Λευῒ, λέγει Κύριος παντοκράτωρ. Τὸ, ἠσθενήσατε πολλοὺς, ἐσκανδαλίσατε ἡρμήνευσαν
'But you have turned aside from my way, and you have made many weak in the law, you have corrupted the covenant of Levi, says the Lord Almighty.' The phrase 'you have made many weak' they rendered as 'you have caused many to stumble.'
「你們卻偏離了我的道,使許多人在律法上跌倒軟弱,你們也敗壞了利未的約,這是全能之主說的。」「使許多人軟弱」一語,他們譯作「你們使許多人絆跌」。
1:3681
Λέγει δὲ, ὅτι Τὴν παρανο μίαν ἀσπασάμενοι, καὶ ἄλλοις λώβης ἐγένεσθε πρό ξενοι
He says that, having embraced transgression, you have become to others also the cause of ruin.
他說:你們既擁抱不法,也就成了別人敗壞的緣由。
1:3682
Εἶτα αὐτοῖς προλέγει τὰ νῦν αὐτοὺς κατειλη φότα κακά
Then he foretells to them the evils that have now overtaken them.
然後他向他們預言那如今已臨到他們的災禍。
1:3683
Καὶ ἐγὼ ἔδωκα ὑμᾶς ἐξουδενωμένους, καὶ ἀπεῤῥιμμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν ὑμεῖς οὐκ ἐφυλάξατε τὰς ὁδούς μου, ἀλλ' ἐλαμβάνετε πρόσ ωπα ἐν νόμῳ. Σύμμαχος ἡρμήνευσεν, ἐδυσ ωπεῖσθε πρόσωπα ἐν νόμῳ
'And I have made you despised and cast down among all the nations, because you kept not my ways, but received persons in the law.' Symmachus rendered it, 'you showed partiality to persons in the law.'
「因你們不守我的道,反在律法上看人的情面,所以我使你們在萬民中被藐視、被丟棄。」西馬庫斯譯作:「你們在律法上偏袒人的情面。」
1:3684
Αἰτιᾶται δὲ αὐτοὺς, ὡς παραβάτας τοῦ νόμου γεγενημένους, καὶ εἰς χάριν τινῶν παρανόμως δικάζοντας, χρήματα κομιζο μένους παρὰ τῶν προσφερόντων τὰ θύματα, καὶ δε χομένους παρ' αὐτῶν τά τινα λώβην ἐν τοῖς μέλεσιν ἔχοντα
He accuses them of having become transgressors of the law, and of judging unlawfully in favour of certain persons, or of taking money from those who brought the victims, and of accepting from them things that had some blemish in their members.
他指控他們作了律法的干犯者,為討好某些人而不法地審判,或從那些獻祭牲的人手中收受錢財,又接受他們所獻肢體上帶有殘疾之物。
1:3685
διαθήκην τῶν πατέρων ὑμῶν; Ὑφ' ἑνὸς, φησὶ, δημιουργηθέντες Θεοῦ, ὃς δίκην πατρὸς εἰς ἅπαντας ὑμᾶς τὴν οἰκείαν ἀγάπην ἐπεδείξατο, οὕτω τῶν ὁμοφυῶν ἠμελήσατε, καὶ οὔτε τῆς φύσεως, οὔτε τῆς χάριτος τὴν κοινω νίαν ᾐδέσθητε, ἀλλ' ἀτημελήτους τοὺς ὑμετέρους ἀδελφοὺς κατελίπετε, καὶ περιείδετε τῶν ἐμῶν νόμων παραβάτας γεγενημένους·
'...the covenant of your fathers?' Having been made, he says, by one God, who like a father displayed his own love toward you all, thus you have neglected your kinsmen, and have reverenced neither the fellowship of nature nor that of grace, but you have left your own brethren uncared for, and have overlooked them when they became transgressors of my laws;
「……你們列祖的約嗎?」他說:你們既是由一位神所造,他像父親一般向你們眾人施展他自己的慈愛,你們卻這樣忽略了自己的同族,既不顧本性的相通,也不顧恩典的相通,反倒撇下自己的弟兄無人照顧,任憑他們作了我律法的干犯者也不理會;
1:3686
καὶ ταῦτα ἔχοντες τὸν Ἰούδαν καὶ τὴν Ἱερουσαλὴμ ὠφελείας παράδειγμα
and this though you had Judah and Jerusalem as a pattern of benefit.
而且你們原有猶大和耶路撒冷作為蒙福的榜樣。
1:3687
Ἐγκατελείφθη γὰρ Ἰούδας, καὶ βδέλυγμα ἐγένετο ἐν τῷ Ἰσραὴλ καὶ ἐν Ἱερουσαλὴμ, διότι ἐβεβήλωσεν Ἰούδας τὰ ἅγια Κυρίου, ἐν οἷς ἠγά πησε. Καὶ δεικνὺς σαφῶς, ἠγάπησε, ἐπήγαγε·
'For Judah was forsaken, and an abomination came to be in Israel and in Jerusalem, because Judah profaned the holy things of the Lord, in which he took delight.' And clearly showing what he took delight in, he added:
「因為猶大被撇棄,在以色列和耶路撒冷中成了可憎的,因猶大褻瀆了耶和華所喜愛的聖物。」他又清楚地指明猶大所喜愛的是什麼,接著說:
1:3688
Καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους. γὰρ Ἰούδας, φησὶ, καὶ ἐν τῷ Ἰσραὴλ, καὶ ἐν τῇ Ἱερουσαλὴμ, μυσαρὸς ἐνομίσθη, ἀντικρὺς παρανομήσας, καὶ τοὺς θείους νόμους πατήσας, καὶ τοὺς οὐκ ὄντας ἀντὶ τοῦ ὄντος προσκυνήσας θεούς
'And he has pursued strange gods.' For Judah, he says, was accounted abominable both in Israel and in Jerusalem, having openly transgressed the law, and trampled upon the divine laws, and worshipped as gods those that are not, in place of him who truly is.
「並且追求外邦的神。」他說:因為猶大在以色列和在耶路撒冷都被看為可憎的,因他公然違犯律法,踐踏神聖的律法,並敬拜那些本不存在的神,來代替那真正存在的神。
1:3689
Εἶτα κοινὴν κατὰ τῶν τοιούτων ἁπάντων ἐκφέρει τὴν ἀπειλήν·
Then against all such persons he pronounces a common threat:
然後他對一切這樣的人發出一個共同的威嚇:
1:3690
Ἐξολοθρεύσει Κύριος τὸν ἄνθρωπον τὸν ποιοῦντα ταῦτα, ἕως ἂν καὶ ταπεινωθῇ ἐκ σκηνω μάτων Ἰακὼβ, καὶ ἐκ προσαγόντων θυσίαν Κυρίῳ παντοκράτορι. Τοῦ γὰρ συλλόγου τῶν εὐσεβῶν ἀλ λότριος δυσσεβείᾳ συζῶν
'The Lord will utterly destroy the man that does these things, until he be also brought low out of the tents of Jacob, and out of those who offer sacrifice to the Lord Almighty.' For a stranger to the assembly of the pious is he who lives together with impiety.
「耶和華必從雅各的帳棚中,並從向全能之主獻祭的人中,剪除行這事的人,直到他也被貶抑。」因為與不敬虔為伴而生活的人,乃是敬虔者聚會的局外人。
1:3691
Ἐντεῦθεν εἰς ἑτέραν μεταφέρει κατηγορίαν τὸν λόγον·
From here he transfers his discourse to another accusation;
從這裡他把話題轉到另一項指控上;
1:3692
ἐγκαλεῖ γὰρ αὐτοῖς,. ὅτι τὰς ὁμόζυγας καταλιπόντες ἑτέραις παρανόμως ἐμίγνυντο γυναιξί
for he charges them with having abandoned their lawful wives and unlawfully consorted with other women.
因為他控告他們離棄了自己合法的妻子,不法地與別的婦人結合。
1:3693
Καὶ ταῦτα, ἐμίσουν, ἐποιεῖτε δὲ μισεῖ Θεὸς, ἄθλιος φιλῶν
'And these things, which I hated, you did.' But whatever God hates, wretched is the man who loves it.
「我所恨惡的這些事,你們竟去行。」凡神所恨惡的,愛它的人有禍了。
1:3694
Τί δὲ ταῦτά ἐστι, δι δάσκει·
What these things are, he teaches:
至於這些事是什麼,他就教導說:
1:3695
Ἐκαλύπτετε ἐν δάκρυσι τὸ θυσιαστήριον Κυρίου, καὶ κλαυθμῷ, καὶ στεναγμῷ ἐκ κόπων. Αἱ γὰρ ὑπὸ τῶν οἰκείων ἀνδρῶν ἀδικούμεναι γυναῖ κες, τῶν ἐπικουρούντων σπανίζουσαι, ὀδυρμοῖς καὶ δάκρυσι κεχρημέναι, τὸν δίκαιον ἐκάλουν κριτήν·
'You covered the altar of the Lord with tears, and with weeping, and with groaning out of toils.' For the wives wronged by their own husbands, being destitute of any helpers, resorting to lamentations and tears, called upon the righteous Judge;
「你們以眼淚、哭泣和從勞苦發出的歎息,遮蓋了耶和華的壇。」因為那些被自己丈夫虧待的妻子,缺乏任何援助的人,便用哀號和眼淚呼求那公義的審判者;
1:3696
ταῦτα δὲ ἠναγκάζοντο δρᾷν ὑπὸ τῆς συνεχούσης ὀδύνης
and these things they were compelled to do by the pain that held them fast.
她們被那纏住自己的痛苦所迫,不得不如此行。
1:3697
Τοῦτο γὰρ εἶπεν, ἐκ κόπων
For this is what he said, 'out of toils.'
因為他所說「從勞苦」,正是這個意思。
1:3698
Τοιγάρτοι τού των γιγνομένων, Ἔτι ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν; (ιδʹ.) Καὶ εἴπατε·
'Therefore, these things being done, is it yet worthy to look upon your sacrifice? (v. 14.) And you said:
「所以,既有這些事發生,難道還配垂顧你們的祭物嗎?(第十四節)你們還說:
1:3699
Ἕνεκεν τίνος; Τῆς γὰρ παρανομίας μυσαρὰ δεικνύσης τὰ ὑφ' ὑμῶν προσφερόμενα, ἀναλ γήτως ἔτι διάκεισθε, καὶ τούτου τὴν αἰτίαν ἀγνοεῖν προσποιεῖσθε
For what cause?' For though transgression shows abominable the things offered by you, you still remain unfeeling, and pretend to be ignorant of the cause of this.
為著什麼緣故呢?」因為雖然不法顯明你們所獻的物是可憎的,你們卻仍舊麻木不仁,還假裝不知道這事的緣由。
1:3700
Ὅτι Κύριος ἐμαρτύρατο ἀναμέσον σοῦ καὶ ἀναμέσον γυναικὸς νεότητός σου, ἣν ἐγκατέλιπες·
'Because the Lord has testified between you and between the wife of your youth, whom you have forsaken;
「因為耶和華在你和你幼年所娶的妻中間作見證,就是你所離棄的;
1:3701
καὶ αὕτη κοινωνός σου, καὶ γυνὴ διαθήκης σου
and she is your companion, and the wife of your covenant.'
她原是你的伴侶,是你盟約的妻子。」
1:3702
( ιεʹ.) Καὶ οὐκ ἄλλος ἐποίησε, καὶ ὑπόλειμμα πνεύματός σου. Ἀναμνήσθητε γὰρ τοῦ πρώτου νόμου τοῦ δοθέντος τῷ Ἀδὰμ καὶ τῇ Εὔᾳ·
(v. 15.) 'And did not another make her, and the remnant of your spirit?' For call to mind the first law given to Adam and to Eve;
(第十五節)「豈不是那一位造了她,並你靈的餘剩嗎?」你們要回想那賜給亞當和夏娃的頭一條律法;
1:3703
εὐθὺς γὰρ τὴν γυναῖκα δημιουργήσας, καὶ οἱονεὶ νυμφοστόλος γενό μενος, προσάγει μὲν αὐτὴν τῷ ἀνδρί·
for immediately, having fashioned the woman, and having become as it were the one who conducts the bride, he brings her to the man;
因為神一造成那女人,就好像作了引領新婦的人,把她領到那男人面前;
1:3704
δίδωσι δὲ τοῦ γάμου τοὺς νόμους·
and he gives the laws of marriage;
並且賜下婚姻的律例;
1:3705
Ἀντὶ τούτου, φήσας, κατα λείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ, καὶ τὴν μητέρα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Αὐτοῦ τοίνυν τοῦ Θεοῦ τῶν ὅλων, καὶ δημιουργήσαντος ἀμφοτέρους, καὶ συνάψαντος, καὶ τοῦτον τεθεικότος τὸν νόμον, πῶς τολμᾶτε παραβαίνειν προφανῶς τὰ ἄνωθεν ὡρισμένα, οὐδὲ τῆς θείας εὐλογίας ἀναμι μνήσκεσθε τῆς τοῖς ὑμετέροις πατράσιν ἐπηγγελ μένης·
'For this cause,' having said, 'a man shall leave his own father and his own mother, and the two shall become one flesh.' Since therefore the very God of all both fashioned them both, and joined them together, and laid down this law, how do you dare openly to transgress the things ordained from the beginning, and do not even call to mind the divine blessing promised to your fathers:
他說:「因此,人要離開自己的父母,二人成為一體。」既然萬有的神親自造了他們二人,又把他們聯合,並立下這律法,你們怎敢公然違背從起初所定的例,甚至不記念那應許給你們列祖的神聖福分:
1:3706
Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώ σατε τὴν γῆν; Τοῦτο γὰρ καὶ ἐνταῦθά φησι·
'Be fruitful and multiply, and fill the earth'? For this too he says here:
「你們要生養眾多,遍滿全地」呢?因為他在這裡也說:
1:3707
Καὶ ὑπόλειμμα πνεύματός σου. Θνητὴν γὰρ ἔχοντες φύσιν, διὰ τῶν τικτομένων ἐπὶ πλεῖστον τὴν ὑμετέραν διασώζετε μνήμην·
'And the remnant of your spirit.' For having a mortal nature, through those who are born you preserve your memory for the longest time;
「並你靈的餘剩。」因為你們既有必死的本性,就藉著所生的兒女,將你們的記念存留得最為長久;
1:3708
ἀλλὰ ταῦτα τοῦ Θεοῦ νομοθετή σαντος, ὑμεῖς ἀντιλέγετε φάσκοντες, οὐ γάμων σω φρόνων, ἀλλὰ πολυπαιδίας κήδεσθαι τὸν Θεόν
but although God laid down these things as law, you contradict, asserting that God cares not for chaste marriages, but for a multitude of children.
但神雖如此定為律例,你們卻反駁說,神所關心的不是貞潔的婚姻,乃是眾多的兒女。
1:3709
Εἴπατε γὰρ, Τί ἄλλο ζητεῖ Θεὸς σπέρμα; Ἀλλ' ἐγὼ παρεγγυῶ ὑμῖν, τούτων ἀποστάντας τῶν λόγων, τοὺς θείους νόμους φυλάξαι, καὶ τὴν ἐξ ἀρχῆς συζευχθεῖ σαν γυναῖκα τοῦ ζυγοῦ μὴ χωρίσαι
'For you said, What else does God seek but seed?' But I charge you, having departed from these words, to keep the divine laws, and not to separate from the yoke the wife who was joined to you from the beginning.
「因為你們說,神所尋求的不過是後裔麼?」但我勸戒你們,要離棄這些話,謹守神聖的律法,不可把那從起初與你們聯合的妻子從這軛中分離出去。
1:3710
Εἶτα τῆς ἐν νόμῳ γεγενημένης ἀναμιμνήσκει συγκαταβάσεως
Then he reminds them of the condescension shown in the law.
然後他提醒他們律法中所顯出的俯就恩情。
1:3711
Ἀλλ' ἐὰν μισήσῃς, ἐξαπόστειλον, λέγει Κύριος Ἰσραήλ. Καὶ γὰρ ἐν τῷ νόμῳ διαγορεύει δοῦναι βιβλίον ἀποστασίου τῇ γυναικὶ τὸν οὐκ εὖ περὶ αὐτὴν διακείμενον
But if you hate her, send her away, says the Lord of Israel. For in the Law he lays down that the man who is ill-disposed toward his wife shall give her a bill of divorcement.
但你若恨惡她,就打發她走,以色列的主如此說。因為在律法中,祂明令那對妻子心懷不善的人,要給妻子一紙休書。
1:3712
Τοῦτον δὲ τὸν νόμον ἑρ μηνεύων Κύριος τοῖς Φαρισαίοις φησί·
In interpreting this law to the Pharisees, the Lord says:
主向法利賽人解釋這條律法時說:
1:3713
Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐνομοθέτησεν οὕτως·
Moses on account of your hardness of heart legislated in this way;
摩西是為了你們的心硬,才這樣立法的;
1:3714
ἐξ ἀρχῆς δὲ οὐκ ἐγένετο οὕτως·
but from the beginning it was not so;
但起初並不是這樣;
1:3715
γὰρ ποιήσας αὐ. τοὺς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· ἀντὶ τοῦ, ἕνα καὶ μίαν, οὐχ ἕνα ἄνδρα καὶ δύο γυναῖκας, ἵνα ταύτην μισήσας συναφθῇ τῇ ἑτέρᾳ
for he who made them made them male and female — that is, one man and one woman, not one man and two women, so that a man might hate the one and be joined to the other.
因為那造他們的,是造男造女——就是一男一女,而非一男二女,好使人不致恨惡一個而與另一個結合。
1:3716
Ἐπειδὴ δὲ ᾔδει τῶν Ἰουδαίων τὸ μανικὸν τῶν ὅλων Θεὸς, ὅτι τῆς μισουμένης ἀπαλλαγῆναι βουλόμενοι μὲν, οὐ δυνά μενοι δὲ διὰ τὸν νόμον, καὶ φόνον ταύτης τολμή σουσι·
But since the God of the universe knew the frenzy of the Jews — that, wishing to be rid of the wife they hated yet unable to do so because of the Law, they would even dare to murder her —
但萬有的神既知道猶太人的狂暴——他們既想擺脫所恨惡的妻子,卻因律法不能如願,甚至敢下手殺她——
1:3717
συγχωρεῖ τὸ ἔλαττον κακὸν, ἵνα κωλύσῃ τὸ μεῖ ζον·
he permits the lesser evil in order to prevent the greater;
祂便容許那較小的惡,為要攔阻那較大的惡;
1:3718
Ἐὰν μισήσῃς, ἐξαπόστειλον. Συναφθήσεται γὰρ ἑτέρῳ, καὶ μετ' ὀδύνης οὐ βιώ σεται
If you hate her, send her away. For she will be joined to another, and will not live out her life in sorrow.
你若恨惡她,就打發她走。因為她可以與別人結合,不必在痛苦中度日。
1:3719
Ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις παιδεύων ἀρετὴν ἀντικρὺς βοᾷ·
In the holy Gospels, teaching virtue, he openly proclaims:
在聖福音書中,主教導人德行,公開宣告說:
1:3720
Πᾶς ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι·
Everyone who divorces his wife, except for the cause of fornication, makes her to commit adultery;
凡休妻的,若不是為淫亂的緣故,就是叫她作淫婦了;
1:3721
καὶ ἀπολελυμένην γαμῶν μοιχᾶται. Καὶ ἐνταῦθα δὲ ταυτὸ τοῦτο αἰνίττεται·
and whoever marries her that is divorced commits adultery. And here too he hints at this very same thing;
人若娶這被休的婦人,也是犯姦淫了。在此處他也暗示這同一件事;
1:3722
Γυμνωθήσεται, φησὶ, τὰ κεκρυμμένα ὑμῶν βουλεύματα, λέγει Κύριος παντοκράτωρ. Κἂν μὴ διά τινα πρόφασιν δικαίαν καὶ εὔλογον διαλύσητε τὸν γάμον, κριτὴς ὑμῶν ἔσται τῶν ὅλων Κύριος
Your hidden designs shall be laid bare, says the Lord Almighty. And unless for some just and reasonable cause you dissolve the marriage, the Lord of the universe shall be your judge.
祂說:你們隱藏的圖謀必被揭露,全能的主如此說。你們若非為著某種公義合理的緣故而解除婚姻,萬有的主必作你們的審判者。
1:3723
Τοιγαροῦν Φυλάξασθε ἐν τῷ πνεύματι ὑμῶν, καὶ μὴ ἐγκαταλίπητε τὴν συν θήκην. Χαλινώσατε, φησὶ, τὰς κακὰς ὁρμὰς, καὶ τὰς περὶ τοῦ γάμου γεγενημένας μὴ διασπά σητε συνθήκας
Therefore, Keep watch in your spirit, and do not forsake the covenant. Bridle, he says, your evil impulses, and do not tear asunder the covenants made concerning marriage.
所以,你們要在心靈裡謹守,不可離棄盟約。他說:要勒住你們的惡念,不可撕毀那為婚姻所立的盟約。
1:3724
Οὕτω τῆσδε τῆς παρανομίας κατ ηγορήσας, καὶ τῷ πάθει τὴν πρόσφορον ἐπιθεὶς θε ραπείαν, βλασφημίας τινὸς παρ' αὐτῶν τολμωμένης ποιεῖται τὸν ἔλεγχον, καί φησιν·
Having thus condemned this lawlessness and applied the fitting remedy to the malady, he now exposes a certain blasphemy that they had dared to utter, and says:
祂這樣譴責了這種不法之事,並為這病症敷上合宜的醫治之後,又揭發他們所膽敢說出的某種褻瀆的話,說:
1:3725
Οἱ παροξύνοντες τὸν Θεὸν ἐν τοῖς λόγοις ὑμῶν, καὶ εἴπατε·
You who provoke God with your words, and you have said:
你們用言語惹神發怒,你們還說:
1:3726
Ἐν τίνι παρωξύναμεν αὐτόν; Ἐν τῷ λέγειν ὑμᾶς·
In what have we provoked him? In that you say:
我們在何事上惹祂發怒呢?就是在你們說:
1:3727
Πᾶς ποιῶν πονηρὸν, καλὸν ἐνώπιον Κυρίου, καὶ ἐν αὐτοῖς ηὐδόκησε·
Everyone who does evil is good in the sight of the Lord, and in such the Lord takes pleasure;
凡行惡的,在主眼中看為善,主也喜悅這等人;
1:3728
καὶ ποῦ ἔστιν Θεὸς τῆς δικαιοσύνης; Τινὲς γὰρ ὑπ' ἀνοίας ἐσχάτης ὁρῶντές τινας πονηρίᾳ συζῶντας, εὐπραξίας δὲ ἀπολαύοντας, ἐτόλμων λέγειν ὅτι χαίρειν ἔοικε τοῖς πονηροῖς Θεός·
and where is the God of justice? For some, out of the utmost folly, seeing certain men living in wickedness yet enjoying prosperity, dared to say that God takes delight in the wicked;
公義的神在哪裡呢?因為有些人出於極大的愚昧,看見某些人活在邪惡中卻享受亨通,竟敢說神喜悅惡人;
1:3729
οὐ γὰρ ἂν αὐτοῖς τοσαύτην εὐκληρίαν ἀπένειμεν
for otherwise he would not have apportioned them such good fortune.
否則祂就不會賜給他們如此的福分了。
1:3730
Αὕτη με λίαν βλασφημία πρὸς ὑμετέραν παρεκίνησε τιμωρίαν
This blasphemy has greatly stirred me to your punishment.
這褻瀆的話大大激動了我,要施行對你們的懲罰。
1:3731
Ὑμεῖς δὲ οὐδὲ σμικρὰν πλημμέλειαν ὑπολαμβάνετε τὴν μεγί στην ἀσέβειαν
Yet you do not reckon even a trifling fault what is in truth the greatest impiety.
然而你們卻連微小的過失都不看作,這實在是最大的不敬虔。
1:3732
Ταύτην γὰρ αὐτῶν τὴν ἀναλγησίαν ἐλέγχων ἔφη·
For, reproving this insensibility of theirs, he said:
因為祂責備他們這種麻木無感,說:
1:3733
Ἐν τίνι παρωξύναμεν αὐτόν; Ἔδει δὲ συνιδεῖν ὑμᾶς, ὡς τῶν ὅλων Θεὸς δικαιοσύνης ὑπάρχει πηγή·
In what have we provoked him? But you ought to have understood that the God of the universe is the fountain of justice;
我們在何事上惹祂發怒呢?其實你們本當明白,萬有的神乃是公義的源頭;
1:3734
τοῦτο δὲ ὢν τοὺς τὴν κακίαν ἀσπαζομένους βδελύττεται
and being such, he abhors those who embrace wickedness.
既是如此,祂必憎惡那些懷抱邪惡的人。
1:3735
Ἄῤῥητος δὲ τῆς οἰκονομίας λόγος
But the word of the dispensation is ineffable.
但這救贖安排的道理是難以言喻的。
1:3736
Ἰδοὺ γὰρ ἐγὼ, φησὶν, ἐξαποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν αὑτοῦ Κύριος,. καὶ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε. Ταύ την δὲ τοῦ Προφήτου τὴν μαρτυρίαν καὶ ἐν τοῖς ἱε ροῖς Εὐαγγελίοις κειμένην εὑρίσκομεν
For behold, he says, I will send forth my messenger, and he shall survey the way before my face, and suddenly the Lord shall come into his temple, even the angel of the covenant whom you desire. This testimony of the Prophet we find set down also in the holy Gospels.
祂說:看哪,我要差遣我的使者,他必在我面前察看道路,主必忽然進入祂的殿,就是你們所仰望的立約的使者。先知這見證,我們也在聖福音書中找到記載。
1:3737
Καὶ μα κάριος δὲ Ζαχαρίας, τοῦ θειοτάτου Ἰωάννου πα τὴρ, ἐν ταῖν χεροῖν αὐτὸν λαβὼν, ἔφη πρὸς αὐτόν·
And the blessed Zacharias, the father of the most divine John, taking him in his arms, said to him:
那蒙福的撒迦利亞,就是至聖約翰的父親,把嬰孩抱在懷中,對他說:
1:3738
Καὶ σὺ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ·
And you, child, shall be called the prophet of the Most High;
孩子啊,你要稱為至高者的先知;
1:3739
προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. Καὶ ἐνταῦθα διὰ τοῦ Μαλαχίου εἶπεν Θεός·
for you shall go before the face of the Lord to prepare his ways. And here too, through Malachi, God said:
因為你要行在主的面前,預備祂的道路。在此處,神也藉著瑪拉基說:
1:3740
Ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαί φνης ἥξει εἰς τὸν ναὸν αὑτοῦ Κύριος, ὃν ὑμεῖς θέ λετε. Πάντων γὰρ ἀγνοούντων σωτήριος ἐγένετο τόκος
Behold, I will send forth my messenger, and he shall survey the way before my face, and suddenly the Lord shall come into his temple, even he whom you desire. For while all were unaware, the saving birth took place.
看哪,我要差遣我的使者,他必在我面前察看道路,主必忽然進入祂的殿,就是你們所仰望的那一位。因為在眾人都不知曉之時,那帶來救恩的誕生就成就了。
1:3741
Ναὸν γὰρ τὴν ἀνθρωπείαν ὠνόμασε φύσιν, ἣν Θεὸς Λόγος ἀνέλαβεν
For by 'temple' he named the human nature which God the Word assumed.
因為祂以「殿」為名,指的是神的道所取的人性。
1:3742
Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ τοῦτο ἑρμηνεύων Εὐαγγελιστὴς ἐπήγαγεν·
Destroy this temple, and in three days I will raise it up. And the Evangelist, interpreting this, added:
你們拆毀這殿,我三日內要把它重建起來。福音書作者解釋這話,補充說:
1:3743
Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ·
But he was speaking about the temple of his body;
但祂是指著自己身體的殿說的;
1:3744
καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐ τοῦ, ὅτι τοῦτο εἶπεν Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ Γραφῇ, καὶ τῷ λόγῳ, εἶπεν αὐτοῖς Ἰησοῦς. Πρὸς δὲ τῇ προτέρᾳ αὐτοῦ παρουσίᾳ, καὶ τὴν δευτέ ραν αὐτοῦ ἐπιφάνειαν προθεσπίζει·
and when he was raised from the dead, his disciples understood that Jesus had said this, and they believed the Scripture and the word which Jesus had spoken to them. And besides his former coming, he foretells also his second appearing;
祂從死裡復活以後,門徒就明白耶穌說過這話,便信了聖經和耶穌所說的話。除了祂前一次的降臨之外,祂也預言祂的第二次顯現;
1:3745
Ἰδοὺ ἔρχεται, λέγει Κύριος παντοκράτωρ
Behold, he comes, says the Lord Almighty.
看哪,祂來了,全能的主如此說。
1:3746
( βʹ.) Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ, τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; Οὕτω καὶ Ζαχαρίας περὶ τῆς δευτέρας ἐπιφανείας ἔφη·
(2) And who shall endure the day of his coming, or who shall stand at his appearing? So too Zacharias said concerning the second appearing:
(二)祂來的日子,誰能當得起呢?祂顯現的時候,誰能站立得住呢?撒迦利亞論到那第二次顯現也照樣說:
1:3747
φυλάς. Εἶτα διδάσκει τὰ ὑπ' αὐτοῦ δρώμενα
the tribes. Then he teaches the things that shall be done by him.
眾支派。接著他教導那將要由祂所成就的事。
1:3748
( γʹ.) Καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων, ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Οὕτω καὶ μακάριος Παῦλός φησιν·
(3) And he shall sit smelting and purifying, as it were silver and gold. So too the blessed Paul says:
(三)祂必坐下熬煉潔淨,如同煉銀煉金一般。那蒙福的保羅也照樣說:
1:3749
Ὅτι ἐν πυρὶ ἀποκαλύπτεται, καὶ ἑκάστου τὸ ἔργον, ὁποῖόν ἐστι, τὸ πῦρ δοκιμάσει·
For it is revealed in fire, and the fire shall test each man's work, of what sort it is;
因為這要在火中顯明,各人的工程如何,火要試驗它;
1:3750
εἴ τινος τὸ ἔργον μενεῖ, ἐπῳκοδόμησε, μισθὸν λήψεται·
if anyone's work which he has built remains, he shall receive a reward;
人在那根基上所建造的工程若存得住,他就要得賞賜;
1:3751
εἴ τινος τὸ ἔργον κατακαύσεται, ζημιωθήσεται. Ἡγοῦμαι δὲ διὰ τῶν εἰρημένων τὸν Προφήτην μὴ μόνον ἐκεῖνο ση μαίνειν, ἀλλὰ καὶ τὴν τοῦ ἁγίου Πνεύματος κάθαρσιν·
if anyone's work is burned up, he shall suffer loss. And I consider that by these words the Prophet signifies not only that, but also the purification of the Holy Spirit;
人的工程若被燒毀,他就要受虧損。我以為先知藉這些話所指明的,不僅是那件事,也是聖靈的潔淨;
1:3752
καὶ γὰρ ἐν τούτῳ μυστικῶς τοὺς προσ ιόντας ἀναχωνεύει, καὶ νεουργεῖ τῷ πυρὶ Πνεύματος χρώμενος
for in this too he mystically re-smelts those who approach, and makes them new by using the fire of the Spirit.
因為祂在此也奧祕地熔煉那些前來就近的人,用聖靈的火使他們煥然一新。
1:3753
Οὕτω γὰρ καὶ μέγας Ἰωάννης φησίν·
For so also the great John says:
那位偉大的約翰也照樣說:
1:3754
Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ, καὶ πυρί. Καὶ μέντοι καὶ τῇ θείᾳ χάριτι χρώμενος καθάπερ τινὶ πόᾳ, τῶν ἁμαρτημάτων ἐκκαθαίρει τὸν ῥύπον
He shall baptize you with the Holy Spirit and with fire. And indeed, using the divine grace as a kind of lye, he cleanses away the filth of sins.
祂要用聖靈與火給你們施洗。實在,祂運用神的恩典如同某種鹼液,洗淨罪的污穢。
1:3755
Καὶ τῇ μὲν Ἱερουσαλὴμ μακάριος Ἱερεμίας φησίν·
And to Jerusalem the blessed Jeremiah says:
那蒙福的耶利米對耶路撒冷說:
1:3756
Ἐὰν ἀποπλύνῃ ἐν νίτρῳ, καὶ πληθύνῃς σεαυτῇ πόαν, κεκηλίδωσαι ἐν ταῖς ἀνομίαις σου, λέγει Κύ ριος. Ἐκείνη γὰρ τὴν νομικὴν εἶχεν, οὐ τὴν τῆς χάριτος πόαν
Though you wash yourself with nitre and heap up much lye for yourself, you are stained in your iniquities, says the Lord. For she had the lye of the Law, not that of grace.
你雖用鹼、多用肥皂洗滌自己,你的罪孽在我面前仍然斑斑點點,主如此說。因為她所有的是律法的鹼,而非恩典的鹼。
1:3757
Τοῦτο δὲ ποιήσει καὶ τοῖς εἰς αὐτὸν πεπιστευκόσι Λευΐταις
And this he will also do for the Levites who have believed in him.
祂也要為那些信祂的利未人成就這事。
1:3758
Ἐκ τούτων δὲ ἦν καὶ μακάριος Βαρνάβας, ὡς ἱστορία διδάσκει τῶν Πράξεων, καὶ ἕτεροι δὲ πολλοὶ μετὰ τούτου πι στεύσαντες τῆς αὐτῆς σωτηρίας ἀπήλαυσαν
Of these was also the blessed Barnabas, as the history of the Acts teaches, and many others besides him who, having believed, enjoyed the same salvation.
如使徒行傳的記載所教導的,那蒙福的巴拿巴也是其中之一,還有許多與他一同相信的人,也都得享同樣的救恩。
1:3759
Καθα ριεῖ γὰρ, φησὶ, τοὺς υἱοὺς Λευῒ, καὶ ἐκχεεῖ αὐ τοὺς, ὡς τὸ χρυσίον, καὶ ὡς τὸ ἀργύριον·
For he shall purify, he says, the sons of Levi, and shall pour them out as gold and as silver;
祂說:祂必潔淨利未的子孫,將他們煉淨如金如銀;
1:3760
καὶ οὗτοι, φησὶν, ἔσονται τῷ Κυρίῳ προσάγοντες θυ σίαν ἐν δικαιοσύνῃ. Οὐκ ἐκείνην τὴν νομικὴν, περὶ ἧς εἶπε·
and these, he says, shall be for the Lord, bringing an offering in righteousness. Not that legal offering concerning which he said:
祂說:這些人必歸與主,憑公義獻上供物。並非那律法的供物,就是論到它,祂曾說:
1:3761
Θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν·
I will not accept an offering from your hands;
我不從你們手中悅納供物;
1:3762
Καὶ ἀρέσει τῷ Κυρίῳ θυσία Ἰούδα καὶ Ἱερουσαλὴμ, κατὰ τὰς ἡμέρας τοῦ αἰῶνος, καὶ κατὰ τὰ ἔτη τὰ ἔμπροσθεν. Οὐκ ἔστι γὰρ αὕτη πρόσ καιρος, ἀλλ' αἰώνιος
And the offering of Judah and Jerusalem shall be pleasing to the Lord, according to the days of old and according to the former years. For this is not temporary, but eternal.
猶大和耶路撒冷的供物必蒙主悅納,如同古時的日子,如同從前的歲月。因為這供物不是暫時的,乃是永遠的。
1:3763
Ἐντεῦθεν πάλιν ἀπειλεῖ τιμω ρίαν τοῖς ἀσεβείᾳ συζῶσι
From here again he threatens punishment upon those who live in impiety.
祂從這裡又威嚇要懲罰那些活在不敬虔中的人。
1:3764
Προσελεύσομαι γὰρ, φησὶ, πρὸς ὑμᾶς ἐν κρίσει, καὶ ἔσομαι μάρτυς ταχὺς ἐπὶ τὰς φαρμα κούς. Ταχεῖαν, φησὶν, ἐπάξω κόλασιν οἷς εἶδον κακοῖς·
For I will come near to you in judgment, he says, and I will be a swift witness against the sorcerers. Swift, he says, is the punishment I shall bring upon the evils I have seen;
祂說:我必臨近你們施行審判,速速作見證攻擊那些行邪術的。祂說:我必速速降罰在我所看見的惡事上;
1:3765
οὐ δέομαι γὰρ μαρτύρων ἑτέρων, ἀλλ' αὐτ όπτης εἰμὶ τῆς πονηρίας
for I need no other witnesses, but am myself the eyewitness of the wickedness.
因為我不需要別的見證人,我自己就是那邪惡的目擊者。
1:3766
Καὶ ἐπὶ τὰς μοιχαλίδας, καὶ ἐπὶ τοὺς ὀμνύοντας ἐπὶ τῷ ὀνόματί μου ἐπὶ ψεύδει, καὶ ἐπὶ τοὺς ἀποστεροῦντας μισθὸν μισθω τοῦ, καὶ καταδυναστεύοντας χήρας, καὶ κονδυλίζον τας ὀρφανοὺς, καὶ τοὺς ἐκκλίνοντας κρίσιν προσ ηλύτου, καὶ τοὺς μὴ φοβουμένους με, λέγει Κύριος παντοκράτωρ. Ὁμοίως δὲ ταῖς γοητρίαις, φησὶ, καὶ τὰς μοιχευτρίας, καὶ τοὺς ψευδῶς ὀμνύναι τολμῶντας, καὶ τῶν μισθωτῶν τὸν μὲν πόνον καρ πουμένους, τὸν δὲ μισθὸν παρέχειν οὐ βουλομένους, καὶ ἁπαξαπλῶς πάντα δυναστείᾳ χρώμενον κατὰ τῶν ὀρφανίαν καὶ χηρείαν ὀδυρομένων, καὶ τοῖς μετοίκοις καὶ προσηλύτοις κακῶς δικάζειν αἱρουμένων, καὶ τὴν ἐμὴν οὐ δειμαίνοντα κρίσιν, εἰσπράξω ποινὴν, καὶ οὐκ ἀνέξομαι τοὺς ἀδικουμένους περιιδεῖν
And against the adulteresses, and against those who swear falsely by my name, and against those who defraud the hireling of his wages, and oppress widows, and strike orphans with the fist, and turn aside the judgment of the sojourner, and those who do not fear me, says the Lord Almighty. Likewise, he says, against the sorceresses and the adulteresses, and those who dare to swear falsely, and those who reap the labour of hirelings yet are unwilling to render them their wages, and, in a word, everyone who uses his power against those who bewail their orphanhood and widowhood, and who choose to judge unjustly against resident aliens and sojourners, and who do not dread my judgment — I will exact a penalty, and I will not endure to overlook those who are wronged.
又攻擊行淫的婦人,攻擊那些指著我的名起假誓的,攻擊那些剋扣雇工工價的,欺壓寡婦的,以拳擊打孤兒的,屈枉寄居者判斷的,以及那些不敬畏我的,全能的主如此說。祂說:照樣,對那些行巫術的婦人、行淫的婦人、膽敢起假誓的人,以及那些享用雇工的勞力卻不肯給付工價的人,總之,凡是仗勢欺壓那哀哭自己孤寡處境之人、選擇對寄居者和外來人不公審判、又不懼怕我審判的人——我必追討刑罰,斷不容忍坐視受屈之人。
1:3767
ἴστε δὲ ὅπως τοὺς πρὸ ὑμῶν καὶ σφαγῇ παρέδωκα, καὶ δορυαλώτους παρέπεμψα
you know how I delivered your forefathers to slaughter, and sent them off as prisoners of war.
你們知道我怎樣把你們的先祖交給刀劍,又把他們作為戰俘擄去。
1:3768
Καὶ ὑμεῖς, υἱοὶ Ἰακὼβ, οὐκ ἀπέχεσθε ( ζʹ.) ἀπὸ τῶν ἁμαρτιῶν τῶν πατέρων ὑμῶν·
And you, sons of Jacob, have not kept yourselves (7) from the sins of your fathers;
你們雅各的子孫哪,你們仍未脫離(七)你們列祖的罪;
1:3769
ἐξεκλίνατε νό μιμα, καὶ οὐκ ἐφυλάξασθε. Ταυτὰ τοίνυν τοῖς πατράσι τολμῶντες, ταυτὰ πείσεσθε τούτοις
you have turned aside from the statutes, and have not kept them. Therefore, daring the same things as your fathers, you shall suffer the same as they.
你們偏離了律例,並未遵守。所以你們既膽敢行你們列祖所行的,也必遭受他們所受的。
1:3770
Καὶ ἑτέρας δὲ παρανομίας κατηγορίαν προστίθησιν
And he adds an accusation of yet another transgression.
祂又加上對另一項罪過的控訴。
← prev partnext part →
1