📜 Verbum
Scripture and the Fathers, read aloud in the original
♥ Support

← All books · Greek Fathers › Theophilus to Autolycus

Theophilus to Autolycus 3 part 2/2

Greek original · 11 verses · some words can be tapped for a gloss · long chapter, split into parts; this part covers 3:20–3:30 (30 verses in all)

← ch. 2
← prev part
ℹ️ This corpus has no verse-level morphological tagging. Lemmas come mainly from word-level tagging of other books in the same language (not from this verse), falling back to dictionary form-matching for the rest. Rare homographs can still be misread; verify against the original and a specialist lexicon where precision matters.
ℹ️ The Chinese and English alongside are this site's own translation, made directly from the original text on this page (not the CUV or the WEB, which follow the Masoretic Text and a different textual tradition).
3:20
Ὁ δὲ Μωσῆς ὁδηγήσας τοὺς Ἰουδαίους, ὡς ἔφθημεν εἰρηκέναι, ἐκβεβλημένους ἀπὸ γῆς Αἰγύπτου ὑπὸ βασιλέως Φαραὼ, οὗ τοὔνομα Τεθμῶσις, ὃς, φασὶ, μετὰ τὴν ἐκβολὴν τοῦ λαοῦ ἐβασίλευσεν ἔτη εἰκοσιπέντε καὶ μῆνας δ΄, ὡς ὑφῄρηται Μαναιθῶς. καὶ μετὰ τοῦτον Χεβρῶν ἔτη ιγ΄. μετὰ δὲ τοῦτον Ἀμενώφις ἔτη κ΄, μῆνας ἑπτά. μετὰ δὲ τοῦτον ἡ ἀδελφὴ αὐτοῦ Ἀμέσση ἔτη κα΄, μῆνα α΄. μετὰ δὲ ταύτην Μήφρης ἔτη ιβ΄, μῆνας θ΄. μετὰ δὲ τοῦτον Μηθραμμουθώσις ἔτη κ΄, μῆνας ι΄. καὶ μετὰ τοῦτον Τυθμώσης ἔτη θ΄, μῆνας η΄. μετὰ δὲ τοῦτον Δαμφενόφις ἔτη λ΄, μῆνας ι΄. μετὰ δὲ τοῦτον Ὦρος ἔτη λε΄, μῆνας ε΄. τοῦ δὲ θυγάτηρ ἔτη ι΄, μῆνας γ΄. μετὰ δὲ ταύτην Μερχερὴς, ἔτη ιβ΄, μῆνας γ΄. τοῦ δὲ Ἀρμαῖς ἔτη λ΄, μῆνα α΄. μετὰ δὲ τοῦτον Μέσσης Μιαμμοῦ, ἔτη ς΄, καὶ μῆνας β΄. καὶ μετὰ τοῦτον Ῥαμεύσης ἐνιαυτὸν, μῆνας δ΄. καὶ μετὰ τοῦτον Ἀμενώφις ἔτη ιθ΄, μῆνας ς΄. τοῦ δὲ Θοίσσος καὶ Ῥαμέσσης, ἔτη ι΄, οὕς φασιν ἐσχηκέναι πολλὴν δύναμιν ἱππικῆς, καὶ παράταξιν ναυτικῆς κατὰ τοὺς ἰδίους χρόνους. οἱ μὲν Ἑβραῖοι κατ ἐκεῖνο καιροῦ παροικήσαντες ἐν τῇ Αἰγύπτῳ, καὶ καταδουλωθέντες ὑπὸ βασιλέως, ὡς προείρηται, Τεθμῶσις, ᾠκοδόμησαν αὐτῷ πόλεις ὀχυρὰς, τήν τε Πειθὼ καὶ Ῥαμεσῆ, καὶ Ὢν, ἥτις ἐστὶν Ἡλιοπόλις. ὥστε καὶ τῶν πόλεων τῶν τότε ὀνομαστῶν κατ Αἰγυπτίους δείκνυνται προγενέστεροι οἱ Ἑβραῖοι ὄντες, οἱ καὶ προπάτορες ἡμῶν, ἀφ ὧν καὶ τὰς ἱερὰς βίβλους ἔχομεν ἀρχαιοτέρας οὔσας ἁπάντων συγγραφέων, καθὼς προειρήκαμεν. Αἴγυπτος δὲ ἡ χώρα ἐκλήθη ἀπὸ τοῦ βασιλέως Σέθως. ὁ γὰρ Σέθως, φασὶν, Αἴγυπτος καλεῖται. τῷ δὲ Σέθως ἦν ἀδελφὸς ᾧ ὄνομα Ἀρμαῖν. οὗτος Δαναὸς κέκληται ὁ εἰς Ἄργος ἀπὸ Αἰγύπτου παραγενόμενος, οὗ μέμνηνται οἱ λοιποὶ συγγραφεῖς, ὡς πάνυ ἀρχαίου τυγχάνοντος
Now Moses, having led the Jews, as we have already said, expelled from the land of Egypt by king Pharaoh, whose name was Tethmosis—who, they say, after the expulsion of the people reigned twenty-five years and four months, as Manetho records. And after him Chebron thirteen years. After him Amenophis, twenty years, seven months. After him his sister Amesse, twenty-one years, one month. After her Mephres, twelve years, nine months. After him Methrammuthosis, twenty years, ten months. After him Tythmoses, nine years, eight months. After him Damphenophis, thirty years, ten months. After him Horus, thirty-five years, five months. His daughter, ten years, three months. After her Mercheres, twelve years, three months. His son Armais, thirty years, one month. After him Messes Miammou, six years and two months. After him Rameses, one year, four months. After him Amenophis, nineteen years, six months. His sons Thoissos and Rameses, ten years, who, they say, possessed great cavalry power and a marshalled naval force in their own times. The Hebrews, sojourning in Egypt at that time and enslaved by the king, as has been said, Tethmosis, built for him fortified cities, both Pithom and Rameses and On, which is Heliopolis. So that the Hebrews, who are also our forefathers, and from whom we have the sacred books that are older than all writers, as we have said before, are shown to be older even than the cities then renowned among the Egyptians. And the country was called Egypt from king Sethos; for Sethos, they say, is called Egyptus. And Sethos had a brother named Armais; this is the one called Danaus, who came to Argos from Egypt, whom the rest of the writers mention as being very ancient.
如今摩西,如我們前面所說,領了那些被法老王(其名為提特摩西斯)逐出埃及地的猶太人。据馬內托所記,這王在驅逐百姓後在位二十五年四個月。其後是革布隆,十三年。其後是阿門諾斐斯,二十年七個月。其後是他的姉妹阿梅塞,二十一年一個月。其後是墨弗瑞斯,十二年九個月。其後是墨特拉穆托西斯,二十年十個月。其後是提特摩塞斯,九年八個月。其後是達姆費諾斐斯,三十年十個月。其後是和璐斯,三十五年五個月。他的女兒,十年三個月。其後是墨爾刻瑞斯,十二年三個月。他的兒子阿爾麥斯,三十年一個月。其後是墨塞斯·米阿穆,六年又兩個月。其後是拉美西斯,一年四個月。其後是阿門諾斐斯,十九年六個月。他的兒子托伊索斯與拉美塞斯,十年;据說他們在自己的時代擁有強大的騎兵與整備的海軍。希伯來人當時寄居埃及,並如前所述被提特摩西斯王奴役,為他建造了堅固的城,就是比東、蘭塞和安(即赫利俄波利斯)。如此,希伯來人——他們也是我們的先祖,我們從他們得了那比一切著作家都更古老的聖書,如前所述——被証明比當時埃及人中著名的城邑還要古老。這地稱為埃及,是因王塞托斯而得名;据他們說,塞托斯即稱為埃古普托斯。塞托斯有一個兄弟名叫阿爾麥因;這人就是那從埃及來到阿爾戈斯、被稱為達那俄斯的,其餘著作家提到他,說他是非常古老的人物。
3:21
Μαναιθῶς δὲ ὁ κατ Αἰγυπτίους πολλὰ φλυαρήσας, ἔτι μὴν καὶ βλάσφημα εἰπὼν εἴς τε Μωσέα καὶ τοὺς σὺν αὐτῷ Ἑβραίους, ὡς δῆθεν διὰ λέπραν ἐκβληθέντας ἐκ τῆς Αἰγύπτου, οὐχ εὗρε τὸ ἀκριβὲς τῶν χρόνων εἰπεῖν. ποιμένας μὲν γὰρ αὐτοὺς εἰπὼν καὶ πολεμίους Αἰγυπτίων, τὸ μὲν ποιμένας ἄκων εἶπεν, ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας· ἦσαν γὰρ ὄντως ποιμένες οἱ προπάτορες ἡμῶν, οἱ παροικήσαντες ἐν Αἰγύπτῳ, ἀλλ οὐ λεπροί. παραγενόμενοι γὰρ εἰς τὴν γῆν καλουμένην Ἱεροσόλυμα, ἔνθα καὶ μεταξὺ κατῴκησαν, δηλοῦται τῷ τρόπῳ οἱ ἱερεῖς αὐτῶν, διὰ προστάγματος Θεοῦ, προσκαρτεροῦντες τῷ ναῷ τότε ἐθεράπευον πᾶσαν νόσον, ὥστε καὶ λεπρῶντας καὶ πάντα μῶμον ἰῶντο. ναὸν ᾠκοδόμησε Σολομῶν ὁ βασιλεὺς τῆς Ἰουδαίας. περὶ δὲ τοῦ πεπλανῆσθαι τὸν Μαναιθὼ περὶ τῶν χρόνων, ἐκ τῶν ὑπ αὐτοῦ εἰρημένων δῆλόν ἐστιν· (ἀλλὰ καὶ περὶ τοῦ βασιλέως τοῦ ἐκβαλόντος αὐτοὺς, Φαραὼ τοὔνομα. οὐκέτι γὰρ αὐτῶν ἐβασίλευσε. καταδιώξας γὰρ Ἑβραίους μετὰ τοῦ στρατεύματος κατεποντίσθη εἰς τὴν ἐρυθρὰν θάλασσαν. ἔτι μὴν καὶ οὓς ἔφη ποιμένας πεπολεμηκέναι τοὺς Αἰγυπτίους, ψεύδεται) πρὸ ἐτῶν γὰρ τριακοσίων δεκατριῶν ἐξῆλθον ἐκ τῆς Αἰγύπτου, καὶ ᾤκησαν ἐκ τότε τὴν χώραν, τὴν ἔτι καὶ νῦν καλουμένην Ἰουδαίαν, πρὸ τοῦ καὶ Δαναὸν εἰς Ἄργος ἀφικέσθαι. ὅτι δὲ τοῦτον ἀρχαιότερον ἡγοῦνται τῶν λοιπῶν κατὰ Ἕλληνας οἱ πλείους, σαφές ἐστιν, ὥστε ὁ Μαναιθὼς δύο τάξεις ἄκων τῆς ἀληθείας μεμήνυκεν ἡμῖν, διὰ τῶν αὐτοῦ γραμμάτων· πρῶτον μὲν ποιμένας αὐτοὺς ὁμολογήσας, δεύτερον εἰπὼν καὶ τὸ ἐξεληλυθέναι αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὥστε καὶ ἐκ τούτων τῶν ἀναγραφῶν δείκνυσθαι προγενέστερον εἶναι τὸν Μωσῆν καὶ τοὺς σὺν αὐτῷ, ἐννεακοσίους ἢ καὶ χιλίους ἐνιαυτοὺς πρὸ τοῦ Ἰλιακοῦ πολέμου
But Manetho, who among the Egyptians babbled much, and moreover spoke blasphemously against Moses and the Hebrews with him, alleging that they were expelled from Egypt on account of leprosy, did not succeed in stating the chronology accurately. For in calling them shepherds and enemies of the Egyptians, he said 'shepherds' unwillingly, being convicted by the truth; for our forefathers who sojourned in Egypt were indeed shepherds, but not lepers. For having come to the land called Jerusalem, where they afterward dwelt, it is shown by the manner in which their priests, by command of God, attending the temple, then healed every disease, so that they cured even lepers and every blemish. Solomon the king of Judaea built the temple. That Manetho erred concerning the chronology is plain from what he himself said. (And concerning the king who expelled them, Pharaoh by name—he no longer reigned over them; for having pursued the Hebrews with his army, he was drowned in the Red Sea. Moreover, in saying that those whom he called shepherds made war on the Egyptians, he lies.) For three hundred and thirteen years before, they came out of Egypt and from then dwelt in the country still now called Judaea, before even Danaus came to Argos. And that most of the Greeks reckon him more ancient than the rest is clear, so that Manetho, against his will, has disclosed to us two facts through his own writings: first, having confessed them to be shepherds; second, having said that they came out of the land of Egypt; so that from these records also it is shown that Moses and those with him are earlier by nine hundred or even a thousand years than the Trojan War.
但在埃及人中胡言亂語甚多的馬內托,並且褻瀆地攻擊摩西和與他同來的希伯來人,誣指他們是因痲瘋而被逐出埃及的,他卻未能準確陳述年代。因他稱他們為牧人、為埃及人的仇敵,這「牧人」一詞他是不情願地說的,是被真理所定的罪;因為我們那寄居埃及的先祖確是牧人,卻不是痲瘋病人。他們來到那稱為耶路撒冷的地、後來在那裡居住,從他們祭司的作為可以看出:這些祭司奉神的命令在聖殿供職,那時醫治各樣的病,甚至治好痲瘋病人和各樣的殘疾。猶太的王所羅門建造了那聖殿。馬內托在年代上有誤,從他自己所說的就顯明了。(至於那驅逐他們的王,名叫法老——他不再作王統治他們;因他帶著軍隊追趕希伯來人,溺死在紅海裡。此外,他說那些被他稱為牧人的人曾與埃及人爭戰,這也是說謊。)因為他們在三百一十三年前就出了埃及,從那時起就住在直到如今仍稱為猶太的地,這還在達那俄斯來到阿爾戈斯之前。而希臘人中大多數人都認為達那俄斯比其餘人古老,這是顯然的,所以馬內托藉自己的著作,違背己意向我們透露了兩件事:第一,承認他們是牧人;第二,說他們出了埃及地;所以從這些記載也可証明,摩西和與他同行的人,比特洛伊戰爭早九百年甚至一千年。
3:22
Ἀλλὰ καὶ περὶ τοῦ ναοῦ τῆς οἰκοδομῆς τοῦ ἐν τῇ Ἰουδαίᾳ, ὃν ᾠκοδόμησεν ὁ βασιλεὺς Σολομῶν μετὰ ἔτη πεντακόσια ἑξήκοντα ἓξ τῆς Αἰγύπτου ἐξοδίας τῶν Ἰουδαίων, παρὰ Τυρίοις ἀναγέγραπται, ὡς ὁ ναὸς ᾠκοδόμηται, καὶ ἐν τοῖς ἀρχείοις αὐτῶν πεφύλακται τὰ γράμματα, ἐν αἷς ἀναγραφαῖς εὑρίσκεται γεγονὼς ὁ ναὸς, πρὸ τοῦ τοὺς Τυρίους τὴν Καρχηδόνα κτίσαι, θᾶττον ἔτεσιν ἕκατον τεσσαράκοντα τρίσι, μησὶν ὀκτώ· (ἀνεγράφη δὲ ὑπὸ Ἱερώμου τοὔνομα βασιλέως Τυρίων υἱοῦ δὲ Ἀβειμάλου, διὰ τὸ ἐκ πατρικῆς συνηθείας τὸν Ἱέρωμον γεγενῆσθαι φίλον τοῦ Σολομῶντος· ἅμα καὶ διὰ τὴν ὑπερβάλλουσαν σοφίαν, ἣν ἔσχεν ὁ Σολομῶν. ἐν γὰρ προβλήμασιν ἀλλήλους συνεχῶς ἐγύμναζον. τεκμήριον δὲ τούτου καὶ ἀντίγραφα ἐπιτστολῶν αὐτῶν φασι μέχρι τοῦ δεῦρο παρὰ τοῖς Τυρίοις πεφυλαγμένα. γράμματά τε ἀλλήλοις διέπεμπον) καθὼς μέμνηται Μένανδρος ὁ Ἐφέσιος, ἱστορῶν περὶ τῆς Τυρίων βασιλείας, λέγων οὕτως· τελευτήσαντος γὰρ Ἀβειμάλου βασιλέως Τυρίων, διεδέξατο τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἱέρωμος, βιώσας ἔτη πεντήκοντα τρία. τοῦτον δὲ διεδέξατο Βάζωρος βιώσας ἔτη μγ΄, ὃς ἐβασίλευσεν ἔτη ιζ΄. μετὰ δὲ τοῦτον Μεθουάσταρτος βιώσας ἔτη νδ΄. ἐβασίλευσεν ἔτη ιβ΄. μετὰ δὲ τοῦτον ὁ ἀδελφὸς αὐτοῦ Ἀθάρυμος, βιώσας ἔτη νή, ἐβασίλευσεν ἔτη θ΄. τοῦτον ἀνεῖλεν ὁ ἀδελφὸς αὐτοῦ Ἕλλης τοὔνομα, ὃς βιώσας ἔτη ν΄, ἐβασίλευσε μῆνας η΄· τοῦτον ἀνεῖλεν Ἰουθώβαλος, ἱερεὺς τῆς Ἀστάρτης, ὃς βιώσας ἔτη μ΄, ἐβασίλευσεν ἔτη ιβ΄. τοῦτον διεδέξατο ὁ υἱὸς αὐτοῦ Βάζωρος, ὃς βιώσας ἔτη μέ, ἐβασίλευσεν ἔτη ζ΄. υἱὸς δὲ τούτου Μεττὴν, ὃς βιώσας ἔτη λβ΄, ἐβασίλευσεν ἔτη κθ΄. τοῦτον διεδέξατο Πυγμαλίων Πυγμαλίου, ὃς βιώσας ἔτη νς΄, ἐβασίλευσεν ἔτη ζ΄. ἐν δὲ τῷ ἑβδόμῳ ἔτει τῆς βασιλείας ἡ ἀδελφὴ αὐτοῦ εἰς Λιβύην φυγοῦσα, πόλιν ᾠκοδόμησε τὴν μέχρι τοῦ δεῦρο Καρχηδονίαν καλουμένην. συνάγεται οὖν πᾶς χρόνος ἀπὸ τῆς Ἱερώμου βασιλείας μέχρι Καρχηδόνος κτίσεως ἔτη ρνε΄, μῆνες η΄. τῷ δὲ δωδεκάτῳ ἔτει τῆς Ἱερώμου βασιλείας ἐν Ἱεροσολύμοις ὁ ναὸς ᾠκοδομήθη· ὥστε τὸν πάντα χρόνον γεγενῆσθαι ἀπὸ τῆς τοῦ ναοῦ οἰκοδομῆς, μέχρι Καρχηδόνος κτίσεως ἔτη ρμγ΄. μῆνες η΄
Moreover, concerning the building of the temple in Judaea, which king Solomon built five hundred and sixty-six years after the exodus of the Jews from Egypt, it is recorded among the Tyrians that the temple was built, and the documents are preserved in their archives, in which records the temple is found to have been built one hundred and forty-three years and eight months before the Tyrians founded Carthage. (It was recorded by a king of the Tyrians named Hiram, son of Abimalus, because Hiram, through ancestral custom, had become a friend of Solomon; and also because of the surpassing wisdom which Solomon had. For they continually exercised one another with problems. And as proof of this they say copies of their letters are preserved among the Tyrians even to this day; and they exchanged writings with one another.) As Menander of Ephesus records, relating the history of the kingdom of the Tyrians, saying thus: 'For upon the death of Abimalus king of the Tyrians, his son Hiram succeeded to the kingdom, having lived fifty-three years. Him succeeded Bazorus, having lived forty-three years, who reigned seventeen years. After him Methuastartus, having lived fifty-four years, reigned twelve years. After him his brother Atharymus, having lived fifty-eight years, reigned nine years. Him his brother named Helles slew, who, having lived fifty years, reigned eight months. Him Iouthobalus, priest of Astarte, slew, who, having lived forty years, reigned twelve years. Him his son Bazorus succeeded, who, having lived forty-five years, reigned seven years. And his son was Metten, who, having lived thirty-two years, reigned twenty-nine years. Him Pygmalion son of Pygmalion succeeded, who, having lived fifty-six years, reigned seven years. And in the seventh year of his reign his sister, having fled to Libya, built the city now called Carthage.' The whole time, then, from the reign of Hiram to the founding of Carthage comes to one hundred and fifty-five years and eight months. And in the twelfth year of Hiram's reign the temple in Jerusalem was built; so that the whole time from the building of the temple to the founding of Carthage was one hundred and forty-three years and eight months.
此外,關於猶太聖殿的建造——所羅門王在猶太人出埃及之後五百六十六年建造了它——推羅人有記載,說那聖殿是如何建成的,其文獻保存在他們的檔案中。在那些記載中查得,那聖殿的建成,比推羅人建造迦太基早一百四十三年又八個月。(這是由名叫希蘭的推羅王、亞比馬路斯之子所記錄的,因希蘭憑著祖傳的情誼成了所羅門的朋友;也因所羅門所具有的超群智慧。因他們不斷以難題互相切磋。作為佐証,据說他們往來書信的副本直到如今仍保存在推羅人那裡;他們彼此互通文書。)正如以弗所的米南德所記,他述說推羅王國的歷史,如此說:「推羅王亞比馬路斯死後,其子希蘭繼承王位,活了五十三歲。繼他的是巴佐路斯,活了四十三歲,在位十七年。其後是墨圖阿斯塔爾托斯,活了五十四歲,在位十二年。其後是他的兄弟阿塔呂摩斯,活了五十八歲,在位九年。他被兄弟名叫赫勒斯的所殺;赫勒斯活了五十歲,在位八個月。赫勒斯被阿斯塔特的祭司尤托巴路斯所殺;此人活了四十歲,在位十二年。繼他的是他的兒子巴佐路斯,活了四十五歲,在位七年。他的兒子是墨滕,活了三十二歲,在位二十九年。繼他的是皮格馬利翁之子皮格馬利翁,活了五十六歲,在位七年。在他在位第七年,他的姉妹逃往利比亞,建造了直到如今稱為迦太基的城。」那麼,從希蘭在位到迦太基建城,全部時間共計一百五十五年又八個月。而在希蘭在位第十二年,耶路撒冷的聖殿建成;所以從聖殿建造到迦太基建城,全部時間是一百四十三年又八個月。
3:23
Τῆς μὲν οὖν Φοινίκων καὶ Αἰγυπτίων μαρτυρίας, ὡς ἱστορήκασι περὶ τῶν καθ ἡμᾶς χρόνων οἱ συγγράψαντες Μαναιθῶς ὁ Αἰγύπτιος καὶ ὁ Μένανδρος ὁ Ἐφέσιος, ἔτι δὲ καὶ Ἰώσιππος ὁ ἀναγράψας τὸν Ἰουδαϊκὸν πόλεμον, τὸν γενόμενον αὐτοῖς ὑπὸ Ῥωμαίων, ἀρκετῶς ἤτω ἡμῖν τὰ εἰρημένα. ἐκ γὰρ τούτων τῶν ἀρχαίων δείκνυται καὶ τὰ τῶν λοιπῶν συγγράμματα ἔσχατα εἶναι τῶν διὰ Μωσέως ἡμῖν δεδομένων γραμμάτων, ἔτι μὴν καὶ τῶν μεταξὺ προφητῶν. ὁ γὰρ ὕστερος τῶν προφητῶν γενόμενος, Ζαχαρίας ὀνόματι, ἤκμασε κατὰ τὴν Δαρείου βασιλείαν. ἀλλὰ καὶ οἱ νομοθέται πάντες μεταξὺ εὑρίσκονται νομοθετοῦντες. εἰ γάρ τις εἴποι Σόλωνα τὸν Ἀθηναῖον, οὗτος γέγονε κατὰ τοὺς χρόνους Κύρου καὶ Δαρείου τῶν βασιλέων, κατὰ τὸν χρόνον Ζαχαρίου τοῦ προειρημένου προφήτου, μεταξὺ γεγενημένου πάνυ πολλοῖς ἔτεσιν· ἤτοι καὶ περὶ Λυκούργου, ἢ Δράκοντος, ἢ Μίνω τῶν νομοθετῶν, Ἰώσιππος γράφων λέγει ὅτι προάγουσιν αὐτοὺς ἀρχαιότητι αἱ ἱεραὶ βίβλοι, ὅπου γε καὶ τοῦ Διὸς τοῦ Κρητῶν βασιλεύσαντος, ἀλλὰ μὴν καὶ τοῦ Ἰλιακοῦ πολέμου δείκνυται προάγοντα τὰ γράμματα τοῦ θείου νόμου, τοῦ διὰ Μωσέως ἡμῖν δεδομένου. ἵνα δὲ ἀκριβεστέραν ποιήσωμεν τὴν ἀπόδειξιν τῶν καιρῶν καὶ χρόνων, Θεοῦ ἡμῖν παρέχοντος, οὐ μόνον τὰ μετὰ κατακλυσμὸν ἱστοροῦντες, ἀλλὰ καὶ τὰ πρὸ κατακλυσμοῦ, εἰς τὸ καὶ τῶν ἁπάντων κατὰ τὸ δυνατὸν εἰπεῖν ἡμῖν τὸν ἀριθμὸν, νυνὶ ποιησόμεθα, ἀναδραμόντες ἐπὶ τὴν ἀνέκαθεν ἀρχὴν τῆς τοῦ κόσμου κτίσεως, ἣν ἀνέγραψε Μωσῆς ὁ θεράπων τοῦ Θεοῦ, διὰ πνεύματος ἁγίου. εἰπὼν γὰρ τὰ περὶ κτίσεως καὶ γενέσεως κόσμου, τοῦ πρωτοπλάστου ἀνθρώπου, καὶ τὰ τῶν ἑξῆς γεγενημένων, ἐσήμανε καὶ τὰ πρὸ κατακλυσμοῦ ἔτη γενόμενα. ἐγὼδ αἰτοῦμαι χάριν παρὰ τοῦ μόνου θεοῦ, εἰς τὸ τἀληθῆ κατὰ τὸ θέλημα αὐτοῦ πάντα ἀκριβῶς εἰπεῖν, ὅπως καὶ σὺ, καὶ πᾶς ὁ τούτοις ἐντυγχάνων, ὁδηγῆται ὑπὸ τῆς ἀληθείας καὶ χάριτος αὐτοῦ. ἄρξομαι δὴ πρῶτον ἀπὸ τῶν ἀναγεγραμμένων γενεαλογιῶν, λέγω δὲ ἀπὸ τοῦ πρωτοπλάστου ἀνθρώπου τὴν ἀρχὴν ποιησάμενος
Let the testimony, then, of the Phoenicians and Egyptians—as the writers Manetho the Egyptian and Menander of Ephesus, and also Josephus, who recorded the Jewish War waged against them by the Romans, have related concerning our chronology—suffice for what we have said. For from these ancient records it is shown that the writings of the rest are also later than the letters given to us through Moses, and indeed than those of the intervening prophets. For the latest of the prophets, Zechariah by name, flourished during the reign of Darius. But all the lawgivers also are found to have legislated in the interval. For if one should name Solon the Athenian, he lived in the times of Cyrus and Darius the kings, during the time of Zechariah the aforesaid prophet, who came many years earlier in the interval. Or concerning Lycurgus, or Draco, or Minos the lawgivers, Josephus writes, saying that the sacred books surpass them in antiquity, seeing that they are shown to precede even Zeus who reigned over the Cretans, and indeed even the Trojan War—the writings of the divine law given to us through Moses. But that we may make our demonstration of the seasons and times more accurate, God granting it—recording not only the events after the flood but also those before the flood, so that we may state, as far as possible, the number of them all—we will now do so, running back to the very beginning of the creation of the world, which Moses the servant of God recorded through the Holy Spirit. For having told the things concerning the creation and genesis of the world, of the first-formed man, and the things that came to pass thereafter, he signified also the years that occurred before the flood. And I ask grace from the only God, that I may state all things accurately and truly according to His will, so that you too, and everyone who reads these things, may be guided by His truth and grace. I will begin, then, first from the recorded genealogies, making my beginning, I say, from the first-formed man.
那麼,腓尼基人與埃及人的見証——正如埃及人馬內托、以弗所的米南德,以及記述羅馬人對他們所發動的猶太戰爭的約瑟夫斯,所述及我們年代的——足以印証我們所說的了。因為從這些古老的記載可以証明,其餘人的著作也都晚於藉摩西賜給我們的文書,甚至晚於其間衆先知的著作。因為衆先知中最末的一位,名叫撒迦利亞,在大利烏在位期間興盛。但一切立法者也都被發現是在這期間立法的。因為若有人提到雅典的梭倫,此人活在居魯士和大利烏二王的時代,正當前述先知撒迦利亞的時代,而撒迦利亞在這期間還早了許多年。或論及立法者來古格士、德拉古、或米諾斯,約瑟夫斯著作說,聖書在古老上超過他們,因為聖書被証明比那統治克里特的嬙斯還早,甚至比特洛伊戰爭還早——這就是藉摩西賜給我們的神聖律法的文書。但為使我們對時節與年代的論証更精確,趖蒙神所許——不僅記述洪水之後的事,也記述洪水之前的事,好叫我們儘可能道出這一切的數目——我們如今就要這樣做,回溯到世界受造最起初的開端,那是神的僕人摩西藉聖靈所記錄的。因他既述說了關於世界的創造與起源、初造之人、以及隨後所發生的事,也指明了洪水之前所經歷的年數。我向獨一的神祈求恩典,使我能照他的旨意精確真實地道出一切,好叫你,以及凡讀這些的人,都被他的真理與恩典所引導。那麼,我要先從所記載的家譜開始,就是說,從初造之人開始。
3:24
Ἀδὰμ ἕως οὗ ἐτέκνωσεν ἔτη σλ΄. υἱὸς δὲ τούτου Σὴθ ἔτη σέ. υἱὸς δὲ τούτου Ἐνῶς ἔτη ρ(??). υἱὸς δὲ τούτου Καϊνὰν ἔτη ρο΄. υἱὸς δὲ τούτου Μαλελεὴλ ἔτη ρξε΄. υἱὸς δὲ τούτου Ἰάρεθ ἔτη ρξβ΄. υἱὸς δὲ τούτου Ἐνὼχ ἔτη ρξε΄. υἱὸς δὲ τούτου Μαθουσάλα ἔτη ρξζ΄. υἱὸς δὲ τούτου Λάμεχ ἔτη ρπη΄. τούτῳ δὲ υἱὸς ἐγενήθη ὁ προειρημένος Νῶε, ὃς ἐτέκνωσε τὸν Σὴμ ὢν ἐτῶν φ΄. ἐπὶ τούτου ἐγένετο ὁ κατακλυσμὸς ὄντος αὐτοῦ ἐτῶν χ΄. τὰ πάντα οὖν μέχρι κατακλυσμοῦ γεγένηται ἔτη βσμβ΄. μετὰ δὲ τὸν κατακλυσμὸν εὐθέως ὁ Σὴμ, ὢν ἐτῶν ρ', ἐτέκνωσε τὸν Ἀρφαξάθ. Ἀρφαξὰθ δὲ ἐτέκνωσε Σαλὰ ὢν ἐτῶν ρλε΄. ὁ δὲ Σαλὰ ἐτέκνωσεν ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ἕβερ ὢν ἐτῶν ρλδ΄. ἀφ οὗ καὶ τὸ γένος αὐτῶν Ἑβραῖοι προσηγορεύθησαν. τούτου δὲ υἱὸς Φαλὲγ ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ῥαγεῦ ὢν ἐτῶν ρλβ΄. τούτου δὲ υἱὸς Σεροὺχ ὢν ἐτῶν ρλ΄. τούτου δὲ υἱὸς Ναχὼρ ὢν ἐτῶν οε΄. τούτου δὲ υἱὸς θάῤῥα ὢν ἐτῶν ο'. τούτου δὲ υἱὸς Ἀβραὰμ ὁ πατριάρχης ἡμῶν ἐτέκνωσε τὸν Ἰσαὰκ ὢν ἐτῶν ρ΄. γίνονται οὖν μέχρι Ἀβραὰμ ἔτη γσοή. Ἰσαὰκ ὁ προειρημένος ἕως τεκνογονίας ἔζησεν ἔτη ξ΄. ὃς ἐγέννησε τὸν Ἰακώβ. ἔζησεν ὁ Ἰακὼβ ἕως τῆς μετοικεσίας τῆς ἐν Αἰγύπτῳ γενομένης, ἧς ἐπάνω προειρήκαμεν, ὢν ἐτῶν ρλ΄. ἡ δὲ παροίκησις τῶν Ἑβραίων ἐν Αἰγύπτῳ ἐγενήθη ἔτη υλ΄. καὶ μετὰ τὸ ἐξελθεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ἐν τῇ ἐρήμῳ καλουμένῃ διέτριψαν ἔτη μ΄. γίνεται οὖν τὰ πάντα ἔτη γ(??)λη΄. ᾧ καιρῷ τοῦ Μωσέως τελευτήσαντος διεδέξατο ἄρχειν Ἰησοῦς υἱὸς Ναυὶ, ὃς προέστη αὐτῶν ἔτεσι κζ΄. μετὰ δὲ τὸν Ἰησοῦν τοῦ λαοῦ παραβάντος ἀπὸ τῶν ἐντολῶν τοῦ θεοῦ, ἐδούλευσαν βασιλεῖ Μεσοποταμίας Χουσαράθων ὀνόματι ἔτεσιν ὀκτώ. εἶτα μετανοήσαντος τοῦ λαοῦ κριταὶ ἐγενήθησαν αὐτοῖς. Γοθονοὴλ ἔτεσι τεσσαράκοντα. Ἐγλὼν ἔτεσιν ιη΄. Ἀὼθ ἔτεσιν η΄. ἔπειτα πταισάντων αὐτῶν ἀλλόφυλοι ἐκράτησαν ἔτεσι κ΄. ἔπειτα Δεββώρα ἔκρινεν αὐτοὺς ἔτεσι μ΄. ἔπειτα Μαδιανίται ἐκράτησαν αὐτῶν ἔτεσι ζ΄. εἶτα Γεδεὼν ἔκρινεν αὐτοὺς ἔτεσι μ΄. Ἀβιμέλεχ ἔτεσι γ΄. Θωλὰ ἔτεσι κβ΄. Ἰαεὶρ ἔτεσι κβ΄. ἔπειτα Φυλιστιεὶμ, καὶ Ἀμμανίται ἐκράτησαν αὐτῶν ἔτεσιν ιη΄. εἶτα Ἰεφθάε ἔκρινεν αὐτοὺς ἔτεσιν ἕξ. Ἐσβὼν ἔτεσι ζ΄. Αἰλὼν ἔτεσιν ι΄. Ἀβδὼν ἔτεσιν η΄. ἔπειτα ἀλλόφυλοι ἐκράτησαν αὐτῶν ἔτεσι μ΄. εἶτα Σαμψὼν ἔκρινεν αὐτοὺς ἔτεσι κ΄. ἔπειτα εἰρήνη ἐν αὐτοῖς ἐγένετο ἔτεσι μ΄. εἶτα Σαμηρὰ ἔκρινεν αὐτοὺς ἐνιαυτὸν, Ἠλὶς ἔτεσι κ΄. Σαμουὴλ ἔτεσιν ιβ΄
Adam, until he begot offspring: 230 years. His son Seth: 205. His son Enos: 190. His son Cainan: 170. His son Maleleel: 165. His son Jared: 162. His son Enoch: 165. His son Mathusala: 167. His son Lamech: 188. To him was born a son, the aforesaid Noah, who begot Shem when he was 500 years old; in his time the flood occurred, when he was 600 years old. All the years, then, until the flood came to 2242. And immediately after the flood Shem, being 100 years old, begot Arphaxad. And Arphaxad begot Sala, being 135 years old. And Sala begot when he was 130 years old. His son was Eber, being 134 years old—from whom their race was called Hebrews. His son was Phaleg, being 130 years old. His son was Ragau, being 132 years old. His son was Serug, being 130 years old. His son was Nachor, being 75 years old. His son was Tharra, being 70 years old. His son was Abraham our patriarch, who begot Isaac when he was 100 years old. There are, then, until Abraham, 3278 years. The aforesaid Isaac lived until he begot offspring 60 years; he begot Jacob. Jacob lived until the migration into Egypt, of which we spoke above, being 130 years old. And the sojourn of the Hebrews in Egypt was 430 years. And after they came out of the land of Egypt, they passed 40 years in the wilderness, as it is called. The whole, then, comes to 3,938 years. At which time, Moses having died, Joshua son of Nun succeeded to the leadership, who presided over them 27 years. And after Joshua, the people having transgressed the commandments of God, they served the king of Mesopotamia named Chusarathon eight years. Then, the people having repented, judges arose for them: Gothoniel, 40 years; Eglon, 18 years; Aoth, 8 years. Then, when they offended, foreigners prevailed over them 20 years. Then Deborah judged them 40 years. Then the Midianites prevailed over them 7 years. Then Gideon judged them 40 years. Abimelech, 3 years. Thola, 22 years. Jair, 22 years. Then the Philistines and Ammonites prevailed over them 18 years. Then Jephthah judged them six years. Esbon, 7 years. Ailon, 10 years. Abdon, 8 years. Then foreigners prevailed over them 40 years. Then Samson judged them 20 years. Then there was peace among them 40 years. Then Samera judged them one year; Eli, 20 years; Samuel, 12 years.
亞當,直到生子之時:二百三十年。他兒子塞特:二百零五年。他兒子以挪士:一百九十年。他兒子該南:一百七十年。他兒子瑪勒列:一百六十五年。他兒子雅列:一百六十二年。他兒子以諾:一百六十五年。他兒子瑪土撒拉:一百六十七年。他兒子拉麥:一百八十八年。拉麥生了一個兒子,就是前述的挪亞;挪亞五百歲時生了閃;洪水臨到時,挪亞六百歲。那麼,直到洪水,共二千二百四十二年。洪水之後,閃隨即在一百歲時生了亞法撒。亞法撒一百三十五歲時生了沙拉。沙拉一百三十歲時生子。他兒子是希伯,當時一百三十四歲——他們的族類「希伯來人」即由此得名。他兒子是法勒,當時一百三十歲。他兒子是拉吳,當時一百三十二歲。他兒子是西鹿,當時一百三十歲。他兒子是拿鶴,當時七十五歲。他兒子是他拉,當時七十歲。他兒子是我們的先祖亞伯拉罕,他一百歲時生了以撒。那麼,直到亞伯拉罕,共三千二百七十八年。前述的以撒活到生子之時是六十歲;他生了雅各。雅各活到遷往埃及之時(即我們上面所述的)是一百三十歲。希伯來人在埃及的寄居是四百三十年。他們出埃及地之後,在那所謂的曠野經過了四十年。那麼,全部共計三千九百三十八年。當摩西去世之時,嫩的兒子約書亞接續作領袖,治理他們二十七年。約書亞之後,百姓干犯了神的誡命,便服事美索不達米亞王古珊利薩田八年。後來百姓悔改,就有士師爲他們興起:俄陀聶,四十年;伊磯倫,十八年;以笏,八年。後來他們犯罪,外邦人轄制他們二十年。後來底波拉審判他們四十年。後來米甸人轄制他們七年。其後基甸審判他們四十年。亞比米勒,三年。陀拉,二十二年。睚珥,二十二年。後來非利士人和亞捫人轄制他們十八年。其後耶弗他審判他們六年。以比讃,七年。以倫,十年。押頓,八年。後來外邦人轄制他們四十年。其後參孫審判他們二十年。後來他們中間太平四十年。其後撒姆拉審判他們一年;以利,二十年;撒母耳,十二年。
3:25
Μετὰ δὲ τοὺς κριτὰς ἐγένοντο βασιλεῖς ἐν αὐτοῖς. πρῶτος ὀνόματι Σαοὺλ, ὃς ἐβασίλευσεν ἔτη κ΄. ἔπειτα Δαυὶδ ὁ πρόγονος ἡμῶν ἔτη μ΄. γίνεται οὖν μέχρι τῆς τοῦ Δαυὶδ βασιλείας τὰ πάντα ἔτη υ(??)ς΄. μετὰ δὲ τούτους ἐβασίλευσε Σολομῶν, ὁ καὶ τὸν ναὸν τὸν ἐν Ἱεροσολύμοις κατὰ βουλὴν Θεοῦ πρῶτος οἰκοδομήσας δι ἐτῶν μ΄. μετὰ δὲ τοῦτον Ῥοβοὰμ ἔτεσιν ιζ΄. καὶ μετὰ τοῦτον Ἐβίας ἔτεσι ζ΄. καὶ μετὰ τοῦτον Ἐσὰ ἔτεσι μά. καὶ μετὰ τοῦτον Ἰωσαφὰτ ἔτεσι κέ. μετὰ δὲ τοῦτον Ἰωρὰμ ἔτη η΄. μετὰ δὲ τοῦτον Ὀχοσίας ἐνιαυτόν. καὶ μετὰ τοῦτον Γοθολία ἔτεσιν ἕξ. μετὰ δὲ ταύτην Ἰωσίας ἔτεσι μ΄. καὶ μετὰ τοῦτον Ἀμεσίας ἔτεσι λθ΄. καὶ μετὰ τοῦτον Ὀζίας ἔτεσι νβ΄. μετὰ δὲ τοῦτον Ἰωαθὰμ ἔτεσιν ις΄. μετὰ δὲ τοῦτον Ἄχαζ ἔτεσιν ιζ΄. καὶ μετὰ τοῦτον Ἑζεκίας ἔτεσι κθ΄. μετὰ δὲ τοῦτον Μανασσὴς ἔτεσι νε΄. μετὰ δὲ τοῦτον Ἀμὼς ἔτεσι δυσί. μετὰ δὲ τοῦτον Ἰωσίας ἔτεσι λα΄. μετὰ δὲ τοῦτον Ὠχὰς μῆνας γ΄. μετὰ δὲ τοῦτον Ἰωακεὶμ ἔτη ια΄. ἔπειτα Ἰωακεὶμ ἕτερος μῆνας γ΄. ἡμέρας ι΄. μετὰ δὲ τοῦτον Σεδεκίας ἔτη ια΄. μετὰ δὲ τούτους τοὺς βασιλεῖς διαμένοντος τοῦ λαοῦ ἐπὶ τοῖς ἁμαρτήμασι, καὶ μὴ μετανοοῦντος, κατὰ προφητείαν Ἱερεμίου, ἀνέβη εἰς τὴν Ἰουδαίαν βασιλεὺς Βαβυλῶνος, ὄνομα Ναβουχοδονόσορ. οὗτος μετῴκησε τὸν λαὸν τῶν Ἰουδαίων εἰς Βαβυλῶνα· καὶ τὸν ναὸν κατέστρεψεν, ὃν ᾠκοδομήκει Σολομῶν. ἐν δὲ τῇ μετοικησίᾳ Βαβυλῶνος ὁ λαὸς ἐποίησεν ἔτη ο΄. γίνεται οὖν μετὰ τῆς παροικησίας ἐν γῇ Βαβυλῶνος τὰ πάντα ἔτη δ(??)νδ΄. μῆνες ς΄. ἡμέραι ι΄. ὃν τρόπον δὲ ὁ Θεὸς προεῖπε διὰ Ἱερεμίου τοῦ προφήτου, τὸν λαὸν αἰχμαλωτισθῆναι εἰς Βαβυλῶνα, οὕτως προεσήμανε καὶ τὸ πάλιν ἐπανελθεῖν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν μετὰ ο΄. ἔτη. τελειουμένων οὖν ο΄. ἐτῶν, γίνεται Κύρος βασιλεὺς Περσῶν, ὃς κατὰ τὴν προφητείαν Ἱερεμίου, δευτέρῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐκήρυξε, κελεύων δι ἐγγραφῶν τοὺς Ἰουδαίους πάντας, τοὺς ὄντας ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἐπιστρέφειν εἰς τὴν ἑαυτῶν χώραν, καὶ τῷ Θεῷ ἀνοικοδομεῖν τὸν ναὸν, ὃν καθῃρήκει βασιλεὺς Βαβυλῶνος ὁ προειρημένος. πρὸς τούτοις δὲ ὁ Κύρος, κατ ἐγκέλευσιν τοῦ Θεοῦ προσέταξε Σαβεσσάρῳ καὶ Μιθριδάτῃ τοῖς ἰδίοις σωματοφύλαξι, τὰ σκεύη τὰ ἐκ τοῦ ναοῦ τοῦ τῆς Ἰουδαίας ληφθέντα ὑπὸ τοῦ Ναβουχοδονόσορ, ἀποκομισθῆναι καὶ ἀποτεθῆναι εἰς τὸν ναόν. ἐν τῷ οὖν δευτέρῳ ἔτει Κύρου πληροῦται τὰ ο΄. ἔτη, τὰ προειρημένα ὑπὸ τοῦ Ἱερεμίου
And after the judges there came to be kings among them. The first, by name Saul, who reigned 20 years. Then David our forefather, 40 years. There are, then, until the reign of David, in all 406 years. After these Solomon reigned, who also first built the temple in Jerusalem by the counsel of God, for 40 years. After him Rehoboam, 17 years. After him Abia, 7 years. After him Asa, 41 years. After him Jehoshaphat, 25 years. After him Joram, 8 years. After him Ahaziah, one year. After him Athaliah, 6 years. After her Joash, 40 years. After him Amaziah, 39 years. After him Uzziah, 52 years. After him Jotham, 16 years. After him Ahaz, 17 years. After him Hezekiah, 29 years. After him Manasseh, 55 years. After him Amos, two years. After him Josiah, 31 years. After him Joahaz, 3 months. After him Joakim, 11 years. Then another Joakim, 3 months, 10 days. After him Zedekiah, 11 years. After these kings, the people persisting in their sins and not repenting, according to the prophecy of Jeremiah the king of Babylon, named Nebuchadnezzar, came up against Judaea. He removed the people of the Jews to Babylon and overthrew the temple which Solomon had built. In the removal to Babylon the people spent 70 years. There are, then, including the sojourn in the land of Babylon, in all 4,954 years, 6 months, 10 days. And in the manner in which God foretold through Jeremiah the prophet that the people should be taken captive to Babylon, so also He foresignified that they should again return to their land after 70 years. When the 70 years, then, were completed, Cyrus becomes king of the Persians, who, according to the prophecy of Jeremiah, in the second year of his reign issued a decree, commanding by written edicts that all the Jews who were in his kingdom should return to their own country, and rebuild the temple to God, which the aforesaid king of Babylon had demolished. Besides this, Cyrus, at the command of God, ordered Sabessar and Mithridates, his own bodyguards, that the vessels which had been taken from the temple of Judaea by Nebuchadnezzar should be brought back and restored to the temple. In the second year of Cyrus, then, the 70 years foretold by Jeremiah are fulfilled.
士師之後,他們中間就有了君王。第一位名叫掃羅,在位二十年。其後是我們的先祖大衛,四十年。那麼,直到大衛在位,共計四百零六年。其後所羅門作王,他也照神的旨意首先建造了耶路撒冷的聖殿,在位四十年。其後羅波安,十七年。其後亞比雅,七年。其後亞撒,四十一年。其後約沙法,二十五年。其後約蘭,八年。其後亞哈謝,一年。其後亞他利雅,六年。其後約阿施,四十年。其後亞瑪謝,三十九年。其後烏西雅,五十二年。其後約坦,十六年。其後亞哈斯,十七年。其後希西家,二十九年。其後瑪拿西,五十五年。其後亞們,兩年。其後約西亞,三十一年。其後約哈斯,三個月。其後約雅敬,十一年。其後另一位約雅敬,三個月十日。其後西底家,十一年。在這些君王之後,百姓仍執迷於罪、不肯悔改,照耶利米的預言,巴比倫王名叫尼布甲尼撒的上來攻打猶太。他把猶太百姓遷往巴比倫,並毀壞了所羅門所建的聖殿。百姓在遷往巴比倫的期間度過了七十年。那麼,連同在巴比倫地的寄居,共計四千九百五十四年六個月零十日。神既藉先知耶利米預言百姓必被擄到巴比倫,照樣也預示他們七十年後必再返回本地。那麼,七十年滿了的時候,居魯士作了波斯王;他照耶利米的預言,在他在位第二年頒布詔令,藉著詔書命令凡在他國中的猶太人都返回本鄉,並為神重建那前述巴比倫王所拆毀的聖殿。除此之外,居魯士奉神的吩咐,命他自己的護衛沙巴薩和米特利達,將尼布甲尼撒從猶太聖殿所取去的器皿運回,安置在聖殿中。那麼,在居魯士第二年,耶利米所預言的七十年得以應驗。
3:26
Ἐντεῦθεν ὁρᾷν ἔστι πῶς ἀρχαιότερα καὶ ἀληθέστερα δείκνυται τὰ ἱερὰ γράμματα τὰ καθ ἡμᾶς εἶναι τῶν καθ Ἕλληνας καὶ Αἰγυπτίους, ἢ καί τινων ἑτέρων ἱστοριογράφων. Ἡρόδοτος γὰρ καὶ Θουκυδίδης, ἢ καὶ Ξενοφῶν, ἢ ὅπως οἱ ἄλλοι ἱστοριογράφοι, οἱ πλείους ἤρξαντο σχέδον ἀπὸ τῆς Κύρου καὶ Δαρείου βασιλείας ἀναγράφειν, μὴ ἐξισχύσαντες τῶν παλαιῶν καὶ προτέρων χρόνων τὸ ἀκριβὲς εἰπεῖν. τί γὰρ μέγα ἔφασαν εἰ περὶ Δαρείου καὶ Κύρου, τῶν κατὰ βαρβάρους βασιλέων, εἶπον, ἢ κατὰ Ἕλληνας Ζωπύρου καὶ Ἱππίου, ἢ τοὺς Ἀθηναίων καὶ Λακεδαιμονίων πολέμους, ἢ τὰς Ξέρξου πράξεις, ἢ Παυσανίου τοῦ ἐν τῷ τεμένει τῆς Ἀθηνᾶς λιμῷ κινδυνεύσαντος διαφθαρῆναι, ἢ τὰ περὶ Θεμιστοκλέα, καὶ τὸν πόλεμον τὸν Πελοποννησίων, ἢ τὰ περὶ Ἀλκιβιάδην καὶ Θρασύβουλον; οὐ γὰρ πρόκειται ἡμῖν ὕλη πολυλογίας· ἀλλὰ εἰς τὸ φανερῶσαι τὴν τῶν χρόνων ἀπὸ καταβολῆς κόσμου ποσότητα, καὶ ἐλέγξαι τὴν ματαιοπονίαν καὶ φλυαρίαν τῶν συγγραφέων, ὅτι οὐκ εἰσὶν ἐτῶν οὔτε δισμυρίαι μυριάδες, ὡς Πλάτων ἔφη, καὶ ταῦτα ἀπὸ κατακλυσμοῦ ἕως τῶν αὐτοῦ χρόνων τοσαῦτα ἔτη γεγενῆσθαι δογματίζων· οὔτε μὴν ιε΄. μυριάδες καὶ τοε΄. ἔτη, καθὰ προειρήκαμεν Ἀπολλώνιον τὸν Αἰγύπτιον ἱστορεῖν· οὐδὲ ἀγέννητος ὁ κόσμος ἐστὶ, καὶ αὐτοματισμὸς τῶν πάντων, καθὼς Πυθαγόρας καὶ οἱ λοιποὶ πεφλυαρήκασιν· ἀλλὰ μὲν οὖν γενητὸς, καὶ προνοίᾳ διοικεῖται ὑπὸ τοῦ ποιήσαντος τὰ πάντα Θεοῦ· καὶ ὁ πᾶς χρόνος καὶ τὰ ἔτη δείκνυται τοῖς βουλομένοις πείθεσθαι τῇ ἀληθείᾳ. μή πως οὖν δόξωμεν μέχρι Κύρου δεδηλωκέναι, τῶν δὲ μεταξὺ χρόνων ἀμελεῖν, ὡς μὴ ἔχοντες ἀποδεῖξαι, Θεοῦ παρέχοντος, καὶ τῶν ἑξῆς χρόνων τὴν τάξιν πειράσομαι κατὰ τὸ δυνατὸν ἐξηγήσασθαι
From this point one may see how our sacred writings are shown to be more ancient and truer than those of the Greeks and Egyptians, or of any other historians. For Herodotus and Thucydides, or Xenophon, or however the other historians be named, most of them began to write more or less from the reign of Cyrus and Darius, not being able to state accurately the ancient and earlier times. For what great thing did they say if they spoke about Darius and Cyrus, the kings among the barbarians, or, among the Greeks, about Zopyrus and Hippias, or the wars of the Athenians and Lacedaemonians, or the deeds of Xerxes, or Pausanias, who in the precinct of Athena ran the risk of perishing by famine, or the matters concerning Themistocles and the Peloponnesian War, or the matters concerning Alcibiades and Thrasybulus? For our aim is not a subject for verbosity, but to make manifest the quantity of the times from the foundation of the world, and to refute the vain labor and folly of the writers—that the years are neither twenty thousand myriads, as Plato said (dogmatizing that so many years had elapsed from the flood to his own times), nor yet 150,375 years, as we said before Apollonius the Egyptian relates; nor is the world uncreated, with all things by chance, as Pythagoras and the rest have babbled; but rather it is created, and is governed by providence by the God who made all things; and the whole time and the years are demonstrated to those willing to be persuaded of the truth. Lest, then, we should seem to have set forth only as far as Cyrus and to neglect the intervening times, as though unable to demonstrate them, God granting it, I will try to expound, as far as possible, the order of the subsequent times also.
從此可以看出,我們的聖書如何被証明比希臘人和埃及人、或其他任何歷史家的著作更古老、更真實。因為希羅多德、修昔底德、色諾芬,或其餘無論名為何的歷史家,他們大多數人差不多都是從居魯士和大利烏在位起才開始記述,無力準確道出古遠在先的年代。他們若論及大利烏和居魯士這些蠻族的王,或論及希臘人中的佐皮路斯和希庇亞斯,或雅典人與斯巴達人的戰爭,或薛西斯的事跡,或那在雅典娜神堇中險些餓死的保桑尼阿斯,或論及地米斯托克利與伯羅奔尼撒戰爭,或論及亞西比德與色拉敘布盧斯,這又算得什麼大事呢?因為我們的目的並非要找多言的題材,乃是要顯明從創世以來時間的多寡,並駁斐著作家徒勞的虛功與荒謬——証明年數既非如柏拉圖所說的兩萬萬年(他教說從洪水到他自己的時代過了這麼多年),也非如我們前面所說埃及人阿波羅尼烏斯所記載的十五萬零三百七十五年;世界也非如毕達哥拉斯與其餘人所胡謅的那樣非受造、萬物出於偺然;倒不如說它是受造的,且由那位造萬物的神以天意摄理治理;那全部的時間與年數,向凡願被真理說服的人顯明出來。那麼,免得我們似乎只陳述到居魯士、卻疏忽了其間的年代,彷彿無力加以証明,趖蒙神所許,我要試著儘可能闡明其後年代的順序。
3:27
Κύρου οὖν βασιλεύσαντος ἔτεσι κθ΄, καὶ ἀναιρεθέντος ὑπὸ Τουμυρίδος ἐν Μασσαγετία, τότε οὔσης Ὀλυμπιάδος ἑξηκοστῆς δευτέρας, ἐκτότε ἤδη οἱ Ῥωμαῖοι ἐμεγαλύνοντο, τοῦ Θεοῦ κρατύνοντος αὐτοὺς, ἐκτισμένης τῆς Ῥώμης ὑπὸ Ῥωμύλου, τοῦ παιδὸς ἱστορουμένου Ἄρεως καὶ Ἰλίας, Ὀλυμπιάδι ζ΄, τῇ πρὸ ι΄ καὶ α΄ καλανδῶν Μαΐων, τοῦ ἐνιαυτοῦ τότε δεκαμήνου ἀριθμουμένου. τοῦ οὖν Κύρου τελευτήσαντος, ὡς ἔφθημεν εἰρηκέναι, Ὀλυμπιάδι ἑξηκοστῇ καὶ δευτέρᾳ, γίνεται καιρὸς ἀπὸ κτίσεως Ῥώμης ἔτη σκ΄. ᾧ καιρῷ Ῥωμαίων ἦρξε Ταρκύνιος Σούπερβος τοὔνομα. ὃς πρῶτος ἐξώρισε Ῥωμαίους τινὰς, καὶ παῖδας διέφθειρε, καὶ σπάδοντας ἐγχωρίους ἐποίησεν. ἔτι μὴν καὶ τὰς παρθένους διαφθείρων πρὸς γάμον ἐδίδου. διὸ οἰκείως Σούπερβος ἐκλήθη τῇ Ῥωμαϊκῇ γλώσσῃ· ἑρμηνεύεται δὲ ὑπερήφανος. αὐτὸς γὰρ πρῶτος ἐδογμάτισε τοὺς ἀσπαζομένους αὐτὸν ὑπὸ ἑτέρου ἀντασπάζεσθαι. ὃς ἐβασίλευσεν ἔτεσι κε'. μεθ ὃν ἦρξαν ἐνιαύσιοι ὕπατοι, χιλίαρχοι ἢ ἀγορανόμοι ἔτεσιν υνγ΄. ὧν τὰ ὀνόματα καταλέγειν πολὺ καὶ πέρισσον ἡγούμεθα. εἰ γάρ τις βούλεται μαθεῖν, ἐκ τῶν ἀναγραφῶν εὑρήσει ὧν ἀνέγραψε Χρύσερος ὁ νομεγκλάτωρ, ἀπελεύθερος γενόμενος Αὐρηλίου Οὐήρου· ὃς ἀπὸ κτίσεως Ῥώμης μέχρι τῆς τελευτῆς τοῦ ἰδίου πάτρωνος αὐτοκράτορος Οὐήρου σαφῶς πάντα ἀνέγραψε, καὶ τὰ ὀνόματα καὶ τοὺς χρόνους. ἐκράτησαν οὖν Ῥωμαίων ἐνιαύσιοι, ὡς φαμὲν, ἔτεσιν υνγ΄. ἔπειτα οὕτως ἦρξαν οἱ αὐτοκράτορες καλούμενοι· πρῶτος Γάϊος Ἰούλιος, ὃς ἐβασίλευσεν ἔτη γ΄, μῆνας δ΄, ἡμέρας ἕξ. ἔπειτα Αὔγουστος ἔτη νς΄, μῆνας δ΄, ἡμέραν μίαν. Τιβέριος ἔτη κβ΄. εἶτα Γάϊος ἕτερος ἔτη γ΄, μῆνας η΄, ἡμέρας ζ΄. Κλαύδιος ἔτη κγ΄, μῆνας η΄, ἡμέρας κδ΄. Νέρων ἔτη ιγ΄, μῆνας ς΄, ἡμέρας κη΄. Γάλβας ἔτη β΄, μῆνας ζ΄, ἡμέρας ς΄. Ὄθων μῆνας γ΄, ἡμέρας ε΄. Οὐϊτέλλιος μῆνας ς΄, ἡμέρας κβ΄. Οὐεσπασιανὸς ἔτη θ΄, μῆνας ια΄, ἡμέρας κβ΄. Τίτος ἔτη β΄, ἡμέρας κβ΄. Δομετιανὸς ἔτη ιε΄, μῆνας ε΄, ἡμέρας ς΄. Νερούας ἐνιαυτὸν, μῆνας δ΄, ἡμέρας ι΄. Τραϊανὸς ἔτη ιθ΄, μῆνας ἓξ, ἡμέρας ις΄. Ἀδριανὸς ἔτη κ΄, μῆνας ι΄, ἡμέρας κή. Ἀντονῖνος ἔτη κβ΄, μῆνας ζ΄, ἡμέρας ς΄. Οὐῆρος ἔτη ιθ΄, ἡμέρας ι΄. Γίνεται οὖν ὁ χρόνος τῶν Καισάρων μέχρι Οὐήρου αὐτοκράτορος τελευτῆς, ἔτη σλζ΄, ἡμέραι ε΄. ἀπὸ οὖν τῆς Κύρου τελευτῆς, Ῥωμαίων δὲ ἀρχῆς Ταρκυνίου Σουπέρβου, μέχρι τελευτῆς αὐτοκράτορος Οὐήρου, οὗ προειρήκαμεν, ὁ πᾶς χρόνος συνάγεται ἔτη ψμδ΄
Cyrus, then, having reigned 29 years and been slain by Tomyris in Massagetia, at the time then of the sixty-second Olympiad—from that point the Romans were already growing great, God strengthening them, Rome having been founded by Romulus, who is recorded as the child of Ares and Ilia, in the seventh Olympiad, on the eleventh day before the Kalends of May, the year then being reckoned at ten months. Cyrus, then, having died, as we have already said, in the sixty-second Olympiad, there comes a time from the founding of Rome of 220 years. At which time Tarquinius Superbus by name ruled the Romans, who first banished certain Romans, and corrupted boys, and made eunuchs of the natives; and moreover, corrupting the maidens, he gave them in marriage. Wherefore he was fittingly called Superbus in the Roman tongue, which is interpreted 'arrogant'; for he was the first to decree that those who greeted him should be greeted in return by another. He reigned 25 years. After him annual consuls ruled, military tribunes or aediles, for 453 years, whose names we deem it much and superfluous to enumerate. For if anyone wishes to learn them, he will find them from the records which Chryserus the nomenclator wrote, a freedman of Aurelius Verus, who from the founding of Rome until the death of his own patron the emperor Verus recorded clearly everything, both the names and the times. The annual magistrates, then, ruled the Romans, as we say, for 453 years. Then thus ruled those called emperors: first Gaius Julius, who reigned 3 years, 4 months, 6 days. Then Augustus, 56 years, 4 months, 1 day. Tiberius, 22 years. Then another Gaius, 3 years, 8 months, 7 days. Claudius, 23 years, 8 months, 24 days. Nero, 13 years, 6 months, 28 days. Galba, 2 years, 7 months, 6 days. Otho, 3 months, 5 days. Vitellius, 6 months, 22 days. Vespasian, 9 years, 11 months, 22 days. Titus, 2 years, 22 days. Domitian, 15 years, 5 months, 6 days. Nerva, one year, 4 months, 10 days. Trajan, 19 years, 6 months, 16 days. Hadrian, 20 years, 10 months, 28 days. Antoninus, 22 years, 7 months, 6 days. Verus, 19 years, 10 days. The time, then, of the Caesars until the death of the emperor Verus comes to 237 years, 5 days. From the death of Cyrus, then, and the beginning of the Roman rule of Tarquinius Superbus, until the death of the emperor Verus, of whom we spoke, the whole time amounts to 744 years.
那麼,居魯士在位二十九年,在馬薩革泰被托米麗絲所殺,當時正值第六十二屆奧林匹亞——從那時起羅馬人就已日漸強盛,神堅固他們。羅馬是羅穆路斯所建,他被記載為阿瑞斯和伊利亞之子,事在第七屆奧林匹亞,五月朔日前第十一日,當時一年按十個月計算。那麼,居魯士既如我們前面所說,死於第六十二屆奧林匹亞,這便是羅馬建城後二百二十年之時。其時統治羅馬人的,是名叫塔克文·蘇佩布斯的王;他首先放逐了某些羅馬人,敗壞男童,又把本地人弄成閹人;此外還敗壞處女,再把她們嫁出。因此他在羅馬語中被恰當地稱為「蘇佩布斯」,意即「驕傲」;因他是第一個下令向他請安者須由別人代為回安的人。他在位二十五年。其後是每年一任的執政官統治,或軍事保民官、或市政官,共四百五十三年,他們的名字我們認為一一列舉既冗長又多餘。因若有人想知道,可從那位名錄官克呂塞路斯所記的記載中查得;他是奧勒留·維魯斯的釋奴,從羅馬建城直到他主人維魯斯皇帝駕崩,把一切——名字與年代——都清楚記下了。那麼,如我們所說,每年一任的官長統治羅馬人共四百五十三年。其後便是那些稱為皇帝的人統治:首先是該猶·猶流,在位三年四個月零六日。其後是奧古斯都,五十六年四個月零一日。提庇留,二十二年。其後是另一位該猶,三年八個月零七日。革老丟,二十三年八個月零二十四日。尼祿,十三年六個月零二十八日。加爾巴,兩年七個月零六日。奧托,三個月零五日。維特里烏斯,六個月零二十二日。維斯帕先,九年十一個月零二十二日。提圖斯,兩年零二十二日。多米田,十五年五個月零六日。涅爾瓦,一年四個月零十日。圖拉真,十九年六個月零十六日。哈德良,二十年十個月零二十八日。安東尼,二十二年七個月零六日。維魯斯,十九年零十日。那麼,從凱撒們到維魯斯皇帝駕崩,時間共計二百三十七年零五日。那麼,從居魯士之死、即羅馬塔克文·蘇佩布斯統治之始,直到我們所說維魯斯皇帝駕崩,全部時間共計七百四十四年。
3:28
Ἀπὸ δὲ καταβολῆς κόσμου, ὁ πᾶς χρόνος κεφαλαιωδῶς οὕτω κατάγεται· ἀπὸ κτίσεως κόσμου ἕως κατακλυσμοῦ ἐγένοντο ἔτη βσμβ΄. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τεκνογονίας Ἀβραὰμ τοῦ προπάτορος ἡμῶν, ἔτη αλς΄. ἀπὸ δὲ Ἰσαὰκ τοῦ παιδὸς Ἀβραὰμ, ἕως οὗ ὁ λαὸς σὺν Μωσῇ ἐν τῇ ἐρήμῳ δίετριβεν, ἔτη χξ΄. ἀπὸ δὲ τῆς Μωϋσέως τελευτῆς, ἀρχῆς δὲ Ἰησοῦ υἱοῦ Ναυὶ, μέχρι τελευτῆς Δαυὶδ τοῦ πατριάρχου ἔτη υ(??)η΄. ἀπὸ δὲ τῆς τελευτῆς Δαυὶδ, βασιλείας δὲ Σολομῶνος, μέχρι τῆς παροικίας τοῦ λαοῦ ἐν γῇ Βαβυλῶνος, ἔτη φιη΄, μῆνες ς΄, ἡμέραι ι΄. ἀπὸ δὲ τῆς Κύρου ἀρχῆς μέχρι αὐτοκράτορος Αὐρηλίου Οὐήρου τελευτῆς, ἔτη ψμδ΄. ὁμοῦ ἀπὸ κτίσεως κόσμου συνάγονται τὰ πάντα ἔτη εχ(??)η΄, καὶ οἱ ἐπιτρέχοντες μῆνες καὶ ἡμέραι
From the foundation of the world, then, the whole time is summed up thus: from the creation of the world to the flood there were 2,242 years. From the flood to the begetting of offspring by Abraham our forefather, 1,036 years. From Isaac the son of Abraham until the people passed time with Moses in the wilderness, 660 years. From the death of Moses and the beginning of Joshua son of Nun, until the death of David the patriarch, 498 years. From the death of David and the reign of Solomon, until the sojourn of the people in the land of Babylon, 518 years, 6 months, 10 days. From the beginning of Cyrus until the death of the emperor Aurelius Verus, 744 years. Altogether, from the creation of the world, the whole sums to 5,698 years, with the additional months and days running over.
那麼,從創世以來,全部時間扼要計算如下:從世界受造到洪水,共二千二百四十二年。從洪水到我們先祖亞伯拉罕生子,一千零三十六年。從亞伯拉罕之子以撒,直到百姓與摩西在曠野度日,六百六十年。從摩西去世、嫩之子約書亞開始作領袖,直到大衛先祖去世,四百九十八年。從大衛去世、所羅門作王,直到百姓寄居巴比倫地,五百一十八年六個月零十日。從居魯士開始,直到奧勒留·維魯斯皇帝駕崩,七百四十四年。從創世以來,全部合計共五千六百九十八年,外加溢出的月份和日數。
3:29
Τῶν οὖν χρόνων καὶ τῶν εἰρημένων ἁπάντων συνηθροισμένων, ὁρᾷν ἔστι τὴν ἀρχαιότητα τῶν προφητικῶν γραμμάτων, καὶ τὴν θειότητα τοῦ παρ ἡμῖν λόγου, ὅτι οὐ πρόσφατος ὁ λόγος, οὐδὲ μὴν τὰ καθ ἡμᾶς, ὡς οἴονταί τινες, μυθώδη καὶ ψευδῆ ἐστιν· ἀλλὰ μὲν οὖν ἀρχαιότερα, καὶ ἀληθέστερα. καὶ γὰρ Βήλου τοῦ Ἀσσυρίων βασιλεύσαντος, καὶ Κρόνου τοῦ Τιτᾶνος Θάλλος μέμνηται, φάσκων τὸν Βῆλον πεπολεμηκέναι σὺν τοῖς Τιτᾶσι πρὸς τὸν Δία, καὶ τοὺς σὺν αὐτῷ θεοὺς λεγομένους, ἔνθα φησὶν, καὶ ὁ Γύγης ἡττηθεὶς ἔφυγεν εἰς Ταρτησσόν..... τότε μὲν τῆς χώρας ἐκείνης Ἀκτῆς κληθείσης, νῦν δὲ Ἀττικῆς προσαγορευομένης, ἧς Ὠγύγης τότε ἦρξε. καὶ τὰς λοιπὰς δὲ χώρας καὶ πόλεις, ἀφ ὧν τὰς προσωνυμίας ἔσχον, οὐκ ἀναγκαῖον ἡγούμεθα καταλέγειν, μάλιστα πρὸς σὲ τὸν ἐπιστάμενον τὰς ἱστορίας. ὅτι μὲν οὖν ἀρχαιότερος ὁ Μωσῆς δείκνυται ἁπάντων συγγραφέων (οὐκ αὐτὸς δὲ μόνος ἀλλὰ καὶ οἱ πλείους μετ αὖτον προφῆται γενόμενοι) καὶ Κρόνου, καὶ Βήλου, καὶ τοῦ Ἰλιακοῦ πολέμου, δῆλόν ἐστι. κατὰ γὰρ τὴν Θάλλου ἱστορίαν, ὁ Βῆλος προγενέστερος εὑρίσκεται τοῦ Ἰλιακοῦ πολέμου, ἔτεσι τκβ΄. ὅτι δὲ πρός που ἔτεσι (??) ἢ καὶ χιλίοις προάγει ὁ Μωσῆς τῆς τοῦ Ἰλίου ἁλώσεως, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. τοῦ δὲ Κρόνου καὶ τοῦ Βήλου συνακμασάντων ὁμόσε, οἱ πλείους οὐκ ἐπίστανται τίς ἐστιν ὁ Κρόνος, ἢ τίς ὁ Βῆλος· ἔνιοι μὲν σέβονται τὸν Κρόνον, καὶ τοῦτον αὐτὸν ὀνομάζουσι Βὴλ, καὶ Βὰλ, μάλιστα οἱ οἰκοῦντες τὰ ἀνατολικὰ κλίματα, μὴ γινώσκοντες μήτε τίς ἐστιν ὁ Κρόνος, μήτε τίς ἐστιν ὁ Βῆλος. παρὰ δὲ Ῥωμαίοις Σατοῦρνος ὀνομάζεται· οὐδὲ γὰρ αὐτοὶ γινώσκουσι τίς ἐστιν αὐτῶν, πότερον ὁ Κρόνος ἢ ὁ Βῆλος. ἡ μὲν οὖν ἀρχὴ τῶν Ὀλυμπιάδων ἀπὸ Ἰφίτου, φασὶν, ἔσχηκε τὴν θρησκείαν, κατὰ δέ τινας ἀπὸ Λίνου, ὃς καὶ Ἴλιος ἐπεκλήθη. ὁ μὲν οὖν ἀριθμὸς τῶν ἐτῶν καὶ Ὀλυμπιάδων, ὡς ἔχει τὴν τάξιν, ἐν τοῖς ἐπάνω δεδηλώκαμεν. Τῆς μὲν οὖν ἀθεότητος τῶν παρ ὑμῖν πραγμάτων, καὶ τῶν χρόνων τὸν πάντα ἀριθμὸν, κατὰ τὸ δυνατὸν οἶμαι τὰ νῦν ἀκριβῶς εἰρῆσθαι. εἰ γὰρ καὶ ἔλαθεν ἡμᾶς χρόνος, εἰ τύχοι εἰπεῖν, ἔτη ν΄, ἢ ρ΄, ἢ καὶ σ΄, οὐ μέντοι μυριάδες ἢ χιλιάδες ἐτῶν, καθὼς προειρήκασι Πλάτων καὶ Ἀπολλώνιος καὶ οἱ λοιποὶ, ψευδῶς ἀναγράψαντες. ὅπερ ἡμεῖς τὸ ἀκριβὲς ἵσως ἀγνοοῦμεν ἁπάντων τῶν ἐτῶν τὸν ἀριθμὸν, διὰ τὸ μὴ ἀναγεγράφθαι ἐν ταῖς ἱεραῖς βίβλοις τοὺς ἐπιτρέχοντας μῆνας καὶ ἡμέρας. ἔτι δὲ καὶ περὶ ὧν φαμὲν χρόνων συνᾴδει καὶ Βήρωσος, ὁ παρὰ Χαλδαίοις φιλοσόφησας, καὶ μηνύσας Ἕλλησι τὰ Χαλδαϊκὰ γράμματα, ὃς ἀκολούθως τινὰ εἴρηκε τῷ Μωσεῖ, περί τε κατακλυσμοῦ, καὶ ἑτέρων πολλῶν ἐξιστορῶν. ἔτι μὴν καὶ τοῖς προφήταις Ἱερεμίᾳ καὶ Δανιὴλ σύμφωνα ἐκ μέρους εἴρηκε. τῶν γὰρ συμβάντων τοῖς Ἰουδαίοις ὑπὸ τοῦ βασιλέως Βαβυλωνίων, ὃν αὐτὸς ὀνομάζει Ἀβοβάσσαρον, κέκληται δὲ παρὰ Ἑβραίοις Ναβουχοδονόσορ, μέμνηται· ἔτι δὲ καὶ περὶ τοῦ ναοῦ ἐν Ἱεροσολύμοις, ὡς ἠρημῶσθαι ὑπὸ τοῦ Χαλδαίων βασιλέως· καὶ ὅτι Κύρου τὸ δεύτερον ἔτος βασιλεύσαντος τοῦ ναοῦ τῶν θεμελίων τεθέντων, Δαρείου πάλιν βασιλεύσαντος τὸ δεύτερον ἔτος ὁ ναὸς ἐπετελέσθη
When, then, all the times and all that has been said are gathered together, one may see the antiquity of the prophetic writings and the divinity of our doctrine—that our doctrine is not recent, nor are our matters mythical and false, as some suppose, but rather more ancient and truer. For Thallus also mentions Belus who reigned over the Assyrians, and Cronus the Titan, saying that Belus warred together with the Titans against Zeus and those called gods who were with him; where, he says, Gyges too, being defeated, fled to Tartessus..... at that time that country being called Acte, but now named Attica, over which Ogyges then ruled. And the rest of the countries and cities, from which they got their names, we deem it unnecessary to enumerate, especially to you who know the histories. That Moses, then, is shown to be more ancient than all writers (and not he alone, but also most of the prophets who came after him), and than Cronus and Belus and the Trojan War, is plain. For according to the history of Thallus, Belus is found to be earlier than the Trojan War by 322 years. And that Moses precedes the capture of Ilium by some [number of] years, or even by a thousand, we have shown above. But since Cronus and Belus flourished together at the same time, most do not know who Cronus is, or who Belus is. Some indeed worship Cronus, and call this very one Bel and Bal, especially those who dwell in the eastern climes, not knowing either who Cronus is or who Belus is. Among the Romans he is named Saturn; for neither do they themselves know who their god is, whether Cronus or Belus. The beginning of the Olympiads, they say, took its religious observance from Iphitus, or according to some from Linus, who was also called Ilius. The number, then, of the years and the Olympiads, as it stands in order, we have shown above. The godlessness, then, of your affairs, and the whole number of the times, I think have now been stated accurately, as far as possible. For even if some span of time has escaped us—say 50, or 100, or even 200 years—yet certainly not myriads or thousands of years, as Plato and Apollonius and the rest have falsely recorded. And whereas we perhaps do not know exactly the number of all the years, because of the months and days running over not being recorded in the sacred books—moreover, concerning the times of which we speak, Berosus too agrees, who philosophized among the Chaldeans and made known to the Greeks the Chaldean writings, and who has spoken some things in accord with Moses, narrating concerning the flood and many other matters. He has also spoken things in part agreeing with the prophets Jeremiah and Daniel. For he mentions the things that befell the Jews under the king of the Babylonians, whom he names Abobassar, but who is called Nebuchadnezzar by the Hebrews; and moreover concerning the temple in Jerusalem, how it was laid waste by the king of the Chaldeans; and that in the second year of the reign of Cyrus the foundations of the temple were laid, and again, in the second year of the reign of Darius, the temple was completed.
那麼,當一切時代、一切所說的都匯集起來,人就可以看見先知著作的古老,以及我們教義的神聖——証明我們的教義並非近起,我們的事也並非如某些人所以為的那樣是神話和虛謊,反倒是更古老、更真實。因為塔洛斯也提到那統治亞述人的貝路斯,以及提坦神克羅諾斯,說貝路斯偕同提坦衆神與嬙斯及與他同在、所謂的衆神爭戰;他說,在那裡古革斯也戰敗逃往塔特索斯⋯⋯那時那地稱為阿克特,如今稱為阿提卡,當時由俄古革斯統治。至於其餘那些地方與城邑,以及它們得名的由來,我們認為不必一一列舉,尤其是對你這通曉歷史的人。那麼,摩西被証明比一切著作家更古老(且不只他一人,連他之後出現的大多數先知也是),又比克羅諾斯、貝路斯和特洛伊戰爭更古老,這是顯然的。因為照塔洛斯的歷史,貝路斯被發現比特洛伊戰爭早三百二十二年。而摩西比伊利昂的陷落早若干年、甚至早一千年,我們上面已經顯明。但因克羅諾斯與貝路斯同時興盛,大多數人不知道克羅諾斯是誰、貝路斯是誰。有些人確實敬拜克羅諾斯,並把這同一位稱為貝勒和巴力,尤其是那些住在東方諸地的人,他們既不知道克羅諾斯是誰,也不知道貝路斯是誰。在羅馬人中他被稱為薩圖努斯;因為連他們自己也不知道他們的神是誰,究竟是克羅諾斯還是貝路斯。据他們說,奧林匹亞的起始,其宗教崇祀源自伊菲圖斯,或据某些人說源自利努斯,他也被稱為伊利俄斯。那麼,年數與奧林匹亞的數目,按其順序,我們上面已經顯明。那麼,你們那些事的無神,以及全部時代的數目,我想如今已儘可能準確地陳述了。因為即使有某段時間逃過了我們——比方說五十年、一百年、甚至二百年——卻決不是如柏拉圖、阿波羅尼烏斯與其餘人所虛謊記載的那樣以萬或千計。雖然我們或許不確切知道全部年數的數目,因聖書中沒有記下那溢出的月份和日數——此外,關於我們所說的年代,貝洛索斯也表示一致;他在迱勒底人中從事哲理,並向希臘人傳達了迱勒底的文書。他所說的有些與摩西一致,述說了關於洪水及許多其他的事。他也說了一些與先知耶利米和但以理部分相符的話。因他提到猶太人在巴比倫王手下所遭遇的事——他稱那王為阿波巴薩路斯,希伯來人則稱他為尼布甲尼撒;此外也提到耶路撒冷的聖殿如何被迱勒底王所毀;又提到在居魯士在位第二年,聖殿的根基被奠立,及至大利烏在位第二年,聖殿告成。
3:30
Τῶν δὲ τῆς ἀληθείας ἱστοριῶν Ἕλληνες οὐ μέμνηνται· πρῶτον μὲν, διὰ τὸ νεωστὶ αὐτοὺς τῶν γραμμάτων τῆς ἐμπειρίας μετόχους γεγενῆσθαι· καὶ αὐτοὶ ὁμολογοῦσι, φάσκοντες τὰ γράμματα εὑρῆσθαι, οἱ μὲν παρὰ Χαλδαίων, οἱ δὲ παρ Αἰγυπτίων, ἄλλοιδ αὖ ἀπὸ Φοινίκων· δεύτερον ὅτι ἔπταιον, καὶ πταίουσι, περὶ Θεοῦ μὴ ποιούμενοι τὴν μνείαν, ἀλλὰ περὶ ματαίων καὶ ἀνωφελῶν πραγμάτων. οὕτω μὲν γὰρ καὶ Ὁμήρου καὶ Ἡσιόδου, καὶ τῶν λοιπῶν ποιητῶν φιλικῶς μέμνηνται· τῆς δὲ τοῦ ἀφθάρτου καὶ μόνου Θεοῦ δόξης, οὐ μόνον ἐπελάθοντο, ἀλλὰ καὶ κατελάλησαν· ἔτι μὴν καὶ τοὺς σεβομένους αὐτὸν ἐδίωξαν, καὶ τὸ καθ ἡμέραν διώκουσιν. οὐ μὴν ἀλλὰ καὶ τοῖς εὐφώνως ὑβρίζουσι τὸν Θεὸν, ἆθλα καὶ τιμὰς τιθέασι· τοὺς δὲ σπεύδοντας πρὸς ἀρετὴν καὶ ἀσκοῦντας βίον ὅσιον, οὓς μὲν ἐλιθοβόλησαν, οὓς δὲ ἐθανάτωσαν, καὶ ἕως τοῦ δεῦρο ὠμοῖς αἰκισμοῖς περιβάλλουσι. διὸ οἱ τοιοῦτοι ἀναγκαίως ἀπώλεσαν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ἀλήθειαν οὐχ εὗρον. εἰ οὖν βούλει, ἀκριβῶς ἔντυχε τούτοις, ὅπως σχῇς σύμβολον καὶ ἀῤῥαβῶνα τῆς ἀληθείας
Now the Greeks do not record the true histories: first, because they only recently became partakers of the experience of letters—and they themselves confess it, saying that letters were invented, some by the Chaldeans, some by the Egyptians, others again by the Phoenicians; second, because they erred, and still err, in making no mention of God, but speaking of vain and useless matters. For thus they make friendly mention of Homer and Hesiod and the rest of the poets; but of the glory of the incorruptible and only God they not only were forgetful, but even spoke against Him; nay, they also persecuted those who worship Him, and day by day persecute them still. Moreover, on those who tunefully insult God they bestow prizes and honors; but those who press on toward virtue and practice a holy life—some they stoned, others they put to death, and even to this day they surround them with cruel torments. Therefore such men have necessarily lost the wisdom of God, and have not found the truth. If, then, you will, read these things accurately, that you may have a token and pledge of the truth.
如今希臘人並未記載真實的歷史:第一,因為他們不過是最近才得以分享文字的經驗——他們自己也承認此事,說文字是被發明的,有人說源自迱勒底人,有人說源自埃及人,又有人說源自腓尼基人;第二,因為他們過去犯錯,如今仍犯錯,全然不提神,反倒講論虛妄無益的事。他們如此友善地提到荷馬、赫西俄德和其餘詩人;至於那不朽、獨一之神的榮耀,他們不僅遺忘了,甚至加以詆譭;不僅如此,他們還逼迫敬拜他的人,且日復一日仍在逼迫。此外,對那些動聽地侮辱神的人,他們頒給獎賞與榮譽;而對那些竭力趨向美德、操練聖潔生活的人,他們有的用石頭打死,有的處以死刑,直到如今仍以殘酷的刑罰相加。因此這等人必然喪失了神的智慧,也未尋見真理。那麼,你若願意,就精確地讀這些,好叫你得著真理的憑據與信物。
← prev part
← ch. 2
123

Tell me when new readings are published

One email per new chapter reading. Double opt-in; one-click unsubscribe.