📜 Verbum
Scripture and the Fathers, read aloud in the original

← All books · Septuagint › Bel and the Dragon

Bel and the Dragon 1

Greek original · 42 verses · some words can be tapped for a gloss

📖 This chapter exists in 2 other originals — side by side (Vulgate, Apocrypha)
1:1
ἐκ προφητείας Αμβακουμ υἱοῦ Ἰησοῦ ἐκ τῆς φυλῆς Λευι καὶ βασιλεὺς Ἀστυάγης προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ παρέλαβεν Κῦρος Πέρσης τὴν βασιλείαν αὐτοῦ
King Astyages was gathered to his fathers, and Cyrus the Persian received his kingdom.
這是利未支派、耶數的兒子哈巴谷的預言之言。亞斯提亞基王歸到他列祖那裡之後,波斯人居魯士接續他的國。
1:2
ἄνθρωπός τις ἦν ἱερεύς ὄνομα Δανιηλ υἱὸς Αβαλ συμβιωτὴς τοῦ βασιλέως Βαβυλῶνος καὶ ἦν Δανιηλ συμβιωτὴς τοῦ βασιλέως καὶ ἔνδοξος ὑπὲρ πάντας τοὺς φίλους αὐτοῦ
And Daniel lived with the king, and was honored above all his friends.
有一個人,是祭司,名叫但以理,是亞巴勒的兒子,作巴比倫王的同伴;但以理是王的密友,比王一切的朋友更尊貴。
1:3
καὶ ἦν εἴδωλον Βηλ ἐσέβοντο οἱ Βαβυλώνιοι ἀνηλίσκετο δὲ αὐτῷ καθ’ ἑκάστην ἡμέραν σεμιδάλεως ἀρτάβαι δέκα δύο καὶ πρόβατα τέσσαρα καὶ ἐλαίου μετρηταὶ ἕξ καὶ ἦν εἴδωλον τοῖς Βαβυλωνίοις ὄνομα Βηλ καὶ ἐδαπανῶντο εἰς αὐτὸν ἑκάστης ἡμέρας σεμιδάλεως ἀρτάβαι δώδεκα καὶ πρόβατα τεσσαράκοντα καὶ οἴνου μετρηταὶ ἕξ
Now the Babylonians had an idol, called Bel, and there were spent upon him every day twelve great measures of fine flour, and forty sheep, and six firkins of wine.
巴比倫人有一個偶像名叫彼勒,他們素來敬拜它;每天獻給它的有細麵十二亞珥他巴、羊四十隻、酒六梅特里特。
1:4
καὶ βασιλεὺς ἐσέβετο αὐτόν καὶ ἐπορεύετο βασιλεὺς καθ’ ἑκάστην ἡμέραν καὶ προσεκύνει αὐτῷ Δανιηλ δὲ προσηύχετο πρὸς κύριον καὶ βασιλεὺς ἐσέβετο αὐτὸν καὶ ἐπορεύετο καθ’ ἑκάστην ἡμέραν προσκυνεῖν αὐτῷ Δανιηλ δὲ προσεκύνει τῷ θεῷ αὐτοῦ
And the king did honor to it, and went daily to worship it: but Daniel worshipped his own God. And the king said to him, Why do you not worship Bel?
王也敬拜它,天天去向它下拜;但以理卻向耶和華他的神禱告。
1:5
καὶ εἶπεν βασιλεὺς τῷ Δανιηλ διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ καὶ εἶπε Δανιηλ πρὸς τὸν βασιλέα οὐδένα σέβομαι ἐγὼ εἰ μὴ κύριον τὸν θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν καὶ εἶπεν αὐτῷ βασιλεύς διὰ τί οὐ προσκυνεῖς τῷ Βηλ δὲ εἶπεν ὅτι οὐ σέβομαι εἴδωλα χειροποίητα ἀλλὰ τὸν ζῶντα θεὸν τὸν κτίσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ ἔχοντα πάσης σαρκὸς κυριείαν
And he said, Because I may not do honor to idols made with hands, but to the living God, who has created the heaven and the earth, and has sovereignty over all flesh.
王問但以理說:『你為何不敬拜彼勒呢?』但以理回答說:『我不敬拜手所造的偶像,只敬拜那創造天地、掌管凡有血氣之物的永生神。』
1:6
εἶπεν δὲ βασιλεὺς αὐτῷ οὗτος οὖν οὐκ ἔστι θεός οὐχ ὁρᾷς ὅσα εἰς αὐτὸν δαπανᾶται καθ’ ἑκάστην ἡμέραν καὶ εἶπεν αὐτῷ βασιλεύς οὐ δοκεῖ σοι Βηλ εἶναι ζῶν θεός οὐχ ὁρᾷς ὅσα ἐσθίει καὶ πίνει καθ’ ἑκάστην ἡμέραν
Then said the king to him, Thinkest you not that Bel is a living god? or see you not how much he eats and drinks every day?
王對他說:『你看牠每天所喫所喝的那麼多,你還不以彼勒為活神嗎?』
1:7
καὶ εἶπεν αὐτῷ Δανιηλ μηδαμῶς μηδείς σε παραλογιζέσθω οὗτος γὰρ ἔσωθεν μὲν πήλινός ἐστιν ἔξωθεν δὲ χαλκοῦς ὀμνύω δέ σοι κύριον τὸν θεὸν τῶν θεῶν ὅτι οὐθὲν βέβρωκε πώποτε οὗτος καὶ εἶπεν Δανιηλ γελάσας μὴ πλανῶ βασιλεῦ οὗτος γὰρ ἔσωθεν μέν ἐστι πηλὸς ἔξωθεν δὲ χαλκὸς καὶ οὐ βέβρωκεν οὐδὲ πέπωκεν πώποτε
Then Daniel laughed, and said, O king, be not deceived: for this is but clay within, and brass without, and did never eat or drink anything.
但以理笑著說:『王啊,不要受迷惑,誰也不可欺哄你;這偶像裡面是泥,外面是銅,我指著掌管萬神的耶和華神向你起誓,牠從來沒有喫過甚麼,也沒有喝過甚麼。』
1:8
καὶ θυμωθεὶς βασιλεὺς ἐκάλεσε τοὺς προεστηκότας τοῦ ἱεροῦ καὶ εἶπεν αὐτοῖς παραδείξατε τὸν ἐσθίοντα τὰ παρασκευαζόμενα τῷ Βηλ εἰ δὲ μή γε ἀποθανεῖσθε Δανιηλ φάσκων μὴ ἐσθίεσθαι αὐτὰ ὑπ’ αὐτοῦ οἱ δὲ εἶπαν αὐτὸς Βηλ ἐστὶν κατεσθίων αὐτά καὶ θυμωθεὶς βασιλεὺς ἐκάλεσεν τοὺς ἱερεῖς αὐτοῦ καὶ εἶπεν αὐτοῖς ἐὰν μὴ εἴπητέ μοι τίς κατέσθων τὴν δαπάνην ταύτην ἀποθανεῖσθε ἐὰν δὲ δείξητε ὅτι Βηλ κατεσθίει αὐτά ἀποθανεῖται Δανιηλ ὅτι ἐβλασφήμησεν εἰς τὸν Βηλ
So the king was angry, and called for his priests, and said to them, If you⌃ tell me not who this is that devours these expenses, you⌃ shall die.
王就發怒,召了管理廟宇的祭司來,對他們說:『你們若不告訴我這擺設之物是誰喫的,你們就必死;你們若能指明是彼勒喫的,但以理就必死,因為他褻瀆了彼勒。』他們說:『就是彼勒自己喫這些物。』
1:9
εἶπε δὲ Δανιηλ πρὸς τὸν βασιλέα γινέσθω οὕτως ἐὰν μὴ παραδείξω ὅτι οὐκ ἔστιν Βηλ κατεσθίων ταῦτα ἀποθανοῦμαι καὶ πάντες οἱ παρ’ ἐμοῦ ἦσαν δὲ τῷ Βηλ ἱερεῖς ἑβδομήκοντα χωρὶς γυναικῶν καὶ τέκνων καὶ εἶπεν Δανιηλ τῷ βασιλεῖ γινέσθω κατὰ τὸ ῥῆμά σου καὶ ἦσαν ἱερεῖς τοῦ Βηλ ἑβδομήκοντα ἐκτὸς γυναικῶν καὶ τέκνων
But if you⌃ can show me that Bel devours them, then Daniel shall die: for he has spoken blasphemy against Bel. And Daniel said to the king, Let it be according to your word.
但以理對王說:『就照你的話行罷。我若不能指明喫這些物的並非彼勒,我和我這一邊的人就情願死。』彼勒的祭司,除了婦女和孩童以外,共有七十人。
1:10
ἤγαγον δέ τὸν βασιλέα εἰς τὸ εἰδώλιον καὶ ἦλθεν βασιλεὺς μετὰ Δανιηλ εἰς τὸν οἶκον τοῦ Βηλ
Now the priests of Bel were threescore and ten, beside their wives and children. And the king went with Daniel into the temple of Bel.
王就和但以理一同進入彼勒的廟。
1:11
καὶ παρετέθη τὰ βρώματα ἐνώπιον τοῦ βασιλέως καὶ τοῦ Δανιηλ καὶ οἶνος κερασθεὶς εἰσηνέχθη καὶ παρετέθη τῷ Βηλ καὶ εἶπεν Δανιηλ σὺ αὐτὸς ὁρᾷς ὅτι κεῖται ταῦτα βασιλεῦ σὺ οὖν ἐπισφράγισαι τὰς κλεῖδας τοῦ ναοῦ ἐπὰν κλεισθῇ καὶ εἶπαν οἱ ἱερεῖς τοῦ Βηλ ἰδοὺ ἡμεῖς ἀποτρέχομεν ἔξω σὺ δέ βασιλεῦ παράθες τὰ βρώματα καὶ τὸν οἶνον κεράσας θὲς καὶ ἀπόκλεισον τὴν θύραν καὶ σφράγισον τῷ δακτυλίῳ σου καὶ ἐλθὼν πρωὶ ἐὰν μὴ εὕρῃς πάντα βεβρωμένα ὑπὸ τοῦ Βηλ ἀποθανούμεθα Δανιηλ ψευδόμενος καθ’ ἡμῶν
So Bel’s priests said, Behold, we will get us out: but you, O king, set on the meat, and mingle the wine and set it forth, and shut the door fast, and seal it with your own signet;
祭司們在王和但以理面前擺上食物,又調好酒拿來擺在彼勒面前。彼勒的祭司說:『看哪,我們出去;王啊,你親自擺上食物,調好酒放下,然後把廟門關上,用你的戒指封印。明早你來,若不見彼勒把這一切都喫盡了,我們就情願死,不然就是那說謊毀謗我們的但以理該死。』他們存著輕慢之心如此說,因為他們在桌子底下做了一個暗門,常從那門進來喫盡那些供物。
1:12
αὐτοὶ δὲ κατεφρόνουν ὅτι πεποιήκεισαν ὑπὸ τὴν τράπεζαν κεκρυμμένην εἴσοδον καὶ δῑ αὐτῆς εἰσεπορεύοντο διόλου καὶ ἀνήλουν αὐτά
and when you come in the morning, if you find not that Bel has eaten up all, we will suffer death: or else Daniel, that speaks falsely against us.
他們暗自輕看這事,因為他們在桌子底下做了一個隱藏的入口,常從那裡進來,把供物喫盡。
1:13
ἤρεσε δὲ λόγος τῷ βασιλεῖ καὶ ἐγένετο ὡς ἐξήλθοσαν ἐκεῖνοι καὶ βασιλεὺς παρέθηκεν τὰ βρώματα τῷ Βηλ
And they little regarded it: for under the table they had made a privy entrance, whereby they entered in continually, and consumed those things.
王覺得這話甚好。祭司們出去之後,王就把食物擺在彼勒面前。
1:14
δὲ Δανιηλ ἐκέλευσε τοὺς παρ’ αὐτοῦ ἐκβαλόντας πάντας ἐκ τοῦ ναοῦ κατασῆσαι ὅλον τὸν ναὸν σποδῷ οὐθενὸς τῶν ἐκτὸς αὐτοῦ εἰδότος καὶ τότε τὸν ναὸν ἐκέλευσε σφραγίσαι τῷ τοῦ βασιλέως δακτυλίῳ καὶ τοῖς δακτυλίοις τινῶν ἐνδόξων ἱερέων καὶ ἐγένετο οὕτως καὶ ἐπέταξεν Δανιηλ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἤνεγκαν τέφραν καὶ κατέσησαν ὅλον τὸν ναὸν ἐνώπιον τοῦ βασιλέως μόνου καὶ ἐξελθόντες ἔκλεισαν τὴν θύραν καὶ ἐσφραγίσαντο ἐν τῷ δακτυλίῳ τοῦ βασιλέως καὶ ἀπῆλθον
And it came to pass, when they were gone forth, the king set the meat before Bel. Now Daniel had commanded his servants to bring ashes, and they strewed all the temple with them in the presence of the king alone: then they went out, and shut the door, and sealed it with the king’s signet, and so departed.
但以理吩咐他的僕人,將眾人都趕出廟外,把細灰篩遍滿整個廟,廟外的人都不知道。然後吩咐人用王的戒指,並幾位尊貴祭司的戒指,把廟封了,事就這樣成了。
1:15
καὶ ἐγένετο τῇ ἐπαύριον παρεγένοντο ἐπὶ τὸν τόπον οἱ δὲ ἱερεῖς τοῦ Βηλ διὰ ψευδοθυρίδων εἰσελθόντες κατεφάγοσαν πάντα τὰ παρακείμενα τῷ Βηλ καὶ ἐξέπιον τὸν οἶνον καὶ εἶπεν Δανιηλ ἐπίδετε τὰς σφραγῖδας ὑμῶν εἰ μένουσιν ἄνδρες ἱερεῖς καὶ σὺ δέ βασιλεῦ σκέψαι μή τί σοι ἀσύμφωνον γεγένηται καὶ εὗρον ὡς ἦν σφραγίς καὶ ἀπέβαλον τὴν σφραγῖδα οἱ δὲ ἱερεῖς ἦλθον τὴν νύκτα κατὰ τὸ ἔθος αὐτῶν καὶ αἱ γυναῖκες καὶ τὰ τέκνα αὐτῶν καὶ κατέφαγον πάντα καὶ ἐξέπιον
Now in the night came the priests with their wives and children, as they were wont to do, and did eat and drink up all.
到了次日,眾人來到那地方;那夜彼勒的祭司照他們的慣例,連同他們的妻子兒女從暗門進來,把擺在彼勒面前的都喫盡了,又把酒喝光。但以理說:『眾祭司啊,你們察看你們的封印是否仍在;王啊,你也察看一下,免得有甚麼與你不符的事。』眾人見封印仍如原樣,就揭去封印。
1:16
καὶ ὤρθρισεν βασιλεὺς τὸ πρωὶ καὶ Δανιηλ μετ’ αὐτοῦ
In the morning betime the king arose, and Daniel with him.
王清早起來,但以理與他同來。
1:17
καὶ εἶπεν βασιλεύς σῷοι αἱ σφραγῖδες Δανιηλ δὲ εἶπεν σῷοι βασιλεῦ
And the king said, Daniel, are the seals whole? And he said, Yes, O king, they be whole.
王說:『但以理啊,封印完好嗎?』他說:『王啊,完好。』
1:18
καὶ ἀνοίξαντες τὰς θύρας εἴδοσαν δεδαπανημένα πάντα τὰ παρατεθέντα καὶ τὰς τραπέζας κενάς καὶ ἐχάρη βασιλεὺς καὶ εἶπεν πρὸς τὸν Δανιηλ μέγας ἐστὶν Βηλ καὶ οὐκ ἔστι παρ’ αὐτῷ δόλος καὶ ἐγένετο ἅμα τῷ ἀνοῖξαι τὰς θύρας ἐπιβλέψας βασιλεὺς ἐπὶ τὴν τράπεζαν ἐβόησεν φωνῇ μεγάλῃ μέγας εἶ Βηλ καὶ οὐκ ἔστιν παρὰ σοὶ δόλος οὐδὲ εἷς
And as soon as he had opened the door, the king looked upon the table, and cried with a loud voice, Great are you, O Bel, and with you is no deceit at all.
他們開了門,見所擺上的全都喫盡了,桌子也空了;王就歡喜,望著桌子放聲大喊說:『彼勒啊,你真偉大,你裡面毫無詭詐。』
1:19
καὶ ἐγέλασε Δανιηλ σφόδρα καὶ εἶπεν τῷ βασιλεῖ δεῦρο ἰδὲ τὸν δόλον τῶν ἱερέων καὶ εἶπεν Δανιηλ βασιλεῦ ταῦτα τὰ ἴχνη τίνος ἐστί καὶ ἐγέλασεν Δανιηλ καὶ ἐκράτησεν τὸν βασιλέα τοῦ μὴ εἰσελθεῖν αὐτὸν ἔσω καὶ εἶπεν ἰδὲ δὴ τὸ ἔδαφος καὶ γνῶθι τίνος τὰ ἴχνη ταῦτα
Then laughed Daniel, and held the king that he should not go in, and said, Behold now the pavement, and mark well whose footsteps are these.
但以理笑著拉住王,不讓他進到裡面去,說:『王啊,你來看祭司的詭計;你看這地上的腳印是誰的?』
1:20
καὶ εἶπεν βασιλεύς ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων καὶ εἶπεν βασιλεύς ὁρῶ τὰ ἴχνη ἀνδρῶν καὶ γυναικῶν καὶ παιδίων
And the king said, I see the footsteps of men, women, and children. And then the king was angry,
王說:『我看見有男人、女人和孩童的腳印。』
1:21
καὶ ἐπῆλθεν ἐπὶ τὸν οἶκον ἐν ἦσαν οἱ ἱερεῖς καταγινόμενοι καὶ εὗρε τὰ βρώματα τοῦ Βηλ καὶ τὸν οἶνον καὶ ἐπέδειξε Δανιηλ τῷ βασιλεῖ τὰ ψευδοθύρια δῑ ὧν εἰσπορευόμενοι οἱ ἱερεῖς ἐδαπάνων τὰ παρατιθέμενα τῷ Βηλ καὶ ὀργισθεὶς βασιλεὺς τότε συνέλαβεν τοὺς ἱερεῖς καὶ τὰς γυναῖκας καὶ τὰ τέκνα αὐτῶν καὶ ἔδειξαν αὐτῷ τὰς κρυπτὰς θύρας δῑ ὧν εἰσεπορεύοντο καὶ ἐδαπάνων τὰ ἐπὶ τῇ τραπέζῃ
and took the priests with their wives and children, who showed him the privy doors, where they came in, and consumed such things as were upon the table.
王就大怒,當時拿住那些祭司和他們的妻子兒女。他們就把那暗門指給王看,就是他們從那裡進來喫桌上之物的。
1:22
καὶ ἐξήγαγεν αὐτοὺς βασιλεὺς ἐκ τοῦ Βηλίου καὶ παρέδωκεν αὐτοὺς τῷ Δανιηλ καὶ τὴν δαπάνην τὴν εἰς αὐτὸν ἔδωκε τῷ Δανιηλ τὸν δὲ Βηλ κατέστρεψε καὶ ἀπέκτεινεν αὐτοὺς βασιλεὺς καὶ ἔδωκεν τὸν Βηλ ἔκδοτον τῷ Δανιηλ καὶ κατέστρεψεν αὐτὸν καὶ τὸ ἱερὸν αὐτοῦ
Therefore the king killed them, and delivered Bel into Daniel’s power, who overthrew him and his temple.
王就把他們殺了,把彼勒交給但以理;但以理把它毀壞了,連同它的廟一併傾覆。
1:23
καὶ ἦν δράκων ἐν τῷ αὐτῷ τόπῳ καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι καὶ ἦν δράκων μέγας καὶ ἐσέβοντο αὐτὸν οἱ Βαβυλώνιοι
And in that same place there was a great dragon, which they of Babylon worshipped.
在那同一個地方有一條大龍,巴比倫人都敬拜牠。
1:24
καὶ εἶπεν βασιλεὺς τῷ Δανιηλ μὴ καὶ τοῦτον ἐρεῖς ὅτι χαλκοῦς ἐστιν ἰδοὺ ζῇ καὶ ἐσθίει καὶ πίνει προσκύνησον αὐτῷ καὶ εἶπεν βασιλεὺς τῷ Δανιηλ οὐ δύνασαι εἰπεῖν ὅτι οὐκ ἔστιν οὗτος θεὸς ζῶν καὶ προσκύνησον αὐτῷ
And the king said to Daniel, Wilt you also say that this is of brass? behold, he lives, and eats and drinks; you can not say that he is no living god: therefore worship him.
王對但以理說:『難道你也要說這龍是銅的嗎?看哪,牠是活的,能喫能喝,你當敬拜牠。』
1:25
καὶ εἶπεν Δανιηλ βασιλεῦ δός μοι τὴν ἐξουσίαν καὶ ἀνελῶ τὸν δράκοντα ἄνευ σιδήρου καὶ ῥάβδου καὶ εἶπεν Δανιηλ κυρίῳ τῷ θεῷ μου προσκυνήσω ὅτι οὗτός ἐστιν θεὸς ζῶν σὺ δέ βασιλεῦ δός μοι ἐξουσίαν καὶ ἀποκτενῶ τὸν δράκοντα ἄνευ μαχαίρας καὶ ῥάβδου
Then said Daniel, I will worship the Lord my God: for he is a living God.
但以理說:『我只敬拜耶和華我的神,因為惟有他是永生神。王啊,求你給我權柄,我必不用刀杖殺死這龍。』
1:26
καὶ συνεχώρησεν αὐτῷ βασιλεὺς καὶ εἶπεν αὐτῷ δέδοταί σοι καὶ εἶπεν βασιλεύς δίδωμί σοι
But give me leave, O king, and I shall kill this dragon without sword or staff. The king said, I give you leave.
王應允他說:『我給你權柄。』
1:27
καὶ λαβὼν Δανιηλ πίσσης μνᾶς τριάκοντα καὶ στέαρ καὶ τρίχας ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησε μάζαν καὶ ἐνέβαλεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη καὶ ἔδειξεν αὐτὸν τῷ βασιλεῖ λέγων οὐ ταῦτα σέβεσθε βασιλεῦ καὶ ἔλαβεν Δανιηλ πίσσαν καὶ στῆρ καὶ τρίχας καὶ ἥψησεν ἐπὶ τὸ αὐτὸ καὶ ἐποίησεν μάζας καὶ ἔδωκεν εἰς τὸ στόμα τοῦ δράκοντος καὶ φαγὼν διερράγη δράκων καὶ εἶπεν ἴδετε τὰ σεβάσματα ὑμῶν
Then Daniel took pitch, and fat, and hair, and did seethe them together, and made lumps thereof: this he put in the dragon’s mouth, so the dragon did eat and burst in sunder: and Daniel said, Behold, these are the gods you⌃ worship.
但以理就取了瀝青、脂油和毛髮一同煎熬,作成餅,丟進龍的口中;龍喫了就脹裂了。但以理說:『王啊,你看你們所敬拜的東西。』
1:28
καὶ συνήχθησαν οἱ ἀπὸ τῆς χώρας πάντες ἐπὶ τὸν Δανιηλ καὶ εἶπαν Ιουδαῖος γέγονεν βασιλεύς τὸν Βηλ κατέστρεψε καὶ τὸν δράκοντα ἀπέκτεινε καὶ ἐγένετο ὡς ἤκουσαν οἱ Βαβυλώνιοι ἠγανάκτησαν λίαν καὶ συνεστράφησαν ἐπὶ τὸν βασιλέα καὶ εἶπαν Ιουδαῖος γέγονεν βασιλεύς τὸν Βηλ κατέσπασεν καὶ τὸν δράκοντα ἀπέκτεινεν καὶ τοὺς ἱερεῖς κατέσφαξεν
When they of Babylon heard that, they took great indignation, and conspired against the king, saying, The king is become a Jew, and he has pulled down Bel, and slain the dragon, and put the priests to the sword.
巴比倫人聽見了就大大惱怒,聚集起來攻擊王,說:『王已成了猶太人了!他毀壞了彼勒,殺了那龍,又屠殺了眾祭司。』
1:29
καὶ εἶπαν ἐλθόντες πρὸς τὸν βασιλέα παράδος ἡμῖν τὸν Δανιηλ εἰ δὲ μή ἀποκτενοῦμέν σε καὶ τὸν οἶκόν σου
So they came to the king, and said, Deliver us Daniel, or else we will destroy you and your house.
他們就來見王,說:『把但以理交給我們,不然,我們就殺你和你的全家。』
1:30
καὶ ἰδὼν βασιλεὺς ὅτι ἐπισυνήχθη ὄχλος τῆς χώρας ἐπ’ αὐτόν ἐκάλεσε τοὺς συμβιωτὰς αὐτοῦ καὶ εἶπεν δίδωμι τὸν Δανιηλ εἰς ἀπώλειαν καὶ εἶδεν βασιλεὺς ὅτι ἐπείγουσιν αὐτὸν σφόδρα καὶ ἀναγκασθεὶς παρέδωκεν αὐτοῖς τὸν Δανιηλ
Now when the king saw that they pressed him sore, being constrained, the king delivered Daniel to them:
王見眾百姓緊緊逼迫他,不得已就把但以理交給他們。
1:31
ἦν δὲ λάκκος ἐν ἐτρέφοντο λέοντες ἑπτά οἷς παρεδίδοντο οἱ ἐπίβουλοι τοῦ βασιλέως καὶ ἐχορηγεῖτο αὐτοῖς καθ’ ἑκάστην ἡμέραν τῶν ἐπιθανατίων σώματα δύο καὶ ἐνεβάλοσαν τὸν Δανιηλ οἱ ὄχλοι εἰς ἐκεῖνον τὸν λάκκον ἵνα καταβρωθῇ καὶ μηδὲ ταφῆς τύχῃ καὶ ἦν ἐν τῷ λάκκῳ Δανιηλ ἡμέρας ἕξ οἱ δὲ ἐνέβαλον αὐτὸν εἰς τὸν λάκκον τῶν λεόντων καὶ ἦν ἐκεῖ ἡμέρας ἕξ
who cast him into the lion’s den: where he was six days.
那裡有一個坑,裡面養著七隻獅子,凡謀害王的人都被丟在裡面,每天供給牠們兩具被處死之人的屍體。眾人就把但以理丟進那坑裡,要叫他被吞喫,連葬身之地也得不著。但以理在坑中六天。
1:32
ἦσαν δὲ ἐν τῷ λάκκῳ ἑπτὰ λέοντες καὶ ἐδίδετο αὐτοῖς τὴν ἡμέραν δύο σώματα καὶ δύο πρόβατα τότε δὲ οὐκ ἐδόθη αὐτοῖς ἵνα καταφάγωσιν τὸν Δανιηλ
And in the den there were seven lions, and they had given them every day two carcases, and two sheep: which then were not given to them, to the intent they might devour Daniel.
坑裡有七隻獅子,平時每天供給牠們兩具屍體和兩隻羊;但那時候並沒有給牠們食物,好叫牠們吞喫但以理。
1:33
καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ ἕκτῃ καὶ ἦν Αμβακουμ ἔχων ἄρτους ἐντεθρυμμένους ἐν σκάφῃ ἐν ἑψήματι καὶ στάμνον οἴνου κεκερασμένου καὶ ἐπορεύετο εἰς τὸ πεδίον πρὸς τοὺς θεριστάς καὶ ἦν Αμβακουμ προφήτης ἐν τῇ Ιουδαίᾳ καὶ αὐτὸς ἥψησεν ἕψεμα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς
Now there was in Jewry the prophet Habakkuk, who had made pottage, and had broken bread into a bowl, and was going into the field, for to bring it to the reapers.
到了第六天,哈巴谷把弄碎的餅放在盆裡,又有煮好的湯和一瓶調好的酒,正要往田間去送給收割的人。
1:34
καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Αμβακουμ λέγων τάδε λέγει σοι κύριος θεός τὸ ἄριστον ἔχεις ἀπένεγκε Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων ἐν Βαβυλῶνι καὶ εἶπεν ἄγγελος κυρίου τῷ Αμβακουμ ἀπένεγκε τὸ ἄριστον ἔχεις εἰς Βαβυλῶνα τῷ Δανιηλ εἰς τὸν λάκκον τῶν λεόντων
But the angel of the Lord said to Habakkuk, Go carry the dinner that you have into Babylon to Daniel, in the lions’ den.
耶和華的使者對哈巴谷說:『耶和華神如此吩咐你:你把手中的飯食帶到巴比倫,給在獅子坑裡的但以理。』
1:35
καὶ εἶπεν Αμβακουμ κύριε θεός οὐχ ἑώρακα τὴν Βαβυλῶνα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστι καὶ εἶπεν Αμβακουμ κύριε Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω
And Habakkuk said, Lord, I never saw Babylon; neither do I know where the den is.
哈巴谷說:『主神啊,我從未見過巴比倫,也不知道那坑在哪裡。』
1:36
καὶ ἐπιλαβόμενος αὐτοῦ ἄγγελος κυρίου τοῦ Αμβακουμ τῆς κόμης αὐτοῦ τῆς κεφαλῆς ἔθηκεν αὐτὸν ἐπάνω τοῦ λάκκου τοῦ ἐν Βαβυλῶνι καὶ ἐπελάβετο ἄγγελος κυρίου τῆς κορυφῆς αὐτοῦ καὶ βαστάσας τῆς κόμης τῆς κεφαλῆς αὐτοῦ ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ
Then the angel of the Lord took him by the crown, and lifted him up by the hair of his head, and with the blast of his breath set him in Babylon over the den.
耶和華的使者就抓住哈巴谷的頭頂,提著他頭上的頭髮,藉著他靈的疾風,把他放在巴比倫那坑的上面。
1:37
καὶ εἶπεν Αμβακουμ πρὸς Δανιηλ ἀναστὰς φάγε τὸ ἄριστον ἀπέστειλέ σοι κύριος θεός καὶ ἐβόησεν Αμβακουμ λέγων Δανιηλ Δανιηλ λαβὲ τὸ ἄριστον ἀπέστειλέν σοι θεός
And Habakkuk cried, saying, O Daniel, Daniel, take the dinner which God has sent you.
哈巴谷對但以理喊著說:『但以理啊,但以理,你起來喫神所差來給你的飯食罷。』
1:38
καὶ εἶπε Δανιηλ ἐμνήσθη γάρ μου κύριος θεὸς μὴ ἐγκαταλείπων τοὺς ἀγαπῶντας αὐτόν καὶ εἶπεν Δανιηλ ἐμνήσθης γάρ μου θεός καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε
And Daniel said, You have remembered me, O God: neither have you forsaken those who love you.
但以理說:『神啊,你真記唸了我,你並沒有撇棄那些愛你的人。』
1:39
καὶ ἔφαγε Δανιηλ δὲ ἄγγελος κυρίου κατέστησε τὸν Αμβακουμ ὅθεν αὐτὸν ἔλαβε τῇ αὐτῇ ἡμέρᾳ δὲ κύριος θεὸς ἐμνήσθη τοῦ Δανιηλ καὶ ἀναστὰς Δανιηλ ἔφαγεν δὲ ἄγγελος τοῦ θεοῦ ἀπεκατέστησεν τὸν Αμβακουμ παραχρῆμα εἰς τὸν τόπον αὐτοῦ
So Daniel arose, and did eat: and the angel of God set Habakkuk in his own place again immediately.
但以理就起來喫了。耶和華的使者立刻把哈巴谷送回他原來的地方。耶和華神就這樣記唸了但以理。
1:40
ἐξῆλθε δὲ βασιλεὺς μετὰ ταῦτα πενθῶν τὸν Δανιηλ καὶ ἐγκύψας εἰς τὸν λάκκον ὁρᾷ αὐτὸν καθήμενον δὲ βασιλεὺς ἦλθεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πενθῆσαι τὸν Δανιηλ καὶ ἦλθεν ἐπὶ τὸν λάκκον καὶ ἐνέβλεψεν καὶ ἰδοὺ Δανιηλ καθήμενος
Upon the seventh day the king came to bewail Daniel: and when he came to the den, he looked in, and, behold, Daniel was sitting.
此後,王出來為但以理哀悼;他來到坑邊,俯身往坑裡觀看,見但以理坐著。
1:41
καὶ ἀναβοήσας εἶπεν βασιλεύς μέγας ἐστὶ κύριος θεός καὶ οὐκ ἔστι πλὴν αὐτοῦ ἄλλος καὶ ἀναβοήσας φωνῇ μεγάλῃ εἶπεν μέγας εἶ κύριε θεὸς τοῦ Δανιηλ καὶ οὐκ ἔστιν πλὴν σοῦ ἄλλος
Then cried the king with a loud voice, saying, Great are you, O Lord, you God of Daniel, and there is none other beside you.
王就放聲大喊說:『耶和華但以理的神啊,你真偉大,除你以外再沒有別神。』
1:42
καὶ ἐξήγαγεν βασιλεὺς τὸν Δανιηλ ἐκ τοῦ λάκκου καὶ τοὺς αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον ἐνώπιον τοῦ Δανιηλ καὶ κατεβρώθησαν καὶ ἀνέσπασεν αὐτόν τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ ἐνέβαλεν εἰς τὸν λάκκον καὶ κατεβρώθησαν παραχρῆμα ἐνώπιον αὐτοῦ
And he drew him out, and cast those that were the cause of his destruction into the den: and they were devoured in a moment before his face.
王就把但以理從坑裡拉上來,又把那些謀害他的人丟進坑裡;他們在但以理面前立刻就被吞喫了。
1