← All books · Septuagint › Daniel
Daniel 11
Greek original · 45 verses · some words can be tapped for a gloss
📖 This chapter exists in 3 other originals —
side by side (Hebrew Old Testament, Vulgate, Ge'ez Bible)
11:1
καὶ ἐν τῷ ἐνιαυτῷ τῷ πρώτῳ Κύρου τοῦ βασιλέως εἶπέν μοι ἐνισχῦσαι καὶ ἀνδρίζεσθαι καὶ ἐγὼ ἐν ἔτει πρώτῳ Κύρου ἔστην εἰς κράτος καὶ ἰσχύν
“As for me, in the first year of Darius the Mede, I stood up to confirm and strengthen him.
又說:「當米底亞王大流士元年,我曾起來扶助米迦勒,使他堅強。」
11:2
καὶ νῦν ἦλθον τὴν ἀλήθειαν ὑποδεῖξαί σοι ἰδοὺ τρεῖς βασιλεῖς ἀνθεστήκασιν ἐν τῇ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας καὶ ἐν τῷ κατισχῦσαι αὐτὸν ἐν τῷ πλούτῳ αὐτοῦ ἐπαναστήσεται παντὶ βασιλεῖ Ἑλλήνων καὶ νῦν ἀλήθειαν ἀναγγελῶ σοι ἰδοὺ ἔτι τρεῖς βασιλεῖς ἀναστήσονται ἐν τῇ Περσίδι καὶ ὁ τέταρτος πλουτήσει πλοῦτον μέγαν παρὰ πάντας καὶ μετὰ τὸ κρατῆσαι αὐτὸν τοῦ πλούτου αὐτοῦ ἐπαναστήσεται πάσαις βασιλείαις Ἑλλήνων
“Now I will show you the truth. Behold, three more kings will stand up in Persia. The fourth will be far richer than all of them. When he has grown strong through his riches, he will stir up all against the realm of Greece.
現在我將真事指示你: 南方王和北方王 「波斯還有三王興起,第四王必富足遠勝諸王。他因富足成為強盛,就必激動大眾攻擊希臘國。
11:3
καὶ στήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει καθὼς ἂν βούληται καὶ ἀναστήσεται βασιλεὺς δυνατὸς καὶ κυριεύσει κυριείας πολλῆς καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ
A mighty king will stand up, who will rule with great dominion, and do according to his will.
必有一個勇敢的王興起,執掌大權,隨意而行。
11:4
καὶ ἐν τῷ ἀναστῆναι αὐτὸν συντριβήσεται ἡ βασιλεία αὐτοῦ καὶ μερισθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ οὐ κατὰ τὴν ἀλκὴν αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ ἣν ἐδυνάστευσε ὅτι ἀποσταθήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέρους διδάξει ταῦτα καὶ ὡς ἂν στῇ ἡ βασιλεία αὐτοῦ συντριβήσεται καὶ διαιρεθήσεται εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ καὶ οὐκ εἰς τὰ ἔσχατα αὐτοῦ οὐδὲ κατὰ τὴν κυριείαν αὐτοῦ ἣν ἐκυρίευσεν ὅτι ἐκτιλήσεται ἡ βασιλεία αὐτοῦ καὶ ἑτέροις ἐκτὸς τούτων
When he stands up, his kingdom will be broken and will be divided toward the four winds of the sky, but not to his posterity, nor according to his dominion with which he ruled; for his kingdom will be plucked up, even for others besides these.
他興起的時候,他的國必破裂,向天的四方 分開,卻不歸他的後裔,治國的權勢也都不及他;因為他的國必被拔出,歸與他後裔之外的人。
11:5
καὶ ἐνισχύσει βασιλείαν Αἰγύπτου καὶ εἷς ἐκ τῶν δυναστῶν κατισχύσει αὐτὸν καὶ δυναστεύσει δυναστεία μεγάλη ἡ δυναστεία αὐτοῦ καὶ ἐνισχύσει ὁ βασιλεὺς τοῦ νότου καὶ εἷς τῶν ἀρχόντων αὐτοῦ ἐνισχύσει ἐπ’ αὐτὸν καὶ κυριεύσει κυριείαν πολλὴν ἐπ’ ἐξουσίας αὐτοῦ
“The king of the south will be strong. One of his princes will become stronger than him, and have dominion. His dominion will be a great dominion.
「南方的王必強盛,他將帥中必有一個比他更強盛,執掌權柄,他的權柄甚大。
11:6
καὶ εἰς συντέλειαν ἐνιαυτῶν ἄξει αὐτούς καὶ εἰσελεύσεται βασιλεὺς Αἰγύπτου εἰς τὴν βασιλείαν τὴν βορρᾶ ποιήσασθαι συνθήκας καὶ οὐ μὴ κατισχύσῃ ὅτι ὁ βραχίων αὐτοῦ οὐ στήσει ἰσχύν καὶ ὁ βραχίων αὐτοῦ ναρκήσει καὶ τῶν συμπορευομένων μετ’ αὐτοῦ καὶ μενεῖ εἰς ὥρας καὶ μετὰ τὰ ἔτη αὐτοῦ συμμειγήσονται καὶ θυγάτηρ βασιλέως τοῦ νότου εἰσελεύσεται πρὸς βασιλέα τοῦ βορρᾶ τοῦ ποιῆσαι συνθήκας μετ’ αὐτοῦ καὶ οὐ κρατήσει ἰσχύος βραχίονος καὶ οὐ στήσεται τὸ σπέρμα αὐτοῦ καὶ παραδοθήσεται αὐτὴ καὶ οἱ φέροντες αὐτὴν καὶ ἡ νεᾶνις καὶ ὁ κατισχύων αὐτὴν ἐν τοῖς καιροῖς
At the end of years they will join themselves together; and the daughter of the king of the south will come to the king of the north to make an agreement, but she will not retain the strength of her arm. He will also not stand, nor will his arm; but she will be given up, with those who brought her, and he who became the father of her, and he who strengthened her in those times.
過些年後,他們必互相連合,南方王的女兒必就了北方王來立約;但這女子幫助之力存立不住,王和他所倚靠之力也不能存立。這女子和引導她來的,並生她的,以及當時扶助她的,都必交與死地。
11:7
καὶ ἀναστήσεται φυτὸν ἐκ τῆς ῥίζης αὐτοῦ καθ’ ἑαυτόν καὶ ἥξει ἐπὶ τὴν δύναμιν αὐτοῦ ἐν ἰσχύι αὐτοῦ βασιλεὺς βορρᾶ καὶ ποιήσει ταραχὴν καὶ κατισχύσει καὶ στήσεται ἐκ τοῦ ἄνθους τῆς ῥίζης αὐτῆς τῆς ἑτοιμασίας αὐτοῦ καὶ ἥξει πρὸς τὴν δύναμιν καὶ εἰσελεύσεται εἰς τὰ ὑποστηρίγματα τοῦ βασιλέως τοῦ βορρᾶ καὶ ποιήσει ἐν αὐτοῖς καὶ κατισχύσει
“But out of a shoot from her roots one will stand up in his place, who will come to the army and will enter into the fortress of the king of the north, and will deal against them and will prevail.
但這女子的本家 必另生一子 繼續王位,他必率領軍隊進入北方王的保障,攻擊他們,而且得勝;
11:8
καὶ τοὺς θεοὺς αὐτῶν καταστρέψει μετὰ τῶν χωνευτῶν αὐτῶν καὶ τοὺς ὄχλους αὐτῶν μετὰ τῶν σκευῶν τῶν ἐπιθυμημάτων αὐτῶν τὸ ἀργύριον καὶ τὸ χρυσίον ἐν αἰχμαλωσίᾳ ἀποίσουσιν εἰς Αἴγυπτον καὶ ἔσται ἔτος βασιλεῖ βορρᾶ καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν ἀργυρίου καὶ χρυσίου μετὰ αἰχμαλωσίας οἴσει εἰς Αἴγυπτον καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ βορρᾶ
He will also carry their gods with their molten images, and with their goodly vessels of silver and of gold, captive into Egypt. He will refrain some years from the king of the north.
並將他們的神像和鑄成的偶像,與金銀的寶器掠到埃及去。數年之內,他不去攻擊北方的王。
11:9
καὶ εἰσελεύσεται εἰς βασιλείαν Αἰγύπτου ἡμέρας καὶ ἐπιστρέψει ἐπὶ τὴν γῆν αὐτοῦ καὶ εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ βασιλέως τοῦ νότου καὶ ἀναστρέψει εἰς τὴν γῆν αὐτοῦ
He will come into the realm of the king of the south, but he will return into his own land.
北方的王 必入南方王的國,卻要仍回本地。
11:10
καὶ ὁ υἱὸς αὐτοῦ καὶ ἐρεθισθήσεται καὶ συνάξει συναγωγὴν ὄχλου πολλοῦ καὶ εἰσελεύσεται κατ’ αὐτὴν κατασύρων παρελεύσεται καὶ ἐπιστρέψει καὶ παροξυνθήσεται ἐπὶ πολύ καὶ οἱ υἱοὶ αὐτοῦ συνάξουσιν ὄχλον δυνάμεων πολλῶν καὶ ἐλεύσεται ἐρχόμενος καὶ κατακλύζων καὶ παρελεύσεται καὶ καθίεται καὶ συμπροσπλακήσεται ἕως τῆς ἰσχύος αὐτοῦ
His sons will wage war, and will assemble a multitude of great forces which will come on, and overflow, and pass through. They will return and wage war, even to his fortress.
「北方王 的二子必動干戈,招聚許多軍兵。這軍兵前去,如洪水氾濫,又必再去爭戰,直到南方王的保障。
11:11
καὶ ὀργισθήσεται βασιλεὺς Αἰγύπτου καὶ πολεμήσει μετὰ βασιλέως βορρᾶ καὶ παραδοθήσεται ἡ συναγωγὴ εἰς τὰς χεῖρας αὐτοῦ καὶ ἀγριανθήσεται βασιλεὺς τοῦ νότου καὶ ἐξελεύσεται καὶ πολεμήσει μετὰ βασιλέως τοῦ βορρᾶ καὶ στήσει ὄχλον πολύν καὶ παραδοθήσεται ὁ ὄχλος ἐν χειρὶ αὐτοῦ
“The king of the south will be moved with anger and will come out and fight with him, even with the king of the north. He will send out a great multitude, and the multitude will be given into his hand.
南方王必發烈怒,出來與北方王爭戰,擺列大軍;北方王的軍兵必交付他手。
11:12
καὶ λήψεται τὴν συναγωγήν καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ καὶ ταράξει πολλοὺς καὶ οὐ μὴ φοβηθῇ καὶ λήμψεται τὸν ὄχλον καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ καὶ καταβαλεῖ μυριάδας καὶ οὐ κατισχύσει
The multitude will be carried off, and his heart will be exalted. He will cast down tens of thousands, but he won’t prevail.
他的眾軍高傲,他的心也必自高;他雖使數萬人仆倒,卻不得常勝。
11:13
καὶ ἐπιστρέψει βασιλεὺς βορρᾶ καὶ συνάξει πόλεως συναγωγὴν μείζονα παρὰ τὴν πρώτην κατὰ συντέλειαν καιροῦ ἐνιαυτοῦ καὶ εἰσελεύσεται εἰς αὐτὴν ἐπ’ αὐτὸν ἐν ὄχλῳ πολλῷ καὶ ἐν χρήμασι πολλοῖς καὶ ἐπιστρέψει βασιλεὺς τοῦ βορρᾶ καὶ ἄξει ὄχλον πολὺν ὑπὲρ τὸν πρότερον καὶ εἰς τὸ τέλος τῶν καιρῶν ἐνιαυτῶν ἐπελεύσεται εἰσόδια ἐν δυνάμει μεγάλῃ καὶ ἐν ὑπάρξει πολλῇ
The king of the north will return, and will send out a multitude greater than the former. He will come on at the end of the times, even of years, with a great army and with abundant supplies.
「北方王必回來擺列大軍,比先前的更多。滿了所定的年數,他必率領大軍,帶極多的軍裝來。
11:14
καὶ ἐν τοῖς καιροῖς ἐκείνοις διάνοιαι ἀναστήσονται ἐπὶ τὸν βασιλέα Αἰγύπτου καὶ ἀνοικοδομήσει τὰ πεπτωκότα τοῦ ἔθνους σου καὶ ἀναστήσεται εἰς τὸ ἀναστῆσαι τὴν προφητείαν καὶ προσκόψουσι καὶ ἐν τοῖς καιροῖς ἐκείνοις πολλοὶ ἐπαναστήσονται ἐπὶ βασιλέα τοῦ νότου καὶ οἱ υἱοὶ τῶν λοιμῶν τοῦ λαοῦ σου ἐπαρθήσονται τοῦ στῆσαι ὅρασιν καὶ ἀσθενήσουσιν
“In those times many will stand up against the king of the south. Also the children of the violent among your people will lift themselves up to establish the vision, but they will fall.
那時,必有許多人起來攻擊南方王,並且你本國的強暴人必興起,要應驗那異象,他們卻要敗亡。
11:15
καὶ ἐπελεύσεται βασιλεὺς βορρᾶ καὶ ἐπιστρέψει τὰ δόρατα αὐτοῦ καὶ λήψεται τὴν πόλιν τὴν ὀχυράν καὶ οἱ βραχίονες βασιλέως Αἰγύπτου στήσονται μετὰ τῶν δυναστῶν αὐτοῦ καὶ οὐκ ἔσται αὐτῷ ἰσχὺς εἰς τὸ ἀντιστῆναι αὐτῷ καὶ εἰσελεύσεται βασιλεὺς τοῦ βορρᾶ καὶ ἐκχεεῖ πρόσχωμα καὶ συλλήμψεται πόλεις ὀχυράς καὶ οἱ βραχίονες τοῦ βασιλέως τοῦ νότου οὐ στήσονται καὶ ἀναστήσονται οἱ ἐκλεκτοὶ αὐτοῦ καὶ οὐκ ἔσται ἰσχὺς τοῦ στῆναι
So the king of the north will come and cast up a mound, and take a well-fortified city. The forces of the south won’t stand, neither will his select troops, neither will there be any strength to stand.
北方王必來築壘攻取堅固城;南方的軍兵必站立不住,就是選擇的精兵 也無力站住。
11:16
καὶ ποιήσει ὁ εἰσπορευόμενος ἐπ’ αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ καὶ οὐκ ἔσται ὁ ἀνθεστηκὼς ἐναντίον αὐτοῦ καὶ στήσεται ἐν τῇ χώρᾳ καὶ ἐπιτελεσθήσεται πάντα ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ποιήσει ὁ εἰσπορευόμενος πρὸς αὐτὸν κατὰ τὸ θέλημα αὐτοῦ καὶ οὐκ ἔστιν ἑστὼς κατὰ πρόσωπον αὐτοῦ καὶ στήσεται ἐν γῇ τοῦ σαβι καὶ συντελεσθήσεται ἐν τῇ χειρὶ αὐτοῦ
But he who comes against him will do according to his own will, and no one will stand before him. He will stand in the glorious land, and destruction will be in his hand.
來攻擊他的,必任意而行,無人在北方王 面前站立得住。他必站在那榮美之地,用手施行毀滅。
11:17
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπελθεῖν βίᾳ πᾶν τὸ ἔργον αὐτοῦ καὶ συνθήκας μετ’ αὐτοῦ ποιήσεται καὶ θυγατέρα ἀνθρώπου δώσει αὐτῷ εἰς τὸ φθεῖραι αὐτήν καὶ οὐ πείσεται καὶ οὐκ ἔσται καὶ τάξει τὸ πρόσωπον αὐτοῦ εἰσελθεῖν ἐν ἰσχύι πάσης τῆς βασιλείας αὐτοῦ καὶ εὐθεῖα πάντα μετ’ αὐτοῦ ποιήσει καὶ θυγατέρα τῶν γυναικῶν δώσει αὐτῷ τοῦ διαφθεῖραι αὐτήν καὶ οὐ μὴ παραμείνῃ καὶ οὐκ αὐτῷ ἔσται
He will set his face to come with the strength of his whole kingdom, and with him equitable conditions. He will perform them. He will give him the daughter of women, to destroy the kingdom, but she will not stand, and won’t be for him.
「他必定意用全國之力而來,立公正的約,照約而行,將自己的女兒給南方王為妻,想要敗壞他 ,這計卻不得成就,與自己毫無益處。
11:18
καὶ δώσει τὸ πρόσωπον αὐτοῦ ἐπὶ τὴν θάλασσαν καὶ λήψεται πολλοὺς καὶ ἐπιστρέψει ὀργὴν ὀνειδισμοῦ αὐτῶν ἐν ὅρκῳ κατὰ τὸν ὀνειδισμὸν αὐτοῦ καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὰς νήσους καὶ συλλήμψεται πολλὰς καὶ καταπαύσει ἄρχοντας ὀνειδισμοῦ αὐτῶν πλὴν ὀνειδισμὸς αὐτοῦ ἐπιστρέψει αὐτῷ
After this he will turn his face to the islands, and will take many, but a prince will cause the reproach offered by him to cease. Yes, moreover, he will cause his reproach to turn on him.
其後他必轉回奪取了許多海島。但有一大帥,除掉他令人受的羞辱,並且使這羞辱歸他本身。
11:19
ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὸ κατισχῦσαι τὴν χώραν αὐτοῦ καὶ προσκόψει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται καὶ ἐπιστρέψει τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἰσχὺν τῆς γῆς αὐτοῦ καὶ ἀσθενήσει καὶ πεσεῖται καὶ οὐχ εὑρεθήσεται
Then he will turn his face toward the fortresses of his own land; but he will stumble and fall, and won’t be found.
他就必轉向本地的保障,卻要絆跌仆倒,歸於無有。
11:20
καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας εἰς ἀνάστασιν ἀνὴρ τύπτων δόξαν βασιλέως καὶ ἐν ἡμέραις ἐσχάταις συντριβήσεται καὶ οὐκ ἐν ὀργῇ οὐδὲ ἐν πολέμῳ καὶ ἀναστήσεται ἐκ τῆς ῥίζης αὐτοῦ φυτὸν βασιλείας ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ παραβιβάζων πράσσων δόξαν βασιλείας καὶ ἐν ταῖς ἡμέραις ἐκείναις συντριβήσεται καὶ οὐκ ἐν προσώποις οὐδὲ ἐν πολέμῳ
“Then one who will cause a tax collector to pass through the kingdom to maintain its glory will stand up in his place; but within few days he shall be destroyed, not in anger, and not in battle.
「那時,必有一人興起接續他為王,使橫征暴斂的人通行國中的榮美地。這王不多日就必滅亡,卻不因忿怒,也不因爭戰。」
11:21
καὶ ἀναστήσεται ἐπὶ τὸν τόπον αὐτοῦ εὐκαταφρόνητος καὶ οὐ δοθήσεται ἐπ’ αὐτὸν δόξα βασιλέως καὶ ἥξει ἐξάπινα κατισχύσει βασιλεὺς ἐν κληροδοσίᾳ αὐτοῦ στήσεται ἐπὶ τὴν ἑτοιμασίαν αὐτοῦ ἐξουδενώθη καὶ οὐκ ἔδωκαν ἐπ’ αὐτὸν δόξαν βασιλείας καὶ ἥξει ἐν εὐθηνίᾳ καὶ κατισχύσει βασιλείας ἐν ὀλισθρήμασιν
“In his place a contemptible person will stand up, to whom they had not given the honor of the kingdom; but he will come in time of security, and will obtain the kingdom by flatteries.
「必有一個卑鄙的人興起接續為王,人未曾將國的尊榮給他,他卻趁人坦然無備的時候,用諂媚的話得國。
11:22
καὶ τοὺς βραχίονας τοὺς συντριβέντας συντρίψει ἀπὸ προσώπου αὐτοῦ καὶ βραχίονες τοῦ κατακλύζοντος κατακλυσθήσονται ἀπὸ προσώπου αὐτοῦ καὶ συντριβήσονται καὶ ἡγούμενος διαθήκης
The overwhelming forces will be overwhelmed from before him, and will be broken. Yes, also the prince of the covenant.
必有無數的軍兵勢如洪水,在他面前沖沒敗壞;同盟的君也必如此。
11:23
καὶ μετὰ τῆς διαθήκης καὶ δήμου συνταγέντος μετ’ αὐτοῦ ποιήσει ψεῦδος καὶ ἐπὶ ἔθνος ἰσχυρὸν ἐν ὀλιγοστῷ ἔθνει καὶ ἀπὸ τῶν συναναμείξεων πρὸς αὐτὸν ποιήσει δόλον καὶ ἀναβήσεται καὶ ὑπερισχύσει αὐτοῦ ἐν ὀλίγῳ ἔθνει
After the treaty made with him he will work deceitfully; for he will come up and will become strong with few people.
與那君結盟之後,他必行詭詐,因為他必上來以微小的軍 成為強盛。
11:24
ἐξάπινα ἐρημώσει πόλιν καὶ ποιήσει ὅσα οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ οὐδὲ οἱ πατέρες τῶν πατέρων αὐτοῦ προνομὴν καὶ σκῦλα καὶ χρήματα αὐτοῖς δώσει καὶ ἐπὶ τὴν πόλιν τὴν ἰσχυρὰν διανοηθήσεται καὶ οἱ λογισμοὶ αὐτοῦ εἰς μάτην καὶ ἐν εὐθηνίᾳ καὶ ἐν πίοσιν χώραις ἥξει καὶ ποιήσει ἃ οὐκ ἐποίησαν οἱ πατέρες αὐτοῦ καὶ οἱ πατέρες τῶν πατέρων αὐτοῦ προνομὴν καὶ σκῦλα καὶ ὕπαρξιν αὐτοῖς διασκορπιεῖ καὶ ἐπ’ Αἴγυπτον λογιεῖται λογισμοὺς αὐτοῦ καὶ ἕως καιροῦ
In time of security he will come even on the fattest places of the province. He will do that which his fathers have not done, nor his fathers’ fathers. He will scatter among them prey, plunder, and wealth. Yes, he will devise his plans against the strongholds, but only for a time.
趁人坦然無備的時候,他必來到國中極肥美之地,行他列祖和他列祖之祖所未曾行的,將擄物、掠物,和財寶散給眾人,又要設計攻打保障,然而這都是暫時的。
11:25
καὶ ἐγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὸν βασιλέα Αἰγύπτου ἐν ὄχλῳ πολλῷ καὶ ὁ βασιλεὺς Αἰγύπτου ἐρεθισθήσεται εἰς πόλεμον ἐν ὄχλῳ ἰσχυρῷ σφόδρα λίαν καὶ οὐ στήσεται ὅτι διανοηθήσεται ἐπ’ αὐτὸν διανοίᾳ καὶ ἐξεγερθήσεται ἡ ἰσχὺς αὐτοῦ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ βασιλέα τοῦ νότου ἐν δυνάμει μεγάλῃ καὶ ὁ βασιλεὺς τοῦ νότου συνάψει πόλεμον ἐν δυνάμει μεγάλῃ καὶ ἰσχυρᾷ σφόδρα καὶ οὐ στήσεται ὅτι λογιοῦνται ἐπ’ αὐτὸν λογισμούς
“He will stir up his power and his courage against the king of the south with a great army; and the king of the south will wage war in battle with an exceedingly great and mighty army, but he won’t stand; for they will devise plans against him.
「他必奮勇向前,率領大軍攻擊南方王;南方王也必以極大極強的軍兵與他爭戰,卻站立不住,因為有人設計謀害南方王。
11:26
καὶ καταναλώσουσιν αὐτὸν μέριμναι αὐτοῦ καὶ ἀποστρέψουσιν αὐτόν καὶ παρελεύσεται καὶ κατασυριεῖ καὶ πεσοῦνται τραυματίαι πολλοί καὶ φάγονται τὰ δέοντα αὐτοῦ καὶ συντρίψουσιν αὐτόν καὶ δυνάμεις κατακλύσει καὶ πεσοῦνται τραυματίαι πολλοί
Yes, those who eat of his delicacies will destroy him, and his army will be swept away. Many will fall down slain.
吃王膳的,必敗壞他;他的軍隊必被沖沒,而且被殺的甚多。
11:27
καὶ δύο βασιλεῖς μόνοι δειπνήσουσιν ἐπὶ τὸ αὐτὸ καὶ ἐπὶ μιᾶς τραπέζης φάγονται καὶ ψευδολογήσουσι καὶ οὐκ εὐοδωθήσονται ἔτι γὰρ συντέλεια εἰς καιρόν καὶ ἀμφότεροι οἱ βασιλεῖς αἱ καρδίαι αὐτῶν εἰς πονηρίαν καὶ ἐπὶ τραπέζῃ μιᾷ ψευδῆ λαλήσουσιν καὶ οὐ κατευθυνεῖ ὅτι ἔτι πέρας εἰς καιρόν
As for both these kings, their hearts will be to do evil, and they will speak lies at one table; but it won’t prosper, for the end will still be at the appointed time.
至於這二王,他們心懷惡計,同席說謊,計謀卻不成就;因為到了定期,事就了結。
11:28
καὶ ἐπιστρέψει εἰς τὴν χώραν αὐτοῦ ἐν χρήμασι πολλοῖς καὶ ἡ καρδία αὐτοῦ ἐπὶ τὴν διαθήκην τοῦ ἁγίου ποιήσει καὶ ἐπιστρέψει ἐπὶ τὴν χώραν αὐτοῦ καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ ἐν ὑπάρξει πολλῇ καὶ ἡ καρδία αὐτοῦ ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ
Then he will return into his land with great wealth. His heart will be against the holy covenant. He will take action, and return to his own land.
北方王 必帶許多財寶回往本國,他的心反對聖約,任意而行,回到本地。
11:29
εἰς καιρόν καὶ εἰσελεύσεται εἰς Αἴγυπτον καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ἡ ἐσχάτη εἰς τὸν καιρὸν ἐπιστρέψει καὶ ἥξει ἐν τῷ νότῳ καὶ οὐκ ἔσται ὡς ἡ πρώτη καὶ ὡς ἡ ἐσχάτη
“He will return at the appointed time and come into the south; but it won’t be in the latter time as it was in the former.
「到了定期,他必返回,來到南方。後一次卻不如前一次,
11:30
καὶ ἥξουσι Ῥωμαῖοι καὶ ἐξώσουσιν αὐτὸν καὶ ἐμβριμήσονται αὐτῷ καὶ ἐπιστρέψει καὶ ὀργισθήσεται ἐπὶ τὴν διαθήκην τοῦ ἁγίου καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ διανοηθήσεται ἐπ’ αὐτούς ἀνθ’ ὧν ἐγκατέλιπον τὴν διαθήκην τοῦ ἁγίου καὶ εἰσελεύσονται ἐν αὐτῷ οἱ ἐκπορευόμενοι Κίτιοι καὶ ταπεινωθήσεται καὶ ἐπιστρέψει καὶ θυμωθήσεται ἐπὶ διαθήκην ἁγίαν καὶ ποιήσει καὶ ἐπιστρέψει καὶ συνήσει ἐπὶ τοὺς καταλιπόντας διαθήκην ἁγίαν
For ships of Kittim will come against him. Therefore he will be grieved, and will return, and have indignation against the holy covenant, and will take action. He will even return, and have regard to those who forsake the holy covenant.
因為基提戰船必來攻擊他,他就喪膽而回,又要惱恨聖約,任意而行;他必回來聯絡背棄聖約的人。
11:31
καὶ βραχίονες παρ’ αὐτοῦ στήσονται καὶ μιανοῦσι τὸ ἅγιον τοῦ φόβου καὶ ἀποστήσουσι τὴν θυσίαν καὶ δώσουσι βδέλυγμα ἐρημώσεως καὶ σπέρματα ἐξ αὐτοῦ ἀναστήσονται καὶ βεβηλώσουσιν τὸ ἁγίασμα τῆς δυναστείας καὶ μεταστήσουσιν τὸν ἐνδελεχισμὸν καὶ δώσουσιν βδέλυγμα ἠφανισμένον
“Forces from him will profane the sanctuary, even the fortress, and will take away the continual burnt offering. Then they will set up the abomination that makes desolate.
他必興兵,這兵必褻瀆聖地,就是保障,除掉常獻的燔祭,設立那行毀壞可憎的。
11:32
καὶ ἐν ἁμαρτίαις διαθήκης μιανοῦσιν ἐν σκληρῷ λαῷ καὶ ὁ δῆμος ὁ γινώσκων ταῦτα κατισχύσουσι καὶ ποιήσουσι καὶ οἱ ἀνομοῦντες διαθήκην ἐπάξουσιν ἐν ὀλισθρήμασιν καὶ λαὸς γινώσκοντες θεὸν αὐτοῦ κατισχύσουσιν καὶ ποιήσουσιν
He will corrupt those who do wickedly against the covenant by flatteries; but the people who know their God will be strong and take action.
作惡違背聖約的人,他必用巧言勾引;惟獨認識上帝的子民必剛強行事。
11:33
καὶ ἐννοούμενοι τοῦ ἔθνους συνήσουσιν εἰς πολλούς καὶ προσκόψουσι ῥομφαίᾳ καὶ παλαιωθήσονται ἐν αὐτῇ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν προνομῇ ἡμερῶν κηλιδωθήσονται καὶ οἱ συνετοὶ τοῦ λαοῦ συνήσουσιν εἰς πολλά καὶ ἀσθενήσουσιν ἐν ῥομφαίᾳ καὶ ἐν φλογὶ καὶ ἐν αἰχμαλωσίᾳ καὶ ἐν διαρπαγῇ ἡμερῶν
“Those who are wise among the people will instruct many; yet they will fall by the sword and by flame, by captivity and by plunder, many days.
民間的智慧人必訓誨多人;然而他們多日必倒在刀下,或被火燒,或被擄掠搶奪。
11:34
καὶ ὅταν συντρίβωνται συνάξουσιν ἰσχὺν βραχεῖαν καὶ ἐπισυναχθήσονται ἐπ’ αὐτοὺς πολλοὶ ἐπὶ πόλεως καὶ πολλοὶ ὡς ἐν κληροδοσίᾳ καὶ ἐν τῷ ἀσθενῆσαι αὐτοὺς βοηθηθήσονται βοήθειαν μικράν καὶ προστεθήσονται ἐπ’ αὐτοὺς πολλοὶ ἐν ὀλισθρήμασιν
Now when they fall, they will be helped with a little help; but many will join themselves to them with flatteries.
他們仆倒的時候,稍得扶助,卻有許多人用諂媚的話親近他們。
11:35
καὶ ἐκ τῶν συνιέντων διανοηθήσονται εἰς τὸ καθαρίσαι ἑαυτοὺς καὶ εἰς τὸ ἐκλεγῆναι καὶ εἰς τὸ καθαρισθῆναι ἕως καιροῦ συντελείας ἔτι γὰρ καιρὸς εἰς ὥρας καὶ ἀπὸ τῶν συνιέντων ἀσθενήσουσιν τοῦ πυρῶσαι αὐτοὺς καὶ τοῦ ἐκλέξασθαι καὶ τοῦ ἀποκαλυφθῆναι ἕως καιροῦ πέρας ὅτι ἔτι εἰς καιρόν
Some of those who are wise will fall—to refine them, and to purify, and to make them white, even to the time of the end, because it is yet for the time appointed.
智慧人中有些仆倒的,為要熬煉其餘的人,使他們清淨潔白,直到末了;因為到了定期,事就了結。
11:36
καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ ὁ βασιλεὺς καὶ παροργισθήσεται καὶ ὑψωθήσεται ἐπὶ πάντα θεὸν καὶ ἐπὶ τὸν θεὸν τῶν θεῶν ἔξαλλα λαλήσει καὶ εὐοδωθήσεται ἕως ἂν συντελεσθῇ ἡ ὀργή εἰς αὐτὸν γὰρ συντέλεια γίνεται καὶ ποιήσει κατὰ τὸ θέλημα αὐτοῦ καὶ ὑψωθήσεται ὁ βασιλεὺς καὶ μεγαλυνθήσεται ἐπὶ πάντα θεὸν καὶ λαλήσει ὑπέρογκα καὶ κατευθυνεῖ μέχρις οὗ συντελεσθῇ ἡ ὀργή εἰς γὰρ συντέλειαν γίνεται
“The king will do according to his will. He will exalt himself and magnify himself above every god, and will speak marvelous things against the God of gods. He will prosper until the indignation is accomplished, for that which is determined will be done.
「王必任意而行,自高自大,超過所有的神,又用奇異的話攻擊萬神之神。他必行事亨通,直到主的忿怒完畢,因為所定的事必然成就。
11:37
καὶ ἐπὶ τοὺς θεοὺς τῶν πατέρων αὐτοῦ οὐ μὴ προνοηθῇ καὶ ἐν ἐπιθυμίᾳ γυναικὸς οὐ μὴ προνοηθῇ ὅτι ἐν παντὶ ὑψωθήσεται καὶ ὑποταγήσεται αὐτῷ ἔθνη ἰσχυρά καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὐτοῦ οὐ συνήσει καὶ ἐπὶ ἐπιθυμίαν γυναικῶν καὶ ἐπὶ πᾶν θεὸν οὐ συνήσει ὅτι ἐπὶ πάντας μεγαλυνθήσεται
He won’t regard the gods of his fathers, or the desire of women, or regard any god; for he will magnify himself above all.
他必不顧他列祖的神,也不顧婦女所羨慕的神,無論何神他都不顧;因為他必自大,高過一切。
11:38
ἐπὶ τὸν τόπον αὐτοῦ κινήσει καὶ θεόν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ τιμήσει ἐν χρυσίῳ καὶ ἀργυρίῳ καὶ λίθῳ πολυτελεῖ καὶ ἐν ἐπιθυμήμασι καὶ θεὸν μαωζιν ἐπὶ τόπου αὐτοῦ δοξάσει καὶ θεόν ὃν οὐκ ἔγνωσαν οἱ πατέρες αὐτοῦ δοξάσει ἐν χρυσῷ καὶ ἀργύρῳ καὶ λίθῳ τιμίῳ καὶ ἐν ἐπιθυμήμασιν
But in their place, he will honor the god of fortresses. He will honor a god whom his fathers didn’t know with gold, silver, and with precious stones and pleasant things.
他倒要敬拜保障的神,用金、銀、寶石和可愛之物敬奉他列祖所不認識的神。
11:39
ποιήσει πόλεων καὶ εἰς ὀχύρωμα ἰσχυρὸν ἥξει μετὰ θεοῦ ἀλλοτρίου οὗ ἐὰν ἐπιγνῷ πληθυνεῖ δόξαν καὶ κατακυριεύσει αὐτοῦ ἐπὶ πολὺ καὶ χώραν ἀπομεριεῖ εἰς δωρεάν καὶ ποιήσει τοῖς ὀχυρώμασιν τῶν καταφυγῶν μετὰ θεοῦ ἀλλοτρίου καὶ πληθυνεῖ δόξαν καὶ ὑποτάξει αὐτοῖς πολλοὺς καὶ γῆν διελεῖ ἐν δώροις
He will deal with the strongest fortresses by the help of a foreign god. He will increase with glory whoever acknowledges him. He will cause them to rule over many, and will divide the land for a price.
他必靠外邦神的幫助,攻破最堅固的保障。凡承認他的,他必將榮耀加給他們,使他們管轄許多人,又為賄賂分地與他們。
11:40
καὶ καθ’ ὥραν συντελείας συγκερατισθήσεται αὐτῷ ὁ βασιλεὺς Αἰγύπτου καὶ ἐποργισθήσεται αὐτῷ βασιλεὺς βορρᾶ ἐν ἅρμασι καὶ ἐν ἵπποις πολλοῖς καὶ ἐν πλοίοις πολλοῖς καὶ εἰσελεύσεται εἰς χώραν Αἰγύπτου καὶ ἐν καιροῦ πέρατι συγκερατισθήσεται μετὰ τοῦ βασιλέως τοῦ νότου καὶ συναχθήσεται ἐπ’ αὐτὸν βασιλεὺς τοῦ βορρᾶ ἐν ἅρμασιν καὶ ἐν ἱππεῦσιν καὶ ἐν ναυσὶν πολλαῖς καὶ εἰσελεύσεται εἰς τὴν γῆν καὶ συντρίψει καὶ παρελεύσεται
“At the time of the end the king of the south will contend with him; and the king of the north will come against him like a whirlwind, with chariots, with horsemen, and with many ships. He will enter into the countries, and will overflow and pass through.
「到末了,南方王要與他交戰。北方王必用戰車、馬兵,和許多戰船,勢如暴風來攻擊他,也必進入列國,如洪水氾濫。
11:41
καὶ ἐπελεύσεται εἰς τὴν χώραν μου καὶ εἰσελεύσεται εἰς τὴν γῆν τοῦ σαβι καὶ πολλοὶ ἀσθενήσουσιν καὶ οὗτοι διασωθήσονται ἐκ χειρὸς αὐτοῦ Εδωμ καὶ Μωαβ καὶ ἀρχὴ υἱῶν Αμμων
He will enter also into the glorious land, and many countries will be overthrown; but these will be delivered out of his hand: Edom, Moab, and the chief of the children of Ammon.
又必進入那榮美之地,有許多國就被傾覆,但以東人、摩押人,和一大半亞捫人必脫離他的手。
11:42
καὶ ἐν χώρᾳ Αἰγύπτου οὐκ ἔσται ἐν αὐτῇ διασῳζόμενος καὶ ἐκτενεῖ τὴν χεῖρα αὐτοῦ ἐπὶ τὴν γῆν καὶ γῆ Αἰγύπτου οὐκ ἔσται εἰς σωτηρίαν
He will also stretch out his hand on the countries. The land of Egypt won’t escape.
他必伸手攻擊列國;埃及地也不得脫離。
11:43
καὶ κρατήσει τοῦ τόπου τοῦ χρυσίου καὶ τοῦ τόπου τοῦ ἀργυρίου καὶ πάσης τῆς ἐπιθυμίας Αἰγύπτου καὶ Λίβυες καὶ Αἰθίοπες ἔσονται ἐν τῷ ὄχλῳ αὐτοῦ καὶ κυριεύσει ἐν τοῖς ἀποκρύφοις τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου καὶ ἐν πᾶσιν ἐπιθυμητοῖς Αἰγύπτου καὶ Λιβύων καὶ Αἰθιόπων ἐν τοῖς ὀχυρώμασιν αὐτῶν
But he will have power over the treasures of gold and of silver, and over all the precious things of Egypt. The Libyans and the Ethiopians will follow his steps.
他必把持埃及的金銀財寶和各樣的寶物。利比亞人和古實人都必跟從他。
11:44
καὶ ἀκοὴ ταράξει αὐτὸν ἀπὸ ἀνατολῶν καὶ βορρᾶ καὶ ἐξελεύσεται ἐν θυμῷ ἰσχυρῷ καὶ ῥομφαίᾳ ἀφανίσαι καὶ ἀποκτεῖναι πολλούς καὶ ἀκοαὶ καὶ σπουδαὶ ταράξουσιν αὐτὸν ἐξ ἀνατολῶν καὶ ἀπὸ βορρᾶ καὶ ἥξει ἐν θυμῷ πολλῷ τοῦ ἀφανίσαι καὶ τοῦ ἀναθεματίσαι πολλούς
But news out of the east and out of the north will trouble him; and he will go out with great fury to destroy and utterly to sweep away many.
但從東方和北方必有消息擾亂他,他就大發烈怒出去,要將多人殺滅淨盡。
11:45
καὶ στήσει αὐτοῦ τὴν σκηνὴν τότε ἀνὰ μέσον τῶν θαλασσῶν καὶ τοῦ ὄρους τῆς θελήσεως τοῦ ἁγίου καὶ ἥξει ὥρα τῆς συντελείας αὐτοῦ καὶ οὐκ ἔσται ὁ βοηθῶν αὐτῷ καὶ πήξει τὴν σκηνὴν αὐτοῦ εφαδανω ἀνὰ μέσον τῶν θαλασσῶν εἰς ὄρος σαβι ἅγιον καὶ ἥξει ἕως μέρους αὐτοῦ καὶ οὐκ ἔστιν ὁ ῥυόμενος αὐτόν
He will plant the tents of his palace between the sea and the glorious holy mountain; yet he will come to his end, and no one will help him.
他必在海和榮美的聖山中間設立他如宮殿的帳幕;然而到了他的結局,必無人能幫助他。」